De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τοῦτο δὴ καὶ αὐτὸ ὁ δυνάμει νοῦς τελειούμενος καὶ αὐξόμενος νοεῖ.

ὥσπερ γὰρ ἡ περιπατητικὴ δύναμις, ἣν ἔχει ὁ ἄνθρωπος εὐθὺς τῷ γενέσθαι, εἰς ἐνέργειαν ἄγεται προϊόντος τοῦ χρόνου τελειουμένου αὐτοῦ οὐ κατὰ πάθος τι, τὸν αὐτὸν τρόπον [*](1—2 νοῦς—μόνος om. K 1 νοήσει ἀεί Ps. Al. 26 1—2 καθὸ— νοήσει] καθὸ δὲ ἁπλοῦς ἐστι, μόνος τῶν νοητῶν μόνον ἑαυτὸν νοήσει Ps. Al. 26—27 4 Ἀριστοτέλους] Ἀριστοκλέους Zeller, die Philos. d. Griechen IV 3 785 5 ἀριστοτέλην MKa ταῦτα δὲ M 7 τι καὶ V (τ in lit.) M: καὶ Ka 9 δὲ τί τὸ M 10 δὴ om. M 12 αὑτῷ] MKa: αὐτῷ V 18 ἡ ἐνέργεια M, sed cf. αὕτη γὰρ αἰσθήσεως διαμαρτία τὸ . . γίνεσθαι p. 41,12 αὕτη γὰρ φύσις αἰσθήσεως τὸ . . κρίνειν p. 152r52 19 ὄντα αἰκαθ᾿ αὐτοῦ VMKa 20 δὴ αὕτη V: δὲ (δὴ?) αὕτη M: δὲ αὐτή Ka fortasse καθ᾿ αὑτὰ ⟨τὰ εἴδη αὐτῶν⟩. εἰ δὴ αὕτη 21 ἐνέργεια VK: ἐνέργειᾳ a: ἐνεργεία M 22 γίνεσθαι V: ἄγεσθαι MKa sed cf. 112,1 25 αὑτοῦ V: αὐτοῦ MKa 27 οὐσίᾳ a 29 ἑαυτῶν φύσει VK: ἑαυτοῦ φύσει M: ἑαυτῶν φύσειν a 31 τελειούμενον M πατητικὴ M)

111
καὶ ὁ νοῦς τελειωθεὶς τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ αἰσθητὰ δὲ νοητὰ αὑτῷ ποιεῖ, ἅτε ὢν ποιητικός.

οὐ γὰρ παθητικὸς ὁ νοῦς τῇ αὑτοῦ φύσει, ὡς ὑπὸ ἄλλου γίνεσθαι καὶ πάσχειν, καθάπερ ἡ αἴσθησις.

ὑπεναντίως γὰρ ἔχει.

ἡ μὲν γὰρ αἴσθησις κατὰ πάθος, παθητικὸν γάρ, καὶ ἡ ἀντίληψις αὐτῇ διὰ πάθους, ὁ δὲ νοῦς ποιητικόν.

νοητικὸς γὰρ ὢν τῶν πλείστων ἅμα καὶ ποιητὴς ἵνα αὐτὰ νοήσῃ γίνεται, πλὴν εἰ μὴ κατὰ τοῦτό τις καὶ τὸν νοῦν βούλοιτο παθητικὸν λέγειν, καθὸ ληπτικός ἐστι τῶν εἰδῶν.

πάσχειν γὰρ εἶναι δοκεῖ τὸ λαμβάνειν.

καὶ τοῦτο μὲν κοινὸν πρὸς τὴν αἴσθησίν ἐστιν αὐτῷ, ἀλλ᾿ ἐπεὶ ἕκαστον αὐτῶν χαρακτηρίζεται καὶ ὁρίζεται οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ πρὸς ἄλλο τι, ἀλλ᾿ ἀπὸ τοῦ ἰδίου, καὶ τοῦτο ἂν τὸ πρὸς τὴν αἴσθησιν αὐτῷ κοινὸν ὑπὸ ἰδίου χαρακτηρίζοιτο, ὥστε εἰ κοινὸν μέν ἐστιν αὐτῷ πρὸς τὴν αἴσθησιν τὸ τῶν εἰδῶν εἶναι ληπτικῷ, εἰ καὶ μὴ ὁμοίως, ἴδιον δὲ τὸ ποιητικῷ εἶναι τούτων τῶν εἰδῶν ἃ λαμβάνει, ἀπὸ τοῦ ποιεῖν ἂν μᾶλλον ὁρίζοιτο.

ὥστε ποιητικὸν ἄν, οὐ παθητικὸν ὁ νοῦς εἴη.

ἔτι καὶ πρότερον αὐτῷ τὸ ποιεῖν καὶ οὐσιῶδες.

πρότερον γὰρ ποιεῖ τῇ ἀφαιρέσει νοητόν, εἶθ᾿ οὕτως λαμβάνει τούτων τι ὃ νοεῖ τε καὶ ὁρίζεται, ὅτι τόδε τί ἐστι.

καὶ γὰρ εἰ ἅμα χωρίζεται καὶ λαμβάνει, ἀλλὰ τὸ χωρίζειν προεπινοεῖται·

τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ληπτικῷ εἶναι τοῦ εἴδους.

ὥσπερ δὲ τὸ πῦρ ποιητικώτατον λέγομεν, ἐπειδήπερ πάσης ὕλης ἧς ἂν ἐπιλάβηται ταύτην ἀναλίσκει καὶ αὑτῷ τροφὴν παρέχει (καίτοι καθὸ τρέφεται πάσχει), τὸν αὐτὸν τρόπον καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ποιητικὸν ἡγητέον.

τὰ γὰρ οὐκ ὄντα ἐνεργείᾳ νοητὰ αὐτὸς νοητὰ ποιεῖ. οὐδὲν γὰρ ἄλλο νοητόν ἐστιν ἢ ὁ νοῦς ὁ ὢν ἐνεργείᾳ καὶ καθ᾿ αὑτὸν.