De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ ἡ ἁφὴ δὲ τῶν μὲν ὁμοίως αὐτῇ θερμῶν ἢ ψυχρῶν ἢ σκληρῶν ἢ μαλακῶν οὐκ αἰσθάνεται, τῶν δὲ παρηλλαγμένων ἐπὶ τὸ μᾶλλον ἢ ἧττον.

τοῦτο δέ, ἐπεὶ ἦν ἀδύνατον σῶμα οὖσαν μὴ ταύτας ἔχειν τὰς ἐναντιώσεις.

πᾶν γὰρ σῶμα φυσικόν τε καὶ γενητὸν ἁπτόν.

ὡς οὖν ἐπὶ τῶν αἰσθήσεων ἀδύνατον τὴν ἔχουσάν τι τούτου οὗ ἔχει εἶναι ἀντιληπτικήν τε καὶ κριτικήν, οὕτως, ἐπεὶ καὶ ὁ νοῦς ἀντίληψίς τις καὶ κρίσις τῶν νοητῶν, οὐδὲ αὐτὸν οἷόν τε εἶναι τῶν κρινομένων ὑπ᾿ αὐτοῦ.