De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εὐθὺ μὲν γὰρ τῇ πρώτῃ καταβολῇ τοῦ σπέρματός ἐστιν ὁ ἐνεργείᾳ νοῦς διὰ πάντων γε κεχωρηκὼς καὶ ὢν ἐνεργείᾳ, ὡς καὶ ἐν ἄλλῳ τινὶ σώματι τῶν τυχόντων.

ἐπειδὰν δὲ καὶ διὰ τῆς ἡμετέρας δυνάμεως ἐνεργήσῃ, τότε ἡμέτερος νοῦς οὗτος λέγεται καὶ ἡμεῖς νοοῦμεν, ὥσπερ εἴ τις τεχνίτην ἐννοήσαι τοτὲ μὲν ἄνευ ὀργάνων ἐνεργοῦντα κατὰ τὴν τέχνην, τοτὲ δὲ καὶ μετ᾿ ὀργάνων, ὅτε καὶ ἡ κατὰ τὴν τέχνην ἐνέργεια αὐτῷ περὶ τὴν ὕλην γίνεται.

τὸν αὐτὸν τρόπον καὶ ὁ θεῖος νοῦς ἀεὶ μὲν ἐνεργεῖ (διὸ καὶ ἔστιν ἐνεργείᾳ), καὶ δι᾿ ὀργάνου δέ, ὅταν ἐκ [*](145r) τῆς συγκρίσεως τῶν σωμάτων καὶ τῆς εὐκρασίας γένηται ὄργανον τοιοῦτον.

ὑλικὴν γὰρ ἤδη τινὰ τότε ἐνέργειαν ἐνεργεῖ καὶ ἔστιν οὗτος ἡμέτερος νοῦς.

καὶ ἐκκρίνεται δή, ὅνπερ τρόπον καὶ εἰσκρίνεται.

οὐ γὰρ ἀλλαχοῦ ὢν μεταβαίνει, ἀλλὰ τῷ πανταχοῦ εἶναι μένει καὶ ἐν τῷ ἐκ τῆς ἐκκρίσεως [*](1 τούτου καὶ VKa: τοῦτον καὶ ποιήματα VM: ποίημά τις K: ποιήματις a παθὼν V: παθῶν corr. in παθὼν M: παθῶν Ka ὑπό τινος καὶ γενόμενος 2 νοῦς M: νοῦν VKa 3 τελειωθεὶς MKa: τελεωθείς V τὰ τῆ φύσει τὴν om. 4 τοῦ νοῦ VM: νοῦ Ka νοεῖν VKM ex. Vict.: νοεῖ a 6 τὰς ἐπιφερομένας M ἀνάγκη M post ἔχοντι paululum erasum V 7 δέ M: γε VKa 8 ταῦτα περὶ νοῦ M 9 λεγομένου scripsi: λεγομένῳ VKMa 11 αὑτοῦ V: αὐτοῦ MKa 12 δύνασθαι] cf. Ind. 13 fortasse τοῦτο 14 παντὶ γενομένω M 15—16 ἐπὶ usque ad γινομένη om. MKa 17 τότε VKa: τὸ M δι᾿ om. M 19 ἥτις scripsi: ἤ τις VKMa ὃν] fortasse ἣν 20 νοῦ καλεῖ ὁ ἀριστοτέλης M 22 κεχωρικῶς M 23 διὰ VKa: ὁ τὰ 25 ἐννοῆσαι VMKa 26 τότε M 27 ἐνέργει M τὴν ὕλην M: τῇ ὕλῃ VKa cf. Ind. 27—28 αὐτῷ περὶ τῇ ὕλῃ—καὶ ἔστιν ἐνεργείᾳ bis Ka 30 τότε om. M 32 διαινομένῳ M)

113
διαλυομένῳ σώματι φθειρομένου τοῦ ὀργανικοῦ, ὡς ὁ τεχνίτης ἀποβαλὼν τὰ ὄργανα ἐνεργεῖ μὲν καὶ τότε, οὐ μὴν ὑλικὴν καὶ ὀργανικὴν ἐνέργειαν.

//ἔλεγεν δὴ ὅτι εἰ ὅλως ὑπολαμβάνειν χρὴ κατὰ Ἀριστοτέλη θεῖον καὶ ἄφθαρτον εἶναι τὸν νοῦν, οὕτως ἡγεῖσθαι δεῖν, οὐκ ἄλλως.

καὶ τὴν λέξιν δὲ τὴν ἐν τῷ τρίτῳ Περὶ ψυχῆς τούτοις προσοικειοῦν ἔλεγεν δεῖν καὶ τὴν ἕξιν καὶ τὸ φῶς ἐπὶ τοῦτον φέρειν τὸν πανταχοῦ ὄντα.

οὗτος δὲ ὁ νοῦς ἤτοι μόνος αὐτὸς τὰ ἐνθάδε διοικεῖπρὸς τὴν τῶν θείων ἀναφορὰν καὶ συγκρίνει τε καὶ διακρίνει, ὥστε αὐτὸς καὶ τοῦ δυνάμει νοῦ δημιουργός, ἢ μετὰ τῆς τῶν οὐρανίων εὐτάκτου κινήσεως.

ὑπὸ γὰρ ταύτης γίνεται τὰ ἐνθάδε τῇ προσόδῳ καὶ ἀφόδῳ τοῦ ἡλίου μάλιστα ἢ ὑπ᾿ αὐτοῦ γινόμενα καὶ τοῦ ἐνθάδε νοῦ ἢ ὑπὸ τούτων μὲν καὶ τῆς τούτων κινήσεως ἡ φύσις γίνεται, αὐτὴ δὲ τὰ καθέκαστα μετὰ τοῦ νοῦ διοικεῖ.

ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι θεῖον ὄντα, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν, καὶ τὸ ὅλως εἶναι καὶ ἐν τοῖς ἐνταῦθα νοῦν καὶ προηγουμένην τινὰ πρόνοιαν (καὶ μὴν κατὰ τὴν ἐπὶ τὰ θεῖα ἀναφορὰν τὴν τῶν ἐνταῦθα γίνεσθαι πρόνοιαν), καὶ τὸ μὴ ἐφ᾿ ἡμῖν εἶναι τὸ νοεῖν μηδ᾿ εἶναι τοῦτο ἡμέτερον ἔργον, ἀλλ᾿ εὐθὺ γινομένοις ἡμῖν ἐνυπάρχειν φύσει τήν τε σύστασιν τοῦ δυνάμει καὶ ὀργανικοῦ καὶ τὴν διὰ τοῦ θύραθεν ἐνέργειαν.

ἢ οὐκ ἀλλάσσει τόπον τὸ τῷ νοεῖσθαι ἔν τινι γινόμενον.

οὐδὲ γὰρ τὰ τῶν αἰσθητῶν εἴδη, ἐπειδὰν αὐτῶν αἰσθώμεθα, ἐν τοῖς αἰσθητηρίοις ὡς τόποις αὐτῶν γίνεται.

χωριστὸς δὲ λέγεται ὁ θύραθεν νοῦς καὶ χωρίζεται ἡμῶν, οὐχ ὡς μετιών που καὶ ἀμείβων τόπον, ἀλλὰ χωριστὸς μὲν ὡς καθ᾿ αὑτόν τε ὢν καὶ μὴ σὺν ὕλῃ, χωριζόμενος δὲ ἡμῶν τῷ μὴ νοεῖσθαι, οὐ τῷ μετέρχεσθαι.

οὕτως γὰρ ἐγίνετο καὶ ἐν ἡμῖν.