In Aristotelis Topicorum Libros Octo Commentaria

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis topicorum libros octo commentaria (Commentaria in Aristotelem Graeca 2.2). Wallies, Maximilian, editor. Berlin: Reimer, 1891.

1

Τὴν μὲν πρόθεσιν τὴν τατὰ τὴν τοπικὴν πραγματείαν, καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμός ἐστι τῷ φιλοσοφοῦντι ἥδε ἡ μέθοδος, καὶ τί τὸ τέλος αὐτῆς, αὐτὸς λέγει, τὸ μὲν ἀρχόμενος εὐθύς, τὸ δὲ ὀλίγον προελθών, δι᾿ ὧν γνώριμον ποιεῖται ὅτι καὶ τοῖς προηγουμένως φιλοσοφοῦσιν ἀξία σπουδῆς ἡ διαλεκτική, πρὸς τὴν εὕρεσιν τῆς ἀληθείας αὐτοῖς συντελοῦσα, ὃ τέλος ἐστὶ τῆς φιλοσόφου θεωρίας. ἡμάς δὲ καλῶς ἔχει προειδέναι ὅτι τὸ τῆς διαλεκτικῆς ὄνομα οὐκ ἐπὶ τὸ αὐτὸ σημαινόμενον πάντες οἱ φιλόσοφοι φέρουσιν, ἀλλ’ οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὁριζόμενοι τὴν διαλεκτικὴν ἐπιστήμην τοῦ εὗ λέγειν, τὸ δὲ εὖ λέγειν ἐν τῷ τὰ ἀληθῆ καὶ τὰ προσήκοντα λέγειν εἶναι τιθέμενοι, τοῦτο δὲ ἴδιον ἡγούμενοι τοῦ φιλοσόφου κατὰ τῆς τελειοτάτης φιλοσοφίας φέρουσιν αὐτό· καὶ διὰ τοῦτο μόνος ὁ σοφὸς κατ’ αὐτοὺς διαλεκτικός. Πλατῶν δὲ τὴν διαιρετικὴν μέθοδον ἐξυμνῶν καὶ τριγχὸν αὐτὴν φιλοσοφίας λέγων, ταύτης δὲ θέμενος ἔργον εἶναι τὸ δύνασθαι τό τε ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ εἰς ἓν ἀνάγειν, ὅπερ εἴη ἄν ἴσον τῷ τὰ γένη δύνασθαι διαιρεῖν εἴς τε τὰ εἴδη καὶ τὰ ὑπὸ ταῦτα καὶ πάλιν τὰ ἄτομα συντιθέναι τε καὶ εἰς ἓν γένος ἀνάγειν τε καὶ συγκεφαλαιοῦσθαι, τὴν αὐτὴν ταύτην καὶ διαλεκτικὴν καλεῖ. Ἀριστοτέλης δὲ καὶ οἱ ἀπ’ [*](1. 2 Inscripsi e librorum II—IV in AD titulis: ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τοπικὴν ἀριστοτέλους πραγματείαν Α: ὑπόμνημα ἀλεξανδρέως ἀφροδισιέως εἰς τὴν κτλ. B: ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ TO ΠΡΩΤΟΝ ΤΩΝ ΤΟΠΙΚΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ a; om. dp 3 τὴν κατὰ] τε καὶ d τὴν alterum om. Α 4 φιλοσόφῳ ap 5 ὀλίγον προελθὼν] p. 101a25sq. 6 καὶ om. p supra προηγουμένως scriptum ἀποδεικτικῶς Β 7 αὐτῆς a 9 τὸ αὐτὸ Ap: ταὐτὸ d: ταὐτὸν aB 11 post τοῦ εὑ λέγειν add. ὁρίζονται a et mrg. p τὸ δὲ εὖ λέγειν iterat Α τἀληθῆ ap τὰ alterum om. ap 13 τελεωτάτης ap σοφὸς ABd: φιλόσοφος ap 14 Πλάτων] Respubl. VII 14 p. .034 E τὴν διαιρετικὴν—λέγων (15) Suidas Suidas v. τριγχός 15 τριγχὸν Β, sed περίβολον superscr. manus rec.: τρῖγχον A: θριγγὸν dp: θριγκὸν a Plato ταύτην Βp 15. 16 τὸ δύνασθαι om. d 16 ἀνάγειν ΑΒ: συνάγειν ap: ἄγειν d ἄν εἴη ap 17 τε τὰ om. ap post καὶ prius add. εἰς ap 18 γένος γένος ἀνάγειν τε] τέλος ἄγειν d συγκ corr. ex το . . B1)

2
αὐτοῦ οὐ ταὐτὰ περὶ τῆς διαλεκτικῆς φέρουσιν, ἀλλὰ τίθενται μὲν αὐτὴν μέθοδόν τινα εἶναι συλλογιστικήν, ἡγούμενοι δὲ τὸν συλλογισμόν, καθ’ ὃ συλλογισμός ἐστι, μηδὲν ἄλλον ἄλλου διαφέρειν, εἶναι δὲ αὐτῶν τὴν διαφορὰν τὴν μὲν κατὰ τὰ εἴδη τῶν προτάσεων, τὴν δὲ κατὰ τοὺς τρόπους καὶ τὰ σχήματα, τὴν δὲ κατὰ τὴν ὕλην περὶ ἥν εἰσιν, ὧν ἡ μὲν πρώτη διαφορὰ ποιεῖ τῶν συλλογισμῶν τοὺς μὲν δεικτικούς, οὓς κατηγορικοὺς καλοῦμεν, τοὺς δὲ ὑποθετικούς, ἡ δὲ δευτέρα καθ’ ἣν τοὺς μὲν τελείους τοὺς δὲ ἀτελεῖς, καὶ τοὺς μὲν ἐν πρώτῳ τοὺς δὲ ἐν δευτέρῳ τοὺς δὲ ἐν τρίτῳ σχήματι, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δείκνυται· οἱ γὰρ δὴ συλλογισμοί, ὅ τε λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδὲν γελαστικὸν ἵππος’ καὶ ὁ λέγων ‘πᾶς ἄνθρωπος γελαστικόν, οὐδεὶς ἵππος γελαστικόν’ ἔτι τε ὁ λέγων ‘πᾶν γελαστικὸν ἄνθρωπος, οὐδὲν γελαστικὸν ἵππος’, τὴν αὐτὴν ὕλην ἔχοντες οὐκ εἰσὶν Μήλοις οἱ αὐτοὶ παρὰ τὴν διάφορον τῶν προτάσεων λῆψίν τε καὶ θέσιν· ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ ἐν τῷ δευτέρῳ, ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. ἡ δὲ τρίτη ἡ κατὰ τὴν ὕλην τοὺ; μὲν ποιεῖ ἀποδεικτικοῦς τοὺς δὲ διαλεκτικοὺς τοὺς δὲ ἐριστικούς. ὡς γὰρ αἱ τέχναι μηδὲν ἀλλήλων, καθ’ ὃ τέχναι εἰσί, διαφέρουσαι παρὰ τὴν τῆς ὕλης περὶ ἥν εἰσι διαφορὰν καὶ τὸν τῆς χρήσεως τρόπον τὴν διαφορὰν λαμβάνουσιν, ὡς εἶναι τὴν μὲν αὐτῶν τεκτονικὴν τὴν δὲ οἰκοδομικὴν τὴν δὲ ἄλλην τινά, 20 οὕτω καὶ οἱ συλλογισμοί. ὁ μὲν γὰρ ἐξ ἀληθῶν τε καὶ οἰκείων τῷ προκειμένῳ καὶ πρώτων τε καὶ γνωριμωτέρων δεικνὺς καὶ συνάγων τὸ προκείμενον συλλογισμὸς ἀποδεικτικὸς ὑπὸ τῶν παλαιῶν καλεῖται, καὶ ἀπόδειξιν λέγουσι τὴν μέθοδον τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ δι’ ἐνδόξων συλλογιζόμενον διαλεκτικὸν καὶ διαλεκτικὴν ἀκολούθως τὴν διὰ τοιούτων συλλογιστικήν, τὸν δὲ ἐκ φαινομένων ἐνδόξων σοφιστικὸν καὶ σοφιστικὴν τὴν τούτοις χρωμένην. κατὰ γὰρ τὸ εἶδος οὐδὲν ἀλλήλων διαφέροντες οἱ συλλογισμοί, ὅ τε λέγων ‘ἡ ἡδονὴ ἀτελές, οὐδὲν ἀγαθὸν ἀτελές᾿ καὶ ὁ λέγων τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ δὲ οὐ ποιεῖ αγαθούς᾿ (ἀμφότεροι γὰρ ἐν δευτέρῳ σχήματι), κατὰ τὴν ὕλην ἔχουσι τὴν διαφοράν. ὁ μὲν γὰρ [*](1 ταῦτα ap 2 ἡγούμενοι δὲ] excipit p. 8, 4 φέροντες δὲ συλλογισμὸν d 3 ἐστι, μηδὲν] spatium vacuum reliquit d αὐτῶ Β 5 ὕλην περὶ ἥν] ἓν post spatium vacuum d 6 δεικτικούς scripsi cf. Ind.: ἀποδεικτικούς ΑΒd: διαλεκτικούς ap post ὃς add. καὶ d 7 καθ᾿ ἣν (ἣν superscr. p) delendum videtur 9 δείκνυται] γε λ d 10 οὐδέν (ἔστι τὸ ὅλον add. d) γελαστικὸν—ἄνθρωπος γελαστικόν (11) Αd: οὐδὲν γελαστικὸν a: om. Bp 11 οὐδεὶς ἵππος γελαστικόν om. a 11. 12 ἔτι τε ὁ λέγων πᾶν] ἔχοντες ἅπαν d 12. 13 ἔχοντα A 13 οὐκ om. d λῆψιν] ψιν post spatium vacuum d 14 θέσιν· ἐστι γάρ] σύνθεσιν d 1() τοὺς δὲ ἐριστικούς om. a 17 καθὸ τέχναι, μηδὲν ἀλλήλων omisso εἰσὶ ap παρὰ] περὶ Α 18 λαμβάνουσα d 19 post αὐτῶν add. τέχνην ap β α 20 γὰρ om. ap οἰκείων τὲ ἀληθῶν d 20. 21 προκειμένων Β 21 συνάγειν Β 21. 22 τὸν προκείμενον συλλογισμὸν p 22 παλαιῶν Β: ἀνδρῶν aAdp 23 post λέγουσιν add. αὐτὴν ap τὴν μέθοδον iterat Β τοιούτων adp: τούτων Α: τοιούτου Β 25 ἐκ om. A 20 μηδὲν ap διαφέρουσιν d 28 τἀγαθὸν p pr.)
3
πρῶτος ἀποδεικτικὸς εἶναι βούλεται· ἐκ γὰρ τοῦ ἀποδεδομένου τῆς ἡδονῆς 45 ὁρισμοῦ τὴν ἀρχὴν ἔχει· λέγουσιν γὰρ τὴν ἡδονὴν εἶναι γένεσιν εἰς φύσιν αἰσθητήν, ἡ δὲ γένεσις ἀτελής. | ὁ δὲ δεύτερος δι’ ἐνδόξων πρόεισι· τὸ γὰρ ἀγαθὸν ἀγαθοὺς ποιεῖν οὐκ ὂν ἀληθὲς ἔνδοξόν ἐστι. φέροντες δὲ τὸ τῆς διαλεκτικῆς ὄνομα ἐπὶ τῆς οὕτω καὶ διὰ τοιούτων συλλογιζομένης μεθόδου, ἀκολούθως ὁρίζονται αὐτὴν μέθοδον δι’ ἐνδόξων περὶ παντὸς τοῦ προκειμένου συλλογιστικήν. καὶ εἰκότως ἡ τοιαύτη μέθοδος διαλεκτικὴ καλεῖται. εἰ γὰρ ἡ διαλεκτικὴ ἀπὸ τοὺ διαλέγεσθαι, τὸ δὲ διαλέγεσθαι ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει, ὁ δὲ ἐρωτῶν ἐρωτᾷ περὶ παντὸς τοῦ προβεβλημένου ὑπὸ τοῦ ἀποκρινομένου, δι’ ὧν ἄν ἐκ τῆς ἐρωτήσεως λάβῃ πάντως συλλογιούμενος, καθ’ ὅσον μὲν περὶ παντὸς τοῦ προτεθέντος πειρᾶται συλλογίζεσθαι, οὐκ ἐξ ἀληθῶν ἔσται συλλογιζόμενος. οὔτε γὰρ πᾶν τὸ προτιθέμενον ἀληθές (προτίθεται γοῦν καὶ τὰ ἀντικείμενα, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, καὶ πάλιν ὅτι οὐκ ἀγαθόν καὶ ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ πάλιν ὅτι οὐκ ἀθάνατος· ἀδύνατον δὲ τὰ ἀντικείμενα ἀλλήλοις ἄμφω ἀληθῆ εἷναι) οὔτε τὸ μὴ ἀληθὲς δι’ ἀληθῶν οἷόν τε συλλογίζεσθαι· πάν· γὰρ τὸ δι᾿ ἀληθῶν δεικνύμενον ἀληθές. καθ’ ὅσον δ’ αὖ διὰ τῶν ἐκ τῶν ἐρωτήσεων συγχωρουμένων, δι’ ἐνδόξων· τὰ γὰρ ἔνδοξα καὶ πιθανὰ διδόασί τε καὶ συγχωροῦσιν οἱ ἀποκρινόμενοι. οὐ πάντα δὲ τὰ ἔνδοξα καὶ κυρίω ἀλγθῆ· ἔργον γοῦν τῶν ἐρωτώντων ἐστὶ καὶ εἰς παραδόξους ἀποκρίσεις ἀγαγεῖν τοὺς ἀποκρινομένους, ὥσπερ καὶ τὸ εἰς ἀντίφασιν. ὥστε οὐκ ἐν τῷ δι᾿ ἀληθῶν συλλογίζεσθαι ἡ διαλεκτικὴ τὸ εἶναι ἄν ἔχοι ἀλλ’ ἐν τῷ δι᾿ ἐνδόξων. διὸ οἱ ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέροντες αὑτὴν οὐκ οἰκείως καταχρῶνται τῷ τῆς διαλεκτικῆς ὀνόματι. τοιαύτην δὲ οὖσαν αὐτὴν εἰκότως καὶ ἀντίστροφόν φησιν Ἀριστοτέλης εἶναι τῇ ῥητορικῇ, ἐπειδὴ κἀκείνη περὶ τὰ πιθανά, ἃ τῷ ἔνδοξα εἶναι καὶ αὐτὰ εστι τοιαύτα· τὸ γὰρ ἀντίστροφον ἀντὶ του ἰσόστροφόν τε καὶ περὶ τὰ αὐτὰ στρεφομένην καὶ καταγινομένην λέγει. οὐ γὰρ ὡς τῶν ἐπιστημῶν ἑκάστη περί τι γένος ἀφωρισμένον οὖσα τὰ οἰκεῖα ἐκείνῳ τῷ γένει καὶ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυσί τε καὶ λαμβάνει διὰ τῶν οἰκείων ἀρχῶν ἐκείνῳ τῷ γένει, οὕτως καὶ αὗται. οὔτε γὰρ ἐν τι γένος τὸ ὑποκεί- [*](2 ἔχε] ἔχουσι Β γένεσιν post αἰσθητήν (3) transposuit Β 3 πρόεισι om. ap 4 ποιοῦν Β 6 αὐτὴν ABd: διαλεκτικὴν εἶναι ap μέθοδον—ἀποκρίσει (9) Suidas sub V. διαλεκτική 8 εἰ γὰρ ἡ ABd: ἡ γὰρ ap 9 ὁ δὲ ἐρωτῶν] ἂν ἐρώτησιν d 10 δι’ ὧν ἄν in mrg., ἐρώτησιν ἄν in coutextu d post ἐρωτήσεως add. παρ’ αὐτοῦ aB 10. 11 λάβῃ πάντως transposui: inv. ord. libri 11 καθόσον] σὸν superscr. p περὶ om. d ’2 ἀληθῶν] ὧν p έσται aAB: ἐστι p: εἶναι d 13 προφέρεται d γοῦν ABd: γὰρ ap 14 post καὶ alterum add. πάλιν Β 15 ἀδύνατον] hinc incipit D δὲ] γὰρ Β 17 ἀληθές ABD: ἀλήθεια ap κυοιω 19 πάντως ap δὲ ap: γὰρ ABD καὶ alterum ap: om. ABD τελείως B 20 οὖν ap ἐρωτωμένων Β pr. 25 αὐτὴν οὖσαν Β καὶ καὶ ἀντίστροφόν—λέγει (28) Suidas sub v. ἀντίστροφος φησιν] Rhetor. I 1 p. 1354a1 post φησιν add. ὁ aBp 27 τοιαῦτα] τὸ αὐτό p 28 post στρεφομένην add. τε Β λέγεται D 29 τι superscr. p ἀφωρισμένων aAB 30 αὐτὰ scripsi: αὑτὸ libri διαλαμβάνει D)
4
μένον αὐτῶν ἑκατέρᾳ, οὔτε περὶ οὗ ἂν τὸν λόγον ποιῶνται, διὰ τῶν ἰκείων ἐκείνῳ καὶ ἐν τῇ οὐσίᾳ ὄντων αὐτοῦ δεικνύουσιν ἃ δεικνύουσιν, ἀλλ’ ἥ τε πραγματεία αὐταῖς περὶ κοινά (διαλεκτικοῦ γὰρ ὁμοίως μὲν περὶ ὁμοίως δὲ περὶ ἰατρικῶν, ἔτι δὲ γεωμετρικῶν, φυσικῶν τε καὶ ἡθικῶν καὶ λογικῶν καὶ περὶ πάντων τῶν προτεθέντων ἐπιχειρεῖν), αἵ τε δείξεις διὰ κοινῶν τε καὶ ἐνδόξων καὶ οὐκ οἰκείων τοῖς προκειμένοις· οὐ γὰρ διὰ ἰατρικῶν ἀρχῶν ὁ διαλεκτικὸς τῶν κατὰ τὴν ἰατρικήν τι δείκνυσιν (ἰατροῦ γὰρ τοῦτο), οὐδὲ διὰ γεωμετρικῶν τὰ γεωμετρικά (ἦν γὰρ ἂν γεωμέτρης), ἀλλ’ ἔστιν ἴδιον αὐτῷ τὸ περὶ πάντων τῶν προτεθέντων δι’ ἐνδόξων συλλογίζεσθαι. τίνα δέ ἐστι τὰ ἔνδοξα, ὀλίγον ὕστερον έσται γνώριμον. καὶ ὁ ῥήτωρ δέ, εἰ καὶ μὴ περὶ πάντων ὁμοίως τῷ διαλεκτικῷ, ἀλλ’ οὖν οὐδὲ αὐτὸς περὶ ἕν τι γένος ἀφωρισμένον· καὶ γὰρ περὶ ἰατρικῶν ὁ ῥήτωρ λέγει καὶ περὶ φιλοσόφων καὶ περὶ μουσικῶν, μάλιστα δὲ περὶ πολιτικῶν· δοκεῖ γὰρ τοῦ ῥήτορος οἰκεία ὕλη εἶναι ἡ ἐν τοῖς πολιτικοῖς τε καὶ πρακτοῖς. καὶ περὶ ἁπάντων, περὶ ὧν ἂν λέγῃ, καὶ αὐτὸς ἐκ πιθανῶν τινων καὶ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιήσεται ὁμοίως τῷ διαλεκτικῷ· καὶ γὰρ καὶ αὐτὸς εἰς τὰ ἀντικείμενα ἐπιχειρεῖ, τὸ αὐτὸ ποτὲ μὲν καλὸν ποτὲ δὲ οὐ καλόν, καὶ ποτὲ μὲν συμφέρον ποτὲ δὲ μή, καὶ ποτὲ μὲν δίκαιον ποτὲ δὲ μὴ δεικνύς. ὥστε κοινὸν αὐταῖς καὶ τοῦτο, τὸ ὁμοίως πρὸς ἀμφότερα τὰ ἀντικείμενα ταῖς δυνάμεσι χρῆσθαι. οἱ μὲν γὰρ κατὰ τὰς ἐπιστήμας, εἰ καὶ γνῶσιν ἔχουσι τῶν ἀντικειμένων, ἀλλὰ σκοπός γε αὐτοῖς ὁ κατὰ τὴν ἐπιστήμην θάτερον μέρος τῶν ἀντικειμένων ἀφωρισμένως, τὸ βέλτιον· ἰατροῦ μὲν γὰρ τὸ ὑγιάζειν, ἀλείπτου δὲ τὸ εὐεξίαν περιποιεῖν, ἄλλῳ δὲ ἄλλο τι ἀφωρισμένως, τὸ βέλτιον τῶν αντικειμένων νῶν τῶν περὶ ἃ πραγματεύεται. καὶ γὰρ ἡ γνῶσις αὐτοῖς ἡ τῶν τούτοις ἀντικειμένων οὐ προηγουμένη ἀλλ’ ἑπομένη τῇ τούτων γνώσει· ἕπεται γὰρ τῇ τῶν ὑγείας ποιητικῶν ἐπιστήμῃ καὶ ἡ τῶν νοσοποιεῖν δυναμένων γνῶσις. ὁ δὲ διαλεκτικός τε καὶ ὁ ῥήτωρ ὁμοίως τὴν τῶν ἀντι|κειμένων δεῖξιν σκοπὸν ἔχουσι. διὸ καὶ δυνάμεις αὐτὰς καλοῦσι· τὸ γὰρ κυρίως δυνάμενόν τι τὰ ἀντικείμενα δύναται. λέγουσι μὲν γάρ τινες αὐτὰς δυνάμεις καλεῖσθαι διὰ τὸ ἐν δυνάμει τινὶ καὶ ὑπεροχῇ ποιεῖν τοὺς χρωμένους αὐταῖς· οἱ γὰρ πολλοὶ τοὺς τοιούτους τεθαυμάκασιν ὡς πλέον τῶν ἄλλων δυναμένους· ἀλλὰ καὶ διὰ τὸ δύνασθαι καὶ εὖ καὶ κακῶς αὐταῖς χρῆσθαι τοὺς ἔχοντας· διὰ τοῦτο γὰρ καὶ τῶν ἀγαθῶν τὰ ὀργανικὰ δυνάμεις καλεῖσθαι. [*](1 αὐταῖς B pr. ἑκατέρᾳ ap: ἑκάστη ABD 4 post ἔτι δὲ add. περὶ a τε om. B 5 post τε add. γὰρ ap 6 διὰ ABD: ἐκ ap post διὰ add. τῶν D τε om. B 7 τὴν Dp: om. aAB 9 αὐτῶν D 11 καὶ εἰ μὴ A παντὸς ap 13 λέγει ὁ ῥήτωρ Α περὶ (ante μουσικῶν) om. D post δὲ add. καὶ D 14 post περὶ add. τῶν aABP 15 πρακτικοῖς Α πάντων D λέγει oinisso ἄν Β 18 ante οὐ add. καὶ Β μή corr. ex οὔ Β 19 δεικνύς post μὴ (18) transposuit Α 20 οἱ] ἡ Β 23 ἰατροῦ ap: ἰατρικοῦ ABD ἰατρῷ—ἀλείπτῃ scribendum videtur γὰρ om. ap 24 ποιεῖν Α 25 τῶν prius om. Α τούτοις om. ap 27 ante ποιητικῶν add. περὶ Α cf. V. 24 28 ὁ alteram om. Β 30 τινας, ut videtur, Β pr. δυνάμεις αὐτὰς D 33 διὰ om. D καὶ εὖ καὶ mrg. p 34 τἀς ὀργανικὰς Β)
5
ἀλλ’ οὖν εἰ Κῷα, ταῦτα αὐταῖς παρακολουθεῖ, ἀλλὰ κυρίως γε δυνάμεις διὰ τὸ ὁμοίως τὰ ἀντικείμενα δύνασθαι· οὐδὲν γὰρ μᾶλλον ὁ διαλεκτικός, καθ’ ὃ τοιοῦτος, τόδε ἢ τὸ ἀντικείμενον αὐτῷ συλλογίζεται· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ. κοινὸν γοῦν αὐταῖς τό τε μὴ περὶ ἕν τι γένος ἀφωρισμένον πραγματεύεσθαι καὶ τὸ δι’ ἐνδόξων καὶ πιθανῶν καὶ μὴ δι’ οἰκείων ἀρχῶν τῷ προκειμένῳ καὶ τὸ ὁμοίως περὶ τὰ ἀντικείμενα ἀλλήλοις εἶναι. διαφέρουσι δὲ Μήλων τῷ τὴν μὲν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει χρῆσθαι καὶ μὴ διεξοδικοὺς ποιεῖσθαι τοὺς λόγους ἀλλ’ ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει (ἀπὸ γὰρ τούτου καὶ ὅλον τὸ ὄνομα αὐτῇ) καὶ καθολικωτέρας καὶ κοινοτέρας τὰς ἀποφάνσεις ποιεῖσθαι, τὴν δὲ ῥητορικὴν μήτε περὶ πᾶσαν ὕλην ὁμοίως εἶναι τῇ διαλεκτικῇ (περὶ γὰρ τὴν πολιτικὴνμᾶλλον ὁ ῥήτωρ, ὡς προείρηται) καὶ διεξοδικῷ γε ὡς ἐπὶ τὸ πλεῖστον χρῆσθαι τῷ λόγῳ καὶ περὶ τῶν καθ’ ἕκαστα μᾶλλον λέγειν. πρὸς γὰρ τὰς περιστάσεις καὶ τὰς τύχας τε καὶ τοὺς καιροὺς καὶ τὰ πρόσωπα καὶ τοὺς τόπους καὶ τὰ τοιαῦτα τοὺς λόγους σχηματίζει, ἅπερ ἐν τοῖς καθ’ ἕκαστά ἐστι· περὶ τοιούτων γὰρ αἵ τε δίκαι καὶ αἱ συμβουλαὶ καὶ τὰ ἐγκώμια. Περὶ δὲ τῆς οὕτως λεγομένης διαλεκτικῆς Ἀριστοτέλης μὲν καὶ ἐν ἄλλοις βιβλίοις πεπραγμάτευται, μάλιστα δὲ ἐν τούτοις, ἃ ἐπιγράφεται 1 Τοπικὰ ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ’ ὧν ὁρμώμενοι δυνησόμεθα περὶ παντὸς τοῦ προτεθέντος δι’ ἐνδόξων συλλογίζεσθαι, ὥς φησιν αὐτός. ἔστι γὰρ ὁ τόπος, ὡς λέγει Θεόφραστος, ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένος (ἢ γὰρ ἢ γὰρ περιλαμβάνει ἰὰ κοινὰ καὶ καθόλου, ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν, ἢ δυναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι), τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος· ἀπὸ τούτων γὰρ ἔστιν ὁρμώμενον εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον · τοῦτο γὰρ ἡ ἀρχή. ἀξιοῦσι δέ τινες τὸ πρῶτον βιβλίον μὴ τοπικὸν ἀλλὰ Πρὸ τῶν τόπων ἐπιγράφεσθαι.] † ἐνίοτε ὅσα ἀναγκαῖα τὸ ἐξ ἐνδόξων· οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀλη- [*](1 γε D: τὲ Β: εἰσὶ ap: om. Α 2 οὐδὲ ap 3 συλλογίζεσθαι Β 4 ἀφορισμένον ap 7 διαφέρουσι—ἐγκώμια (16) Suidas sub v. διεξοδικούς 9 καὶ ὅλον ABD Suid.: μᾶλλον ap 10 ἀποφάσεις Suid., compendio D μήτε superscr. B 12 προείρηται] p. 4, 14 διεξοδικῷ AD: διεξοδικῶς aBp Suidas τε Α 13 χρῆται ap χρῆσθαι τῶ λόγω ante ὡς ἐπὶ (12) transposuit D λέγει ap 16 post περὶ add. τῶν ap 17 ἀριστοτ D, εἰ postea add. D1 καὶ e corr. D1 18 ἁ ἐπιγράφεται— συλλογίζεσθαι (p. 6,1) Suidas sub v. τόπος 19 αὐτῇ ap 21 αὐτός φησιν Α ἔστι γὰρ—ἀρχή (27) fr. LXVIII apud Wimmerum; cf. Alex. Top. p. 68,2. 3 Aldinae 23 παραγραφῆ p μὲν om. p ὡρισμένον Α: ὡρισμένως a Suid. supra ὡρισμένος scriptum ἤτοι (?) καθόλου Β 24 post κοινά add. τε Β τὰ om. ap κ ρια D 26 ἀορίστως ap Suid. ὁρμώμενον έστιν ap 27 ἀξιοῦσι—ἐπιγράφεσθαι (28) om. a Paris. 1832, post συλλογίζεσθαι (p. 6,1) habet Suid. 28 πρώτων p τ 28. 29 ἐνίοτε δὲ add. Suid.) ὅσα ἀναγκαῖα τὸ τὰ A) ἐξ ἐνδόξων πρὸ superscr. Β)· οὐ γὰρ corrupte libri: ἐξ ἐνδόξων δὲ εἴρηκε, ὅτι οὐχ Paris. 1832)
6
θῶν συλλογίζεσθαι, ὡς προείρηται. τὸ γὰρ ὅτι ἡ ἡδονὴ ἀγαθὸν τέλος δι’ ἀληθῶν μὲν οὐχ οἷόν τε δεῖξαι, ὅτι μηδὲ ἀληθές ἐστι τὸ δεικνύμενον, δι’ ἐνδόξων μέντοι οἷόν τε· ἂν γὰρ λάβωμεν ὅτι πᾶν, ὃ αἱρετὸν ὂν μὴ δι ἄλλο τι ἀλλὰ δι’ αὑτὸ τοιοῦτόν ἐστι, τελικὸν ἀγαθόν ἐστι, καὶ προσλάβωμεν τὸ ἰὴ δὲ ἡδονὴ τοιοῦτον’ ἔνδοξον ὄν, συνάξομεν τὸ προκείμενον. πάλιν ἂν λάβωμεν ὅτι, ὃ πάντα τὰ ζῷα αἱρεῖται ὁμοίως, λογικά τε καὶ ἄλογα, τοῦτο μάλιστα κατὰ φύσιν, τὸ δὲ μάλιστα κατὰ φύσιν τελικώτατον, καὶ συλλογισάμενοι ὅτι, ὃ πάντα τὰ ζῷα ὁμοίως, λογικά τε καὶ ἄλογα, αἱρεῖται, τοῦτό [μάλιστα κατὰ φύσιν] ἐστι τελικώτατον, εἶτα προσλάβωμεν ὅτι τὴν δὲ ἡδονὴν πάντα ὁμοίως, λογικά τε καὶ ἄλογα, αἱρεῖται, πάλιν τὸ αὐτὸ ἐσόμεθα συλλελογισμένοι. ἐπεὶ γὰρ περὶ παντὸς μὲν πρόκειται τῷ διαλεκτικῷ συλλογίζεσθαι, ἐν δὲ τοῖς πᾶσίν ἐστι καὶ τὰ ψευδῆ, οὐχ οἷόν τε δὲ δι᾿ ἀληθῶν ψεῦδος συλλογίζεσθαι, δῆλον ὡς δι’ ἀληθῶν μὲν οὐ συλλογιεῖται τὰ τοιαῦτα τῶν προβλημάτων, δι’ ἐνδόξων δέ· οὐ γὰρ ἀδύνατον καὶ ψευδῆ τινα ὄντα ἔνδοξα εἶναι. εἰ γὰρ πάλιν μὴ δι’ ἐνδόξων ἀλλὰ φαι- νομένων ἐνδόξων, οὐκ ἔσται διαλεκτικὸς ἀλλὰ σοφιστής, ὡς δέδειχεν ὲν τοῖς Σοφιστικοῖς ἐλέγχοις· ἡ δὲ προκειμένη πραγματεία διαλεκτική. ἁ προσκείμενον δὲ τὸ περὶ παντὸς χωρίζει πως τῆς ῥητορικῆς τὴν διαλεκτικήν· οὐ γὰρ ὁμοίως περὶ παντὸς προβλήματος ἡ ῥητορικὴ συλλογιστική· ὕλη γὰρ μᾶλλον τῷ ῥήτορι τὰ ἠθικά τε καὶ πολιτικὰ προβλήματα, ὡς προειρήκαμεν, ἃ δι’ ἐνδόξων πειρᾶται καὶ | αὐτὴ δεικνύναι. κοινότερον δὲ τὸ περὶ παντὸς εἷπε, καθ’ ὅσον καὶ περὶ φυσικῶν καὶ περὶ ἠθικῶν καὶ περὶ λογικῶν προβλημάτων ὁ διαλεκτικὸς διαλαμβάνει. ἔστι μέντοι τινὰ ἐν τούτοις οὐ διαλεκτικὰ προβλήματα, περὶ ὧν δῆλον ὅτι οὐκέτι ὁ διαλεκτικὸς ἐρεῖ, ὥστε οὐχ ἁπλῶς περὶ πάντων· οὐ γὰρ περὶ τῶν “αἰσθήσεως ἡ κολάσεως δεομένων”, ἀλλ’ οὐδ’ οὐδ᾿ ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ’ ὧν λίαν πόρρω”, ὡς αὐτὸς μετ’ ὀλίγον λέγων περὶ τοῦ διαλεκτικοῦ προβλήματος ἐρεῖ. ἢ περὶ τῶν τοιούτων οὐ λέγει, ὅτι μηδὲ προβλήματα ταῦτα τὴν ἀρ- [*](1 ὥσπερ εἴρηται Β προείρηται] p. 3 11—17 τέλος ἀγαθόν D 2 μηδὲ ἐστι] ἀληθές οὐκ ἔστι Β λεγόμενον Α 3 ὃ ABD: τὸ ap 4 αὐτὸ libri τοιοῦτόν ἐστι ABD: τὸ τοιοῦτο a: τὸ τοιοῦτον p 5 τὸ ἡ δὲ aD: τὸ δὲ ἡ p: τὸ δὲ B: ὅτι ἡ Α συνάξωμεν Bp 6 ὁμοίως om. A 7 ἔλλογα A τοῦτο—ἄλογα (8) om. Β τοιοῦτον pro altero μάλιστα p 8 τε superscr. p 8. 9 αἱρεῖται post ζῷα transposuit D 9 μάλιστα κατὰ φύσιν e vs. 7 illatum delevi 10 ὅτι om. a 11 συλλογισάμενοι ap μὲν om. ap 12 εἰσὶ I) 13 δὲ Α, postea add. D1: om. aBp 14 τῶν om. Α οὑδὲ γὰρ Β 15 ἔνδοξα εἶναι] ἔσεσθαι ἔνδοξον Β γὰρ] δὲ D 16 ἔστι ap σοφιστὴς D: σοφιστικὸς aABp 17 post διαλεκτική add. ex Arist. ἡ μὲν οὖν πρόθεσις τῆς πραγματείας ἐστὶ μέθοδον εὑρεῖν, ἀφ’ ἧς δυνησόμεθα περὶ παντὸς συλλογίζεσθαι ap 18 περὶ supra μὴ scriptum p διαχωρίζει Α 20 μᾶλλον om. D 21 προειρήκαμεν] p. 5, 11 21 ἀποδεικνύναι ap δὲ iterat A 24 προβλήματος Α: om. B post περὶ add. δι’ Α 26 ὧν—ὧν] ἄν—ἄν A 27 post ὡς add. ὁ ap ὀλίγα Α 28 ἐρεῖ post ὀλίγον (27) transposuit a ἐρεῖ] c. 11 p. 105a4—8 λέγων D)
7
χήν· εἶπε δὲ περὶ παντὸς τοῦ προτεθέντος προβλήματος, δῆλον ὅτι διαλεκτικοῦ.

[*](p. 100a21)

Πρῶτον οὖν ῥητέον τί ἐστι συλλογισμός.

Εἰπὼν ὅτι ἐστὶν ἡ πρόθεσις περὶ παντὸς τοῦ προτεθέντος προβλήματος δι’ ἐνδόξων συλλογίζεσθαι, εἰκότως πρῶτον, τί ἐστι συλλογισμός λέγει. ἔπειτα τὰς διαφορὰς τῶν συλλογισμῶν ἐρεῖ, ἵν ὁποῖός τίς ἐστιν ὁ διαλεκτικὸς συλλογισμὸς ὁ δι’ ἐνδόξων γινόμενος, περὶ οὗ νῦν πραγματευόμεθα, ματευόμεθα, καὶ τίνι τῶν ἄλλων διαφέρει, φανερὸν γένηται.

[*](p. 100a25)

Ἔστι δὴ συλλογισμὸς λόγος, ἐν ᾧ τεθέντων τινῶν.

Περὶ τοῦ ὅρου τοῦ συλλογισμοῦ καὶ τῶν πρὸς αὐτὸν ὑπό τινων προσαπορούντων εἴρηται μὲν ἡμῖν καὶ ἐν τοῖς εἰς τὰ Πρότερα ἀναλυτικὰ ὑπο- μνήμασιν· καὶ γὰρ προηγούμενος ὁ περὶ συλλογισμῶν λόγος ἐν ἐκείνοις, ἐν οἷς παραδίδωσιν ὁ Ἀριστοτέλης πᾶσαν τὴν μέθοδον τὴν συλλογιστικήν· καὶ νῦν δέ, ὅσα πρὸς σαφήνειαν τοῦ ὅρου φέρει, τούτων μνημονεύσομεν. ἐν γένει μὲν οὖν τῷ λόγῳ τὸν συλλογισμὸν ἔθετο, ἐπεὶ ὁ λόγος κατηγορούμενος τοῦ συλλογισμοῦ συνωνύμως οὐ κατὰ τούτου μόνου κατηγορεῖται ἀλλὰ καὶ κατ’ ἄλλων κατ’ εἶδος τοῦ συλλογισμοῦ διαφερόντων· καὶ γὰρ καὶ κατὰ μύθου καὶ κατὰ διηγήσεως καὶ κατὰ δημηγορίας καὶ κατὰ ἄλλων μυρίων κατ’ εἶδος ἀλλήλων διαφερόντων ὁ λόγος συνωνύμως τε καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται. ταῖς δὲ προστιθεμέναις τῷ λόγῳ διαφοραῖς χωρίζει τῶν ἄλλων λόγων τὸν συλλογισμόν, καὶ ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι, δηλοῖ. ἐν ᾧ γὰρ λόγῳ τεθέντων τινῶν ἕτερον, φησί, τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει διὰ τῶν κειμένων, τοῦτον εἶναι τὸν συλλογισμόν, διὰ μὲν τοῦ τεθέντων χωρίζων τὸν συλλογισμὸν τῶν ἄλλων λόγων, ἐν οἷς οὐδὲν τίθεται, οἷός ἐστι καὶ ὁ διηγηματικός. σημαίνει δὲ αὐτῷ τὸ τεθέντων ‘ληφθέντων τε καὶ ὁμολογηθέντων καὶ συγχωρηθέντων᾿, συγχωρηθέντων δὲ ἤτοι ὑπὸ τοῦ προσδιαλεγομένου, εἰ πρὸς ἄλλον ὁ συλλο- [*](1 post προβλήματος add. καὶ προβλήματος aAB 4 εἶπεν p θέσις aBp 8 τῶν ἄλλων] μᾶλλον Β διαφέρῃ ap 9 ἔστοστο (sic) Β δὲ aBp λόγος om. ΑΒ τινῶν om. Α post τινῶν add. ex Arist. ἕτερόν τι τῶν κειμένων συμβαίνει τῷ ταῦτα εἷναι. λέγω δὲ τῷ ταῦτα εἶναι διὰ τὸ ταῦτα εἶναι aBp 11 ἀπορουμένων A μὲν om. Α ἐν τοῖς εἰς τὰ Πρότερα ἀναλυτικὰ ὑπομνήμασιν] p. 16,— 23,13 12 προηγούμενος ABD: προηγουμένως καὶ ap 13 τὴν συλλογιστικὴν μέθοδον a 14 μνημονεύσωμεν D 15 οὖν om. B 16 ὁμωνύμως D 17 κατ’ εἶδος—ἄλλων (18) om. Β 18 καὶ primum D: om. aAp καὶ (post μύθου ft post διηγ.) AD: om. ap 22 λόγων Α φησί om. a 22. 23 ἐξ ἀνάγκης τῶν κειμένων Β 23 post εἶναι add. φησὶ aBp 24 τεθέντος Α λόγων om. ap 25 αὐτοῦ A: om. p 26 ὁμολογηθέντων τε καὶ A; om. a 27 ὑπό aDp: πρὸς A: ἐκ B ἄλλου p)

8
γισμὸς γίνοιτο, ἢ ὑφ’ αὑτοῦ, εἰ ἐφ’ ἑαυτοῦ τις δεικνύς τι συλλογίζοιτο· καὶ γὰρ τὸν οὕτως δεικνύντα δεῖ λαβεῖν τινα καὶ συγχωρῆσαί τισιν ὡς οὕτως ἔχουσιν, ἔπειτα διὰ τούτων ὡς ὁμολογουμένων ἄλλο τι δεῖξαι. ὅτι δέ καλῶς τῇ τεθέντων φωνῇ κέχρηται, δῆλον ἐκ τοῦ μὴ οἷόν τε εἶναι αὐτὴν εἰς εὐσημοτέραν μεταλαβεῖν. συγχωρῆσαι δὲ καὶ λαβεῖν οὐ πάντως καταφατικά· τίθεται γὰρ καὶ συγχωρεῖται οὐδὲν ἧττον τῶν καταφατικῶν καὶ τὰ ἀποφατικά, καὶ οὐ πάντως ὁ συλλογισμὸς καταφατικῶν πάντων δεῖται τῶν τιθεμένων. δύναται τὸ τεθέντων ἐμφαίνειν καὶ τὸ κατηγορικόν· τίθενται γὰρ κυρίως ταῦτα ἐν τῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν λαμβανόμενα· τὰ γὰρ ὑποθετικὰ οὐ τίθεται ἀλλ’ ὑποτίθεται. δοκοῦσι γὰρ τῷ Ἀριστοτέλει ἁπλῶς καὶ κυρίως ἔχειν συλλογισμοοί, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δείκνυσιν, οἱ κατηγορικοί· οἱ δὲ ὑποθετικοὶ οὐχ ἁπλῶς εἰσι συλλογισμοὶ ἀλλὰ μετὰ προσθήκης. οὕτως δ’ ἄν εἴη τοῦ ἁπλῶς καὶ κυρίως λεγομένου συλλογισμοῦ τὸν λόγον ἀποδιδούς. τεθέντων δὲ εἶπεν ἀλλ’ οὐ ‘τεθέντος’, ὤας τινες ἀξιοῦσιν αἰτιώμενοι τὸν λόγον, ὅτι μηθὲν συλλογιστικῶς δι’ ἑνὸς ληφθέντος δείκνυται, ἀλλ’ ἐκ δύο τοὐλάχιστον. οὓς γὰρ οἱ περὶ Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ συλλογισμοί, ἀλλ’ ἐνδεῶς ἐρωτῶντι, ὡς οἱ τοιοῦτοι ‘ἡμέρα ἐστί, φῶς ἄρα ἐστίν᾿· ἀναφεῖς, ζῇς ἄρα ’. διότι γὰρ ἡμέρας οὔσης φῶς ἐστιν, ἡμέρα δέ ἐστι, διὰ τοῦτο #x003E; ‘φῶς ἐστι᾿ συλλογιστικῶς δείκνυται, καὶ ὅτι ὁ ἀναπνέων ζῇ, ἀναπνεῖς δὲ σύ, διὰ τοῦτο τὸ ‘ζῇς᾿ συνάγεται, ἢ διότι πᾶς ὁ ἀναπνέων πνέων σὺ δὲ ἀναπνεῖς, ἀλλ’ οὐχ ἁπλῶς διὰ τοῦ ‘ἡμέρα ἐστί’ τὸ ‘φῶς ἐστιν’, ἀλλ’ οὐδὲ διὰ τοῦ ‘ὰναπνεῖς’ τὸ ‘ζῇς᾿· ἐφ’ ὧν γοῦν μή ἐστι τὸ συνημμένον γνώριμον, οὐκ ἀρκεῖ πρὸς τὸ συμπέρασμα ληφθεῖσα μόνη ἡ πρόσληψις. τῷ γοῦν ‘κίνησίς ἐστιν’ οὐ δοκεῖ ἕπεσθαι τὸ ‘οὐκ ἔστι κε|νόν᾿, ὅτι μὴ γνώριμόν ἐστι τὸ συνημμένον τὸ ἱεῖ κίνησίς ἐστιν, οὐκ ἔστι κενόν᾿ καίτοι καὶ τοῦτο δέδεικται ὑπὸ Ἀριστοτέλους ἀληθὲς ὄν. τῷ οὖν γνωρίμῳ τοῦ συνημμένου καὶ ἐναργεῖ χρώμενοι ἢ τῷ τῆς καθόλου προτάσεως φανερῷ ἡγοῦνται δι’ ἑνὸς τεθέντος συλλογίζεσθαί τι. σημεῖον δὲ τούτου φανερώτατον τὸ μὴ γίνεσθαι παρέλκοντα τὸν λόγον τὸν μετὰ τοῦ συνημμένου λαμβανόμενον τὸν ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν ἡμέρα ἐστί, φῶς [*](1 γίγνοιτο ap αὑτοῦ BD: ἑαυτοῦ aAp ἐφ’ ἑαυτοῦ om. Β τις om. A τι om. ap 3 ἔπειτα] ἐπεὶ δὲ Α 4 εἶναι om. ap 5 εὐδηλλοτέραν p: εὐδημοτέραν a: εὐδηλοτέραν Schol. p. 252b2 7.8 post δεῖται repetit πάντων Β 8 τῶν] ὧν a post δύναται add. δὲ D τὶ pno altero τὸ aB 9 ἐν τοῖς—λαμβανομένοις A 11 ἐν τοῖς Προτ. ἀναλυτ.] I c. 44 p. 50a16 sq. 12. 13 λογισμοὶ D 13 post εἴη add. ἀπλῶς Β 14 λεγομένου post συλλογισμοῦ transposuit B: om. ap 15 αἰτιάμενοι p μηδὲν aAp 16 ληφθέντος ABD: τεθέντος ap τὸ ἐλάχιστον aABp 18 οἱ τοιοῦτοι ABD: οὗτοι ap ἡμἐρα—ἄρα ἐστίν ora. a 20 διὰ τοῦτο τὸ addidi) φῶς ἐστι aABp: φῶς ὄρα ἐστὶ διὰ τοῦτο D 21 ἀναπνεῖς δὲ—πᾶς πᾶς ὁ ἀναπνέων ζῇ (22) om. a ζῆς p: ζῆν ABD 23 γοῦν Dp: οὖν aAB 24 συνηρημένον A 25 τὸ] τῶ p οὐκ ἔστι] μὴ εἶναι Α 26 ὅτι—κενόν om. ap τῶ (aute εἰ) D 27 δέδεικται ὑπὸ Ἀριστ.] Phys. ausc. IV 8 p. 214b 28 sq. 28 τῆς προτάσεως τῆς καθόλου Α 29. 30 φανερώτερον D 30 συνημμένου] hinc P)
9
ἄρα ἐστί’. καίτοι εἰ διὰ τοῦ ‘ἡμέρα ἐστί’ τὸ φῶς δείκνυται, παρέλκον γίνεται τὸ συνημμένον · τὸ γὰρ τοῖς συλλογιστικῶς δεικνύουσιν ἔξωθεν προστιθέμενον πρὸς τὴν τοῦ αὐτοῦ δεῖξιν παρέλκον. οὐκ ὃν δὲ παρέλκον ἐν τούτῳ τῷ λόγῳ δείκνυσιν, ὅτι ἐν ἐκείνῳ λείπει τι ἢ ἐνδεὴς ὁ λόγος καὶ ὁ συλλογισμός. οὐ γὰρ πάντως, εἴ τι ἕπεταί τινι ἐξ ἀνάγκης, ἤδη καὶ συλλογιστικῶς ἕπεται· οὐ γάρ, ἐπεὶ τὸ συλλογιστικῶς ἑπόμενον ἐξ ἀνάγκης ἕπεται, ἤδη καὶ ὃ ἐξ ἀνάγκης ἕπεταί τινι, συλλογιστικῶς ἕπεται·· οὐ γὰρ ἀντιστρέφεται· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τῆς ἐν συλλογισμοῖς ἀνάγκης. τοιοῦτοι δέ εἰσι καὶ οἱ ῥητορικοὶ συλλογισμοί, οὓς ἐνθυμήματα λέγομεν· καὶ γὰρ ἐν ἐκείνοις δοκεῖ γίνεσθαι διὰ μιᾶς προτάσεως συλλογισμὸς τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι· οἷον ‘οὗτος ἄξιός ἐστι κολάσεως· προδότης γάρ’· προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως ἄξιον εἶναι· ἔχει γὰρ τὸ ὑπὸ τοῦ νόμου λεγόμενόν τε καὶ τιθέμενον. διὸ οὐδὲ οἱ τοιοῦτοι κυρίως συλλογισμοί, ἀλλὰ τὸ ὅλον ῥητορικοὶ συλλογισμοί. ἐφ’ ὧν γοῦν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸν δι’ ἐνθυμήματος γίνεσθαι συλλογισμόν· καὶ γὰρ καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος ὁ συλλογισμὸς σύνθεσίν τινα λόγων ἔοικε σημαίνειν, ὥσπερ καὶ ὁ συμψηφι- σμὸς ψήφων. Τὸ δὲ ἕτερόν τι τῶν κειμένων ὀφείλειν τὸ συναγόμενον εἶναι προσκείμενον τοῦ χρειώδους τε καὶ χρησίμου τῶν συλλογισμῶν ἐστι δεικτικόν. καὶ σχεδὸν διὰ τῆς τούτου προσθήκης δείκνυσιν ὁ Ἀριστοτέλης ὅτι ὄργανόν ἐστιν ὁ συλλογισμός. ἔστι γὰρ πρὸς τὸ φανερόν τι ποιῆσαι μὴ δοκοῦν εἶναι γνώριμον διά τινων γνωρίμων τε καὶ φανερῶν ἡ τοῦ συλλογισμοῦ χρεία· ὥστε εἰ μὴ οἷόν τε ταὐτὸν ἅμα φανερόν τε καὶ ἀφανὲς εἶναί τι, οὐδ’ ἂν ἡ τοῦ συλλογισμοῦ σώζοιτο χρεία, ἐν οἷς μὴ ἕτερόν ἐστι τῶν δεικνύντων τὸ δεικνύμενον ὁ δὲ μὴ παρεχόμενος τὴν τοῦ συλλογισμοῦ χρείαν λόγος οὐδὲ συλλογισμός. εἰ γὰρ ὁ συλλογισμὸς ὄργανον, πᾶν δὲ ὄργανον χρήσιμον, ὁ συλλογισμὸς χρήσιμος· ἐν οἷς δὲ λόγοις ταὐτό τινι τῶν κειμένων ἐπιφέρεται, οὗτοι οὐ χρήσιμοι· ἐν οἷς ἄρα λόγοις τὸ αὐτό τινι τῶν κειμένων ἐπιφέρεται, οὗτοι οὐ συλλογισμοί. ὅτι δὲ τὸ ὄργανον χρήσιμον, δῆλον· ἐν πᾶσι γὰρ τοῖς ὀργάνοις ὁρῶμεν, ὅταν μὴ τὴν οἰκείαν [*](2 γίγνεται Ρ3 3 προστιθέμενον post δεῖξιν transposuit Α παρέλκον alterum om. Β ἐν om. Β 4 δεικνύουσιν P ἐν ὲν D λείπει τι corr. ex λείπεται A: λείπει a ὁ alterum superscr. Β 6 ἐπεὶ—οὐ γὰρ (7) om. B 7 ὃ AD: ἄα aP 7. 8 ἀντιστρέφει conicio cf. p. 44,28 8 οὐ γὰρ ἐπὶ πλέον Β 9 τοιοῦτοι δὲ— σημαίνειν (18) Suitlas sub v. ἐνθύμημα καὶ mrg. P3 10 γίγνεσθαι aABP διὰ μιᾶς πρ. δ. γ. collocat Β 12 οὗτος post κολάσεως trausposuit D 15 ἀλλὰ—συλλογισμοί om. Β γοῦν om. A: οὖν a Suid. 16 οὐκέτι ABP: οὐκ ἔστι D: οὐκ ἔστιν a ἐπὶ om. P pr. τούτων corr. ex πάντων B 17 γίγνεσθαι aAP καὶ alterum om. B ἀπ’ αὐτοῦ—αὐτά (p. 10,1) cf. Suidas sul) v. συλλογισμός ὁ om. aP 21 τε] spatium vacuum reliquit P 25 ὥστε—χρεία (26) om. Α ἄμα om. Β 26 τι superscr. P 27 ὁ δὲ supra lac. P3 τοῦ om. aP 28 ὁ om. Β 21) χρήσιμος D Suid.: χρήσιμον aABP 30 ταὐτὸ Β 31 οὐ] οἱ A 32 ὅταν] τί ἂν a)
10
χρείαν παρέχεσθαι δύνηται, ἀναιρούμενα αὐτά. οὔτε γὰρ λύραν ἄν τις εἴποι ᾗ οὐχ οἷόν τε μουσικῶς χρῆσθαι, οὔτε σκέπαρνον ᾧ μὴ τεκτονικῶς· ὁ γὰρ καὶ τὰ ἐκπίπτοντα τῆς χρείας ἔτι λέγων τῷ αὐτῷ ὀνόματι ὁμωνύμως λέγει, ὡς καὶ τὰ γεγραμμάνα ἢ πεπλασμένα, ὡς χεῖρα τὴν λιθίνην. οὐδὲ συλλογισμὸς οὗν ἔτι εἴη ἄν ὁ μὴ τὴν χρείαν σώζων τὴν τοῦ συλλογισμοῦ. τοιοῦτος δὲ ὁ συλλογισμὸς ἐν ᾧ τὸ αὐτὸ <τὸ> συμπέρασμά τῶν κειμένων· οἷοί εἰσι κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οἱ διφορούμενοί τε καὶ οἱ ἀδιαφόρως περαίνειν ὑπ’ αὐτῶν λεγόμενοι. διφορούμενοι μὲν γάρ εἰσι κατ’ αὐτοὺς οἱ τοιοῦτοι ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν ’· ἀδιαφόρως δὲ περαίνοντες ἐν οἷς τὸ συμπέρασμα ταὐτόν ἐστιν ἑνὶ τῶν λημμάτων, ὡς ἐπὶ τῶν τοιούτων ‘ἤτοι ἡμέρα ἐστὶν ἢ φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. εἰ δή τις λέγοι καὶ τοὺς τοιούτους λόγους συλλογισμούς, ὁμωνύμως ἄν λέγοι. πῶς γὰρ οὐκ ἄτοπον τὸ ἤδη κείμενον συνάγεσθαι καὶ δείκνυσθαι λέγειν; πῶς δ’ οὐ τὰ ἐν ἀρχῇ λαμβανόντων; ὁ γὰρ τὸ δεικνύμενον ἐν ταῖς προδεικνυούσαις αὐτὸ προτάσεσι λαμβάνων τὸ ἐν ἀρχῇ λαμβάνει. ἄτοπον δὲ καὶ τὸ ἐπαγωγὴν μὲν μὴ λέγειν ἐν ᾗ τὸ συμπέρασμα τῶν εἰλημμένων τινὶ εἰς δεῖξιν ταὐτόν ἐστιν, ἐπεὶ μὴ παρέχει τὸ διὰ τῆς ἐπαγωγῆς χρήσιμον, συλλογισμὸν δὲ λέγειν τὸν μηδὲν δεικνύντα. οὐ γὰρ ἱκανὸν τὸ σχῆμα τῆς λέξεως ποιῆσαι συλλογισμὸν, ἀλλ’ εἶναι δεῖ πρῶτον τὸ σημαινόμενον διὰ τῆς λέξεως δεῖξαί τι δυνάμενον. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ὀργάνων ἱκανὸν τὸ σχῆμα τὴν τοῦ ὀργάνου δηλῶσαι φύσιν, ἀλλὰ δεῖ καὶ τῆς οἰκείας ὕλης, σὺν ᾗ τὸ οἰκεῖον ἔργον ἀποδώσει· τῷ γοῦν πρίονι δεῖ καὶ τοιᾶσδε ὕλης· οὐδεὶς γὰρ ἐρεῖ πρίονα τὸ ἐν κηρῷ σχῆμα τοιοῦτον. δεῖ οὖν καὶ τὸν τοῦ συλλογισμοῦ ὅρον ὀργάνου ὄντος ἐν αὑτῷ ἔχειν καὶ τὴν οἰκείαν ὕλην. ὅτι δὲ ἄχρηστος ὁ τῶν κειμένων τι ἐπιφέρων, δῆλον ἐκ τοῦ μήτε πρὸς ἀπόδειξιν μήτε πρὸς τὸν διαλεκτικὸν συλλογισμὸν μήτε πρὸς τὸν σοφιστικὸν χρῆσθαί τινα δύνασθαι τούτῳ· ταῦτα δὲ εἴδη συλλογισμοῦ. ἔτι οἱ διφορούμενοι ἀσυλλόγιστοι, καθ’ ὅσον ἡ ἀμφότερα προσλαμβάνουσιν ἢ τὸ ἑπόμενον· τί γὰρ μᾶλλον τὸ ἡγούμενον ἢ τὸ ἑπόμενον; οἱ δὲ ἐξ ἀντιδύνηται [*](1 παρέχεσθαι Β ἀναιρούμενα DP: ἀναιροῦμεν ΑΒ: ἀνεροῦμεν a λύραν γὰρ D 2 σκήπαρνον a 3 ἔτι λέγων scripisi: ἐπιλέγων libri τοῖς αὐτοῖς ὀνόμασιν aP 5 οὖν om. A ἂν εἴη Β σώζων supra ἔχων scriptum Β: ἔχων Α τὴν alterum aP: om. ABD cf. An. Pr. p. 20,13 6 συλλογισμὸς ABD: λόγος aP 6 τὸ addidi συμπεραί (supra scripto ν) D 7 διφορούμενοί aBP: διαφορούμενοί AD cf. An. Pr. p. 18,17 S et 10 ἀδιαφόρῳ Prantl Geschichte der Logik im Abendlande Ι p. 47(5, 185: διαφόρως libri 8 παρ’ αὐτῶν περαίνειν Α διαφορούμενοι D μὲν om. Α 11 ἤτοι mrg. P3 12 ἐστὶν ἢ corr. ex ἐστὶ Β2: ἐστὶν εἰ Α ἐστίν (post ἄρα) mrg. P3 δή DP Schol. p. 252b47: δέ aA: non liquet B 13 ὅπως (sic) Β 14 τὸ] τι Β post ἄτοπον add. nescio quid Α δείκνυσθαι BD: ἐνδείκνυσθαι aAP 15 λαμβανόντων DP: λαμβάνονται aAB τὸ om. Β 1.5. 16 δεικνυούσαις αὐτὰ Β 16 ἀρχῇ add. P3 λαμβάνει] λαμβάνειν corr. ex λαμβάνων Β 17 ἐπαγωγὸν Α εἰλημμένων scripsi cf. An. Pr. p. 20, 28: εἰρημένων libri 18. 19 συλλογισμοῦ Β 19 λέγει Α μηδὲν—φύσιν (22), uude incipit fol. ν., add. Ρ3 20 διὰ supcrscr. Β 24 τοιόνδε D 25 αὐτῶ libri 26 post ὁ add. τοῖς aP post δῆλον add. καὶ aP 28. 29 ἔτ’ εἰσὶ P 29 προσλαμβάνει Α)
11
φάσεως διαιρετικοὶ οὐ ταὐτὸ τῶν κειμένων τινὶ ἐπιφέρουσιν ἀλλὰ τὸ ἀντικείμενον τοῦ λοιποῦ λόγου, ᾧ συμβαίνει διὰ τὸ ἐκ τοιούτων εἶναι τὸ διαιρετικὸν τὸ αὐτὸ γίνεσθαι τῇ προσλήψει· ἐπὶ γοῦν τῶν μὴ ἐκ τοιούτων διαιρετικῶν ἀσυλλόγιστος ὁ μὴ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων. ἀλλ’ οὐδὲ λέγομεν συλλογισμὸν εἶναι τὸν ἐκ διαιρετικοῦ καὶ ἑνὸς τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν ἐπιφέροντα. ἐπεὶ γὰρ τῷ ἐπιφερομένῳ ἐν τῷ διὰ τοιούτου διαιρετικοῦ συλλογισμῷ συμβέβηκεν ὄντι ἀντικειμένῳ τοῦ ἑτέρου τῶν ἐν τῷ διαιρετικῷ τὸ αὐτὸ κατὰ τὴν λέξιν εἶναι τῷ προσειλημμένῳ, ὃ μὴ ταὐτόν ἐστι μηδὲ κατὰ ταὐτόν, ἀντικείμενόν τε τῷ ἑτέρῳ τῷ καταλειπομένῳ ἐκ τοῦ διαιρετικοῦ καὶ ταὐτὸν τῷ προσειλημμένῳ, δεῖ ζητῆσαι κατὰ τὸ πότερον λαμβανόμενον τῶν συμβεβηκότων αὐτῷ καὶ εἰς ταὐτὸ συνδεδραμη- κότων ποιεῖ συλλογιστικὸν τὸν λόγον. ὅτι γὰρ μὴ ταὐτόν ἐστιν ἄμφω μηδὲ κατὰ ταὐτὸν αὐτῷ ὑπάρχει, δῆλον ἐκ τοῦ μὴ ἐν πᾶσι τοῖς διαιρετικοῖς τῷ αὐτῷ ἄμφω ὑπάρχειν. καίτοι εἰ τὰ αὐτὰ ἦν ἀλλήλοις καὶ ἦν ταὐτὸν ἀντικειμένῳ τε εἷναι τῷ ἑτέρῳ τῶν ἐν τῇ διαιρέσει καὶ τὸ αὐτὸ τῷ ἑτέρῳ τῶν ἐν αὐτῷ, ἐν ᾧ τὸ ἕτερον, ὑπῆρχε καὶ θάτερον. εἰ δ’ ἔστιν οἷς τὸ μὲν ἀντικειμένοις εἶναι τοῖς ἑτέροις ὑπάρχει , τὸ δὲ τοῖς αὐτοῖς εἶναι τοῖς προσειλημμένοις οὐχ ὑπάρχει, οὐκ ἂν εἴη ἐν τοῖς διαιρετικοῖς ταὐτὸν τὸ ἀντικειμένῳ τε εἶναι τῷ ἑτέρῳ τῶν ἐκ τῆς διαιρέσεως καὶ τῷ ἑτέρῳ τῷ προσειλημμένῳ ταὐτό. ὥστε οὐδὲ ἐφ’ ὧν συνυπάρχει, ὡς τὰ αὐτὰ ἀλλήλοις ὄντα συνυπάρχει. εἰ δὲ μὴ ταὐτά, ζητεῖν δεῖ κατὰ πότερον αὐτῶν τῆς ἐπιφοράς γινομένης ὁ συλλογισμός. τοῦτο δὴ λάβοι τις ἄν ἐκ τῆς περιοχῆς τοῦ εἴδους τοὐ συλλογισμοῦ. ἔστι δὲ ἡ περιοχὴ αὕτη τοῦ τοιούτου συλλογισμοῦ ‘ὁ ἐκ διαιρετικοῦ καὶ ἑνὸς τῶν ἐν τῇ διαιρέσει τὸ ἀντικείμενον ἐπιφέρων τοῦ λοιποῦ’. ἀλλ’ εἰ τοῦτο, δῆλον ὅτι ὡς ἀντικείμενον λαμβανόμενον ποιεῖ τὸν συλλογισμόν, ἀλλ’ οὐχ ὡς ταὐτὸν τῷ προσειλημμένῳ· οὐ γὰρ τοῦτο ἡ περιοχὴ βούλεται. ὡς γὰρ ἐν οἷς ἄλλο τὸ ἀντικείμενον καὶ ἄλλο τὸ προσλαμβανόμενον, ὁ μὲν τὸ ἀντικείμενον τῷ ἑτέρῳ ἐπιφέρων ἐμμένει τῇ περιοχῇ τῇ τοῦ συλλογισμοῦ τοῦ κειμένου καὶ συλλογίζεται κατ’ αὐτήν, ὁ δὲ τὸ προσειλημμένον ἐπιφέρων, ὅτι μὴ ταὐτὸν ἐν [*](1 ταὐτὰ Α: ταὐτὸν aP 2 ὃ Β ante διὰ add. τὸ Α τοσούτων P M τὸ αὑτὸ corr. ut videtur ex τῶι αὐτῷ Ρ2 γενέσθαι P 4 post λοιποῦ add. λόγου Β 5 λέγομεν Α: λέγει ΒDP: λέγει τις a 7 συλλογισμοῦ P: nuu liquet D οὔτι Β τω ἑτέρω Α 8 τῷ αὐτῷ aP κατὰ AD, Β corr.: καὶ B pr.: καὶ κατὰ aP προειλημμένῳ P post μὴ ras. D 9 κατ’ αὐτὸν P 10 τῶν προειλημμένων P κατὰ] καὶ Β τὸ ΒD: om. aAP 11 ταὐτὸν aAP 12 συλλογισμὸν D 13 κατὰ ταὐτὸν a: κατ᾿ αὐτὸν Ρ: καθ’ αὑτὸ ABD ἐν om. D πᾶσι aP 13. 14 τὼ αὐτὼ D 15 τὸ αὐτὸ ABD: τῷ αὐτῷ aP 16 ὑπῆρχε AD: ὑπάρχει aBP οἷς] οἷός Β τό alterum corr. ex τε Β 17 ὑπάρχει, τὸ δὲ τοῖς αὐτοῖς εἶναι AD: om. aBP 18 προειλημμένοις Α: προειρημένοις Β ὑπάρχειν A τὸ a: τῶ ABDP 19 τε om. aP τῶ alterum ABDP: τὸ a 20 ταὐτό ABD: ταὐτῷ aP ταὐτὰ aABP 21 δὴ P ταῦτα AP χρὴ ζητεῖν aP 22 δὲ D 2() ποιεῖ λαμβανόμενον Β 27 ὡς] οὐ P 28 προσλαβόμενον Α 29 τῇ alterum om. D 30 ὅτε a)
12
αὐτοῖς τὸ προσαιλrιμuι ἕνον καὶ τὸ ἀντικείμενον, οὔτε ἐμμένει οὔτε συλλογίζεται, οὕτως καὶ ἐφ’ ὧν ἄμφω συνδεδράαμηκεν, ὁ συλλογισμὸς ἂν γένοιτο ὡς ἀντικειμένου τῷ ἑτέρῳ λαμβανομένου τοῦ ἐπιφερομένου, ἀλλ’ οὐχ ὡς τοῦ αὐτοῦ τῷ προσειλημμένῳ. ὅτι δὲ οὐδὲ ταὐτὸν ἐν αὐτοῖς τῷ προσειλημμένῳ τὸ ἐπιφερόμενον, ἐκ τούτων ἄν τις μάθοι. ὥσπερ ἐν τοῖς οὐκ ἐξ ἀντικειμένων ἀντιφατικῶς διαιρετικοῖς, οἷόν ἐστι τὸ ῾ἤτοι ἡμέρα ἐστίν, ἢ νύξ ἐστι ’, τὸ ἀντικείμενον τῷ ινύξ ἐστιν ’, ὅπερ ἐστὶν ιοὐκ ἔστι νύξ’, σημαίνει μὲν τὸ ἡμέραν εἶναι, ἀλλ’ ἐπεὶ οὐ προηγουμένως τὸ ἡμέραν εἶναι σημαίνει, οὐ ταὐτὸν εἶναι λέγεται τῷ προσειλγμμένῳ τῷ ῾ἡμέρα ἐσιίν ’ (οὐ γάρ, διότι ἕτερον τῇ λέξει τὸ ιοὐκ ἔστι νύξ’ τοῦ ‘ἡμέρα ἐσιί ’, διὰ τοῦτο οὐκ ἔστιν αὐτῷ ταὐτόν· ἐν οἷς γὰρ δια?έρονιά τινα κατὰ τὴν λέξιν τοῦ αὐτοῦ τινος ὁμοίως καὶ προηγουμένως ἐστὶ δηλωτικά, ταῦτα τὴν αὐτὴν πρότασιν ποιεῖ, εἰ καὶ φωνὴν ἔχει διάφορον· τὸ γὰρ ι οὗτος ξίφος ἔχει’ τῷ ’ οὗτος μάχαιραν ενχει ’, εἰ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἡ αὐτὴ πρότασις, ὅτι ὑπὸ τοῦ ξίφους καὶ τῆς μαχαίρας τὸ αὐτὸ προηγουμένως δηλοῦται. οὕτως οὖν, εἰ καὶ τὸ ‘οὐκ ἔστι νύξ’ τὸ ἡμέραν εἶναι ὁμοίως ἐσήμαινεν τῷ ιἡμέρα ἐστίν ’, οὐ διὰ τὸ ἑτέραν εἶναι τὴν λέξιν ἕτεραι ἄν αἱ προτάσεις ἐγένοντο, ἥ τε λέγουσα ῾ἡμέρα ἐστί’ καὶ ἡ λέγουσα ’ οὐκ ἔστι νύξ’, ἀλλ’ ἐπεὶ ταὐτὸν προη|γουμένως ἑκάτερον οὐ σημαίνει, τό τε ‘ἡμέρα ἐσιί ’ καὶ ’ οὐκ ενστι νύξ’, διὰ τοῦτο ἕτερα καὶ οὐ ταὐτὰ ἀλλήλοις. τὸ μὲν γὰρ ῾ἡμέρα ἐστί’ προηγουμένως μὲν τίθησι τὸ ἡμέραν εἶναι, κατὰ συμβεβηκὸς δὲ ἀναιρεῖ τὸ εἷναι νύκτα· τὸ δὲ μὴ εἶναι νύκτα προηγουμένως μὲν ἀναιρεῖ τὴν νύκτα, κατὰ συμβεβηκὸς δὲ τίθγσι τὴν ἡμέραν τῷ μὴ οὔσης νυκτὸς ἐξ ἀνάγκης ἡμέραν εἶναι), ὡς οὗν ἐπὶ τούτων, οὕτως ἔχει καὶ τὸ ἡμέρα ἐστί’, τοῦτ’ ἔστι τό τε προσλαμβανόμενον καὶ τὸ ἐπιφερόμενον, ὲν τῷ προειρημένῳͅ διαιρετικῷ· οὐ γὰρ ὡς ταὐτὸν προηγουμένως σημαίνοντα λαμβάνεται. εἰ δὲ τοῦτο, οὐχ ὅτι τῇ λέξει ἐστὶ τὰ αὐτά, ἤδη καὶ ἁπλῶς τὰ αὐιὰ ἄν εἴη, ἀλλ’ ὅτι μὴ τοῦ αὐτοῦ προηγουμένως δηλωτικά, ἕτερα. ὅτι γὰρ οὐχ ἱκανὴ ἡ ταὐτότης τῆς λέξεως τὴν αὐτὴν πρότασιν ποιεῖν, ὥσπερ οὐδὲ ἡ ἑτερότης διαφέρουσαν, δηλοῦσιν αἱ ὁμωνυμιᾶι. ὅτι δὲ μὴ ὡς τοῦ αὐτοῦ δηλωτικὰ ἀμφότερα λαμβάνεται, δῆλον ἐκ τοῦ τὸ μὲν ἐν τῇ προσλήψει. λαμβανόμενον 'ἡμέρα ἐστίν᾿ ὡς προηγουμένως τοῦ εἶναι ἡμέραν δηλωτικὸν προσλαμβάνεσθαι, τὸ δὲ ἐπιφερόμενον ὡς [*](1 τῷ προειλημμένῳ P καὶ τὸ ἀντικείμενον om. P 4 et 5 προειλημμένῳ P 4 οὐδὲ BD: οὐ Α: μὴ δὲ aP 5 ἐν τοῖς om. Α 6 ἤτοι om. Α 7 ἢ supenscr. Β ante οὐκ add. τὸ D οὐκἔστι] οὐ P 8 ἀλλ᾿ om. P οὐ ABD: μὴ aP 9 tw alterum aB: τὸ ADP 10 οὐκ] οὖν Α 11 ταὐτόν αὐτῶ ΑΒ ἐν οἷς add. P3 13 πρότασιν-λέγοιτο ἡ (14), unde incipit fol. r., add. P3 14 post ἔχει add. ταὐτόν. καὶ aP3 εἰ om. Β αὐτὴ] τοιαύτη A 15 ταὐτὸν aP 16 οὖν om. P εἰ post νύξ transponunt aB ὁμοίως ἐσήμαινεν om. P 17 ἡμέραν Α post ἕτεραι add. γε aP 18 ἐγίνοντο Α οὐκ ἔστιν νύξ· καὶ ἡ λἐγουσα ἡμέρα ἐστίν collocat Α 19 οὐ post ἐπεὶ transponunt aP 20 post καὶ prius add. τό aP 26 προειρημένω aP: προηγουυͅιἐνω ABD post προειρημένῳ add. ἐξ ἀντιφάσεως a διαιρετικῆς Β 27 ταυτά ΑΒ 28 τὰ αὐτὰ BD: ταὐτά aAP 30 οὐδὲ om. Β 31 δηλωτικὸν ἀμφοτέρως a 32 ἡμέρα corr. ex νύξ ut videtur Β 32. 33 προηγουμένου A)
13
τοῦ ‘οὐκ ἔστιν ἡμέρα᾿ ἀναιρετικὸν ἐπιφέρεσθαι, ὡς ἴσον ὂν τῷ ‘οὐκ ἄρα θησὶν, ἀλλ᾿ ἀναιρεῖ τὸ ‘οὐκ ἔστιν ἡμέρα ’ , οὕτως καὶ τὸ ‘ἀλλὰ μὴν ἡμέρα ἐστί᾿ τὸ ἀντ’ αὐτοῦ λαμβανόμενον· λαμβάνεται γὰρ ἐν τῇ ἐπιφορᾷ ὡς ἀναιροῦν ἐκεῖνο, οὐ ταὐτὸν δὲ τὸ ἢ ὡς ἀναιρετικῷ τοῦ μὴ εἶναι ἡμέραν χρῆσθαι αὐτῷ ἢ ὡς ἡμέραν εἶναι τιθέντι. ὁ μὲν γὰρ ὑπὲρ τοῦ ἀνελεῖν τὸ ἡμέραν μὴ εἶναι χρώμενος αὐτῷ. εἰ ἄλλο τι ἦν τὸ ἀναιροῦν αὐτὸ καὶ μὴ τὸ ἡμέραν εἶναι, ἐκείνῳ ἄν καὶ οὐ τούτῳ ἐχρήσατο· ὁ δὲ βουλόμενος τὸ ἡμέραν εἶναι σημῆναι οὐκ ἄν ἄλλῳ τινὶ ἢ τῷ τούτου δηλωτικῷ χρήσαιτ᾿ ἂν.

Τὸ δ’ ἐξ ἀνάγκης προσκείμενον ἐν τῷ ὅρῳ τῆς ἐπαγωγῆς χωρίζει τὸν συλλογισμόν. ἐστι μὲν γὰρ καὶ ἡ ἐπαγωγὴ λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει, ἀλλ’ οὐκ ἐξ ἀνάγκης· οὐ γὰρ ἀναγκαῖον τὸ δεικνύμενον ἐν ταῖς ἐπαγωγαῖς τῷ μήτε πάντα, δι’ ὧν ἡ δεῖξις τοῦ προκειμένου, δύνασθαι ληφθῆναι μήτε, εἰ μὴ πάντα ληφθείη, ἐξ ἀνάγκης δύνασθαι λέγειν οὕτως ἔχειν, ὡς ἕκαστον ἦν τῶν εἰλημμένων, καὶ τὸ καθόλου. ἔστι γὰρ τὸ ἐξ ἀνάγκης συμβαίνειν οὐ τοῦ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα ἐν τοῖς συλλογισμοῖς δηλωτικόν (οὐ γὰρ ἐν πᾶσι τοῖς συλλογισμοῖς ἀναγκαῖον τὸ συμπέρασμα· ἔστι γὰρ ἐν πολλοῖς καὶ ἐνδεχόμενον συμπέρασμα· τὸ γὰρ ἐξ ἐνδεχομένων προτάσεων ἐνδεχόμενον), ἀλλὰ τοῦ ἐξ ἀνάγκης ἕπεσθαι ταῖς προτάσεσι τὸ δεικνύμενον δι’ αὐτῶν, ὃ ποιᾶς ἄν εἴη σχέσεως τῶν τεθέντων πρὸς τὸ συμπέρασμα, δηλωτικὸν τὸ ἐξ ἀνάγκης. εἰ γοῦν μὴ ἕποιτο τοῖς κειμένοις ἐξ ἀνάγκης τὸ επιφερομενον, κὰν ἀναγκαῖον ᾖ, οὐ συλλογισμὸς τουτο.

Τὸ δὲ διὰ τῶν κειμένων προσκείμενον εἴη μὲν ἄν οὐ μόνον τοὺς μονολημμάτους λόγους λεγομένους ἀποκρῖνον τῶν συλλογισμῶν οὐ γὰρ διὰ τῶν κειμένων τὸ ἐπιφερόμενον αὐτοῖς δείκνυται· λείπει γὰρ ἐν αὐτοῖς πρὸς τὴν συλλογιστικὴν δεῖξιν τὸ παραλειπόμενον, ὡς εἰρήκαμεν), ἀλλὰ καὶ τοὺς παρέλκοντας· ἐν οἷς γὰρ λόγοις πρότασίς τις εἴληπται παρέλκουσα, οὗτοι οὐ διὰ τῶν κειμένων συνάγουσι τὸ συμπέρασμα, εἴ γε καὶ ἀφαιρεθείσης ἐκείνης ἔτι οἷόν τε τὸ αὐτὸ συνάγεσθαι. εἰ γὰρ ἐκ τῶν ‘πᾶν δίκαιον καλόν , πᾶν καλὸν ἀγαθόν ’ συνάγεται τὸ ‘πάν δίκαιον ἀγαθόν’, [*](1 τοῦ] τὸ Α ἡμέραν Β ὃν] ἂν Β 1.2 οὐκ ἔστιν οὐκ ἄρα ἡμέρα (corr. c νύξ) collocat B 2 οὐκ om. P 4 τῇ om. Β 5 ἀναιρεῖν Α ἐκεῖνο, οὐ] καὶ μὴ P τὸ mutavit in τῶ Β 7 μὴ ἡμέραν aB 8 οὐ superscr. P 11 προσκείμενον D: προκείμενον aABP 12 μὲν om. D ἡ om. aP 16 δύνασθαι ἐξ ἀνάγκης λέγειν collocat B δύνασθαι λέγειν om. a 19 ante πολλοῖς add. τοῖς Α 20 ante συμπέρασμα add. τὸ Β τὸ] οὐ Β post προτάσεων add. δεικνύμενον aBP 20. 21 ἐνδεχόμενον 0111. Β 21 δι’ om. B 22 ὃ ποιᾶς sciipsi cf. An. Pr. p. 21,5: ὁποίας libri εἴη D: ᾖ ABP post τεθέντων eras. —2 lit. P 2;] post κειμένοις add. τό P τὸ. ἐπιφερόμενον, κἀν ἀναγκαῖον ᾖ mrg. P2: οὐ τῷ ἐπιφερόμενον καὶ μὴ ἀναγκαίῳ ὄντι in contextu P 24 post τοῦτο add. ἐστι a 25 προκείμενον A οὐ μόνον BD: καὶ aAP 27 post αὐτοῖς add. μόνοι P λείπεται AD 28 εἰρήκαμεν] p. 8, 16 sq. 32 post πᾶν prius add. γὰρ Β ἀγαθόν prius supra lineam et in margine Β)

15
συνέλῃ τις τὰ· κείμενα εἰς μίαν πρότασιν τὴν ‘σὺ δὲ ἡμέρας οὔσης λέγεις ἡμέραν εἶναι᾿, συλλογιστικῶς συνάξει ‘σὺ ἄρα ἄρα ἀληθεύεις᾿. ἐν πᾶσι γὰρ τοῖς τοιούτοις λόγοις τὸ μὲν καθόλου ἀληθὲς ὃν παραλέλειπται, ἡ δὲ ἑτέρα πρότασις εἰς δύο διαιρεῖται ἢ καὶ πλείω, ὡς ἐπὶ τοῦδε τοῦ λόγου ‘ὁ νόμος ἀνομίᾳ ἐναντίον· ἀλλὰ καὶ ὁ νόμος οὐ κακόν· ἀλλὰ καὶ ἡ ἀνομία κακόν· ἀγαθὸν ἄρα ὁ νόμος’. ἐν γὰρ τούτῳ παρεῖται μὲν τὸ καθόλου ὂν τοιοῦτον ‘ὃ μὴ ὂν κακὸν ἐναντίον ἐστὶ κακῷ, ἀγαθόν ἐστι᾿, διῄρηται δὲ εἰς τρία ἡ πρότασις ἡ ἑτέρα ἔχουσα οὕτως ‘ὁ δὲ νόμος οὐκ ὂν κακὸν κακῷ οὔσῃ τῇ ἀνομίᾳ ἐναντίος ἐστί ’· ταύτης γὰρ μέρη τό τε ‘ὁ νόμος ἀνομίᾳ ἐναντίον᾿ καὶ τὸ ‘ἀλλὰ καὶ ὁ νόμος οὐ κακόν᾿ καὶ ἔτι τὸ ‘ἀλλὰ καὶ ἡ ἀνομία 25 κακόν᾿. ἐκ γὰρ τῶν προειρημένων δύο προτάσεων συλλογιστικῶς συνάγεται τὸ ἀγαθὸν εἶναι τὸν νόμον, ἀλλ’ οὐ καὶ ἐκ τῆς μιᾶς τῆς εἰς τρία διῃρημενης.

[*](p. 100a27)

Ἀπόδειξις μὲν οὗν ἐστιν, ὅταν ἐξ ἀληθῶν καὶ πρώτων.

Ὁρισάμενος τὸν συλλογισμὸν ἑξῆς τὰ εἴδη τοῦ συλλογισμοῦ λαμβάνει τὰ κατὰ τὴν τῆς ὕλης διαφορὰν δεικνύμενα, καὶ ἕκαστον αὐτῶν, ὅ τι ποτ’ ἐστὶ καὶ ἐν τίνι τὸ εἶναι ἔχει, δείκνυσί τε καὶ ὁρίζεται·· οὕτως γὰρ τὰς τῶν συλλογισμῶν διαφορὰς τὰς κατὰ τὸ εἶδος λαμβάνων, ᾧ διαφέρει τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικός, δείξει. ἔστι γὰρ εἴδη συλλογισμοῦ παρὰ τὴν τῆς ὕλης διαφορὰν γινόμενα ἀπόδειξις, διαλεκτικὸς συλλογισμός, σόφισμα. ὁ γὰρ συλλογιζόμενος ἢ ἐξ ἀληθῶν δείκνυσιν ἢ ἐξ ἐνδόξων ἢ ἐκ φαινομένων ἐνδόξων· οὐδεὶς γὰρ ἐκ ψευδῶν καὶ ἀδόξων ἅμα συλλογίζεται. καὶ πρῶτόν γε περὶ ἀποδείξεως λέγει· οὗτος γὰρ τῶν συλλογισμῶν κυριώτατος. ἔστι δὲ ἡ ἀπόδειξις ἐπιστημονικὸς συλλογισμός. φησὶ δὴ τὴν ἐπόδειξιν εἶναι ἐξ ἀληθῶν συλλογισμὸν καὶ πρώτων, ἢ ἐκ τοιούτων ἃ διά τινων πρώτων καὶ ἀληθῶν τῆς περὶ αὐτὰ γνώσεως εἴληφε ἰὴν ἀρχήν, τοῦτ’ ἔστιν εἰ διὰ τοιούτων εἴη δεικνύμενόν τε καὶ συλλογιζόμενον τὸ προκείμενον, οἷς ἀρχαί τε καὶ αἴτια τῆς γνώσεως τὰ ἀληθῆ τε καὶ [*](3 συνάξεις Bpr., Α 4 τοῖς λόγοις τοῖς τοιούτοις D 5 ὁ om. aP νόμος aDP: λόγος ΑΒ 7 παραλέλειπται omisso μὲν Β 9 ἔχουσα οὕτως om. D οὐ κακὸν ὂν Β ὢν in ras. P κακὸν om. Α 10 ἐναντίον Β 11 καὶ ἔτι—κακόν (12) om. Α 12 ἐκ γὰρ aB: οὐ (fortasse e vs. 13 translatum) γὰρ ἐκ ADP εἰρημένων D 13 ἀλλ’ οὐ scripsi: ἀλλὰ libri 13. 14 διαιρουμένης Α 15 post πρώτων ex Arist. add. ὁ συλλογισμὸς ᾖ aP 17 ποτ’ aP: πέρ ADB 18 τε ex τι corr. Α 19 ante τῶν prius add. κατὰ A τὰς om. Β τὸ om. D 20 συλλογισμοῦ aBDP: συλλογισμῶν A 21 γιγνόμενα ΑΒ 23 ἐνδόξων συλλογίζεται ἄμα A 24 γε om. Β ante κυριώτατος add. ὁ AD 25 ante συλλογισμὸς add. ὁ A φασὶ A δὴ aP: δὲ δεῖ ΑΒ: δεῖν D 2(1 συλλογισμὸν D: συλλογισμῶν aABP 27 τινων ABD Arist.: τῶν aP καὶ ἀληθῶν om. Β 27. 28 τὴν ἀρχὴν εἴληφε Β Arist. 28 τούτων aP 29 ἀρχὴ Β τε prius οm. aP αἰτίαι P)

16
πρῶτα. οὐ γὰρ πᾶς ὁ ἐξ ἀληθῶν συλλογισμὸς καὶ κυρίως ἀπόδειξις, ἀλλ’ εἰ πρὸς τῷ ἀληθῆ εἶναι τὰ δι’ ὧν ὁ τοιοῦτος δείκνυται συλλογισμός, καὶ πρῶτα. εἴη. οὕτως γὰρ ἔσται καὶ αἴτια· ὁ γὰρ δι’ αἰτίων συλλογισμὸς ἀπόδειξις· τὰ γὰρ πρῶτα τῶν μετὰ ταῦτά ἐστιν αἴτια. οὐ μόνον δὲ δεῖ τὰ λαμβανόμενα πρῶτα εἶναι τῇ φύσει τῶν δι’ αὐτῶν δεικνυμένων, ·ἀλλὰ καὶ πρῶτα τῷ ἄμεσα εἶναι καὶ μὴ δείξεως δεῖσθαι. τοιαῦτα γὰρ ὄντα ἔσται γνώριμα ἐξ ἑαυτῶν τῇ φύσει· ἀρχαὶ δὲ ἀποδείξεως τὰ ἐξ αὑτῶν γνώριμα· τὰ δὲ ἄμεσα ἐξ αὑτῶν γνώριμα· ἀναπόδεικτα γάρ. διὰ τοῦτο ὁ μὲν δεικνὺς ὅτι ἐκλείπει ἡ σελήνη διὰ τὸ ἀντιφράττειν αὐτῇ τὴν γῆν ἀποδείκνυσιν· οἷον ἡ σελήνη ἀντιφράττεται ἢ ἐπισκοτεῖται ὑπὸ τῆς γῆς, τὸ ἀντιφραττόμενον ἢ ἐπισκοτούμενον ἐκλείπει· αἴτιον γὰρ | τῆς ἐκλείψεως 11 ἡ ἀντίφραξις. ἂν δέ τις τὸ ἀντιφράττειν τὴν γῆν τῇ σελήνῃ δεικνύῃ διὰ τοὐ ἐκλείπειν αὐτήν, οὐκέτι ἀποδείκνυσι κυρίως, καίτοι λαμβάνων ἀληθές· οὐ γὰρ διὰ πρώτου οὐδὲ δι’ αἰτίου δείκνυσι κυρίως τὸ ὕστερόν τε καὶ αἰτιατόν, ἀλλὰ διὰ τοῦ ὑστέρου τὸ πρῶτον· ὕστερον γὰρ ἡ ἔκλειψις τῆς ἀντιφράξεως καὶ δι’ ἐκείνην γινομένη. οὕτως δείκνυσι δι’ ὑστέρου ὁ δεικνὺς τὸ ‘αὕτη τέτοκε’ διὰ τοῦ γάλα ἔχειν· οὐ γὰρ τὸ γάλα αἴτιον τοῦ τετοκέναι, ἀλλὰ τὸ τετοκέναι τοῦ γάλα ἔχειν· ὁ γοῦν διὰ τοῦ τετοκέναι δεικνὺς τὸ γάλα ἔχειν δι’ αἰτίου τε καὶ πρώτου δείκνυσιν. ὁμοίως καὶ ὁ δεικνὺς ὅτι· ὁ ἄνθρωπος πνεύμονα ἔχει διὰ τοῦ ἀναπνευστικὸν αὐτὸνεἶναι δι’ ἀληθοῦς μὲν συλλογίζεται, οὐ μὴν διὰ πρώτου· διὸ οὐδὲ ἀποδείκνυσιν. ἄν δὲ ἔμπαλιν διὰ τοῦ πνεύμονα ἔχειν αὐτὸν δείξῃ ὅτι ἐστὶν ἀναπνευστικόν, ἀποδείκνυσιν ἤδη. ἀλλὰ καὶ ὁ τὸ ζῷον δεικνὺς ὅτι αἴσθησιν ἔχει διὰ τοῦ αἰσθητικοῦ οὐκ ἀποδείκνυσιν· ἄν μέντοι διὰ τοῦ αἴσθησιν ἔχειν δείξῃ ὅτι καὶ αἰσθητικόν, ἀπέδειξεν. ἐπιζητήσειε δ’ ἄν τις, εἰ ἡ ἀπόδειξις διὰ πρώτων, ὁ δι’ ἀληθῶν μὲν ὑστέρων δὲ συλλογισμὸς τίς ἄν εἴη. ἢ καὶ οὗτος διαλεκτικός· τὰ γὰρ οὕτως ἀληθῆ ὡς ἔνδοξα λαμβάνεται· ἔνδοξον γὰρ τό τε τὴν γάλα ἔχουσαν τετοκέναι καὶ τὸ ἐκλεῖπον ἐπισκοτεῖσθαι. ἢ κυρίως μὲν ἐκεῖνος ἀπόδειξις, δευτέρως δὲ καὶ οὗτος· ὡς γὰρ πρὸς ἡμᾶς, ἐπεὶ ἡμῖν γνωριμώτερα τὰ λαμβανόμενα. πρώτως μὲν οὖν καὶ κυρίως ἀπόδειξις ὁ διὰ πρώτων, ὡς εἴρηται, συλλογισμός. π·αράδειγμα [*](1 οὐ] ὁ A συλλογισμῶν Apr. καὶ Α: ἡ aBDP 1. 2 ἀλλ’ εἰ] ἀλλὰ Α 2 τὰ om. B 3 καὶ αἴτια ABDP3: δι’ αἰτίων a 5 τῶν φύσει τῇ A 6 δείξεως δεῖσθαι ABD: δι’ ἄλλων δειχθέντα aP 7 ἑαυτῶν D: αὐτῶν aABP αὐτῶν DP: αὐτῶν Α: ἑαυτῶν aB: 8 δ’ P: om. Β ἄμεσα ante γνώριμα alterum collocat Β αὑτῶν D: αὐτῶν AB: ἀυτῶν P: ἑαυτῶν a 9 τὸ] fortasse ut in sequentibus τοῦ, at cf. Ind. αὐτὴν Β 10 δείκνυσιν Β ἡ om. aP 11 ἀντικείμενον Α γὰρ superscr. B 12 ἀντίφασις 14 οὐ] οὐδὲ Β οὑδὲ] ἡ Β ὕστερόν ABD: ἕτερόν aP 16 γιγνομένη A οὕτως post δείκν. habet B δείκνυσιν BD: δεικνύει aAP 17 post γάλα alterum add. ἔχειν a 18 τοῦ—τὸ Α ὁ—ἔχειν (19) om. Α ὁ γοῦν BD: οἷον ὁ aP 19 τε om. a 20 ὁ alterum om. aP 20. 21 εἶναι αὐτὸν D 23. 24 διὰ τοῦ αἰσθητικοῦ, ὅτι αἴσθησιν ἔχει collocant aP 24 ἔχειν B 25 ἐπιζητήσειε ἐπιζητήσαι aP: ἐπιζητήσῃ Α: non liquet B 28 ἔνδοξα Α τήν τε τὸ Α τε om. Β 29 δευτέρως aB: δεύτερος P: ὑστέρως AD οὕτως A)
17
δὲ τοῦ διὰ πρώτων καὶ ἀμέσων συλλογισμοῦ καὶ τὸ τοιοῦτον ἂν εἴη. ἑκάστου τῶν ὄντων εἶδός ἐστι τοῦτο καθ’ ὅ ἐστιν· αὕτη γὰρ ἡ πρότασις δι’ ἐπαγωγῆς μὲν συνίσταται, ἀναπόδεικτος δέ ἐστι καὶ πρώτη κειμένου τοῦ πᾶν τὸ ἐνεργείᾳ ὂν ἐξ ὕλης καὶ εἴδους εἶναι· ἕπεται γὰρ τούτου κειμένου [τῷ] παντὶ τῷ ἐξ ὕλης καὶ εἴδους ὄντι τὸ κατὰ τὸ εἶδος εἶναι τοῦτο ὅ ἐστι. τούτῳ εἰ προσληφθείη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ζῷον ἐκ τούτων’ ἐναργὴς καὶ αὕτη καὶ ἀναπόδεικτος, συνάγοιτο ἄν τὸ τοῦ ζῴου εἶδος εἶναι τοῦτο καθ’ ὃ ζῷόν ἐστιν. ᾧ συμπεράσματι εἰ προσληφθείη πάλιν ἐναργὴς πρότασις ἡ λέγουσα ‘ἀλλὰ μὴν τὸ ζῷόν ἐστι κατὰ τὴν ψυχὴν αἰσθητικόν᾿, κατὰ τὴν ψυχὴν ἄν ζῷον εἴη· εἰ γὰρ καθ’ ὃ αἰσθητικόν, ζῷον, κατὰ δὲ τὴν ψυχὴν αἰσθητικόν, κατὰ τὴν ψυχὴν ἂν ζῷον εἴη. ὧν κειμένων συνάγοιτο ἂν οὐκέτι διὰ πρώτων ἀλλὰ διὰ τῶν δεδειγμένων διὰ τῶν πρώτων τὸ τοῦ ζῴου εἶδος εἶναι τὴν ψυχήν. πάλιν εἰ προσλάβοιμεν τὸ ‘ὅτι τὸ τοῦ ζῴου εἶδος ἔνυλον, ζωτικὸν εἶδος ἔνυλόν ἐστιν᾿ ἐναργὲς καὶ προσθείημεν αὐτῷ τὸ τὸ ἔνυλον εἶδος ἀχώριστον εἶναι συνάγοιτο ἄν ἡ ψυχή, ἥτις ἦν εἶδος τοὐ ζῴου, ἀχώριστος εἶναι τοῦ σώματος. καὶ γὰρ εἰ μὴ διὰ πρώτων καὶ ἀμέσων δέδεικται, ἀποδείκνυται καὶ τοῦτο. ὁ γὰρ δεικνὺς ὅτι ἡ σελήνη ἐστέρηται φωτός, διὰ τὸ ἐκλείπειν αὐτήν, δι’ ἀμέσου μὲν οὐ δείκνυσιν οὐδὲ ἀναποδείκτου (οὐ γὰρ ἀναπόδεικτον τὸ ἐκλείπειν τὴν σελήνην ἀλλὰ δεικνύμενον, ὡς προειρήκαμεν, διὰ τοῦ ἀντιφράττειν αὐτῇ τὴν γῆν ἢ διὰ τοῦ ἐπισκοτεῖσθαι)· τῷ μέντοι τοῦτο δι’ ἀμέσων τε καὶ πρώτων δεδεῖχθαι γίνεται καὶ ὁ διὰ τούτου συλλογισμὸς ἀπόδειξις· τρόπον γάρ τινα καὶ αὐτὸς γίνεται δι’ ἀμέσων δεικνύμενος τῷ τὰ δι’ ὧν δείκνυται διὰ τοιούτων εἶναι προδεδειγμένα. σαφεῖς δὲ δι’ οὗ παρεθέμεθα περὶ τῆς ψυχῆς λόγου οἵ τε δι’ ἀναποδείκτων καὶ <οἱ> διὰ τῶν δεδειγμένων ἀναποδείκτων· οἱ γὰρ δεύτεροι τοιοῦτοι οὕτως καὶ ἐν γεωμετρίᾳ τὸ μὲν πρῶτον θεώρημα τῶν ἐν τοῖς Εὐκλείδου Στοιχείοις δι’ ἀναποδείκτων δείκνυται (διὰ γὰρ τῶν ἀρχῶν), τὸ δὲ ὅτι αἱ τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, οὐκέτι δι’ ἀναποδείκτων· διὰ γὰρ τοῦ τῶν εἰς τὰς παραλλήλους [*](1 διὰ μέσων καὶ πρώτων Β ἀμέσου aP 4 εἶναι AD: ἐστίν aBP 5 tw prius AD Bcorr.: τὸ aP, Bpr.: delevi τῶν (ante ἐξ) Α post ὕλης add. εἶναι Α ὄν τι Α 6 τούτω in ras. P τὸ δὲ—λέγουσα (9) iterat Α 7 εἴδους Aa 8. 9 προστεθείη (om. πάλιν) πρότασις ἐναργὴς Β 9 πρόταξις Aa 10 εἰ γὰρ—ζῶον εἴη (11) om. a 12 ante πρώτων prius suporscr. τῶν Β διὰ alterum om. D 13 προσλάβωμεν BD, oblit. Α 14 τὸ om. aP ζωτικὸν—ἐστιν deleverim 15 τὸ altoruin corr. e xoT B: τε aP ἀόριστον ut videtur Α 16 ζώου] σώματος D ἀχώριστος aP: ἀχώριστον ABD post εἰ add. καὶ D 18 φωτὸς ἐστέρηται B τὸ] τοῦ D 20 προειρήκαμεν] p. 16,9—12 20. 21 αὐτὴν aP 21 ἢ ABD: καὶ aP διὰ ex διὸ ut corr. A τοῦ AD: τοῦτο Β: τὸ aP 21. 22 διὰ πρώτων τε καὶ μέσων Α: διὰ μέσων καὶ πρώτων P 22 καὶ ὁ oblit. Α 23 γίνεται] δείκνυται D διὰ μέσων AP 24 προδεδεγμένα Α παρεθέμεθα—δεδειγμένων (25) in summa pagina add. P3 post οσ περὶ add. τοῦ B 25 οἵ τε] ὥστε P3 ἀναποδεικτικῶν Α οἱ διὰ a: διὰ ΑP3: om. BD δι’ alterum D: διὰ τῶν aAB: δι᾿—γὰρ (26) om. P 27 στοιχείων B 28 τοῦ τριγώνου] τοῦδε A τρεῖς post αἱ habet D 29 οὐκ ἐστι Β)
18
ἐμπιπτουσῶν εὐθειῶν τὰς ἐναλλὰξ γωνίας ἴσας ἀλλήλαις εἶναι καὶ διὰ τοῦ τῶν εἰς τὰς παραλλήλους ἐμπιπτουσῶν εὐθειῶν τὴν ἐκτὸς τῇ ἐντὸς καὶ ἀπ’ ἐναντίας ἴσην εἶναι ἃ οὐκ εἰσὶν ἀρχαὶ ἀλλὰ δι’ ἀποδείξεως εἰλημμένα. κοινότερον μέντοι καὶ πάντα τὸν ἐξ ἀληθῶν συλλογισμὸν ἀπόδειξιν λέγει. λέγει μὲν οὗν περὶ ἀποδείξεως τε καὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ προηγουμένως τε καὶ ἐπὶ πλέον ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς· νῦν δὲ ἐπὶ τοσοῦτον περὶ αὐτοῦ εἴρηκεν, ἐφ’ ὅσον αὐτῷ χρήσιμόν ἐστι πρὸς τὸ χωρίσαι τῶν ἄλλων συλλογισμῶν τὸν διαλεκτικόν. ἔστι δὲ συλλογισμὸς αἱ προτάσεις μετὰ τοῦ συμπεράσματος.

Εἰπὼν δὲ περὶ ἀποδείξεως ἑξῆς λέγει περὶ τοῦ διαλεκτικοῦ συλλογι|σμοῦ, καὶ τῇσί τὸν δι᾿ ἐνδόξων γινόμενον συλλογισμὸν διαλεκτικὸν εἶναι. ὃ εἰπὼν ἐφεξῆς, τίνα μέν ἐστιν ἀληθῆ καὶ πρῶτα, δι’ ὧν εἶπε γίνεσθαι τὸν ἀποδεικτικὸν συλλογισμόν, τίνα δὲ τὰ ἔνδοξα, δι’ ὧν τὸν διαλεκτικόν, ἐξηγεῖται δεικνὺς αὐτῶν τὴν διαφοράν. ἀληθῆ μὲν οὖν καὶ πρῶτα ταῦτά φησιν εἶναι ἃ μὴ δι’ ἑτέρων ἀλλ’ ἐξ αὑτῶν ἔχει τὴν πίστιν· τοιαῦται δέ εἰσιν αἱ ἄμεσοι προτάσεις. τὰς γὰρ ἐπιστημονικὰς ἀρχὰς ἐξ αὑτῶν φησι δεῖν ἔχειν τὸ πιστὸν καὶ μὴ ζητεῖσθαι τοῦ τοιαύτας εἶναι αὐτὰς τὴν αἰτίαν· οὐ γὰρ ἄν ἔτι αὐτὰ οὕτως ἔχοντα ἀρχαὶ εἶεν, ἔχοντα ἄλλας τινὰς ἀρχὰς καὶ αἰτίας. τοιοῦτοι δὲ οἱ ὁρισμοί· οὐ γὰρ δι’ ἀποδείξεως τὰ ἐν τοῖς ὁριστικοῖς λόγοις λαμβανόμενα· ἀλλὰ καὶ αἰ φυσικαὶ καὶ κοιναὶ ἔννοιαι λεγόμεναι, ὁποῖά ἐστι τὰ ἀξιώματα. ἀλλὰ καὶ ὅτι τὸ θερμὸν θερμαίνει καὶ τὸ ψυχρὸν ψύχει ἀρχή· ἀλλὰ καὶ ὅτι πᾶν τὸ γινόμενον ἔκ τινος γίνεται. τὸ δὲ οὐ δεῖ γὰρ ἐν ταῖς ἐπιστημονικαῖς ἀρχαῖς ἐπιζητεῖ- σθαι τὸ διὰ τί οὐχ ὡς νομοθετῶν εἶπεν, ἀλλὰ δεικνὺς ὅτι ἐφ’ ὧν ἄν ζητῆται τὸ διὰ τί, οὐκ ἔστιν ἀπόδειξις τοῦτο· δεῖ γὰρ τὴν ἀπόδειξιν ἔχειν διὰ γνωρίμων. ἔνδοξα δὲ τίνα ἐστί, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός, ἑξῆς λέγει, καὶ φησὶν ἔνδοξα εἶναι τὰ δοκοῦντα πᾶσιν ἢ τιῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις τε καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρώτως ἔνδοξα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα, πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, τὸ ζῆν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς οὕτως διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται· μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιαῦτα καὶ τὸ τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν. τοὺς γονεῖς τιμᾶν· τοῖς δὲ [*](1 ante εὐθειῶν add. γωνιῶν Β γωνίας om. a 3 ἀπεναντίαν aP εἶναι—ἔχειν (p. 21,11) om. defectus signo posito P εἰλημμέναι BD 4 κονότερον D 5 τε om. a 6 τε] μὲν Α 8 ἔστι—συμπεράσματος (9) Suidas sub v. συλλογισμός 9 περάσματος D 10 τοῦ διαλεκτικοῦ ABD: ἀποδεικτικοῦ a 11 ὃ om. D 12 γίνεσθαι] δείκνυσθαι Α 14 αὐτοῦ Β ἀληθῆ—πίστιν (15) lemmatis loco Α μὲν om. a 15 et 16 αὑτῶν D: αὐτῶν aAB 18 ἔτι om. A ἔχοντας Α τινὰς om. B 19 δὲ om. ΑΒ 20 καὶ alterum om. Β 22 ἀργαί Α 23 τόδε a 26 ἔνοδοξον—πραγμάτων (p. 19,27) Suidas sub v. ἔνδοξα εἰσίν a 27 ἔνδοξα—σοφοῖς (28) lemmatis loco Α 28 καὶ τούτοις—ἐνδόξοις (29) om. A 29 μάλιστα om. Β 30 πρώτως ABD: πάντως a 32 οὕτως om. a Suid. 32. 33 περίστανται aB 34 τὸ alterum om. aB ὠφελεῖν] φιλεῖν A καὶ τοὺς γονεῖς δεῖν Β)

19
πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος εἶναι τιμιωτέραν <καὶ> τὸ θεοὺς εἶναι. εἰ μὲν οὖν περὶ τῶν ἐν ταῖς κοιναῖς δόξαις κειμένων ἦν λόγος τῷ διαλεκτικῷ μόνων, μόνων, τὸ πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείστοις ἦν ἂν αὐτῷ πρὸς τὸ συλλογίζεσθαι χρήσιμον καὶ τὸ οὕτως ἔνδοξον. ἐπεὶ δὲ ἤδη καὶ περὶ τοιούτων οἱ λόγοι τῷ διαλεκτικῷ, περὶ ὧν οὐδὲν οἱ πολλοὶ δοξάζουσιν, ἀλλὰ ἄλλοις περὶ αὐτῶν πιστεύουσι μᾶλλον (τοῖς γὰρ σοφοῖς τε καὶ περὶ ταῦτα ἔχουσι), περὶ πάντων ἄρ’ ἔσται συλλογιστικὸς ὁ διαλεκτικός. πάλιν, ὡς εἴρηται, καὶ τὸ ἐν τούτοις ἔνδοξον. ἔστι δὲ ἐν τούτοις ἔνδοξον πρῶτον μὲν τὸ πᾶσι δοκοῦν τοῖς σοφοῖς, οἷόν ἐστι τὸ τὰ τῆς ψυχῆς ἀγαθὰ μείζω εἶναι τῶν τοῦ σώματος, τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, τὸ τὰς ἀρετὰς ἀγαθὰ εἷναι· ἢ τὸ τοῖς πλείστοις αὐτῶν, ὡς τὸ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι, εἰ καὶ μὴ Ἐπικούρῳ δοκεῖ, καὶ τὴν εὐδαιμονίαν ὑπ’ ἀρετῆς γίνεσθαι, ὁμοίως τὸ μὴ εἶναί τι σῶμα ἀμερὲς μηδὲ κόσμους ἀπείρους· ἢ γοῦν τὸ τοῖς ἐνδοξοτάτοις, ὡς τὸ τὴν ψυχὴν ἀθάνατον διὰ Πλάτωνα ἢ πέμπτον τι εἶναι σῶμα δι’ Ἀριστοτέλην. εἰ γὰρ οἱ ἔνδοξοι κατὰ σοφίαν τῷ ὑπὸ τῶν πολλῶν ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι τοιοῦτοι, εἴη ἄν καὶ τὸ ὑπ’ ἐκείνων λεγόμενον τρόπον τινὰ ὑπὸ τῶν πολλῶν τιθέμενον. ἐπὶ γὰρ ταῖς τοιαύταις δόξαις αὐτοὺς ἀποδέχονται· δι’ ἃ γὰρ οὗτοι ἔνδοξοι, ἔνδοξα κἀκεῖνα, διὰ δὲ τὰς τοιαύτας δόξας ἔνδοξοι οἱ σοφοί. παραδώσει δὲ ἡμῖν καὶ τόπους ἐν τῷ περὶ διαλεκτικῶν προτάσεων λόγῳ, δι’ ὧν οἷοί τε ἐσόμεθα τὰ ἔνδοξα λαμβάνειν. διαφέρει δὲ τὸ ἔνδοξον τοῦ ἀληθοῦς οὐ τῷ ψευδὲς εἶναι (ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ) ἀλλὰ τῇ ἐπικρίσει. ἔστι γὰρ τῷ μὲν ἀληθεῖ ἀπὸ τοῦ πράγματος, περὶ οὗ ἐστιν, ἡ ἐπίκρισις· ὅταν γὰρ τοῦτο τῷ ὁμολογῇ, τότε ἐστὶν ἀληθές· τῷ δὲ ἐνδόξῳ οὐκ ἀπὸ τῶν ἡ ἐπίκρισις ἀλλ’ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃ ἔχουσι περὶ τῶν πραγμάτων.

[*](p. 100b23)

Ἐριστικὸς δέ ἐστι συλλογισμὸς ὁ |ἐκ φαινομένων μὴ ὄντων δὲ καὶ ὁ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινόμενος·

Εἴρηκε μὲν περὶ τοῦ ἐριστικοῦ συλλογισμοῦ ἐν τοῖς Σοφιστικοῖς ἐλέγ- [*](1 τὴν BD: μὲν aA 2 καὶ Suid.: om. libri 3 ante λόγος add. ὁ a τῶ διαλεκτικῶ AD: τοῦ διαλεκτικοῦ B: τοῖς διαλεκτικοῖς a post μόνον add. ἄν ἢ a 4 αὐτῶ BD: αὐτὸ Α: αὐτοῖς a 5 τοιοῦτο Α 6 οὐδὲν om. A οὐδὲν οἱ πολλ- add. Β2, evanuit B1 7 μᾶλλον] μόνον D τε BD: τι Α: om. a 8 συλλογισμὸς Α 9 post τούτοις add. τοῖς σοφοῖς a: superscr. B post δὲ add. καὶ Α 11 ἀγαθὰς a 12 αἱρετὴν ante δι’ transposuit D αὑτὴν B2D: αὐτὴν aAB1 αἱρετὴν] ἀρετὴν B 13 ὅμοιον A 14 σῶμα] μέρος Β 16 εἰ ABD: καὶ a οἱ om. D 17 ante τοιοῦτοι add. οἱ D εἴη ἄν ABD: τοιοῦτον ἂν εἴη a 18 τιθέμενον ὑπὸ τῶν πολλῶν D 20 παραδώσει] c. 10 ὑμῖν Α 21 περὶ om. a προτάσεων] προτέρων a τὰ om. Β 22 ψευδεῖς a 24 περὶ om. D ὅταν—ἐπίκρισις (26) om. Α ὅτε a 26 τούτων aAB: τοιούτων D 28 post φαινομένων add. μὲν D 29 μὴ ὄντων—φαινόμενων ἐνδόξων om. a 31 ἐριστικοῦ συλλογισμοῦ ABD: τῶν ἐριστικῶν a)

20
χοῖς, ἔνθα ἦν καὶ προηγουμένως περὶ τῶν τοιούτων συλλογισμῶν αὐτῷ ὁ λόγος. ὁρίζεται δὲ ἐνταῦθα ὁμοίως ὡς κἀκεῖ τὸν ἐριστικὸν συλλογισμόν. διττὸν δέ φησιν εἶναι τὸν τοιοῦτον συλλογισμόν, τὸν μὲν παρὰ τὴν ὕλην ἡμαρτημένον τὸ ἐριστικὸν ἔχοντα οὐκέτι δὲ παρὰ τὸ σχῆμα· τοιοῦτος γὰρ ὁ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ | συλλογισμός. τίνα δέ ἐστι τὰ φαινόμενα ἔνδοξα μὴ ὄντα δέ, αὐτὸς λέγει· οὐ γὰρ πᾶν, φησί, τὸ φαινόμενον ἔνδοξον καὶ ἔστιν ἔνδοξον. καὶ δι’ ὅ τι ἐπιφέρει· οὐδὲν γὰρ τῶν λεγομένων ἐνδόξων ἐπιπόλαιον ἔχει παντελῶς τὴν φαντασίαν. ἐπιπόλαιον δέ ἐστι τὸ ἐκ βραχείας ἐπιστάσεως ἐλεγχόμενον. τοιοῦτον δὲ τὸ εἶδος τῶν προτάσεων τῶν ἐριστικῶν συλλογισμῶν· οἷον φαινόμενόν ἐστιν ἔνδοξον τὸ τὸν ὁρῶντα ὀφθαλμοὺς ἔχειν· δι’ οὗ συνάγεται ὁ ἑτερόφθαλμος ὀφθαλμοὺς ἔχει ’. καὶ τὸ ‘ἃ λαλεῖς, διὰ τοῦ στόματός σου διέρχεται’· ὃ λαβών τις συνάγει τὸ τὴν ἅμαξαν διὰ τοῦ στόματος διέρχεσθαι τοῦ ἅμαξαν λαλοῦντος. καὶ ‘ἃ οὐκ ἀποβέβληκας, ἔχεις’· τοῦτο γάρ τις λαβὼν συνάγει ὅτι κέρατα ἔχεις, οὐκ ἀποβέβληκας γὰρ κέρατα. ὁμοίως καὶ τὸ τὸν ὄψιν ἔχοντα ὁρᾶν, τὸν δὲ κοιμώμενον ὄψιν ἔχειν. τὰ γὰρ τοιαῦτα ἐπιπόλαιον ἔχει τὸ πιθανόν, καί, ὥς φησιν αὐτός, παραχρῆμα τοῖς καὶ μικρὰ συνορᾶν δυναμένοις κατάδηλον ἐν αὐ τοῖς τὸ ψεῦδος γίνεται. ὃ οὐκ ἔχει τὰ ἀληθῶς ἔνδοξα· οὐ γὰρ ῥᾴδιον ἐν ἐκείνοις φωραθῆναι τὸ ψεῦδος. τὸ γοῦν τοὺς θεοὺς πάντα δύνασθαι ἔνδοξον ὂν οὐκ ἀληθὸς δὲ οὐ ῥᾴδιόν ἐστιν ἐλεγχθῆναι· ὁμοίως καὶ τὸ ἰτῶ μείζονι ἀγαθῷ ἐναντίον μεῖζόν ἐστι κακόν.’ ἐπ’ ὀλίγων γὰρ ἄν τις εὕροι τοῦτο μὴ ἔχον οὕτως· ὡς δοκεῖ ἐπὶ τῆς εὐεξίας ἔχειν καὶ τῆς ὑγείας· τὸ γὰρ τῷ μείζονι ἀγαθῷ ἐναντίον (τοῦτο δέ ἐστιν ἡ καχεξία) ἔλαττον εἶναι δοκεῖ κακὸν τῆς νόσου, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ ἐλάττονι ἀγαθῷ, τῷ τοὺς μὲν νοσοῦντας πάντας καχεκτεῖν οὐ πάντας δὲ τοὺς καχεκτοῦντας ἤδη καὶ νοσεῖν. τὸ δὲ αἴτιον τούτου ἐστίν, ὅτι ἡ μὲν εὐεξία περιείληφεν ἐν αὑτῇ καὶ τὴν ὑγείαν· ἔστι γὰρ ὑγεία ἡ εὐεξία· διὸ περιέχουσα ἐν αὑτῇ ὑγείαν μεῖζόν ἐστιν αὐτῆς ἀγαθόν· πρόσεστι γὰρ αὐτῇ τὸ εἶναι αὐτὴν τῶν δι’ ἑαυτὰ αἱρετῶν· ἡ [*](1 συλλογισμῶν om. a αὐτῶ ante περὶ habet D 2 ὁρίζεται] Soph. el. c. 2 p. 165b7 ἐνταῦθα AD: καὶ ἐνταῦθα Β: κἀνταῦθα a 3 εἶναι om. Β: ex corr. add. ’ 4 ὁριστικὸν (sic) Α 5 εἴη Β 6 post φαινόμενα add. μὲν a A post δὲ add. ἔνδοξα aAB 7 fort, διὰ τί 8 γὰρ om. a λεγομένων ἐνδόξων Α Arist.: φαινομένων ἐνδόξων BD(P): ἀληθῶς ἔνδοξον a ἐπιπόλαιον—πιθανόν (17) Suidas sub V. ἐπιπόλαια 10 τὸ om. A 11 δι’ οὗ—έχει (12) om. a 12 ante ὁ add. ὅτι Suid.; ἔχειν malim scribere 12. 13 στόματος ἔρχεσθαι a 13 συνάξει D 14 διέρχεσθαι AD Suid.: ἔρχεσθαι aB τοῦ ΑΒ Suid.: τὴν aD τούτῳ a 15 λαβών τις D γὰρ om. Β ante κέρατα alteram add. τὰ aB 16 τὸν prius Β Suid.: τὴν aAD 17 ἔχει om. Β ὥς φησιν αὐτός om. D 18 ἐν αὐτοῖς om. A 19 γίνεται] ἕπεται a τὸ—ἔνδοξον a ῥαδίως Β ἐκείνου a 19. 20 φωρηθῆναι Α 21 ὁμοίως—ὑγείᾳ (p. 21,4) Suidas sub v. εὐεξία 23 εὐεξίας] ὑγιείας Α: ὑγείας D ὑγείας] εὐεξίας Α 24 δὲ aBD: γὰρ Α κακὸν om. Α 25 ἐναντία ἐστὶν Β. ἐστὶν ἐναντίον a τὸ τοὺς a μὲν om. Β 27 et 28 αὐτῇ libri 27 καὶ om. Α 28 ἔστι—ὑγείαν om. ΑΒ post μεῖζον add. γὰρ ΑΒ 29 ἑαυτὰ a Suid.; αὑτὴν D: αὐτὴν ΑΒ)
21
δὲ καχεξία οὐκέτι ἐν αὑτῇ περιέχει τὴν νόσον, ἀλλ’ ἔστι μόνῳ ἐν ἐκείνῳ, ἐν ᾧ ὑπερεῖχεν ἡ εὐεξία τῆς ὑγείας· ἡ δὲ νόσος ἐν αὑτῇ πάλιν περιέχει τὴν καχεξίαν· ἐπὶ γὰρ καχεξίᾳ γίνεται νόσος, ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ.

Τοὺς μὲν οὖν τῶν ἐριστικῶν συλλογισμῶν παρὰ τὴν ὕλην φησὶ καὶ συλλογισμοὺς εἶναι. ὅταν γὰρ συλλογίσηταί τίς τι ἐν συζυγίᾳ συλλογιστικῇ διὰ τοιούτων προτάσεων, ἐριστικὸς συλλογισμὸς γίνεται· ὡς οἵ τε προειρημένοι ἔχουσι καὶ ὁ τοιοῦτος. ‘πᾶς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει᾿· οὗτος γὰρ ἐριστικὸς ὁ οὐ παρ’ ἄλλο τι ἡ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συζυγίᾳ συλλογιστικῇ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου, τῆς μείζονος. ἔστι δέ τις ἐριστικὸς συλλογισμὸς καὶ ὁ κατὰ τὸ εἶδος ἡμαρτημένος· οὗτος δὲ οὐκέτι οὐδὲ συλλογισμὸς ἀπλῶς ἐστιν, ἀλλὰ τὸ ὅλον τοῦτο ἐριστικὸς συλλογισμός, τοιοῦτοι δέ εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγοι τις ἤτοι τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ τοιαύτη συμπλοκὴ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων τῷ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. ὁμοίως καὶ εἰ λάβοι τις τὰ νεκρὰ τῶν σωμάτων κινεῖσθαι καὶ ἀλλοιοῦσθαι, ἀλλὰ καὶ τὰ αἰσθανόμενα κινεῖσθαι, καὶ ἐκ τούτου οἴοιτο δεικνύναι ὅτι τὰ νεκρὰ τῶν σωμάτων αἰσθάνεται, ὡς ᾤετο Δημόκριτος. ὁ τοιοῦτος παραλογισμὸς γίνεσθαι μὲν δύναται καὶ ἐξ ἀληθῶν, ὥσπερ οὗς προειρήκαμεν. ὅμοιοι τούτοις καὶ οἱ τοιοῦτοι ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, τὸ ζῷον γένος ἐστίν, ὁ ἄρα ἄνθρωπος γένος ἐστίν᾿· ἔνδοξοι μὲν γὰρ καὶ ἀληθεῖς αἱ προτάσεις, ἀσυλλόγιστος δὲ ἡ συμπλοκή, ὅτι ἐν πρώτῳ σχήματι οὐκ ἔστιν ἡ μείζων πρότασις καθόλου. τοιοῦτος καὶ ὁ τὴν ἐγκράτειαν σωφροσύνην οἰόμενος δεικνύναι, διότι ἀμφότεραι κρείττους ἡδονῶν ποιοῦσιν· ἀληθεῖς μὲν γὰρ αἱ προτάσεις καὶ ἔνδοξοι καὶ εἰδοποιοί, ἀλλ’ ἐν δευτέρῳ σχήματι δύο καταφάσεις πάλιν εἰσὶν εἰλημμέναι. διὰ ταὐτὰ δὲ οὐδὲ ὁ ἀνδρεῖος ἐπιστήμων, ἐπειδὴ ἑκατέρῳ αὐτῶν ὑπάρχει τὸ θαρραλέον. δεῖ δὲ περὶ τῶν ἐνδόξων τοῦτο προειληφέναι, ὅτι τὰ ἔν- [*](1 οὐκ ἔστιν Α αὑτὴ D: αὐτὴ ΑΒ: ἑαυτῇ a ἐν alterum om. aB Suid. 2 αὐτὴ ABD: ἑαυτῇ a πάλιν om. D Suid. 5 οὖν a: αὖ Β: om. AD παρὰ et περὶ vix ac ne vix quidem possmit discerni in Α 6 ὅταν ex ὅτι ut videtur corr. Α ἐριστικὴ D 7 post διὰ add. τῶν D συλλογισμὸς om. Β 8 ὁ altemm om. D: post ἀνδρεῖος habet a ὁ tertium om. a 9 ἀνδρείαν ἄρα ὁ χιτὼν Β 10 τὸν om. D 11 post ἔχειν add. οὔσῃ A ἐπεὶ a post ἐπειδὴ add. δὲ P ἐν συζυγίᾳ συλλογιστικῇ] συζυγία οὖσα συλλογιστικὴ P: fort. ἡ συζυγία συλλογιστικὴ πρώτη Α οὔσῃ om. D: fort. οὖσα 12 ἐκ] καὶ Α, Β pr. 13 καὶ add. ex corr. D: om. aABP 14 δὴ P οὐκ ἔστι Α 1.5 τοιοῦτος aP δὲ D: γὰρ Α: aP: om. B 16 εἰ om. a συνάγοιτό τις D ἤτοι] respondet ὁμοίως (19) 18 συμπλοκὴ] συμ ex corr. add. D1 τὸ P 19 καταφάσεις δύο Β 21 τούτων a (sed cf. p. 28,14): τού (superscr. τ) D οἴοντο Α 22. 23 δύναται μὲν γίνεσθαι D 23 ὅμοιοι δὲ τοὐ (superscr. τ) D 24 ὁ prius om. aP ὁ ἄνθρωπος ἄρα Β 20 τρίτῳ aP 30 ταὐτὰ scripsi: ταῦτα aBDP: τὰ αὐτὰ Α δὲ om. D ἐπειδὴ ABD: ἐπεὶ καὶ aP ὑπάρχοι Α 31 θαρσαλέον ΑΒ)

22
δόξα, καθ’ ὅσον ἐστὶν ἔνδοξα, οὔτε ἀληθῆ ἐστιν οὔτε ψευδῆ· καὶ γὰρ ἀληθῆ τινά ἐστιν ἔνδοξα, ὡς τὸ θεοὺς εἶναι, καὶ ψευδῆ, ὡς τὸ τοὺς θεοὺς δύνασθαι πάντα (οὐ γὰρ καὶ τὰ κακά, ἅ ἐστι καὶ αὐτὰ τῶν πάντων), ὡσπεροῦν καὶ ἀληθῆ πάλιν ἐστί τινα ἄδοξα, ὡς μὴ διὰ τὴν | ἀπλανῆ πᾶν σῶμα ἐν τόπῳ εἶναι· ἀπὸ γὰρ τοῦ δοκεῖν ἡ τοῦ ἐνδόξου κρίσις, ὥσπερ εἴηται.

Εἰπὼν δὲ ταῦτα καὶ περὶ τοῦ ἐριστικοῦ συλλογισμοῦ καὶ δείξας τὰς παρὰ τὴν ὕλην τῶν συλλογισμῶν γινομένας διαφοράς (οὐδεὶς γὰρ ἐκ ψευδῶν καὶ ἀδόξων συλλογίζεται, ὡς προεῖπον· αὕτη γάρ ἐστι παρὰ τὰς εἰρημένας ὕλας τῶν προτάσεων διαφορά· καὶ γὰρ ὁ πειραστικός, ὃν ἐν ἄλλοις τούτοις προστίθησιν, ἐξ ἐνδόξων πως καὶ αὐτός ἐστι, τούτῳ διαφέρων τοῦ διαλεκτικοῦ ὅτι ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἁπλῶς ἐνδόξων, ὁ δὲ πειραστικὸς ἐκ τῶν τῷ ἀποκρινομένῳ δοκούντων τόν τε ἔλεγχον καὶ τὸν συλλογισμὸν σμὸν ποιεῖται καὶ πείρας χάριν· ἐκ τῶν οὖν ἐκείνῳ ἐνδόξων ἐστίν), εἰπὼν δὴ περὶ τούτων παρὰ τοὺς προειρημένους φησὶ πάντας συλλογισμούς, τὸν ἀποδεικτικόν, ὃς ἐξ ἀληθῶν ἦν καὶ πρώτων, τὸν διαλεκτικόν, ὃς ἐξ ἐνδόξων, τὸν ἐριστικόν, ὃς ἐκ φαινομένων ἐνδόξων συλλογίζεται, ἄλλο φησὶν εἶδος εἶναι συλλογισμῶν τὸν καθ’ ἑκάστην ἐπιστήμην ἐκ τῶν οἰκείων ἀρχῶν τῇ ἐπιστήμῃ γινόμενον παραλογισμόν, ὁποῖά φαμεν εἶναι ἐν γεωμετρίᾳ τὰ ψευδογραφήματα. συγγενεῖς δὲ λέγοι ἂν γεωμετρίᾳ ἐπιστήμας ἀριθμητικήν (καὶ γὰρ αὓτη περὶ ποσόν, ἀλλὰ διωρισμένον), ἔτι δὲ ἀστρονομίαν καὶ ὀπτικὴν καὶ μηχανικήν· προσχρῶνται γὰρ αὗται ταῖς γεωμετρικαῖς ἀρχαῖς. τοῦτο δὲ τὸ εἶδος τῶν συλλογισμῶν ὅτι τῶν προειρημένων ἐστὶν ἄλλο, δείκνυσιν ἐκ τοῦ μηδένα τῶν λόγων τῶν ἀποδεδομένων ἐφαρμόζειν αὐτῷ. ὁ γὰρ ψευδογραφῶν οὔτε ἐξ ἀληθῶν καὶ πρώτων ψευδογραφεῖ (ἀδύνατον γὰρ ἐξ ἀληθῶν ψεῦδος συναχθῆναι) οὔτε ἐξ ἐνδόξων· οὐ γὰρ ὑποπίπτει τῷ τῶν ἐνδόξων λόγῳ τὰ ἐξ ὧν γίνεται τὰ ψευδογραφήματα. ὁ γὰρ ψευδογραφῶν οὔτε τὰ πᾶσι δοκοῦντα λαμβάνει οὔτε τὰ τοῖς πολλοῖς· τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπαίουσιν πάντες ἢ οἱ πολλοὶ περὶ τούτων· ἀλλ’ οὐδὲ τὰ πᾶσι τοῖς σοφοῖς, ἀλλ’ οὐδὲ τὰ τοῖς πλείστοις, οὐδὲ τὰ τοῖς γνωριμωτάτοις· καὶ γάρ, εἴ τινος τῶν σοφῶν δόγμα τι τοιοῦτόν ἐστιν, ἀλλ’ ὁ ψευδογραφῶν οὐ τὸ τινὶ δοκοῦν λαβὼν τίθησιν, ἀλλ’ ἐν τῷ περὶ αὐτῶν λόγῳ τὴν παραγωγὴν ποιεῖται. ἀλλ’ οὐδὲ ὁ τοῦ ἐριστικοῦ συλλογισμοῦ λόγος ἐφαρμόζοι ἄν τοῖς τοιούτοις παραλογισμοῖς· οὔτε γὰρ διὰ τὸ ἔνδοξον δοκεῖν [*](2 ἐστιν] δὲ Β τοὺς om. D 3 πάπα δύνασθαι Β καὶ (ante τὰ) om. a τῶν πάντων καὶ αὐτὰ D 4 διὰ τὴν ἀπλανῆ om. P 5 ἐπίκρισις a 6 εἴρηται] p. 19,25—27 8 παρὰ] περὶ a 9 προεῖπον] p. 15,23 10 διαφοράς Β ἐν ἄλλοις] Soph. el. c. 2 11 τούτοις AD: τόποις aBP προστίθησιν scripsi: προτίθησιν libri αὐτός ABD: οὗτός aP 13 ἀποκεκριμένω Α 14 καὶ 0111. aP ἐνδόξων ἐκείνῳ a 15 δὴP: δὲ aABD ἅπαντας D 16 ἢν ΑDP: ἢ aP ὃς alterum superscr. B 18 post τὸν add. γὰρ aP 20 δὲ om. Β ante ἀριθμ. add. τὴν D 21 ἀστρολογίαν a 23 τὸ εἶδος superscr. P ἐστὶν] ἱν in ras. P3 24 ἀποδεδειγμένων a 27 xapriusD: om. aABP 28 τὰ alterum om. Α 29 ante πάντες add. οἱ aBDP: om. A τὰ om. P 31 τινας Α 32 οὔτε τὸ Β 33 περιαγωγὴν ex παραγωγὴν nt videtur corr. Β 34 ἐφαρμόζῃ Α δοκεῖ Α)

23
τε καὶ φαίνεσθαι τὸ οὕτω πως περιγράφειν τι περιγράφει, οὔτε διὰ τὸ μὴ συλλογίζεσθαι ψευδογραφεῖ, ὅτι δὲ μὴ τοιοῦτος ὁ τοῦ ν̓ευδογραφοῦντο λόγος, ἐδήλωσεν διὰ τοῦ εἰπεῖν ἀλλ’ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων οὐκ ἀληθῶν δὲ τὸν συλλογισμὸν ποιεῖται· ou γὰρ διὰ τοιούτων ὁ ἐριστικὸς συλλογισμός. ἄλλο ἄρα τι εἶδος τοῦτο παραλογισμῶν ἐστιν, ᾧ οὔτε ὁ δᾀα ἑκτικὸς οὔτε ὁ σοφιστικὸς χρῆται, ἀλλ’ οἱ κατὰ τὰς ἐπιστήμας πείρας χάριν τῶν περὶ αὐτὰς καταγινομένων καὶ γυμνασίας πρὸς τὸ διορατικωτο͂́ρουν́ αὐτοὺς γίνεσθαι τῶν ἐν αὐτοῖς ἀληθῶν. τοῦ δ’ ἐκ τῶν οἰκείων ἀρχῶν τοὺς παραλογισμοὺς τοὺς κατὰ γεωμετρίαν γίνεσθαι παρέθετο δεικτικὸν τὸ τῷ γὰρ τὰ ἡμικύκλια περιγράφειν μὴὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἄν ἀχθείησαν τὸν παραλογισμὸν ὁ ψευδογραφῶν ποιεῖται. οἱ δὲ οὕτως γινόμενοι παραλογισμοὶ χρωμένων ταῖς γεωμετρἰκαῖς ἀρχαῖς γίνονται· οὐ γὰρ ὡς ἄλλοις τισὶ δοκοῦν λαμβάνει τι τούτων ὁ δεικνὺς διὰ τούτων, ἀλλ’ ὡς ἑπόμενον ταῖς γεωμετρικῖς ἀρχαῖς, καὶ οὐ παρὰ τὸ λεγόμενον τὴν παραγωγὴν ποιεῖται ἀλλὰ παρὰ τὴν μὴ δέουσαν καταγραφήν. τὸ γὰρ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον περιγράφεσθαι καὶ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν ἐπιζευγνύναι, οἷς προσχρῆται ὁ τὰ ἡμικύκλια περιγράφων μὴ ὡς δεῖ καὶ γραμμὰς ἄγων μὴ ὡς ἄν ἀχθείησαν, ἐν ταῖς γεωμετρικαῖς εἰσιν ἀρχαῖς.

[*](p. 101a13)

Ἀλλ’ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων.

Ὀτι λήμματα αἱ προτάσεις παρὰ Ἀριστοτέλει, σημειωτέον. τῷ δὲ τῷ γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν δύναται καὶ ἀπλῶς κεχρῆσθαι, καθόλου περὶ τὰ τοιαῦτα γινομένων τῶν ψευδογραφημάτων, δύναται καὶ ὡς παράδεῖγμα αὐτὸ εἰρηκέναι ευδογραmι ήαι ἄτος. ἔστι γάρ τι κατὰ γεωμετρίαν ψευδογράφημα παρὰ τὸ μήτε τὰ ἡμικύκλια περιγράφειν ὡς δεῖ μήτε τὰς γραμμὰς ἄγειν ὡς ἄν ἀχθείησαν, τὸ μὲν δεικνύον τὰς δύο πλευρὰς τοῦ τριγώτριγώνου τῇ λοιπῇ ἴσας, τὸ δὲ ι καὶ ἐλάττους τὰς δύο τῆς λοιπῆς· κεῖται δὲ [*](15) δεδειγμένον ἐν γεωμετρίᾳ ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντη μεταλαμβανόμεναι. ἴσας μὲν οὖν τὰς δύο τῇ λοιπῇ ὁ [*](1 τε aABP: τι D τμ͂περιγράφειν τι aP : τῶ—περιγράφοντι ABD ante περιγράφει add. οὐ Α περιγράφειν Β μὴ διὰ τὸ Α 2 μὴ δὲ Α 3 post ἐδήλωσεν add. δὲ Α αλλ᾿—ποιεῖται (4) lemma Α 4 τὸν ora. Β ποιεῖται τὸν συλλογισμόν D 5 τοῦτο om. B 5. 6 παραλογισμῶν ἐστι τοῦτο D 6 immo σοφιστὴς 7 αὑτὰς aB: αὐτὰ ADP καταγινομένων aAP : καταγινόμενοι BD 8 αὐτοὺς γίνεσθαι] εἶναι αὐτοὺς Α 9 γίγνεσθαι Α 10 τῶι supra ras. P: τὰ Β post γὰρ add. ἡ Arist. (om. o) τὰ om. Β γράφειν aP 12 ὁ ψευδογραφῶν om. Arist. (sed post ποιεῖται habet C) παραλογισμοῖς (sic) Β 14 ἑπόμενον scripsi: ἑπόμενος D: ἑπόμενα aABP 15 τῶν λεγομένων aP 16 μὴ om. Α 17 περιγράφεσθαι D: γράφεσθαι aBP: φέρεσθαι A 18 καὶ γραμμὰς ἄγων] ἢ γραμμάς τινας ἄγειν Β 19 εἰσιν a 21 ὅτι—σημειωτέον repetit mrg. D κατὰ ἀριστο (supcrscr. τλ) Α τῷ δὲ Brandis Scliol. p. 254a13: τὸ δὲ libri 23 κεχρῆσθαι καὶ ἀπλῶς B 24. 25 ὡς παράδειγμα aP : ὥσπερ διἴμα ABD 25 τι om. a 25. 26 ψευδογραφήματα Β 28 δὲ allerum om. P)

24
ψευδογραφῶν διὰ τῆς τῶν ἡμικυκλίων μὴ δεούσης περιγραφῆς καὶ τῆς τῶν τῶν γραμμῶν ἐπιζεύξεως μὴ προσηκούσης οὕτω δείκνυσι. λαβὼν εὐθεῖαν τὴν Α Β δίχα τέμνει κατὰ τὸ Γ καὶ περὶ ἑκατέραν τῶν Α Γ, Γ Β ἡμικύκλια περιγράφει ἁπτόμενα ἀλλήλων κατὰ τὸ Θ σημεῖον, τεμνόντων ἄλληλα κατὰ τοῦτο τῶν Α Θ Γ, Γ Θ Β. καὶ τὰ κέντρα λαβὼν τῶν ἡμικυκλίων, τοῦ μὲν Α Θ Γ τὸ Δ τοῦ δὲ Γ Θ Β τὸ E, ἀπὸ τοῦ Θ, καθ’ ὃ ἅπτεται ἀλλήλων τὰ ἡμικύκλια, εὐθείας ἐπὶ τὰ κέντρα τὰ Δ, E ἐπιζεύγνυσι. γίνεται δὴ τρίγωνον τὸ Δ Θ E. καὶ ἐπεὶ ἐκ τοῦ κέντρου εἰσὶν Δ Θ, Δ Γ ἐν τῷ Α Θ Γ ἡμικυκλίῳ, ἴσαι εἰσὶν ἀλλήλαις· διὰ τὰ αὐτὰ δὲ καὶ αἱ Ε Θ, E Γ· καὶ γὰρ αὗται ἐκ τοῦ κέντρου εἰσὶν ἐν τῷ Γ Θ Β ἡμικυκλίῳ. αἱ ἄρα δύο πλευραὶ τοῦ τριγώνου αἱ Δ Θ, Θ E τῇ βάσει τοῦ τριγώνου, τῇ Δ E εἰσὶν ἴσαι. καὶ διὰ μὲν τούτου δείκυσι τὰς δύο τοῦ τριγώνου πλευρὰς ἴσας τῇ λοιπῇ, οὔτε τὰ ἡμικύκλια περιγράψας ὡς δεῖ (οὐ γὰρ οἷόν τε αὐτὰ ἅπτεσθαι κατὰ τὸ Θ σημεῖον ἀλλήλων, ἀλλὰ μόνον κατὰ τὸ Γ, ἀφ’ οὗ ἤρξαντο περιγράφεσθαι), οὔτε τὰς γραμμὰς ἄγων ὡς ἄν ἀχθείησαν. οὐ γὰρ οἷόν τε ἀπὸ τῆς ἁφῆς τῶν ἡμικυκλίων. ἀχθῆναί τινας γραμμὰς ἐπὶ τὰ κέντρα τῶν ἡμικυκλίων ποιούσας τρίγωνον· αἱ γὰρ ἀγόμεναι ἀπὸ τῆς ἁφῆς οὐκ ἄλλαι τινές εἰσιν ἢ ἐφ’ ὧν τὰ κέντρα· ἡ γὰρ ἁφὴ αὐτῶν κατὰ τὸ Γ. πάλιν δὲ οἱ μείζω τὴν μίαν τῶν δύο ψευδογραφοῦντες οὕτω δεικνύουσι διὰ τῆς τῶν ἡμικυκλίων περιγραφῆς καὶ τῆς τῶν γραμμῶν ἐπιζεύξεως. λαβόντες εὐθεῖαν τὴν Α Β ἐπ’ αὐτῆς σύνεγγυς ἀλλήλων λαμβάνουσι σημεῖα τὰ Γ, Δ, καὶ περὶ ἑκατέραν τῶν Α Γ, Δ Β εὐθειῶν ἡμικύκλια περιγράφουσι τέμνοντα ἄλληλα ἢ ἁπτόμενα ἀλλήλων κατὰ τὸ E σημεῖον, καὶ ἀπὸ τοῦ E σημείου, καθ’ ὃ ἅπτεται ἀλλήλων τὰ ἡμικύκλια, ἐπὶ τὰ κέντρα τῶν ἡμικυκλίων τὰ Z, Η εὐθείας ἐπιζευγνύουσι. γίνεται δὴ τρίγωνον τὸ E Z H. καὶ ἐπεὶ ἐκ τοῦ κέντρου αἱ E Z, Ζ Γ, ἴσαι ἀλλήλαις εἰσίν· ἴσαι [*](1 post διὰ add. τε aP 3 post ἁ prius add. τῇ P δίχα τέμνει] διατέμνει Β τῶν] τὴν D figuras rubro appinxit hasce A ᾱ (??) AB: ᾱ (??) D: ᾱ (??) aP 4 (??) corr. e (??) B1 τέμνον P ἀλλήλων D pr., corr. D1 5 τῶν prius] τό P α ε, θ superscr. aliena aianu, Β 6 post τοῦ θ intulit e vs. 4 σημείου τεμνόντων ἄλληλα Α 7. 8 γίγνεται aP 8 δὴ DP: δὲ aAB (??) (??) AD: γ B: α P: (??) (??) a 9 αἱ om. B 10 (??) om. A ἐν τῶ (??) (γ om. in fine versus P) (??) ἡμικυκλίῳ aBDP: ἐν τῆ βάσει τοῦ τριγώνου Α 12 ἴσαι εἰσίν Β 13 τά ἠμικύκλια—οὗ ἤ- (15) initio paginae perierunt in P ὡς δεῖ evan. Α οἷοί Β 15 περιγράφεσθαι ἤρξαντο Α ἄγων om. P 16 τῶν—σώματι (p. 27,28) om., defcctus signo posito, P, λείπει πρόσωπον mrg. Ρ3 18 ᾧ a 20 τῶν alterum om. Β 22 (??) prius ex (??), ut videtur, corr. B post (??) prius eras. 3 lit. A post (??) eras, (??) D (??) collocant aB 24 ἅπτονται a ἐπεὶ a 25 δὴ aB: δὲ AD 26 τὸ] τὰ a (??) alteram om. a εἰσίν om. a)
25
δὲ καὶ αἱ Η E, Η Δ· καὶ γὰρ αὗται ἐκ τοῦ κέντρου εἰσὶ τοῦ Η ἐν τῷ Β E Δ ἡμικυκλίῳ· αἱ δύο δὴ πλευραὶ τοῦ τριγώνου αἱ El Z, E H ἴσαι εἰσὶ ταῖς Z Γ. Δ Η, αἵ εἰσιν ἐλάττους τῆς Z Η βάσεως τοῦ τριγώνου. ὥστε αἰ δύο τοῦ τριγώνου πλευραὶ αἱ Z E, E Η γίνονται τῆς λοιπῆς τῆς Z Η ἐλάττους. πάλιν οὖν τὸ ψευδογράφημα παρά τε τὴν περιγραφὴν τῶν ἡμικυκλίων (οὐ γὰρ οἷόν τε τὰ οὕτως περιγραφόμενα ἡμικύκλια ἢ τέμνειν ἄλληλα ἢ ὅλως ἅπτεσθαι ἀλλήλων) καὶ παρὰ τὴν τῶν γραμμῶν ἐπίζευξιν· οὐ γὰρ δεόντως ἤχθησαν αἱ E Ζ, E Η εὐθεῖαι ὡς ἀπὸ τῆς τῶν ἡμικυκλίων τομῆς· αὗται δὲ ἦσαν αἱ τὸ τρίγωνον ποιοῦσαι. εἴη δ’ ἄν, ὡς τῷ διαλεκτικῷ παράκειται ὁ σοφιστικὸς ὁ ἐκ φαινομένων ἐνδόξων, οὕτω καὶ οὗτος ὁ παραλογισμὸς τῶ ἀποδεικτικῶ τῷ ἐκ τῶν οἰκείων. τῶ προκειμένων (??) ἀρχῶν παρακείμενος τοὺς λόγους ἄγων ἐπὶ ψεῦδος διά τινων ψευδῶν.

[*](p. 101a18)

Εἴδη μὲν οὖν τῶν συλλογισμῶν ὡς τύπῳ περιλαβεῖν ἔστω τὰ εἰρημένα.

Ὡς ὑπογραφῇ τινι καὶ οὐκ ἀκριβῶς. οὕτως δὲ ἴσως εἶπεν ἤτοι ὡς μὴ ἀκριβῆ τὸν ὁρισμὸν ἀποδεδωκὼς ἑκάστου, ἢ ὡς μὴ ἐξειργασμένος αὐτὰδιὰ τὸ μὴ περὶ τούτων αὐτῷ τὴν πρόθεσιν εἶναι, ἢ ἐπεὶ προστίθησι τοῖς τρισὶ τοῖς πρώτοις εἰρημένοις ἐν ἄλλοις καὶ τὸν πειραστικὸν ὡς ἄλλον ὄντα παρὰ τοὺς νῦν εἰρημένους. ἢ ὁ αὐτός ἐστιν ὁ πειραστικὸς τῷ προειρημένῳ τῷ “ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων’’ γινομένῳ παραλογισμῷ· καὶ γὰρ τοῦ πειραστικοῦ τὸν λόγον ἀποδιδοὺς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις οὕτως ἀπέδωκε “πειραστικοὶ δὲ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην’’, ὃ ἴσον ἂν εἴη τῷ τε “οἱ ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων γινόμενοι παραλογισμοί” καὶ τῷ “ἀλλ᾿ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων”· τῷ γὰρ προσποιουμένῳ τὴν ἐπιστήμην ἔχειν δεῖ καὶ τὰς ἀρχὰς καὶ τὰ οἰκεῖα ἐκείνῃ τῇ ἐπιστήμῃ εἰδέναι καὶ κατ’ ἐκεῖνα ἀποκρίνασθαι. καὶ εἴη ἂν πειραστικὸς μὲν ἀπὸ τῆς τοῦ ἐρωτῶντος προθέσεως λεγόμενος, ψευδογράφημα δὲ καὶ παραλογισμὸν ἀπὸ τοῦ γενομένου. | ἀλλὰ καὶ τὸ ἐνθύμημα, εἰ καὶ μὴ ἀπλῶς συλλογισμός, ἀλλὰ ῥητορικός γε. οὐδὲ αὐτοῦ οὖν μνημονεύσας εἰκότως ἄν λέγοι τὸ ὡς τύπῳ εἰπεῖν. ἢ ὡς [*](1 post ἡ δ add. ἀλλήλαις a 2 δὴ aB: δὲ A: 0111. D ζ ε collocat a 3 post ὥστε add. καὶ a 4 ε ζ collocat Α τῆς alterum om. a 5 περί B 7 τῶν om. Α γραφῶν Β 8 εὐθεῖαι oblit. Α 9 ὡς] ἐν Α 12 παρακείμενος—ἄγων scripsi: ποιούμενος—ἄγειν libri post ἐπὶ add. τὸ D ψευδῶν oblit. Α 15 εἶπεν ἤτοι oblit. A 16 post ἡ add. μᾶλλον a ἐξεργασμένος Α 18 ἐν ἄλλοις] i. e. Soph. el. 22 ἀποδέδωκε aA πειραστικοὶ κτλ.] Soph. el. c. 2 p. 165b4 23 ἀναγκαίων Arist.: ἀναγκαῖον libri 24 τε] τοῦ Α οἱ Arist.: καὶ aB: om. AD ἐπιστήμων Α γενόμενοι a 25 λημμάτων oblit. Α 26 ἔχειν τὴν ἐπιστήμην D καὶ prius om. a 27 τῆ ἐπιστήμη ἐκείνη Α ἐκεῖνον Β ἀποκρίν///σθαι 1) 28 τοῦ ἐρωτῶντος τῆς Α 29 δὲ corr. D1 31 ἄν] οὖν Α λέγοι τό D: λέγοιτο aB: λέγει τὸ A ςἰπεῖν] of. p. 58,3)

26
τύπῳ εἶπε διὰ τὸ καὶ κατὰ τὰς τῶν σχημάτων διαφορὰς εἴδη γίνεσθαι συλλογισμῶν.

[*](p. 101a19)

Καθόλου δὲ εἰπεῖν περὶ πάντων τῶν εἰρημένων καὶ τῶν μετὰ ταῦτα ῥηθησομένων.

Εἰπὼν περὶ τῶν συλλογισμῶν, ὅτι εἴδη αὐτῶν “ὡς τύπῳ περιλαβεῖν ἔστω τὰ εἰρημένα”, ἐπιφέρει ὅτι καὶ καθόλου δὲ χρὴ περὶ πάντων τῶν τε εἰρημένων καὶ τῶν ῥηθησομένων διωρίσθαι καὶ μεμνῆσθαι, ὅτι περὶ μηδενὸς τὸν ἀκριβῆ λόγον καὶ τὸν ἐπιστημονικόν τε καὶ ἀποδεικτικὸν ἀποδοῦναι προαιρούμεθα, ἀλλὰ κοινότερον καὶ ἐν ὑποτυπώσει τινὶ διὰ τὸ κατὰ τὴν προκειμένην μέθοδον οὖσαν διαλεκτικὴν αὔταρκες εἶναι παντελῶς τὸ ὁπωσοῦν γνωρίζειν ἔκαστον τῶν λεγομένων. τὰ γὰρ ἔνδοξα καὶ δι’ ἐνδόξων δεικνύμενα κεχώρισται τῆς ἐπιστημονικῆς άκριβολογίας· τοιαῦτα δὲ τὰ προκείμενα. περὶ μὲν γὰρ συλλογισμῶν, πῶς τε γίνονται καὶ κατὰ πόσα σχήματα καὶ πόσοι καθ’ ἕκαστον, καὶ τίνες μὲν ἀποδεικτικοὶ τίνες δ’ οὔ, καὶ τίνες μὲν τέλειοι συλλογισμοὶ τίνες δὲ ἀτελεῖς, καὶ τίνες μὲν συλλογιστικαὶ τίνες δὲ ἀσυλλόγιστοι συμπλοκαί, ὧν ἐμνημόνευσέ πως ὁριζόμενος τὸν ἐριστικὸν συλλογισμόν, καὶ ὅλως τῶν εἰς τὴν συλλογιστικὴν πραγματείαν χρησίμων ἐν τοῖς Προτέροις ἀναλυτικοῖς εἴρηκεν ἀκριβῶς, περὶ δέ γε ἀποδείξεως καὶ ὅρων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. λέγει δὲ περὶ ὁρισμῶν καὶ ἐν τοῖς Μετὰ τὰ φυσικά, ἀλλὰ καὶ περὶ γενῶν <,ὦν> ἁπάντων καὶ ἐν τούτοις μὲν μνημονεύει, ἀλλὰ εἰ γὰρ τὰ ἐν ἐκείνοις εἰρημένα ἐνταῦθά τις μεταφέροι, ἐκβαίνοι ἄν τῶν ὅρων τῆς διαλεκτικῆς οὔσης, ὡς εἶπεν, ἐξ ἐνδόξων συλλογιστικῆς.

[*](p. 101a25)

Ἑπόμενον δ’ ἄν εἴη τοῖς εἰρημένοις πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία.

Εἰπὼν τίς ὁ διαλεκτικὸς συλλογισμὸς καὶ τίνι τῶν ἄλλων συλλογισμῶν διαφέρει, ὅτι τῷ δι’ ἐνδόξων συλλογίζεσθαι, ἀκολούθως ἐφεξῆς πρὸς πόσα τε καὶ τίν χρήσιμος ἡ διαλεκτική, δείκνυσι. πρὸ γὰρ τοῦ τὴν μέθοδον αὐτὴν παραδιδόναι ἀναγκαία ἡ τούτων διδασκαλία· οἱ γὰρ τὸ χρήσιμον τῶν λεγομένων εἰδότες προθυμότεροι περὶ ταῦτα γίνονται. ἅμα δὲ καὶ ἐπεὶ κεῖται δι’ ἐνδόξων εἶναι συλλογιστική, δοκεῖ δὲ ἡ φιλοσοφία περὶ τὰ [*](1 διὰ oblit. A καὶ om. a τὰς om. Α 2 τῶν συλλογισμῶν Β: τὸν συλλογισμὸν Α 3 εἶπεν Β 4 μετέπειτα D post εἰπὼν add. δὲ Β αὐτὸν Α 7 τε om. B Arist. 8 ἴε D 9 τυπώσει D 11 εἶναι om. a χωρίζειν B τῶν λεγομένων ἕκαστον A 14 πόσοι] πῶς οἱ Α 15 συλλογισμοὶ om. Β 16 συλλογιστικοί aA 17 ἐμνημόνευσέ πως] p. 100b25 στερητικὸν a 11) εἰρήκαμεν a 20 ἐν τοῖς Μετὰ τὰ φυσ.] velut VII 4—12; de genere agilur VII 21 ὧν addidi 22 μεταφέροι aD: μεταφέρει ΑΒ 22. 23 τὸν ὅρον a 23 εἶπεν] c. 1 p. 100a18—20 24 πρὸς] περὶ D 25 ᾖ a 27 τῷ] τὸ B πρὸς a: ABD 28 τε om. aB πρὸς a 29 ταύτην παραδοῦναι a 30 ταῦτα a)

27
ἀληθῆ καὶ τὴν δι᾿ ἀληθῶν δεῖξιν πραγμαεύεσθαι, ἃ κεχώρισται τῆς περὶ τὰ ἔνδοξα πραγματείας, δείκνυσιν ὅτι καὶ πρὸς φιλοσοφίαν καὶ τὴν εὕρεσιν τῶν ἀληθῶν χρήσιμος ἡ διαλεκτικὴ καὶ οὐκ ἔξω φιλοσοφίας ἡ προκειμένη πραγματεια.

[*](p. 101320)

Ἔστι δὲ πρὸς τρία, πρὸς γυμνασίαν, ἐντεύξεις, πρὸς τὰς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας.

Πρὸς τρία φησὶν εἶναι χρήσιμον τὴν διαλεκτικὴν πραγματείαν, πρός τε γυμνασίαν. λέγει δὲ γυμνασίαν ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγομένων γυμναζόμενοι πειρῶνται τούτοις παρίστασθαι, δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιούμενοι· ἢ γυμνασίαν λέγοι ἄν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥσπερ νῦν (οὐ γὰρ ἦν πω τότε τοιαῦτα βιβλία), ἀλλὰ θέσεως τινος τεθείσης εἰς ταύτην γυμνάζοντες αὑτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν, κατασκευάζοντές τε καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι δὲ βιβλία τοιαῦτα Ἀριστοτέλους τε καὶ Θεοφράστου γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γάρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες (αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις) ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες ῥᾷον ἐπιχειροῦσιν, οὑτωσὶ καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες ῥᾷον ἐπιχειρημάτων εὐποροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ τοιαύτη κατὰ τοὺς λόγους γυμνασία πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ ἀληθῶν, ὡς καὶ αὐτὸς ἐρεῖ δι’ ὧν τὸ πρὸς φιλοσοφίαν αὐτῆς ἐκθήσεται χρήσιμον· προπαρασκευάζει γὰρ τὴν ψυχήν. ὡς γὰρ τὰ τοῦ σώματος γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ | σώματι, οὕτω καὶ τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῇ ψυχῇ περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις καθ’ ἣν εὑρετική τε τοῦ ἀληθοῦς. καὶ κριτικὴ γίνεται.

[*](1 δι’ in ras. D 2 καὶ prius om. aB 5 δὴ Arist. 7 πρὸς τρία—τὰς ἐντεύξεις (p. 28,2) Suidas sub v. γυμνασία τρία e τίνα ut videtur corr. Β τὴν διαλεκτικὴν πραγματείαν χρήσιμον Α 8 τε] respondet δεύτερον p. 28,1 λέγω D 11 εἰς τὰ ἑκατέρ μέρ(??) A 13 τοῖς πλείστοις Α ἐποίουν A 14 τότε οm. Β τοιαῦτα om. D 15 ταῦτα a αὐτῶν libri et Suid. 15. 16 ἐπεγείρων a 16 τε om. a Suid. 17 δὲ om. ΑΒ 20 αὕ- in ras. D 21 ῥητορικῶν Β γυμνάσμασιν B Suid.: ἐγγυμνάσμασιν aA: γυμνασίοις D 25 γυμνασίαν B: πραγματεία A 27 προκατασκευάζει A: προσπαρασκευάζει a 28 ποιεῖ a 28. 29 καὶ τὰ corr. e κατὰ Ρ3 ut vidotur 29 γιγνόμενα Β 30 τῆς ψυχῆς Β Suid. 31 post ἣν add. εὐεξίαν ABD; om. aP Suid.)
28

Δεύτερον τρόπον τῆς ὠφελείας αὐτῆς προσεκτίθεται τὸν πρὸ τὰς ἐντεύξεις, ἐντεύξεις λέγων τὰς πρὸς τοὺς πολλοὺς συνουσίας, οἷς δεῖ μὲν ἐντυγχάνειν κοινωνικούς τε ὄντας καὶ φιλανθρώπους, καὶ ἐντυγχάνειν ὠφελίμως. διὰ μὲν οὖν ἀληθῶν τε καὶ ἀποδεικτικῶν οὐχ οἷόν τε κοινολογεῖσθαι πρὸς αὐτούς· οὐδὲ γὰρ τὴν ἀρχὴν συνιέναι τῶν τοιούτων δύνανται· ἀλλ’ οὐδὲ μανθάνειν ὑπομένουσι. διὸ οὐδὲ ὠφελεῖσθαι δύναιντ’ ἂν διά τινος τῶν τοιούτων, ὧν γε τὴν ἀρχὴν μηδὲ συνιέναι δύνανται. εἰ δὲ διὰ τῶν ἐνδόξων τε καὶ δοκούντων καὶ αὐτοῖς ἐκείνοις τὰς πρὸς αὐτοὺς συνουσίας ποιούμεθα, παρακολουθοῖέν τε ἄν τοῖς λεγομένοις καὶ ῥᾳδίως μεταβιβάζοιντο διὰ τῶν τοιούτων λόγων, εἴ τι μὴ εἶεν ὀρθῶς τιθέμενοι. τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ καὶ δουλεύοντι ταύτῃ ἂν μέν τις διὰ τοῦ λέγειν τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι, τὴν δὲ τοιαύτην φύσιν μὴ δύνασθαι ἀγαθὸν εἶναι τῷ τὴν γένεσιν ἀτελῆ εἶναι μηδὲν δὲ ἀγαθὸν ἀτελές, ἄν δὴ διὰ τούτου τις δεικνύναι θέλῃ τῷ τοιούτῳ ὅτι μή ἐστιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲν ἄν πλέον ποιοῖ τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι τί ποτέ ἐστι τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ ἐνδόξων ὁρμώμενος ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτῷ τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν, ὥσπερ καὶ τὸ λευκὸν λευκοὺς καὶ τὸ θερμὸν θερμούς; καὶ τούτου τεθέντος προσανέρηται εἰ ἡ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺς ποιεῖν, λήψεται μὲν ὅτι μὴ ποιεῖ (ἐναργὲς γὰρ καὶ τοῦτο), συνάξει δὲ ὅτι μὴ ἀγαθὸν ἡ ἡδονὴ ἐκ τῶν ἐκείνου δοξῶν τε καὶ ἀποκρίσεων. διὸ καὶ μεταπείσειεν ἄν αὐτόν· εἴκει γάρ πως πᾶς τῷ ὑπ’ αὐτοῦ τεθέντι.

Τρίτον τῆς ὠφελείας αὐτῆς ἐκτίθεται τρόπον τὸν πρὸς φιλοσοφίαν καὶ τὴν κατ’ ἐπιστήμην γνῶσιν, τοῦτ’ ἔστι πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσίν τε καὶ γνῶσιν. κατὰ φιλοσοφίαν δὲ ἐπιστήμας εἶπε τὴν φυσικήν, τὴν ἠθικήν, τὴν λογικήν, τὴν μετὰ τὰ φυσικά. οἱ γὰρ δυνάμενοι τὰ πιθανὰ πρὸς τὰ ἀντικείμενα συντελοῦντα διορᾶν καὶ εἰς ἀμφότερα ἐπιχειρεῖν ῥᾷον ἄν εὑρίσκοιεν ἐν ποτέρῳ αὐτῶν μέρει τῆς ἀντιφάσεως τὸ ἀληθές ἐστιν, ὥσπερ ἀντιδίκων ἀμφοτέρων τῶν μερῶν ἀκηκοότες. ὡς γὰρ ὁ δικαστὴς διὰ τοῦ ἀμφοτέρων ἀκοῦσαι τὸ δίκαιον γνωρίζει, οὕτως καὶ ἐν ταῖς [*](1 τῆς om. D ὠφελείας post προσεκτίθεται transposuit D αὐτῆς om. D Suid. προσεκτίθεται D: προεκτίθεται aAB: ἐκτίθεται Suid. 2 ἐντεύξεις λέγων— τεθέντι (22) Suidas sub v. ἔντευξις ἐντεύξεις alterum om. D, superscr. P 4 τε D: om. aABP Suid. καὶ om. Α 6 δύναιτ’ P διά ADP Suid.: ὑπό aB 7 μηδὲ] δὲ superscr. P: οὑδὲ Β 8 τε D Suid.: τῶν Α: om. aBP 8. 9 τὰς συνουσίας τὰς πρὸς D 8 αὐτοὺς ADP Suid.: τοὺς πολλοὺς aB 9 παρακολουθεῖέν aB 11 ταύτην BD 12 post ἡδονὴν add. ἀγαθὸν Β 14 δὴ ABD Suid.: οὖν aP τούτου] τοῦ Α τῷ τοιούτῳ] τοιοῦτον Β 15 ἡ om. Α ποιεῖ Β: ποιῇ D 17 δοκῇ aB 18. 19 προσανέρηται D: προσανέρηται a: προσανήρηται P ἡ in ras.): προσαναιρεῖται ΑΒ εἰ om. BP ἡ om. AD 20 δὲ superscr. P2, ut videtur ὅτι] τὸ Α 21 μεταποιήσειεν Α 22 αὐτῶ A 23 τῆς om. D φιλοσοφίαν ABDP: τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας a, superscr. P2 24 τοῦ ἀληθοῦς AD: ἀληθοῦς Β: τἀληθοῦς aP 26 γὰρ] μὲν Β 28 ἐν superscr. Β ἀποφάσεως P τὸ superscr. Β 29 ἄν δικῶν P 30 τοῦ BDP; τὸ aA τοῖς aP)

29
κατὰ φιλοσοφίαν ζητήσεσιν ἐπὶ πολλῶν οὐχ οἷόν τε τὸ ἀληθὲς εὑρεῖν ῥᾳδίως μὴ πρότερον εἰς ἑκάτερον ἐrιχ͂ειρήσαντα. συνάδει τούτῳ καὶ τὸ ὑπὸ Πλάτωνος εἰρημένον ἐν τῷ Παρμενίδῃ τὸ ‘ιἔθισον σαυτὸν καὶ γύμναγύμνασον μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἕως ἔτι νέος εἶ· εἰ δὲ μή, διαφεύξεταί σε ἡ ἀλήθεια’’. ἔτι ὁ εἰδὼς τὴν τοῦ πιθανοῦ φύσιν οὐκ ἂν ὑπ’ αὐτοῦ παραχθείη ποτὲ ὡς ἀληθοῦς ὄντος, ἀλλὰ προκρίνοι ἄν τὰ φαινόμενα ἀληθῆ τῶν μὴ ἀληθῶν τῇ παραβολῇ αὐτῶν τῇ πρὸς ἄλληλα· δι’ ὧν γὰρ τὸ ἀληθές τινες ἀφανίζειν πειρῶνται, τούτοις τις ἐγγεγυμνασμένος οὐκ ἂν ὑπ’ αὐτῶν παράγοιτο. πρὸς δὲ τούτοις ὁ τῶν ὁμοίως φαινομένων τῷ ἀληθεῖ εὑρετικός (τοιαῦτα δὲ τὰ πιθανά) καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἑτοιαι όταρόἔτι. δὲ εἰ δεῖ τὸν περί τινος ὑγιῶς τε καὶ ὀρθῶς λέγοντα τοιούτους τοὺς περὶ αὐτοῦ ποιεῖσθαι λόγους ὡς δύνασθαι δι’ αὐτῶν λύεσθαι καὶ τὰ ἀπορούμενα περὶ αὐτοῦ, δῆλον ὡς χρήσιμον τὸ γεγυμνάσθαι ἐν τοῖς πρὸς αὐτὸ ἀπορεῖσθαι δυναμένοις· οὕτω γὰρ συνορᾶν δύναιτ’ ἂν καὶ τὰς λύσεις τῶν ἀπορουμένων.

[*](p. 101a36)

Ἔxi δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην.

Προειπὼν πρὸς τρία χρήσιμον εἶναι τὴν διαλεκτικὴν καὶ ἐκθέμενος τίνα ταῦτα, προστίθησι τοῖς τρισὶ καὶ τέταρτον, ἤτοι ὑποδιαίρεσίν τινα τοῦ τρίτου ποιούμενος (ἦν δὲ τοῦτο τὸ ‘ιπρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας ”. εἰ γὰρ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην, εἴη ἂν καὶ πρὸς τὰ κατὰ φιλοσοφίαν πρῶτα) ἢ προστιθεὶς ὡς ἄλλο τοῦτο παρὰ τὰ προειρημένα. ἔστι δὲ ὃ προστίθησι· χρήσιμόν φησιν εἶναι τὴν διαλεκτικὴν καὶ πρὸς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἀρχάς· περὶ γὰρ τῶν οἰκείων ἀρ- χῶν οὐδεμία τῶν ἐπιστημῶν οἵα τε λέγειν διὰ τὸ δεῖν μέν, εἰ ἐπιστημονικῶς λέγοι περὶ αὐτῶν καὶ δεικνύοι ταῦτα, ἐκ πρώτων αὐτὰ δεικνύναι (τοιαῦται γὰρ αἱ ἐπιστημονικαί τε καὶ ἀποὸ̀ικτικ̀αὶ δείξεις), μηδὲν δὲ ἔχειν τῶν ἀρχῶν πρῶτον. τὰς οὖν δεομένας τῶν ἀρχῶν τῶν κατὰ τὰς ἐπιστή [*](1 τὸ ἀληθὲς om.aP 2 πρότεοͅονΑΒD: πρῶτον aP τούτωιP: τούτων a 3 ἐν τῷ Παρμενίδῃ] c. VII 135 D post Παρμενίδῃ add. καὶ Α ἔθισον libri: ἕλκυσον Plato 5 σε διαφεύξεταί(??) B: σὲ διαφεύξεται Plato 6 ὐπ’ αὐτοῦ om. Β παραχθείη BD: ταραχθείη aAP 7 προκρίτη Α 8 τινες superscr. D1 8. 9 ἐμφανίζειν D 9 αὐτοῦ Α 10 ὁ superscr. P 11 καὶ in ras. P2 τὴν superscr. P τἀληθοῦς P, τ add. P3 ἑτοιμότερος] ἐπιτήδειος Β 12 Tsadd. P3 13 διαλύεσθαι A 15 συνορᾶν δύναιτ’ ἄν] ἄν ἀναιρεῖν δύναιτο P, ἂν add. P3 17 δὲ om. aP 18 εἰπὼν P3 καὶ om. Α ἐκθέμενον Β1: corr. Β2 19 τίνα nescio unde corr., ut videtur, Β2 ταῦτα, quod post τρία (18) habent libri, hue transposui 20 τὸ BD: om. aAP 21 πρὸς Arist.: περὶ libri τὰ πρῶτα–πρῶτα (22) (inc. f.r) — καθ᾿ ἑκά- (24) evanuerunt in P 22. 23 τῶν προειρημένων Α: τὰ εἰρημένα B 25 post εἰ add. καὶ D 26 δεικνύοι aP: δεικνύει AD: -κνὐειν Β, in quo ἔρι αὐτῶν καὶ δεῖ perierunt αὑτὰ ABD: αὐτῶν aP 27 δὲ om. B 28 πρώτων Β δεομένας] ἑο in ras. P2)

30
μας συστάσεως τινος τῷ μὴ δύνασθαι δεί|κνυσθαι δι’ ἀληθῶν τε καὶ πρώτων δι’ ἐνδόξων τινῶν <δεῖ> δείκνυσθαί τε καὶ πιστοῦσθαι· τὸ δὲ διὰ συλλογίζεσθαι διαλεκτικῆς ἴδιον. ἴδιον δὲ αὐτῆς καὶ ἡ δι’ επαγωγῆς τοῦ προκειμένου σύστασις, ὡς προϊὼν ἐρεῖ· μάλιστα δὲ τὸ πιστὸν ταῖς ἀρχαῖς δι’ ἐπαγωγῆς περιγίνεται. ὡς διαλεκτικὸς οὖν περὶ τῶν ἀρχῶν τῶν ἰδίων ὁ ἐπιστήμων ἐρεῖ, ἢ ὁ διαλεκτικὸς ὑπὲρ αὐτοῦ. εἰ δὲ πρὸς τὰ πρῶτα καὶ τὰς καθ’ ἑκάστην ἐπιστήμην ἀρχάς ἐστι χρήσιμος, εἴη ἄν, ὡς εἶπε, καὶ πρὸς φιλοσοφίαν τε καὶ τὰς ταύτης ἀρχάς, παρεχομένη καὶ ταύτῃ τὸ χρήσιμον. καὶ οὕτως ἂν δύναιτο καὶ τὸ τέταρτον τοῦτο ὑπάγεσθαι τῷ πρὸς φιλοσοφίαν χρησίμῳ, προσκεῖσθαι δὲ αὐτῷ τὸ ὅτι ὁμοίως φιλοσοφίᾳ κατὰ τοῦτο καὶ πρὸς ἄλλας ἐπιστήμας ἐστὶ χρήσιμος ἡ διαλεκτική. καὶ αὐτὸς δὲ πολλάκις δεικνύς τινα τῶν κατὰ φιλοσοφίαν προστίθησι τὸ “λογικῶς” λέγων διαλεκτικῶς, ὡς δεομένων τινῶν τῶν κατὰ φιλοσοφίαν καὶ τοιούτων δείξεων. οἵα ἐστὶ καὶ ἡ τοιαύτη· ‘πᾶν σῶμα ἐπιπέδῳ ὥρισται’, ὅ ἐστιν ἔνδοξον διὰ τὸ κεῖσθαι σώματος πέρας εἶναι τὴν ἐπιφάνειαν, ᾧ ἐχρήσατο ἐν Φυσικοῖς δεικνὺς ὅτι μὴ ἔστιν ἄπειρόν σῶμα· ᾧ προσθεὶς τὸ ‘οὐδὲν δὲ ὡρισμένον ἄπειρον᾿ ‘οὐδὲν ἄρα σῶμα ἄπειρον᾿ συνήγαγεν. ὅτι δὲ διαλεκτικοῦ ἐστι τὸ περὶ ἀρχῶν λέγειν, ἐντεῦθεν δῆλον ἄν γένοιτο. ὁ γεωμέτρης τίθεται μὲν ἐν ταῖς ἀρχαῖς καὶ τὸ ἐπιφάνειαν εἶναι ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, τίθεται δὲ καὶ γραμμὴν μῆκος ἀπλατές, καὶ σημεῖον οὗ μέρος οὐδέν. ἐνίστανται δὲ πρὸς ταῦτά τινες λέγοντες μήτε τι μέγεθος δύνασθαι διαστήματα δύο ἔχειν μόνα, ἔτι δὲ ἧττον ἕν. ἀλλὰ μηδὲ σημεῖόν τι ὅλως εἶναι· μηδὲν γὰρ εἶναι ὃ μήτε ἀφαιρούμενον μειοῖ τι μήτε προστιθέμενον αὔξει, ὡς ὁ Ἐλεάτης ἔλεγε Ζήνων· ἀδιαστάτου γὰρ μηδὲ φαντασίαν τινὰ δύνασθαι λαβεῖν. γεωμετρικῶς μὲν οὖν οὐχ οἷόν τέ τι τούτων ὡς ὂν δεῖξαι. ὁ δὲ δι·αλεκτικὸς οὐκ ἀπορήσει δι’ ἐνδόξων αὐτὰ συστῆσαι. λαβὼν γὰρ ἔνδοξον τὸ τὴν ἐπιφάνειαν πέρας εἶναι τοῦ σώματος καὶ τὸ τὸ πέρας εἶναι ἄλλο τοῦ οὗ ἐστι πέρας, καὶ τοῦτο τῇ ἐπαγωγῇ συστήσας συνάγει τὴν ἐπιφάνειαν ἄλλην εἷναι σώματος, τοῦτ’ [*](1 συστάσεως τινος] ὡς et ὃς corr. Ρ2 δύνασθαι (σ in ras.) δεικνύειν D 1. 2 πρώτων καὶ δι’ ἐνδόξων aA: καὶ ἐνδόξων καὶ πρώτων P 2 δεῖ a: om. ABDP δείκνυσι et πιστοῦται corr. Ρ3 3 διαλεκτικοῖς Α αὐτοῖς Β 4 ἐρεῖ] c. 12 5 γίνεται Β 6 τῶν ἰδίων om. Β 7 τὰς ἀρχὰς τὰς κ. ἑ. ἑ. aAP 8 τε om. Α 9 τὸ prius om. Α 10 τῶ—χρησίμω ante καὶ τὸ (9) collocat Α τὸ aBDP: καὶ Α 12 δὲ periisse videtur in D 14 καὶ] τῶν Α 16 ὧ BD: ὡς aP: ὃ Α ἐν Φυσικοῖς] III 5 p. 204b5. 6 17 διωρισμένον, omisso δὲ, Α 17. 18 ἄπειρον σῶμα AD 18 post δὲ superscr. xdiv P2 τὸ om. aP ante ἀρχῶν add. τῶν A 19 ἂν δῆλον D καὶ om. D 19. 20 post ἐπιφάνειαν add. μὲν aP 20 ἔχει μόνον a τίθεται δὲ καὶ om. aP post γραμμὴν add. δὲ aP 21 σημεῖον δὲ, omisso καὶ, aP 22 ἔχειν] ν postea, ut videtur, superscr. B μόνον Β: om. Α ἕν ex οὐδέν corr. Β 23 μηδὲ γὰρ A 24 ὁ om. Α ἐλάτης Β ζήνων ἔλεγεν aP 26 τε ἔτι (ἐστι corr. Ρ3 ut videtur) τοῦτο aP δεῖξαι ὡς ὄν Β 27 συστῆναι Β 28 τὸ alterum om. aP τοῦ alteram om. a 29 συνάγει corr. e δύναται Β ἄλλο a ante σώματος add. τοῦ Β, superscr. Ρ4)
31
ἔστι τοῦ τριχῇ διεστῶτος· εἰ δὲ ἄλλη, οὐχ οἷόν τε ἔχειν αὐτὴν διαστάσεις τρεῖς· ἦν γὰρ ἂν οὕτως ἡ αὐτὴ τῷ σώματι· ἐν τούτῳ γὰρ ἐκείνῳ τὸ εἶναι· ἀλλὰ μὴν ὁρᾶται μῆκος καὶ πλάτος ἔχουσα· ἀδύνατον ἄρα αὐτὴν βάθος ἔχειν· τὰς δύο ἄρα μόνας ἔχει διαστάσεις, μῆκος καὶ πλάτος. τῷ δ’ αὐτῷ λόγῳ χρώμενος δείξει καὶ τὴν γραμμὴν μῆκος ἀπλατές· πέρας γὰρ οὖσα ἐπιφανείας ἐπιφάνεια οὐκ ἔστιν· ἀλλὰ μὴν ὁρᾶται μῆκος ἔχουσα· ἀπλατὲς ἄρα μῆκος ἔσται. καὶ ἡ στιγμὴ δέ, ἐπεὶ τῆς γραμμῆς μῆκος ἐχούσης ἓν μόνον πέρας ἐστὶν ἕτερον αὐτῆς ὄν, οὐδὲ ταύτην ἄν ἔχοι τὴν διάστασιν· ὃ δὲ μὴ ἔχει μῆκος, τοῦτο ἀδιάστατον· πᾶσα γὰρ διάστασις μετὰ μήκους. ἔνεστι καὶ οὕτως περὶ τοῦ σημείου λέγειν ἐνδόξως· τὸ σημεῖον, εἰ διέστηκεν, ἤτοι ἐφ’ ἓν διέστηκεν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία· ἀλλ’ εἰ μὲν ἐπὶ τρία, σῶμα ἔσται· εἰ δ’ ἐπὶ δύο, ἐπιφάνεια· εἰ δὲ ἐφ’ ἕν, γραμμή· ἀλλ’ οὐδέν ἐστι τούτων· τὸ σημεῖον ἄρα ἀδιάστατον. ἔστι καὶ οὕτως· πᾶν πέρας μεγέθους τινὸς ἑνὶ διαστήματι ἐλαττοῦται αὐτοῦ, ὥσπερ ἡ ἐπιφάνεια μὲν σώματος (τούτου γὰρ αὕτη πέρας), ἡ γραμμὴ δὲ τῆς ἐπιφανείας· ἔστι δὲ καὶ τὸ σημεῖον πέρας τῆς γραμμῆς· ἐλαττοῦται ἄρα καὶ τοῦτο τῆς γραμμῆς διαστήματι· ἀλλὰ μὴν ἓν εἶχεν ἡ γραμμὴ διάστημα· οὗ τὸ πέρας αὐτῆς ἀπολειπόμενον ἀδιάστατον ἄν εἴη. καὶ οὕτως· ἡ ἀρχὴ οὐδέπω ἐστὶ τοῦτο οὗ ἐστιν ἀρχή· ἀλλὰ μὴν τὸ σημεῖον ἀρχὴ τοῦ πρώτου διαστήματος· τοῦτο δέ ἐστι τὸ μῆκος· ἀδιάστατον ἄρα τὸ σημεῖον. ὅτι δὲ καὶ ἔστι τι τὸ σημεῖον, οὕτως ἂν δεικνύοιτο διαλεκτικῶς· παντὸς πεπερασμένου πέρας τί ἐστι· τὸ δὲ πέρας ἄλλο ἐστὶ τοῦ οὗ ἐστι πέρας· οὐ γὰρ ταὐτὸν τὸ πέρας τε καὶ τὸ οὗ πέρας· καὶ τῆς γραμμῆς δὲ τῆς πεπερασμένης ἐστί τι πέρας καὶ ἄλλο τῆς γραμμῆς· ἀλλὰ μὴν εἰ μὴ γραμμή, σημεῖον· οὐ γὰρ δὴ ἐπίπεδον ἢ σῶμα οἷόν τε λέγειν τὸ τῆς γραμμῆς πέρας· μόνα δὲ ἐν διαστήματι ταῦτα. ὁμοίως ἂν ὁ διαλεκτικὸς καὶ περὶ μονάδος, ὅτι ἐστὶν ἀμερής, δεικνύοι· ᾧ καταμετρεῖται πᾶς ἀριθμός, ἐκεῖνο ἐλάχιστόν ἐστιν ἐν ἀριθμῷ· μονάδι δὲ πᾶς ἀριθμὸς καταμετρεῖται· ἐλάχιστον ἄρα ἐν ἀριθμῷ ἡ μονάς· καὶ ἀμερὲς ἄρα. καὶ οὕτως· ὃ ἐν ἀριθμῷ ὂν μή ἐστιν ἀριθμός, τοῦτο ἀδιαίρετόν ἐστι· | τοιοῦτον 19 δὲ ἡ μονάς.

[*](1. 2 τρεῖς διαστάσεις Β 3 τὸ e τῶ ut videtur corr. Β ἔχουσα—πλάτος (4) om. Β ἀδύνατον e δυνατὸν corr. P4 6 ἐπιφανία (sic) οὐκ mrg. P3 7 τῆς om. P 8 μῆκος] ὁ in ras. D ἓν om. aV ἔχει] ἔχη Α 10 ἔνεστι aAP, corr. B: ἐστιν Β pr.: ἐστὶ D (cf. vs. 13) λέγει A 10. 11 ἐνδόξως aP: ἔνδοξον ABD 11 ἓν superscr. P (sequens δι in ras.) 12 σώματ’ aP ὑφ’ Α 13 γραμμὴν D τοῦτο Α ἔστι om. aP 14 ὄντως aB 15 ante σώματος add. τοῦ Β 16 ante ἐπιφανείς add. τῆς aP γραμμῆς supra spatium vacuum Ρ3 ἐλαττοῦτο A 18 αὐτῆς om. D 19 τοῦτο ἐστὶν D ἐστιν] ἡ Β 20 ἀδιαστήματος (i. e. ἁ δ.), omisso πρώτου, B 21 τί superscr. B: om. a δεικνύοιτο ἄν οὕτως Β 24 post ἐστὶ add. δὲ Α post ἄλλο add. τὸ AB, superscr. P2 25 μὴ superscr. B post μὴ add. ἡ aABP 27 ὅτι] ἥ ὅ D δεικνύει A 28 ἐκεῖνος ἐλάχιστός P ἐν om. D ἀριθμοῖς Bpr. post ἀριθμῷ add. ἢ A)
32

Τὸ δὲ τοῦτο δὲ ἴδιον ἢ μάλιστα οἰκεῖον τῆς ἐστι, τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι, εἶπεν ἤτοι διὰ τὴν ῥητορικήν, ἐπειδὴ καὶ αὕτη διὰ τούτων, ἢ ὅτι καὶ ὁ φιλόσοφός ποτε διὰ τοιούτων δείκνυσί τινα, ὡς προείρηται.

[*](p. 101b3)

Ἐξεταστικὴ γὰρ οὖσα πρὸς τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχει.

Ὅτι μὲν μεθόδους καὶ τὰς ἐπιστήμας καὶ τὰς τέχνας λέγει, γνώριμον ἐποίησεν αὐτός· εἰπὼν γὰρ “ἔτι δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην” τὰς ἐπιστήμας μεταλαβὼν μεθόδους εἶπεν. ἐξεταστικὴ ἀντὶ τοῦ ‘ζητητικὴ καὶ ἐπιχειρηματική᾿.

[*](p. 101b5)

Ἕξομεν δὲ τελέως τὴν μέθοδον, ὅταν ὁμοίως ἔχωμεν.

Εἰπὼν τίς ἐστιν ὁ ἔνδοξος συλλογισμός, καὶ ὅτι ἡ διαλεκτικὴ περὶ τὸν τοιοῦτον συλλογισμόν, δείξας δὲ καὶ πρὸς πόσα καὶ τίνα χρήσιμός ἐστι, νῦν λέγει τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς, καὶ πότε καὶ πῶς ἔχοντες τελείως ἔχομεν τὴν μέθοδον. δυνάμεις δὲ εἶπε τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικήν τε καὶ διαλεκτικήν, ἤτοι ὅτι ἔνεστιν αὐταῖς καὶ εὖ καὶ κακῶς χρῆσθαι, ἢ μᾶλλον ὅτι στοχαστικαὶ οὖσαι οὐ κατὰ ὡρισμένα τινὰ προίασιν, ἀλλὰ δεῖ καὶ οἰκείας συνέσεως αὐταῖς πρὸς τὸ ἁρμόσασθαί τε τὰ προσπίπτοντα καὶ τάξαι τὰ γινόμενά τε καὶ λεγόμενα ὥστε ταχθέντα χρήσιμα γενέσθαι. ἢ μᾶλλον δυνάμεις κοινότερον τὰς τέχνας, ὡσανεὶ ἕξεις ἔλεγεν αὐτάς, καὶ εἴη ἂν ‘τῶν τοιούτων τεχνῶν’, τοῦτ’ ἔστι τῶν στοχαστικῶν. φησὶ δὴ τότε ἡμᾶς τελείως ἕξειν αὐτήν, ὅταν τῶν ἐνδεχομένων εἰς τὸ προκείμενον ἐνδόξως ἐπιχειρηθῆναι μηδὲν παραλίπωμεν· οὐδὲ γὰρ τὸ πάντως εἰς ἀντίφασιν περιαγαγεῖν τὸν διαλεγόμενον ἔργον τοῦ διαλεκτικοῦ, ὥσπερ οὐδὲ τοῦ ῥήτορος τὸ πεῖσαι, ἀλλὰ καὶ τούτου τὸ μηδὲν τῶν εἰς πίστιν τοῦ προκειμένου πιθανῶν παραλιπεῖν. οὕτως δὲ ἔχει καὶ ἐπὶ ἰατρικῆς τε καὶ κυβερνητικῆς καὶ πασῶν τῶν στοχαστικῶν τεχνῶν. τοῦ τε γὰρ [*](1 τὸ δὲ] ras. P 3 τούτων ABP: τοιούτων aP ἡ ABD: καὶ aP post ποτε add. καὶ ΑΒ τοιούτων aABP: τούτων D 4 προείρηται] p. 30, 13 5. 6 ἀργῶν μεθόδους Β 6 ἔχειν a 7 τέχωας—ἐπιστήμας collocant aP 8 ἔτι δὲ om. L) 9 ἀπολαβὼν Α ἐξεταστητικὴ Ρ3 11 δὲ om. aP ὅταν ὁμοίως ἔχωμεν om. aP 12. 13 περὶ τοιούτων συλλογισμῶν A 14 τῆς superscr. Β 15 post ἔχομεν add. τήνδε aP καὶ om. D 16 κυβερνητικήν τε] θηρευτικὴν, ad quod in mrg. aliquid notatum erat, P 18 δεῖ post αὐταῖς superscr. D post τε add. πρὸς aP 19 γιγνόμενα ΑΒ 20 γενέσθαι D: om. aABP μᾶλλον om. aP κοινότερον aP: κυριώτερον BD: κυριωτέρας Α 21 τεχνῶν om. Β 24 περιαγαγεῖν aP: προαγαγεῖν ABD διαλεγόμενον corr. e διαλεκτικὸν Β 25 ὥσπερ οὐδὲ τοῦ ῥήτορος κτλ.] cf. Rhet. I 1 p. 1355b10. 11 τοῦ ex τὸ ut videtur corr. D τούτων Β τὸ alterum D: om. aABP τῶν] τῆς A 26 δὲ om. Β 27 τῶν om. aP τε alteri respondet ὁμοίως p. 33, 6)

33
ἰατροῦ ἔργον τὸ πάντα τὰ ἐνδεχόμενα ποιῆσαι πρὸς τὸ σῶσαι, ἀλλ’ οὐ τὸ σῶσαι· εἰ γὰρ τοῦτό τις λέγοι ἔργον εἶναι τοῦ ἰατροῦ, καὶ ὁ ἀνίατρος ἰατρὸς ἔσται καὶ ὁ ἰατρὸς οὐκ ἰατρός· σώζουσι γὰρ πολλάκις καὶ οἱ ἀνίατροί τινας κάμνοντας, εὐτυχῶς τινα προσενέγκαντες αὐτοῖς, καὶ οὐ σώζουσιν οἱ ἰατροί, ὅταν μεῖζον ᾖ τὸ πάθος τῆς ἰατρικῆς βοηθείας ἡ μὴ σημειώσει ὑποπεσεῖν ῥᾴδιον· ὁμοίως καὶ ἐπὶ κυβερνητικῆς. ὁ αὐτὸς δὴ λόγος καὶ ἐπὶ ῥητορικῆς τε καὶ διαλεκτικῆς· πολλάκις γὰρ τὸ μὴ εὐπορεῖν ἐπιχειρήματος ἢ πρὸς τὸ συλλογίζεσθαι τὸ προκείμενον ἢ πρὸς τὸ πεῖσαι τοὺς ἀκούοντας παρὰ τὴν τοῦ προβλήματος γίνεται φύσιν, ἀλλ’ οὐ παρὰ τὸν διαλεκτικὸν ἢ τὸν ῥήτορα. ἐπὶ γὰρ τῶν τοιούτων τεχνῶν οὐκ ἀπὸ τῶν ἐπιγινομένων τελῶν ἡ κρίσις, ὡς γίνεται ἐπὶ οἰκοδομικῆς τε καὶ ὑφαντικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν τεχνῶν, ἐφ’ ὧν κατά τινας ὡρισμέ- νας τε καὶ τεταγμένας ὁδοὺς ἡ κατ’ αὐτὰς ἐνέργεια γίνεται πᾶσι, καὶ οὐχ οἷόν τε καὶ ἀπὸ τύχης αὐτῶν τὸ ἔργον γενέσθαι· ἐν γὰρ ταύταις τέλος τὸ προκείμενον ἔργον τῷ ἕπεσθαι τὸ ἔργον τοῖς χάριν αὐτοῦ γινομένοις· διὸ τοῦ καλῶς καὶ τεχνικῶς γεγονέναι τὰ πρὸ αὐτοῦ σημεῖον τὸ ἔργον γίνεται. ἐν δὲ ταῖς στοχαστικαῖς τῶν τεχνῶν οὐ πάντως ἐπὶ γινομένοις τοῖς κατὰ τέχνην ἀπαντᾷ τὰ ὧν χάριν ἐκεῖνα γίνεται. αἴτιον δὲ τὸ ἐν ταύταις καὶ ἀπὸ τύχης τινὰ γίνεσθαι καὶ μὴ ὡρισμένα εἶναι δι’ ὧν τὰ ὑπ’ αὐτῶν γινόμενα γίνεται. διὸ οὐκ ἔστι τὸ γινόμενον ὑπὸ τῶν τεχνῶν τῶν τοιούτων τέλος τῶν τεχνῶν, ὥσπερ ἐν αἷς δι’ ὡρισμένων τινῶν γίνεταί τι καὶ χωρὶς τούτων οὐκ ἂν γένοιτο· ἐν ταύταις γὰρ τὸ ἔργον τέλος τε καὶ σημεῖον [ὄν], ὡς εἶπον, τοῦ πάντα κατὰ τὴν τέχνην γεγονέναι· οὐ γὰρ ἄν ἄλλως ἐγένετο. ἢ ἔργον μὲν ἐν πάσαις ταῖς τέχναις ἡ κατὰ τὴν ἕξιν τε καὶ τέχνην κατὰ τὰ οἰκεῖα ἐνέργεια γινομένη διὰ τῶν οἰκείων ὀργάνων· τέλος δέ, ἐν αἷς καὶ ποιᾶς ὕλης ἀλλ’ οὐ τῆς τυχούσης τινὸς χρεία, οὐ τὸ ἔργον μόνον ἀλλὰ τὸ μετὰ τοῦ ἔργου καὶ ταῦτα ἔχον. τοῦ γὰρ ἰατροῦ ἔργον μὲν τὸ ποιῆσαι πάντα τὰ ἐνδεχόμενα γενέσθαι κατὰ τὴν τέχνην πρὸς τὸ σωθῆναι τὸν κάμνοντα, τέλος δὲ τὸ σῶσαι, οὗ χάριν καὶ ταῦτα ποιεῖ, ὃ [*](1 σῶσαι ABD: σῶμα aP 3 ἔσται AB: ἐστι D: ἄρα aP οἱ om. Α 4 προσενεγκόντες aP ᾖ μεῖζον aP: μεῖζον post βοηθείας transponit Β ἢ om. P: καὶ Ρ3 6 ὁ αὐτὸς—ῥητορικῆς (7) om. Β 7 τε om. D γὰρ aP: δὲ ABD 8 ἐπιχειρημάτων D: ἐπιχειρήματα Α 11 ἐπιγιγνομένων Α 12 τεχνῶν om. Β 13 τε in ras. D κτὰ ταύτας aP 14 γίνεσθαι aA τέλος om. P1: αὖ P3 15 προκείμενον] πρὸ eras. P τῷ—ἔργον om. Β τῷ AD: τὸ aP γιγνομένοις Α γαρ 16 διὸ] διὰ P γενέσθαι Ρ, θέσθαι add. Ρ3 post γεγονέναι add. καὶ a πρὸ] περὶ A αὐτῆς D σημεῖα P 17 ἐπὶ γινομένοις aA: ἐπὶ γι om. in lac. P: ἐπιγενομένοις D: ἐπιγιγνόμενοι B 18 τοῖς κατὰ—γίνεσθαι (19) om. initio paginae P ante τέχνην add. τὴν A ἀπαντᾷ τὰ] ἀπ’ αὐτὰ Α χάρι Α γίγνεται Β 19 εἶναι— τεχνῶν (20) om. Α εἶναι ὡρισμένα aP 20 γιγνόμενα et γιγνόμενον Β 21 διωρισαένων aABP 22 τε om. aB 23 ὄν delevi: ante καὶ habent aB: οὖν P εἶπον τοῦ in ras. P2 post πάντα add. τὰ P τὴν om. a 24 ἀπάσαις omisso ἐν Β τε om. B 26 ἀλλ’ ABD: καὶ aP 27 καὶ ταῦτα] κατὰ αὐτὰ P ἰατροῦ aD: ἰατρικοῦ ABP 28 μὲν ἔργον A ποιεῖν a τὴν om. aP)
34
δεῖται καὶ ἄλλων τινῶν πρὸς τοῖς γινομένοις κατὰ τὴν ἰατρικήν. ἐπὶ μὲν γὰρ τῶν ὡρισμένων ὁμοίως καὶ τὸ τέλος ἐπ’ αὐτοῖς ὥσπερ καὶ τὸ ποιῆσαι κατὰ τὴν τέχνην· ἐπὶ δὲ τῶν στοχαστικῶν οὐκέτι τὸ τέλος ἐπὶ τοῖς τεχνίταις, ὡς οὐδὲ τὸ εὐδαιμονεῖν ἐπὶ τοῖς σπουδαίοις, εἰ μὴ μόνον τὸ καλὸν καὶ ἀγαθὸν εἶναι. |

[*](p. 101b11)

Πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ μέθοδος.

εἰπὼν πρῶτον τὰ περὶ τῆς διαλεκτικῆς (ταῦτα δὲ ἦν ἡ πρόθεσις τῆς μεθόδου, ἡ πρὸς τὰς ἄλλας τὰς συλλογιστικὰς μεθόδους αὐτῆς διαφορά, τὸ χρήσιμον τὸ ἀπ’ αὐτῆς, ἡ τοῦ τέλους ἐπίκρισις) ἀκολούθως λοιπὸν λέγει περὶ τούτων ἐξ ὧν αὐτῇ τὸ εἶναι, καὶ ἐπὶ τὸν περὶ τούτων μέτεισι λόγον ζητῶν ἐν τίσιν αὐτῇ τὸ εἶναι, καὶ ἐκ τίνων συνέστηκε, καὶ περὶ τίνα χρὴ σπουδάζειν τὸν ἐσόμενον διαλεκτικόν, καὶ τίνα εἰδότες τε καὶ ποιεῖν δυνάμενοι ἐσόμεθα διαλεκτικοί. τὴν μὲν γὰρ κτῆσιν τῶν χρησίμων ἡ γνῶσις ἡμῖν παρέξει ἡ τοῦ ἐν τίσιν αὐτῇ τὸ εἶναι, τὴν δὲ χρῆσιν τούτων ἡ παράδοσις τῶν τόπων. πρῶτον οὖν φησι δεῖν θεωρῆσαι ἐκ τίνων ἐστὶν ἡ μέθοδος. ὃ προσθεὶς ἐπιφέρει εἰ δὴ λάβοιμεν πρὸς πόσα καὶ ποῖα καὶ ἐκτίνων οἱ λόγοι, καὶ πῶς τούτων εὐπορήσομεν, ἔχοιμεν ἄν ἱκανῶς τὸ προκείμενον, τὸ θεωρῆσαι ἐκ τίνων ἡ μέθοδος. εἰ γὰρ μὴ περιληφθείη τισὶν εἴδεσι τὰ ἐξ ὧν καὶ ἐν οἷς ἡ μέθοδος, οὔτ’ ἄν μάθησις αὐτῶν οὔτε γνῶσις γενέσθαι δύναιτο· τὰ γὰρ καθ’ ἕκαστα ἄπειρα. εἴη δ’ ἄν τὸ λεγόμενον ‘εἰ εἰδείημεν ἐκ τίνων ἡ διαλεκτικὴ μέθοδος, καὶ ἐν τίσιν αὐτῇ τὸ εἶναι, καὶ μάθοιμεν πρὸς πόσα τε καὶ τίνα οἱ κατὰ ταύτην συλλογισμοὶ γίνονται καὶ ἐκ τίνων’. ἔστι δὲ τὸ μὲν πρὸς πόσα τε καὶ ποῖα εἰρημένον περὶ τῶν προβλημάτων, ὡς ἐρεῖ· περὶ γάρ τινος προκειμένου προβλήματος ὁ διαλεκτικὸς τὸν λόγον κινεῖ καὶ τὸν συλλογισμὸν ποιεῖται. δεῖ οὖν εἰδέναι πόσα τε καὶ τίνα ἐστὶ τὰ γένη τῶν προβλημάτων τῶν διαλεκτικῶν. τὸ δ’ ἐκ τίνων περὶ τῶν προτάσεων. οὐχ ἀπλῶς δὲ σημαίνοι ἂν τὸ ἐκ τίνων τὸ ὅτι ἐκ προτάσεων, ἀλλὰ λέγοι ἄν καὶ ἐπὶ τούτων τὸ ‘ἐκ πόσων καὶ τίνων᾿· οὐ [*](1 γιγνομένοις ΑΒ post γινομένοις add. εἶναι Β (non om. post ἰατρ.) 3 τὴν om. aP οὐκ ἔστι aP 5 καὶ superscr. Ρ2 εἶναι, quod post ἰατρικήν (1) habent libri, huc transposui 7 πρῶτον corr. ex πρῶτα Α π)ερὶ πρόθεσις add. P3 8 αὐτῆς μεθόδους collocat B 8. 9 διαφό Α 9 τοῦ] οὐ Α 10 καὶ ἐπὶ—τὸ εἶναι (11) oin. a 11 λόγων Α αὐτῶν Β ἐκ τίνων δὲ omisso καὶ Α 12 εἰδότ Apr. 13 κτῆσιν corr. ex χρῆσιν Β 14 ἡ utrumque om. Β εἰ pro altero ἡ Α post εἶναι add. ἐστιν aP 15 δεῖ a 16 ἐστὶν ἡ] ἐστὶ P προθεὶς P 18 ἔχομεν Α θεωρῆσαι τὸ προκείμενον B: τὸ προκείμενον θεωρῆσαι a τὸ alteram corr. ex xui D 19 περὶ τισὶ ληφθείη Α: παραληφθείη τισὶν a τὰ ἐξ ὧν corr. Ρ2 20 αὐτῆς P, ὐτῆς add. Ρ3 οὔτε aAP: οὔτ’ ἂν BD δύναιτο corr. D 21 καθέκαστον D: non liquet compendium Β 23 τίνα] ποῖα a cf. vs. 17 κατὰ ταύτην BD: κατὰ ταῦτα Α: κατ’ αὐτὴν aP 28 σημαίνει ἂν Β τὸ prius om. D 29 τίνων aBDP1: ποίων Α, expuncto τίνων superscr. P3)

35
γὰρ ἐκ πάσης προτάσεως ὁ διαλεκτικὸς συλλογισμός. ἄν οὖν εἰδῶμεν τά τε προβλήματα τὰ διαλεκτικὰ πόσα ἐστὶ καὶ ποῖα (πόσα μὲν τῷ γένει δῆλον ὅτι, ποῖα δὲ ἀντὶ τοῦ ‘τίν᾿· οὐδέπω γὰρ οἶδε τίνα ἐστὶ τὰ γένη τῶν προβλημάτων ὁ μόνον εἰδὼς ὅτι τέσσαρα), εἰδῶμεν δὲ καὶ τὰς προτάσεις ἐξ ὧν οἱ πρὸς τὰ τοιαῦτα προβλήματα γίνονται συλλογισμοί (λόγους γὰρ λέγοι ἂν τοὺς συλλογισμούς, ἢ καὶ τὰς ἐπαγωγάς· καὶ γὰρ ὁ ἐπακτικὸς λόγος διαλεκτικός, ὡς ἐρεῖ), πρὸς δὲ τούτοις εἰ εἰδείημεν καὶ ταῦτα δι’ ὧν οἷόν τέ ἐστιν εὐπορεῖν τούτων (λέγοι δ’ ἄν τοῦτο ἤτοι καὶ περὶ τῶν προβλημάτων καὶ τῶν προτάσεων, ἐπεὶ μὴ πᾶν πρόβλημα διαλεκτικόν, ἀλλὰ τὸ τοιοῦτον οἷον ἐρεῖ προελθών· ἢ περὶ τῶν προτάσεων, δι’ ὧν οἱ συλλογισμοί, μόνον λέγει τὸ πῶς τούτων εὐπορήσομεν· ἐν γὰρ τῇ τῶν προτάσεων εὐπορίᾳ τὸ πλεῖστον τοῦ συλλογίζεσθαι· ἢ λέγοι ἂν τὸ καὶ πῶς τούτων εὐπορήσομεν περὶ τῶν διαλεκτικῶν λόγων, τοῦτ’ ἔστι τῶν τε συλλογισμῶν καὶ τῶν ἐπαγωγῶν), εἴημεν ἂν τεθεωρηκότες ἐκ τίνων ἡ μέθοδός ἐστιν ἡ διαλεκτική. ὅτι γὰρ τοῦτο λέγειν δοκεῖ διὰ τοῦ καὶ πῶς τούτων εὐπορήσομεν (τῶν γὰρ λόγων περὶ ὧν προείρηκεν, ἀλλ’ οὐ τῶν προβλημάτων τε καὶ τῶν προτάσεων), δηλοῖτο ἄν ἐκ τοὐ μετὰ τὸ εἰπεῖν αὐτὸν περί τε τῶν προβλημάτων τῶν διαλεκτικῶν καὶ τῶν προτάσεων καὶ τί ἐστιν ἑκάτερον αὐτῶν ἐπιδεῖξαι, ὅτι πᾶν τὸ διαλεκτικὸν πρόβλημα, ὁμοίως δὲ καὶ πρότασις, ἢ περί τινος τῶν “πρὸς αἵρεσιν ἢ φυγὴν’’ τὴν ἀναφορὰν ἐχόντων ἐστὶν ἢ περί τινος τῶν “πρὸς ἀλήθειαν καὶ γνῶσιν’’ ἢ περί τινος τῶν συνεργῶν πρός τι τούτων, λέγειν αὐτὸν “τὰ δὲ ὄρ.γανα δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέτταρα’’. τοῦτο γὰρ εἰρηκέναι δοκεῖ ἀποδιδοὺς πρὸς τὸ καὶ πῶς τούτων εὐπορήσομεν· διὰ γὰρ τῶν ὀργάνων καὶ τῶν τόπων ἡ τούτων εὐπορία. ἢ καὶ ἡ τῶν προτάσεών τε καὶ τῶν προβλημάτων εὐπορία εἰς τὴν τῶν συλλογισμῶν εὐπορίαν συντελεῖ, ὡς ἐρεῖ καὶ αὐτὸς προελθών. δύναται δὲ τὸ πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἐστὶν ἡ μέθοδος ἴσον τῷ ‘πρῶτον οὖν θεωρητέον ἐκ τίνων ὄν τις διαλεκτικὸς γένοιτο’· ὁ γὰρ εἰδὼς ἐν τίσι τῇ διαλεκτικῇ τὸ εἶναι οἶδε καὶ διὰ τίνων ἄν τις διαλεκτικὸς γένοιτο. πρῶτον γὰρ δεῖ δεικνύναι ἐκ τίνων οἷόν τε γενέσθαι διαλεκτικόν, ἔπειτα μετιέναι ταῦτα πρὸς τὸ γενέσθαι διαλεκτικόν· οὐ γὰρ αὔταρκες τὸ εἰδέναι ἐν τίσιν [*](3 ποιὰ Α τὰ γένη ἐστὶν D 5 τὰ om. Α 6 ἂν λέγοι a 7 ἐρεῖ] c. 18 p. 108b7 sq. 8 καὶ om. D 10 post ἀλλὰ add. καὶ Α τὸ om. A ἐρεῖ] c. 10 11 μόνων A 12 τὸ prius aDP: τοῦ ΑΒ τοῦ add. P3 καὶ τὸ A 13 τε evan. P 14. 15 ἐστὶν ἡ διαλεκτικὴ μέθοδος Β λέγει aP 16 γὰρ] rasura in P προείρηκεν aAP: εἴρηκεν Β: εἰρήκαμεν D 17 τε om. Α τῶν alterum D cf. vs. 26: om. aABP δηλοῖ τὸ Β 18 τε om. D τῶν (post τε) aP: om. ABD post προβλημάτων ras. in P 20 ἡ (post αἵρεσιν) ABD: καὶ aP Arist. c. 11 p. 104b2 22 ἐνεργῶν D: συνεραγῶν Α “τὰ δὲ—τέσσαρα” (23) c. 13 p. 105a21 23 τῶν συλλογισμῶν corr. ex τὸν συλλογισμὸν P3 τέσσαρα aBP 26 τῶν prius D cf. p. 36,22 sq.: om. aABP λογισμῶν Α 27 ἐρεῖ] c. 13 p. 105a23 sq. πρῶτον corr. ex πρώτων P 27. 28 θωρητέον A: θεωρῆσαι P 30 διαλεκτικός τις aP 32 ταύτας P post τίσιν add. ἄρα a, superscr. P2)
36
ἡ διαλεκτικὴ πρὸς τὸ διαλεκτικοὺς εἶναι. ἢ τὸ πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἐστὶν ἡ μέθοδος ἴσον ἐστὶ τῷ ‘ἐν τίσιν ἐστὶ τῇ μεθόδῳ ὡς ὕλῃ τε καὶ ὀργάνοις τὸ εἶναι᾿· | μετὰ γὰρ τὴν τούτων γνῶσιν ἡ τῶν τόπων παράδοσις, καθ’ οὓς ἡ χρῆσις αὐτῶν. δύναται καὶ τὸ εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι μὴ περὶ τῶν συλλογισμῶν λέγειν μόνον ἀλλὰ καὶ κοινότερον περὶ τῶν λόγων τῶν διαλεκτικῶν. γίνονται μὲν γὰρ ὁμολογουμένως περὶ τῶν προβλημάτων οἱ συλλογισμοὶ τῶν διαλεκτικῶν· ἡ γὰρ διαλεκτικὴ πρότασις “ἐρώτησίς ἐστιν ἀντιφάσεως”· ἐξ ἐρωτήσεως δὲ οὐδεὶς γίνεται συλλογισμός, ἀλλ’ ἐκ τῆς πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκρίσεως· τοῦτο γὰρ ἤδη πρότασίς ἐστι συλλογιστική· λέγει δὲ νῦν οὐ περὶ τῶν τοιούτων προτάσεων ἀλλὰ περὶ τῶν διαλεκτικῶν, αἵ εἰσιν ἐρωτήσεις· διὰ τοῦτο γοῦν λέγει ἴσα καὶ τὰ αὐτὰ εἶναι τὰ προβλήματα καὶ τὰς προτάσεις καὶ τῷ τρόπῳ μόνῳ διαφέρειν τὴν πρότασιν καὶ τὸ πρόβλημα. εἴη ἄν οὖν τὸ λεγόμενον ἱεῖ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ διαλεκτικοὶ γίνονται λόγοι’ . ἢ εἰ καὶ μὴ ἐξ αὐτῶν τῶν διαλεκτικῶν προτάσεων συντιθεμένων οἱ συλλογισμοί, ἀλλ’ ἀπὸ τούτων γε καὶ αἱ πρὸς τὸν γινόμενον συλλογισμὸν προτάσεις λαμβάνονται· ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστὶν ἐξ ἧς ὁ συλλογισμός, ἣν καὶ λῆμμα λέγουσιν. ἡ τὸ εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι εἰπών, οὐ περὶ τῶν διαλεκτικῶν λόγων τὸ ἔστι δὲ ἀριθμῷ ἴσα καὶ τὰ αὐτὰ λέγει ὠὰ κοινῶς καὶ καθόλου. ἁπλῶς μὲν γὰρ ἴσα καὶ τὰ αὐτὰ αἱ προτάσεις καὶ τὰ προβλήματα τὰ τοιαῦτα, ὁποῖά ἐστι τὰ ἐν ἀντιφάσει προτεινόμενά τε καὶ προβαλλόμενα· οὐκέτι δὲ τὰ διαλεκτικὰ προβλήματα τὰ αὐτὰ ταῖς διαλεκτικαῖς προτάσεσιν, ὡς προελθὼν δείξει. δείξας γὰρ τοῦτο καθόλου, πόσα γένη τῶν προτάσεων τε καὶ τῶν προβλημάτων, καὶ τίνι διαφέρει τὰ προβλήματά τε καὶ αἱ προτάσεις, ὕστερον ἀπὸ τούτων ἀποκρίνει τὰ διαλεκτικὰ προβλήματα καὶ τὰς διαλεκτικὰς προτάσεις. ἀλλὰ καὶ ἡ πρότασις περὶ ἧς νῦν λέγει, ἥν φησι τὴν αὐτὴν εἶναι τῷ προβλήματι, ἢ οὐ διαλεκτική ἐστιν (ἡ γὰρ διαλεκτικὴ πρότασις “ἐρώτησις ἀντιφάσεως”), ἢ οὐχ ἁπλῶς, ἀλλ’ ἐν ταύτῃ μέν ἐστιν ἡ διαλεκτική, γίνεται δὲ διαλεκτική, ὅταν τὸ ἔνδοξος εἶναι προσλάβῃ. καὶ εἴη ἄν πᾶν μὲν τὸ οὕτως [*](1 θεωρῆσαι P 2 τῷ] τὸ Β 4 αὐτοῦ V 5 οἶα P C καὶ D: om. aABP τῶν διαλεκτικῶν—συλλογισμοὶ (7. 8) om. Β 7 γίνεται a 8 ἡ γὰρ] εἰ γὰρ ἡ P ἐρώτησις] Αn. Pr. I 1 p. 24a25 9 ἀλλ᾿ ἐκ] ἐκ δὲ Β 10 τὴν om. B 11 post ἀλλὰ add. καὶ D περὶ alterura om. Β 12 τὰ αὐτὰ AD: αὐτὰ Β: ταῦτα aP 14 εἴ (sic) οὖν ἄν Α 14. 15 λάβομεν Α 16 συντιθέμενοι Bpr. 17 οἱ postea add. Β post οἱ add. διαλεκτικοὶ Α τοῦτόν ut videtur Apr. καὶ αἱ—οὔτε παντί (p. 38, 15) om. D, in quo deest folium unum 19. 20 post λάβοιμεν add. τὸ Β 20 ἐκ superscr. Β 21 ἀριθμῶι P: ἀριθμῶν aB τὰ αὐτὰ AB: ταῦτα aP λέγει—τὰ αὐτὰ (22) om. B 22 post ἀλλὰ add. καὶ P μὲν iterat P ταὐτὰ a 23 τὰ (ante τοιαῦτα) om. aP 24 ταὐτὰ aP 25 δείξει] p. 101b29 sq. post καθόλου add. μὲν aP 26 τῶν alterum om. aP 27 τε om. aP τούτου Α 28 καὶ alteram om. aP 29 ἡ P: ἡ aAB 30 οὐ superscr. Ρ2: om. aAB 32 ἔνδοξον ὁ mrg. Ρ3: ἔνδον Ρ1 λάβη a τὸ alteram om. Β)
37
προβαλλόμενον πρόβλημα ὡς διαλεκτικὸν πρόβλημα προβαλλόμενον καὶ πᾶσα ἡ οὕτω προτεινομένη πρότασις ὡς διαλεκτικὴ προτεινομένη πρότασις· κυρίως δὲ εἴη ἄν διαλεκτικὸν πρόβλημα καὶ κυρίως διαλεκτικὴ πρότασις, ὅταν ἔχη τὸ μὲν τὸ ἀμφίδοξον καὶ τὰ ἄλλα ἃ ἐρεῖ, ἡ δὲ τὸ εἶναι ἔν- δοξος.

εἰπὼν δὲ τὸ δεῖν εἰδέναι τὸν ἐσόμενον διαλεκτικὸν πρὸς τίνα καὶ πόσα οἱ διαλεκτικοὶ λόγοι γίνονται καὶ διὰ τίνων, ἅπερ ἐστὶ τὰ προβλήματα καὶ αἱ προτάσεις, περὶ αὐτῶν ποιεῖται τὸν λόγον καθόλου, καὶ φησὶν ἴσα κατ’ ἀριθμὸν καὶ τὰ αὐτὰ εἶναι τὰ προβλήματα, ἅ ἐστι περὶ ὧν οἱ συλλογισμοί, καὶ τὰς προτάσεις, αἵ εἰσιν ἐξ ὧν οἱ λόγοι, αἳ αἴτιαι καὶ τῶν συλλογιστικῶν προτάσεων· ἐκ τούτων γὰρ οἱ συλλογισμοί. εἰπὼν δὲ καὶ ταῦτα ἴσα εἶναι, τά τε περὶ ὧν οἱ λόγοι καὶ τὰ ἐξ ὧν οἱ λόγοι, καὶ δηλώσας τίνα περὶ ὧν οἱ λόγοι, ὅτι τὰ προβλήματα, τίνα δὲ ἐξ ὧν οἱ λόγοι, ὅτι αἱ προτάσεις, ὅτι ταῦτα ἴσα τε καὶ τὰ αὐτά ἐστι, δείκνυσι λέγων πᾶσα δὲ πρότασις καὶ πᾶν πρόβλημα. εἰ γὰρ τῶν αὐτῶν δηλωτικὰ καὶ ἐν τοῖς αὐτοῖς ἥ τε πρότασις καὶ τὸ πρόβλημα, ἔτι δέ, ὡς προσθήσει, τῷ τρόπῳ τῆς ἐκφορᾶς τῆς κατὰ τὴν λέξιν μόνον αὐτοῖς ἡ διαφορά (τὸ γὰρ αὐτὸ ἐρώτημα μετὰ μὲν τοῦ ‘πότερον’ λεγόμενον πρόβλημά ἐστι, μετὰ δὲ τοῦ ‘ἆρά γε’ πρότασις), φανερὸν ὅτι ἴσα τε καὶ τὰ αὐτά ἐστι τά τε προβλήματα τὰ διαλεκτικὰ καὶ αἱ προτάσεις αἱ διαλεκτικαί· περὶ γὰρ τούτων ὁ λόγος αὐτῷ. διαιρεῖ δὲ τὰ γένη τῶν διαλεκτικῶν προβλημάτων καὶ δείκνυσι τίνα, εἰς μέθοδον ἀνάγων αὐτά. καὶ πρῶτον μὲν εἰς τρία ἡ διαίρεσις αὐτῶν γίνεται, εἰς γένος, εἰς ἴδιον, εἰς συμβεβηκός· ἔπειτα τὸ ἴδιον τέμνων εἴς τε τὸν ὁρισμὸν καὶ τὸ παρὰ τὸν ὁρισμὸν ἴδιον ὁμωνύμως τῷ κοινῷ ἰδίῳ λεγόμενον τέσσαρα ὄντα τῷ γένει δείξει τὰ προβλήματα. τοῦ δὲ τοσαῦτά τε καὶ τοιαῦτα εἶναι τὰ διαλεκτικὰ προβλήματα νῦν μὲν πίστιν λαμβάνει τὴν ἐξ ἐπαγωγῆς, ὅτι, εἰ πάν πρόβλημα καὶ πᾶσα πρότασις τούτων τι σημαίνει καὶ μηδὲν παρὰ ταῦτα ὑπὸ προβλήματός τινος δηλοῦται, εἴη | ἂν ταῦτά τε καὶ τοσαῦτα γένη τῶν προβλημάτων. πειράσεται δὲ [*](22) αὐτὸ προελθὼν δεῖξαι καὶ διὰ συλλογισμοῦ. ὃν μὲν οὖν αὐτὸς τίθησιν, ἐροῦμεν, ὅταν καὶ αὐτὸς αὐτοῦ μνημονεύῃ. ἔνεστι δὲ καὶ οὕτως συλλογίσασθαι· πὰν πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχει κατηγορούμενον, ὃς κατηγορεῖται κατά τινος ὅρου ὑποκειμένου αὐτῷ· πᾶς δὲ ὅρος κατηγορούμενος κατά τινος ὅρου ὑποκειμένου αὐτῷ ἢ ἐν τῇ οὐσία κατη- [*](2 ὡς—πρότασις om. a προτεινομένη ex προβαλλομένη corr. P2 4 τὸ (ante μὲν) om. A ἀμφιδοξεῖσθαι P δὲ—διαλεκτικοὶ (7) initio paginae om. P 7 γίνονται λόγοι a: λόγοι P 8 καὶ prius om. P 9 ταυτὰ aP 11 ἐκ τούτων γὰρ] ἐξ ὧν Β 12 τε om. P καὶ—λόγοι om. P 14 τὰ αὐτά ΑΒ: ταὐτά aP ἐστι om. Β 15 εἰ γὰρ—διαλεκτικαί (20) cf. Suidas sub v. πρότασις 16 προσθήσει] cf. p. 36,25 17 αὐτᾶς] οἶς Ρ2 19 post φανερὸν add. δὴ Α ταὐτά aP 20 τὰ superscr. P 23 γίνεται om. A 25 δόξει Α 27 λαμβάνειν Β εἰ superscr. P 30 προελθὼν] c. 8 p. 103b6 sq. ὃν ΑΒ: ὃ aP 32 τινα ὅρον Α 34 ὅρου ΑΒ, superscr. P2; om. aP1)

38
γορεῖται αὐτοῦ ἢ οὔ· πᾶν ἄρα πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχει κατηγορούμενον, ὃς ἢ ἐν τῇ οὐσία κατηγορεῖται αὐτοῦ ἢ οὔ. ἀλλὰ τὸ μὲν ἐν τῇ οὐσίᾳ ἢ ὡς ὅρος ἢ ὡς γένος κατηγορεῖται καὶ οὐκ ἄλλως· ὃ δὲ μὴ ἐν τῇ οὐσίᾳ ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς καὶ οὐκ ἄλλως· ὥστε πᾶν τὸ ἐν τῇ οὐσίᾳ τινὸς κατηγορούμενον καὶ τὸ μὴ ἢ ὡς ὅρος κατηγορεῖται ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς καὶ οὐκ ἄλλως. πᾶν ἄρα πρόβλημα διαλεκτικὸν ὅρον τινὰ ἔχον κατηγορούμενόν τινος ἢ ὡς ὅρον ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς συμβεβηκὸς ἔχει καὶ οὐκ ἄλλως. τὸ μὲν γὰρ ἐν τῇ οὐσίᾳ κατηγορούμενον, εἰ ἐπ’ ἴσης, [ὁ] ὁρισμός ἐστιν αὐτοῦ, εἰ δ’ πλέον, γένος. καὶ γὰρ ἡ διαφορὰ τοιοῦτον· οὐδὲν γὰρ ἐπ’ ἔλαττον ὄν τινος κατηγορεῖται αὐτοῦ κατὰ φύσιν. ὥστε εἴη ἂν καὶ τὰ ἐν τῇ οὐσίᾳ κατηγορούμενα τοῦ ὑποκειμένου, ὡς ἔλεγον, ἡ ὡς ὁρισμοὶ κατηγορούμενα ἡ ὡς γένη κατηγορούμενα. εἰ δὲ μὴ ἐν τῇ οὐσίᾳ τὸ κατηγορούμενον εἴη ἰοῦ ὑποκειμένου, ἢ μόνῳ καὶ παντὶ ὑπάρχει αὐτῷ καὶ ἀντικατηγορεῖται αὐτοῦ, καὶ ἔστιν ἴδιον, ἢ οὗτε μόνῳ οὔτε παντί, καὶ ἔστι συμβεβηκός. καὶ παρὰ ταῦτα οὐχ οἷόν τε ἄλλον κατηγορίας τρόπον γενέσθαι κατὰ φύσιν· ἔοικε γὰρ τὸ ἴδιον τοῦ συμβεβηκότος διαφέρειν μόνῳ τῷ παντὶ καὶ μόνῳ ὑπάρχειν. ὥστε πᾶν πρόβλημα σημαίνειν διὰ τοῦ κατηγορουμένου ἀνάγκη ἡ γένος ἡ ὅρον ἢ ἴδιον ἡ συμβεβηκός. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν πρώτω σχήματι. ἀλλὰ περὶ μὲν τούτου ἔτι μᾶλλον προϊόντες εἰσόμεθα· καὶ γὰρ αὐτὸς αὐτὸ δείξει διὰ συλλογισμοῦ ἄλλου παρ’ ὃν νῦν ἡμεῖς εἰρήκαμεν.

εἰπὼν δὲ πᾶν πρόβλημα καὶ πᾶσαν πρότασιν δηλοῦν ἢ γένος ἢ ὅρον ἢ ἴδιον ἢ συμβεβηκός. ἐπεὶ δύναται καὶ διαφορᾶς εἶναι τὸ κατηγορούμενον δηλωτικόν, ἵνα μή τις οἰηθῇ ἔξω πίπτειν τὴν διαφορὰν τῶν εἰρημένων καὶ μὴ γεγονέναι αὐτῷ τὴν τῶν προβλημάτων διαίρεσιν ὁλόκληρον, προσέθηκε γὰρ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ τακτέον. διὰ τί δὲ ἡ διαφορὰ γενική; ὅτι ἐν τῇ οὐσίᾳ ἐστὶ τούτου οὗ κατηγορεῖται, ὥσπερ καὶ τὸ γένος, καὶ ἔστιν ἄμφω συμπληρωτικὰ τοῦ εἶναι ἑκάστου ὧν ἐστιν οἰκεῖα. ἔτι τε ἐπὶ πλέον ἐστὶ καὶ αὕτη καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται. μόνῳ γὰρ τῷ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἡ διαφορὰ τοῦ γένους διαφέρει, ἐπεὶ καὶ ἡ διαφορὰ δοκεῖ καὶ καθ’ αὑτὴν λαμβανομένη τοῦ εἴδους εἶναι μᾶλλον ἀλλ’ οὐ τοῦ [*](1 πᾶν—οὔ (2) om. a 3 post γένος add. αὐτοῦ Α ὃ δὲ—ἄλλως (4) om. Α 4 post συμβεβηκὸς add. ἔχει Β ,5 ὅρος] γένος Β 6 ἡ ὡς γένος aP: om. ΑΒ 7 ὅρος (post ὡς) a 8 ἄλλους Α 9 εἰ utrumque in ras. Ρ2 ὁ delevi: superscr. Β 10 πλεῖον P γὰρ alteniin ΑΒ: δὲ aP post κατηγορεῖται add. δὲ Α 11 τὰ om. Α 12 κατηγορούμενον (ante τοῦ) A 13 κατηγορούμενα] ὡς ὅροι κατηγορούμενοι P ἦ Β 14 καὶ παντὶ ΑΒ: οm. aP 15 καὶ ἔστιν Β2 (non liquet Β1) ἔστι a AP: ἔσται Β 16 τρόπον κατηγορίας Β κατὰ φύσιν scripsi cf. vs. 11: ἐν καταφάσει aABP: ἐν καταφύσει D 19 ὅρος Β 21 δείξει] cf. p. 37,30 26 προστθ in fine versus Α 27 (τα(κτέον—συμπλη(ρωτικὰ) (28), infimi versus verba, partim perierunt P; ἐν ταύτη· διά τε (sic) δὲ ἡ διαφορὰ κτλ. in mrg. inferiore P3 τούτου aABP3: τοῦ D 29 ἑκάστῳ conicio ὅτι τε καὶ ἐπὶ πλέων a αὐτὴ aP 30 καὶ om. D κατὰ τὸ εἶδος διαφερόντων aP γὰρ om. D 31 καὶ om. aP)

39
συναμφοτέρου δηλωτική, ἐν οἷς ἐστι τὸ ὑποκείμενον τοιοῦτον, τὸ δὲ γένος τοῦ συναμφοτέρου. τὸ δὲ εἶδος οὐκέτι συνέταξε τούτοις, ἐπεὶ ἡ περὶ τῶν γενῶν καὶ διαφορῶν ζήτησις περὶ τοιούτων γίνεται ὑποκειμένων ὧν εἰσι καὶ οἱ ὁρισμοί· ἐκ γὰρ τοῦ γένους καὶ τῶν διαφορῶν ὁ ὁρισμός· τοιαῦτα δὲ τὰ εἴδη. δεῖ οὖν τὰ ὑποκείμενα τοιαῦτα εἶναι. εἰ δὲ εἴη τὸ εἶδός τις κατηγορῶν, ἄτομον ἄν τὸ ὑποκείμενον λαμβάνοι, οὗ οὔτε διαφορά ἐστιν οὔτε ὁρισμός. εἰ δὲ καὶ περὶ εἴδους τινὸς πρόβλημα εἴη τὴν ζήτησιν ἔχον, πρόδηλον ὅτι γενικὸν τὸ τοιοῦτον· καὶ γὰρ κατὰ πλειόνων καὶ τὸ εἶδος, καὶ ἐν τῷ τί ἐστιν καὶ αὐτὸ κατηγορεῖται, ὥσπερ καὶ τὸ γένος, γένη τε καὶ εἴδη ἐπαλλάσσειν αὐτοῖς ἔθος ὡς κατὰ τῶν αὐτῶν φέρειν αὐτά.

[*](p. 101b19)

Ἐπεὶ δὲ τοῦ ἰδίου μὲν τὸ τί ἦν εἶναι σημαίνει.

τὴν διαίρεσιν ποιεῖται τοῦ ἰδίου καὶ δείκνυσι δύο εἴδη προβλημάτων τὸ ἴδιον περιέχον. ἐπεὶ γὰρ τοῦ ἰδίου τὸ μὲν τὸ τί ἦν εἶναι σημαίνει καὶ τὴν οὐσίαν δηλοῖ τοῦ πράγματος οὗ ἐστιν ἴδιον, τὸ δ’ οὐ σημαίνει, καὶ ἔστι τὸ τί ἦν εἶναι ὁρισμός, τὸ ἴδιον διῃρήσθω εἴς τε ὁρισμὸν καὶ εἰς τὸ ἴδιον τὸ μὴ σημαῖνον τὴν οὐσίαν οὗ ἐστιν ἴδιον, ὃ τῷ κοινῷ ὁμωνύμως καλείσθω ἴδιον. πολλὰ δὲ πρὸς τὰ κοινὰ καὶ τὰ γένη ὁμωνυμίαν ἔχει, ὡς τὸ μέλαν ᾧ γράφομεν πρὸς τὸ κοινὸν μέλαν, ὡς Ἄνθρωπος Ὀλυμπιονίκης πρὸς τὸν κοινὸν ἄνθρωπον, ὡς καὶ δικαιοσύνη ἡ κοινή τε καὶ ἡ ἐν μέρει. εἴη ἂν οὖν ἀπλῶς μὲν τὸ ἴδιον τὸ μόνῳ τε καὶ παντὶ ὑπάρχον· διαίρεσις δὲ αὐτοῦ κατὰ τὸ ση|μαίνειν τὴν οὐσίαν τοῦ ὑποκειμένου διὰ τοῦ [*](23) λόγου ἢ μή. διελὼν δὲ τὸ ἴδιον εἰς δύο δῆλόν φησιν εἶναι ὅτι κατὰ τὴν νῦν διαίρεσιν τέσσαρα τὰ πάντα ἐστὶ γένη τῶν προβλημάτων. εἰπὼν δὲ τὰ ὀνόματα τῶν προβλημάτων ἐπιφέρει μ (??) βλημάτων ἐπιφέρει μηδεὶς δ’ ἡμάς ὑπολάβῃ λ γειν ὡς ἕκαστον τούτων καθ’ αὑτὸ λεγόμενον πρόβλημα πρότασίς ἐστιν, ἤτοι τοῦτο λέγων, ὅτι μηδεὶς ὑπολαμβανέτω λέγειν ἡμάς ὅτι αὐτὰ τὰ ὀνόματα τὰ ῥηθέντα προβλήματά ἐστι (ἐπεί, εἰ εἴπομεν οὕτως, τέσσαρα τὰ πάντα συμβαίνει γίνεσθαι προβλήματα, ἢ ὅρον ἢ γένος ἢ ἴδιον ἢ συμβεβηκός· οὐ γὰρ οἷόν τε ὄνομα ἢ πρόβλημα ἢ πρότασιν εἶναι)· [*](1 δηλωτικὴ BD: δηλωτικὸν A: δηλοτική aP 3 διαφορῶν] τῶν εἰδῶν Β τοιούτων aP: τοιούτου Α: τούτων BD ὑποκειμένου Α 4 καὶ prius om. Α 6 οὗ postea add. P 7 εἰ δὲ] εἴη, ut videtur, P1 (corr. P2) τὴν om. D 8 post γενικὸν add. καὶ aP κατὰ om. a καὶ alterum om. aP 9 καὶ ἐν τῷ τί ἐστι καὶ αὐτὸ κατηγορεῖται collocant aP 10 immo αὐτῷ ἔθος φέρει Α 11 τὸ τί] ὅτι aP 12 τὴν—δημαίνει (13) om. Α 14 post καὶ add. οὐκ D 15 ἢν om. aP 1(5 μὴ om. D 17 ὁμωνύμως, ut videtur, A: ίαν in ras. D 18 ὃ Α Ἄνθρωπος] cf. p. 61,22 Αldinae 19 τὸν ABD: τὸ aP καὶ prius AD: om. aBP 20 οὑν om. P μὲν τὸ scripsi: inv. ord. libri 21 κατὰ τὸ] κατὀ Α 24. 25 λέγων Β 25 ὡς] ὅτι aP(f) πρότασις ἢ πρόβλημα Arist. libri praeter C 27 εἰ AD: om. aBP εἴπομεν aP: εἴπωμεν ΑΒD 27. 28 post οὕτως add. ὅτι Β 28 γίνεσθαι ante συμβαίνει transposuit Α: γενέσθαι a 28. 29 γένος ἡ ἴδιον D cf. p. 40,2: inv. ord. aABP 29 πρότασιν ΑΒ Brandis Schol. p. 255b47: πρότασις aDP)

40
ἤ ἐστι τὸ λεγόμενον ὅτι μηδεὶς ὑπολαμβανέτω τὸν ὁρισμὸν ἀπλῶς ῥηθέντα ἢ τὸ γένος ἢ τὸ ἴδιον ἢ τὸ συμβεβηκὸς ἢ πρόβλημα ἢ πρότασιν εἶναι διαλεκτικήν· δεῖ γὰρ αὐτοῖς καὶ ποιᾶς συντάξεως τε καὶ προφορᾶς, ἵνα γένηται πρόβλημα ἢ πρότασις. ὁ γὰρ εἰπὼν ‘ἄνθρωπός ἐστι ζῷον πεζὸν δίπουν’ οὔτε πρόβλημα οὔτε πρότασιν εἴρηκε διαλεκτικήν· ὁμοίως οὐδὲ ὁ εἰπὼν ‘ἄνθρωπος μουσικός ἐστιν’ ἡ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’ ἢ ‘ὁ ἄνθρωπος γελαστικός ἐστιν’ . ἀλλ’ ἀπὸ τούτων πως σχηματισθέντων γίνεται τά τε προβλήματα καὶ αἱ προτάσεις· τὸ γὰρ πρόβλημα τὸ ‘πότερον ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν ἐστὶν ἢ οὗ;’ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου γέγονεν, οὐκ ὂν αὐτοῦ ὁρισμός. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, ὡς αὐτὸς δι’ ὧν ἐπιφέρει δηλοῖ.

[*](p. 101b28)

Διαφέρει δὲ τὸ πρόβλημα καὶ ἡ πρότασις τρόπῳ.

εἰπὼν τὸ αὐτὸ σημαίνειν τό τε πρόβλημα καὶ τὴν πρότασιν (ἕκαστον γὰρ αὐτῶν τῶν τεσσάρων προβλημάτων τι σημαίνει) νῦν λέγει τὴν διαφορὰν αὐτῶν, καθ’ ἣν τὸ μὲν αὐτῶν πρόβλημα τὸ δὲ πρότασις κα- λεῖται. ἅμα δὲ καὶ πῶς ἀπὸ τῶν προειρημένων τεσσάρων τὰ προβλήματα γίνεται, δείκνυσι. λέγει δὲ περὶ προτάσεως τῆς διαλεκτικῆς· αὕτη γὰρ ἐρώτησίς ἐστι. τῷ δὴ τρόπῳ τῷ τῆς ἐκφορᾶς φησιν αὐτοῖς εἶναι τὴν διαφοράν· τῆς γὰρ ἀντιφάσεως ἄν μὲν τὸ ‘πότερον’ προτάξωμεν, πρόβλημα, οἷον ‘πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ ;’, ἄν δὲ τὸ ‘ἆρα᾿, πρότασις, οἷον ‘ἆρα γε ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ;’, ὃ οὐ προσέθηκεν ἐλλιπέστερον εἰπών. ἔστι δὲ ἣν ἐξέθετο διαφορὰν προβλήματός τε καὶ προτάσεως κατά τινα χρῆσιν καὶ συνήθειαν· καὶ γὰρ τῷ προβλήματι ἐφαρμόζει ὁ τῆς προτάσεως τῆς ἐν ἐρωτήσει λόγος· ἐρώτησις γάρ ἐστι τῆς ἀντιφάσεως καὶ ἐρώτησις, ἐξ ἧς δίδοται τῷ ἀποκρινομένῳ ἑλέσθαι ὁπότερον βούλεται μέρος τῆς ἀντιφάσεως· τοιοῦτον δὲ καὶ τὸ πρόβλημα. ἢ διαφέροι ἄν, ὅτι ἡ μὲν πρότασις ἀποκρίσεως ἐστιν αἴτησις τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως, τὸ δὲ πρόβλημα οὐκ ἀποκρίσεως ἀλλὰ δείξεως τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως αἴτησίς ἐστιν. διὸ καὶ δοκεῖ πυσματικῇ μὲν ἐρωτήσει τὸ πρόβλημα ἐοικέναι (αἴτησις γὰρ κατασκευῆς ἐστι καὶ δείξεως καὶ διαλεκτικοῦ λόγου), διαλεκτικῇ δὲ ἐρωτήσει ἡ πρότασις. ἄν δέ τις τούτῳ [*](1 ἡ A ἴδιον—γένος aP ἢ (post γένος) om. A 3 αὐτὸ Β καὶ prius D: om. aABP 4 ἢ] ἡ a 6 οὐδὲ aP: δὲ AB: δὲ καὶ D post εἰπὼν add. ὁ Α 6 ὁ alterum om. aP 7 ὁ om. aP γελαστικός D et, ut videtur, Α: γελαστικόν aBP 8 τε aP cf. vs. 13,22 et p. 41,11: om. ABD 6 om. aP 12 τὸ οm. A 13 τὸ αὐτὸ σημαίνειν ABD: ταὐτὰ aP 15 αὐτῶν alterum om. D 17 post δὲ add. καὶ Β 18 τῷ δὴ τρόπῳ—εἰπών (22) cf. Suidas sub v. πρότασις 20 ἐστιν otn. D ἂν δὲ—οὔ (21) iterat P 21 ἄρα B ὃ om. P οὐ om. B 21. 22 ἐλλειπέστερον a, Ppr. 22 immo διαφορὰ 27 πρότασις BD: ἐρώτησις aAP 28 ἀλλὰ δείξεως om. D 29 ἐστιν αἴτησις D post μὲν add. τῇ P 30 γὰρ om. P καὶ alterum om. D 31 διαλεκτικοῦ δὲ ἐρώτησις P τούτω post βούληται (p. 41,1) transposuit B: τοῦτο Α)

41
βούληται διακρίνειν, τῷ τὸ μὲν πρόβλημα τὴν ἀντίφασιν ἐρωτᾶν τὴν δὲ πρότασιν τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως, ἐπεὶ καὶ αὐτὸς οὕτως εἶπεν (ἐπὶ μὲν γὰρ τοῦ προβλήματος εἶπε τὸ πότερον τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου ἢ οὔ; προσθεὶς τὸ ἢ οὔ, ἐπὶ δὲ τῆς προτάσεως ἠρκέσθη μόνῳ τῷ ἑτέρῳ, εἰπὼν ἀρά γε τὸ ζῷον γένος τοῦ ἀνθρώπου; ἐλλιπῶς εἰπών), ἄν δὴ ταύτην τις αὐτῶν διαφορὰν λέγῃ, πῶς ἔτι ἔσται ὅρος τῆς διαλεκτικῆς προτάσεως “ἐρώτησις ἀντιφάσεως”, ὃν ἀποδίδωσιν αὐτῆς ὅρον αὐτός; ἀλλ’ οὐδὲ τῷ τρόπῳ μόνον ἔτι γίνεται αὐτῶν ἡ διαφορά, εἴ γε τὸ μὲν πρόβλημα καὶ ἀντίφασιν περιέχει, ἡ δὲ πρότασις τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως. δείξας δὲ ἐπὶ ὁρισμοῦ καὶ γένους τὴν κατὰ τὸν τρόπον τῆς ἐκφοράς διαφορὰν προβλήματός τε καὶ προτάσεως προσέθηκεν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, λέγων τοῦ τε ἰδίου καὶ τοῦ συμβεβηκότος, δῆλον ὅτι ἕξειν αὐτὰ τὰς διαφοράς. εἰπὼν δὲ μόνῳ τῷ τρόπῳ τῆς ἐκφορᾶς τὴν διαφορὰν αὐτῶν εἶναι, εὐλόγως ἐπήνεγκεν ὥστε εἰκότως ἴσα τῷ ἀριθμῷ τὰ προβλήματα καὶ αἱ προτάσεις εἰσί. καὶ τὴν αἰτίαν αὐτοῦ πάλιν προσέθηκεν.

[*](p. 101b38)

Λεκτέον δὲ τί ὅρος, τί ἴδιον, τί γένος, τί συμβεβηκός.

Δείξας τέσσαρα εἴδη ὄντα τῶν προβλημάτων καὶ εἰπὼν τίνα, νῦν περὶ ἑκάστου αὐτῶν τί ποτέ ἐστι προτίθεται εἰ|πεῖν, καὶ λέγει·

[*](p. 101b39)

Ἔστι δὲ ὅρος μὲν λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων.

Πρῶτον περὶ τοῦ ὁρισμοῦ τὸν λόγον ποιεῖται· τελειότερον γὰρ ὁ ὁρισμὸς καὶ πάντα τὰ ἄλλα ἐν ἑαυτῷ ἔχων· καὶ γὰρ τὸ γένος ἐν τῷ ὅρῳ καὶ τὸ ἴδιον καὶ τὸ ὑπάρχον, τοῦτ’ ἔστι τὸ συμβεβηκός. κἄπειτα ὁρίζεται καὶ ταῦτα. καὶ τί ποτε σημαίνει τὸ ὄνομα τοῦ ὁρισμοῦ, ἀποδίδωσι. μετενήνεκται δὲ τὸ τοῦ ὅρου καὶ τοῦ ὁρισμοῦ ὄνομα ἀπὸ τῶν ὅρων τῶν ἐπὶ τῶν χωρίων, οἷς περιγράφουσιν αὐτὰ καὶ τῶν ἄλλων χωρίζουσιν. οὐκ εἰ ὁρισμοῦ δὲ ὁρισμὸν ἀποδίδωσι, διὰ τοῦτο εἰς ἄπειρον προελεύσεται· παντὸς γὰρ ὁρισμοῦ, καθ’ ὅ. ἐστιν ὁρισμός, οὗτος ἔσται λόγος, καὶ οὐκ ἄλλος ἄλλου. λόγον δέ φησιν εἶναι τὸν ὁρισμὸν τὸν τὸ τί ἦν εἶναι σημαίνοντα, ὃ μόνῳ [*](1 βούληιται κρίνειν P (saepius praebet ηιται) 3 τὸ prius D: om. aABP 5 post γένος add. ἐστὶ Arist. (om. Cou) 6 ἐλλειπῶς a cf. p. 40,21 δὴ om. in fine versus P 8 ἀδοδίδωσι] cf. p. 36,8 ἔτι γίνεται γίγνεται B) ABD: ἐπιγίγνεται P: ἐπιγίνεται a 10 post καὶ add. τοῦ ABD 11 post γένους add. καὶ 15 τὸν om. Α, superscr. Β τόπον, ut vidctur, Bpr. 12 post ἄλλων add. ἔχει aP 16 πάλιν ABD: πᾶσαν aP 17 post γένος add. καὶ Β 18 ὄντα εἴδη Β 19 τί ποτέ ἐστι om. D 22 ἄλλα om. a λοιπὰ addebat Waitz Organ. II p. X) ἑαυτῶ D: αὐτὼ aABP 23 κἄπειτα D: τοῦτο γὰρ ΑΒ: τούτῳ γὰρ aP 24 τοῦ ὁρισμοῦ D: ὁ (om. P) ὁρισμὸς aABP 25 τοῦ ὅρου καὶ τοῦ ὁρισμοῦ D: τοῦ ὁρισμοῦ καὶ ὅρου aABP 25. 2() ἐπιχωρίων D 26 αὗται P 27 γὰρ om. B 28 οὗτος ἔσται λόγος ante καθ’ transposuit Α ἄλλου] ἀλλ’ οὐ P 29 δὴ P τὸν allerum om. Α ὃ] ἡ Β)

42
τῷ λόγῳ ὑπάρχει τούτῳ. τὸ δὲ τί ἦν εἶναι ὡς ὀνοματικὸν μὲν συλλαβὼν ἐξενήνοχε, σημαίνει δὲ ‘ὁ τὸ τί ἐστι τὸ εἶναι σημαίνων τῷ ὁριστῷ᾿, τοῦτ’ ἔστι λόγος δηλωτικὸς τοῦ τί ποτέ ἐστι τὸ εἶναι ἐκείνῳ οὗ ἐστιν ὅρος. τῷ γὰρ ἦν οὐχ ὡς τοῦ παρεληλυθότος χρόνου δηλωτικῷ κέχρηται νῦν, ἀλλ’ ἀντὶ τοῦ ‘ἔστιν᾿. συνήθης δὲ ἡ τοιαύτη χρῆσις· ὁ γὰρ λέγων ‘τοῦτο ἦν’ ἴσον λέγει τῷ ‘τοῦτο ἔστι’, τῷ ‘ἦν᾿ ἀντὶ τοῦ ‘ἔστι᾿ χρώμενος, καὶ ὁ λέγων ‘τίς ἦν ὁ κόπτων τὴν θύραν;᾿ ἀντὶ τοῦ ‘τίς ἔστιν ὁ κόπτων τὴν θύραν;’ λέγει. ὁ γὰρ ὅρος τὴν οὐσίαν καὶ ἐν ᾧ ἐστιν ἑκάστῳ τὸ εἶναι, τοῦτο δηλοῖ, οὐ συμβεβηκός τι οὐδὲ παρεπόμενον ἄλλως. πλειόνων γὰρ ὄντων τῶν ὑπαρχόντων ἑκάστῳ ὁ ὅρος ἀποκρίνων τὰ ἄλλα μόνα δηλοῖ ταῦτα τῶν ὑπαρχόντων οἷς ὁρίζεται, καὶ ἐν οἷς ἐστιν αὐτῷ τὸ εἶναι, καὶ καθ’ ἃ διαφέρον τῶν ἄλλων ἐστὶ τοῦτο ὃ εἶναι λέγεται. οὐ μάτην δὲ οὐδὲ ἐκ περιττοῦ τῷ ἦν τὸ εἶναι πρόσκειται ἀλλ’ ἀναγκαίως. εἰ γὰρ τὸ ἦν τὸ ‘ἔστι᾿ σημαίνει, εἴη ἄν ὁ λόγος ὁ τὸ τί ἦν σημαίνων ὁ τῷ ‘λόγος ὁ τὸ τί ἐστι σημαίνων’, δῆλον ὅτι τὸ προκείμενον πρᾶγμα οὗ ἀποδίδοται. ἀλλ’ εἰ τοῦτο, πᾶς ὁ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ προκειμένου ἔχων τι λόγος ὁρισμὸς αὐτοῦ ἔσται· ἐν τῷ τί ἐστι δὲ κατηγορεῖται τῶν εἰδῶν τὰ γένη, συνωνύμως γάρ· ὁ ἐν τῷ γένει ἄρα τὸ εἶδος τιθεὶς λόγος εἴη ἂν ὁρισμὸς τοὺ εἴδους, δηλῶν τὸ τί ἐστιν, ὅπερ οὐκ ἀληθές. οὐκ ἄρα αὔταρκες τὸ ἦν, ὥς τινες ἡγοῦνται, ὧν δοκεῖ πρῶτος μὲν Ἀντισθένης εἶναι, εἶτα δὲ καὶ τῶν ἀπὸ τῆς Στοάς τινες, ἀλλὰ εὐλόγως τὸ εἶναι πρόσκειται. ὁ γὰρ τί ἐστι τὸ εἶναι αὐτῷ δηλῶν λόγος οὐκ ἔστιν ὁ τὸ γένος ἢ ἄλλο τι τῶν ἐν τῷ τί ἐστι κατηγορῶν αὐτοῦ· οὐ γὰρ τοῦτ’ ἔστι τὸ εἶναι τῷ εἴδει τὸ τὸ γένος αὐτοῦ κατηγορεῖσθαι, ὅτι μὴ ταὐτόν ἐστι τὸ εἶδος τῷ γένει τῷ αὑτοῦ. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ ‘λόγος ὁ τῆς τοῦ πράγματος οὐσίας δηλωτικὸς καὶ καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι᾿. οἱ δὲ λέγοντες ὅρον εἶναι λόγον κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενον, ἀνάλυσιν μὲν λέγοντες τὴν ἐξάπλωσιν τοῦ ὁριστοῦ [*](1 ὑπάρχει τῶ λόγω D ὑπάρχον Β τοῦτο. τὸ δὲ Β: τοῦτο δὲ τὸ aP ὀνομαστικὸν Α 2 ante ὁ τὸ ex Αrist. ὁ τὸ τί ἢν εἶναι σημαίνων addendum videtur ὁ τῶ A ὁρισμῷ P 3 post λόγος add. ἐστὶ aABP ἐκείνου Β 4 ἦν] νῦν Β παρελθόντος aP δηλωτικοῦ Α 5 post τοιαύτη add. ἦν AP, ἐστὶ a post χρῆσις add. αὐτῶ D 6 post isov add. ἐστὶν Α post τῷ prius add. ὁ Β 8 λέγει γὰρ ὅρον a καὶ om. AP ἑκάστου Α τὸ εἶναι om. P 8. 9 an εἶναι τοῦτο, interpungendum? 10 post ὅρος add. τὸ εἶναι a: defectus signum inter lineas appinxit P, quod nescio an ad superiorem versum (8. 9) pertineat, ubi legitur ἑκάστωι τοῦτο 12 ἁ scripsi: ὃ libri διαφέρον D: διάφορον aABP τῶν ἄλλων ἐστὶ aP: ἐστὶ τῶν ἄλλων ABD τοῦτο BD: τούτων Α: τούτῳ aP ᾧ aP 13 τῶ corr. ex τὸ D1 14 κἀν aP post ἦν alterum add. εἶναι Β ὁ (ante αὐτὸς) iterat Β 15 ὁ τῷ a δηλῶν Β οὗ om. Α 17 ἐστιν αὐτοῦ Α: inv. ord. P 19. 20 τὸ εἶδος om. Β 20 ὧν] (??) in ras. Ρ2 21 μὲν om. D Ἀντισθένης] fr. XIV, IV p. 38 Winckelm. 22 τί corr. ex τὸ Α εἶναι αὐτῷ] fortasse εἶναί τῳ sive εἶναι ἑκάστῳ 23 τι οm. D τὸ τὸ Α: τῶ τὸ Β: τὸ aD: τῶι Ρ ὅτε Ρ 25 αὑτοῦ λύσιν scripsi: αὐτοῦ aBP: αὐτῶ A: compeud. D 27 ἀναλογίαν Β 28 ὁριστικοῦ Α)
43
καὶ κεφαλαιωδῶς, ἀπαρτιζόντως δὲ τὸ μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν, οὐδὲν ἄν λέγοιεν τὸν ὅρον διαφέρειν τῆς τοῦ ἰδίου ἀποδόσεως. λόγος γὰρ καὶ τὸ ‘ζῷον γελαστικόν’, καὶ ἀπερίττως τε καὶ ἀνελλιπῶς σημαίνει τὸν ἄνθρωπον· οὔτε γὰρ ἐπὶ πλέον οὔτε ἐπ’ ἔλαττόν ἐστι τοῦ ἀνθρώπου. ἀλλὰ πλεῖστον ὁρισμοῦ ὁ διὰ τοῦ ἰδίου λόγος ἀποδιδόμενος διαφέρει, ὅτι μὴ σημαίνει ἐν τίνι ἐστὶ τὸ εἶναι τῷ ἀνθρώπῳ. ὅτι γὰρ μὴ ἐν τῷ γελαστικῷ τῷ ἀνθρώπῳ τὸ εἶναι, δῆλον ἐκ τοῦ τὰς καθ’ ὅ ἐστιν ἕκαστον ἐνεργείας ταύτας τελειοῦν αὐτό· οὐκ ἔστι δὲ τελειότης ἀνθρώπου τὸ γελᾶν.

[*](p. 102a1)

Ἀποδίδοται δὲ ἢ λόγος ἀντ’ ὀνόματος ἢ λόγος ἀντὶ λόγου.

Ὁρισάμενος τὸν ὁρισμόν, πῶς ἡ ἀπόδοσις αὐτοῦ γίνεται, καὶ ἀντὶ τίνος καὶ ἐκ τίνος μεταλαμβάνεται, λέγει. ἢ γὰρ ἀντ’ ὀνόματος ὅρος ἀποδίδοται (τὸ γὰρ ἀποδίδοται <δὲ> λόγος ἀντ’ ὀνόματος εἴρηκεν ὡς ἴσον τῷ ‘ἀποδίδοται δὲ ὁ τοιοῦτος λόγος, ὁποῖον εἰρήκαμεν τὸν ὁρισμόν, ἢ αντ’ ὀνόματος’, ὡς ὅταν τὸν ἄνθρωπον ὁριζόμενοι εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι πεζὸν δίπουν’· ἀντὶ γὰρ τοῦ ὀνόματος τοῦ ‘ἄνθρωπος’ τὸν λόγον, τοῦτ’ ἔστι τὸν ὅρον, ἀποδεδώκαμεν, τὸ ‘ζῷον πεζὸν δίπουν᾿), ἢ λόγος ἀντὶ λόγου, τοῦτ’ ἔστιν ὁ ὁρισμὸς ἀντὶ λόγου. τοῦτο δὲ γίνεται μὲν καὶ ἐπὶ τούτων ἐφ’ ὧν μὴ ἔστι τὸ ὁριστὸν γένος ἑνὶ ὀνόματι περιλαβεῖν, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνὸν ἢ ζῷον ἔνυδρον· ἕκαστον γὰρ τούτων ὁριζόμενοι λόγου εἰς λόγον καὶ ὅρον τὴν μετάληψιν ποιούμεθα· τοῦ γὰρ ζῴου πεζοῦ λόγου ὄντος τὸν ὁρισμὸν ἀποδίδομεν λέγοντες αὐτὸ οὐσίαν ἔμψυχον | αἰσθητικὴν ἐπὶ γῆς τὰς διατριβὰς ποιεῖσθαι πεφυκός. δύναται δὲ καὶ ἐκ τῶν λόγων τῶν διὰ τοῦ ἰδίου ἀποδιδομένων, οἳ οὐκ εἰσὶν ὁρισμοί, εἰς τὸν ὁρισμὸν μετάληψις γίνεσθαι, οἷον ζῴου γελαστικοῦ εἰς ζῷον λογικὸν θνητὸν ἡ ζῴου ἐπιστήμης δεκτικοῦ· καὶ γὰρ τὸ ἐπιστήμης δεκτικὸν ἴδιον ἀνθρώπου· οὐ γὰρ δεκτικοὶ οἱ θεοί· οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ δυνάμει. δύναται δὲ καὶ λόγος ἀντὶ λόγου λαμβάνεσθαι, ὅταν ἑκατέρου ἢ ἑκάστου ἐξ ὧν ὁ λόγος ἐστὶν ὁρισμόν τις ἀποδιδῷ. εἰ γὰρ ἑκάτερον τῶν ἐν τῷ λόγῳ ὁρίσασθαι ἔστιν, ἔστι καὶ τοῦ λόγου ὅρον ἀποδοῦναι· τοῦ γὰρ ‘ἄνθρωπος περιπατεῖ᾿ λόγου ὁρισμὸς ἄν εἴη ‘ζῷον πεζὸν δίπουν, ὃ διὰ σκελῶν κινεῖται μεταβατικῶς’. οὐ γὰρ δὴ λέγει ἀντὶ ὁρισμοῦ ὁρισμὸν ἀποδίδοσθαι. ἐπεὶ δὲ ἀποδίδοται πολλάκις ὑπὲρ σαφηνείας τινὸς [*](1 καὶ om. Β [καὶ] κεφαλαίωδη Diels 2 λέγωμεν Α 3 ἀνελλειπῶς P 5 μὴ om. D 6 τῷ alterum om. Β 7 τὸ om. Β τὰς om. D 8 ταῦτα a 11 ὄρον P 12 λέγει post ὁρισμόν (11) transposuit D 13 ἀποδέδοται (ante τὸ) BP ἀποδέδοται (aute δὲ) aB δὲ addidi 14 δὲ om. Α 17 δίπου a 18 ὁ deleverim cf. p. 38,9 19 τὸ om. Α ὁριστικὸν D 20 post πεζὸν add. δίπουν Β 21 λόγου scripsi: λόγω libri 22 post αὐτὸ add. εἶναι aP 24 καὶ om. ΑΒ εἰσὶν] εἰσὶ μόνοι Ρ 25 γενέσθαι Ρ 27 οὐδὲ (post θεοί) ΑΒ 28 δέ 0111. AP ἑκατέρου corr. Ρ2 29 post ἑκάτερον add. τέλος P 30 ἐστὶν ὁρίσασθαι aP ἀποδιδόναι Β 32 οὐ γὰρ δὴ] οὑδὲ γὰρ Β post ἀντὶ add. τοῦ a 32. 33 ὁρισμὸν ὁρισμοῦ Β 33 πολλάκις, quod post ὅταν ὢ (p. 44,1) habent libri, huc transposui)

44
καὶ ἀντὶ ὀνόματος ὄνομα, ὡς ὅταν εἴπῃ τις ἀγαθὸν εἶναι τὸ ὠφέλιμον ἢ δίκαιον τὸ ἴσον, οὔ φησι τὰς τοιαύτας ἀποδόσεις ὁρισμοῦ ἀποδόσεις εἶναι· ὁ γὰρ ὁρισμὸς κεῖται ἡμῖν ὅτι λόγος ἐστί. δῆλον δὲ ὅτι οὐδ’, ἂν ἀντὶ λόγου τις ὄνομ’ ἀποδῷ, ὁρισμὸν ἀποδέδωκε. γίνεται γὰρ καὶ ἀντὶ λόγου ὄνομα ἀποδεδομένον· ὁ γὰρ εἰπὼν ‘τὸ ἐπαινετὸν ἀγαθὸν καλόν ἐστι᾿ λόγου εἰς ὄνομα τὴν μετάληψιν πεποίηται. ὅρον μὲν οὗν οὐχ οἷόν τε τὸ ὄνομα εἶναι. ὁρικὰς μέντοι φησὶν εἶναι καὶ τὰς τοιαύτας ἀποδόσεις τὰς εἰς δήλωσιν ὀνόματός τινος ἀσαφεστέρου ὄνομα μεταλαμβανούσας γνωριμώτερον· ὥστε καὶ τὰ τοιαῦτα ὑπάγοιτο ἄν τοῖς ὁρικοῖς προβλήμασιν. ὁρικὰ δὲ λέγει προβλήματα εἶναι καὶ ἐν οἷς ζητεῖται εἰ τόδε τῷδε ταὐτόν ἐστιν, οἷον εἰ ταὐτὸν αἴσθησις ἐπιστήμῃ ἢ ἕτερον, καὶ πότερον ταὐτὸν. ἀκολασία καὶ ἀκρασία, ἢ ἐγκράτεια καὶ σωφροσύνη, ἢ οὔ. καὶ τοῦ καὶ ταῦτα ὁρικὰ εἶναι τὴν αἰτίαν ἀπέδωκε, διότι γὰρ καὶ ἐν τοῖς περὶ τῶν ὁρισμῶν προβλήμασι, πότερον τὸ αὐτὸ ὁ ἀποδοθεὶς ὁρισμὸς σημαίνει καὶ τὸ ἀνθ’ οὗ ἀπεδόθη ὀνόματος ἢ λόγου ἢ ἕτερον, ἡ πλείστη γίνεται ζήτησις· τὸν γὰρ ὁρισμὸν πρῶτον δεῖ τὸ ταὐτὸν ἔχειν. καὶ καθόλου φησὶν ὁρικὰ προβλήματα πάντα λέγεσθαι τὰ ὑπὸ τὴν αὐτὴν μέθοδον πίπτοντα τοῖς ὅροις. τὰ γὰρ ὑπὸ τὴν περὶ ὁρισμῶν μέθοδον πίπτοντα ὁρικά· πάντα δὲ τὰ ἐν οἷς ἡ ζήτησις πότερον ταὐτὰ ἢ οὐ ταὐτά ἐστιν ἀλλήλοις, ὑπὸ τὴν περὶ ὁρισμῶν μέθοδόν ἐστιν. καὶ πῶς ὑπὸ ταύτην, ἐδήλωσε· τῇ γὰρ μεθόδῳ, καθ’ ἣν δυνάμεθα ὅτι ταὐτὸν ἢ ὅτι ἕτερον ἄλλο ἄλλου δεικνύναι, καὶ πρὸς τοὺς ὁρισμοὺς χρώμεθα. καὶ πῶς χρώμεθα, προσέθηκε· δείξαντες γὰρ τὸν ἀποδοθέντα λόγον ὡς ὁρισμόν, ὅτι μὴ ὁ αὐτός ἐστιν ἐκείνῳ οὗ ἀπεδόθη, δεδειχότες ἄν εἴημεν ὅτι μὴ ὁρισμὸς ὁ λόγος οὗτος. οὐ μήν ἄν δείξωμεν ὅτι ταὐτὸν σημαίνει ὁ λόγος τῷ οὗ ἦν ἀποδεδομένος, ἤδη ἄν εἴημεν δεδειχότες ὅτι ὁρισμός· καὶ γὰρ ἐν ἄλλοις τὸ ταὐτόν. δεῖ μὲν γὰρ τὸν ὅρον τὸ ταὐτὸν ἔχειν· οὐ μήν, εἴ τι ταὐτόν, ἤδη καὶ ὅρος· οὐ γὰρ ἀντιστρέφει οὐδὲ ἐπ’ ἴσης ἐστὶν οὐδὲ ἀντικατηγορεῖται ὅ τε ὅρος καὶ τὸ ταὐτόν. διό, εἰ μὲν μὴ ταὐτόν, οὐχ ὅρος, εἰ δὲ ταὐτόν, οὐ πάντως καὶ ὅρος· λέγεται γὰρ τὸ ταὐτόν, ὡς ὀλίγον προελθὼν δείξει, πλεοναχῶς, καὶ οὔτε τὸ τῷ γένει ταὐτὸν οὔτε τὸ τῷ εἴδει ὁρισμός, ἀλλ’ οὐδὲ τὸ τῷ ἀριθμῷ πάντως. ὅτι τε οὖν τὸ ταὐτὸν χρήσιμον πρὸς [*](2 ἀποδόσεις ἀποδόσεις ὁρισμοῦ collocat Β 4 ἄν AD: om. aBP ὄνομα Α: ὄνο D ἀποδιδῶ—ἀπέδωκε D 5 καὶ om. D 6 οὑν om. P 7 ὁριστικὰς aP καὶ om. D 8 τινὸς ὀνόματος D post μεταλ. add. εἰς aP 9 ὑπάγοιτ’ ἂν P: ἐπάγοι τὸν a ὁρικοῖς D: ὁριστικοῖς aAP: ῥητορικοῖς Β 10 ὁριστικὰ aP 11 ἐστιν D: om. aABP 13 ὁριστικὰ aP ἀποδέδωκε aAP 15 ἡ alteram om. Β ἕτερον scripsi: ἑτέρου libri 17 ὁριστικὰ aP γίνεσθαι Α 18 ὁρισμοῦ a πίπτοντα ὀρικά—μέθοδόν (20) iterat Β ὁριστικά P 19 ἡ ζήτησις—ἐδήλωσε (20), summum versum, add. Ρ3 20 post τὴν add. τῶν in iteratis Β καὶ πῶς ὑπὸ ταύτην ABD: εἶτα καὶ τὴν αἰτίαν aP 22 χρώμεθα alterum om. D 24 ἐστιν οm. Α post ὁρισμός add. ἐστιν aP 27 εἴ τι ABD: ἐπεὶ aP 28 οὐδὲν pio altero οὐδὲ Α 29 ὅ τε om. D μὲν om. Α 30 καὶ D: om. aABP γὰρ om. P 31 δείξει] c. 7 τε] μὲν Β)
45
τὰ ὁρικὰ προβλήματα, δέδεικται, καὶ ὅτι μὴ πάντῃ ταὐτόν ἐστιν ἥ τε περὶ ταὐτοῦ ζήτησις καὶ ἡ περὶ τοῦ ὁρισμοῦ. οὐ γάρ, ἐπεὶ ταὐτόν ἐστιν ὁρατόν τε καθ’ αὑτὸ καὶ χρῶμα, καὶ ἀκουστὸν καὶ ψόφος, καὶ χυμὸς ὁμοίως καὶ γευστόν, διὰ τοῦτο ἢ τοῦ χρώματος ὅρος ἐστὶ τὸ καθ’ αὑτὸ ὁρατὸν ἤ, ὥς τινες ὁρίζονται, τὸ ἴδιον ὄψεως αἰσθητόν· οὐ γὰρ καθ’ ὃ χρῶμα καὶ καθ’ ὃ ψόφος τοιαῦτά ἐστιν, ἀλλὰ κατὰ τὴν σχέσιν τὴν πρὸς τὸν αἰσθανόμενον αὐτῶν. ταῦτα εἰπὼν περὶ τοῦ ὁρισμοῦ ὡς πρὸς τὴν προκειμένην μέθοδον αὐτάρκη, ἐπεὶ περί γε ὁρισμοῦ καὶ ἔν τε τοῖς Ὑστέροις ἀναλυτικοῖς καὶ ἐν τοῖς Μετὰ τὰ φυσικὰ πραγματεύεται μετὰ ἀκριβείας καὶ θεωρίας πλείονος, μέτεισιν ἐπὶ τὸν περὶ τοῦ ἰδίου λόγον. δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θεόφραστος τὰ περὶ τοῦ αὐτοῦ προβλήματα ὑποτάσσει τοῖς γενικοῖς, ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν· λέγει γὰρ “καὶ καὶ τὴν διαφορὰν καὶ τὴν ταὐτότητα γενικὰ θῶμεν’’ . καὶ τοῦτο μὲν ἔξωθεν προσιστορήσθω. ὁρίζεται δὲ πάλιν τὸ ἴδιον οὕτως·

[*](p. 102a18)

Ἴδιον δέ ἐστιν ὃ μὴ δηλοῖ μὲν τὸ τίην εἶναι, μόνῳ δ’ ὑπάρχει καὶ ἀντικατη|γορεῖται τοῦ πράγματος, [*](26) Κοινὸν μὲν οὖν ἔχει πρὸς τὸν ὁρισμὸν τὸ ἴδιον τό τε μόνῳ ὑπάρχειν καὶ τὸ ἀντικατηγορεῖσθαι, τοῦτ’ ἔστι τὸ παντὶ ὑπάρχειν· τὸ γὰρ μόνῳ καὶ παντὶ ὑπάρχον ἀντικατηγορεῖται. ἡ δὲ διαφορὰ αὐτῶν, καθ’ ὃ ὁ μὲν ὁρισμὸς τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ τοῦ πράγματος καὶ ἔστι πάντως λόγος, τὸ δὲ ἴδιον οὔτε ἀνάγκη λόγον εἶναι οὔτε τὴν οὐσίαν δηλοῦν τοῦ πράγματος οὗ ἐστιν ἴδιον, ἀλλὰ ἢ διάθεσίν τινα αὐτοῦ σημαίνει, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ πλατυώνυχον καὶ τὸ ὄρθιον, ἢ δύναμιν, ὡς τὸ ἐπιστήμης δεκτικὸν καὶ γελαστικόν, ἢ ἐνέργειαν, ὡς τοῦ θείου σώματος τὸ ἀεικίνητον. διὰ τοῦτο ἴδια μὲν μὲν οἷόν τε τοῦ αὐτοῦ πλείω εἶναι, ὁρισμοὺς δὲ οὐκέτι, εἴ τις ἀκριβολογοῖτο, εἴ γε μία ἑκάστου ἡ οὐσία, ἧς ὁ ὁρισμὸς δηλωτικός. ὅτι δὲ τὸ ἴδιον οὐ δηλοῖ τὴν οὐσίαν τούτου οὗ ἐστιν ἴδιον, οἷον τὸ γελαστικὸν τὴν τοῦ ἀνθρώπου ἢ τὸ γραμματικῆς δεκτικόν, δῆλον, ὡς ἤδη προείρηται, ὅτι καθ’ ἣν δύναμιν ἑκάστῳ τῶν ζῴων ἐστὶ τὸ εἶναι, ὅταν [*](1 ὁρικὰ D: ὁριστικὰ aABP πάντως Β 2 ταυτοῦ aABP2: αὐτοῦ DP1 περὶ in ras. P2 ἐπειδὴ D 2. 3 ante ὁρατόν add. τὸ a: las. P o καθ’ αὑτὸ om. D: καθ’ αὑτὰς omisso καὶ Α χυμὸς] λοιμὸς A 4 et 5 ἢ om. A 4 αὑτὸ AP Waitz Org. II p. X: αὑτὸν aB: corapend. 5 post αἰσθητόν excidisse videtur ἢ τοῦ ψόφου τὸ καθ’ αὐτὸ ἀκουστὸν ἢ τὸ ἴδιον ἀκοῆς αἰσθητόν 6 τοιαῦτα om. Α τὴν prius om. D 7 αὐτοῦ aP τοῦ superscr. P 8. 9 ἔν τε τοῖς Ὑστ. ἀναλ. καὶ ἐν τοῖς Μεῖά τὰ φυσ.] cf. p. 26,11). 20 9 ἐν om. A 10 ante καὶ add. τε aAP τοῦ superscr. Β 11 post ὅτι add. ὁ 1) Θεόφραστος] fr. LXXb Wimiiier. τοῦ αὐτοῦ D: αὐτοῦ A: ταυτοῦ aBP 11. 12 γεννητοῖς Α 13 προσιστορήσθω D: προσιστορείσθω aABP 18 τουτέστι om. D 19 ὁ om. Α 20 τί om. A 22 αὐτοῦ τινα Α 2;) πλατυώνυχον AP, Dpr: πλατυόνυχον aB, Dcorr. 24 post ἡ add. καὶ A ὡς] καὶ Α ἀεὶ κινούμενον aP 25 πλείω τοῦ αὐτοῦ aP 26 μίου Α ἡ ἑκάστου aP 28 ὡς—τῶν (29) om. P, sed in mrg. signo appicto ἤδη προείπομεν ὅτι καθ’ κτλ add., ut videtur, P4 29 προείρηται] p. 43,6—8 δύναμις)

46
κατὰ ταύτην ἀνεμποδίστως ἐνεργῇ, τότε τὴν τελειότητα <τὴν> αὑτοῦ ἀπειληφέναι. τέλειος γὰρ ἵππος ὁ καθ’ ἣν δύναμίν ἐστιν αὐτῷ τὸ εἶναι ἵππῳ, κατὰ ταύτην ἐνεργῶν ἀπαρεμποδίστως· ὥστε καὶ εἰ ἦν ἡ τοῦ ἀνθρώπου οὐσία ἐν τῇ τοῦ γελᾶν δυνάμει, τέλειος ἄνθρωπος εἴη ἂν ὁ ἀνεμποδίστως τε καὶ εὖ γελῶν. ἀλλ’ ἄτοπον τὸ τοῦ ἀνθρώπου τέλος ἐν τῷ ἀνεμποδίστως γελᾶν τίθεσθαι. τί οὖν ἐπὶ τοῦ πεζοῦ καὶ δίποδος λέγοι τις ἄν, οἷς ὁ ἄνθρωπος ὁρίζεται; μήποτε οὖν ἢ οὐκ ἀληθὲς τὸ κατὰ τοῦτο διαιρεῖν τὸ ἴδιόν τε καὶ τὸν ὁρισμόν, ἢ οἱ μὲν τοιοῦτοι λόγοι ὅροι δοκοῦσιν εἶναι τῷ χωρίζειν διὰ τῶν ὑπαρχόντων τῷ προκειμένῳ ἀπὸ πάντων αὐτὸ τῶν ἄλλων. κυρίως δ’ ἄν εἶεν ὅροι οἱ ἔχοντες πρὸς τούτῳ καὶ καθ’ ὃ μάλιστά ἐστι τῷ ὁριστῷ τὸ εἶναι, ὡς τῷ ἀνθρώπῳ κατὰ τὸ λογικόν· διὸ καὶ εἷς ὁ κυρίως ὁρισμὸς ἑκάστου ἐστίν. τὸν γὰρ ὅρον δεῖ ἐκ διαφορῶν εἶναι· αὗται γὰρ τὸ γένος εἰς τὰ εἴδη διαιροῦσιν οὐ κατὰ συμβεβηκότα τινὰ ὠὰ κατὰ τὴν οὐσίαν· τὸ δὲ ἴδιον οὐ διαφορά. ὅτι δὲ δεῖ ἀντικατηγορεῖσθαι τὸ ἴδιον τοῦ πράγματος, συνέστησε διὰ τοῦ εἰπεῖν οὐδεὶς γὰρ λέγει ἴδιον τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν, οἷον τὸ καθεύδειν ἀνθρώπῳ, οὐδ’ ἄν τύχῃ κατά τινα χρόνον μόνῳ ὑπάρχον. προστίθησι δὲ τοῦτο, ὅτι, κἄν λέγηταί ποτε τῶν μόνῳ ·τῷ πράγματι ὑπαρχόντων μὴ ἀντικατηγορουμένων δὲ αὐτοῦ ἴδιόν τι, ὅτι μὴ ἁπλῶς τοῦτο λέγεται ἴδιον ἀλλὰ ποτέ, ὡς τὸ ἐκ δεξιᾶς τινα εἶναί τινος ποτὲ ἴδιον· οὕτως καὶ τὸ καθέζεσθαι δύναται ποτὲ ἴδιόν τινος εἶναι· οὐ γὰρ ἄν εἴη πρός τι. τὸ γὰρ δίπουν τοῦ ἀνθρώπου πρὸς τὰ μὴ δίποδα ἴδιον, ἀλλ’ οὐχ ἀπλῶς· πρὸς γὰρ ἵππον καὶ κύνα καὶ ὅσα μὴ δίποδα ἴδιον, οὐ μὴν καὶ πρὸς ὄρνεον. ἀεὶ μὲν οὖν τοῦτο, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ἀεὶ πρὸς ταῦτα ἴδιον. δύναται δέ τινα καὶ μόνῳ μὲν ὑπάρχειν, οὐ μὴν δὲ ὡς ἴδια, ὡς αἱ ἀπὸ τῶν δυνάμεων τῶν ἰδίων ἐνέργειαι, τὸ ἀριθμεῖν, τὸ λόγῳ χρῆσθαι, τὸ γελᾶν, τὸ ταριχοποιεῖν· ταῦτα γὰρ οὐκ ἴδια, ὅτι μὴ παντί· αἱ μὲν γὰρ δυνάμεις παντί τε καὶ ἀεί, αἱ δὲ ἐνέργειαι οὐ παντὶ ἅμα οὐδὲ ἀεί. δῆλον δὲ ὅτι οὐδὲ τῶν ἐνδεχομένων καὶ ἄλλῳ ὑπάρχειν οὐδὲν ἀντικατηγορεῖσθαι δύναται· τὸ μὲν γὰρ ἀντικατηγορούκατὰ [*](1 ταύτην scripsi cf. vs. 3: κατ’ αὐτὴν ABDP: καθ’ αὑτὴν a τελειοτάτην A τὴν αὑτοῦ scripsi cf. p. 42,25: αὐτοῦ libri 2 ante ἵππος add. ὁ aP αὐτὸ ΑΒ 3 κατ’ αὐτὴν aP ἀπαρεμποδίστως D: ἀνεμποδίστως aABP εἰ καὶ aP ἡ] ἐν τῇ Β 4 ἄν om. aP 6 γελῶντι θέσθαι Α 7 οἷς D: ὡς aABP ὁ om. AP 9 αὐτῶ Α 10 ante opot add. οἱ AD οἱ om. D: ὡς a τοῦτο A, Bpr. 11 ἐστι ante μάλιστα transposuit D: in ras. P 12 ὁ om. B γὰρ om. P 13 τὰ superscr. P 14 οὐ om. A post δὲ alterum add. οὐ Β 16 ἴδιον λέγει Arist. libri praeter C post ἐνδεχόμενον add. postea καὶ D1 οἷον] ὡς a 17 οὐ δι’ a 18 ὅτι] τὸ Α post τῶν add. μὴ aP υπράγ(??) (sic) D 19 μὴ δὲ ἀντικατηγορουμένων aP post μὴ alterum add. δὲ P 20 ἀλλὰ ποτέ om. D 21 εἶναι post δύναται transposuit B 22 ἀλλ᾿—ἴδιον (23) om. A 23 ἴδιον om. aP 24 οὖν] ras. P ἀλλ’ ἀεὶ AD: ἀλλ εἰ P: ἀλλ’ ἡ a: ἀλλὰ, post ἴδιον (25) transposito ἀεὶ, Β 25 δὲ alterum om. aP 27 ταριχοποιεῖν Β: ταρριχοποιεῖν D: ταραχιποιεῖν A: ταριχοπωλεῖν ’ μὴ om. A 28 πάντοτε A 29 οὐ περὶ pro altero οὐδὲ B ἄλλως A 30 οὐδὲ B μὲν D: om. aABP)
47
μένον ἐπ’ ἴσης ἀνάγκη εἶναι· τὸ δὲ ἴδιον κεῖται ἡμῖν ὅτι ἀντικατηγορεῖται τοῦ πράγματος.

[*](p. 102a31)

Γένος δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον.

Καὶ τὸν τοῦ γένους ὁρισμὸν ἀποδέδωκε δι’ οὗ κεχώρικεν αὐτὸ τῶν ἄλλων, οἷς καὶ αὐτοῖς ὑπάρχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· * * * ἀλλὰ καὶ ταῖς διαφοραῖς. τῶν μὲν οὖν εἰδῶν χωρίζει τὸ γένος τῇ προσθήκῃ τοῦ διαφερόντων τῷ εἴδει. ὅταν γὰρ τὰ ὑπ’ ἐκεῖνο κατ’ εἶδος ἀλλήλων διαφέρῃ, ὡς ἄνθρωπος, ἵππος, κύων, τότε γένος τὸ ἐν τῷ τί ἐστι τούτων κατηγορούμενον. οὐ γὰρ καὶ τὸ εἶδος κατὰ διαφερόντων τῷ εἴδει κατηγορεῖται, ἀλλὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖται ἐν τῷ τί ἐστι, καθ’. ὅ ἐστιν εἶδος. οὗ γὰρ κατηγορουμένου πλειόνων ἐν τῷ τί ἐστι τὰ ὑποκείμενα κατ’ εἶδος ἀλλήλων διαφέρειν δύναται, τοῦτο ἀνάγκη γένος εἶναι. ἡ δέ γε διαφορὰ κατὰ πλειόνων μὲν καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται καὶ αὐτή, οὐ μὴν ἐν τῷ τί ἐστιν, ἐπεὶ οὕτως ἄν ὁ αὐτὸς λόγος εἴη γένους τε καὶ διαφορᾶς, ἀλλ’, ὡς ἐν ἄλλοις λέγει, ἡ διαφορὰ ἐν τῷ ποῖόν τι μᾶλλον κατηγορεῖται ὧν | ἄν ὡς [*](27) διαφορὰ κατηγορῆται· ποῖον γάρ τι τὸ πρᾶγμά ἐστι, δηλοῖ. ὅθεν οὐχ ἡγητέον τὸ ἐν Κατηγορίαις εἰρημένον, τὸ ὅτι αἱ διαφοραὶ καθ’ ὑποκειμένου κατηγοροῦνται, περὶ τῶν κυρίως λεγομένων εἰρῆσθαι διαφορῶν, ἀλλὰ τῶν ἤδη συνειλημμένων τῇ ὕλῃ· τὸ γὰρ καθ’ ὑποκειμένου κατηγορούμενον ἅπαν ἐν τῷ τί ἐστιν ἐκείνου κατηγορεῖται· κατηγορούμεναι δὲ ἐν τῷ τί ἐστιν αἱ διαφοραὶ γένη ἄν εἶεν, ἀλλ’ οὐ διαφοραί. καὶ εἰ τὸ συμβεβηκὸς δὲ πλειόνων κατηγορεῖται καὶ διαφερόντων τῷ εἴδει, ταύτῃ τοῦ γένους διαφέροι ἄν, ὅτι μὴ ἐν τῷ τί ἐστι. τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι αὐτὸς ἐξηγεῖται· ὅσα γὰρ ἁρμόττει ἐρωτηθέντας ἀποδοῦναι τί ἐστι τὸ προκείμενον, ταῦτα ἐν τῷ τί ἐστι κατηγορεῖται. ὅτι δὲ καὶ ἡ διαφορὰ καὶ τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα γενικά, φθάνει εἰρηκέναι· οἷόν ἐστι καὶ τό ‘πότερον ὁ κύων λογικός ἐστιν ἢ οὔ ;’. ἔστι δὲ διαφορὰ κυρίως καθ’ ἣν γένος τι εἰς εἴδη τέμνεται· οὐ γὰρ πᾶν τὸ διαφέρον τινὸς τῇ κυρίως λεγομένῃ διαφορᾷ διαφέρει, ἐπεὶ τοῖς πλείστοις γε κατὰ συμβεβηκότα τινὰ [*](5 τὸν om. Β δι’ οὗ corr. ex διο/// Ρ2 6 defectum indicavi; supple καὶ γὰρ τοῖς εἴδεσι ὑπάρχει τὸ κατὰ πλειόνων κατηγορεῖσθι 8 τοῦ] τῶν Β post τοῦ add. ex Arist. καὶ a τοῦ διαφερόντων corr. nescio unde Ρ2 ἐκεῖνα aP 9 διαφέρῃ ABP: διαφέροντα D: διαφέρουσιν a κύων, ἵππος a τότε] τὸ Β 11 ἀλλὰ—κατηγορεῖται (15) om. Α 12 ὁ γὰρ κατηγορούμενον P 13. 14 διαφέρειν δύναται BD: inv. ord. aP 15 αὕτη D 16 εἴη om. D 16. 17 ἐν ἄλλοις] i. e. IV 2 p. 122b 16 cf. Rose Arist. Pseudep. p. 127 17 post ἡ add. δὲ Β ὁποῖον ΑΒ 18 κατηγορῆται D: κατηγορεῖται aABP 19 ἐν Κατηγορίαις] c. 5 p. 3a23 post εἰρημένον add. ἀναγκαιότατον aP 20 ante περὶ add. οὐ Β post ἀλλὰ add. περὶ aP 23 γένος B ἀλλ’ om. Β τὸ om. aP 24: κατηγοροῖτο aP διαφόρων aP 26 ἐρωτηθέντας ἀποδοῦναι ΑΒD (f): inv. ord. aP(CP): ἀποδοῦναι ἐρωτηθέντα Arist. 28 φθάνει εἰρηκέναι] c. 4 p. 101b18 29 λογικός BD: λογικόν aAP 30 εἴδη scripsi: εἶδος libri τινὸς] κυρίως Β 31 γε om. Β)

48
ἡ διαφορὰ ἡ πρὸς ἄλληλα, ἀλλὰ κοινότερον τὰ τοιαῦτα καλοῦνται διαφοραί. γενικὰ δέ φησιν εἶναι προβλήματα καὶ ἐν οἷς ζητεῖται πότερον τόδε τῷδε ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ οὔ, ὥσπερ ἦν ὁρικὸν καὶ τὸ ζητεῖν εἰ τόδε τῷδε ταὐτόν. καὶ δείκνυσί γε πῶς ἐστι γενικά. δεῖ γὰρ τὸν μέλλοντα δεικνύναι ὅτι ἐν τῷ αὐτῷ γένει τάδε τινά, οἷον ἵππος καὶ ἄνθρωπος, δεῖξαι ὅτι τὸ ζῷον γένος ἐστὶ καὶ τοῦ ἵππου καὶ τοῦ ἀνθρώπου· ταῦτα δὲ γενικὰ προβλήματα. καὶ τὸ δεικνύναι δὲ ὅτι τόδε τι μὴ ἐν τῷ αὐτῷ γένει γενικόν, οἷον ὅτι τὸ ὁρᾶν οὐκ ἔστιν ὑπὸ ταὐτὸν γένος τῷ βοᾶν· τοῦτο μὲν γὰρ ὑπὸ τὸ ποιεῖν, τοῦ δὲ ὁρᾶν οὐκ ἔστι γένος τὸ ποιεῖν· πάσχειν γάρ τί ἐστι τὸ ὁρᾶν. ὅτι γὰρ μὴ ἐν τῷ αὐτῷ γένει τὸ ὁρᾶν τῷ βοᾶν, καίτοι τῷ σχήματι τῆς λέξεως ὅμοιον ὄν, οὕτως δείκνυται· τὰ δὲ τοιαῦτα διὰ τῶν πρὸς το γένος τοπων οεικνυται·

[*](p. 1021b4)

Συμβεβηκὸς δέ ἐστιν ὃ μηδὲν μὲν τούτων ἐστί, μήτε ὅρος μήτε ἴδιον μήτε γένος, ὑπάρχει δὲ τῷ πράγματι, ἢ ὃ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ ἰῷ αὐτῷ καὶ μὴ ὑπάρχειν.

Δύο λόγους τοῦ συμβεβηκότος ἀποδέδωκε, τὸν μὲν ἐκ τῆς τῶν προειρημένων ἀποφάσεως δεικνύντα τὸ συμβεβηκός (ὃ γὰρ ὑπάρχον τῷ πράγματι κατὰ μηδένα τῶν προειρημένων τρόπων ὑπάρχει, τοῦτό ἐστι συμβεβηκός), τὸν δὲ ἀπ’ αὐτῆς τοῦ τοῦ συμβεβηκότος φύσεως· ὃ γὰρ οὕτως ὑπάρχει ὡς ἐνδέχεσθαι αὐτῷ τούτῳ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, συμβεβηκός ἐστι. καὶ προκρίνει γε τοῦτον τὸν λόγον δι’ ὃ καὶ λέγει. ὁ μὲν γὰρ δι’ ἀποφάσεώς τινων μέλλων τι γνωρίζειν πρῶτον ἀνάγκην ἔχει γνωρίζειν ἐκεῖνα ὧν τῇ ἀποφάσει τοῦτο δηλοῦται· ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ πράγματος οὐδενὸς ἄλλου χρείαν εἰς γνῶσιν ἔχει τοῦ προκειμένου· τὴν γὰρ αὐτοῦ τοῦ πράγματος οὐσίαν τε καὶ φύσιν ὁ τοιοῦτος σημαίνει λόγος, ἐπεὶ ὁρισμός ἐστι “λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων’’ , ὡς προείρηται, τὸ δὲ εἶναι ἑκάστῳ ἐν ὑπάρξει τινὶ καὶ ἐν καταφάσει. οὐκ ἄν οὖν ὁ ἐξ ἀποφάσεως τινων λόγος κυρίως ὁρισμὸς εἴη. τί δήποτε οὖν ἀμφοτέρους ἔθηκε καὶ οὐ μόνον ὃν προέκρι- [*](1 ἡ πρὸς ἄλληλα διαφορά aP κοινότερα Α καλεῖται διαφορά (ι erasum A 2 τῶδε om. Β 3 ὁριστικὸν aP 4 τὸν] τὰ Α 6 ἀνθρώπου—ἵππου aP 7 ὅτι Β: om. aADP τὸ αὐτὸ aP τῶ ABD: τοῦ aP βοᾶν] μὴ ὁρᾶν Α 9 post δὲ add. μὴ Α 10 τί om. Α 1(0 alterum ABD: τοῦ aP 11 ὄν D: om. aABP 12 τὸ om. Α 13 μὲν superscr. P 14 ὑπάρχει—μὴ ὑπάρχειν (15) om. Α ἢ] καὶ Arist. ὃ om. D 16 ἀπέδωκε Α πρὸ ex corr. add. D1 18 μηδὲν A ὑπάρχει, τοῦτό ἐστι συμβεβηκός initio paginae perierunt in P; τοῦτο συμβεβηκός ἐστι in mrg. P3; eadem manus 19 τὸν δὲ—ἐνδέχεσθαι (20) maiore ex parte restituit 19 ἀπὸ omisso αὐτῆς Β 20 καὶ prius om. aP 21 προκρίνοι A 22 ἀποφάσεως B: ἀποφάσεων aADP cf. vs. 27 ἀνάγκη omisso ἔχει Β 23 τῆς ἀποφάσεως A τοῦτο] ἐκεῖνο A 26 ὥσπερ εἴρηται a προείρηται] p. 101b38 27 ἀποφάσεων AD cf. vs. 22 λόγος τινῶν a 28 ποτε superscr. Β τέθεικε Α ὃν superscr. P4: ὧν A)

49
νεν; ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι καὶ τοιαύτη τις ἀπόδοσις γίνεται λόγων. ἢ ἐπεὶ χρήσεται πρὸς τὰ ἑξῆς τῷ τοιούτῳ λόγῳ τοῦ συμβεβηκότος· διὰ γὰρ τοῦ λόγου τοῦ συμβεβηκότος κατασκευάζεται τὸ τοσαῦτα εἶναι τῶν προβλημάτων γένη. τάχα δὲ καὶ καθόλου μὲν ἀμείνων ἐκεῖνος ὁ τρόπος τῆς τῶν ὅρων ἀποδόσεως, ἐπ’ ἐνίων δὲ ἀναγκαῖος οὗτος, ὥσπερ ἐπὶ τοῦ σιμοῦ. καὶ γὰρ ἐπὶ τοῦ συμβεβηκότος ὁ δεύτερος ἀποδοθεὶς οὐ πᾶν δοκεῖ τὸ συμβεβηκὸς περιλαβεῖν, ὁ δὲ πρῶτος πᾶν. // ἐπιζητήσαι γὰρ ἄν τις εἰ ὁ λέγων λόγος συμβεβηκὸς εἶναι ὃ οἷόν τε ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, πᾶσαν τὴν τοῦ συμβεβηκότος περιείληφε φύσιν. εἰ γὰρ τοῦτό ἐστι, τὰ συμβεβηκότα τὰ ἀχωρίστως μὲν ὑπάρχοντά τισι μήτε δ΄ ἐν τῇ οὐσίᾳ μήτε ὡς ἴδια ὑπὸ τί ἄν εἴη γένος; οἷον ἡ σιμότης τῇ ῥινί. εἰ γὰρ μὴ συμβεβηκότα, ἢ γένη ἔσται ἢ διαφοραὶ ἢ ἴδια ἢ ὁρισμοί· ἄτοπον δὲ τούτων τι λέγειν αὐτὰ εἶναι· ἄλλη ἄρα φύσις ὑπαρχόντων παρὰ τὰς εἰρημένας τέσσαρας ἡ τοιαύτη ἄν εἴη. εἰ δὲ τοῦτο, οὐδ’ ἄν ὁ ἀριθμὸς τῶν προβλημάτων τε καὶ προτάσεων οὗτος ἂν εἴη, ἀλλὰ καὶ πέμπτον ἂν εἴη γένος τι προβλημάτων, ἐν ᾧ τὰ οὕτως ὑπάρχοντα κατηγορεῖται. διὸ κατὰ τοῦτο ὁ πρῶ|τος ἀποδοθεὶς λόγος ἀμείνων. ἡ ἀχώριστον ῥινὸς τὸ σιμόν, [*](28) οὐχ ὅτι μὴ ῥὶς ἡ αὐτὴ καὶ σιμὴ καὶ γρυπὴ γίνεται διὰ τοῦτο γὰρ οὐδὲ διαφορὰ ῥινὸς τὸ σιμόν), ἀλλ’ ὅτι δοκεῖ τὸ σιμὸν ἐν αὑτῷ συνειληφέναι καὶ τὴν ῥῖνα· εἰ γὰρ κοιλότης ἡ σιμότης ἐν ῥινί, τὸ συναμφότερον οὖσα εἰκότως μετὰ τῆς ῥινὸς καὶ σὺν ταύτῃ ἐστὶ καὶ ἀχώριστος αὐτῆς ὥσπερ καὶ τῆς κοιλότητος· τὸ γὰρ συναμφότερον σιμόν. οὕτως δὲ οὐκέτ’ ἂν εἴη συμβεβηκὸς ἡ σιμότης, ἀλλὰ τὸ συμβεβηκὸς μετὰ τοῦ ᾧ συμβέβηκεν· ἡ δὲ κοιλότης συμβεβηκὸς οὖσα οἵα τε καὶ παρεῖναι τῇ ῥινὶ καὶ μή. δύναται δὲ τὸ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν οὐ τοῦ πάντως καὶ ὑπάρχειν δύνασθαι καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ δηλωτικὸν εἶναι τὸ πρότερον ὑπάρξαν, ἀλλὰ τοὐ μηδὲν τὸ πρᾶγμα πρὸς τὸ εἶναί τι ἢ μὴ εἶναι δεῖσθαι τῆς τοῦ συμβεβηκότος παρουσίας· καὶ γὰρ χωρὶς τούτου ταὐτὸ ἂν ἦν· ἡ γὰρ ῥὶς <ῥὶς> ἦν ἂν καὶ [*](1 λόγω compend. D 3 γὰρ om. Α τὸ D: om. aABP 4 τάχα] ταῦτα Α καὶ om. a, add. P3 4. 5 ἐκεῖνος—ἀποδόσεως] ὁ τρόπος τῆς ἐκείνων ἀποδόσεως Α 6 ἐπὶ τοῦ συμβεβηκότος om. a ὁ δεύτερος—συμβεβηκὸς om. P 6. 7 ἀποδοθεὶς οὐ πᾶν δοκεῖ τὸ συμβεβηκὸς ABD: ὁρισμὸς μέρος τί τοῦ συμβεβηκότος a 7 περιλαμβάνει aP ante πᾶν add. τὸ 15 8 ὃ om. P: evan. Α: ὁ a ὁτῳοῦν om. a ἑνὶ καὶ om. P 10 ταῦτα P 11 post οἷον add. εἰ P 12 ἢ διαφορά, sed post ἴδια, a 13 λέγειν τούτων τι A ἄλλη] ἀλλ’ εἰ A 14. 15 ὁ ἀριθμὸς] ὁρισμὸς Β 15 τε καὶ] καὶ τῶν B: fort, τε καὶ τῶν cf. p. 35, 26 16 τι γένος ἂν εἴη Α: ἂν εἴη τι γένος B προβλήματος A 11 ἡ BD: ᾗ aAP 18 ῥὶς initio versus om. P καὶ γρυπὴ καὶ σιμὴ Β γίγνεται Α 19 αὐτῷ aABP 20 εἰ] ἡ Α post γὰρ add. καὶ aP τὸ] τῶν Α 21 σὺν ταύτῃ] ν τ ex corr. B ἀχώριστος D: ἀχώριστον aABP 22 ὥσ)περ in ras. D1 οὐκέτ’] οὐκ Α 23 τὸ συμβεβηκὸς] τοῦ συμβεβηκότος P 24 καὶ prius om. A 25 ἐνδέχεσθαι ex ἐνδέχεται, ut videtur, corr. D 26 παντός A 27 τὸ αὑτὸ A δηλωτικὸν εἶναι post ὑπάρξαν transposuerunt aP πρῶτον Bpr. 29 ταὐτὸ scripsi: ταῦτα libri ῥὶς ulterum addidi ἣν ἄν BD: inv. ord. aAP)
50
σιμότητος. ὃ οὖν καὶ μὴ ὑπάρχον οὐκ ἀναιρεῖ τὸ πρᾶγμα τοῦτο, ἂν ἀχωρίστως ὑπάρχῃ, οἷόν τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν· τὸ γὰρ ἐκτός τε εἶναι τῆς οὐσίας καὶ φύσεως τοῦ πράγματος, κἄν μὴ δυνατὸν ᾖ μὴ ὑπάρχειν αὐτῷ, σημαίνει τὸ ἐνδέχεσθαι ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν. καὶ εἴη ἂν συμβεβηκὸς τοῦτο οὗ ὑπάρχοντος τῷ πράγματι ἡ ἀναίρεσις οὐκ ἀναιρεῖ τὸ ᾧ ὑπάρχει. ἐπιζητήσειε δ’ ἄν τις εἰ οὕτως καὶ τῇ χιόνι καὶ τῷ κύκνῳ τὸ λευκὸν καὶ τῇ πίττῃ τὸ μέλαν· δοκεῖ γὰρ τὰ τοιαῦτα τῆς οὐσίας πως εἶναι τοῦ πράγματος. ἢ δεῖ λέγειν συμβεβηκότα καὶ ταῦτα τῷ γε μὴ ἐν τῇ οὐσίᾳ εἶναι τούτων οἷς ὑπάρχει· οὐ γὰρ ἡ οὐσία τῆς χιόνος ἐν τῷ λευκὴν εἶναι ἢ τῆς πίττης ἐν τῷ μέλαιναν, ἀλλ’ ἔστιν ἐπακολουθοῦντα τῇ οὐσίᾳ αὐτῶν, καὶ ἀχώριστα συμβεβηκότα ἐστίν. ἔτι λέγοιτ’ ἂν ὅτι, εἰ καὶ μὴ τούτοις οἷά τε ὑπάρχειν καὶ μή, ἀλλ’ ἄλλοις γε δύναταί τισιν καὶ ὑπάρχειν καὶ μή· ἃ δὲ οὕτως ἔχει πρός τινα τῶν ὄντων, συμβεβηκότα ἔσται. ἢ οὐδὲ τοῦτο ἀληθές· τὸ γοῦν θερμὸν ὑπάρχον τινὶ οὕτως ὡς δύνασθαι καὶ μὴ ὑπάρχειν οὐκ ἔστι τῷ πυρὶ συμβεβηκός. τὸ δὲ λευκὸν ἐν τῇ χιόνι ἢ γένος αὐτῆς ἢ ὁρισμὸς ἢ ἴδιον ἄν εἴη· οὐδὲν δὲ τούτων οἷόν τε λέγειν ἐπ’ αὐτῆς. ἀλλ’ οὐδὲ διαφορὰ ἄν εἴη· οὐ γὰρ δοκεῖ εἰδοποιὸς διαφορὰ σώματος εἶναι τὸ χρῶμα. πλέον μὲν οὖν τι ἢ κατὰ τὰ ἄλλα συμβεβηκότα τὰ τοιαῦτα ἄν ἔχοι τῷ τῇ ὕλῃ καὶ ταῖς ταύτης ποιότησί τε καὶ πάθεσιν, ἐξ ὧν τούτοις τὸ εἶναι, ἐξ ἀνάγκης παρακολουθεῖν. γὰρ τοῦ τοιοῦδε σώματος, οἷον τῇ νέφους, ὅ ἐστι χιόνος ὕλη, τοιᾷδε πήξει, τῇ δι’ ὑπερβολὴν ψυχρότητος γινομένῃ μετὰ ἐναπολείψεως πνεύματός τινος, ἐξ ἀνάγκης ἡ λευκότης ἕπεται. ἡ γὰρ τοῦ ἀέρος τοῦ ἐνόντος ἐν τῷ νέφει ἐναπόλειψίς τε καὶ πῆξις καὶ τρῖψις ἐν τῇ τοῦ νέφους πήξει, ἥτις δι’ ὑπερβολὴν ψυχρότητος γινομένη φθάνει τὴν ἔκκρισιν αὐτοῦ, τοῦ τοιούτου χρώματος αἰτία· τριβόμενον γὰρ καὶ κινούμενον τὸ πνεῦμα λευκαίνεται· διὰ τοῦτο γὰρ καὶ ὁ ἀφρὸς λευκός. τρῖψις δέ τις καὶ κίνησις γίνεται ἐν τῇ πήξει τοῦ νέφους τοῦ ἐν αὐτῷ πνεύματος συστελλομένου καὶ εἰς τὸ βάθος ἀποκλειομένου καὶ τὴν ἔκκρισιν ἐμποδιζομένου. καὶ ἔστιν ἐκεῖνα μὲν τῆς οὐσίας τῆς χιόνος, τὸ δὲ λευκὸν ἐπακολουθοῦν ἐκείνοις καὶ πάθος τι καὶ συμβεβηκός· καὶ τῇ χιόνι ἂν εἴη συμβεβηκὸς τῷ μὴ εἶναι [*](1 ὁ aABP 2 ὑπάρχῃ] ὑπάρχοι Α 3 τῆς φύσεως καὶ τῆς οὐσίας B κἄν] καὶ P 5 post ὑπάρχοντος eras. 9— 10 lit. P 6 ἐπιζητήσαι aABP χιόνι καὶ τῷ restituit P2 8 ἢ δεῖ ADP: δεῖ δὲ aB 10 πίπτῃς a 11 συμβεβηκοτότα A 12 εἰ om. Α τούτοις (sic) P post ὑπάρχειν add. τε aP τὲ δυνατοῖς Α 13 ante ὑπάρχειν add. μὴ Β 14 τινὶ ora. a 16 ἢ ἴδιον ἡ ὁρισμὸς D: ἡ εἴδη ἢ ἴδιον Α 17 τοῦτον Α 18 διαφορὰ εἰδοποιὸς Α σώματος om. D εἶναι om. Β τι om. D 19 τὰ τοιαῦτα ABD: ταῦτα aP τῷ] τὸ Α 19. 20 ταύτης aABP: τοιαύταις D 20 post τούτοις add. γε aP 21 τὴν γὰρ τοῦ τοιούτου Β τῇ alterum aDP: τοῦ AB ὅ ἐστι χιόνος om. D 22 ψυχρότητι γενομένη Α ἐναπολείψεως B: ἐναπολήψεως aDP: ἀναπολήψεως Α 23 ἡ λευκότης ἐξ ἀνάγκης a 24 ἐναπόλειψίς Β: ἐναπόληψίς aADP 26 αἰτία] εὐθεῖαν Α θλιβόμενον D 27 λευκένεται aAP γὰρ om. Α δέ τις] γὰρ Β 29 ἔκρισιν Dpr. 30 ἐπακόλουθον aAB 31 καὶ prius om. D τῆς χιόνος Α συμβεβηκότως (ante τῷ) corr. P)
51
τῆς χιόνος συμπληρωτικὸν τῆς οὐσίας· εἰ γὰρ μήτε ὕλη τῆς χιόνος τὸ λευκὸν μήτε εἶδος, οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ τῆς χιόνος. τῷ δὲ συμπτώματι τῆς ὕλης ἐπιγινόμενον ἐν τῇ εἰς τὸ τοιοῦτον εἶδος μεταβολῇ, τούτῳ ἀχώριστόν ἐστιν αὐτῆς. οὐ μὴν ἔτι ἔστιν ἐπὶ τούτου εἰπεῖν ὅτι ἐνδέχεται καὶ μὴ ὑπάρχειν αὐτὸ τῷ πράγματι. οὕτω καὶ τὸ θῆλυ πάθος ὂν καὶ συμβεβηκὸς δείκνυται. διὸ ἔοικεν ἐκ τῆς τῶν ἄλλων ἀποφάσεως ὁ δηλῶν τὸ συμβεβηκὸς λόγος μᾶλλον περιλαμβάνειν πάντα τὰ συμβεβηκότα τοῦ δευτέρου κειμένου· διὸ καὶ ἐχρήσατο αὐτῷ. ἄμεινον μὲν γάρ, ὡς εἶπεν, ἐκείνως ὁρίζεσθαι· ἐφ’ ὧν δὲ μὴ οἷόν τέ ἐστι τοιούτῳ λόγῳ περιλαβεῖν πᾶν τὸ ὁριστόν, ἀγαπητὸν καὶ δι’ ἀποφάσεως αὐτὸ δηλῶσαι. πέπονθε δὲ τοῦτο τὸ συμβεβηκός, διότι μή ἐστι μιᾶς φύσεως· τά γὰρ ἐννέα γένη τὰ παρὰ τὴν οὐσίαν συμβεβηκότα. διὸ οὐδὲ οἷόν τε ἕνα τινὰ λόγον ἀποδοῦναι αὐτοῦ. ἴδιον δὲ ἄν εἴη αὐτοῦ τὸ ἐν ὑποκειμένῳ, εἴ γε πᾶσα οὐσία μὴ ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ <αἱ> ἐν αὐτῇ | τῷ ἐν ὑποκειμένῳ. αὐτὸς μέντοι τὴν τοιαύτην ἀκριβολογίαν παραιτούμενος [*](29) ὡς οὐκ οἰκείαν τῇ προκειμένῃ πραγματείᾳ ἀρκεῖται τοῖς ἀποδε- δομένοις λόγοις τοῦ συμβεβηκότος.

[*](p. 102b14)

Προσκείσθωσαν δὲ τῷ συμβεβηκότι καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι.

Ὡς τοῖς ἀπὸ τοὐ ὅρου προβλήμασιν ὑπῆγε καὶ τὰ περὶ ταὐτοῦ καὶ τοῖς ἀπὸ τοῦ γένους τὰ ἀπὸ τῶν διαφορῶν καὶ τοῖς ἀπὸ τοῦ ἰδίου τά ποτὲ καὶ πρός τι ἴδια, οὕτως καὶ τοῖς ἀπὸ τοῦ συμβεβηκότος τὰ συγκριτικὰ πάντα· κατὰ γὰρ τὰ συμβεβηκότα μόνα ἡ σύγκρισις, ᾗ καὶ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστί τινος <οὔτε> γένος οὔτε ὁρισμὸς οὔτε τὸ] ἴδιον, ἀλλὰ τῶν συμβεβηκότων μόνων τὸ τοιοῦτον πάθος. τούτων γάρ ποτὲ μὲν ζητεῖται εἰ ὑπάρχει ἢ μὴ ὑπάρχει τί τινι, ὡς ὅταν ζητῶμεν εἰ ὁ πλοῦτος ἀγαθὸν ἢ οὔ, εἰ ἡ ἐγκράτεια ἀρετὴ ἢ οὔ, τὰ δὲ ποτέρῳ μᾶλλον ὑπάρχει τῶνδέ τινων, οἷον τὸ ἀγαθὸν ὑγείᾳ ἢ πλούτῳ, καὶ τὸ ἡδέως ζῆν ποτέρῳ μᾶλλον, [*](2 τῷ] τὸ A 3 ἔπι in ras. Ρ2 τὸ om. aBP τούτῳ] τοῦτο Α 4 ἐστιν ἔτι a τούτοις A: τού D 5 αὐτῶι P καὶ (post ὃν) om. Β 7 παραλαμβάνειν D τὰ συμβεβηκότα om. Α 8 εἷπεν B: εἰπεῖν aADP 9 ἐκείνως aP, Deorr.: ἐκεῖνος ΑΒ, Dpr. ὁρίσασθαι Α τοιούτῳ om. 1) 10 πᾶν τὸ ἀόριστον Α: τὸ ὁριστὸν πᾶν B αὐτῶ Β 11 τοῦτο ABD: οὕτω aP 13 αὐτῷ (ante ἴδιον) a ἴδιον] δι’ ὃν A εἴ γε—ὑποκειμἐνῳ (14) om. Α: εἴ γε—ὑποκειμένῳ (15) om. D γε B: om. aP post πᾶσα add. ἡ Β 14 αἱ alterum addidi 15 τῷ] τὸ Α 16 ἀρκείτω B ἀποδιδομένοις ΑΒ 20 ἐπῆγε D τὰ περὶ] τοῖς ἀπὸ D ταῦτα A 20. 21 καὶ τοῖς ἀπὸ τοῦ γένους om. D 21 post γένους add. καὶ Β 23 μόνως superscr. Β ᾖ soripsi: ἡ libri 24 οὔτε primum add. Brandis Schol. p. 257b35 γἐνους—ὁρισμοῦ—ἰδίου Ρ1, corr. P2 τὸ ABD et in ras. P2: om. a 26 τί superscr. P1 aut P5 om. aABD post τινι add. δὲ D ζητῶμεν] ὢ in ras. D 27 εἰ ἡ—οὔ om. D τὰ δὲ in ras. P2)

52
τῷ κατ’ ἀρετὴν βίῳ ἡ τῷ ἀπολαυστικῷ· ἐν γὰρ τῷ τοιούτῳ, ποτέρῳ μᾶλλον ὑπάρχει τὸ προκείμενον, ὅ ἐστι συμβεβηκός, ἡ ζήτησις γίνεται. τὸ δὲ ὁπωσοῦν πρόσκειται ἤτοι ἀντὶ τοῦ ‘καθ᾿ ὃ ἂν ἡ σύγκρισις γίνηται᾿, ὡς καὶ αὐτὸς διὰ τῶν παραδειγμάτων ἐνδείκνυται, ἢ ἐπεὶ ἡ σύγκρισις κατὰ πλείους γίνεται τρόπους, ἢ γὰρ ποτέρῳ μᾶλλον τῶν ὑποκειμένων τὸ κατηγορούμενον, ὡς ἐπὶ τοῦ ‘πότερον ὁ πλοῦτος ἢ ἡ ὑγεία αἱρετώτερον;᾿, ἢ πότερον μᾶλλον τῷ ὑποκειμένῳ ὑπάρχει, οἷον τῇ ὑγείᾳ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, ποτὲ δὲ πότερον τῷδε τόδε ἡ τῷδε τόδε, οἷον πότερον τῇ ὑγείᾳ μᾶλλον ὑπάρχει τὸ ἀγαθὸν ἢ τῇ νόσῳ τὸ κακόν· ὅπως γὰρ ἄν αἱ συγκρίσεις γίνωνται, ἀπὸ τοῦ συμβεβηκότος λέγοντι. καὶ κατὰ τὸ μᾶλλον δὲ γίνεται καὶ κατὰ τὸ ἧττον καὶ κατὰ τὸ ὁμοίως ἡ σύγκρισις· συγκριτικὰ γὰρ καὶ τὰ τοιαῦτα· εἰ ἡ ὑγεία μᾶλλον πλούτου οὖσα αἱρετὴ μή ἐστι δι’ αὑτὴν αἱρετή, οὐδὲ ὁ πλοῦτος· καὶ εἰ ἡ ἡδονὴ μᾶλλον οὖσα ἀγαθὸν ἢ τέλος μή ἐστιν ἀγαθόν, οὐδ’ ἂν τέλος εἴη· καὶ πάλιν εἰ ὁ πλοῦτος ἧττον ὑγείας ὢν ἀγαθὸν ἀγαθόν ἐστι, καὶ ἡ ὑγεία· καὶ εἰ ἡ ὑγεία ἧττον οὖσα ἀγαθὸν τοῖς ἐν εἰρήνῃ οὖσιν ἢ τοῖς πολεμοῦσιν ἀγαθόν ἐστι τούτοις, κὰκείνοις. τοιαῦται δὲ αἱ κτὰ τὸ ὅμοιον συγκρίσεις, ἢ ἑνὸς περὶ δύο ἢ δύο περὶ ἑνός ἢ δύο περὶ δύο λεγομένων, ὡς αὐτὸς ἐν τοῖς συγκριτικοῖς τόποις μνημονεύει. δύναται τὸ ὁπωσοῦν καὶ κατὰ τοῦτο προσκεῖσθαι, ὅτι καὶ τὰ συμβουλῆς ἐχόμενα προβλήματα καὶ αὐτὰ συγκριτικά πώς ἐστι· διὸ καὶ ὑπάγοιτο ἄν τοῖς ἀπὸ τοῦ συμβεβηκότος. τὸ γὰρ ‘πότερον γαμητέον ἢ οὔ;’ καὶ τὸ ‘πότερον παῖδας ποιητέον ἢ οὔ;’ συγκριτικὰ καὶ αὐτά· ζητεῖται γὰρ ἐν αὐτοῖς πότερον αἱρετώτερον τῶν ἐν τῷ προβλήματι. ἢ γὰρ τοῦτό ἐστι ζητούμενον, <ἢ> εἰ αἱρετόν ἐστι τὸ γαμεῖν ἢ τὸ παῖδας ἔχειν ἡ ὅ τι ἄν ἐν τῷ προβλήματι κείμενον. τὸ δὲ τοιοῦτον πᾶν συμβεβηκός· ζητεῖται γὰρ εἰ συμβέβηκε τῷ ὑποκειμένῳ τὸ αἱρετόν· ὥστε ὑπάγοιτ’ ἄν καὶ τὰ τοιαῦτα τῷ συμβεβηκότι. εἰσὶ δὲ οἳ λέγουσι τὰ τοιαῦτα προβλήματα ἀπὸ γένους εἶναι· ζητεῖσθαι γὰρ ἐν αὐτοῖς εἰ τὸ αἱρετὸν γένος. καίτοι ὅ ζητεῖται εἰ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτῶν τὸ αἱρετόν, ἀλλ’ εἰ μόνον ὑπάρχει αὐτοῖς· καὶ οἱ ἀνασκευάζοντες οὐχ ὅτι μὴ γένος ἐστὶ δεικνύουσι, τὸ ἀγαθὸν φέρε εἰπεῖν τῆς ἡδονῆς, ἀλλ’ ὅτι μὴ ὑπάρχει αὐτῇ. δεῖ δὲ ἐν τοῖς ἀπὸ τοῦ γένους προβλήμασι προσκεῖσθαι τὸ γένος, οἷον πότερον τόδε τοῦδε γένος [*](1 τῷ (post γὰρ) om. D ποτέρῳ corr. ex πότερον P1 aut P2 2 ὑπάρχειν P 3 γένηται aP 4 αὐτὰ A διὰ] ἐκ a 6 ἡ ὑγεία ἡ ὁ πλοῦτος D ἢ om. Α 7 πότερον om. Β ὑπάρχειν P 8 τῷδε τόδε (ante ἢ) aBP: τόδε τῶδε D: τόδε Α ἢ τῷδε τόδε P: ἢ τόδε τῷδε aA: om. BD 9 γὰρ om. Β 10 γίνονται Β τοῦ superscr. P 11 γίνεται] λέγεται D κατὸ pro altero κατὰ τὸ Α 12 ἡ om. aA: superscr. Β οὖσα] ἐστὶν Β 13 εἰ ἡ scripsi: ἡ AD: εἰ aBP 14 ἦ Α ἥττων Α 15 ὧν ἀγαθὸν aP: ἀγαθὸν ὢν Α: ὢν ἀγαθὸς BD post ἀγαθόν add. τι aB καὶ εἰ ἡ ὑγεία om. AP οὖσα post ἀγαθὸν (16) transposuit Β: ante ἧττον D 16 ἢ] ἐν Α 16. 17 κἀκείνου a 18 fort, ὧν cf. p. 63, 17 ἐν τοῖς συγκριτικοῖς τόποις] II 10 p. 115a6 sq., cf. Rose Arist. Pseud, p. 127 19 τὸ] τὰ Α 21 πρότερον Α 22 τό D: om. aABP 23 τῷ om. Β ἡ scripsi: εἰ libri 24 ἡ addidi αἱρετόν P: αἱρετώτερόν aABD ἐστι om. D τὸ alterum om. aP 24. 26 ᾖ ἐν evan. D 26 κειμένωι P 27 τῷ om. Β 29 fort. ἀλλὰ μόνον εἰ cf. p. 54,6 31 τὰς ἡδονὰς Α 32 τόδε ABD: τοῦτο aP γένος alterum corr. e γένους Α post γένος alterum add. ἐστὶν aP)
53
ἢ οὔ· τὰ γὰρ χωρὶς τῶν τοιούτων προσθηκῶν προτεινόμενα ὡς συμβεβηκότα προτείνεται. ζητεῖται δὲ καὶ περὶ τῶν τοιούτων προβλημάτων ὑπὸ τί δεῖ τάσσειν αὐτά, εἰ θεοί εἰσιν, εἰ ψυχή ἐστι. καὶ τινὲς μὲν λέγουσι γενικὰ εἶναι πάντα τὰ τοιαῦτα· ζητεῖσθαι γὰρ ἐν αὐτοῖς εἰ τὸ προκείμενον ἐν γένει τῷ ὄντι ἐστίν. ἢ εἴη ἄν ὑπὸ τὸ συμβεβηκὸς καὶ ταῦτα· καὶ γὰρ οἷς οὐ δοκεῖ γένος τὸ ὂν εἶναι, ὅμως ζητοῦσιν οἱ τὰ τοιαῦτα ζητούντες εἰ συμβέβηκεν αὐτοῖς εἶναι ἢ τὸ ἐν τοῖς οὖσιν εἶναι. περὶ γὰρ ὑπάρξεως ἁπλῆς ἡ ζήτησις καὶ ἐπὶ τούτων, οὐ περὶ τρόπου ὑπάρξεως· ἡ δὲ περὶ ἁπλῆς ὑπάρξεως ζήτησις διὰ τοῦ συμβεβηκότος. καὶ οὐδὲ πρόσκειται τῷ προβλήματι τὸ εἰ ὡς ἐν γένει οἱ θεοὶ τῷ ὄντι.

[*](p. 102b20)

Δῆλον δὲ ἐξ αὐτῶν ὅτι τὸ συμβεβηκὸς οὐδὲν κωλύει καὶ ποτὲ καὶ πρός τι ἴδιον γίνεσθαι.

Ἐξ αὐτῶν τῶν συμβεβηκότων καὶ τοῦ ὁρισμοῦ αὐτῶν δῆλόν φησιν [*](30) εἶναι τὸ εἰρημένον. εἰ γὰρ συμβεβηκός ἐστιν ὃ οἷόν τε ὑπάρχειν ἑνὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, δῆλον ὡς ἐνδέχεται τὸ πλείοσιν οἷόν τε ὂν ὑπάρχειν ἑνὶ μόνῳ αὐτῶν ὑπάρξαι ποιέ· τὸ γὰρ καθέζεσθαι, συμβεβηκὸς ὂν τουδί, ποτὲ δύναται αὐτοῦ ἰήιον γενέσθαι, ὅταν μηδεὶς ἄλλος ᾖ καθεζόμενος, ἡ πρός τι· πρὸς γὰρ τοὺς μὴ καθεζομένους. ἁπλῶς μέντοι οὐδὲν τῶν οὕτω συμβεβηκότων ἴδιον. προεῖπε δὲ καὶ περὶ τούτου τοῦ κατὰ συμβεβηκὸς ἰδίου λέγων ὅτι “οὐδεὶς ἴδιον λέγει τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν·” εἰ γὰρ καὶ λέγοιτό τι τῶν τοιούτων ἴδιον, οὐχ ἀπλῶς ἀλλὰ ποτὲ ἢ πρός τι ἴδιον ῥηθήσεται.

[*](p. 102b27)

Μὴ λανθανέτω δὲ ἡμάς ὅτι τὰ πρὸς τὸ γένος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκὸς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόσει λέγεσθαι.

Διαίρεσιν ποιησάμενος τῶν προβλημάτων καὶ δείξας ὅτι ἐστὶν αὐτῶν γένη τέσσαρα, ταὶ τί ἐστιν ἕκαστον αὐτῶν δηλώσας, καὶ τίς ἐστιν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά, μὴ λανθανέτω, φησίν, ἡμᾶς ὅτι τὰ πρὸς τὸ γένος καὶ τὰ πρὸς τὸ ἴδιον καὶ τὰ πρὸς τὸ συμβεβηκὸς λεγόμενα, τοῦτ’ ἔστι δι’ ὧν οἷόν τε εὑρίσκειν τε καὶ δεικνύναι ὅτι μὴ ἴδιον τὸ ἀπο- [*](1 τεινόμενα corr. ex γενόμενα Β 2 τοιούτων om. P 3 συντάσσειν αὐτὰ a: τὰ τοιαῦτα τάσσειν Α ἡ pro altero εἰ Α 4 πάντα εἶναι Β ἐν αὐτοῖς om D 5 ἢ superscr. P2 6 εἶναι τὸ ὂν Α 8 ante ζήτησις add. ἁπλῆ aP 9 οὐδὲ] οὐ Α 10 τὸ om. Α 12 τι] τὸ Α 14 εἷναι om. D ἐνὶ om. Β post ἑνὶ add. καὶ aP, sed cf. p. 61,8 15 οἷόν τε om. D 16 post μόνω delevit τῶ Β ποτέ] αὖ D ὂν superscr. P2 aut P4 17 τουδί ποτε aBP: δήπου Α: δήποτε D οὐδεὶς aP 18 μὴ τοὺς Β 19 προεῖπε] p. 102a22 τούτου om. aP 20 ante ἄλλω postea inseruit καὶ D1 21 τις B 23 τὸ prius om. Α 24 καὶ alterum om. D 28 ἡ om. a post ὅτι add. καὶ aP 30 τε alterum om. BD καὶ superscr. Β)

54
διδόμενον, ὁμοίως δὲ καὶ ὅτι μὴ γένος ἢ ὅτι μὴ συμβεβηκός, πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόσει λέγεσθαι· δι’ ὧν γὰρ ἕκαστον τούτων ἀναιρεῖται, δι’ αὐτῶν τούτων ἔστι καὶ τὸν ὁρισμὸν ἀνελεῖν. ἀναιρεῖται γὰρ τὸ μὲν συμβεβηκός, ἄν δειχθῇ μὴ ὑπάρχον τῷ πράγματι· τὸ γὰρ μὴ ὑπάρχον τινὶ οὐχ οἷόν τε αὐτῷ συμβεβηκέναι. τὸ δὲ γένος ἀναιρεῖται μέν, εἰ καὶ μὴ ὑπάρχει, ἀλλὰ οἰκεία τοῦ γένους ἀναίρεσις, ἂν μὴ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορῆται. τὸ δὲ ἴδιον, κἄν μὴ ὑπάρχῃ μέν, ἀναιρεῖται, ἀλλὰ οἰκείως γε, ἄν μὴ μόνῳ καὶ παντὶ ὑπάρχῃ· τὸ γὰρ μὴ οὕτως ὑπάρχον οὐκ ἴδιον. δι’ ἑκάστου δὲ τούτων ἀνασκευάζειν οἷόν τε καὶ τὸν ὁρισμόν· ἄν τε γὰρ μὴ ὑπάρχῃ τῷ πράγματι ὁ ἀποδιδόμενος αὐτοῦ λόγος, οὐκ ἂν εἴη αὐτοῦ ὁρισμός, ἄν τε ὑπάρχῃ μέν, μὴ ἐν τῇ οὐσίᾳ δὲ αὐτοῦ ὑπάρχῃ μηδὲ ᾖ γένος τοῦ πράγματος τὸ ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον ἢ διαφορά, οὐκ ἔσται ὁρισμός· ἀλλὰ κἂν γένος μὲν αὐτοῦ τὸ ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον ᾖ καὶ διαφορά, μὴ μόνῳ δὲ αὐτῷ καὶ παντὶ ὁ λόγος ὑπάρχῃ, οὐκ ἔσται ὁρισμός. δεῖ γὰρ τὸν ὁρισμὸν καὶ ἐνυπάρχειν τῷ πράγματι οὗ ἀποδίδοται, καὶ τὸ ὡς γένος ἐν τῷ ὁρισμῷ ἀποδιδόμενον καὶ τὰς διαφορὰς γένος τε εἶναι τοῦ πράγματος καὶ διαφορὰς καὶ μόνῳ καὶ παντὶ ὑπάρχειν αὐτῷ τούτῳ οὗ ἀποδίδοται, καὶ παρὰ ταῦτα ἔτι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σημαίνειν αὐτοῦ· τοῦτο γὰρ ἴδιόν τέ ἐστιν αὐτοῦ καὶ ἐξαίρετον παρὰ τὰ ἄλλα. τούτου δ’ οὕτως ἔχοντος ἅπαντα ἂν εἴη τὰ κατηριθμημένα γένη τρόπον τινὰ ὁρικὰ κατὰ τὸν ἔμπροσθεν ἀποδοθέντα λόγον· ἐρρήθη γὰρ πρὸ ὀλίγου ὅτι “ἁπλῶς ὁρικὰ πάντα λεγέσθω τὰ ὑπὸ τὴν αὐτὴν μέθοδον ὄντα τοῖς όρισμοῖς’’. ὡς γὰρ ἡ περὶ ταὐτοῦ ζήτησις ὁρικὴ ἦν κατὰ τοῦτο δείξαντες γὰρ ὅτι μὴ ταὐτόν, δεδειχότες ἂν εἴημεν ὅτι οὐδὲ ὅρος), οὕτως καὶ πάντα τὰ προβλήματα ὁρικὰ ἄν εἴη· τῇ γὰρ ἑκάστου αὐτῶν ἀναιρέσει ἀναιρεῖται καὶ ὁ ὁρισμός, ὥστε κατὰ τοῦτο ὑπὸ τὴν αὐτὴν ἂν εἴη καὶ ταῦτα μέθοδον τοῖς ὁρισμοῖς.

Τοῦτο δ’ εἰπὼν καὶ δείξας πῶς τρόπον τινὰ ἔστι λέγειν πάντα τὰ προβλήματα ὁρικά, ἐπήνεγκεν ἀλλ’ οὐ διὰ τοῦτο μίν ἐπὶ πάντων καθόλου μέθοδον ζητητέον. οὐ γάρ, εἰ χρήσιμα τὰ ἐκείνων ἀνασκευαστικὰ καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευήν, ἤδη χρὴ κἀκεῖνα συντάσσειν τοῖς ὁρικοῖς ὁρικὰ λέγοντας αὐτά· οὔτε γὰρ ῥᾴδιον εὑρεῖν τοῦτ’ ἔδτιν, [*](1 καὶ alterum om. B 2 ἀρκέσει Α 4 μὴ] 6 μὲν Α 6 fort. καὶ εἰ cf. vs. 7 et ad p. ἀλλὰ] τἄλλα P ἀναίρεσις aAB: ἀναιρ D: ἀναιρήσεις δὲ P ἐν om. A 7 ἐν BD: om. aAP ἐὰν P ὑπάρχῃ—μή (8) om. P 9 οἷόν τε ἀνασκευάζειν Β 10 ἀποδεδομένος D αὐτῶ λέγειν Α 11 αὐτοῦ ὁρισμός om. Β αὐτοῦ alterum om. aP: fort, αὐτῷ 12 et 14 ᾖ scripsi: εἴη libri 13 ἔστιν B post ἔσται ras. P αὐτῶν Apr. post ἐν add. αὐτῷ a 14 ἀποδιδόμενον D: ἀποδεδομένον aABP καὶ prius BD: κἄν aAP 15 post γὰρ add. καὶ a, erasit P καὶ om. a 16 ἀποδεδομένον Β 17 τε] τοῦ Α 19 σημαίνει Β 20 τἄλλα P κατ’ ἀριθμὸν Α 21 et 22 ὁριστικὰ P 22 πρὸ ὀλίγου] c. 5 p. 102a9 λεγέσθω] γίνεται a 23 ὄντα post ὁρισμοῖς transposuerunt aB: post αὐτὴν Arist. (sed post μέθοδον CPou) αὐτοῦ aP 27 καὶ ταῦτα om. Α 30 ζητέον Α post γὰρ add. ἄν D 31 τῶν om. Β 32 ὁρικοῖς ΑBD: ὁρισμοῖς aP post ὁρικὰ add. γὰρ Α λέγοντας scripsi: λέγονται ABD: λέγοντες aP post ῥάδιον add. αὐτῶν B)

55
εἴ θ’ εὑρεθείη, παντελῶς ἀσαφὴς καὶ δύσχρηστος ἂν εἴη πρὸς τὴν προκειμένην πραγματείαν. ἔστι δὲ ὃ λέγει, ὅτι μὴ δεῖ μίαν τινὰ καθόλου μέθοδον περὶ πάντων ζητεῖν, ὡς λέγειν πάντα τὰ προβλήματα ὁρικὰ καὶ ὡς ὁρικῶν αὐτῶν τάς τε ἀνασκευὰς καὶ κατασκευὰς ποιεῖσθαι, ὡς τῶν πρὸς τὸν ὁρισμὸν τόπων δυναμένων πρὸς πάντα ἁρμόζειν· οὔτε γὰρ ῥᾴδιον τοῦτο οὔτε δυνατόν. οὐδὲ γάρ, εἰ αἱ ἀνασκευαὶ τῶν ἄλλων ἀνασκευάζουσι τὸν ὁρισμόν, ἤδη καὶ αἱ κατασκευαὶ αὐτῶν πρὸς τὴν τοῦ ὁρισμοῦ κατασκευὴν χρήσιμοι. ὁ γὰρ κατασκευάζων συμβεβηκὸς εἶναι τὸ ἀποδιδόμενον διὰ τοῦ δεικνύναι οἷόν τε αὐτὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῷ πράγματι ἔστι μὲν ὑπὸ τὸ συμβεβηκός, οὐ μόνον δὲ οὐ συντελεῖ τι πρὸς τὴν τοῦ ὁρισμοῦ δεῖξιν, ἀλλὰ καὶ ἀναιρετικός ἐστιν αὐτοῦ· οὐ γὰρ [*](31) ὁ αὐτὸς τρόπος τῆς τε τοῦ συμβεβηκότος ὑπάρξεως καὶ τῆς τοῦ ἔτι δὲ οὐδὲ πᾶσα συμβεβηκότος ἀνασκευὴ ἀναιρεῖ τὸν ὅρον· ὁ γὰρ δείξας ὡς ἴδιον τὸ ὑπάρχον τινὶ ἀνῄρηκε μὲν τὸ συμβεβηκός, οὐκ ἀνῄρηκε δὲ τὸν ὅρον. ὥστε οὐκ ἀληθὲς πάντα καὶ πρὸς τοὺς ὁρισμοὺς ἁρμόζειν. ἀλλὰ καὶ ὁ δείξας ὅτι ἐν τῷ τί ἐστι μὲν καὶ ἐν τῇ οὐσίᾳ κατηγορεῖται τοῦ πράγματος, ἐπ’ ἴσης δὲ ἀλλ’ οὐ κατὰ πλειόνων, ἀνῄρηκε μὲν τὸ γένος, οὐκ ἀνῄρηκε δὲ τὸν ὁρισμόν· ἀλλὰ καὶ ὁ δείξας τὸ ἐπ’ ἴσης κατηγορούμενον τὴν οὐσίαν σημαίνειν ἀναιρεῖ μὲν τὸ ἴδιον, κατασκευάζει δὲ τὸν ὁρισμόν. ὥστε οὐ μόνον τὰ πρὸς κατασκευὴν τῶν ἄλλων χρήσιμα πρὸς τοὺς ὅρους, ἀλλ’ οὐδὲ τὰ πρὸς ἀνασκευὴν τούτων ῥηθέντα χρήσιμα πάντα πρὸς τὴν τοῦ ὁρισμοῦ ἀνασκευήν. διὰ μὲν οὖν ταῦτα οὔτε οἷόν τε ὁρικὰ πάντα λέγειν τὰ προβλήματα οὔτε μίαν τινὰ καθόλου μέθοδον περὶ αὐτῶν εὑρεῖν. καὶ Θεόφραστος δὲ ἐν τοῖς αὑτοῦ τοπικοῖς καθόλου μίαν μέθοδον παραδιδόναι σπουδάσας ἐχώρισε μὲν τῶν ἄλλων τὸ συμβεβηκὸς ὡς μὴ ὑπαγόμενον τῷ ὅρῳ, τὰ ἄλλα δὲ πειραθεὶς τῷ ὁρισμῷ ὑποτάσσειν ἀσαφεστέραν ἐποίησε τὴν πραγματείαν. ἀλλὰ καὶ εἰ εὑρεθείη, φησί, μέθοδός τις μία, ἀλλὰ παντελῶς ἀσαφής τε καὶ δύσχρηστος ὁ τρόπος ἂν εἴη. ἢ γὰρ δεήσει τὸν δεῖξαι βουλόμενόν τι παρὰ τὸν ὁρισμὸν διὰ τούτων μόνων αὐτὸ δεικνύναι, ἃ δύναται καὶ εἰς τὴν τοῦ ὁρισμοῦ κατασκευὴν συντελεῖν, οἷον [*](1 εἴ θ’] εἴ τις A post εἴη add. ὁ Β 2 μίαν om. Β τινὰ postea add. D1 3 καθόλου μέθοδον D: inv. ord. aBP: καθόλου om. Α 1 καὶ κατασκευὰς om. Β: καὶ τὰς σκευὰς A 6 γὰρ prius om. D οὐδὲ pro altero οὔτε aBP οὐδὲ BD: οὐ aAP 7 ante τὸν add. καὶ aP κατα- superscr. P 8 pust γὰρ add. συμβεβηκὸς P (non om. post κατασκ.) 9 ante οἷόν τε add. ὃ P αὐτῶ BP 10 ἔστι μὲν corr. ex έστιν Β τι om. D 11 ἀναιρετικὸν omisso ἐστιν a 11. 12 οὑ γὰρ ὁ aAP: ὁ γὰρ D ὁ B 12 τε om. A 13 συμβεβηκότος πᾶσα a ὁ γὰρ—ὁ κατασκευάζων ὅτι (p. 56,27) om. P: defectus signum appinxit et τούτου (?) ὄπιθεν τὸ σημεῖον superscr. P2, ut videtur 14. 15 τὸν ὅρον] τοῦτο A 17 ἀλλ’ om. Α 18 ἀλλὰ καὶ—ὁρισμόν (19) om. a 19 τὴν οὐσίαν σημαίνειν D: σημαίνειν τὴν οὐσίαν ΑΒ 20 post ἄλλων add. οὐ Β 23 οὐδέ μίαν Β περὶ—μέθοδον (24) om. ΑΒ 24 Θεόφραστος] deest apud Wimmerum αὐτοῦ aD καθόλου D: καθὸ a 26 πειρασθεὶς a 27 τι μία B: μία τις D 28 τε om. D ὁ τρόπος ἄν εἴη BD: ἄν εἴη ὁ τρόπος Α: ἄν ὁ τρόπος εἴη a ἢ scripsi, cui respibdet ἡ p. 56,6: εἰ libri 29 αὐτῶ aB)
56
τὸν τὸ συμβεβηκὸς δεικνύντα δεικνύναι ὅτι ὑπάρχει, οὐκέτι δὲ καὶ ὅτι ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἔξω τοῦ ὁρισμοῦ τὰ οὕτως ὑπάρχοντα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. δύσχρηστος δὴ καὶ ἀπεστενωμένη περὶ ἑκάστου ἡ ἐπιχείρησις γίνεται, καὶ ἔτι τὰ οἰκειότατα ἀφῄρηκε καὶ οἷς τῶν ἄλλων ἕκαστον αὐτῶν διαφέρει, ἐπειδὴ μὴ τὰ τοιαῦτα οἷόν τέ ἐστιν ὁρικὰ λέγειν. ἢ ἄν λέγοι τις πάντα μὲν ἐν τοῖς ὁρισμοῖς εἶναι, καὶ τὰ ἑκάστου τούτων ἀνασκευαστικὰ καὶ κατασκευαστικά, μὴ ὁμοίως μέντοι ἔχειν, ἀλλὰ τὰ μέν τινα τῶν τοῦ συμβεβηκότος ἀνασκευαστικῶν ἀνασκευαστικὰ εἷναι καὶ τοῦ ὅρου, ὡς τὸ μὴ ὑπάρχειν, τὰ δὲ ἔμπαλιν ἔχειν· ἀνασκευαστικὰ γὰρ ὄντα τοῦ συμβεβηκότος εἰς κατασκευὴν τοῦ ὅρου χρησιμεύει· τὸ γὰρ ὑπάρχον μέν, μὴ οὕτως δὲ ὡς οἷόν τε ὑπάρχειν τε καὶ μή, ἀναιρετικὸν μὲν τοῦ συμβεβηκότος, χρήσιμον δὲ πρὸς τὴν τοῦ ὅρου κατασκευήν· δεῖ γὰρ τὰ ἐν τῷ ὁρισμῷ μὴ οὕτως ὑπάρχειν ὡς δύνασθαι καὶ ὑπάρχειν καὶ μή. ὁμοίως καὶ ἐπὶ τοῦ γένους ὁ μὲν ἀνασκευάζων αὐτὸ διὰ τοὐ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ αὐτῷ καὶ τὸν ὁρισμὸν ἀνασκευάζει, ὁ δὲ διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον μὴ ἐπὶ πλέον αὐτοῦ εἶναι διὰ τούτων κατασκευάσει· αὐτὰ γάρ ἐστι κατασκευαστικὰ τοῦ ὁρισμοῦ· δεῖ γὰρ ἐπὶ τῶν ὁρισμῶν καὶ τοῦτο δείκνυσθαι, ὅτι μὴ ἐπὶ πλέον. καὶ ὁ τὸ ἴδιον δὲ ἀνασκευάζων διὰ τοῦ ἐπ’ ἴσης μὲν εἶναι σημαίνειν δὲ τὸ τί ἦν εἶναι ἄντικρυς τοῖς τοῦ ὁρισμοῦ κατασκευαστικοῖς χρῆται πρὸς ἀναίρεσιν τοὺ ἰδίου. ὡς δὲ τὰ τούτων ἀνασκευαστικὰ ὄντα αὐτοῦ ἦν κατασκευαστικά, οὕτως πάλιν καί τινα τῶν ἀνασκευαζόντων τὸν ὅρον πρὸς τὴν τούτων ἐστὶ κατασκευὴν χρήσιμα. ὁ γὰρ ἀναιρῶν τὸν ὅρον διὰ τοῦ οἷόν τε ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν κατασκευάσει διὰ τούτων τὸ συμβεβηκός· ὁμοίως καὶ ὁ ἀναιρῶν διὰ τοῦ ἐν τῷ τί ἐστι κατηγορούμενον ἐπὶ πλέον εἶναι τὸ γένος κατασκευάσει· καὶ ὁ διὰ τοῦ ἐπ’ ἴσης ὂν μὴ σημαίνειν τὸ τί ἦν εἶναι ἀνασκευάζων τὸν ὅρον τὸ ἴδιον κατασκευάζει. καὶ πάλιν ὁ κατασκευάζων ὅτι τὸ τί ἦν εἶναι σημαίνει ὁ ἁποδεδομένος λόγος καὶ διὰ τοῦτο ὁρισμός ἐστιν, ἀνασκευάζει τῶν ἄλλων ἕκαστον. ὁ δὴ τούτῳ τῷ τρόπῳ πειρώμενος πάντα μιᾷ μεθόδῳ ὑπάγειν ἀσαφῆ καὶ δύσχρηστον ἐνστήσεται πραγματείαν. ἐκείνως μὲν οὖν ἦν ἀδύνατον τὸ εὑρεῖν· οὕτως δὲ ἀσαφὴς καὶ δύσχρηστος εἴη [*](1 τὸν om. D δεικνύναι om. Α οὐκ ἔστι A ;5 ἐπὶ] ἐστὶ a 5 διαφέρειν a ἐπειδὴ BD: ἐπεὶ aA τοιαῦτα] πρῶτα Β 6 λέγοι] λέγη Α 7 ἕκαστα a post ἀνασκ. add. τε aA fort, καὶ <τὰ> μὴ om. D μέντοι a: μὲν aBD ἔχει D 8 om. D 11 post δὲ add. ὑπάρχον D ὑπάρχειν τε otn. D: τε om. Α 12 τὴν τοῦ om. a 13 γὰρ aAB: δὲ D ὅρω ΑΒ μὴ] μὲν Α καὶ om. aB 14 post ὁμοίως add. δὲ a 17 τοιούτων ΑΒ κατασκευάσει scripsi: ἀνασκευάσει ABD: ἀνασκευάζει a immo ταὐτὰ γάρ scripsi: δέ libri δεῖ—πλἐον (18) om. a 18 ἐπὶ τῶν ὁρισμῶν BD: τοῦ ὁρισμοῦ Α ὁ τὸ] ὅτι Β 20 ἄντικρις a 21 δὲ om. aB ὄντα om. D αὐτοῦ scripsi: αὐτῶν ABD: αὐτῷ a 22 τὸν corr. ex τῶν Α 23 ὁρισμὸν a οἷόν τε] δεικνύναι (cf. p. 55,9) sive εἶναι addendum videtur τε alterum om. Β 24 ὑπάρχειν om. a κατασκευάζει a 25 κατηγορούμενον scripsi: κατηγορεῖν A: om. aBD 26 τοῦ a: τὸ ABD ὃν] ἂν Β 26. 27 ἀνασκευάζων aA: κατασκευάζων BD 27 ὅτι om. B 28 τί om. Α σημαίνειν A ἀποδιδόμενος aP 31 δυνατὸν D )
57
ἄν ἡ μέθοδος, ὡς ἐδιδάξαμεν, εἰ καὶ εὑρεθείη. εἰ δὲ ἰδίᾳ καθ’ ἕκαστον τῶν ἐκκειμένων τεσσάρων γενῶν ἀποδιδοῖτό τις μέθοδος, ῥᾴων ἂν καὶ σαφεστέρα εἴη, ἐκ τῶν περὶ ἕκαστον οἰκείων γενομένη καὶ διακεκριμένη καὶ ἔχουσα ὅρον εὐσύνοπτον· εὐκολώτερον γὰρ καὶ σαφέστερον ἰδίᾳ περὶ τοῦ συμβεβηκότος λέγειν δι’ ὧν αὐτὸ κατασκευάζειν ἢ ἀνασκευάζειν οἷόν τε, ἢ ὡς πρὸς τὸν ὁρισμὸν ἐπιχειροῦντας λέγειν ‘ταῦτα μὲν τῶν περὶ τοῦ ὁρισμοῦ λεγομένων κατασκευαστικὰ τοῦ συμβεβηκότος ἐστί, ταῦτα δὲ ἀνασκευαστικά᾿· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. διό φησιν ‘ὥσπερ εἴρηται, καθόλου μὲν εἰς τὰ προειρημένα γένη τέσσαρα τὴν διαίρεσιν ποιητέον τὸ γὰρ τύπῳ τοῦ καθόλου δηλωτικόν), τῶν δὲ ἄλλων | τὰ μάλιστα οἰκεῖα ἑκάστῳ [*](32) προσαπτέον τε καὶ ὑπακτέον, τῷ μὲν ὅρῳ τὴν τῶν σαφεστέρων ὀνομάτων ἐκ τῶν ἀσαφεστέρων μετάληψιν καὶ τὴν περὶ ταὐτοῦ ζήτησιν, τῷ δὲ γένει τὰ ἀπὸ τῶν διαφορῶν, καὶ τῷ ἰδίῳ τὰ ποτὲ καὶ πρός τι ἴδια, τῷ δὲ συμβεβηκότι τὰ συγκριτικά᾿.

[*](p. 103a6)

Πρῶτον δὲ πάντων περὶ ταὐτοῦ διοριστέον. ποσαχῶς λέγεται.

Ποιησάμενος τὴν διαίρεσιν τῶν γενῶν, ἐν οἷς τὰ προβλήματα καὶ αἱ προτάσεις, μέλλων δεικνύναι ὅτι ταῦτα μόνα γένη τῶν προβλημάτων, καὶ ἐπὶ τούτοις ἐν τίσιν ἐστὶ τὰ γένη τῶν προβλημάτων ταῦτα, καὶ τὰ ἄλλα ὅσα χρήσιμα ὄντα τοῖς προκειμένοις διὰ τῶν ἑξῆς προστίθησι, πρῶτόν φησι τῶν ἄλλων δεῖν περὶ ταὐτοῦ διορίσασθαι, ποσαχῶς λέγεται. ἐπεὶ γὰρ τά τε ἄλλα χρήσιμος πρὸς πολλὰ τῶν κατὰ διαλεκτικὴν ἡ τοῦ ταὐτοῦ διαίρεσις, προείρηκε δὲ καὶ ὅτι καὶ προβλήματά τινά ἐστιν ἔχοντα ζήτησιν περὶ ταὐτοῦ, ἃ ὑπάγεσθαι δεῖν εἶπε τοῖς ὁρικοῖς προβλήμασιν, οὐχ οἷόν τε δὲ ζητεῖν ὅλως εἰ ἄλλῳ ἄλλο ταὐτόν ἐστιν ἢ ἕτερον ἀγνοοῦντας τὴν τοῦ ταὐτοῦ διαίρεσιν, εὐλόγως, <ὡς> τὰ γένη τῶν προβλημάτων ὡρίσατο τοῦ δῆλα εἶναι τὰ κατ’ αὐτὰ προβλήματα, οὕτω καὶ τὴν τοῦ ταὐτοῦ διαίρεσιν ποιεῖται πρὸς τὸ γνώριμα γενέσθαι τὰ περὶ ταὐτοῦ προβλήματα· οὐχ οἷόν τε γὰρ διαλέγεσθαι περὶ ταὐτοῦ μὴ εἰδότας ποσαχῶς λέγεται.

[*](1 ἐδείξαμεν a εὑπηθήσεται P εἰ δὲ ἰ superscr. Ρ2 καθ’ ἕκαστον om. D: καθ’ ἐκ corr. nescio unde Β 2 ἐγκειμένων aP ῥᾷον Α 2. 3 σαφεστέρα] συναμφότερον Α 3 γινομένη aB διακεκριμμένη AD 4 εὐσύναπτον Β: εὐσύνοπτα a 5 αὐτῶ Α: αὐτῆς P 6 post ὡς add. καὶ a τῶν περὶ] περὶ τῶν πρὸς Β 6. 7 τοῦ ὁρισμοῦ aP: τοὺς ὁρισμοὺς ABD 7 ἐστί om. Β 8 δύο P 10 post τύπῳ add. εἰπεῖν D 11 προσακτέον D τε om. ΑΒ post ὅρῳ add. καὶ aP τὴν om. Α 11. 12 ἀσαφεστέρων— σαφεστέρων Α 11. 12 ὀνομάτων ἐκ τῶν ἀσαφεστέρων om. P 12 ἐκ τῶν corr. nescio unde B τὴν περὶ] evan. D ταῦτα Α τὰ δὲ γένη Β 13 τὴν (ante ἀπὸ) D 15 δὲ] non liquet D αὐτοῦ Α 17 post τὰ add. τε aP 18 ante μέλλων add. καὶ Α ὅτι] ὃ a 20 ὅσα] ἶνα Β ἐστὶ χρήσιμα omisso ὄντα P 21 περὶ τοῦ ταὐτοῦ αὐτοῦ pr.) δεῖν D 22 πρὸς πολλὰ χρήσιμος aP 23 καὶ alterum D: om. aABP προείρηκε] c. 5 p. 102a6 sq. 24 ὑπάγεσθαι] ὒ in ras. P2 εἶπεν ἐν Β ὁρικοῖς scripsi cf. p. 54,21 —25: ὁριστικοῖς libri 25 ἀγνοοῦντα aBP 26 τοῦ om. aBP ὡς addidi: om. D: τε aAB, superscr. P2 27 κατὰ ταῦτα P 27. 28 διαίρεσιν τοῦ ταὐτοῦ D)
58
[*](p. 103a7)

Δόξειε δ’ ἂν τὸ ταὐτὸν ὡς τύπῳ περιλαβεῖν τριχῇ Τὸ μὲν ὡς τύπῳ εἰπεῖν εἶπεν ἀντὶ τοῦ ‘ὡς κοινότερον καὶ καθόλου εἰπεῖν’· ἐν ἄλλοις γὰρ εἴωθε πρὸς τοῖς τρισὶν οἷς νῦν ἐκτίθεται σημαινομένοις] τρόποις τοὺ ταὐτοῦ καὶ τέταρτόν τινα προστιθέναι, τὸν κατὰ ἀναλογίαν, πορρώτερον ὄντα τῶν ἐνταῦθα νῦν λεγομένων. εἰς οὓς δὲ νῦν διαιρεῖ τὸ ταὐτὸν καὶ οἷς συνήθως χρῆται, εἰσὶ τρεῖς· ταὐτὸν γὰρ τὸ μὲν κατ’ ἀριθμὸν λέγεται, τὸ δὲ κατ’ εἶδος, τὸ δὲ τῷ γένει. ἀριθμῷ μὲν οὗν ταὐτά ἐστιν ἀλλήλοις ὧν ὀνόματα πλείω, τὸ δὲ πρᾶγμα τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἕν, οἷά ἐστι τὰ πολυώνυμα· ἀριθμῷ γὰρ ἓν τὸ λώπιον καὶ ἱμάτιον, ὅτι τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμόν ἐσΤι δηλωτικά. κἄν λόγος δὲ κἄν ὄνομα ταὐτὸ σημαίνῃ, ἓν κατ’ ἀριθμὸν καὶ τοῦτο· κἄν λόγοι πλείους σημαίνωσι ταὐτό, καὶ ταῦτα ἀριθμῷ ταὐτά· τὸ γὰρ ἀριθμῷ τοῖς αὐτοῖς εἶναί ἐστι τούτοις τοῖς ὀνόμασιν ἢ λόγοις τὸ τῶν αὐτῶν εἶναι σημαντικοῖς. εἴδει δὲ ταὐτά ἐστιν ὅσα κατ’ ἀριθμὸν ὄντα πλείω ἀδιάφορα κατὰ τὸ εἶδός ἐστι, τοῦτ’ ἔστιν ὑπὸ ἓν καὶ ταὐτόν ἐστιν εἶδος, ὡς Σωκράτης καὶ Πλατῶν εἴδει γὰρ οἱ αὐτοί) καὶ ἵπποι Ξάνθος καὶ Πόδαργος. γένει δὲ τὰ αὐτὰ ὧν ταὐτόν ἐστι γένος· οὕτως ἄνθρωπος ἵππῳ ὁ αὐτός· γένος γὰρ τούτων ταὐτόν, τὸ ζῷον. τὰ μὲν οὖν ταὐτὰ τῷ εἴδει πάντως καὶ τῷ γένει ταὐτά ἐστιν, οὐ μήν, ὅσα τῷ γένει ταὐτά, ἤδη καὶ τῷ εἴδει· Σωκράτης μὲν γὰρ πλάτωνι ἔδει ὁ αὐτὸς ὤν ἄνθρωπος γὰρ τὸ εἶδος αὐτῶν) καὶ τῷ γένει ἐστὶν ὁ αὐτὸς αὐτῷ· ὁ γὰρ ἄνθρωπος καὶ ζῷον· ἄνθρωπος δὲ καὶ ἵππος τῷ μὲν γένει οἱ αὐτοί ζῷα γάρ), κατὰ δὲ τὸ εἶδος ἕτεροι· ἄλλο γὰρ εἶδος ἵππος καὶ ἄλλο ἄνθρωπος. κατὰ ἀναλογίαν δὲ λέγει ταὐτὰ ἀλλήλοις ἐν ἅλοις ὅσα κατὰ γένος διαφέροντα ἐν λόγῳ τὴν ὁμοιότητα ἔχει· διὸ πορρωτέρω οὗτος ὁ τρόπος τοῦ ταὐτοῦ τῶν ἐνταῦθα λεγομένων. κατὰ ἀναλογίαν δὲ ταὐτὰ καρδία, πηγή, μονάς, ὅτι, ὡς ἔχει πηγὴ πρὸς ποτα- [*](1 δόξειεν τ’ a λαβεῖν Arist. διαλαβεῖν Cco, corr. u) cf. vs. 3 3 εἰπεῖν] cf. p. 25,31 4 ἐν ἄλλοις] cf. vs. 25 εἴωθε in ras. D πρὸς] παρὰ Α 4. 5 σημαινομένοις delere quam σημαινομένου scribere malui 5 τρόπων Α τὸν] τῶν Α 6 εἰρημένων a 7 ταὐτὸν γὰρ—ἄμφω (p. 50,5) Suidas sub v. ταὐτόν 8 post, οὖν superscr. compend. ὅτι δὲ, ut videtur, P 9 post ὧν add. τὰ Β 9. 10 τὸ δὲ ὑπ’ αὐτῶν σημαινόμενον πρᾶγμα D 10 ante γὰρ add. μὲν Β ἓν alterum superscr. Β 11 τοῦ ταὐτοῦ Β δηλωτικόν omisso ἐστι Α 12 ταὐτὸν BP σημαίνει aP κἂν alterum] non liquet D 13 σημαίνωσι D: σημαίνουσι aABP ταυτό ΑB: ταυτὸν aP: ταῦ D τὸ scripsi: τῷ libri et Suidas ἀριθμῷ γάρ Α 14 ἔστιν εἶναι D τῶ τὸ scripsi) τῶν αὐτῶν AD: om. aBP; perverse Suidas: οὐ τοῖς ὀνόμασιν εἶναι σημαντικοῖς 15 πλείονα Α 17 post αὐτοί add. ἐστι Β ταὐτὰ aAP ἵπποι] Iliadis VIII 185 18 ἵππος aP 19 τὸ om. aP οὖν postea add. D ταῦτα Α 21 γὰρ prius om. aA πλάτωνι aBP3: καὶ πλατῶν ADP1 post ἄνθρωπος add. ἓν AD 22 post ζῷον add. ἐστὶν Α 23 μὲν om. Β 23. 24 ἄλλοι γὰρ τὸ εἶδος B: ἄλλος γὰρ εἴδει aP 24 ἵπος καὶ ἄνθρωπος a: ἄνθρωπος καὶ ἵππος B ταῦτα D: ταὐτὸ, ut videtur, Α 24. 25 ἀλλήλοις ἐν ἄλλοις corr. D 25 ἐν ἄλλοις] velut Metaphys. V 6 p. 1016b34 sq. 26 πορρώτερον aA τόπος Bpr. 27 ἀναλό Α πηγαὶ A)

59
μόν, οὕτω καὶ μονὰς μὲν ἐν ἀριθμῷ, καρδία δὲ ἐν ζῴῳ· ἀρχαὶ γὰρ τῶν ἐν· οἷς εἰσι πάντα. πάλιν ὄψις καὶ νοῦς κατὰ ἀναλογίαν τὰ αὐτά· ὃν γὰρ λόγον ἔχει ὄψις ἐν ὀφθαλμῷ, τοῦτον νοῦς ἐν ψυχῇ. οὕτως καὶ γαλήνη νηνεμίᾳ ἡ αὐτή· γὰρ γαλήνη ἐν θαλάσσῃ, τοῦτο νηνεμία ἐν ἀέρι· ἡσυχία γὰρ ἄμφω. ποιησάμενος δὲ τὴν διαίρεσιν τοῦ ταὐτοῦ ζητεῖ, εἰ τὸ ἀπὸ τῆς αὐτῆς κρήνης ὕδωρ ἄλλο καὶ ἄλλο κατ’ ἀριθμὸν λαμβανόμενον, ἢ εἰ ταὐτόν ἐστι κατά τινα τῶν προειρημένων. ἢ ἄλλος τις οὗτος ταὐτοῦ τρόπος παρὰ τοὺς εἰρημένους τρεῖς. ἀριθμῷ μὲν γὰρ οὐκ ἔστι ταὐτά· κεχώρισται γὰρ ἀπ’ ἀλλήλων. ἀλλ’ οὐδὲ εἴδει πάλιν ἁπλῶς δόξαιεν ἂν εἶναι ταὐτά· εἴδει γὰρ ταὐτὸν καὶ τὸ ἀπὸ διαφόρων κρηνῶν καὶ τὸ ἀπὸ ποταμοῦ καὶ πηγῆς καὶ λίμνης· καθόλου γὰρ πᾶν ὕδωρ παντὶ ὕδατι ὁμοειδές, καὶ μάλιστα, εἰ ἔτι τῆς αὐτῆς ποιότητος εἴη, οἷον γλυκὺ γλυκεῖ. τὸ δὲ ἀπὸ τῆς αὐτῆς κρήνης πλεῖόν τι δοκεῖ ἔχειν τῆς κατὰ τὸ εἶδος ὁμοιότητος καὶ εἶναι μεταξὺ τοῦ τε ἀριθμῷ ταὐτοῦ | καὶ τοῦ τῷ εἴδει. οὐ μὴν ἀλλὰ καὶ τὰ [*](33) οὕτως ταὐτὰ τῷ εἴδει ταὐτά φησιν εἶναι· οὐδὲν γὰρ ἄλλο αὐτοῖς ὑπάρχει ἢ ἡ κατὰ τὸ εἶδος ταὐτότης ἐπιτεταμένη τε καὶ σφοδροτέρα. ὡς ἔχει καὶ ἐπὶ τῶν διδύμων· καὶ γὰρ Κάστωρ καὶ Πολυδεύκης οἱ αὐτοὶ τῷ εἴδει· παρηλλαγμένη γὰρ ἡ τούτων κατὰ τὸ εἶδος τῆς τῶν ἄλλων ὁμοιότητος ἀνθρώπων πρὸς ἀλλήλους, οὐ μὴν ἡ τῆς ὁμοιότητος ἐπίτασις ἓν αὐτοὺς ἐποίησε κατ’ ἀριθμόν. τὸ δὲ διὰ τὸ ἔχειν τινὰ ὁμοιότητα ἐπὶ τοῦ ὕδατος εἶπεν ἀντὶ τοῦ ἴδιά τὸ τὸν αὐτὸν εἶναι λόγον τὸν καθ’ ὃ ὔδωρ᾿· τοιαῦτα γὰρ τὰ ὁμοειδῆ.

[*](p. 103a23)

Μάλιστα δὲ ὁμολογουμένως τὸ ἓν ἀριθμῷ ταὐτὸν παρὰ πᾶσι δοκεῖ λέγεσθαι.

Δείξας τὴν τοῦ ταὐτοῦ διαίρεσιν μάλιστά φησιν ὑπὸ πάντων συγχωρεῖσθαι τὸ τὰ τῷ ἀριθμῷ ἓν ταὐτὰ εἶναι. ἐπὶ μὲν γὰρ τῶν κατ’ εἶδος ἢ γένος ταὐτῶν οὐκ εὐθέως ἡ ταὐτότης προσπίπτει, ἀλλὰ δεῖ λόγου πρὸς τὸ συγχωρῆσαί τινα τὰ τοιαῦτα ταὐτὰ ἀλλήλοις εἶναι· οὔτε γὰρ Σωκράτην Πλάτωνι ἀπλῶς ἄν τις συγχωρήσειε τὸν αὐτὸν εἶναι, ἐπεὶ δῆλοί εἰσι καὶ [*](1 μὲν om. D ἀρχ)αὶ γὰρ corr. D 2 πάντα aP: πάντων ABD ταὐτὰ aP ὃν γὰρ ABD: τῷ ὃν aP 3 ante ὄψις add. ἡ B τοῦτο Α νοῦς ABD: ἔχειν νοῦν aP post ἐν add. τῆ Α καὶ om. a 4 θαλάττῃ aP 5 γὰρ ἄμφω om. A 7 τινα (scil. τρόπον) D: τι aABP post οὗτος add. παρὰ τοῦ Α τρόπου Α 8 προειρημένους D γὰρ om. Α 9 δόξαι ἂν ἁπλῶς AP τὰ αὐτά aB 10 post ταὐτὸν add. ἐστι a ante ποταμοῦ add. τοῦ a 11 λήμνης aAP ὁμοιοειδὲς BP 12 ἔτι scripsi cf. p. 10,3: ἐπὶ libri γλυκεῖ γλυκύ D 13 πλείω τί Β 14 τῶ om. B post εἴδει add. ταὐτοῦ D 15 οὐ γὰρ οὐδὲν Α γὰρ superscr. P 16 τε om. Β 16. 17 ὡς ἔχει καὶ ἐπὶ in ras. D 18 post παρηλλαγμένη addendum videtur μὲν 21 τὸ om. P τὸν alterum add. P2 22 ὁμοειδῆ scripsi cf. vs. 11, p. 60,22: ὁμοιειδῆ libri 23 ὁμολογουμένως om. D 25 δείξας om. B τοῦ om. D 26 τὰ om. Β ταὐτὰ ἓν Α: ἓν ταὐτὸν Β 28 συγχωρεῖν aA γὰρ—οὕτε (p. 60,1) om. P σωκράτην BD: σωκράτης aA 29 συγχωρήσειε D: συγχωρήσῃ Α: συγχωρῆσαι aB)

62
καὶ τῶν προτάσεων, ἀλλ’ ἀεὶ ἐκ τούτων τε καὶ περὶ τούτων οἱ λόγοι καὶ οἱ συλλογισμοί. εἰπὼν δὲ ‘ἐκ τούτων οἱ λόγοι᾿, πῶς ἐκ τούτων ἐδήλωσεν ἐπενεγκὼν καὶ διὰ τούτων καὶ πρὸς ταῦτα διὰ τούτων μὲν λέγων τῶν προτάσεων, πρὸς ταῦτα δὲ τὰ προβλήματα· τῷ γὰρ τὰ προβλήματα, περὶ ὧν οἱ λόγοι, καὶ τῷ τὰς προτάσεις, ἐξ ὧν οἱ λόγοι, ἐν τούτοις εἶναι τοῖς εἰρημένοις τέσσαρσι γένεσι, τούτῳ ἐκ τούτων οἱ λόγοι. τὴν δὲ δεῖξιν ποιεῖται διά τε ἐπαγωγῆς καὶ συλλογισμοῦ, αἳ μόναι κυρίως πίστεις ἐν λόγοις· καὶ γὰρ καὶ τὸ παράδειγμα πίστις ὂν καὶ αὐτὸ τῇ ἐπαγωγῇ συντάσσεται (λέγεται γὰρ ἐπαγωγὴ ῥητορική), καὶ τὸ ἐνθύμημα καὶ αὐτὸ πίστις ὂν τῷ συλλογισμῷ ἔστι γὰρ καὶ τοῦτο ῥητορικὸς συλλογισμός), ἑκάτερον αὐτῶν ἀφῃρημένον τὸ τέλειον καὶ τὸ ἁπλῶς εἶναι τοιοῦτον ἐφ’ ᾧ ἐστι, διὰ τὴν εἰς τὸ ἔλαττον συστολήν, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ αὐτῶν ἐν ἄλλοις εἰρημένων.

Τί μὲν οὖν ἐστι συλλογισμός, εἴρηκε. περὶ δὲ ἐπαγωγῆς ὀλίγον προελθὼν ἐρεῖ, ἐπειδὴ τοῖς διαλεκτικοῖς οἰκεία καὶ ἡ δι’ ἐπαγωγῆς πίστις· τὸ γὰρ πιθανὸν ἔχει οὗ μάλιστα ὁ διαλεκτικὸς στοχάζεται. ὅτι δὲ ταῦτα μόνα γένη τῶν προβλημάτων, δι’ ἐπαγωγῆς δεικνύοιτο ἄν, εἰ ἕκαστον πρόβλημα καὶ ἑκάστην πρότασιν προχειριζόμενοι ζητοίημεν ἀπὸ τίνος ἐστίν· οὐ γὰρ ἐν ἄλλῳ τινὶ εὑρεθεῖεν ἂν προβλήματι παρὰ τὰ προειρημένα. τὰ μὲν γὰρ τοιαῦτα προβλήματα ‘πότερον ὁ χρόνος κίνησίς ἐστιν οὐρανοῦ ἢ οὔ;’ ὁρικόν· ζητεῖται γὰρ εἰ ὅρος τοῦ χρόνου ὁ ἀποδεδομένος λόγος· τὸ δὲ ‘πότερον τὸ ἀγαθὸν ἐν οὐσίᾳ ἢ οὔ;’ γενικόν· ζητεῖται γὰρ εἰ τοῦ ἀγαθοῦ γένος ἡ οὐσία ἢ οὔ· τὸ δὲ ‘πότερον τῷ πυρὶ μόνῳ ἡ ἄνω κίνησις κατὰ φύσιν ἢ οὔ;’ περὶ ἰδίου τὴν ζήτησιν ἔχει· τὸ δὲ ‘πότερον τὸ πῦρ ἄνω κινεῖται ἢ οὔ;’ περὶ συμβεβηκότος· ζητεῖται γὰρ εἰ ὑπάρχει αὐτῷ τὸ κινεῖσθαι ἄνω. ὁμοίως δὲ τούτοις ἔστι καὶ τᾶν πρόβλημα λαμβάνοντας δεικνύναι ὑπό τι τούτων ὂν τῶν γενῶν. ὡς δὲ τὰ προβλήματα, καὶ αἱ προτάσεις· ἡ γὰρ διαφορὰ αὐτῶν, ὡς εἶπε, κατὰ μόνον τὸν τῆς ἐκφορᾶς τρόπον. καὶ ἡ μὲν οἱ ἐπαγωγῆς δεῖξις του μόνα εἶναι τὰ προειρημένα τέσσαρα γένη τῶν προβλημάτων τοιαύτη. ἐπιζητήσαι δ’ ἄν τις ὑπὸ τί [*](1 ἀλλὰ εἰ Β 1. 2 οἱ συλλογισμοὶ καὶ οἱ λόγοι D 3 καὶ alterum superscr. P2 post μὲν add. οὖν B λέγω ΑΒ 4. 5 τῷ γὰρ τὰ προβλήματα—τῷ τὰς προτάσεις aABP: τῶν γὰρ προβλημάτων—τῶν προτάσεων D 6 εἰρημένοις om. D τούτῳ ἐκ τούτων οἱ λόγοι aABP: τὴν πᾶσαν ὕλην καὶ μέθοδον D 8 καὶ prius om. D 9 πίστις ὃν καὶ αὐτὸ D 10 post τοῦτο add. συλλογισμός· καὶ γὰρ καὶ ὁ P 11 ὧ AD: ὃ aBP 12 ἐστιν om. D ἐν ἄλλοις ADP: πολλάκις B: ἐν ἄλλοις πολγάκις a ἐν ἄλλοις] velut An. Pr. ΙΙ c. 23. 24 15 ἐρεῖ] c. 12 ἐπεὶ Β 10 ἔχειν Α οὐ] υ ex corr. D 16. 17 μόνα ταῦτα aP 17 διὰ μὲν P 18 μεταχειριζόμενοι Β δεικνύοιμεν D 19 προβλήματι εὑρεθοῖεν (sic) ἄν Α εἰρημένα B χρόνος] cf. Phys. IV 10 p. 218a33 21 ἀποδιδόμενος a 23 post γένος add. ἐστὶν a ἢ οὔ om. aP 23. 24 κατὰ φύσιν ἡ ἄνω κίνησις D 25 κινεῖται om. D 26 ἄνω κινεῖσθαι B post δὲ 3 lit. eras. P πᾶν om. Β 26. 27 δείκνυσθαι D 28 εἶπε] c. 4 p. 101b29 sq. 29 διὰ τῆς D δεῖξαι Bpr. προειρημένα postea add. D1 30 δ’ om. D)

63
γένος τῶν προβλημάτων ὑπαχθήσεται τὰ τοιαῦτα προβλήματα· ‘διὰ τί ἡ λίθος ἡ μαγνῆτις λεγομένη ἕλκει τὸν σίδηρον;᾿ καὶ ‘τίς φύσις μαντικῶν ὑδάτων;᾿· δοκεῖ γὰρ μηδενὶ τῶν κειμένων ὑπάγεσθαι ταῦτα. ἢ οὐδὲ διαλεκτικὰ προβλήματα ταῦτα· περὶ δὲ τούτων ὁ λόγος, καὶ τούτων αἱ διαιρέσεις. τὰ γὰρ διαλεκτικὰ προβλήματα ἴσα καὶ τὰ αὐτὰ ταῖς προτάσεσιν· αὗται δὲ ἦσαν ἐρωτήσεις ἀντιφάσεως· καὶ τῶν τοιούτων προβλημάτων τε καὶ προτάσεων ἡ διαφορὰ κτὰ τὸν τρόπον. ὥσπερ οὖν οὐ διαλεκτικὴ ἐρώτησίς ἐστι ‘τί ἐστιν ἄνθρωπος;᾿, οὕτως οὐδὲ διαλεκτικὸν πρόβλημα τὸ ‘τίς φύσις μαντικῶν ὑδάτων;᾿. ἐπεὶ οὖν μηδὲ τὴν ἀρχὴν προτάσεις τὰ οὕτω λεγόμενα, διὰ τί τόδε ἢ τί ἐστι τόδε, οὐδ᾿ ἂν διαλεκτικὰ εἴη προβλήματα, ἀλλὰ ἔστι τὰ οὕτω προβαλλόμενα φυσικὰ προβλήματα, ὡς καὶ ἐν τῷ Περὶ προβλημάτων εἴρηκεν· ὧν γὰρ· φυσικῶν ὄντων τὰ αἴτια ἀγνοεῖται, ταῦτα φυσικὰ προβλήματα. γίνεται μὲν οὖν καὶ διαλεκτικὰ προβλήματα περὶ [*](35) φυσικῶν, ὡσπεροῦν καὶ περὶ ἠθικῶν τε καὶ λογικῶν, ἀλλὰ τὰ μὲν ἐκείνως ἔχοντα διαλεκτικά, τὰ δὲ οὕτως φυσικά. καὶ εἴη ἄν τὰ διαλεκτικὰ προβλήματα πάντα ἀναγόμενα εἰς τὴν ζήτησιν τοῦ τε ‘ὅτι ἔστι’ καὶ τοῦ ‘εἰ ἔστιν᾿, ἅ ἐστι δύο τῶν τεσσάρων, ὧν εἶπεν ἀρχόμενος τοῦ δευτέρου τῶν Ἀναλυτικῶν τῶν ὑστέρων· τὸ γὰρ ‘δι᾿ ὅ τι ἐστί καὶ τί ἐστιν οὐ διαλεκτικὰ προβλήματα.

Διὰ συλλογισμοῦ δὲ <τὸ> τοσαῦτα γένη τῶν προβλημάτων εἶναι ἤδη καὶ ἡμεῖς ἐφθάσαμεν ἑπόμενοι τοῖς δοκοῦσιν αὐτῷ δεδειχέναι. αὐτὸς δὲ ᾧ χρῆται συλλογισμῷ, τοιοῦτός ἐστιν. ἐπειδὴ ἐν παντὶ προβλήματι καὶ πάσῃ προτάσει ἐστί τι κατηγορούμενόν τινος καὶ ἀπὸ τῶν κατηγορουμένων αἵ τε διαφοραὶ καὶ τὰ εἴδη τῶν προτάσεων καὶ τῶν προβλημάτων λέγοιτο δ’ ἂν τὸ αὐτὸ καὶ περὶ τῶν ὑποθετικῶν προτάσεων· καὶ γὰρ ἐν ἐκείναις τὸ ἑπόμενον, ὃ κατηγορουμένου χώραν ἔχει, τούτων τι ἔστι λαμβάνειν), ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ἀνάγκη ἢ ἐπ’ ἴσης αὐτῷ λέγεσθαι καὶ ἀντικατηγορεῖται ταῦτα ἀλλήλων) ἢ μὴ ἐπ’ ἴσης, ὧν τὸ μὲν ἀντικατηγορούμενον ἢ ὅρος ἢ ἴδιον, τὸ δὲ μὴ ἀντικατηγορούμενον ἢ ἐν τῇ οὐσίᾳ καὶ τῷ ὁρισμῷ τοῦ πράγματός ἐστιν ἢ οὔ. καὶ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ, γένος ἢ διαφορὰ ἄν εἴη, εἰ δὲ μὴ ἐν τῷ ὁρισμῷ, συμβεβηκὸς ἄν εἴη· τὸ γὰρ [*](1 ἡ] ὁ B 2 ἡ λεγομένη μαγνῆτις D καὶ τίς—λόγος (p. 64,14) om. P 4 τοιούτων (post δὲ) Α 5 τὰ alterum om. Β 6 ἦσαν corr. ex εἰσὶν B 7 οὐ corr. ex ἡ Β 10 post διὰ τί add. ἐστι D 11 καὶ D: om. aAB 11. 12 ἐν τῷ Περὶ προβλημάτων] fr. XVII 112 Rose3 cf. Arist. Pseud. p. 127 13 μὲν οὖν AD: μὲν Β: μέντοι a 13. 14 φυσικῶν περὶ διαλεκτικὰ προβλήματα a 15 φυσικά] ἠθικά A 16 καὶ τὸ Β 17 ὧν scripsi: ὡς ABD: ἃ a εἶπεν] Anal. post. II 1 p. 80b24 17. 18 τῶν ὑστέρων ἀναλυτικῶν a: τῶν ἀναλυτικῶν A 18 διότι] διὰ τί Rose Arist. Pseud, p. 127, sed διότι Arist. l. c., cf. p. 20,7 20 τὸ addidi cf. p. 5.5,18. 19 τοσαῦτα—εἶναι om. D τοσαῦτα γένη] τὸ σὺν τῷ γένει Β μὲν] δὲ Β 21 ἐφθάσαμεν] p. 37,31 sq. 22 τοιοῦτόν Β 25 τὸ αὐτὸ ΑΒ: αὐτὸ a: om. D ἐκείνοις Β 26 λαμβάνει Α: λαμβα D 27 τὸ om. a 27. 28 ἀντικατηγορεῖται scripsi: ἀντικατηγορεῖσθαι libri 28 ταῦτα] τινὰ Β ὧν] anacoluthon admittere quam ὧν delere malui 29 ἀντικατηγορούμενον om. a 30 ἐστιν om. B γένος—ὁρισμῷ (31) om. Α 31 ἐν τῷ ὁρισμῶ BD: om. aA ἄν εἴη alterum om. a)

64
συμβεβηκὸς ἦν ὃ μήτε ὅρος μήτε ἴδιον μήτε γένος ὂν ὑπῆρχε τῷ ρέσεως ἔχων οὕτως· πᾶν τὸ κατηγορούμενόν τινος ἢ ἐπ’ ἴσης αὐτοῦ κατηγορεῖται ἢ οὔ, πᾶν τὸ ἐπ’ ἴσης ἢ μὴ ἐπ’ ἴσης τινὸς κατηγορούμενον κατηγορεῖται αὐτοῦ ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκός, τᾶν ἄρα τὸ κατηγορούμενον ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς κατηγορεῖται· ᾧ συμπεράσματι ἐλήφθη τὸ ἐν παντὶ προβλήματι τὸ κατηγορούμενον ἢ ὅρον εἶναι ἢ ἴδιον ἢ γένος ἢ συμβεβηκός. αὐτὸς δὲ τὴν δευτέραν πρότασιν μετὰ τῆς κατασκευῆς τῆς οἰκείας τιθεὶς δοκεῖ πλέον τι εἰρηκέναι. ἔστι δὲ καὶ ὡς συνθέτου λόγου ποιήσασθαι τὴν ἀνάλυσιν οὕ· τὼς· ὁ μὲν τελευταῖος λόγος ‘πᾶν τὸ κατηγορούμενόν τινος ἢ ἀντικατηγορεῖται αὐτοῦ ἢ μόνον κατηγορεῖται, πᾶν τὸ ἀντικατηγορούμενον τῷ οὗ κατηγορεῖται ἢ κατηγορούμενον μόνον ἡ ὅρος ἐστὶν ἢ ἴδιον ἢ γένος ἡ διαφορὰ ἢ συμβεβηκός, πᾶν ἄρα τὸ κατηγορούμενόν τινος ἢ ὅρος ἐστὶν ἢ ἴδιον ἢ γένος ἢ διαφορὰ ἢ συμβεβηκός῾. τούτου δὲ τοῦ λόγου τὴν δευτέραν πρότασιν κατεσκεύασε διὰ δύο συλλογισμῶν, ἑνὸς μὲν τοῦ ‘πᾶν, εἴ τι ἀντικατηγορεῖταί τινος, ἤτοι τὸ τί ἦν εἶναι σημαίνει τούτου οὗ ἀντικατηγορεῖται ἢ μή· τοῦτο δὲ ἢ ὁρισμὸς ἢ ἴδιόν ἐστιν αὐτοῦ· πᾶν ἄρα τὸ ἀντικατηγορούμενον τοῦ ὑποκειμένου ἢ ὁρισμός ἐστιν αὐτοῦ ἢ ἴδιον᾿, ἄλλου δὲ ‘πᾶν, εἴ τι ἁπλῶς κατηγορεῖται τοῦ ὑποκειμένου καὶ μὴ ἐπ’ ἴσης ἐστὶν αὐτῷ, ἢ τῶν ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου λεγομένων ἐστὶν ἢ τῶν ἁπλῶς κατηγορουμένων· ἀλλ’ εἰ μὲν τῶν ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου λεγομένων ἐστίν, ἢ γένος ἢ διαφορὰ ἂν εἴη, εἰ δὲ μὴ τῶν ἐν τῷ ὁρισμῷ λεγομένων ἐστί, συμβεβηκὸς ἄν εἴη· πᾶν ἄρα ὃ ἁπλῶς κατηγορεῖταί τινος, ἢ γένος αὐτοῦ ἢ διαφορὰ ἄν εἴη αὐτοῦ ἢ συμβεβηκός᾿· ἃ συμπεράσματα τῶν συλλογισμῶν συντεθέντα τὴν δευτέραν ποιεῖ πρότασιν τὴν τοῦ συλλογισμοῦ τὴν πᾶν, εἴ τι ἡ ὡς [*](1 γένος μήτε ἴδιον Arist. (sed inv. ord. C) 4 τινὸς om. D 5 ἢ ὡς ὅρος om. B: ἢ ὡς γένος ante ἡ ὡς ὅρος transposuit a 9 πλεῖον Α 10 τι D: om. aAB ἔστι δέ καὶ—τὸ πρόβλημα (p. 66,9) om. D, in quo excidit folium λόγου scripsi: λο A: λόγον aBP τὴν ἀνάλυσιν A: om. aBP 11 πᾶν τὸ aA: πᾶν P: παντὶ Β τινος om. P ἡ superscr. B 12 αὐτὸς, ut videtur, Bpr.: om. P μόνον κατηγορεῖται aAB: οὔ P τὸ om. P ἀντικατηγορούμενον AP: ἀντικείμενον aB τῷ οὗ—ἀντικατηγορεῖταί τινος (17) om. P 13 ἔστιν ἡ ὅρος a 14 πᾶν—συμβεβηκός (15) om. Α ἐστὶν Β: om. a 16 εἴ τι] conicio ὅτι, itenque vv. 20 et 27 17 εἶναι superscr. Β τούτου om. P 18 post δὲ eras. 14 lit. P ἐστιν ἢ ἴδιον om. aP 18. 19 τὸ ἀντικατηγορούμενον ΑΒ: ὃ ἀντικατηγορεῖται aP ὅρος Α αὐτοῦ ἡ ἴδιον ΑΒ: ἢ ἴδιον αὐτοῦ aP ἀλλ’ οὐ Α 20 post ὑποκειμένου eras. 5 lit. P ἐστὶν aP: om. ΑΒ 21 ἢ om. Β τῶν aP: ante λεγομένων transposuit A: τῷ Β τῷ om. Β post ὁρισμῷ add. ὂν P λεγομένων corr. P2 ἐστὶν om. P 22 ἀλλ’] καὶ ante ras. P εἰ μὲν—ἐστίν (23) superscr. P2 aut P5 τῷ om. Β 23 ἢ prius om. Β ἄν εἴη om. P 23. 24 εἰ δὲ μὴ συμβεβηκὸς ἄν εἴη in ras., πᾶν in mrg. P2, ut videtur 24 τῶν—ἐδτί ΑΒ: om. aP 25 ante γένος add. ὡς aP 25. 26 ἡ διαφορὰ ἂν εἴη αὐτοῦ ἢ συμβεβηκός AB: κατηγορεῖται αὐτοῦ add. a) ἢ ὡς διαφορὰ ἡ ὡς συβεβηκὸς aP 27 ἢ om. a)
65
ἀντικατηγορούμενον κατηγορεῖταί τινος ἢ ἁπλῶς, ἢ ὅρος ἐστὶν αὐτοῦ ἢ ἴδιον ἢ γένος ἡ διαφορὰ ἢ συμβεβηκός. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῆς προτάσεως.

[*](p. 103b20)

Μετὰ τοίνυν ταῦτα δεῖ ὁρίσασθαι τὰ γένη τῶν κατηγοριῶν, ἐν οἶς ὑπάρχουσιν αἱ ῥηθεῖσαι τέσσαρες.

Δείξας τὰ προβλήματα καὶ τὰς προτάσεις ἐν τοῖς προειρημένοις τέσσαρσι γένεσιν οὔσας, ἐπεὶ τὰ προειρημένα γένη τέσσαρα οὐκ ἔδτιν ἀνώτατα γένη ὄντα, ἀλλ’ ἔστι πάλιν αὐτὰ ἐν ἄλλοις ἔστι γὰρ ἐν τοῖς οὖσιν, ὧν τὰ ἀνώτατα γένη ἔστι δέκα, ἃς κατηγορίας ἰδίως ἔθος αὐτῷ καλεῖν), δεῖν φησιν ἐφεξῆς τοῖς εἰρημένοις διορίσαι καὶ ἐκθέσθαι τὰ γένη τῶν κατηγοριῶν, ἐν αἷς κατηγορίαις ὑπάρχουσιν αἱ εἰρημέναι τέσσαρες διαφοραὶ τῶν προβλημάτων τε καὶ προτάσεων. τὸ δὲ ἐν οἷς ὑπάρχουσιν αἱ ῥηθεῖσαι τέσσαρες ἐλλιπῶς εἶπε· λείπει γὰρ τὸ ‘διαφοραὶ τῶν προβλημάτων τε καὶ προτάσεων᾿. ἔστι δέ, φησί, ταῦτα, λέγων τὰ γένη τῶν κατηγοριῶν, δέκα, περὶ ὧν εἴρηκε μὲν ἐν τῷ Περὶ τῶν δέκα κατηγοριῶν, ἐκτίθεται δὲ καὶ νῦν αὐτά. ἅμα δὲ καὶ τὸ πρὸς διαλεκτικὴν χρήσιμον ἐκείνου τοῦ βιβλίου διὰ τούτων ἐνδείκνυται. ἀντὶ δὲ τῆς οὐσίας τὸ τί ἐστιν ἔλαβε· κυρίως τε γὰρ ὂν ἡ οὐσία, καὶ κυρίως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς οὐσίας, εἰ καὶ πλεοναχῶς τὸ τί ἐστιν. τοῦ δὲ ἐν τῖς δέκα κατηγορίαις εἶναι τὰ γένη τὰ προειρημένα τῶν τε προβλημάτων καὶ τῶν προτάσεων δεικτικὸν παρέθετο τὸ καὶ τὸ συμβεβηκὸς καὶ τὸ γένος καὶ τὸ ἴδιον καὶ τὸν ὁρισμὸν τούτων τι σημαίνειν· πᾶσαι γὰρ αἱ διὰ τούτων τῶν γενῶν προτάσεις (τοῦτο γὰρ ἐστι τὸ τῆς λέξεως πλῆρες) ἢ οὐσίαν ἔχουσι τὸ κατηγορούμενον ἢ ποιότητα ἤ τινα τῶν ἄλλων κατηγοριῶν. πᾶς γὰρ ὁρισμός τινός ἐστιν, ὃ πάντως ἢ οὐσία ἐστὶν ἢ ποσὸν ἢ πρός τι ἢ τοῦ ἢ ποτὲ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. τὸν μὲν οὖν ὁρισμὸν καὶ τὸ ὁρικὸν πρόβλημα ἐν πάσαις ἐνδέχεται ταῖς κατηγορίαις εἶναι, ἐπεὶ οἷόν τε ὁρισασθαί τινα τῶν ὑφ’ ἑκάστην κατηγορίαν. ὁμοίως καὶ τὰ γένη καὶ τὰ γενικὰ προβλήματα·. καθ’ ἑκάστην γὰρ κατηγορίαν ἔστι καὶ γένος καὶ διαφορὰν λαβεῖν· ἐν αἷς γὰρ κατηγορίαις ἐστὶ τὰ λαμβανόμενα γένη περὶ ὧν ὁ λόγος, ἐν ταύταις καὶ αἱ τῶν γενῶν τούτων διαφοραί, ὡς ἐν ἄλλοις ἡμῖν εἴρηται· διὸ καὶ ἐν οὐσίᾳ διαφοραὶ οὖσαι <οὐσίαι> καὶ αὐταί, καὶ τὰ ἀπὸ τῶν [*](1. 2 ἡ γένος ἡ ἴδιον Α 2 ἢ συμβεβηκὸς ἢ διαφορά Β 4 δεῖ post ὁρίσασθαι snperscr. P διορίσασθαι Arist. 5 αἷς aP τέτταρες Β 6 τὰς προτάσεις καὶ τὰ προβλήματα B 7 et 9 ἀνωτάτω Β 8 πάλιν om. Α 9 ἅς ABP: ἃ a αὐτῶ iterat Α 11 εἰρημέναι ΑΒ: ῥηθεῖσαι ex Arist. aP 12 τε om. Β αἷς ut vs. 5 aP ὑπερέχουσιν Α 13 τέσσαρες aPP: τέτταρες Α Αrist. ἐλλειπῶς a post τὸ add. αἲ ΑΒ 15 τῶν] ὧν a 17 δείκνυται Α 18 κυρίως τε—ἐστι om. Α ante οὐσίας superscr. τῆς P 21 τὸ primum om. Β 23 ἐστι Α: om. aBP 26 ἢ πάσχειν ante ἡ ἔχειν transposuit Α ὁρικὸν scripsi cf. p. 57,24: ὁριστικὸν libri 29 γένη Β 30 ἐστὶ om. B 32 οὐσίαι addidi αὐταί A: αὗται aBP)

66
διαφορῶν προβλήματα καῖ ἐν οὐσίᾳ ἔσται. * * προβλήματα τὸ μὲν ὁρικὸν ἐν οὐσίᾳ, τὸ δὲ ὁρικὸν ἐν ποιότητι ἢ ποσότητι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· πάλιν ἀπὸ γένους ἐν οὐσίᾳ ἢ ἀπὸ γένους ἐν ποιῷ, καὶ κατὰ τὰς ἄλλας κατηγορίας ὁμοίως. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν προτάσεων. ὡς γὰρ ἀπὸ τοῦ κατηγορουμένου ὅρου ἐν τῷ προβλήματι ἢ ἐν τῇ προτάσει τὸ γένος γνωρίζεται αὐτῶν (εἰ μὲν γὰρ ὁρισμὸς τὸ κατηγορούμενον, ὁρικόν. εἰ δὲ γένος, ἀπὸ γένους, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως), οὕτως ἀπὸ τοῶ κατηγορουμένου καὶ τὸ ἐν ποίᾳ κατηγορίᾳ τὸ πρόβλημα γνωρίζεται· ἂν μὲν γὰρ οὐσία ᾖ, ἐν οὐσίᾳ τὸ πρόβλημα, ἂν δὲ ποιότης, ἐν ποιότητι, καὶ ἐπὶ τῶν ἂλλων ὁμοίως. τὰ μὲν οὖν ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ αὐτοῦ γένους ἔχει καὶ τὸ ὑποκείμενον αὐτοῖς, ὥστε οὐδὲν μᾶλλον ἀπὸ τοῦ ὑποκειμένου ἢ ἀπὸ τοῦ κατηγορουμένου ἡ κατηγορία καὶ τὸ γένος ἐν ᾧ τὸ πρόβλημα γνωρισθήσεται. ἐν οἰς δὲ ἄλλο ἄλλου κατηγορεῖται (ταῦτα δέ ἐστιν ἐν οἷς περὶ συμβεβηκότος ἡ κατηγορία), καὶ τὸ γένος ἀπὸ τοῦ κατηγορουμένου λαμβάνεται. ἐπεὶ δὴ οὐδεμία οὐσία οὐδεμιᾷ οὐσίᾳ συμβέβηκεν (οὐ γὰρ οἰόν τε συμβεβηκότος τινὸς οὐσίαν εἶναι). τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα ἐν μὲν τοῖς ἄλλοις γένεσιν ἔσται λαβεῖν, ἐν οὐσίᾳ δὲ οὐδαμῶς. περὶ δὲ ἀδίου, εἰ μὲν τὰ ἔδια τῶν οὐσιῶν οὐσίας οἶόν τε εῖναι, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ἔσται καὶ ἐν οὐσίᾳ τᾶ ἀπὸ τοῦ ἀδίου προβλήματα καὶ ἐν πᾶσι τοῖς γένεσιν· εἰ δέ ἐστι πᾶν ἴδιον συμβεβηκὸς τῷ συμβεβηκότος εῖναι τρόπον τὸ ἴδιον, οὐδ᾿ ἂν τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα ἐν οὐσίᾳ εἴη, ἀλλ᾿ ἐν ἐκείνῳ οἶυ ἀν ᾐ γένος τὸ ἴδιον. ὅτι δὲ ἐν τοῖς δέκα γένεσίν ἐστι τὰ προειγημένα τέσσαρα προβλήματα καὶ οὐκ ἔξω πίπτει αὐτῶν, εἰ καὶ μὴ οἶόν τε πάντα ἐν πᾶσιν εἶναι τῷ μὴ δύνασθαι ἐν οὐσίᾳ εἶναι τὰ ἀπὸ συμβεβηκότος, δεικνὺς λέγει ‘πᾶσαι γὰρ αί διὰ τούτων προτάσεις ἢ τί ἐστι, τοῦτ᾿ ἔστιν ἢ ἐν τῇ οδσίᾳ κατηγοροῦσί τινός τι, ἢ ἐν τῷ ποιῷ ἤ τι τῶν ἐν ταῖς ἄλλαις κατηγορίαις σημαίνουσιν᾿. ἐν ᾖ δὲ κατηγορφίᾳ τὸ σημαινόμενον ὑπὸ τοῦ προβλήματος ἢ τῆς προράσεώς ἐστιν, ἐν τῇ αὐτῇ ἀνάγκη καὶ τὸ γένος εἶναι τῶν προβλημάτων κα]\ι τῶν προτάσεων, καὶ δείκνυσί γε τοῦτο καὶ τῇ ἐπαγω· γῇ· ό γὰρ τὸ τί ἐστι σημαίνων, τοῦτ᾿ ἔστι κατηγορῶν τινος, ἢ οδσίας τὸ τί ἐστι σημαίνει ἢ ποιοῦ ἢ ποσοῦ ἤ τινος τῶν ἐν ταῖς ἄλλαις κατηγορίαις· τὸ γὰρ τί ἐστι τῶν πολλαχῶς λεγομένων.

[*](1 καὶ P: om. aAB πρόβλημα (post ἔσται) P defectum indicavi: supple ὥστε ἔσται ὁρικὸν scripsi: ὁριστικὸν libri cf. p. 65,26 1.2 ἐν οὐσίᾳ, τὸ δὲ ὁρικὸν om. P 2 ὁριστὸν a 3 ἀπὸ prius in ras. P2 6 ὀρικὸν a: ὁριστικὸν AP: αὐτῶν Β 7 ὁμοίως, σὔτως transposui: inv. ord. aP: οὕτως οm. AB 9 οὐσία B: οὐσίας aP: non liquet A post πρόβλημα add. γνωρίζεται a poiqothw AB: ποιότητος aP: ποιο(??) D 13 ἐν οἰς alterum om. B 15 δὴ ομ. Β οὐδεμιᾶ οὐσία post συμβέβηκεν transposuit A: om. D 16 τοῦ corr. e τῶν Β 17 post μὲν add. γὰρ Β ἔστι aP 20 ἐστι om. D 21 τῷ scripsi: τοῦ libri 22 ἐν ἐκείνω δὲ (omisso ἀλλ᾿) D γίνος ΑDP: γίνους aB 24 πάντα ἐν πάσιν] παντάπασιν D 25. 26 πᾶσα—ἠ—προτασις P 26 ὴ alterum om. D 29 τῆ αὐτῆ ΑΒD: ταυτῷ aP 31 τὸ τί in ras. P2 post ἐστι ras. 2 lit. P 32 τὸ] ὸ in ras. P 33 πολλαχοῦ D)
67
[*](p. 103a29)

Ὅταν μὲν γὰρ ἐκκειμένου ἀνθρώπου φῇ τὸ ἐκκείμενον ἄνθρωπον εἶναι ἢ ζῷον.

Ὁτι καθ’ ἑκάστην κατηγορίαν τὸ τί ἐστιν ἀποδίδοται, καὶ ὅτι τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον καθ’ ἑκάστην λαμβάνεται, τῇ ἐπαγωγῇ, ὡς εἶπον, δείκνυσιν. ἕκαστον γὰρ τῶν ὑφ’ ἑκάστην κατηγορίαν, ἄν τε αὐτὸ περὶ ἑαυτοῦ λέγηται, οἷον ὅτι ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν ἢ τὸ λευκὸν λευκόν ἐστι καὶ ἐπὶ τῶν· ἄλλων ὁμοίως), <ἄν τε> τὸ οἰκεῖον γένος αὐτοῦ ἀποδιδῷ, τί ἐστι σημαίνει. ὁμοίως δὲ κἄν τὸν ὁρισμόν τις τὸν ἑκάστου ἀποδιδῷ, τὸ (??) ἐστιν αὐτὸ λέγει· ἴσον γάρ ἐστι τὸν ἄνθρωπον ἄνθρωπον εἰπεῖν ἢ ζῷον πεζὸν δίπουν· ἐν ἀμφοτέροις γὰρ αὐτὸ περὶ ἑαυτοῦ λέγεται, καὶ | ἐπ’ ἴσης ἀμφότερα· διὸ ἀντὶ τοῦ ὁρισμοῦ τὸ ὄνομα ἔλαβεν. ὅταν δὲ τὸ κατηγορούμενον μὴ τοῦ αὐτοῦ γένους ᾖ τῷ ὑποκειμένῳ, ἀλλὰ· περὶ ἄλλου λέγηται τοῦτο γάρ ἐστι τὸ ὅταν δὲ περὶ ἑτέρου), ἐξ ἧς ἂν κατηγορίας ᾖ τὸ κατηγορούμενον, ἐξ ἐκείνης καὶ τὸ γένος τοῦ προβλήματος ἔσται. καὶ οὐκέτι τὸ τί ἐστι τὸ ὑποκείμενον σημαίνει· οὐ γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖται τὸ ἐξ ἄλλης κατηγορίας τοῦ ἐξ ἄλλης. περὶ ἑτέρου δὲ ἕτερον λέγεται, ἐν αἷς συμβεβηκός ἐστι τὸ κατηγορούμενον· διὸ ἀδύνατον, ὡς ἔφην, προβλήματα ἐν οὐσίᾳ τινὶ εἶναι ἀπὸ συμβεβηκότος εἰπεῖν, ὅτι μηδεμία οὐσία οὐσίᾳ συμβέβηκεν. ἢ συμβεβηκέναι μὲν οὐχ οἷόν τε οὐσίαν οὐσίᾳ, δύναται μέντοι ζητεῖν τις εἰ συμβέβηκεν οὐσίᾳ οὐσία ἢ συμβεβηκότι οὐσία, ὡς ἐν ταῖς παρὰ φύσιν ἔχει προτάσεσιν. εἰ δὲ τοῦτο, εἴη ἄν καὶ τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα καὶ ἐν οὐσίᾳ. εἰ δὲ τὰ προβλήματα καὶ τὰ γένη τῶν προβλημάτων ἐν ταῖς κατηγορίαις, δῆλον ὡς χρήσιμος ἡ περὶ τὰς κατηγορίας πραγματεία πρὸς διαλεκτικήν, εἴ γε χρήσιμον τὸ εἰδέναι ἐν ποίῳ γένει τῶν ὄντων τὸ προκείμενον πρόβλημα. εἰπὼν δὲ τὰ τέσσαρα γένη ἐν οἷς αἱ προτάσεις τὰ προβλήματα, εἰπὼν δὲ καὶ τὰς κατηγορίας ἐν αἷς τὰ τέσσαρα γένη τῶν προβλημάτων καὶ τῶν προτάσεων, ἐπιφέρει ὅτι περὶ ὧν μένοι λόγοι καὶ ἐξ ὧν, ταῦτα καὶ τοσαῦτά ἐστι, λέγων τὰ προβλήματα καὶ τὰς προτάσεις· ταῦτα δὲ καὶ τοσαῦτα τῷ γένει δῆλον ὅτι. ἦν δὲ προκείμενον αὐτῷ ζητῆσαι πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι οἱ διαλεκτικοί, καὶ πῶς τῶν λόγων τούτων [*](1 φησὶ aBP 2 ἢ ζῶον εἶναι D 3 τὸ prius] ὁ in ras. P ὅτι τὸ superscr. P 4 ἐν τῶ iterat D καθ’ ἕκαστα A 5 δείκνυσιν, ὡς εἶπον D ἐφ’ ὑφ’ in ras. D) ἕκαστα A 6 αὐτοῦ AP οἶον in ras. 5 lit. P2 λευκὸν superscr. P 7 καὶ ὢ om. Α ἄν τε addidi αὐτοῦ γένος Β 8 ἀποδιδ D (accentus periit): ἀποδιδῶται malim τί ἐδτι—ἀποδιδῷ (9) om. AD τὸν alterum aP: om. Β 9 αὐτό supra scripto compend. οῦ D 10 ἑαυτοῦ ABD: αὐτοῦ aP 11 τοῦ om. B: superscr. P2 18 ἔφην] p. 66,15 —17 19 εἰπεῖν ante ἀπὸ (18) transposuit P οὐσίᾳ om. Α: suporscr. P2 μὲν om. D οὐσίᾳ om. aP 20 εἰ] εἰς Α οὐσίαν pro οὐσίᾳ altero B ante οὐσία alterum add. τις aP 21 προτάσεσιν ἔχει D 22 καὶ alterum utrum delendum videtur τοῦ om. aP 21 πραγματεία aABP: διδασκαλία D 25 τὸ prius om. Β 27 τὰ om. aP καὶ τῶν D cf. vs. 29: τε καὶ aABP 29 λέγω Β)

68
εὐπορήσομεν· ἡ γὰρ μέθοδος ἐν τούτοις. εἰπὼν δὴ περὶ τῶν πρώτων, περὶ τοῦ πῶς καὶ δι᾿ ὦν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ὃ τὸ λοιπὸν ὦν προέθετο ὑπολείπεται, μετὰ ταῦτά φησι λεκτέον.

[*](p. 104a3)

Πρῶτον τοίνυν διωρίσθω τίἐστι πρότασις διαλεκτικὴ3·8 καὶ τί πρόβλημα διαλεκτικόν.

Μέλλων δεικνύναι πῶς ἄν εὐποροίημεν προτάσεων διαλεκτικῶν (ἡ γὰρ εὐπορία τῶν προτάσεων συντελεῖ καὶ αὐτὴ πρὸς τὴν τῶν διαλεκτικῶν λόγων εὐπορίαν, περὶ οὗ πρόκειται λέγειν αὐτῷ, ὡς ἐρεῖ· ἓν γὰρ τῶν τεσσάρων ὀργάνων ὧν ἐρεῖ), καὶ τοῦτο κοινότερον εἴρη ὦς περὶ προτάσεων τε καὶ προβλημάτων, πρῶτόν φησι δεῖν ὁρίσασθαι τί ἐστι πρότασις διαλεκτικὴ καὶ τί πρόβλημα διαλεκτικόν, ἵνα γνώριμον ᾖ ποίων προτάσεων εὐπορεῖν δεῖ καὶ περὶ ποίων ζητεῖν προβλημάτων· ὧν γὰρ χρὴ lo πρὸς εὐπορίαν ζητεῖν μέθοδον, ταῦτα ὡρίσθαι δεῖ καὶ γνώριμα εἶναι πρῶτον. οὔτε γὰρ πᾶσα πρότασις διαλεκτικὴ οὔτε πᾶν πρόβλημα· οὔτε γὰρ ἄν προτεί- ναιτὁ τις νοῦν ἔχων καὶ ἐρωτήσειεν ἐν προτάσει τὸ μηδενὶ δοκοῦν, οἶον ’ ἆρά γε χρὴ ὑβρίζειν τοὺς γονεῖς ἢ ἀσεβεῖν εἰς τοὺς θεούς;’ (προτείνει γὰρ ὁ διαλεκτικὸς ὃ λαβεῖν βούλεται· οὐδεὶς δὲ τὰ τοιαῦτα συγχωρεῖ), οὔτ’ ἄν προβάλοι πρόβληματὸ πᾶσι φανερὸν καὶ μὴ δεόμενονδείξεως, οἷον ’ ἡμέρς οὔσης πότερον ἡμέρα ἐστὶν ἢ ;’· τὰ μὲν γὰρ οὐκ ἔχει ἀπο- ρίαν, δῆλον ὅτι ὡς πᾶσι γνώριμα, διὸ οὐδὲ προβλήματα (αἱ δὲ δείξεις τε καὶ ζητήσεις περὶ ἀπορουμένων τινῶν ἢ ἀγνοουμένων), τὰ δὲ οὐδεὶς ἄν θε ἴη καὶ συγχ͂ωρŕισαι.-, τὰ δῆλον ὅτι μηδενὶ δοκοῦντα, διὸ οὐδὲ προτάσεις. ζητήσαι δὲ ἄν τις πῶς εἰπὼν ἴσα καὶ τὰ αὐτὰ τά τε προβλήματα καὶ τὰς προτάσεις καὶ τῷ τρόπῳ μόνῳ τῆς ἐκφορἄ-̀ τὴν διαφορὰν αὐτῶν εἶναι, νῦν ὑπεναντίον πώς φησιν εἶναι τὸ διαλεκιικὸν πρόβλημα καὶ τὴν δια- ·́ ἑκτικὴν πρότασιν· τὸ μὲν γὰρ ἀπορεῖσθαι, τὴν δὲ γνώριμον εἶναι. ἢ οὐ τὰ διαλεκτικὰ προβλήματα ταῖς διαλκτικ̀αῖ,́ προτάσεσιν ἴσα καὶ τὰ αὐτὰ εἶπεν, ἀλλὰ καθόλου τὰ προβλήματα καὶ τὰς προτάσεις τὰς ἐν τῇ τῆς ἀντιφάσεως ἐρωτήσει, ἐν οἷς προβλήμασι καὶ ἐν αἷς προτάσεσίν ἐστι καὶ [*](1 δὴ D: δὲ aARP 2 post εὐπορήσομεν adil. ἡ γὰρ μέθοδος ἐν τούτοις o vs. 1 D τῶν om. Α : ὧν postea a.hl. D’ TKAOl ’l"(IV [IFQTOV TUMdV subser. 4 ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΤΩΝ ΤΟΠΙΚΩΝ ΤΟΜΟΣ ΔΕΥΤΕΠΟΣ inseribunt aP διωρίσθω post pπρότασις transposuit A 6 δεικνόειν B εὐ postea add. D1 8 λέγειν corr. e λέγων ἔν] ἒκ P 9 ὦν superser. P ἐρεῖ—προβλημάτων (10) om. A ἐρεῖ] c. 13 p. 105a21sq. post κοινότερον ex corr. add. δὲ D ὁρίσασθαι corr. ex ὡρίσθαι P2 11 ᾖ aP: εἴη ABD 13 post πρὸς add. τὴν aP γνώριμον Bpr. 14 γὰρ alterum om. aP 15 προτείναιτό AD: προτείναι aBP νῦν a νοῦν ἔχων in mrg. D1 17 λαβεῖν ὃ P 18 προβάλοι D: προβάλλοι aBP: προβάλλη A 19 οἶον] οἱ Α 20 δηλονότι om. D οὐδὲ D: οὐ aABP 22 θθείην A: θήσει B: om. D εἶναί φησι D post φησιν add. αὐτῶν B 26 τὸ μὲν—προστίθησιν (p. 70,12) om. p γὰρ D: om. aAB 29 φάσεως A: ἀποφάσεως B)

69
τὰ διαλεκτικὰ προβλήματά τε καὶ αἱ προτάσεις, ὧν νῦν λέγει τὴν διαφοράν· τό τε <γὰρ> γνώριμον καὶ ἔνδοξον, ὁποία ἡ πρότασις ἡ εἶναι βούλεται, καὶ τὸ ἀμφιδοξούμενόν τε καὶ ἀπορούμενον, ὁποῖον δεῖ φησίν, εἶναι τὸ διαλεκτικὸν πρόβλημα, πάντα ἐν ἀντιφάσει προτείνεταί τε καὶ προβάλλεται, ὧν τὰ μὲν ἔνδοξα προτάσεις, τά δὲ ζητοῦμεν προβλήματα. τὴν δὲ κατὰ τοὺς τρόπους διαφορὰν εἶπε, τὴν κατὰ τὸ ‘ἆρα᾿ καὶ ‘πότερον᾿, ὑπὲρ τοῦ ἐνδείξασθαι τὴν κατὰ τὴν λέξιν ὁμοιότητα αὐτῶν καὶ πῶς ἕκαστον αὐτῶν προτείνεταί τε καὶ προβάλλεται. πᾶσα γὰρ πρότασις πρόβλημα γίνεται ἀλλαγέντος ἰοῦ κατὰ τὴν ἐκφορὰν τρόπου κατὰ τὴν λέξιν· οὐ μὴν διαλεκτικὸν ἤδη τὸ ἀπὸ προτάσεως μεταληφθέν, ὅτι μὴ ζητούμενον.

[*](p. 104a8)

Ἔστι μὲν οὖν πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος.

οὔτε οὗν πᾶσα πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική, οὔτε πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οὐ γὰρ μόνον ἐρώτησις προτάσεων γίνεται, ἀλλ’ ὡς Εὔδημος ἐν τοῖς Περὶ λέξεως διῄρηκεν, οἱ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν· ἢ γὰρ προθέντες τι καὶ ὁρίσαντες πυνθάνονται τὸ τούτῳ συμβεβηκός, ὡς οἱ ἐρωτῶντες τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις ἡ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, ᾧ δὲ τοῦτο συμβέβηκεν, ἀξιοῦσι μαθεῖν, ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι᾿ αὑτό ἐστιν ·αἱρετόν, καὶ τίς ἐστιν ὁ καθήμενος. καὶ τοῦτο μὲν ἓν εἶδος ἐρωτήσεως. ἄλλο δὲ περὶ οὐσίας, ὅταν προενεγκάμενοι τί ποιέ ἐστι τοῦτο διὰ τῆς ἐρωτήσεως ἐξετάζωμεν, ὡς ὁ ἐρωτῶν τί ἐστιν ἄνθρωπος· ὁ γὰρ οὕτως ἑρωτῶν τὴν οὐσίαν τοῦ πράγματος μαθεῖν ἀξιοῖ, ἀλλ’ οὐχ ὃ συμβέβηκεν αὐτῷ τρίτον εἶδος ἐρωτήσεως ἐστιν, ὅταν περὶ προτάσεως τις θῇ τὴν ἐρώτησιν, εἶτα ἀπόκρισιν αὐτῆς αἰτῇ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος, οἷον ‘ἆρά γε ὁ κόσμος σφαιροειδής;᾿. ὑπὸ τοῦτο τὸ εἴδος τῆς ἐρωτήσεώς ἐστι καὶ ἡ διαλεκτικὴ πρότασις. οὐ γὰρ πᾶσα ἐρώ- [*](2 γὰρ a: om. ABD ἡ διαλεκτικὴ πρότασις D 3 δεῖν B 4 post εἶναι add. καὶ aB 6 τοὺς om. D τοῦ ἄρα Β 8 προτείνεταί aBD: προγίνεται A 9 ἀλλαγέντος AD: ἀλλὰ γένος aB 12 μὲν οὑν] δὲ Arist. ἐρώτησις—διαλεκτική (13) om. Β 13 οὔτε οὖν—πρότασις (29) Suidas sub v. ἐρώτησις οὔτε D: οὐδὲ aA 14 post πρότασις add. ἀλλ’ ἡ a τῶν ἐρωτήσεων a 15 μόνη Β Εὔδημος] fr. 113 16 ἢ prius excipit ἄλλο δὲ (28) 17 προσθέντες ΑΒ τούτων a 20 τὸ ἰδὲ ᾧ συμβέβηκεν Suid. 21 συμβέβηκε τῶν ζώων Β αὐτὸ libri (o ex corr. D) 22 αἱρετόν] ὂν ex corr. D ἐστιν om. D ἓν om. Β 23 οὐσίαν a τούτων Β 24 τίς Β 25 μαθεῖν D: om. AB: post αὐτῷ (26) transposuit a, post ἀξιοῖ Suid. 26 αὐτό Β post ὅταν add. ὁ AB προτάσεων Α τις θῆ D: θεὶς Α: τις aB 27 post ἐρώτησιν add. ποιῆται a post εἶτα add. τὴν D αὐτῆς αἰτῇ scripsi: αὐτῆς αἰ D: αὐτῆς αἰτῶν aB et inv. ord. A: αἰτῶν Suid. 28 μέρος] μέρη προτείνῃ a 29 post διαλεκτικὴ add. καλουμένη D)

70
τησις πρότασις διαλε|κτική ἐστιν, ἐρώτησις μέντοι ἡ πρότασις ἡ διαλεκτική. τῶν γὰρ προτάσεων, ὥς εἴρηται, αἱ μέν εἰσιν ἀποδεικτικαί, οἷαί εἰσιν αἱ ἄμεσοι καὶ πρῶται, αἱ δὲ διαλεκτικαί, οἷαί εἰσιν αἱ ἔνδοξοι, αἱ δὲ ἐριστικαί· οὔτε δὲ αἱ ἑπιστημονικαὶ ἐν ἐρωτήσει οὖσαι διαλεκτικαὶ γίνονται· οὐ γὰρ διαλεκτικὴ ἡ τοιαύτη, οἷον ‘ἆρά γε στοιχεῖα τῶν ὄντων εἶδος καὶ ὕλη;’, ἀλλ’ οὐδὲ ἡ ἐριστική, οἷον ‘ἀρά γε ὁ ὁρῶν ὀφθαλμοὺς ἔχει ἢ οὔ;᾿, ἀλλά εἰσι προτάσεις διαλεκτικαὶ τῶν ἐν ἐρωτήσει προτάσεων αἱ ἔνδοξοι, οἷον ‘ἆρά γε ἡ ὑγεία ἀγαθὸν ἢ οὗ; ἀρά γε αἱ τῆς ψυχῆς ἀρεταὶ αἱρεταὶ ἡ οὑν; ἀρά γε οἷόν τέ τι ἐκ τοὺ μὴ ὄντος γενέσθαι ἢ οὔ;᾿. “οὐδεὶς γὰρ προτείνειεν <ἂν> νοῦν ἔχων τὸ μηδενὶ δοκοῦν”· ἡ γὰρ ἔνδοξος ἐρώτησις διαλεκτικὴ πρότασίς ἐστιν. εἰπὼν δὲ τοῦτο, τίνα ἐστὶ τὰ ἔνδοξα, πάλιν ὑπομιμνήσκων ἡμᾶς προστίθησιν· ἔνδοξον γάρ, ὡς προείρηται ἢ τὸ τὸ πᾶσι δοκοῦν ἢ τὸ τοῖς πλείστοις ἢ τὸ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ ἰοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις. εἰπὼν δὲ ἔνδοξα εἷναι καὶ τὰ τοῖς πάνυ γνωρίμοις τῶν σοφῶν δοκοῦντα, ἐπεὶ δύναταί τις γνωρίμου σοφοῦ δόξα μαχομένη ταῖς τῶν πολλῶν δόξαις εἶναι, αἷς δόξαις οὐκέτι οἱ πολλοὶ συγχωροῦσι, προσέθηκε τὸ μὴ παράδοξος, ἅμα διδάσκων ἡμὰς ὅτι τῖς τῶν σοφῶν δόξαις ὡς ἐνδόξοις χρηστέον, ταῖς περὶ τούτων περὶ ὧν οὐκ ἔχουσιν οἱ πολλοὶ δόξας, ἔνθα δὲ μάχεται ἡ τῶν πολλῶν δόξα τῇ σοφοῦ τινος, ἐνταῦθα ἔνδοξον μᾶλλον τὸ τοῖς πολλοῖς δοκοῦν. ἐπεὶ ὅτι γε μή ἐστιν ἡ ὑγεία ἀγαθόν, σοφῶν τινῶν ἐστι δόξα· ἀλλ᾿ οὐδεὶς ἂν τοῦτο ἔνδοξον εἴποι· μάχεται γὰρ ταῖς πάντων προλήψεσιν· ἀλλὰ καὶ ὅτι τὸ ὂν ἀκίνητόν τε καὶ ἕν Παρμενίδου γάρ), καὶ ὅτι τὰ ἐναντία ταὐτά Ἡρακλείτου γάρ), καὶ ὅτι οὐκ ἔστιν ἀντιλέγειν Ἀντισθένους 20 γάρ). προτάσεις μὲν οὖν οὐκ εἰσὶ τὰ τοιαύτα, θέσεις δέ, ὡς προιὼν ἐρεῖ.

[*](p. 104a12)

Εἰσὶ δὲ προτάσεις καὶ ἰὰ τοῖς ἐνδόξοις ὅμοια.

Εἰπὼν τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἔνδοξον εἶναι, λέγει καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια διαλεκτικὰς προτάσεις εἶναι, εὐπορίαν τινὰ ἡμῖν προϋποβάλλων διαλεκτικῶν προτάσεων. εἰ γὰρ ἔνδοξον τὸ τὴν αὐτὴν εἷναι τῶν ἐναντίων ἐπιστήμην, ἔνδοξον ἄν φανείη καὶ τὸ τὴν αὐτὴν αἴσθησιν τῶν ἐναντίων εἶναι. ὅτι δὲ ἔνδοξον τὸ [*](1 ἐν ἐρωτήσει a 2 εἴρηται AD: προείρηται aB εἴρηται] c. I p. 100a27 sq. εἰσ)ιν ἄπο in ras. D 4 ἐρωτήσεις omisso ἐν Β 5 γε om. a στοιχεῖον A 6 ἡ om. B ὀφθαλμὸν A 7 ἐν ex corr. add. D 8 ἡ om. A αἱρεταὶ] ἀρεταὶ Α 9 ἀρά γε—οὔ om. A 10 ἂν addidi: ἄν προτεῖναι Arist. νοῦν om. a 12 ἐνδόξων B εἴρηται a προείρηται] c. l p. 100b21 13 τοῖς prius om. D 14 καὶ ἐνδόξοις om. aP Arist. (sed add. Arist. p. 100b23) 15 πάνυ AD: πᾶσι Β: om. aP δοκοῦντα om. aP 17 πολλοὶ aP: σοφοὶ ABD 18 σοφῶν corr. ex πολλῶν D τοῖς pro altero ταῖς Α 20 τῇ] τοῦ Β 24 ἡρακλείδου Β 25 οὑν om. Α τὰ τοιαῦτα] ταῦτα P ἐρεῖ] c. 11 p. 104b19 sq. 27 πρότασιν] πρότερον Β ἐρώτησιν post εἶναι transposuit Α: om. D εἶναι ἔνδοξον B 29 προϋποβάλλων D: προβάλλων Β: ὑποβάλλων aP: ὑποβαλὼν Α)

71
τὴν αὐτὴν ἐπιστήμην τῶν ἐναντίων εἶναι, δῆλον· ἥ τε γὰρ ἰατρικὴ ὐγιεινῶν καὶ νοσερῶν ἐστιν ἐπιστήμη, καὶ ἡ ἀριθμητικὴ περιττοῦ καὶ ἀρτίου, καὶ ἡ μουσικὴ ἐμμελῶν καὶ ἐκμελῶν, καὶ ἡ γυμναστικὴ εὐεκτικῶν τε καὶ μή, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁμοίως δὲ ἔχει ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ καὶ ἡ αἴσθησις πρὸς τὰ αἰσθητά· ἑκάτερον γὰρ αὐτῶν κριτικόν ἐστι τῶν ὑφ’ αὑτά. αὑτά. καὶ ἔστι τὸ ὅμοιον αὐταῖς κατὰ ἀναλογίαν. ἢ καὶ αὐταὶ συγγενεῖς, ἔ γε καὶ ἡ αἴσθησις ὑπὸ τὴν ἕξιν καὶ ὅλως ὑπὸ τὰ πρός τι. χρὴ δὲ τὰ παραδείγματα μὴ ἀκριβολογουμένους ἀκούειν, ἐπεὶ δόξει γε ἐναργέστερόν τε καὶ ἐνδοξότερον εἶναι τὸ τὴν αἴσθησιν τὴν αὐτὴν τῶν ἐναντίων εἶναι ἢ τὴν ἐπιστήμην. πάλιν εἰ ἔνδοξον τὸ μίαν ἀριθμῷ τὴν γραμματικὴν εἶναι, ἔνδοξον ἂν φανείη καὶ τὸ ἰὴν αὐλητικὴν μίαν τῷ ἀριθμῷ εἶναι. καὶ εἰ πλείους γραμματικὰς εἶναι ἔνδοξον, καὶ τὸ αὐλητικὰς εἶναι πλείους ἔνδοξον ἔσται· ὅμοια γὰρ καὶ τοῦ αὐτοῦ λόγου ἡντιναοῦν τέχνην εἶναι ἢ ἀριθμῷ· μίαν ἢ εἴδει· συγγενῆ γὰρ τά τοιαῦτα καὶ ὑπὸ τὸ αὐτὸ γένος. καὶ ὥσπερ τὸ πρῶτον παράδειγμα τῇ ἀναλογίᾳ ὅμοιον, οὕτως τοῦτο τῷ γένει· διὸ εἶπε συγγενῆ. εἴη δ’ ἂν τὸ μίαν τῷ ἀριθμῷ γραμματικὴν ἢ πλείους τοιοῦτον· εἰ λέγοι τις τὴν Ἀριστάρχου γραμματικὴν καὶ ὅλως ἑκάστην τῶν ἐν τῷ ἀτόμῳ μίαν κατ᾿ ἀριθμὸν εἶναι, ὅτι καὶ τὸ ὑποκείμενον αὐτὸ τοιοῦτον, ἢ πάλιν εἰ λέγοι τις μίαν εἶναι τῷ εἴδει ταύτην τῷ ταῖς ἐνεργείαις συνδιαιρεῖσθαι αὐτὴν τὰς δὲ ἐνεργείας πλείους κατ’ ἀριθμὸν εἶναι.

Λέγει δὲ ἔνδοξα εἶναι καὶ τὰ ἐναντία τοῖς ἐνδόξοις κατ’ ἀντίφασιν προτεινόμενα, τοῦτ’ ἔστι τὰς ἀποφάσεις τῶν ἐναντίων τοῖς ἐνδόξοις· ἐπεὶ γὰρ τὰ ἐναντία τοῖς ἐνδόξοις παράδοξα, εἶεν ἂν αἱ τῶν παραδόξων ἀποφάσεις ἔνδοξοι. οἷον εἰ ἔνδοξόν ἐστι τὸ δεῖν τοὺς φίλους εὖ ποιεῖν τὸ τούτω ἐναντίον τὸ δεῖν τοὺς φίλους κακῶς ποιεῖν, ἄδοξον ἔσται· ἡ δὴ τούτου ἀδόξου ὄντος ἀπόφασις ἔνδοξος ἂν καὶ αὐτὴ εἴη· ἔστι δὲ ἀπόφασις αὐτοῦ τὸ οὐ δεῖ τοὺς φίλους κακῶς ποιεῖν᾿. πάλιν ἔνδοξον μὲν τὸ δεῖν τοὺς φίλους εὖ ποιεῖν· ἐναντίον δὲ τούτῳ καὶ ἄδοξον δεῖν τοὺς ἐχθροὺς εὖ ποιεῖν· οὗ ἡ ἀπόφασις, τὸ μὴ δεῖν τοὺς [*](1 τὴν ἐπιστήμην τὴν αὐτὴν aP 2 ἐστιν om. aP 3 ἐκμελῶν καὶ ἐμμελῶν Dpr. 4 post δὲ add. γε aP 5. 6 ἑκάτερον—αὑτά] cf. p. 104.4. 5 6 ἤ BD: ᾗ aAP 7 τὰ aAP: τὸ D et. ut videtur, P 8 τῶν παραδειγμάτων aP 9 ἐναργέτερον] ἁ ex corr. B τὴν αὐτὴν om. aP 11 τὸ om. Β τὴν in ras. P2 12 γραμματικοὺς Α 13 αὐλητικόν P εἶναι πλείους D: inv. ord. aP: πλείους ΑΒ ἐστι Β 14 ἡντινοῦν aP εἶναι post μίαν transposuit D 15 ταὐτὸ aP 16 τὸ μίαν—ἀτόμῳ (18) initio paginae om. P 17 τοιούτων Α 18 τῷ om. D ἀτόμῳ] μ ex corr. D κατ’ ex corr. D ἀριθμὸν] ὂν in ras. D 19 αὐτῶ ΑΒ ἢ superser. B πάλιν εἰ A: inv. ord. aBP: εἰ λέγοι (om. τις) post ταύτην (20) transposuit D 20 ταύτην ABD: αὐτὴν aP 22 δὲ om. P κατ᾿—ἐνδόξοις (23. 24) om. Α 25 εἰ in ras. P2 26 τὸ prius superscr. Β: om. P ἄδοξον—ποιεῖν (28) om. P 27 ἔσται AD: ἐστιν aB post δὴ add. οὑν D ante ἄν add. ἔστι D αὐτὴ D: αὕτη aAB εἴη om. D 28 δεῖν D 29 εὑ] καλῶς Β ἐναντίον—ποιεῖν (30) om. D 30 post ποιεῖν add. καὶ Α ἀπόφασις] πρότασις P τοῦ pro altero τὸ Α)

72
ἐχθροὺς εὖ ποιεῖν, ἔνδοξον ἄν εἴη. τὴν μὲν οὗν πρώτην ἐναντίωσιν ἔλαβε τῶν προτάσεων κατὰ κατηγορούμενον· ἐναντίον γὰρ τὸ εὖ ποιεῖν τῷ κακῶς ποιεῖν· ὁ δὲ ὑποκείμενος ὅρος, ὁ φίλος, ὁ αὐτὸς ἐπ’ ἀμφοῖν. ἡ δὲ δευτέρα ἐναντίωσις τὸν μὲν κατηγορούμενον τὸν αὐτὸν ἔχει, τὸ γὰρ εὗ ποιεῖν, οἱ δὲ ὑποκείμενοι ὅροι ἐναντίοι· ἐναντίοι γὰρ οἱ φίλοι καὶ οἱ ἐχθροί. ἔνδοξον δέ, φησίν, ἐν παραβολῇ δόξειεν ἄν εἶναι καὶ τὸ ἐναντίον περὶ τοὐ ἐναντίου λεγόμενον· ἔστι δὲ τὸ ἐν παραβολῇ τὸ ἐν παραθέσει. εἰ γὰρ ἔνδοξον τὸ τοὺς φίλους εὖ ποιεῖν, ἔνδοξον ἔσται καὶ τὸ ἐναντίον, τὸ κακῶς ποιεῖν, περὶ τοὐ ἐναντίου λεγόμενον· οὗτοι δέ εἰσιν ἐχθροί[· ἐναντίον δὲ τὸ εὗ ποιεῖν τῷ κακῶς ποιεῖν.] τῷ δὴ ἔνδοξον εἶναι τὸ τοὺς φίλους εὖ ποιεῖν προσχρωμενους ενεστι δεικνύναι ἔνδοξον καὶ τὸ τοὺς ἐχθροὺς δεῖν κακῶς ποιεῖν· εἰ γὰρ τοὺς φίλους εὖ, τοὺς ἐχθροὺς κακῶς. καὶ εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει· διὸ ἔνδοξον δοκεῖ καὶ τὸ ‘εἰ ἡ κακία αὐτάρκης πρὸς κακοδαιμονίαν, καὶ ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν᾿. καὶ γὰρ εἰ καθ’ αὑτὸ ῥηθὲν τὸ δεῖν τοὺς ἐχθροὺς κακῶς ποιεῖν μὴ ἔνδοξον, ἀλλὰ ἔνδοξον αὐτὸ φαίνεσθαι ποιεῖ παρατεθὲν τὸ τοὺς φίλους εὗ ποιεῖν δεῖν· τοῦτο γὰρ σημαίνει τὸ ἐν παραβολῇ. καὶ σημειωτέον ὅτι τὰς μὲν πρώτας προτάσεις, τήν τε τοὺς φίλους κακῶς ποιεῖν καὶ τὴν ἰοὺς ἐχθροὺς εὗ, ἐναντίας εἶπε τῇ τοὺς φίλους εὖ ποιεῖν, ὅ τι τὸ ἕτερον ἦν τῶν ἐν ταῖς προτάσεσιν ἐναντίων, τὴν δὲ ἀμφότερα ἔχουσαν ἐναντία οὐκέτι ἐναντίαν. διὰ τοῦτο γὰρ καὶ ἀμφότεραι ἔνδοξοι καὶ ἅμα ἀληθεῖς· τὸ δὲ τῷ ἐνδόξῳ ἐναντίον ὂν οὐχ οἷόν τε ἔνδοξον εἶναι. φανείη μὲν οὗν ἄν τισι, φησί, καὶ ταῦτα ἐναντία εἶναι· πότερον δὲ ἔχει οὕτως ἡ οὔ, ὑπερτίθεται σαφῆ ποιῆσαι εἰς τὸν περὶ τῶν ἐναντίων λόγον. ἐρεῖ δὲ περὶ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν τοπικῶν. εἴρηκε δὲ περὶ τούτου καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἐπὶ τέλει ἐν οἷς λέγει ‘τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἷναι, ψεῦδος· τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακὸν ἡ αὐτὴ ἴσως καὶ ἀληθής, εἴτε πλείους εἴτε μία ἐστίν· ἐναντία δὲ ταῦτα, ἀλλ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ 30 μᾶλλον τῷ ἐναντίως”.

[*](2 τῷ εὖ ποιεῖν τὸ aP 3 κακοποιεῖν P ἐπ’ ABD: ἐν aP 5 ἐναντίοι prius superscr. P2 6 δέ om. P ἂν aP: om. ABD 7 ἔστι δὲ—λεγόμενον (9) om. A τὸ alterum om. Β 10 post εἰσιν add. οἱ a, superscr. P ἐναντίον—ποιεῖν delevi ὁ ἐναντιόνιον (sic) τὸ ///// εὖ P τῶ εὖ ποιεῖν τὸ Α τῷ (ante δὴ) aP: τὸ ΑΒ: τῶ D 11 τῶ D 12 τὸ om. aP εἰ] καὶ Α 16 post ἀλλὰ add. καὶ A 17 δεῖν D: om. ABP: ante τοὺς (16) transposuit a 19. 20 ὅτι τὸ ἕτερον ἢν om. Α 20 τῶν] τὸ Β ἐναντίον aBP 21 ἐναντίαν aP: ἐναντίας AB: ἐναν D ἀμφότεροι Α 22 ἐναντία a ὂν om. aP 23 οὖν] ὁ ex corr. D ἄν supra lac. P2 24 εἰς om. D ἐν τῷ δευτέρῳ τῶν Τοπ.] c.7 p 113a—18 τῶν τοπικῶν om. aP 26 ἐν τῷ Περὶ ἑρμ.] c. 13 p. 23b3 —7 post τέλει add. in mrg. (??) εἰ η ἐν τῶ ε τοῦ περὶ ἑρμ . . . D1 τὸ] τῶ A 27 ὡρίσθαι D τῷ a Arist.: om. ABDP 28 post κακὸν add. καὶ Β post ἀληθής add. ἔσται Arist. (om. Cu) 20 post εἶναι add. τὰ aP 30 τὸ a)
73
[*](p. 104a33)

Δῆλον δὲ ὅτι καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσίν, διαλεκτικαὶ προτάσεις εἰσί.

Δῆλον, φησίν, ὅτι ὅσαι κτὰ τὰς τέχνας εἰσὶν εὑρημέναι δόξαι ὑπὸ τῶν ἐπιστημόνων τε καὶ τεχνιτῶν, καὶ αὗται διαλεκτικαὶ προτάσεις εἰσί, τοῦτ’ ἔστιν ἔνδοξοι. καὶ διὰ τί δῆλον προστίθησι· θείη γὰρ ἄν τις καὶ συγχωρήσειε τὰ δοκοῦντα τοῖς ὑπὲρ τούτων ἐπεσκεμμένοις. καὶ ἀκόλουθον δὲ τοῖς προειρημένοις τοῦτο ἄν εἴη· αἱ γὰρ τῶν σοφῶν δόξαι ἦσαν ἔνδοξοι· σοφοὶ δὲ οἱ τεχνῖται περὶ τὰ οἰκεῖα· ὥστε καὶ τὰ ὑπὸ τούτων εὑρισκόμενα ἔνδοξα ἂν εἴη, ὅτι κοινὴ δόξα τὸ δεῖν. περὶ ὧν μὴ ἐπίσταταί τις, πιστεύειν τοῖς ἐπισταμένοις. διὸ ἔνδοξα περὶ μὲν ἰατρικῶν τὰ τοῖς ἰατροῖς δοκοῦντα, περὶ γεωμετρικῶν δὲ τὰ ἰοῖς γεωμέτραις· λέγουσι γὰρ πρὸς τοὺς ἄλλως λέγοντας ‘ἀλλὰ τοῦτο οὐ λέγουσιν οἱ ἰατροὶ ἢ οἱ γεωμέτραι᾿. οὐ τοῦτο δὲ λέγει, ὅτι αὕτη ἡ εὕρεσις ἡ κατὰ τὴν ἐπιστήμην ἢ τὴν τέχνην ἔνδοξος ἀποδεικτικὴ γὰρ αὕτη), ἀλλ’ ὅτι τοῖς εὑρισκομένοις ὑπὸ τῶν περί τι καταγινομένων ὡς οὕτως ἔχουσι συγχωροῦσι οἱ πολλοί, ἂν δῆλον ὅτι μὴ ᾖ μαχόμενα ταῖς κοιναῖς προλήψεσι· περὶ τούτου γὰρ προείρηται. ἡ οὐδὲ ἔστι περὶ τῶν κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας οἰκείων δοξῶν μάχη τοῖς πολλοῖς πρὸς τοὺς ἐπιστήμονας, ὅτι τὴν ἀρχὴν ἀδόξαστοι περὶ τούτων οἱ πολλοί. τοιαῦτα πολλὰ ἔστι λαβεῖν· τὰ ἰατρικὰ ἐκ τῶν Ἱπποκράτους Ἀφορισμῶν· τοιοῦτον τὸ “κόποι αὐτόματοι φράζουσι νούσους” καὶ τὸ ‘‘ὑγραὶ δίαιται τοῖς πυρεταίνουσι σύμφοροι”. πάλιν κατὰ γεωμετρίαν, ὅτι αἱ τοῦ τριγώνου ἱρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, καὶ ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντῃ μεταλαμβανόμεναι.

p. 104b1 Πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων.

Εἰπὼν περὶ τῆς διαλεκτικῆς προτάσεως, ὅτι ἐστὶν ἔνδοξος ἐρώτησις, καὶ κατὰ πόσους τρόπους ·οἷόν τε τὸ ἔνδοξον λαμβάνειν, ἀκολούθως ἑξῆς [*](1 δὲ in ras. P2 καὶ om. A: ante ὅτι transposuit Β δόξαι—ὅσαι (3) om. aP 3 τἀς om. D 4 τε om. Α 5 ante ἔνδοξοι add. αἱ P supra γὰρ scriptum ἔνδοξα B ευοεταὶ 6 καὶ corr. nescio unde Β 7 αἰ γάρ aP: εἰ γὰρ αἱ ABD 8 σοφοὶ Β 9 εἴη] εἰς A τὸ δεῖν om. D 10 post τοῖς add. δὲ Α 12 γὰρ πρός om. P ἔχοντας Β οὐ om. D 14 τὴν om. a αὕτη—ἐνταῦθα (p. 75,1) defectus Signo appicto om. P post αὕτη add. γε a 15 τοῖς εὑρισκομένοις scripsi: ταῖς εὑρισκομέναις libri καταγινομένων περί τι D 16 post ἂν add. ex corr. ἦ D (non om. ἦ post μὴ) pro μὴ diples signum (??) quod indicaret defectum posuit Α προςλήψεσι a 17 τούτων Α προείρηται] p. 70,15 sq. 19 τἄ om. a 20 ἐκ τῶν Ἱπποκρ. Ἀφορ.] III p. 712. 710 ed. ϋhn post τοιοῦτον add. ἐστι aB τὸ iterat Α 21 νούσους AD: νόσους aB 25 διαλεκτικόν ἐστι a 26 καὶ prius] ἢ a ἢ αὐτὸ—τοιούτων (27) om. Α 28 περὶ τῆς] δὲ A 29 ἔνδοξον] ἕνα Α)

74
περὶ τοῦ διαλεκτικοῦ προβλήματος λέγει, καὶ φησὶ δεῖν τὸ διαλεκτικὸν πρόβλημα εἶναι θεώρημα, λέγων θεώρημα ἀντὶ τοῦ ‘ζήτημα᾿· καὶ γὰρ τὸ ζητεῖν θε|ωρεῖν ἔθος αὐτοῖς λέγειν. φησὶν οὗν τὸ λεγόμενον ‘ζήτησις περὶ θεωρήματος συντείνοντος ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἡ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτοῦ ἢ ὡς συνεργοῦ πρός τι ἕτερον τῶν τοιούτων ζητούμενον᾿. τρόπου γὰρ ζητήσεως δηλωτικὸν τὸ περὶ οὗ ἡ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς, ὃ λέγει διαλεκτικὸν εἶναι πρόβλημα. εἴη δ’ ἂν τὸ θεώρημα λόγος γνώσεως ἡμῖν τινος τῶν προειρημένων αἴτιος, ἀπὸ τοῦ θεωρίας καὶ γνώσεως αἴτιον ἡμῖν εἶναι ὠνομασμένον θεώρημα. καὶ ἔσται πᾶν μὲν πρόβλημα διαλεκτικὸν θεώρημα ἢ ἠθικὸν ἢ φυσικὸν ἢ λογικόν τούτων γὰρ δηλωτικὰ τὰ προειρημένα), οὐ μὴν πᾶν θεώρημα ἠθικὸν ἢ φυσικὸν ἢ λογικὸν πρόβλημα ἤδη διαλεκτικόν, ἀλλ’ ὅσα τῶν θεωρημάτων ἔχει τῶν προσκειμένων τινὰ ἀφορισμῶν· οὗτοι δέ εἰδι περὶ οὗ ἢ μηδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ οἱ πολλοὶ τοῖς σοφοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. ὅσα μὲν οὗν τῶν ζητουμένων εἰς αἵρεσιν ἢ φυγὴν τὴν ἀναφορὰν ἔχει, ἠθικὰ τὰ τοιαῦτα προβλήματα. ἡ γὰρ περὶ τὸ ἀγαθόν <τε> καὶ κακὸν αἱρετόν τε καὶ φευκτὸν ζήτησις οὖσα ἠθικὴ εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει, οὐκ εἰς ψιλὴν γνῶσιν· ὁ γὰρ ζητῶν πότερον ἡ ἡδονὴ ἀγαθόν ἐστιν ἢ οὔ, ἢ ὅλως περί τινος τῶν ἐπικτήτων ἀγαθῶν, ὑπὲρ τοῦ αἱρεῖσθαι ἢ φεύγειν αὐτὰ τὴν ζήτησιν ποιεῖται. πάλιν ὁ ζητῶν πότερον ὁ κόσμος σφαιροειδής ἐστιν ἢ οὔ, ἢ ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, ἤ τι ἄλλο τῶν φύσει γινομένων τε καὶ ὄντων τέλος ποιεῖται τὴν τοῦ ἀληθοῦς γνῶσιν, ὃ τῆς θεωρητικῆς ἐστιν ἴδιον· ἡ γὰρ γνῶσις τῆς ἐν τοῖς ἀρίστοις ἀληθείας τῆς θεωρίας τέλος. ὅσα δὲ μήτε ὡς πρακτικὰ ζητεῖται μήτε τέλος ἔχει τὴν γνῶσιν τῆς ἐν αὐτοῖς ἀληθείας, ἀλλ’ ὡς συνεργὰ ἢ πρὸς τὴν τῶν αἱρετῶν τε καὶ μὴ γνῶσιν ἢ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν εὕρεσιν ζητεῖται, ταῦτα προβλήματα λογικά· ἡ γὰρ λογικὴ πραγματεία ὀργάνου χώραν ἔχει ἐν φιλοσοφίᾳ. ὅσα δὴ κατὰ ταύτην ζητεῖται, τοῦ πρὸς ἐκείνην χρησίμου ζητεῖται χάριν· ὁ γὰρ ζητῶν περὶ ἀντιστροφῆς φέρε εἰπεῖν προτάσεως ἢ περὶ συλλογιστικῆς ἢ ἀσυλλογίστου συζυγίας ὡς συνεργὰ ταῦτα καὶ ὡς συντελοῦντα πρὸς τὴν τῶν προειρημένων εὕρεσιν ζητεῖ. σαφῶς δὲ καὶ [*](1 καὶ D: om. aAB 2 θεώρημα—ζητεῖ (33) Suidas sub v. θεώρημα 3 ζητεῖν θεωρεῖν ABD: θεωρεῖν ἀντὶ τοῦ ζητεῖν a immo ἔθος αὐτῷ cf. p. 39,10: Ἀριστοτέλει Suid. 5 αὐτοῦ—συνεργοῦ scripsi: αὐτὸ—συνεργον ex Arist. libri ἢ alterum om. a 6 τρόπον aA 7 οὐδετέρως Arist. μηδετέρως C) cf. vs. 15 et p. 75,25 οἱ alterum om. Α 9 ἡμῖν. AD Suid.: om. aB 11 ἔστι a 13 πᾶν—ἤδη (om. A) διαλεκτικόν ABD Suid.: τοὔμπαλιν a ἠθικὸν superscr. B 14 προσκειμένων τινὰ ἀφορισμῶν scripsi: προκειμένων τινὰ ἀφορισμόν libri et Suid. 16 οἱ πολλοὶ τοῖς σοφοῖς ἢ AD Suid.: om. aB: post ἐναντίως ut vs. 7 habent Arist. cod. (excepto P) ἑαυτοῖς] ἐν αὐτοῖς Α 18 τε a Suid.: om. ABD καὶ κακὸν om. D καὶ alterum superscr. B: om. Suid. 19 τε om. Α 21 τῶν ἐπικτήτων ἀγαθῶν] ἐστὶν ἐπὶ κτήσεως ἀγαθὸν A 22 πότερον om. Α 23 ἐστιν om. a 24 ὃ] ἢ Α 25 ἀληθείας] πολιτείας Suid. 27 συνεργόν Α 28 γνωστῶν Α 30 31 ἐκεῖνα Α 31 ζητῶν post συζυγίας (32) transposuit Α 31. 32 ἀντιστρόφων—προτάσεων Α 33 ὡς om. a)
75
ἐνταῦθα τὴν λογικὴν πραγματείαν ὄργανον εἶναι λέγει, διὰ τὸ συνεργεῖν αὐτὴν πρὸς τὴν τῶν πρώτων ῥηθέντων εὕρεσιν ἀξίαν εἶναι τοὐ ζητεῖσθαι λέγων. εἰπὼν δὲ ἐν τίσιν ἐστὶ τὸ διαλεκτικὸν πρόβλημα, ἐφεξῆς προστίθησι τοὺς διορισμούς, οὓς εἶπον, δι’ ὧν χωρίζει τῶν ἐν τούτοις μὲν ὄντων θεωρημάτων οὐκ ὄντων δὲ διαλεκτικῶν προβλημάτων τὸ πρόβλημα. οὐχ ὡς οὐκ οὔσης δὲ καὶ τῆς προτάσεως τῆς διαλεκτικῆς ἐν τούτοις ἐν οἷς εἴρηκεν εἶναι τὸ πρόβλημα, οὐ προσέθηκε τῇ προτάσει αὐτά· ἔστι γὰρ ἀμφότερα ἐν τοῖς αὐτοῖς, ἀλλὰ αἱ μὲν προτάσεις αὐτόθεν ἔχουσι τὸ ἐν οἷς καὶ περὶ ἅ εἰσι γνώριμον· † τὰ γὰρ ἔνδοξα καὶ τὰ τοῖς πολλοῖς ἐν τούτοις, οἷς διὰ τὸ ἔνδοξον καὶ τούτων ἂν εἴη δηλωτικόν. ἐν τούτοις μὲν οὖν καὶ αἱ προτάσεις εἰσίν, οὐ μὴν ζητήματα· τά δὲ προβλήματα τὰ ἐν τούτοις ἐστὶ ζητήματα. ἔτι αἱ μὲν προτάσεις εἰ καὶ ὅτι μάλιστα ἐν τούτοις πᾶν γὰρ τὸ ἔνδοξον περὶ τούτων τινός), ἀλλ’ οὐκ ἀπὸ τοῦ περὶ τούτων τινὸς εἶναι τὸ εἶναι αἱ διαλεκτικαὶ προτάσεις ἔχουσιν, ἀλλ’ ἀπὸ τοῦ ἐνδόξου· διὸ τούτῳ ἐχρήσατο πρὸς τὸν ὁρισμὸν αὐτῶν. τὰ δὲ προβλήματα ἐπεὶ προβλήματά ἐστι τῷ ἄξια εἶναι ζητήσεως, ἄξια δὲ ζητήσεως οὐκ ἄλλα τινὰ παρὰ τὰ ἢ πρὸς αἵρεσιν καὶ φυγὴν συντελοῦντα ἢ πρὸς γνῶσιν καὶ ἀλήθειαν καὶ τὰ τούτοις συνεργοῦντα, εἰκότως ὁριζόμενος τὸ πρόβλημα τούτοις πάλιν ἐχρήσατο. οἱ δὲ προστιθέμενοι τῷ προβλήματι διορισμοὶ χωρίζουσι φανερῶς τὴν πρότασιν ἀπ’ αὐτοῦ.

Εἰπὼν δὲ τὸ πρόβλημα θεώρημά τι καὶ ζήτημα εἶναι καὶ ἐν γένει τούτῳ, ἀκολούθως προσέθηκε τὰς διαφορὰς καθ’ ἃς τὸ περί τινος τούτων θεώρημά τε καὶ ζήτημα ἤδη καὶ πρόβλημα γίνεται· οὐ γὰρ πᾶν θεώρημα καὶ ζήτημα ἢδη καὶ πρόβλημα διαλεκτικόν. εἶναι δέ φησι τὸ ἐν τούτοις θεώρημα πρόβλημα διαλεκτικόν, περὶ οὗ ἢ οὐδετέρως δοξάζουσιν ἢ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς. οὐδετέρως μὲν οὖν δοξάζουσιν οἱ πολλοὶ περὶ ὧν οὐδετέρῳ μέρει τῆς ἀντιφάσεως ἔχουσι | συγκατάθεσιν, ἐν μὲν ἠθικοῖς οἷον φέρε εἰπεῖν εἰ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἢ εἰ δι’ αὑτάς εἰσιν αἱρεταὶ ἢ οὔ, ἡ εἰ ἐν τῷ λογιστικῲ τῆς ψυχῆς ἡ ἐν τῷ παθητικᾷ [*](1 ante τὴν add. ἀλλὰ P2 αὐτὰ A post εὕρεσιν add. τε καὶ γνῶσιν aB 3 post δὲ add. καὶ a 3. 4 προτίθησι B 4 εἶπον scripsi: εἶπε libri 7 προσέθηκεν ἐν τῆ A: προσέθηκε δέ τῆ Β 9 γνώριμον BD: γνώριμα aAP τὰ τὸ Β) γὰρ—μὲν (10) om. initio paginae P 9. 10 <καὶ τὰ τοῖς σοφοῖς> καὶ τὰ τοῖς πολλοῖς ἐν τούτοις· οἷς] διὸ conicio 9 ἐν τούτοις om. a 10 οἷς] οἳ A ante τούτων add. διὰ aB 11 τἄ δὲ—ζητήματα (12) om. Α 14 αἱ om. aP 15 τοῦτο aP 17 καὶ] ἢ D 17. 18 ἀλήθειαν καὶ γνῶσιν Β Αrist. cf. p. 73,26 74,4.5 20 πρότασιν] πρώτην Α ἀπ᾿ om. A: ἀπ’ αὐτοῦ om. P 21 εἶναι post γένει transposuit B καὶ alterum superscr. Β 22 post ἅς add. καὶ Β 23 τε D: om. aABP ἤδη—ζήτημα (24) iterat Β 24 ζ)ήτημα in ras. D πρόβλημα] ἁ in ras. D 24. 25 πρόβλημα διαλεκτικὸν τὸ ἐν τούτοις θεώρημα aP 25 οὐδετέρου Α: μηδετέρως aP cf. p. 74,7. 15 δόξα A 26 ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς ἡ] πάντες ἢ οἱ πολλοὶ ἢ ἐναντίως P οἱ σοφισταὶ Α σοφοὶ τοῖς πολλοῖς corr. ex πολλοὶ τοῖς σοφοῖς Β post ἢ alterum add. καὶ D 27 αὐτοὶ om. DP αὑτοῖς P δόξα οὗ οὐ aB 28 οἷον om. aP 29 εἰ alterum om. Β αὐτάς P: αὐτάς aABD post εἰσιν add. at Α 30 ἀρεταὶ P τοῖς λογιστικοῖς Α post ἢ tertium add. καὶ P τοῖς παθητικοῖς Α)

76
γίνονται, ἐν δὲ φυσικοῖς εἰ ὁ κόσμος ἄπειρος ᾖ οὐ, εἰ σφαιροειοης ἢ οὐ, εἰ ἡ ψυχὴ ἀθάνατος, ὲν δὲ λογικοῖς εἰ τετραχῶς τὰ ἀντικείμενα εἰ σχηματα τρία καθ’ ἃ αἱ συλλογιστικαὶ συζυγίαι. δύναται καὶ περὶ πάντων τὸ οὐδετέρως λέγειν, οὐ μόνον τῶν πολλῶν· εἴη γὰρ ἄν τινα περί ὧν οὐδὲ οἱ σοφοὶ συγκατάθεσιν ἔχουσιν, οἷον περὶ τοῦ ἀρτίους ἢ περιττοὺς εἶναι τοὺς ἀστέρας· τῷ γὰρ δοξάζειν ἐπὶ τούτου νῦν κέχρηται. οἷά ἐστι πολλὰ ἐν τοῖς φυσικοῖς ζητήματα ἐξ εἰκότων τὰς πίστεις λαμβάνοντα· διαλεκτικοὺ γὰρ τὸ ἐν τοῖς τοιούτοις διά τινων ἐνδόξων ῥοπήν τινα καὶ πρόσκλισιν ἐμποιεῖν πρὸς θάτερον τῶν ἀντικειμένων, οἷον ὅτι ἀίδιος ὁ κόσμος ἢ ὅτι σφαιροειδής. ἐπιχειρήσαι γὰρ ἄν τις διαλεκτικῶς εἰς τοῦτο ὅτι τῶ τελειοτάτῳ τῶν σωμάτων οἰκεῖον τὸ τελειότατον σχῆμα, ὁ δὲ κόσμος τελειότατον τῶν σωμάτων· πάντα γὰρ τὰ ἄλλα ἐν ἑαυτῷ ἔχει· τῷ κόσμῳ ἄρα τὸ τελειότατον τῶν σχημάτων οὐκεῖον· ἀλλὰ μὴν τελειότατον ἡ σφαῖρα τῶν σχημάτων· οὔτε γὰρ προσθήκην οὔτε ἀφαίρεσιν δέχεται· οἰκεῖον ἄρα τὸ σφαιρικὸν σχῆμα τῷ κόσμῳ. ἀλλὰ καὶ περὶ τοῦ περιττοὺς ἢ ἀρτίους εἷναι τοὺς ἀστέρας ἀδόξαστοι μὲν ἅπαντες, ὁ διαλεκτικὸς δὲ καὶ πρὸς τοῦτο ἐξ ἐνδόξων ἐπιχειρήσαι ἄν λαμβάνων τὸ ἐν ἀριθμῷ ἄριστον οἰκεῖον τοῖς ἄστροις ἅτε δὴ οὖσι θεοῖς, τὸ δὲ ἄρτιον ἐν ἀριθμῷ ἄριστον· οἰκεῖος ἄρα τοῖς ἄστροις ὁ ἄρτιος ἀριθμός. ἐναντίως δὲ οἱ σοφοὶ τοῖς πολλοῖς περὶ τῶν τοιούτων δοξάζουσιν, οἷον πότερον εὐβουλία εὐτυχίας αἱρετώτερον ἢ οὔ. καὶ ὅλως τὰ τῆς ψυχῆς ἀγαθὰ τῶν τοῦ σώματος ἢ οὔ, καὶ πότερον ἡδονὴ τὸ μέγιστον τῶν ἀγαθῶν ἢ ὅλως ἀγαθὸν ἢ οὔ· τοῖς μὲν γὰρ πολλοῖς εὐτυχία μὲν εὐβουλίας, ὑγεία δὲ ἀρετῆς αἱρετώτερον δοκεῖ, τοῖς δὲ σοφοῖς ἀνάπαλιν· καὶ τοῖς μὲν πολλοῖς ἡ ἡδονὴ μέγιστον ἀγαθόν, τοῖς δὲ σοφοῖς τοῖς μὲν οὐ μέγιστον ἀγαθόν, τοῖς δὲ ἀδιάφορον, ἤδη δέ τισι καὶ κακόν. ἑκάτεροι δὲ· ἑαυτοῖς ἐναντίως δοξάζουσιν, ἐν μὲν τοῖς σοφοῖς περὶ τῆς εἱμαρμένης, περὶ ἦς ἀθανασίας τῆς ψυχῆς, περὶ ἀπείρου, περὶ κενοῦ, περὶ τῶν τοιούτων, οἱ δὲ πολλοὶ πρὸς [*](1 γίνεται Α εἰ ὁ—λογικοῖς (2) om. A 2 ἡ BD: om. aP δὲ BD: om. aP 3 δύνανται Β πάντων] τούτων D 3. 4 τὸ (superscr.) οὐδετέρως περὶ πάντων Β 4 οὐδετέρων. A λέγεσθαι D 5 ante συγκατάθεσιν add. τὴν aP ἀρτίου Α 6 post ἀστέρας ας in ras. P2) add. ἢ περὶ ὧν ὐ add. B) διὰ τὴν ἀσάφειαν καὶ τὸ μέγεθος οὐκ ἔχουσιν κ ἔχουσ in ras. Ρ2) οὐδὲ οἱ σοφοὶ διαταττικὴν συγκατάθεσιν, οἷον περὶ τοῦ τοὺς aP) ἀρτίους ἡ περιττοὺς εἶναι τοὺς ἀστέρας aBP εἰσὶ D 7 ζητήμασιν D τὰς φύσεις λαμβανόντων Α 9 πρόσκλισιν scripsi (cf. Polyb. VI 10,10 τῇ τῶν γερόντων προσκλίσει καὶ ῥοπῇ): πρόσκλησιν libri 10 ἐπιχειρήσῃ Α διαλεκτικῶς AB: διαλεκτικὸς aP: om. D 11 ὅτι om. Β τῶν τελειοτάτων Α 12 γὰρ om. A αὐτῶ P περιέχει Α 13 σχημάτων AD: σωμάτων aBP ἀλλὰ—σχημάτων (14) om. P 13. 14 τελειότατον D: τελειοτάτη aAB 14 τῶν σχημάτων om. Α 15 τῷ κ. τὸ σφ. σχ. aP περὶ τοῦ om. Β 17 ἐπιχειρήσεων ἂν λαμβάνοι Α ἐν om. D 18 ἄστροις aBP: ἀρίστοις AD δὴ D: γε aBP: om. Α 19 ἄριστον ABD: μέγιστον aP οἰκεῖον Α post ἄρτιος add. ὁ A ἐναντίοι A 20 τῶν τοιούτων] τούτων Α οἷον om. aP 22 καὶ—οὔ (23) om. A immo ἡ ἡδονὴ μέγιστον ut vs. 24. 25 25 post μὲν add. ὅτι aABD: om. P 26 ἀδιάφορον aP: διάφορον AD: διάφορον supra scripto ἁ Β καὶ] τὸ Β 26. 27 ἑκάτερα γὰρ ὡς αὐτοῖς αὐτοῖς etiam aP) ἐναντία δοξάσει Α 27 τῆς alterum om. D 28 τῆς om. D περὶ alterum aP: περὶ τοῦ Β: καὶ Α: om. D περὶ τῶν τοιούτων om. A.)
77
δὲ ἔμπαλιν λέγουσι, καὶ οἱ μὲν ἰσχὺν κάλλους οἱ δὲ κάλλος ἰσχύος προτιμῶσι, καὶ ὅσα τοιαῦτα.

[*](p. 104b12)

Ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί.

Εἰπὼν διαλεκτικὰ εἶναι προβλήματα περὶ ὧν “ἢ μηδετέρως δοξάζουσι”, δῆλον ὅτι οἱ πολλοί περὶ ὧν γὰρ οὗτοι μηδετέρῳ μέρει συγκατατίθενται καταληπτικῶς, προβλήματα ταῦτα· εἴη δ’ ἄν τοῦτο, ὡς εἶπον, καἰ περὶ τῶν σοφῶν λεγόμενον), “ἢ ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”, προστίθησι τοῖς εἰρημένοις καὶ τὰ ὧν εἰσιν ἐναντίοι συλλογισμοί. καὶ τοῦ γε καὶ ταῦτα εἶναι ἐν τοῖς προβλήμασι τὴν αἰτίαν ἀπέδωκεν αὐτὸς προσθεὶς ἀπορίαν γὰρ ἔχει πότερον οὕτως ἔχει ἢ οὐχ οὕτως διὰ τὸ περὶ ἀμφοτέρων εἶναι λόγους πιθανούς. τὸ γὰρ ‘πότερον ἡ ἡδονὴ ἀγαθὸν ἢ οὔ;’ διαλεκτικὸν ἂν εἴη πρόβλημα διὰ τὸ εἶναι περὶ ἑκατέρου μορίου τῆς ἀντιφάσεως συλλογισμὸν ἔνδοξον. ὅτι μὲν γὰρ ἀγαθόν, δείκνυσιν ὁ συλλογισμὸς ὁ τοιοῦτος· οὗ πάντ’ ἐφίεται, ἀγαθόν, τῆς δὲ ἡδονῆς πάντ’ ἐφίεται, ἡ ἡδονὴ ἄρα ἀγαθόν· τὸ δὲ μὴ εἶναι αὐτὴν ἀγαθὸν ὁ τοιοῦτος· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, ἡ ἡδονὴ ἀγαθοὺς οὐ ποιεῖ, οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἐπζητήσαι δὲ ἄν τις εἰ μὴ καὶ τοῦτο ἐμπεριείληπται τοῖς εἰρημένοις· οἱ γὰρ ἐναντίοι συλλογισμοὶ εἶεν ἄν ἐν οἷς ἲς ἐναντίως οἱ σοφοὶ τοῖς πολλοῖς’’ δοξάζουσιν ἢ “ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”. ἢ ἐκεῖνα μὲν εἶχεν ἐν τῇ μάχῃ τὴν ἑκατέρου τῶν μαχομένων συγκατάθεσιν μόνην χωρὶς συλλογισμοῦ· ἐνθάδε δὲ διὰ τοὺς ἀντικειμένους λόγους ἐπέχει τις, οὐ διὰ τοὺς προστάτας αὐτῶν. διὸ καὶ ἐπὶ τούτων ἰῷ μηδέπω συγκατάθεσίν τινα εἶναι γίνεται διαλεκτικὸν πρόβλημα τὸ ζητούμενον. λέγει δὲ διαλεκτικὰ εἶναι προβλήματα καὶ περὶ ὧν μὴ ἔχομεν λόγον τινὰ καὶ συλλογισμὸν πότερον οὕτως ἔχει ἢ οὔ, ὄντων μεγάλων καὶ ἀξίων γνώσεως | καὶ | δῆλον ὅτι ὄντων ἀγνώστων καὶ ἐχόντων τινὰς λόγους· τῶν γὰρ μικρῶν καὶ καταφρονοῦμεν ὡς οὐδὲ τὴν ἀρχὴν ἀξίων ζητήσεως τε καὶ γνώσεως. παράδειγμα δὲ αὐτὸς ἐναργὲς [*](1 τοὖ τοιούτου, ut videtur, Β 3 καὶ ὅσα τοιαῦτα om. Α 4 πρόβλημα D εἰσιν ἐναντίοι aP (Cou) cf. vs. 9. 10 et p. 78,5 5 post εἰπὼν add. δὲ aP post εἶναι add. τὰ Α post ὧν add. οὗτοι aB εἰ μὴδ’ ἕτερα δοξά (sic) Α 6 οἱ πολλοὶ δηλονότι D περὶ ὧν γὰρ ADP: ἤτοι περὶ ὧν aB 7 καταχρηστικῶς aP εἶπον] p. 76,3.4 8 ἐναντίοι Α noli ex Arist. addere ἢ οἱ πολλοὶ τοῖς σοφοῖς, nam cf. vs. 20 et p. 78,9 83, 12 85,22 9 αὑτοῖς aP προειρημένοις aBP 10 καὶ τοῦ ADP: καίτοι aB ante ταῦτα add. τοῦ aB 11 ἀποδέδωκεν Α προστιθεὶς B: πρόσθεν Α 15 γὰρ om. P 16 ἐφίενται (ante ἀγαθόν) Α τῆς ἡδονῆς δὲ D ἡ superscr. Β τὸ AD: τοῦ aBP 17 ὢν BD: αὐτὸν aAP post ἡδονὴ add. δὲ P 18 ἀγαθὸν ἡ ἡδονή aP 18. 19 καὶ μὴ B 19 συμπεριείληπται Α 20 ἐν οἷς ἂν—δοξάζωσιν aP ἐναντίως ante δοξ. transposuit D τοῖς πολλοῖς οἱ σοφοὶ Α 21 αὑτοῖς aP ἑκατέραν Α 22 ἐνταῦθα D 23 ἐπέχοι Α προστάτας (in ras. Ρ2) ἑαυτῶν αὐτῶν scripsi) aAP: πρὸς τἄ ἑαυτῶν B: πρὸς ἑαυτὸν D 25 ante πρόβλημα add. τὸ Α καὶ om. ΑΒ 27 καὶ . B alterum om. B ὄντων alterum om. aP 29 ἀξίων post γνώσεως transposut D)

78
παρέθετο τῶν μεγάλων μὲν καὶ ἀξίων γνώσεως ἀπορουμένων δὲ καὶ ζητουμένων διὰ τὸ μὴ ἔχειν περὶ αὐτῶν συλλογισμὸν δεικτικόν, τοῦτ’ ἔστιν ἀπόδειξιν πῶς ἔχει, πότερον ὁ κόσμος ἀίδιός ἐστιν ἢ οὔ· διὰ τί γὰρ ἀιδῶς, χαλεπὸν εἰδέναι καὶ ἄξιον ζητεῖσθαι. δύναται τὸ ἔστι δὲ προβλήματα καὶ ὧν εἰσιν ἐναντίοι συλλογισμοὶ εἰρῆσθαι οὐχ ὡς προστιθέντος αὐτοῦ ἄλλα τινὰ προβλημάτων εἴδη, ἀλλ’ ὡς περὶ τῶν προειρημένων λέγοντος, ὂν ἴσον τῷ ‘ἔστι δὲ καὶ ταῦτα κἀκεῖνα προβλήματα᾿. ἐναντίοι μὲν γὰρ συλλογισμοὶ ἐν οἷς ἐναντίως δοξάζουσιν “ἢ οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς”· περὶ ὧν δὲ λόγον μὴ ἔχομεν ὄντων μεγάλων, εἴη ἂν ταύτα τὰ αὐτὰ τοῖς περὶ ὧν “μηδετέρως δοξάζουσιν”, ὡς εἶναι τῶν προειρημένων ὡς καλῶς εἰρημένων ὑπόμνημα, ἴσον ὄν, ὡς εἶπον, τῷ ‘ἔστι δὲ καὶ ταῦτα προβλήματα’. ἐν δὲ τούτοις τὰ διαλεκτικὰ προβλήματα, ὅτι περὶ ὧν οὐδετέρως δοξάζουσιν οἱ πολλοί, οὐδέτερον μόριον τῆς ἀντιφάσεως προείληπται ὡς ἔνδοξον εἶναι· γίνεται μὲν γὰρ οὕτως διά τὸ προειῆφθαι ἔνδοξόν τε καὶ πρότασις μᾶλλον ἢ πρόβλημα, τὸ δὲ ἀντικείμενον αὐτῷ ἄδοξον· τὸ γὰρ ἐνδόξῳ ἀντικείμενον ἄδοξον. ἀλλὰ καὶ περὶ ὧν οἱ σοφοὶ τοῖς πολλοῖς διαφέρονται ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς, ὅμοια· καὶ γὰρ ἐπὶ τούτων οὐδέτερον μόριον οὔτε ἁπλῶς ἔνδοξον <οὔτε ἁπλῶς ἄδοξόν> ἐστι διὰ τὸ ἑκατέρων αὐτῶν τοὺς προϊσταμένους ὡς πρὸς τὸ ἔνδοξον ἴσους πως εἶναι.

[*](p. 104b19)

Θέσις δέ ἐστιν ὑπόληψις παράδοξος τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν.

Εἰπὼν περὶ τοῦ διαλεκτικοῦ προβλήματος ἑξῆς λέγει περὶ θέσεως, ἐπεὶ δοκεῖ καὶ θέσις τὸ πρόβλημα εἶναι, καὶ δείκνυσι τὸ ποῖον πρόβλημα θέσις ἐστίν. οὐ γὰρ πᾶν πρόβλημα θέσις ἐστίν· ἡ γὰρ παρὰ τὰς κοινὰς δόξας ὑπόληψίς τινος τῶν ἐνδόξων κατὰ φιλοσοφίαν θέσις κατ’ αὐτόν, οὖσα παράδοξος διὰ τὴν πρὸς τὰς κοινὰς προλήψεις μάχην, τὸ ἄξιον εἷναι ζητεῖσθαι περὶ αὐτῆς διὰ τὸν προστάτην ὄντα γνώριμον κατὰ [*](2 αὐτοῦ Ρ δεικτικά Α 4 ἀίδιον Bpr. post δύναται add. δὲ AD, sed cf. Ind. δὲ alterum om. Α 5 εἰσιν om. D 6 προστιθέντα—προβλήματα A 7 εἰρημένων Dpr. ὂν ἴσον snipsi: cf. vs. 12: ἐν ἴσῳ libri δὲ τῷ ἐστι aB τῷ] ῷ in ras. Ρ2 κἀκεῖνα καὶ ταῦτα A 8 ἐναντίοι scripsi: ἐναντία· οἱ libri μὲν om. A γὰρ postea add. D ἢ om. aP 9 αὐτοὶ om. P αὐτοῖς aP 10 ταῦτα om. D τὰ οm. P 11 προειρημένων] προβλημάτων Α 11. 12 ὑπόμνησιν P ἦσιν in ras. Ρ2) 12 ante ἴσον delevit ὡς Β δέ prius ABD: γὰρ aP 14 πολλοί] σοφοὶ τοῖς πολλοῖς Β προείρηται ὡς ἔστιν ἔνδοξα Α 15 μὲν om. aP ἔνδοξόν τε postea add. D 15. 16 προτάσεις—προβλήματα P 16 post γὰρ add. τῶ ΑΒ 17 καὶ om. Α 18 αὐτοὶ ἑαυτοῖς D: αὐτοῖς aAB: αὑτοῖς P 19 οὔτε ἁπλῶς ἄδοξόν addidi 20 τὸ om. D post ἔνδοξον add. ὃν aBP εἶναι ἴσους πως Β 21 θέσις—δοκεῖ (p. 70,7) cf. Suidas snb v. θέσις 24 καὶ θέσις superscr. P immo ἡ θέσις πρόβλημα 25 οὐ—ἐστίν om. P ἐστίν alterum om. Α περὶ Β 26 τῶν ἐνδόξων τινὸς D 27 ὑπολήψεις Β post μάχην add. καὶ ἐμφαίνουσι D 28 post αὐτῇς add. ὅπερ D post διὰ add. τὸ AB, superscr. P)

79
φιλοσοφίαν ἔχουσα. διὸ δεῖ καὶ τὸν προστάτην τῆς δόξης τὸν συνιστάντα συνεχῶς ‘ρεῖ καὶ ἀεὶ γίνεται, οὐδέποτε δὲ οὐδέν ἐστιν ἑστὼς καθ’ Ἡράκλειτον ἢ οὔ;᾿ καὶ ‘πότερόν ἐστιν ἓν καὶ ἀκίνητον· τὸ ὄν, ὡς Παρμενίδῃ δοκεῖ, ἢ οὔ;᾿ καὶ ‘πότερον κίνησις ἔστιν ἢ οὔ, ὡς δοκεῖ Ζήνωνι;᾿ καὶ ‘πότερον ἡ ὑγεία ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει;’ καὶ ‘πότερον ἔστιν ἀντιλέγειν ἢ οὔ, ὡς Ἀντισθένει δοκεῖ;’. ἀναιρῶν γὰρ Ἀντισθένης τὸ εἶναι ἀντιλέγειν ἔλεγε δεῖν μὲν τοὺς περί τινος λέγοντας ἐκεῖνο λέγειν καὶ σημαίνειν δι᾿ ὧν λέγουσι τὸ περὶ οὗ λέγουσιν, ἀλλὰ καὶ τοὺς ἀντιλέγοντας περὶ τοῦ αὐτοῦ ὀφείλειν λέγειν. ταῦτα προλαμβάνων ἔλεγεν· οἱ ἀντιλέγειν δοκοῦντες ἀλλήλοις περί τινος ἤτοι ἀμφότεροι λέγοντες τὸν τοῦ πράγματος λόγον ἀντιλέγουσιν ἢ οὐδέτερος ἢ ὁ μὲν λέγων ὁ δὲ οὐ λέγων· ἀλλ’ οὔτε, εἰ ἀμφότεροι λέγοιεν τὸν τοῦ πράγματος λόγον, ἀντιλέγοιεν ἄν ταὐτὰ γὰρ ἄν λέγοιεν), εἴ τε μηδέτερος τὸν τοῦ πράγματος λέγοι λόγον, οὐδὲ τὴν ἀρχὴν ἄν τι λέγοιεν περὶ τούτου· οἱ δὲ μὴ λέγοντες περὶ αὐτοῦ τούτου οὐδ’ ἄν ἀντιλέγοιεν περὶ αὐτοῦ· εἰ δ’ ὁ μὲν λέγοι ὁ δὲ μή, οὐδ’ οὕτως ἂν ἀντιλέγοιεν· ὁ γὰρ μὴ λέγων τὸν τοῦ πράγματος λόγον οὐδ’ ὅλως ἄν τι λέγοι περὶ αὐτοῦ, ἀλλὰ περὶ ἐκείνου ὃ σημαίνει δι’ ὧν λέγει· οὕτως δὲ οὐδ’ ὅν ἀντιλέγοι περὶ αὐτοῦ. τούτων δὲ οὕτως ἐχόντων οὐδ’ ἂν ἀντιλέγειν εἴη. ψεῦδος δὲ λαμβάνει τὸ τοὺς μὴ λέγοντας τὸν τοῦ πράγματος λόγον ἢ τὸν μὴ λέγοντα μηδ’ ὅλως ἄν τι λέγειν περὶ αὐτοῦ· οὐ γάρ, εἴ τις μὴ ἀληθῆ λέγει, οὗτος οὐδὲ λέγει περί τινος. ἔστι δὲ λέγειν περί τινος καὶ ψευδῆ λέγοντα οὐδὲ γὰρ ἄν εἴη τὸ ψεύδεσθαι ὅλως, εἰ μόνος εἴη λέγων περί τινος ὁ τἀληθῆ περὶ αὐτοῦ λέγων), εἴ γε πὰ μὲν ὁ ψευδόμενος περί τινος λέγων περί τινος ψεύδεται. εἰ ·δὲ ἔστι ψεύδεσθαι. εἴη ἂν καὶ ἀντιλέγειν τινὰ ψευδόμενον· καθόλου γὰρ τὸ ἀντιλέγειν ἐστὶ τὸ περὶ τοῦ αὐτοῦ τὰ ἀντικείμενα λέγειν. οὐ δυνατὸν δὲ τοὺς τὰ ἀντικείμενα περὶ ταὐτοῦ λέγοντας ἀληθεύειν ἀμφοτέρους. οὐ τοῖς συλλογισμοῖς δὲ καὶ λόγοις αὐτῶν χρῆσθαι λέγει, ἀλλὰ ταῖς δόξαις ψιλαῖς.

Εἰπὼν δὲ | τὴν γνωρίμου τινὸς κατὰ φιλοσοφίαν παράδοξον ὑπόειν [*](1 ἔχουσα P (ειν Ρ2, ut videtur): ἔχει aABD δὴ D 2 ζητήματι Α 3 ἑστὼς D: om. aABP Suid. 5 ὄν pro altero οὐ Α ζήνωνι δοκεῖ D 7 ante γὰρ add. μὲν D 8 καὶ om. A 9 οὗ] ὦν Β post ἀντιλέγοντας add. ἀλλήλοις aABP: om. D τοῦ om. A 10 ἀφείλει Β 11. 12 ἀντιλέγειν A 12 οὐδέτερος aAP, corr. Β: οὐδέτεροι D et fort. Bpr. εἰ] οἱ Α post εἰ ras. D 13 λέγοιεν prius] λέγοντες D ταῦτα ΑΒ 14 εἴ γε μηδετέρως Β λόγους Α ἄν τι λέγοιεν scripsi cf. vv. 17. 21 ἂν λέγοιεν Brandis Schol. p. 259b22): ἀντιλέγοιεν aBDP: ἀντιλέγειν A 15 ἂν om. a 16 λέγοι aP: λέγει BD: compend. Α 17 ὅλως] οὗτος D ἄν τι λέγοι Brandis l. c. b25 cf. vv. 14.21: ἀντιλέγοι aDP: ἀντιλέγει Β: compend. Α 18 ἀλλὰ περὶ] ἀλλ’ ἀπ’ Α οὕτως—τοῦ (20) initio paginae om. P ἀντιλέγει omisso ἄν D 21 ἄν τι λέγειν scripsi cf. vv. 14,17: ἀντιλέγειν libri 22 περί τινος λέγει aB ἔστι δὲ D: εἰ δὲ ἔστι A: εἴτε ἐστι, ut videtur, Β: εἰ ἔστι P: εἰ γε ἐστι a 24 τἀληθῶς Α 26 τὸ prius] καὶ Α ἐστὶ—πρόβλημα (p. 81,9) defectus signo appicto om. P (ζήτει ἐκεῖθεν superscr. P2) τὸ alterum et τοῦ om. Α 27 τά ἀντικείμενα alterum ante λέγοντας (28) transposuit A 28 τοῦ αὐτοῦ aAB 29 λέγειν ΑΒ 30 δὲ AD: om. aB)

80
ληψιν θέσιν εἶναι διὰ γὰρ τὸν προστάτην ἀξία ζητήσεως ἡ δόξα γίνεται, καὶ διὰ τοῦτο πρόβλημα οὐκ οὖσα καθ’ αὑτὴν τοιαύτη γίνεται), εὐλόγως προσέθηκε τὸ γὰρ τοῦ τυχόντος ἐναντία ταῖς δόξις ἀποφηναμένου φροντίζειν εὔηθες· πανταχόθεν γὰρ εὐκαταφρόνητον, καὶ ἐξ αὐτοῦ τὸ ἄδοξον ἔχον καὶ ἐκ τοῦ προστάτου. τὸ δὲ ἀποφηναμένου εἶπε δηλῶν ὅτι εἰ καὶ χωρὶς συλλογισμοῦ λέγοι· ἐπεὶ ἐρεῖ γε πρόβλημα γίνεσθαι καὶ τὴν τοιαύτην δόξαν, ὅταν μετὰ συλλογισμοῦ τιθῆται. λέγει οὖν θέσεις εἶναι καὶ ταῦτα περὶ ὧν ταῖς κοιναῖς δόξαις ἐναντίοι τινές εἰσι λόγοι τε καὶ συλλογισμοί. καὶ γὰρ εἰ μὴ ἔνδοξον ἔχοι τὰ τοιαῦτα προστάτην, ἀλλ’ οἱ περὶ αὐτῶν συλλογισμοὶ ἐναντίοι ταῖς προκαταβεβλημέναις δόξαις περὶ αὐτῶν ὄντες ἄξια αὐτὰ παρέχονται ζητήσεως· ὃ γὰρ ἡ τῶν σοφῶν ἐν ἐκείνοις ποιεῖ δόξα, τοῦτο ἐν τούτοις ἡ διὰ τοῦ συλλογισμοῦ δεῖξίς τε καὶ πίστις. καὶ παρατίθεται δὲ τῆς τοιαύτης θέσεως δεικτικὸν παράδειγμα τοιοῦτον· ἡ μὲν κοινὴ δόξα λέγει ‘πᾶν τὸ ὂν ἤτοι ἀίδιόν ἐστιν ἢ γεγονός᾿· οἱ δὲ σοφισταὶ τοῦτο ἀναιρεῖν πειρῶντι διὰ λόγου τινὸς παρεχόμενοί τινα οὔτε ἀεὶ ὄντα οὔτε γεγονότα. λαμβάνοντες γὰρ τὸ τῶν ὄντων τι εἶναι τὸ μουσικὸν ὄντα γραμματικὸν εἶναι δεικνύουσιν ὅτι τοῦτο οὔτε ἀίδιόν ἐστιν οὐ γὰρ ἀεὶ ἦν ὁ μουσικὸς γραμματικός, ἀλλ’ ἦν ποτε ὅτε οὐκ ἦν), ἀλλ’ οὐδὲ γενόμενον· οὐ γὰρ γίνεται ὁ μουσικὸς γραμματικός· εἰ γὰρ γίνεται, ἤτοι ὡς ἐξ ὕλης τοῦ μουσικοῦ γίνοιτ’ ἄν ὁ γραμματικός, ὡς ἐκ τοῦ χαλκοῦ ὁ ἀνδριὰς καὶ ὡς ὁ ἄνθρωπος γραμματικός ἀλλ’ οὐκ ἔστιν ὕλη τὸ μουσικὸν τοῦ γραμματικοῦ), ἢ ὡς ἐξ ἐναντίου· οὐκ ἔστι δὲ ἐναντίον τῷ μουσικῷ τὸ γραμματικόν, ὅ γε καὶ συνυπάρχει αὐτῳ· οὐκ ῥα τὸ μουσικὸν γραμματικὸν γίνεται· ἐξ ὧν συνάγουσι τὸ οὐ πᾶν ἄρα τὸ ὂν ἢ γενόμενόν ἐστιν ἢ ἀίδιον. ἔτι εἰ μήτε ὁ γραμματικὸς γινόμενος μουσικὸς γραμματικὸς μουσικὸς ἐγίνετο, ἔστι δὲ μουσικὸς γραμματικός, ὃ μὴ γέγονεν, ἔστιν. ἔτι οὐδεμία τέχνη ἐστὶν ἢ ἐπιστήμη ἣ διδάσκει τὸν μουσικὸν γραμματικόν· οὐδεὶς γάρ, καθ’ ὃ μουσικός ἐστι, γραμματικὸς γίνεται οὐ γὰρ ἀπὸ τούτου εἰς ἐκεῖνο ἡ μεταβολή), ἀλλ’ ἀμφότερα, καθ’ ὃ ἄνθρωπος. δύναται τὸ λεγόμενον ὑπὸ τῶν σοφιστῶν καὶ οὕτω λέγεσθαι· ἄν ᾖ γεγονώς τις γραμματικὸς πρῶτον, εἶτα μουσικός, οὗτος οὐ γέγονε μὲν μουσικὸς ὢν γραμματικός, ἔστι δὲ μουσικὸς ὢν γραμματικός· ὁ οὖν λέγων μουσικὸς ὢν γραμματικός ἐστι’ λέγει καὶ ‘μουσικός ἐστι γραμματικός᾿.

[*](3 ψυχόντος (sic) Α 5 ἄων A 6 λέγει (sic) D post ἐπεὶ add. εἰ A 8 post δόξις add. ὡς Α 8. 9 τε καὶ] καὶ οἱ A 10 καταβεβλημέναις Α τι (??) 11 ἀξίας αὖ Α 12 ποιεῖται D 13 θέσεως AD, corr. Β: δείξεως a, Bpr. 14 ἡ— λέγει οm. a λέγοι A 16 τὸ] ἀπὸ Α τι] τὸ a 18 οὐ] οὔτε Α ἀλλ’—γραμματικός (19) om. Α 20 ἤτοι] εἴτε D γένοιτο ἂν Α 21 ὁ prius om. a ὁ alterum in ras. D γραμματικός] γ in ras. D 22 τοῦ τὸ Bpr.) γραμματικοῦ τὸ μουσικὸν aB 23 τὸ μουσικὸν τῶ γραμματικῶ D 24 πὰν Α 25 ἡ om. Α γενόμενος A: γενόμενος D 26 ἐγένετο D pest δὲ add. ὁ aB ὅ] ὧ Α 28 μουσικός ὢν omisso καθὸ Α γίνεται AD: ἐστι aB 29 οὐ] ὁ Α 31 οὗτος post μουσικὸς (31. 32) transponut aB μέν om. D 32 γοῦν Α)
81

περὶ δὲ τῶν καθ’ αὑτὰ ὄντων ἦί λεγόμενον τὸ ἀίδια αὐτὰ ἢ γενόμενα εἶναι. ἔτι ὡς ἔστι κατὰ συμβεβηκὸς δέ ἐστιν), οὕτως καὶ ἐγένετο· ὁ γὰρ μουσικὸς γιγνόμενος, εἰ προϋπῆρχεν ὢν γραμματικός οὐ γὰρ δὴ ἅμ ἄμφω), γίνεται μουσικός· κατὰ συμβεβηκὸς δὲ ὁ γραμματικὸς μουσικὸς ἐγίνετο. ὡς οὖν τὰ τοιαῦτα έστιν, οὕτως καὶ γίνεται. τά γὰρ τοιαῦτα, φησί, λέγων τὰ παράδοξα, εἰ καὶ μὴ ἁπλῶς δοκεῖ τινι ἄξια ζητήσεως εἶναι, ἀλλὰ τῷ συλλογισμῷ τινα αὐτῶν εἶναι, δόξαι ἂν καὶ αὐτὰ διὰ τοῦτο ἄξια ζητήσεως. ὅτι μὲν οὖν καὶ ἡ θέσις ἐν τῷ προβλήματί ἐστι, γνώριμον· ἦν γὰρ πρόβλημα περὶ οὗ ἐναντίως δοξάζουσιν οἱ σοφοὶ τοῖς πολλοῖς· καὶ ἡ θέσις δὲ, παράδοξος οὖσα ὑπόληψις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν ἢ περὶ τῶν αἱρετῶν καὶ φευκτῶν ἢ περὶ τῶν θεωρητῶν ἢ περὶ τῶν συντελούντων πρός τι ἐκείνων, ἔχει τὸ ἐναντίως δοξάζειν ἰοῖς πολλοῖς τῶν σοφῶν τινα. ὑπὸ ταὐτὸ δ’ ἂν ὑπάγοιτο εἶδος τῶν προβλημάτων καὶ τὸ προσκείμενον τῇ θέσει τὸ περὶ ὧν λόγον ἔχομεν ἐναντίον ταῖς δόξαις· ὁ γὰρ λόγος καὶ ὁ συλλογισμὸς τὴν τοῦ σοφοῦ χώραν μεταλαμβάνων πρόβλημα καὶ τὸ τοιοῦτον ποιεῖ· ὁ γὰρ τοιοῦτος συλλογισμὸς παράδοξος ὑπόληψίς ἐστι καὶ αὐτός.

Ἔστι μὲν οὖν καὶ ἡ θέσις πρόβλημα, οὐ μὴν ἀντιστρέφει. οὐ γὰρ ὥσπερ ἦν πάσα θέσις πρόβλημα, οὕτω καὶ πᾶν πρόβλημα θέσις ἐστίν· εἰσὶ γὰρ ἐν τοῖς προβλήμασι καὶ τὰ περὶ ὧν οὐδετέρως δοξάζομεν, ὃ οὐκ ἂν εἴη θέσις. διὰ δὴ τοῦτον τὸν τρόπον τὸ πρόβλημα ἀπὸ τῆς θέσεως χωρίσας ἐνεδείξατο ἡμῖν ὡς δυναμένης τῆς θέσεως | ὑπάγεσθαί τινι τῶν ἄλλων προβλήματων τῶν διὰ τὸ ἀντικειμένας εἶναι περὶ αὐτῶν δόξας ὄντων διαλεκτικῶν προβλημάτων, καὶ κατασκευάζει τοῦτο καὶ δείκνυσι δι’ ὧν ἐπιφέρει· ἐκ γὰρ τῶν εἰρημένων περὶ τῆς θέσεως ἀνάγκη ἢ τοὺς πολλοὺς τοῖς σοφοῖς ἀμφισβητεῖν ἢ ὁποτερουσοῦν ἑαυτοῖς, ἐπειδὴ παράδοξος ὑπόληψις ἡ θέσις ἐστίν. ἡ γὰρ παράδοξος ὑπόληψις τοιαύτη τῷ εἶναι αὐτῇ ἀντικειμένην τινὰ ὑπόληψιν ἔνδοξον. ἡ γὰρ παράδοξος ὑπόληψις, ὅταν μὲν ἔχῃ προσκείμενον τῶν γνωρίμων τινὰ κατὰ φιλοσοφίαν, ἕξει τῶν σοφῶν τινα ἀμφισβητοῦντα ἢ τοῖς πολλοῖς ἢ τοῖς σοφοῖς· ὅταν δὲ ᾖ ἡ θέσις λαμβανομένη ἐπὶ τούτων ἐφ’ ὧν ἔχομεν ἐναντίον συλλογισμὸν ταῖς δόξαις, δύναται καὶ ἐν τῇ τῶν πολλῶν κατὰ τὴν δόξαν διαφορᾷ εἶναι, εἴ γε μὴ σοφός ἐστιν ὁ προστάτης [*](1 ἣν] ἢ Α λεγόμενα Bpr. 1. 2 εἶναι ἡ γενόμενα D 2 post ἔτι add. δὲ A 3 γινόμενος aA προὐπάρχεν (sic) a ἅμα AD: om. aB 4. 5 γίνεται μουσικὸς κατά συμβεβηκός δὲ]· <ἔστι γὰρ κατὰ συμβεβηκὸς> ὁ γραμματικός μουσικός ἐγίνετο] conicio 5 ἐγένετο D γὰρ] immo δὲ 7 συλλογισμοῦ A: compend. D αὐτὸν Α post ἄξια add. γενέσθαι aB 8 καὶ superscr. B: om. a ἐστι om. D 9 ante περὶ add. καὶ P 11 καὶ pro altero ἢ a 13 ὑπ’ αὐτὸ A ὑπάγοι τὸ εἶναι Α 14 τό om. D 16 post ποιεῖ praebent διὸ—πολλῶν (p. 82,1 —4) libri 18 ἀντιστρέφει AD Brandis Schol. p. 259b35: ἀντιστρέφον aB: ἀντιστρ P 19 ἦν D: φησι aAB: om. P 20 ἐστίν· εἰσὶ] καὶ P 20.21 δοξάζομεν] μὲν corr. nescio unde B 21 δὴ om. D διὰ τὸ] δι’ Β 24 προσκατασκευάζει aP 26 τῶν σοφῶν Α ὁποτεροσοῦν ut p. 82.1 Bpr.: ὁποτερωσοῦν D 27 ἡ θέσις om. Β 28 τῷ—ὑπόληψις (29) om. Α 29 post ὑπόληψις add. e vs. 28 τοιαύτη D 31 ᾖ post τούτων transposuit Α Comment. Arist. II 2 Alex. in Top. 6)

82
τοῦ συλλογισμοῦ· ὁ γὰρ μὴ σοφὸς τῶν πολλῶν. διὸ εἶπεν ἢ ὁ ποτερουσοῦν ἑαυτὸ οἱ γὰρ τὸν λόγον καὶ οἱ τὸν συλλογισμὸν λέγοντες ἢ σοφοὶ ὄντες πρὸς σοφοὺς ἂν μάχοιντο ἡ πρὸς τοὺς πολλούς, ἢ τῶν πολλῶν ὄντες μάχονται ταῖς δόξαις ταῖς τῶν σοφῶν ἢ ταῖς τῶν πολλῶν. ὅτι δὲ πρὸ ὀλίγου λέγων περὶ τοῦ προβλήματος οὐχ ὡς ἄλλα τινὰ εἴδη προβλημάτων προσέθηκε τὸ “ἔστι δὲ προβλήματα καὶ ὧν ἐναντίοι εἰσὶ συλλογισμοί” καὶ τὸ “περὶ ὧν λόγον μὴ ἔχομεν ὄντων μεγάλων”, ἀλλ’ ὡς τὰ προειρημένα ἀνακεφαλαιούμενος, δύναταί τις πιστοῦσθαι καὶ ἐκ τῶν νῦν περὶ τῆς θέσεως εἰρημένων· ὅτι γὰρ μὴ ἐπ’ ἴσης ἡ θέσις τῷ προβλήματι δεικνὺς οὔτε ἐκεῖνα λέγων, τὰ ἐν οἷς προβλήμασιν οὖσιν οὐκ ἔστιν ἡ θέσις, ἐμνημόνευσε τούτων οὔτε ταῦτα, ἐν οἷς εἶναι δύναται τῶν προβλημάτων. Εἰπὼν δὲ τὰ προειρημένα περὶ ἰῆς θέσεως, καὶ ὁποῖόν τι ἡ θέσις αὐτῷ εἶναι δοκεῖ παραστήσας ὃ γὰρ οὐκ ὂν αὐτὸ καθ’ αὑτὸ οὐδὲ τῇ αὑτοῦ φύσει ζητήσεως ἄξιον ἢ διὰ τὸν προστάτην ἢ διὰ τὸν λόγον ἐγκρίνεται τοῖς προβλήμασί τε καὶ ζητήμασι, θέσις, ἀντιδιαιρουμένου καὶ ἐνταῦθα τοῦ ‘θέσει᾿ τῷ ‘φύσει᾿, ὥσπερ καὶ ἐπὶ τῆς τῶν ὀνομάτων θέσεως· καὶ γὰρ ἐκεῖ θέσει λέγομεν τὰ ὀνόματα, σημαίνοντες ὅτι μὴ φύσει), προστίθησι δὴ τούτοις ὅτι ἡ συνήθεια σχεδὸν πάντα τὰ διαλεκτικὰ προβλήματα θέσεις λέγει· τοὺς γοῦν εἰς προβλήματα λέγοντας εἰς θέσιν λέγειν φασίν. ἤδη δὲ τινες θέσεις καὶ τὰ ῥητορικὰ καλοῦσι προβλήματα, ἐφ’ ὧν τὸ τῆς ὑποθέσεως ὄνομα συνηθέστερον τῷ δοκεῖν τὰ τοιαῦτα ἐπὶ ὑποκειμένοις τισὶ καὶ ὡρισμένοις συνίστασθαι· κοινότερα γὰρ τὰ διαλεκτικὰ καὶ καθολικώτερα. † ὅτι δὲ θέσεις καλοῦσι καὶ ταῦτα οἱ αἰτοῦντες τὰς ὑποθέσεις λέγουσιν. οὐδὲν δέ φησι δεῖν διαφέρεσθαι περὶ τοῦ ὀνόματος τοῦ τῆς θέσεως. εἴτε κατὰ παντὸς προβλήματος αὐτὸ ὁ διαλεκτικὸς φέρει, ὡς ἡ συνήθεια, εἴτε καὶ κατὰ τοὺ νὺν διωρισμένου προβλήματος οὐ γὰρ ὀνοματοποιῆσαι βουληθέντες τὴν θέσιν οὕτως ὡρισάμεθα, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τὴν ἐν τοῖς προβλήμασι διαφοράν, ἧς οὔσης γνωρίμου οὐδὲν ἔτι δεῖ περὶ τοῦ ὀνόματος φιλοτιμεῖσθαι), ἐνδεικνύμενος ἡμῖν καὶ διὰ τούτων ὅτι δεῖ τῇ συνήθει χρήσει τῶν ὀνομάτων ἐπακολουθοῦντας δεικνύναι τὰς τῶν σημαινομένων διαφοράς, ἀλλὰ μὴ νομοθετεῖν αὐτοὺς καὶ ὀνοματοποιεῖν καθ᾿ ἃς ἂν ἐπινοήσωμεν πραγμάτων διαφορὰς ὀνόματα, ὡς εἰώθασι ποιεῖν [*](1 post πολλῶν add, ἐστιν ABD διὸ—πολλῶν (4), quae p. 81. 16 post, ποιεῖ habent libri, huc transposui ὁποτερουσοῦν Bcorr., Arist.: ὁποτερωσοῦν aDP(u): ὁποτεροσοῦν Bpr.: ὁπο (supra scripto τρ) οὑν Α 3 τοὺς om. A 4 τῶν σοφῶν ἢ D: τε τῶν σοφῶν καὶ aABP ταῖς tertium om. Α 5 6 προσέθηκε] p. 104b12. 15 6 τὸ prius postea add. P2: τοῦτο Ρ1 δὲ om. A εἰσὶν ἐναντίοι aP ut p. 77,4 ante συλλ. add. οἱ D τὸ alterum aBP: τῶν AD 9 δείκνυσιν aB 10 προβλήματα Β 10. 11 ἐμνημόνευε Α 12 δὲ] πρῶτον Β 12. 13 ἡ θέσις αὐτῶ D: αὐτῷ ἡ θέσις aP et post δοκεῖ B: αὐτῶ ἐν θέσει Α οὐκ ἂν Β 13 οὐδὲ τῇ δὲ τῇ superser. P) —φύσει in mrg. D1 14 αὑτοῦ scripsi: αὐτοῦ aADP: αὐτῇ Β ἄξιον superscr. P2 14. 15 ἐκκρίνεται Α 15 ante θέσις add. ἡ A ἀντιδιαιρουμένου—συνίστασθαι (22) Suidas sub V. θέσις ἀντιδιηρημένου D 16 τῷ] τὸ Α 17 δὲ aB 19 πρόβλημα aP λέγειν om. D 20 post προβλήματα —2 lit. eras. P 21 συνείθισται Α 23 fort, ἔτι δὲ—ταῦτα #x003E; ταύτας Β 24 δέ superscr. P2 25 διαλεκτικὸς] ὸς in ras. Ρ2 ὡς superscr. Ρ2 26 καὶ eras. P 27 ὑπὸ Α 28 δεῖν D 32 ἅς supra compendium manus primae P2)
83
οἱ ἄλλο μὲν ἡδονὴν ἄλλο δὲ χαρὰν λέγοντες καὶ ἄλλο μὲν αἱρετὸν ἄλλο δὲ ληπτόν.

[*](p. 105a3)

Oὐ δεῖ δὲ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν.

Εἰπὼν ὁποῖόν τί ἐστι τὸ διαλλκιικὸν πρόβλημα, καὶ τί ποτε τῶν προβλημάτων ἰδίως θέσις κλλεῖται, προσδιορίζει ταῦτα καὶ δείκνυσιν ὅτι εὐλόγως τὸ πρόβλημα τὸ διαλεκτικὸν τοιοῦτον ἡμῖν κεῖται· οὐ γὰρ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν δεῖ (λέγοι δ’ ἂν νῦνἐκ παραλλήλου τὸ πρόβλημα καὶ τὴν θέσιν), ἀλλὰ περὶ τούτων τῶν προβλημάτων ἃ λόγου τοῦ κατασκευάσοντος αὐτὰ καὶ δείφοντος ἀλλ’ οὐκ αἰσθήσεως ἢ κολάσεως. τὰ δὲ αἰσθήσεως ἢ κολάσεως δεόμεναοὔτε ἐν τούτοις ἐστὶ περὶ ὧν “οὐδετέρως δοξάζουσιν’’ οἱ ἄνθρωποι, οὔτε ἐν τούιοις περὶ ὧν ‘‘ἐνανιίως οἱ σοφοὶ τοῖς πολλοῖς ἢ ἑκάτεροι αὐτοὶ ἑαυιοῖς’’. ἢ λέγοι ἄν ὅτι, εἰ καὶ λόγοι τε καὶ συλλογισμοὶ τῶν τοιούτων εἶεν παράδοξοι κατα- βεβλημένοι, ὡς διὰ τοῦτο ὑποπίπτειν αὐτὰ τῷ τῆς θέσεως λόγῳ, ὅμως οὐ χρὴ τὰ τοιαῦτα προσίεσθαι, διορίζων τὸ προειρημένον. τίνα δέ ἐστι τὰ αἰσθήσεως δεόμενα καὶ τίνα τὰ κολάσεως, σαφῶς διὰ τῶν παραδειγμάτων ἐδήλωσεν. ἐπιζηιήσαι δὲ ἄν τις διὰ τί μὴ καὶ τὰ τοιαῦτα προβλήματα· εἰ γὰρ τὸ πρόβλημα τὴν ἀντίφασιν περιέχει, οὐχ οὕτως ὁ προlτείνων [*](46) πότερον δεῖ τοὺς θεοὺς σέβειν ἢ μή, καὶ πότερον δεῖ τοὺς γονεῖς τιμᾶν ἢ οὔ, τὸ μὴ δεῖν σέβειν τοὺς θεοὺς ἀξιοῖ δείκνυσθαι ἢ τὸ μὴ δεῖν ἰοὺς γονεῖς τιμᾶν. ἤτοι οὖν λέγει ὅτι τὰ τοιαὗια μέρη τῶν προβλημάτων οὐ δεῖ ἐπισκοπεῖν, ἢ οὐδ᾿ ὅλως τὰ τοιαὗια προβλήματα διαλεκτικά· ὧν γὰρ ἀντιφάσεων τὸ ἕτερον μόριον οὐ λόγων ἀλλὰ κολάσεως δεῖται διὰ τὸ ἄδοξον εἶναι, τούτων οὐδὲ τὸ ἕτερον δεῖται λόγων διὰ τὸ ἐναργές τε καὶ ἔνδοξον· πρόβλημα γάρ ἐστι τὸ δεόμενον δείςεως. τὰ γὰρ οὕτω πεπιστευμένα ὁ πειρώμενος κατασ ευάζειν διὰ λόγων πολὺ τῆς περὶ αὐτῶν προει- λημμένης πίστεως ἀσθενεστέραν τὴν διὰ τῶν λόγων παρέξεται σύστασιν. διὸ οὐδ’ ὅλως τὰ τοιαῦτα ἦν προβλήματα διαλεκτικά, ἀλλὰ προτάσεις μᾶλλον διὰ τὸ ἔνδοξον. ἔιι καὶ διὰ τοῦτο χρὴ τὰ τοιαῦτα τῶν προβλη- μάτων φυλάσσεσθαι, ὅτι ἡ πρὸς ταῦτα εὐπορία τῶν͂ ὀπιl̀ειργͅμάτων χείρους ποιεῖ τὰ ἤθη πολλάκ.̓ς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας, ὅπερ ἐναντιώτατόν ἐστι τῇ γυμναστικῇ, εἴ γε προπαρασκευὴ πρὸς φιλοσοφίαν ἐστίν.

[*](1 αἱ(??)ρετὸν D 4 τί ποτε] τίνα P, να in ras. P2 5 ἰδίων P1, corr. P2 θέσεις καλοῦνται ex θέσει καλεῖται corr. P2 διορίζει D 6 to prius oin. D 9 κατασκευάσαντος A 10 τἀ—κολάσεως om. B 11 ὧν οὐ- in ras. D cf. ad p. 74,7 12 ἐναντίως κτλ.] cf. p. 77, 8 αὑτοῖς aP 13 τε om. aP 15 τῶ προειρημένω A δέ AHD: τέ P: τί a 16 πραγμάτων Α 17 τὰ προβλήματα τὰ τοιαῦτα Β 19 πότερα utrobique aP 23 pοst ἀντιφάσεων eras. 2 lit. P μέρος, ut videtur, Dpr. λόγου Β: com- pend. AD 24 ἐναργές] νεογἐς A 25 γάρ] fort, δέ cf. p. 81.5 26 αὐτὸν P1, corr. P2 26. 27 προεῲημἐνης A 27 ἀσθενεστέραν mrg.D 29 post χρὴ add. καὶ ABD 30 πρὸς τὰ τοιαῦτα D 31 τὰ ἤθη ποιεῖ aP καὶ πολλάκις Α 31. 32 (ἐναντι)ώτατόν in ras. D 32 παρασκευὴ D)
84

ἢ εἰ καὶ μὴ ποιεῖ χείρους, ἀλλὰ φαίνεσθαί γε χείρους ποιεῖ· ἄτοπον δὲ λόγους ἐνδόξους παρέχεσθαι πειρώμενον ἑαυτὸν ἄδοξον ποιεῖν δι᾿ αὐτῶν. πρότασις μὲν οὖν ἐστι διαλεκτικὴ τὸ ἀντικείμενον τῷ κολάσεως δεομένῳ μορίῳ τοὐ προβλήματος, πρόβλημα δὲ οὐδέτερον· εἰ γὰρ “οὐδὲ ὧν σύνεγγυς ἡ ἀποδειξις” προβλήματα, ὡς ἑξῆς λέγει πολλῷ μᾶλλον οὐκ ἂν εἴη προβλήματα ἃ διὰ τὴν ἐνάργειαν κολάσεως ἀξίους παρέχεται τοὺς ἀντιλέγοντας αὐτοῖς. ἢ διὰ τοῦτο τὰ τοιαῦτα οὐ προβλήματα.. ὅτι ἡ εἰς τὰ προβλήματα επιχειρησις εἰς ἀμφότερα ἐγίνετο· ἀσύστατα γὰρ τὰ τὴν εἰς τὸ ἕτερον τῶν αντικειμένων ἐπιχειρησιν αφῃρημενα.

[*](p. 105a7)

Οὐδὲ δὴ ὧν σύνεγγυς ἡ ἀπόδειξις, οὐδ’ ὧν λίαν πόρρω.

Τοῦ μηδὲ τὰ τοιαῦτα προβλήματα εἶναι διαλεκτικά, ὧν τε ἡ ἀπόδειξις ἐμφανής τε καὶ γνώριμος, καὶ ὧν πόρρω τε καὶ σφόδρα ἀσαφής, αὐτὸς τὰς αἰτίας παρέθετο εἰπὼν τὰ μὲν γὰρ οὐκ ἔχει ἀπορίαν, τὰ δὲ πλείω ἢ κατὰ γυμναστικήν. ἰὰ μὲν γὰρ ὧν σύνεγγυς ἡ ἀπόδειξις ῥᾴδια καὶ εὔγνωστα καὶ διὰ βραχείας ἐπιστάσεως γνωριζόμενα, οἷον εἰ προτείνοι τις πότερον ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ οὔ. τοιαῦτά ἐστι καὶ τὰ ἐν τοῖς περὶ καθηκόντων ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς ζητούμενα, οἷον πότερον χρὴ συναριστῶντά τισιν ἢ τῷ πατρὶ ἐκτείνειν ἐπὶ τὰ πορρωτέρω μέρη τὴν χεῖρα, ἂν ᾖ μείζω, ἢ μή, ἀλλ’ ἀρκεῖσθαι τοῖς παρακειμένοις, ἢ εἰ χρὴ ἀκούοντας φιλοσόφου ἐπηλλαχέναι τοὺς πόδας. ἀλλ’ οὐδὲ περὶ τῶν . σοφιστικῶς καὶ ἐπιπολαίως συγκειμένων προβλημάτων ποιήσεται τὸν λόγον· παραχρῆμα γὰρ κατάφωρον γίνεται τὸ ἐν αὐτοῖς ἀμφισβητεῖσθαι δοκοῦν, οἷον πότερον ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει ἢ οὔ, καὶ πότερον ὁ δίκαιος ἄδικος ἢ οὔ, καὶ πότερον ὁ σοφὸς ἀμαθὴς ἢ οὔ· δόξει γὰρ μήτε ὁ ἀνδρεῖος ἀνδρείαν ἔχειν διὰ τὸν χιτῶνα τὸν ἀνδρεῖον καὶ ὁ δίκαιος ἄδικος εἶναι διὰ τὸ ἄδικά ποτε πράττειν καὶ ὁ σοφὸς ἀμαθὴς εἶναι διὰ τὸ μανθάνειν μὲν τὸν ἀμαθῆ τὸν δὲ σοφὸν μανθάνειν. τοιαῦτα καὶ τὰ ‘πότερον τὸν τυφλὸν οἷόν τέ ἐστιν ὁρᾶν ἢ οὔ, ἢ τὸν σιγῶντα λέγειν;’· τὰ γὰρ τοιαῦτα ἐριστικά τε καὶ ἐπιπόλαια καὶ παρὰ τὸ ἰῆς λέξεως διττὸν ἔχει τὴν κακουργίαν. ἐκλέγεσθαι δὲ δοκεῖ καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας προβλήματα τῶν διαλεκτικῶν, ὅτι κεῖται τὰ διαλεκτικὰ ἢ περὶ τῶν πρὸς αἵρεσιν καὶ [*](1 χείρους prius corr. ex χρόνους A γε] τε Α 2 ἑαυτὸν D: αὑτὸν aP: αὐτὸν ΑΒ 3 οὖν] οὐκ Β τὸ corr. ex τῶ Α 4 μορίῳ om. Β ἕτερον A 5 πολλοῖς A: πολὺ aP 6 ἁ—οὐ προβλήματα (7) om. P ἐνέργειαν κολάσεις Α 8 ἐγένετο A γὰρ om. τὴν εἰσ ADP: εἰς a τὴν ἑτέραν Α 11 μὴ δὲ ΑB: δὲ μὴ aDP ἀπόδοσις Α 12 αὐτὰς a 13 πορίαν A 14 πλείω aBDP (CPou, corr. Ac): πλείονα Α πλεῖον Β f. pr. Ac) ἡ superscr. P5 16 προτείνοιτό τις Α post οὔ ras. 1 —2 lit. P 17 post περὶ add. τῶν Β post καθηκόντων add. ἤγουν ABD ὑπὸ τῶν om. A στωᾶς Α 18 συναριστᾶν P 19 τὴν χεῖρα D: om. aABP 20 οὐδὲν Α: post οὐ ras. in P 23 et 25 ἀνδρίαν A 23 ἄδικος D: ἀδικήσει aABP 25 χιτῶν P ἄδικος εἶναι scripsi: ἀδικεῖν ABD: ἄδικος aP 27 σοφὸν δὲ Β ante μανθάνειν add. μὴ aB 29 περὶ τὸ A et corr. ex περιττ Β ἔχοντα aP 30 τὰ om. aP 31 κεῖται] p. 104b2 τὰ om. A)

85
φυγὴν” εἶναι ἢ περὶ τῶν “πρὸς ἀλήθειαν καὶ γνῶσιν” ἢ περὶ τῶν συνεργούντων πρός τι τοιοῦτον· τὰ γὰρ κατὰ τὰς ἐπιστήμας ἴε καὶ τέχνας ἢ πρὸς αἵρεσίν ἐστιν, ὡς τὰ ἐν ἰατρικῇ, ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ὡς τὰ ἐν γεωμετρίᾳ, συντελεῖ. διὸ καὶ ταῦτα ἔσται διαλεκτικὰ προβλήματα, ἂν ἔχῃ τὰ προειρημένα, τοῦ διαλεκτικοῦ οὐ διὰ τῶν οἰκείων ἀρχῶν αὐτὰ δεικνύντος ἀλλὰ δι’ ἐνδόξων τινῶν· προείρηται γὰρ τὴν διαλεκτικὴν μέθοδον “περὶ παντὸς τοῦ προτεθέντος προβλήματος ἐξ ἐνδόξων” εἶναι συλλογιστικήν. διὸ ὅσα μὲν τῶν κατὰ τὰς ἐπιστήμας τε καὶ τά μαθήματα κοινοτέρας ἐπιχειρήσεις δέχεται, διαλεκτικὰ ἂν εἴη προβλήματα· ὅσα δὲ μὴ τοιαύτα τῷ πλείω θεωρίαν ἔχειν ἢ κατὰ γυμναστικήν, ἐκπίπτοι ἂν τῶν διαλεκτικῶν προβλημάτων. οὐ γὰρ διαλεκτικὸν τὸ ‘πότερον πᾶν τρίγωνον τἀς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει ἢ οὔ;᾿· κρείττο|νος γὰρ καὶ ἀκριβεστέρας μεθόδου δεῖ πρὸς ἰὴν τῶν τοιούτων κατασκευὴν προβλημάτων· τοῦ γὰρ γεωμέτρου τὸ δεῖξαι τοῦτο ὅπως ἔχει. διὸ οὐδὲ τῶν κατὰ φιλοσοφίαν ἐστὶ πάντα τὰ τοιαύτα διαλεκτικὰ προβλήματα, οἷον πότερον μία ὅλη πανίων ἢ οὓ, καὶ πότερον ἡ ὕλη ἥνωται ἢ οὔ, κα πότερον αἱ ἄτομοι ἀρχαὶ τῶν ὄντων ἢ οὔ, καὶ πότερον πὰν τὸ κινοῦν κινούμενον κινεῖ ἢ οὔ, καὶ πότερον ἀίδιός ἐστιν ἡ κίνησις ἢ οὔ· πλείονος γὰρ καὶ ἀκριβεστέρας τὰ τοιαῦτα ἐπιστάσεως δεῖται. τῶν οὗν περὶ τὰ αἱρετὰ καὶ φευκτὰ καὶ τῶν πρὸς ἀλήθειάν τε καὶ γνῶσιν καὶ τῶν πρός τι τούτων συντελούντων ὅσα μὲν ἔνδοξά ἐστι, ταῦτα προτάσεις διαλεκτικαί· ὅσα δὲ τοιαῦτά ἐστιν ὡς μηδετέρως περὶ αὐτῶν δοξάζειν ἢ ἐναντίως τοὺς σοφοὺς τοῖς πολλοῖς ἢ ἑκατέρους αὐτοὺς ἑαυτοῖς, ταῦτα προβλήματα.

[*](p. 105a10)

Διωρισμένων δὲ τούτων χρὴ διελέσθαι πόσα τῶν λόγων εἴδη τῶν διαλεκτικῶν.

Προτίθεται εἰπεῖν πόσα καὶ τίνα εἴδη τῶν λόγων τῶν διαλεκτικῶν, καθ’ οὓς τὸ γυμνάζεσθαι γίνεται, καὶ πρὸς οὕς χρήσιμα τὰ παραδοθησόμενα ὄργανα. δύο δέ φησιν εἶναι, ἐπαγωγήν τε καὶ συλλογισμόν. ὧν τί [*](1 ἢ περὶ τῶν συνεργούντων—γνῶσιν (3) Β 1. 2 συνεργῶν aP 2 post τι 2—3 lit. oblit. Α 3 αἵρ)εσιν ἑ in ras. D ἐστιν om. aP 6 προείρηται] c. ι p. 100a19 7 προτεθέντος om. aP 8 ὅσα] σὰ corr. nescio unde B 8. 9 ἐπιχρήσεις Α 11 διαλεκτικὸν γὰρ Α: γάρ διαλεκτικῶν Β 12 δυσὶν—ἔχει ante τὰς (11) transposuerunt aP κρεῖττον Α 13 δεῖ om. P προβλημάτων κατασκευήν aP 14 τὸ superscr. B ἔχοι D 15 ἐστὶ superscr. P2 οἷον om. P 16 καὶ πότερον ἡ—οὔ om. P —κίνησις ἢ οὔ (18) om. Α 17 κινοῦν aP: om. ΒD 18. 19 τὰ τοιαῦτα καὶ ἀκριβεστέρας Α 19 περιστάσεως D post περὶ add. τε aP 21 διαουο ὄα λεκτικαί] αἰ in ras. D 22 ante ὡς add. ἥ P ὑπεναντίως aP τοῖσ σοφοῖσ οισ οισ τοὺσ πολλοῦσ D 23 αὐτοὺς ἑαυτοῖς D: αὐτοῖς aAB: αὑτοῖς P post ταῦτα add. δὴ aP 24 πόσα—εἴδη (25) om. aP 26 προτίθεται—ποιεῖται (p. 86,19) Suidas sub v. ἐπαγωγή τίνα] ποῖα Α τῶν λόγων εἴδη ut vs. 24. 25 Β post εἴδη add. ἐστὶ Α, post λόγων aBP 28 ἔργα Α δύο—εἰρῆσθαι (p. 86,1) om. A δή aP τίς B)

86
ποιεῖται. ὅτι δὲ ταῦτα τῶν λόγων δι’ ὧν αἱ δείξεις γίνονταί τινων, τὰ ἀνωτάτω γένη, δῆλον ἐκ τοῦ πάντα τὸν δεικνύντα τι ἢ διά τινος καθόλου τε καὶ κοινοτέρου δεικνύναι αὐτὸ ἢ διά τινων τῶν ὑπ’ αὐτό· αὐτὸ γὰρ ὄι ἑαυτοῦ οὐδὲν δείκνυται. <οὐκ> εἴη δ’ ἂν καὶ τὸ ἴσον καθόλου. ἡ μὲν οὖν τοῦ καθόλου δεῖξις συλλογιστική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάσσεται δὲ τῷ μὲν συλλογισμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα, τὸ μὲν ἐνθύμημα ῥητορικὸς συλλογισμὸς ὤν, τὸ δὲ παράδειγμα ῥητορικὴ ἐπαγωγή. λέγει δὲ τὴν ἐπαγωγὴν εἶναι τὴν διὰ τῶν καθ’ ἕκαστα ἐπὶ τὸ καθόλου πρόοδον. διὸ οὐχ ὑγιῶς λέγουσιν οἱ λέγοντες τὴν ἐπαγωγὴν λόγον εἶναί τινα ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου τοῖς ὑπ’ αὐτό· τῆς δὲ τοῦ καθόλου δείξεως χάριν ἡ ἐπαγωγὴ μάλιστα. ὁ δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγος μᾶλλον ἄν τὸ παράδειγμα σημαίνοι. ὁ γὰρ λόγος ὁ διὰ τῶν καθ’ ἕκαστα τὸ καθόλου δεικνὺς καὶ πιστούμενος, οὗτός ἐστιν ἐπαγωγή. ὁ γὰρ δεικνὺς καθόλου ὅτι ἐν πᾶσιν ἄριστος ὁ ἐπιστάμενος διὰ τοῦ λαβεῖν ὅτι κυβερνήτης ἄριστος ὁ ἐπιστάμενος, ὁμοίως καὶ ἡνίοχος, ὁμοίως καὶ στρατηγός, ὁμοίως καὶ ἰατρός, ὁμοίως γεωμέτρης, μουσικός, τέκτων, δι’ ἐπαγωγῆς τοῦ ἐν πᾶσιν ἄριστον εἶναι τὸν ἐπιστάμενον τὴν δεῖξιν ποιεῖται. λέγει δὲ καὶ τὴν κατὰ τὸ χρήσιμον διαφορὰν τοῦ τε συλλογισμοῦ καὶ τῆς ἐπαγωγῆς ἥτις ἐστί. τὴν μὲν γὰρ ἐπαγωγὴν τὸ πιθανώτερόν φησιν ἔχειν καὶ σαφεστερον, καὶ ὅπως σαφέστερον προσέθηκε, διὰ γὰρ τὸ κατὰ τὴν αἴσθησιν γνωριμώτερον, ὃ κοινὸν τοῖς πολλοῖς ἐστιν· ἡ γὰρ ἐπαγωγὴ διὰ τῶν καθ’ ἕκαστα γίνεται, ἅ ἐστιν αἰσθητά, τὰ δὲ αἰσθητὰ καὶ τοῖς πολλοῖς κοινά τε καὶ γνώριμα. τὸ μὲν οὖν πιθανὸν ἡ ἐπαγωγὴ ἔχει, οὐ μὴν καὶ τὸ ἀναγκαῖον. οὐ γὰρ ἐξ ἀνάγκης ἐπὶ τοῖς κατὰ μέρος συγχωρηθεῖσι τὸ καθόλου διὰ τὸ μὴ οἷόν τε πάντα τὰ καθ’ ἕκαστα ἐπεξελθόντας διὰ τῆς ἐπαγωγῆς λαβεῖν· ἀδιεξίτητα γὰρ τὰ καθ’ ἕκαστα. καὶ γὰρ εἰ πάντα, ἤιοι καὶ τοῦτο λήψεται οὗ χάριν χρῆται τῇ ἐπαγωγῇ, καὶ οὐκέτι αὐτῷ τῆς τοῦ καθόλου λήψεως χρεία, ἀφ’ οὗ ἐπὶ τοῦτο μεταβήσεται, ὥστε οὐκέτ᾿ ἐπακτικὸς ὁ λόγος ἐστίν, ἢ οὐκ ἔστι τοῦτο ἐν τοῖς λαμβανομένοις, καὶ ἔστιν ἐνστάσεως ἀφορμὴ πρὸς τὴν τοῦ καθόλου λῆψιν ἐπ’ αὐτοῦ τούτου ὡς οὐχ ὁμοίως ἔχοντος τοῖς συγκεχωρη- [*](1 ἐστι om. D εἰρῆσθαι φθάνει (c. 1 p. 100a25 sq.) BD et, ut videtur, P1: εἴρηκε φθάσας aP2: φθάνει Α νῦν om. D 2 αἱ δείξεις] ἀποδείξεις Β τινων τὰ e corr. add. D 3 πάν- τ τ τὼς A τι] τινα Β 4 τε om. Α κοινο αὐτὸ δεικνύναι Α αὐτὸν (ante ἢ) Β: αὐτὰ P τινος P 5 αὐτοῦ aB, Ppr.: αὑτοῦ Pcorr. οὐκ addidi διὰ om. D 6 τὸ supra ras. P 8 post μὲν add. οὖν D ὤν BD et fort. P1: ὄν aAP2 9 διὰ τῶν καθέκαστα aBDP(C) Suid.: διὰ τὸ καθέκαστον Α: διὰ τῶν καθέκαστον Arist. 10 τὸ aABDP(C): τὰ Arist. Suid. ὑγιῶς superscr. P3 λέγοντες corr. ex ἄγοντες Β 11 τινα ABD: τὴν aP: om. Suid. 14 ὁ om. D, superscr. P2 τὸ καθόλου om. Β post καθόλου add. συνίστασθαι aP 15 ὁ alterum om. Α 17 ἰατρὸς—στρατηγός aP ante γεωμέτρης add. καὶ Suid. 18 τὸν ἐπιστάμενον εἶναι aP 19 τὴν διαφορὰν τὴν κατὰ τὸ χρήσιμον aP 27 καθέκαστον D οτ 28 καθέκα D εἰ in ras. P κατὰ pro altero καὶ D 29 post τῇ superscr. τε P 30 μεταβαίνεται Β οὐκέτ’ scripsi: ὡς aABP: om. D ἢ om. D)
87
μένοις. ὁ δὲ συλλογισμὸς ἧττον ἔχων τὸ πιθανὸν τὸ ·ἀναγκαῖον καὶ τὸ βιαστικὸν ἔχει, καὶ ἔστι πρὸς τοὺς ἀντιλέγειν πειρωμένους ἐνεργέστερον καὶ μᾶλλον τὸ προκείμενον ἐργαζόμενόν τε καὶ περαινόμενον· οὐ γάρ ἐστι χώρα ἀντιλογίας τοῖς τὰς συλλογιστικὰς συγχωρήσασιν προτάσεις, ὃ ἐπὶ τῆς ἐπαγωγῆς χώραν ἔχει τῷ μὴ πάντα οἷόν τε ἐπεξελθεῖν τὰ καθ’ ἕκαστα, ὡς εἶπον.) ὥσπερ δὲ οὐ πᾶς συλλογισμὸς διαλεκτικός, οὕτως οὐδὲ πᾶσα ἐπαγωγή· καὶ γὰρ εἰ πᾶσα τὸ πιθανὸν ἔχει, ὃ οἰκεῖόν ἐστι τῆς διαλεκτικῆς, κῆς, ἀλλ’ οὐ διὰ τοῦτο διαλεκτικοῦ μόνου ἡ δι᾿ ἐπαγωγῆς δεῖξις. ἢ ἡ μὲν χάριν δείξεως τε καὶ λήψεως τοῦ καθόλου λαμβανομένη ἐπαγωγὴ μόνης ἢ μάλιστα τῆς διαλεκτικῆς οἰκεία· τῷ γὰρ πιστεύσαντα τοῖς λαμβανομένοις τῷ καθό|λου συγχωρῆσαι χρώμεθα αὐτῇ· ἡ δὲ πρὸς τὴν τῶν ἀξιωμάτων λῆψιν συντελοῦσα, χάριν τοῦ σαφὲς ποιῆσαι τὸ λεγόμενον παραλαμβανομένη ἀλλ’ οὐ τὸ καθόλου δεῖξαι ἐξ αὑτοῦ γὰρ γνώριμον τοῦτο νοηθέν), οὔτε διαλεκτικὴ ἔτι οὔτε κυρίως ἐπαγωγή.

[*](p. 105a20)

Τὰ μὲν οὖν γένη.

Λέγει ἃ τέσσαρα, τέσσαρα, τὸν ὅρον, τὸ ἴδιον, τὸ γένος, τὸ συμβεβηκός· περί τε γὰρ ὧν οἱ λόγοι, ἅπερ ἐστὶ τὰ προβλήματα, ἐν τοῖς γένεσι τούτοις, καὶ ὁμοίως ἐξ ὧν οἱ λόγοι, ἅ εἰσιν αἱ προτάσεις, ἐν τούτοις καὶ αὐταί. εἴρηκε δὲ καὶ τί ἑκάτερον τούτων. ἐν ἀρχῇ δὲ τοῦτο εἶπε δεῖν διορισθῆναι, τίνα ἐστὶ περὶ ὧν τε οἱ λόγοι καὶ ἐξ ὧν.

[*](p. 105a21)

Τὰ ὄργανα, δι’ ὧν εὐπορήσομεν τῶν συλλογισμῶν, ἐστὶ τέσσαρα.

Περιττεῦον ἦν ἔτι τοῦτο καὶ τελευταῖον τῶν ἐν οἷς εἶπεν εἶναι τὴν μέθοδον ἰὴν διαλεκτικήν· εἰπὼν γὰρ πρῶτον οὖν θεωρητέον ἐκ τίνων ἡ μέθθοδος” ἐπήνεγκεν “εἰ δὴ λάβοιμεν πρὸς πόσα καὶ ποῖα καὶ ἐκ τίνων οἱ λόγοι καὶ πῶς τούτων εὐπορήσομεν, ἔχοιμεν ἄν ἱκανῶς τὸ προκείμενον”. εἰρηκὼς οὗν περί τε τῶν προτάσεων, ὧν ἦν δηλωτικὸν τὸ “ἐκ τίνων”, [*](1 ἔχον aP ante καὶ add. τε a, superscr. P5 1. 2 ἔχει τὸ βιαστικόν Β 2 πειρωμένους] ἐγνωσμένους Α ἐνεργέστερον Arist.: ἐναργέστερον ABD(Cfou): ἐνεργότερον ἐργαζόμενόν τε aP 3 ἐναργέστερόν τε Β περαῖνον conicio 4 προτάσεις om. a: προτάσεις—ἔστι δὲ (p. 88,25) om. P (defectus signum siuperscr. P2, λείπει P5) 5 οἶόν τε πάντα aB καθέκα D 7 εἰ AD: ἡ aB 9 λήψεως τε καὶ δείξεως aB post λαμβανομένη add. ἡ aB 10 μόνης D: μόνη aAB τῷ scripsi: τοῦ libri πιστεύσαντος D 11 τῷ] τὸ a 12 ἀξιωμένων a σαφῶς a 12. 13 περιλαμβανομένη aA 13 οὐ τοῦ Diels αὐτοῦ libri 14 νοηθὸν a διαλεκτικόν aB ἔτι D: ἐστιν aAB 17 post προβλήματα add. τὰ aAB γεν (i. e. γενέσει) D 21 δι’ ὧν Α Arist.: περὶ ὧν aB: πῶς D τῶν om. aB 22 ἐστὶ ΑΒ Arist.: εἰσὶ aD(ou) 23 τοῦτο καὶ] καὶ τοῦτο τὸ Α τῶν superscr. Β 23. 24 τὴν μέθοδον εἶναι Α 21 εἰπὼν] c. 4 p. 101b11 27 εἰπὼν aB)

88
88 ALEXANDHI IX TOPICORUM διὰ [Arist. p. 105a-21. 25] καὶ περὶ τῶν προβλημάτων, ἃ ἐδήλου διὰ τοῦ νῦν καὶ περὶ τῶν ὀργάνων προτίθεται λέγειν, ἅ ἐστι συντελοῦντα πρὸς τὴν εὕρεσίν τε καὶ εὐπορίαν τῶν διαλεκτικῶν λόγων. ταῦτα δὲ ἐστι συλλογισμός τε καὶ ἐπαγωγή, ὡς προείρηκεν. αὐτὸς μέντοι τῶν συλλογισμῶν ἐμνημόνευσε μόνων, καὶ ἔστι τὸ λεγόμενον ἴσον τῷ ‘τὰ δὲ ὄργανα δι’ ὧν εὐπορήσομεν τῶν διαλεκτικῶν λόγων, ἐστὶ τέσσαρα᾿. ὧν ἓν μέν φησι εἶναι τὸ προτάσεις λαβεῖν, οὐ τὰς προτάσεις λέγων ὄργανα τῶν διαλεκτικῶν λόγων· μέρη γὰρ αὗται καὶ τῶν συλλογισμῶν καὶ τῶν. ἐπαγωγῶν· οὐκ ἔστι δὲ τὰ μέρη τινὸς ὄργανα ἐκείνου· ἀλλὰ ὄργανον λέγει τὸ δι’ οὗ δυνησόμεθα προτάσεων εὐπορεῖν· οὐ γὰρ αἱ προτάσεις ἀλλὰ τὸ εὐπορεῖν προτάσεων ποιοῦν δύνασθαι ὄργανον. δεύτερον δέ φησιν εἶναι τῶν ὀργάνων τῶν πρὸς τὴν εὐπορίαν τῶν προτάσεων συντελούντων τὸ δύνασθαι τὰ πολλαχῶς λεγόμενα γνωρίζειν τε καὶ διαιρεῖσθαι, εἴτε ἐν ὀνόμασιν εἴη ταῦτα εἴτε ἐν λόγοις. τρίτον τὸ δύνασθαιτὰς τὰς διαφορὰς γνωρίζειν τινῶν, καθ’ ἃς ἀλλήλων διαφέρει. τέταρτον τὸ τὰς ὁμοιότητας τὰς ἐν τοῖς διαφέρουσιν εὑρίσκειν δύνασθαι. ὅτι μὲν οὖν ἡ τῶν προτάσεων ἐκλογή τε καὶ παρασκευὴ χρήσιμος πρὸς τοὺς συλλογισμούς, δῆλον· ἔχοντες γὰρ προτάσεις ἐκλελεγμένας διαλεκτικάς, τοῦτ’ ἔστιν ἐνδόξους, ῥᾳδίως δυνησόμεθα περὶ τοῦ προτεθέντος προβλήματος συλλογίζεσθαι. τὴν δὲ τῶν ἄλλων ὀργάνων χρείαν. τήν τε τοῦ ἐπεσκέφθαι τὴν τῶν πολλαχῶς λεγομένων διαίρεσιν καὶ τὴν τοῦ τὰς διαφορὰς δύνασθαι γνωρίζειν τε καὶ εὑρίσκειν καὶ τὴν τοῦ ὁμοίου θεωρίαν, αὐτὸς προελθὼν λέγει μετὰ τὸ γράψαι τὰς καθ᾿ ἕκαστον αὐτῶν μεθόδους.

[*](p. 105a25)

Ἔστι δὲ τρόπον τινὰ καὶ τὰ τρία τούτων προτάσεις.

Τοῦτ᾿ ἔστιν ‘ἔστι δὲ καὶ τὰ τρία τούτων τρόπον τινὰ εἰς τὴν τῶν προτάσεων ἐκλογὴν συντελοῦντα, ἐξ ὧν οἵ τε συλλογισμοὶ καὶ αἱ ἐπαγωγαί᾿. ἔκ τε γὰρ τῆς διαιρέσεως τῶν πολλαχῶς λεγομένων προτάσεων εὐπορία γίνεται καὶ ἐκ τ·ῆς τῶν διαφορῶν εὑρέσεως καὶ ἐκ τῆς τῶν ὁμοίων θεωρίας· αὐτὸ γὰρ διαιρεθὲν τὸ πολλαχῶς λεγόμενον πρότασις γίνεται· ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον. καὶ δείκνυσι τοῦτο διὰ παραδείγματος τοῦ ὅτι τὸ αιρετον εστι τὸ καλὸν ἡ το ἡδὺ ἡ τὸ συμφέρον. ἐκ γὰρ τῆς τούτου διαιρέσεως ἔχοντες τὴν πρότασιν ταύτην ἐπιχειροίημεν ἂν πρὸς τὸ πρόβλημα τὸ ‘πότερον τὸ τυραννεῖν αἱρετὸν ἢ οὔ ;’· εἰ γὰρ πᾶν μὲν αἱρετὸν [*](1 ἃ scripsi: ὃ libri τε om. Arist. cf. p. 87,25 2 προτίθεσθαι a λέγων Α 4 προείρηκεν] c. 12 p. 105a 11. 12 6 μὲν ἓν Β 7 τὸ πρότασιν D οὐ τὰς iterat Β 8 αὐτὰ Α καὶ prius om. Α 11 προτάσεων ποιοῦν δύνασθαι D: δύνασθαι προτάσεων aAB 13 τὸ π. λεγόμενον Α 14 supra λόγοις scriptum συλλογισμοῖς B γνωρίζειν τὰς διαφορὰς Α 15 διαφέρουσι D τό aB: om. AD τοῖς om. D 16 post οὖν add. καὶ Α 18 ἐκλεγομένας Α ῥαδίους Α 20 ἐπισκέφθαι AD 21 καὶ tertium AD: om. aBP 22 προελθὼν λέγει] c. 18 24 τούτων] τού in ras. D 26 αἰ om. aP 28 γίνηται aBP τῆς prius e corr. B 30 τὸ om. Arist. 31 καὶ τὸ ἡδὺ Β 32 τούτου aAB: τούτων D ἂν postea add. D1 33 μὲν om. B)

89
ἡ καλὸν ἢ ἡδὺ ἢ συμφέρον, ἡ δὲ τυραννὶς οὐδὲν τούτων ἔχει, ὔ ἂν εἴη αἱρετή. πάλιν ἐκ τῆς τοῦ σώματος διαιρέσεως ἔχοντες ὅτι τὸ σῶμα ἢ φυσικόν ἐστιν ἢ μαθηματικόν, πρὸς τὸ πρόβλημα τὸ πότερον ἡ ψυχὴ σῶμα ἢ οὕ;’ εὐπορήσομεν συλλογισμοῦ δεικνύντες ὅτι μήτε φυσικὸν σῶμα μέτε μαθηματικὸν ἡ ψυχή. ὁμοίως καὶ ἐκ τῆς τοῦ ἀγαθοῦ διαιρέσεως πρὸς τὸ‘ ὅτι μὴ μόνον τὸ καλὸν ἀγαθὸν ἢ ὅτι μὴ μόνον τὸ ἀγαθὸν ἐν ψυχῇ. καὶ ἐκ τῆς τῶν διαφορῶν δὲ γνώσεως δείκνυσι πάλιν διὰ παραδείγματος πῶς εὐπορία προτάσεων γίνεται. ὅτι γὰρ διαφέρει αἴσθησις ἐπιστήμης τῷ τὴν μὲν ἀποβαλόντα δυνατὸν εἶναι πάλιν λαβεῖν τὴν δὲ αἴσθησιν ἀδύνατον, εἰδότες εὐποροίημεν ἁ προτάσεων πρὸς τὸ πρόβλημα τὸ ‘πότερον ταὐτὸν αἴσθησις καὶ ἐπιστήμη ἢ οὔ;’· εἰδότες γὰρ αὐτῶν τὰς πρὸς ἄλληλα διαφορὰς δεικνύοιμεν ἂν ὅτι οὐ ταὐτόν. ὁμοίως δὲ τῷ ὑπ’ αὐτοῦ εἰρημένῳ καὶ διὰ τοῦ τὴν μὲν ἐπιστήμην δύνασθαι πὰρ ἄλλου λαβεῖν τὴν δὲ αἴσθησιν μή. ἀλλὰ καὶ οὕτως· αἴσθησιν μὲν μᾶλλον καὶ ἧττον ἔχειν ἔστιν, ἐπιστήμην δὲ οὔ, καὶ ἔστιν ἡ μὲν αἴσθησις ἐκ γενετῆς, ἡ δὲ ἐπιστήμη οὔ, καὶ ἡ μὲν φύσει, ἡ δὲ οὔ, καὶ τῆς μὲν πάντα τὰ ζῷα κοινωνεῖ, τῆς δὲ τὰ λόγον ἔχοντα μόνα. ὁμοίως δὲ καὶ ἰῆς δόξης καὶ τῆς ἐπιστήμης εἰδότες διαφορὰν ἔχοιμεν ἄν προτάσεις πρὸς τὸ δεικνύναι ὅτι μὴ αἱ αὐταί, εἴ γε ἡ μὲν περὶ τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, ἐπιστήμη δὲ οὓ. πάλιν ἀπὸ τῆς τοὺ ὁμοίου θεωρίας παρέθετο πρότασιν εὑρισκομένην τὴν ὅτι ὁμοίως ἔχει τὸ ὑγιεινὸν πρὸς ὑγείαν καὶ τὸ εὐεκτικὸν πρὸς εὐεξίαν. ἔχοντες γὰρ ταύτην τὴν πρότασιν εὐποροίημεν ἂν πρὸς τὸ πρόβλημα τὸ ‘πότερον τὰ εὐεκτικὰ ποιητικά ἐστιν εὐεξίας ἢ οὔ;᾿· εἰ γὰρ ὁμοίως μὲν ἔχει ταῦτα πρὸς εὐεξίαν καὶ τὰ ὑγιεινὰ πρὸς ὑγείαν, ποιητικὰ δὲ ὑγείας τὰ ὑγιεινά, ποιητικὰ ἄν εὐεξίας εἴη τὰ εὐεκτικά. πάλιν ζητουμένου πότερον ἡ γαλήνη ἡσυχία ἐστὶν ἢ οὔ, διὰ τῆς τοῦ ὁμοίου θεωρίας ἔχοντες πρότασιν τὴν ‘ὁμοίως ἔχει νηνεμία ἐν ἀέρι καὶ γαλήνη ἐν θαλάσσῃ᾿, προσλαβόντες ὅτι ‘ἡ δὲ νηνεμία ἡσυχία᾿ εἴημεν ἂν καὶ ὅτι ἡ γαλήνη ἡσυχία δεδειχότες. εἰ δὲ καὶ τὰ τρία τῶν ὀργάνων πρὸς τὴν εὐπορίαν τῶν προτάσεων ἔχει τὴν συντέλειαν, εὐλογῶ κατὰ τὴν ἀρχὴν λέγων περὶ τίνα τῇ διαλεκτικῇ τὸ εἶναι [*](1 ἢ (post ἡδὺ) om. Α, superscr. P5 post τυραννὶς superscr. καὶ Β 2 διαίρεσιν Α 3 μαθηματικὸν—φυσικὸν Α 5 καὶ] γὰρ Β 6 post ἐν add. τῇ aB 7 διαγνώσεωσ D 8 γὰρ aP: om. ABD 9 τὴν] τὸν Α post μὲν postea add. τὸν ’ ἀποβαλόντα B(C): ἀποβάλλοντα aADP: ἀποβαλόντι Arist. εἶναι om. Β 10 αἴσθησιν om. Arist. 11 ἐπιστήμῃ omisso καὶ aP 12 ἄλληλα] cf. p. 71, 5 οὐ BD: μὴ aAP 14 οὕτως D: ὅτι aABP αἴσθησις (ante μὲν) ΑΒ 15 ἔστιν prius om. AP καὶ—ἐπιστήμη οὗ (16) om. D ἔστιν (post καὶ) scripsi: ὅτι aABP 16 οὔ prius A: οὗ. ἀλλ’ ὕστερον B: ὕστερον aP 17 μόνον Bpr. δὲ alterum om. Β post καὶ prius add. ἐπὶ Α 18 διαφορὰς P προτάσεις om. Β 19 ὁ μὲν Β: om. D 20 ἐπὶ τῆς τοῦ ὅρου Α προτέρως Α 21 ὁ ὑγιαίνων aP 22 εὐκτικὸν a τὴν προτέραν Α: fort. προτάσεων 24 εἰ γὰρ—ἢ οὔ (26) iterat Β post ὑγιεινὰ add. δὲ ΑΒ 25 post εἴη add. καὶ aABP: om. D 26 ἥσυχός Α 27. 28 ἔχειν νηνεμίαν—γαλήνην aDP 28 θαλάττῃ aBP ἡ δὲ] καὶ Α 29 καὶ ὅτι aDP: ὅτι καὶ Β: καὶ ὅτι καὶ Α 31 post εὐλόγως add. ἂν B)
90
εἰπὼν “εἰ δὴ λάβοιμεν πρὸς πόσα τε καὶ ποῖα καὶ ἐκ τίνων οἰ λόγοι” προσέθηκε τὸ “καὶ πῶς τούτων εἰπορήσομεν”, εἴ γε τὰ ὄργανα πάντα προσέθηκε τὸ “καὶ πῶς τούτων εὐπορήσομεν”, εἴ γε τὰ ὄργανα πάντα συλλογισμῶν.

[*](p. 105a34)

Τὰς μὲν οὗν προτάσεις ἐκλεκτέον ὁσαχῶς διωρίσθη περὶ προτάσεων.

Περὶ τῆς τῶν προτάσεων ἐκλογῆς πρῶτον λέγων τόπους τινὰς καὶ ἀφορμὰς τῆς τε ἐκλογῆς καἰ τῆς εὐπορίας αὐτῶν παραδίδωσιν. ὁσαχῶς γὰρ ὡρίσθη ἡ ἔνδοξός τε καὶ διαλεκτικὴ πρότασις, κατὰ πάντα χρὴ ταῦτα τὰς ἐκλογὰς αὐτῶν ποιεῖσθαι· καὶ γὰρ τὰ πᾶσι δοκοῦντα χρὴ ἔχειν ἐκλελεγμένα καὶ τὰ τοῖς πλείστοις, ὁμοίως καὶ ἐπὶ τῶν σοφῶν καὶ τὰ πᾶσι δοκοῦντα καὶ τὰ τοῖς πλείστοις καὶ τὰ τοῖς ἐνδοξοτάτοις. ἀλλὰ καὶ τὰς ἐναντίας ταῖς ἐνδόξοις φησὶ δεῖν ἐκλέγειν· ἐκ γὰρ τῆς τούτων ἐκλογῆς εὐπορία προτάσεων διαλεκτικῶν γίνεται κατ’ ἀντίφασιν προτεινομένων· ὁ γὰρ ἔχων τὴν ὅτι δεῖ τοὺς φίλους κακῶς ποιεῖν, ἐναντίαν οὖσαν ἐνδόξῳ προτάσει, ἐν τῇ χρείᾳ ἀποφατικῶς αὐτὴν προτείνας εὐπορήσει διαλεκτικῆς προτάσεως. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ δεῖ δὲ προτείνειν καὶ τὰς ἐναντίας ταῖς φαινομέναις ἐνδόξοις κατ’ ἀντίφασιν· πῶς γὰρ δεῖ χρῆσθαι καὶ λαμβάνειν τὰς ἐναντίας ταῖς φαινομέναις, διώρισε διὰ τούτων. δεῖν δέ φησι καὶ ὅσαι κατὰ τὰς τέχνας δόξαι εὑρημέναι εἰσί, καὶ ταύτας ἐκλέγειν, οἷον τὰς ἐν γεωμετρίᾳ ὑπὸ τῶν γεωμετρῶν καὶ τὰς ἐν μουσικῇ ὑπὸ τῶν μουσικῶν ἢ τῶν διαφερόντων ἐν αὐτοῖς. θείη γὰρ ἄν τις ὡς ἔνδοξον τὸ ὑπὸ Ἱπποκράτους λεγόμενον ἐν ἰατρικῇ καὶ τὸ ὑπὸ Ἀρχιμήδους ἐν γεωμετρίᾳ καὶ τὸ ὑπὸ Ἀριστοξένου εἰ μουσικῇ. χρήσιμον δὲ λέγει πρὸς τὴν ἐκλογήν τε καὶ παρασκευὴν τῶν ἐνδόξων προτάσεων καὶ τὸ μὴ μόνον τὰς ἐνδόξους ἐκλέγειν ἀλλὰ καὶ τὸ τὰς ὁμοίας ταῖς ἐνδόξοις, τῇ παραθέσει τῇ τῶν ἐνδόξων ἐνδόξους αὐτὰς ποιοῦντας, ὡς εἶπε καὶ ἐν τῷ περὶ τῶν προτάσεων λόγῳ. ὄντος γὰρ ἐνδόξου τοῦ τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ὅμοιον μέν ἐστιν αὐτῷ τὸ αἴσθησιν τῶν ἐναντίων τὴν αὐτὴν εἶναι· ἔνδοξον δ’ ἄν γένοιτο τῶν τοιούτων ἕκαστον τῇ τοῦ ὁμοίου παραθέσει ὄντος ἐν- [*](1 εἰπὼν] c. 4 p. —13 post εἰπὼν add. ὅτι aB εἰ in ras. P2 τε om. D cf. p. 87,25 88.1 2 καὶ τὸ A 6 προτάσεως ΑΒ Arist. 7 τῆς postea ε add. D1 τύπους Α 10 δοκοῦν Α 11 ἐκλολεγμένα Ρ ὁμοίως—πλείστοις (12) om. A 12 τὰ ἐναντία a τῇς om. P 14 ἐκλοχῆς A ἀντίφρασιν Ρ 15 ἔχει Α post ὅτι add. οὐ aP δεῖ om. Α 16 πρότασιν D ἀποφατικὴ Α: ἀπποφαντικῶς D 17 εἰπεῖν ABD: ἐπενεγκεῖν aP 18 ἐνδόξαις Α 20 post φαινομέναις add. ἐνδόξοις D τὰς om. B Arist. 23 αὐτοῖς BD: αὐταῖς aAP 24 ἀρχιμήδου D 25 ἀριστοξένους Α 27 ἐκλέγειν corr. ex προτείνειν B τό om. D 28 29 ἐν τῷ περὶ τῶν προτάσεων λόγῳ] i. e. I 10 p. 104a13 sq. Rose Arist. Psend. 127 29 ὄντως Α 30 μέν om. Β αὐτῷ scripsi: αὐτῇ libri τὴν αὐτὴν τῶν ἐναντίων B 31 δ’ ἂν] γὰρ Α post γένοιτο add. τὸ Α)

91
δόξου. δεῖ γὰρ προτείνοντας λέγειν ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ αἴσθησις, ὥσπερ καὶ ἐπιστήμη;᾿, ἢ οὕτως· ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ αἴσθησις, ἐπειδὴ καὶ ἐπιστήμη ἡ αὐτὴ τῶν ἐναντίων;᾿ καὶ ‘ἆρά γε ὁρῶμεν πασχούσης τι τῆς ὄψεως; καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἡ ἀντίληψις οὕτως᾿· ῥᾷον γὰρ συγχωροῦνται διὰ τὴν πρὸς ἰὰς ἐνδόξους ὁμοιότητα. οἷόν ἐστι καὶ τὸ τοιοῦτον· ‘ἆρά γε ὥσπερ δεῖ τοὺς φίλους εὗ ποιεῖν, οὕτως καὶ μὴ ποιεῖν αὐτοὺς κακῶς χοή;’.

[*](p. 105b10)

Ἔτι ὅσα ἐπὶ πάντων ἢ τῶν πλείστων φαίνεται, ληπτέον ὡς ἀρχὴν καὶ δοκοῦσαν θέσιν.

Δεῖν φησι καὶ τὰ ἢ ἐπὶ πανίων ἢ τῶν πλείστων οὕτως ἔχειν φαινόμενα καθόλου λαμβάνειν ὡς ἀρχὰς ὄντα καὶ ἀληθῆ καὶ δοκοῦντα πᾶσι καὶ οὕτω τιθέμενα τῷ γὰρ τῆς θέσεως ὀνόματι νῦν ἐπὶ τοῦ συγχωρεῖσθαι καὶ τίθεσθαι κέχρηται), τοῦτ’ ἔστι χρῆσθαι δεῖ καὶ ταῖς τοιαύταις προτάσεσιν ὡς ὁμολογουμέναις καὶ ἀρχαῖς, κἀν μὴ ἐπὶ πάντων οὕτως πρὸς ἀλήθειαν τὸ λεγόμενον ἔχῃ. τοιαῦτα δ’ ἂν εἴη· ‘τὸ τῷ μείζονι ἀγαθῷ ἐναντίον ·μεῖζόν ἐστι κακόν’· τοῦτο γάρ, εἰ καὶ μὴ ἑπὶ πάντων οὕτως ἔχει, ἀλλὰ φαίνεταί γε τῷ ἐπὶ τῶν πλείστων οὕτως ἔχειν. ἔστι μέντοι τινὰ δι’ ἃ οὐκ ἔστιν ἀληθὲς τὸ καθόλου· ἐπὶ γὰρ ὑγείας καὶ νόσου καὶ εὐεξίας καὶ καχεξίας ἔμπαλιν ἔχον δείκνυται, ὡς καὶ ἐν τοῖς πρώτοις ἐπεσημηνάμεθα. ἡ μὲν γὰρ εὐεξία τῆς ὑγείας μεῖζον ἀγαθόν· συνεπιφέρει γοῦν ἡ εὐεξία ἰήν ὑγείαν, ἡ μέντοι ὑγεία οὐκέτι τὴν εὐεξίαν· διὸ μεῖζον ἀγαθὸν ἡ εὐεξία· τὸ γὰρ συνεπιφέρον τι μεῖζον καὶ ἀγαθὸν καὶ κακὸν τοῦ συνεπιφερομένου μὲν μὴ συνεπιφέροντος δέ. οὐκέτι δὲ ἡ καχεξία, ἥτις ἐναντία τῇ εὐεξίᾳ, μεῖζον κακὸν τῆς νόσου, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, ἀλλ’ ἔμπαλιν ἡ νόσος τῆς καχεξίας· ἡ μὲν γὰρ νόσος τὴν καχεξίαν συνεπιφέρει· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ· οὐκέτι δὲ ἡ καχεξία τὴν νόσον· εἰσὶ γάρ τινες καὶ ὑγιαίνοντες καχέκται. ὅμοιον δὲ τῷ προειρημένῳ καὶ τὸ ἐν δύο συζυγίαις ἐναντίων, ἄν θάτερον ἕπηται τῶν ἐκ τῆς ἑτέρας συζυγίας ἐναντίων τῷ ἑτέρῳ τῶν ἐκ τῆς ἄλλης συζυγίας ἐναντίων, [*](2 ὥσπερ—αἴσθησις (3) om. D: ras. 28 —30 lit. P 3 ἐπεὶ aP, Bpr. 4 καὶ alterum τ τ D Arist.: om. aABP (ABCuf) 6 ὁμοιότητα BP: ὁμοιότητας aA: ὀμοῖο D 7 χρὴ αὐτοὺς καὶ μὴ ποιεῖν κακῶς καλῶς P) aP 8 ληπτέον—θέσιν (9) om. Β 10 ἔχει a 11 ἂρ superscr., χὰς corr. nescio unde Β 12 τιθέμενα] φαινόμενα Α 15 ἔχει Α 17 τῷ] τὸ B τῶν aAP: om. BD 18 ἔστιν om. aP ἀληθῆ Β 19 καὶ καχεξίας ante καὶ εὐεξίας trausposuit a, superscr. P5 ἔχον Β: ἔχοντα Α: ἔχοντες D: ἔχει aP δείκνυσθαι aP 19. 20 ὲν τῶ πρώτω ἐπισημηνόμεθα (sic) Α 20 ἐπεσημηνάμεθα] p. 20,21 sq. 21 γοῦν corr. ex γὰρ D 22 συνεπιφέρειν Α καὶ om. Α 23 οὐκ ἔστι Β 24 post ἥτις prius add. ἐστὶν aP post μεῖζον add. ἐστι aP ἥτις alterum AD: ἥ aP, corr. ex ὅ B 24. 25 ἐναντίον aP 25 ἀλλ’ ἐν πᾶσιν Α 26 ὁ om. aP 27 δὲ om. aP 28 post δύο add. ταῖς B ἐναντίον a ἐὰν Β 29 συζυγίας prius om. D τῷ— ἐναντίων om. P)

92
καὶ τὸ λοιπὸν τῶν ἐκ ἰῆς πρώτης ἰῷ λοιπῷ τῶν ἐκ τῆς δευτέρας ἕπεσθαι. οὕτως, ἐπεὶ τῷ λευκῶ τὸ διακριτικόν, τῷ μέλανι τὸ συγκριτικόν, καὶ ἐπεὶ τῷ γλυκεῖ τὸ ἡδύ, τῷ πικρῷ τὸ λυπηρόν. ἐπὶ μὲν γὰρ τῶν πλείστων οὕτως ἔχει· ἔστι δὲ ἐφ’ ὧν ἔμπαλιν, ὥσπερ ἐπὶ τῶν προειρημένων, ὑγείας καὶ νόσου καὶ εὐεξίας καὶ καχεξίας· οὐ γάρ, ἐπεὶ τῇ εὐεξίᾳ ἡ ὑγεία ἕπεται, ἤδη καὶ τῇ καχεξίᾳ ἡ νόσος, ἀλλ’ ἔμπαλιν ἡ καχεξία τῇ νόσῳ. ὅμοιον τούτοις καὶ τὸ ‘οὗ ἡ ἀκρότης καὶ τὸ εὗ αἱρετώτερον, καὶ αὐτὸ αἱρετώτερον᾿· ἐπὶ γὰρ τῶν πλείστων οὕτως ἔχει, οὐ μὴν ἐπὶ πάντων. τὸ μὲν γὰρ εὖ ἀποθνήσκειν τοῦ εὗ γράφειν αἱρετώτερον, ἀκρότης ὂν τὸ μὲν τοῦ γράφειν τὸ δὲ τοὐ ἀποθνήσκειν· οὐκέτι δὲ καὶ τὸ ἀποθνήσκειν τοῦ γράφειν αἱρετώτερον. τοιοῦτόν ἐστι καὶ καθόλου λαμβανόμενον τὸ τὴν καρδίαν ἀρχὴν τῶν ζῴων εἶναι· ἐπὶ μὲν γὰρ τῶν πλείστων οὕτως ἔχει, οὐ μὴν καὶ καθόλου· ἔστι γάρ τινα ζῷα ἃ τὴν ἀρχὴν οὐκ ἔχει καρδίαν. ἐπιζητήσαι δ’ ἄν τις τίνι διαφέρει τὰ τοιαῦτα τῶν πᾶσιν ἡ τοῖς πλείστοις δοκούντων. ἢ λέγοι ἂν ὅτι τὰ τοιαῦτα οὐδ’ ἐρωτᾶν τὴν ἀρχὴν δεῖ, ἀλλὰ χρῆσθαι αὐτοῖς ὡς ὁμολογουμένοις καὶ καὶ ὡς ἀρχαῖς· οὐδὲ γὰρ τὰς ἀρχὰς οὐδεὶς ἐρωτᾷ, ἀλλ’ ὡς ὁμολογουμέναις αὐταῖς χρῆται. ἢ κἂν μὴ δοκῇ τὰ τοιαῦτα, ἐπακτικῶς αὐτὰ δεῖν φησι λαμβάνειν ὡς τοιαῦτα.

[*](p. 105b12)

Ἐκλέγειν δὲ χρὴ καὶ ἐκ τῶν γεγραμμένων λόγων.

Εἰπὼν πῶς χρὴ θηρᾶν τε καὶ ἀθροίζειν τὰς διαλεκτικὰς προτάσεις, δεῖν φησι μὴ μόνον ἐκ τῶν περιφερομένων δοξῶν τὰς προτάσεις τὰς διαλεκτικὰς λαμβάνειν, ἀλλὰ καὶ ἐκ τῶν γεγραμμένων λόγων ὅσα ἐνδόξως ὲν αὐτοῖς γέγραπται ἐκλέγειν καὶ ἔχειν παρεσκευσαμένα· οὐ γὰρ ῥᾴδιον ἐκ τοῦ παραχρῆμα τῶν χρησίμων πρὸς τὸ προκείμενον πρόβλημα προτάσεων εὐπορεῖν μὴ προπαρεσκευαμένον. δεῖν δέ φησι τὰς ἐκλογὰς ποιεῖσθαι μὴ πεφυμένως ἀλλὰ κατὰ διαγραφὰς καὶ κεχωρισμένως καὶ ἰδίᾳ καθ’ ἕκαστον γένος· οὕτως γὰρ ἡμῖν ἔσονται χρήσιμοι, εἰδόσιν ἐν οἷς αὐτὰς εὑρεῖν δυνησόμεθα, ὅταν δεηθῶμεν· ἀλλὰ καὶ καθ’ ἕκαστον γένος τάξιν τινὰ ἐπιτιθέντας, οἷον ἰδίᾳ περὶ ζῴου καὶ ἰδίᾳ περὶ ἀγαθοῦ καὶ ἀγαθοῦ παντὸς ἰδίᾳ καὶ περὶ ἑκάστου καθ’ ἕκαστον γένος, πρῶτον μὲν τὸ τί [*](1 τῶν prius eras. P 4 post ἔχει add. c vs. 9 οὐ μὴν ἐπὶ πάντων a, superscr. P2 aut P5 6 ἤδη postea add. D1 καὶ om. D 7 εὖ ex οὐ, ut videtur, corr. Β 8 καὶ αὐτὸ αἱρετώτερον aBP: om. AD post ἐπὶ fort. μὲν addendum ut v.v 3,12 10 ἀκρότης—αἱρετώτερον (11) om. a τοῦ δὲ τὸ D 11 καὶ prius om. Β ἀποθνήσκειν A: ἀποθανεῖν BDP post καὶ alterum add. τὸ aP 13 post καθόλου add. ἐστίν P τινα om. D 17 ὁμολογουμένως A αὐταῖς D: om. aABP 18 ἢ κἂν ABD: ἢν ἂν aP μὴ δοκ)ῇ in ras. P post ἐπακτικῶς add. δ΄ Β 20 δὲ χρὴ] τε Α 21 διαθροίζειν Α 25 κείμενον P 26 προπαρεσκευασμένα Β: παρεσκευασμένων D: προπαρεσκευασμένων Diels 27 καὶ alterum om. A 29 εὑρεῖν αὐτὰς aP 30 τάξιν τινὰ ἐπιτιθέντας ἐπιθέντας D)] ταῦτα ἐν τάξει ὑποτίθεται Α ante ζώου add. τοῦ D)

93
ἐστι τάσσοντας, οἷον ὅτι πᾶν ζῷον οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἢ ὅτι οὐσία, εἶτα ποῖόν τι, ὅτι ἔμψυχον, ὅτι αἰσθητικόν, ἢ ὅλως εἴ τι αὐτῷ ὑπάρχει, οἷον ὅτι πᾶν ζῷον ἢ πεζὸν ἢ ἔνυδρον ἢ πτηνόν, ἢ ὅτι οὐ πᾶν ζῷον ἀναπνεῖ, ἢ ὅτι οὐ πᾶν ζῷον κερασφόρον ἄμφοδον, ἀλλὰ καὶ εἰ ἐναντίον τί ἐστι τῷ προκειμένῳ, καὶ τί ποτέ ἐστιν αὐτῷ ἐναντίον, ἢ τίνι ἀκολουθεῖ αὐτό, ἢ τί αὐτῷ ἀκολουθεῖ. χρήσιμα δὲ καὶ τὰ τοιαῦτα, οἷον ὅτι [καὶ] ἰὴ ἀγχίνοιά ἐστιν εὐστοχία τις ἐν ἀσκέπτῳ χρόνῳ”, ἢ ὁ ἥλιος ἄστρον ἡμεροφαές”, ἢ τὸ ἀγαθὸν τὸ πᾶσιν ἐφετόν, ἢ τὴν ἀρειὴν βελτίστην ἕξιν ἢ ἰὴν εὐδαιμονίαν εὔροιαν βίου, καὶ ὅτι ἀ·κόλουθον μέν ἐστιν ὃ ἀναγκαῖον εἶναι τῷ ἕτερον εἶναι, μαχόμενον δὲ ὃ ἀναγκαῖον μὴ εἶναι. οὕτως πεποίηκε καὶ ἐν ταῖς δέκα κατηγορίαις περὶ ἑκάστης κατηγορίας λέγων. τὰ γὰρ τοιαῦτα τῷ ἐναργῶς ἀποδίδοσθαι προσάγεται τὸν | προσδιαλεγόμενον· διὸ δεῖ αὐτὰ ἔχειν ἐκλελεγμένα. δύναται τὸ ἀρξάμενον ἀπὸ τοῦ τί ἐστι περὶ τοῦ ἀγαθοῦ εἰρῆσθαι, ἐπεὶ δοκεῖ ὲν τοῖς δέκα γένεσιν εἶναι· περὶ παντὸς γὰρ τοῦ ἀγαθοῦ λέγειν φησὶ δεῖν ἀρξάμενον ἀπὸ τοῦ ἐν οὐσίᾳ ἀγαθοῦ· τὸ γὰρ τί ἐστι κυρίως ἐν οὐσίᾳ. δεῖν δέ φησιν ἐν ταῖς εκλογαις παρασημαίνεσθαι καὶ παραγράφεσθαι τὰς ἑκάστων δόξας· ῥᾷον γὰρ συγχωροῦσι τοῖς λεγομένοις πολλάκις μαθόντες τὸν εἰρηκότα, καὶ οἷς ἁπλῶς λεγομένοις οὐ συγχωροῦσι, ταῦτα τιθέασι μαθόντες τὸν εἰπόντα.

[*](p. 105b19)

Ἔστι δὲ ὡς τύπῳ περιλαβεῖν τῶν προτάσεων καὶ τῶν προβλημάτων μέρη τρία.

Πρὸ ὀλίγου λέγων περὶ τοῦ πρὂβλήματος εἶπε “πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων” . ὃ δὴ τότε περὶ τοῦ προβλήματος εἶπε καὶ ἐπεσημηνάμεθα ὅτι οὐ τὰ προβλήματα μόνον ἀλλὰ καὶ αἱ προτάσεις ἐν τούτοις), τοῦτο καὶ αὖθις νῦν λέγει· μέρη γὰρ ἀντὶ ‘εἴδη᾿ καὶ τῶν προτάσεων καὶ τῶν προβλημάτων κοινὰ καθόλου φησὶν εἶναι ταῦτα, λέγων τῶν διαλεκτικῶν, ἐπεί ἐστί τινα προβλήματα καὶ προτάσεις οὔτε ἠθικαὶ οὔτε φυσικαὶ οὔτε λογ.ικαί, αἱ [*](1 τάσσοντος D: τάσσοντας supra scripto πρὸ sive πρὸς P ἐστὶν om. Α 2 εἴ D: om. aABP 3 ἢ (ante πτηνόν) add. P2 3. 4 ἢ ὅτι οὐ πᾶν ζῶον ἀναπνεῖ ante ἡ ὅλως (2) transposuit Α 4 οὐ πᾶν] μηδὲν P: fort. οὐ πᾶν ζῷον <ἄμφοδον· οὐδὲν γὰρ ζῷον> κραςφόρον Α ἄμφοδον DP: ἀμφόδουν aAB cf. p. 118,29 122,25 4. 5 εἴ τι ἐναντίον D 5 αὐτῷ om. D 6 αὐτό] αὐτῶ Β 7 καὶ ex corr. D: delevi ἡ ἀγχίνοια κτλ.] An. Post. I 34 p. 89b10 post ἢ add. ὅτι aB 8 ἡμεροφαὲς BD: ἡμεροφανὲς aAP Arist. VI 4 p. 142b1, Plat. Def. 114 Α ἢ τὸ πᾶσιν ἀγαθὸν Β ἐφεκτόν a 9 εὔρροιαν B ἐστι (compend.) τὸ P 13 post δύναται add. γὰρ Β 14 ἐπεὶ superscr. P2 τοῖς γένεσι τοῖς δέκα Α 15 λέγειν Β: λέγει AP: λέγων a: comp. D 15. 16 post ἀγαθοῦ add. εἶναι Β 17 παραγράφειν aP ’’ τύπῳ] τούτῳ a περιλαβεῖν] ἔρι in ras. P2 τῶν prius om. A 20. 21 προβλημάτων—προτάσεων B 22 λέγων] μέλλων Β εἶπε] c. 11 p. 104b1 25 τότε] τοῦτο Β ἐπεσημηνάμεθα] p. 75, 5 sq. 26 αὖθις D: αὐτὸς aABP 27 προβλημάτων—προτάσεων D 28 ταῦτα post ras. D)

94
γὰρ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οἶον ἐν γεωμετρίᾳ, ἐν μουσικῇ, τῶν δὴ προτάσεων, ὁμοίως δὲ καὶ τῶν προβλημάτων, αἱ μέν,ὡς φησιν, εἰσὶν ἠθικαί, ἠθικὰς λέγων τὰς περὶ τῶν “πρὸς αἵρεσιν καὶ φυγὴν” συντελούντων, αἱ δὲ φυσικαί· τοῦτο δὲ ταὐτὸν τῷ “πρὸς ἀλήθειαν καὶ γνῶσιν”· πάντα γὰρ τὰ φυσικὰ πρὸς τὴν γνῶσιν τοῦ ἀληθοῦς ἐν αὑτοῖς ἔχει τὴν κυριωτάτην ἀναφοράν, εἰ καί τινες ἤδη τῇ περὶ ταῦτα ἐμπειρίᾳ καὶ πρὸς πράξεις χρῶνταί τινας· τὰς δὲ λογικάς, ὃ ἐκεῖ εἶπεν “ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιουτων νυν λογικον ὀνομάσας, ὅτι τὸ λογικὸν ὀργανικόν ἐστι καὶ ὡς συντελοῦν τι πρὸς τὰ ἄλλα παραλαμβανόμενον δεικνύς. διὰ δὲ τῶν παραδειγμάτων ἔδειξε τίνες μέν εἰσιν αἱ ἠθικαί, τίνες δὲ αἱ φυσικαὶ καὶ τίνες αἱ λογικαί. τὸ δὲ ὡς τύπῳ περιλαβεῖν προσέθηκεν, ὅτι μὴ ἔστιν ἀκριβῶς ἀφορίσαντας εἰπεῖν τὰς μὲν “πρὸς αἵρεσιν καὶ φυγὴν” συντεινούσας ἠθικὰς εἶναι, τὰς δὲ “πρὸς ἀλήθειαν καὶ γνῶσιν” φυσικάς· ἔστι γὰρ ἐφ’ ὧν ὑπαλλάσσει, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται. ὡς δὲ περὶ προτάσεων μέλλων λέγειν προσθεὶς τὸ αἱ μὲν γὰρ ἠθικαὶ προτάσεις εἰσίν, ἀλλὰ καὶ ἐπιφέρων τὸ ὁμοίως καὶ τὰ προβλήματα, [καὶ] τὰ παραδείγματα λέγων ἐσχημάτισεν ὡς προβλήματα· τὸ γὰρ ‘πότερον᾿ εἷπεν, ὅ τι προβλήματος οἰκεῖον, ὥσπερ τὸ ‘ἆρά γε’ προτάσεως, ἴσως οὐκέτι τῇ λέξει τὴν διαφορὰν αὐτῶν τηρῶν. καθόλου μὲν γὰρ πρόβλημα διαλεκτικὸν ὅσον ἐπὶ τῇ λέξει προιᾶσιν ἔστι ποιῆσαι καὶ πᾶσαν πρότασιν πρόβλημα τῇ τοῦ ‘πότερον᾿ καὶ τῇ τοῦ ‘ἆρά γε᾿ ὑπαλλαγῇ· οὐκέτι μέντοι ἡ κατὰ τὰ πράγματα αὐτῶν διαφορὰ ταύτην ἐπιδέχεται τὴν ὑπαλλαγήν· τὰ μὲν γὰρ προβλήματα ἀμφισβητούμενα εἶναι δεῖ, τὰς δὲ προτάσεις ἐξ αὑτῶν ἔχειν δεῖ τὸ πιστον.

Καθόλου δὲ περιλαβεῖν μὲν ὁρισμῷ τὰ προειρημένα εἴδη τῶν προτάσεων οὐ φησιν εἰναι ρᾳδιον, δειν δὲ κατα τα προειρημενα παραδειγματα δυνεθίζειν αὑτοὺς διὰ τῆς ἐπαγωγῆς τῷ δύνασθαι γνωρίζειν τὰς διαφορὰς αὐτῶν. οὔτε γὰρ ὁ λέγων ἠθικὰ εἶναι τὰ “πρὸς αἵρεσιν καὶ φυγὴν” συντείνοντα, ὡς ἐρρέθη πρὸ ὀλίγου, πάντα τὰ ἠθικὰ περιλήψεται· τὸ γοῦν περὶ τοῦ εἰ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταὶ πρόβλημά ἐστι μὲν ἠθικόν, οὐ μὴν ἡ γνῶσις αὐτοῦ πρὸς αἵρεσιν ἔχει τὴν ἀναφορὰν ἀλλὰ πρὸς γνῶσιν. ὁμοίως καὶ τὸ ‘πότερον ἡ ἡδονὴ λεία κίνησίς ἐστιν ἢ οὔ;’ ἔστι μὲν ἠθικὸν πρό- [*](1 γὰρ in ras. D τὰς alterum BD: om. aAP 2 δὲ AD: τὲ Β: om. aP 2. 3 εἰσιν ὥς φησιν aBP 3 post ἠθικὰς add. δὲ Β πρὸς αἵρεσιν corr. ex προαίρεσιν Β 5 γὰρ superscr. P τὴν τοῦ ἀληθοῦς γνῶσιν A τἀληθοῦς τοῦ ἐν aP αὐτοῖς libri 6 αὐτὰ aP 7 τάξεις Β. Ppr. τινὰς χρῶνται aP fort, αἱ δὲ λογικαί S λογικῶν P 9 τἄλλα aP πάρα superscr. Β 10 αἱ om. aP 11 καὶ τίνες ABD: τίνες δὲ aP παραλαβεῖν P1, corr. P2 12 ἀκριβῶς postea add. D ἀφορίσαντες Α 14 ἐν τοῖς ἑξῆς] p. 95,7 —11 ῥηθήσεται aABP: μαθησόμεθα D 15 προστιθεὶς aP 16 καὶ tertium delevi 17 προβλήματι A 18 ὅτι aABP: ὃ τοῦ D post προτάσεως add. καὶ P 19 οὐκ ἔστι AP καθὸ 15 μὲν om. Α post γὰρ addendum videtur πᾶν 22 ἐπαλλαγὴν A 24 αὑτῶν D: αὐτῶν aABP ἔχειν post πιστόν transposuit Α δεῖν Β 25 μὲν om. aP 27 τῷ scripsi: τοῦ libri 28 καὶ aBP: ἢ AD 29 ἐρρέθη D: ἐρρήθη aABP cf. p. 114,18 εἰ postea add. D post εἰ superscr. ἆρα P2 31 γνῶσις] ω in ras. 5 —6 lit. P2 32 λεία BD: λεῖα A: ἡδεία aP)

95
βλημα, οὐ μὴν πρὸς αῖρισίν τι ή γνῶσις σὐτοὺ συντελεῖ ῆ φυγήν. διὸ εὐλόγως εἶπε τὸ ποῖαι δὲ ἕκασται τῶν προειρημένων, ὁρισμῷ μὲν οὐκ εὐπετὲς ἀποδοῦναι περὶ αὐτῶν (ἠθικὰς μὲν γὰρ ἐροῦμεν τὰς τοιαύτας, ὅτι ὁ μὴ τοῦ καλοῦ χάριν κοινωνῶν οὐκ ἐλευθέριος. ὅτι ἡ ἀρετὴ δι’ αὐτὴν αἱρετή , ὅσα περὶ αἱρετῶν, ὅσα περὶ πρακτῶν, φυσικὰς δὲ ὅσαι περὶ αὐξήσεως καὶ ὅσαι περὶ αίριτῶν, καὶ ὅσαι περὶ γενέσεως καὶ φθορᾶς. καὶ ὅτι πᾶν τὸ γενητὸν φθαρτόν, καὶ τὰς τούτων ἐχομένας· ἔστι δέ τινα προβλήματα καὶ προτάσεις καὶ ἐν τοῖς φυσικοῖς “πρὸς αἵρεσιν καὶ φυγὴν” τὴν ἀναφορὰν ἔχοντα· τὸ γὰρ ‘πότερον πάντα καθ’ εἱμαρμένην καὶ κατηναγκασμένως γίνεται;᾿ φυσικὸν ὂν τὴν ἀναφορὰν ἔχει | “πρὸς αἴρεσιν καὶ φυγήν”· εἰ γὰρ δοκεῖ βουλεύεσθαι περὶ τῶν πρακτέων ἢ μή, ἐντεὐθεν ἤρτηται· λογικὰς δὲ ὅτι τὰ πρός τι ἅμα τῇ φύσει, ὅτι τῶν ἐναντίων ή αὐτὴ ἐπιστήμη, ὄτι ή ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς κανῖ τὸ ψεῦδος, τὰ περὶ γένους καὶ εἴδους, τὰ περὶ τῶν συλλογιστικῶν σχημάτων, τὰ περὶ τῶν συζυγιῶν, τὰ περὶ τῶν προτάσεων), ἐνδεικνύμενος ὅτι ἰδίᾳ περὶ έκάστου χρὴ ἐκλέγειν εἴδους, ἠθικὰς ἰδίᾳ, φυσικὰς ἰδίᾳ καὶ λογικὰς ἰδίᾳ.

[*](p.105b30)

Πρὸς μὲν οὖν φιλοσοφίαν κατ᾿ ἀλήθειαν περὶ αὐτῶν πραγματευτέον.

Εἰπὼν τῶν προβλημάτων τε καὶ τῶν προτάσεων τὰ μὲν ὴθικὰ εἰναι τὰ δὲ φυσικὰ τὰ δὲ λογικά, προστίθησιν ὅτι τῷ μὲν φιλοσόφῳ κατὰ τὸ ἀληθὲς δεῖ τὴν περὶ τούτων γίνεσθαι ἐξέτασίν τε καὶ πραγματείαν. καθ᾿ ἕκαστον γὰρ εἰδος τῶν προειρημένων τῆς τοῦ ἀληθοῦς χάριν εύρέσεως τὴν περὶ ταῦτα πραγματείαν ποιεῖται, ἐν μὲν ταῖς πολιτικαῖς τε καὶ ἠθικαῖς ἀκροάσεσι περὶ τῶν ὴθικῶν, ὥστε τὰς ἀληθῶς πρὸς αἴρεσιν καὶ ἀληθῶς πρὸς φυγὴν συντεινούσας προτάσεις ἐκλέξει καὶ περὶ τῶν ἀληθῶς αίρετῶν, ἐν δὲ ταῖς θεωρητικαῖς τε καὶ φυσικᾶς τὰ ώς ἀληθῶς ἀληθῆ ζητήσει, ἐν δὲ τοῖς Ἀναλυτικοῖς καὶ ἐν τοῖς περὶ προτάσεων καὶ ἐν τῇ τῶν πολλχῶς λεγομένων διαιρέσει καὶ ὅσα τοιαῦτα τῶν ἀληθῶς χρησίμων τὴν ἐκλογὴν ποιήσεται λογικῶς. διαλεκτικῶς δὲ πρὸς δόξαν, ώς ἔν τε ταύτῃ τῇ πραγματείᾳ καὶ ἐν τοῖς ῥητορικοῖς καὶ ἐν τοῖς ἐξωτερικοῖς· καὶ γὰρ καὶ ὲν ἐκείνοις πλεῖστα καὶ περὶ τῶν ἠθικῶν καὶ περὶ τῶν φυσικῶν ἐνδόξως λέγεται.

[*](1 τινα aB ὴ φυγήν post τι transposuit D 2 ποῖοι] ποῖον αί Α ἔκασται aP (στ in ras. P) Arist.: ἔκαστοι D: έκάτεραι AB 4 μὴ ό Α ἐλεύθερος D 5 fort. ὄσαι utroque loco, sed cf.vv. 13.14 τὰ περὶ 7 γεννητὸς Α τούτου Α δέ scripsi: γὰρ libri cf. p.83,25 10 γίνεται ADP: φέρονται aB φυσικ(??) ὢν Α 11 βούλεσθαι Α πρακτέων aAP: πρακτικῶν Β: πρακτῶν D 12 λογικὰς] sc. ἐροῦμεν cf.vs. 3: λογικοῖσ D ἄμα] ἄλλα Β 13 διαιρεῖται a τὰληθὲς aP καὶ τὸ] τε καὶ Α 14 τῶν alterum om. B 15 τῶν D: om. aABP 16 φθσικὰς ίδίᾳ om. B 17 περὶ τῶν αὐτῶν D 18 πραγματευτευτέον aB (ευ corr. B) P Arist.: πραγτευτέον Α: πραγματέον D 19 τῶν alterum om. aD 20. 21 κατ᾿ ἀληθὲς P1, corr. P2 22 τάληθοῦς P 23 περὶ ΑΒD: κατὰ aP τε om. A 26 φθσικαῖς τε καὶ θεωρητικαῖς Α 27 παρὰ Α 30 καὶ quartum D: om. aABP 31 πλεῖστα corr. e μάλιστα Β)
96
[*](p. 105b31)

Ληπτέον δὲ ὅτι μάλιστα καθόλου πάσας τὰς προτάσεις.

Ποὸς τὸ πλειόνων ἡμᾶς εὐπορεῖν προτάσεων καὶ λόγων καὶ τοῦτό φησιν εἶναι χρήσιμον τὸ πειρᾶσθαι ὡς ὅτι μάλιστα καθόλου λαμβάνειν τὰς προτάσεις ἐν ταῖς ἐκλογαῖς· οὕτως γὰρ ἀπὸ μιᾶς ληφθείσης πλείονων εὐπορήσομεν, οἷον μὴ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη, ἀλλὰ ὅτι τῶν ἀντικειμένων· ἔχοντες γὰρ τοῦτο ἔχομεν δι’ αὐτοῦ καὶ ὅτι τῶν ἐναντίων καὶ ὅτι τῶν κατὰ ἕξιν καὶ στέρησιν καὶ τῶν πρός τι καὶ τῶν κατ’ ἀντίφασιν ἀντικειμένων ἡ αὑ τὴ ἐπιστήμη. ἀλλὰ καὶ τούτων ἑκάστην πάλιν διαιρήσομεν λαμβάνοντες τὰ ὑφ’ ἕκαστον αὐτῶν, οἷον τὰ ὑπὸ τὰ ἐναντία· ἀγαθοῦ γὰρ καὶ κακοῦ ἡ αὐτὴ ἐπιστήμη, καὶ λευκοῦ καὶ μέλανος ἡ αὐτὴ αἴσθησις, ὄψις γάρ· ἀλλὰ καὶ ψυχροῦ καὶ θερμοῦ ἡ αὐτή, ἁφὴ γάρ· ὁμοίως ξηροῦ καὶ ὑγροῦ. ἐπιστήμην δ’ ἄν κοινότερον τὴν γνῶσιν λέγοι, ἥτις γνῶσις καὶ δι’ αἰσθήσεως γίνεται. ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ ἐπὶ μὲν τῶν πρός τι διπλασίου καὶ ἡμίσεος ἡ αὐτή, καὶ βαρυτέρου καὶ κουφοτέρου ἡ αὐτὴ, ἀλλὰ καὶ τῶν ὁμοίων ἡ αὐτή. καὶ ἐπὶ ἕξεως δὲ καὶ στερήσεως τυφλοῦ καὶ βλέποντος ἡ αὐτὴ γνωστικὴ καὶ κωφοῦ καὶ ἀκούοντος. ἀλλὰ καὶ ἐπὶ ἀντιφάσεως τοῦ εἰδότος ὅτι ἥδε ἡ κατάφασις ἀληθής, ἔστι τὸ καὶ τὴν ἀντικειμένην αὐτῇ ἀπόφασιν εἰδέναι ὅτι ψευδής, καὶ ἔμπαλιν. πάλιν ὅτι πᾶσα κίνησις μεταβολὴ ποθὲν ποὶ ληπτέον, ἀλλ’ οὐχ ὅτι ἡ τοπικὴ κίνησις· ἔχοντες γὰρ ἐκεῖνο ἕξομεν ὅτι καὶ ἡ γένεσις καὶ ἡ φθορὰ καὶ ἡ ἀλλοίωσις καὶ ἡ αὔξησις καὶ ἡ φθίσις.

[*](p. 106a1)

Τὸ δὲ ποσαχῶς, πραγματευτέον μὴ μόνον ὅσα λέγεται.

Τῶν τεσσάρων, ὧν ὡς ὀργάνων χρησίμων εἶπεν εἶναι πρὸς τοὺς συλλογισμούς, δεύτερον ἦν τὸ δύνασθαι τὸ πολλαχῶς λεγόμενον διαιρεῖν τε καὶ γνωρίζειν. ἐφ’ ὃ μετὰ τὸ ὑποθέσθαι, πῶς οἷόν τέ ἐστι τῶν προτάσεων εὐπορεῖν, μέτεισι, καὶ παραδίδωσι τόπους ἡμῖν τινας καὶ ἀφορμάς, δι’ ὧν γνωρίζειν δυνησόμεθα, εἴτε τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ προκείμενον εἴτε καὶ μοναχῶς λέγεται. διττοῦ δὲ ὄντος τοῦ πολλαχῶς; τοῦ μὲν. ἐν ὀνόμασιν, ἃ ὁμώνυμα καλεῖται, ἰοῦ δὲ ἐν λόγῳ, ἃ εἰώθαμεν ἀμφίβολα λέ- [*](1 πάσας superscr. P 2 καὶ τοῦτό om. aP 4 μιᾶς ex μίας corr. P2 5 μία om. Α 7 στέρησιν καὶ ἕξιν aP post καὶ tertium add. ὅτι D 8 πάλιν om. A 9 διαιρήσομεν aBP: διορίσομεν AD 11 post γάρ erasit 3 —4 lit. P ψυχρῶν καὶ θερμῶν Α 12 post ὁμοίως add. καὶ aP 13 λέγει a: ἔχει Α καὶ prius om. a 14 ὅμοιος Bpr. 18 post ἔστι add. δῆλον D τό aAP: τῶ BD αὐτῶν Α 19 μεταβολὴ in mig. add. P4 πόθεν libri ποῖ Β: πῆ D 20 καἰ om. Β 22 μὴ—λἐγεται om. P οὐ A 23 τῶν corr. ex ὧν P2 ὧν] et in ras. ν P2 ὡς om. Α, superscr. P2 χρησίμων corr. ex ἔχρησεν B 24 τὸ δύνασθαι post λεγόμενον transposuit Β 26 τρόπους Ppr. 29 λόγοις B: γ΄ λο D εἰώθασιν ΑΒ)

97
γειν, πῶς τὸ ἐν ὀνόμασι διττὸν γνωρίζειν δυνησόμεθα, νῦν δείκνυσι. πρὸ δὲ τούτων πρῶτον παράγγελμά τι ἡμῖν παραδίδωσι, διδάσκων πῶς δεῖ τὴν τῶν πολλαχῶς λεγομένων διαίρεσίν τε καὶ ἀπόδοσιν ποιεῖσθαι. οὐ γὰρ μόνον φησὶ δεῖν αὐτὰ τὰ διαφέροντα μὲν ἀλλήλων σημαινόμενα δὲ ὑπὸ τοῦ αὐτοῦ παρέχεσθαι, λέγοντας ἢ γράφοντας ὅτι ἄλλως μὲν φέρε εἰπεῖν τὸ ἀγαθὸν λέγεται κατὰ δικαιοσύνης καὶ ἀνδρείας.. ἄλλως δὲ κατὰ τοῦ εὐεκτικοῦ τε καὶ ὑγιεινοῦ λέγεται γὰρ καὶ ταῦτα ἀγαθά), ἀλλὰ καὶ προστιθέντας ὅτι τὰ μὲν ὡς ἕξεις ἀγαθὰ λέγεται καὶ καθ’ αὑτὰ τοιαῦτα, ὡς αἱ ἀρεταί ποιὰ γὰρ ἀντὶ τοῦ ‘ἀγαθὰ᾿ εἶπεν, ἐπεὶ ἁπλῶς γε ποιὰ | καὶ τὰ ὑγιεινά), τὰ δὲ ὡς ποιητικὰ ἀγαθοῦ τινος, ὡς τὰ εὐεκτικά τε καὶ ὑγιεινά· ταῦτα γὰρ ἀγαθά, ὅτι ἀγαθοῦ ποιητικά, ὡς εἴωθεν αὐτὸς ποιεῖσθαι τὴν διαίρεσιν τῶν ἀγαθῶν· διὸ καὶ τὰ μὲν ὡς ἕξεις λεγόμενα καὶ τῷ αὐτὰ ποιὰ εἶναι τοὺς ἔχοντας αὐτὰ ἀγαθοὺς ποιεῖ, τὰ δὲ οὕτω λεγόμενα ἀγαθὰ ὡς ποιητικά τινος ἀγαθοῦ οὕτε καθ’ αὑτά ἐστιν ἀγαθὰ οὔτε τοὺς ἔχοντας αὐτὰ ἀγαθοὺς ποιεῖ ἀλλὰ ἔχοντας ἀγαθόν. οὕτως γὰρ ἔστιν εἰδέναι σαφῶς ὅτι πολλαχῶς λεγέτω, εἰ κατὰ τὸν οἰκεῖον λόγον διάφορον τοῖς σημαινομένοις τὴν ἀπόδοσιν ποιούμεθα ἑκάστου.

[*](p. 106a9)

Πότερον δὲ πολλαχῶς ἢ μοναχῶς.

Eἰπὼν πῶς χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τῶν πολλαχῶς λεγομένων, ἐπὶ τὸ τὴν μέθοδον ἡμῖν παραδιδόναι, πῶς γνωρίσομεν αὐτά, μέτεισι. τῷ δὲ πότερον πολλαχῶς ἢ μοναχῶς τὸ τῷ εἴδει προσέθηκεν, εὐλόγως· ὅταν ·γὰρ τῷ εἴδει καὶ τῷ λόγῳ καὶ αὐτῷ τῷ ὁρισμῷ διαφέρῃ ἀλλήλων τὰ σημαινόμενα, τότε ἐστὶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ πολλαχῶς λεγόμενα. ἐπεὶ πολλαχῶς γε καὶ τὸ γένος καὶ τὸ εἶδος λέγεται· κατὰ πλειόνων γὰρ ἑκάτερον κατηγορεῖται· ἀλλ’ ἐπεὶ μὴ τὰ ὧν κατηγορεῖται κατὰ τὸ εἶδος καὶ τὸν λόγον τὸν κατὰ τοὔνομα τὸ κοινὸν διαφέρει, οὐ λέγεται ὁμώνυμα ἢ ἀμφίβολα οὔτε τὸ γένος οὔτε τὸ εἶδος· ὁμώνυμα γάρ ἐστιν, ὡς ἐν Κατηγορίαις εἶπεν, “ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας [*](2 πρῶτον in mrg. D1 3 ἀπόδειξιν P 4 δεῖν om. D 6 ἀνδρίας supra scripto ει Α 8 post αὐτά ras. 3 fere lit. P 9 ποιὰ prius ex ποιοῦ, ut videtur, corr. P2 ἀγαθοῦ AP1 (corr. P2) 10 τὰ δὲ—ὑγιεινά om. D 13 τὰ δὲ—ποιεῖ (15) om. Α 14 οὔτε—οὔτε om. P, defectus signum in ras. appinxit P2 ἐστιν ἀγαθὰ D: inv. ord. aB τοὺς—ἀγαθόν (15) delevit P ἀγαθόν ADP: ἀγαθὰ ἡ δυναμένους ἀγαθόν τι ποιῆσαι ἐξ οὗ σημαίνει δηλονότι τὰ καθ’ αὐτὰ ἀγαθὰ τοῖς μετέχουσιν αὐτῶν ἕξιν ἡ διάθεσιν ἐμποιοῦσιν ἐκποιοῦσιν a). ἕξεις γὰρ καὶ αὗται ὡς ἀρεταί. ὅσα δὲ ποιητικά ἐστι τοῖς ἔχουσιν αὐτὰ τὴν ἐπιτηδειότητα μόνην πρὸς τὴν τῶν καλῶν ἐνέργειαν ἣν δύναμιν λέγομεν ἐμποιεῖ ἐκποιεῖ a) aB 16 διάφορον] ον in ras. P2 17 ποιοίμεθα P 19 ποιεῖσθαι τὴν διαίρεσιν aP 20 τὴν om. Α τῷ] τὸ Β 21 ποτέρῳ A post πότερον ex Arist. δὲ addendum videtur τὸ om. B 22 λόγῳ] λ in ras. D διαφέρῃ D: διαφέρει aABP 23 ἐστὶν om. P ἀναμφίβολα P 24 εἶδος—γένος Α 26 τὸ aP: τὸν ABD 27 ἢ] οὔτε D εἴτε pro priore οὔτε Α 27. 28 ἐν Κατηγορίαις] c. 1 p. 1a1 28 τῆς οὐσίας λόγος aP(C))

98
ἕτερος”, ὃ νῦν εἶδος εἴρηκεν. ὅτι δὲ τῷ εἴδει ἀντὶ τοῦ ‘τῷ λόγῳ’ εἶπεν, αὐτὸς ἐδήλωσε δι’ ὧν ἐπιφέρει, ἄν τε τῷ εἴδει λέγων ἄν τε τῷ ὀνόματι διαφωνῇ.

[*](p. 106a10)

Πρῶτον μὲν ἐπὶ τοῦ ἐναντίου σκοπεῖν εἰ πολλαχῶς λέγεται.

Ἀπὸ τῶν ἀντικειμένων ἀφορμὰς παραδιδοὺς τῆς τῶν πολλαχῶς λεγομένων εὑρέσεως τε καὶ κρίσεως, πρῶτον, πῶς ἀπὸ τῶν ἐναντίων οἷόν τε γνωρίζειν τι πολλαχῶς λεγόμενον, δείκνυσι. δεῖν γάρ φησιν, εἰ ἔστιν ἐναντίον τι τῷ προκειμένῳ τε καὶ ζητουμένῳ εἰ πολλαχῶς λέγεται, σκοπεῖν εἰ τὸ ἐναντίον αὐτῷ πολλαχῶς λέγεται, ἡ κατὰ τὸ πρᾶγμα μόνον ἢ καὶ κατὰ τὸ ὄνομα, οἷς πλείοσιν οὖσι τοῦτο λέγεται εἶναι· τοῦτο γάρ ἐστι τὸ ἐάν τε τῷ εἴδει ἐάν τε τῷ ὀνόματι διαφωνῇ· λέγει γὰρ ‘ἄν τε καὶ τῷ ὀνόματι καὶ μὴ τῷ εἴδει μόνῳ᾿. ἔστι γὰρ ἐφ’ ὧν καὶ τὰ ὀνόματα εὐθὺς τῶν ἐναντίων τινὶ διαφέροντά ἐστιν, ὥσπερ ἐφ’ ὧν αὐτὸς παρατίθεται· τῷ γὰρ ὀξεῖ ἐναντίον ἐστὶ καὶ τὸ βαρὺ καὶ τὸ ἀμβλύ, ἐν φωνῇ μὲν τὸ βαρύ, ἐν ὄγκῳ δὲ τὸ ἀμβλύ, ἀλλὰ καὶ ἐν χυμῷ τὸ γλυκύ, οὐ μόνον τῷ εἴδει, τοῦτ’ ἔστι τῷ ὑποκειμένῳ πράγματι, διαφέροντα ἀλλήλων ἀλλὰ καὶ τοῖς ὀνόμασιν· ἄλλο γὰρ ὄνομα τὸ βαρὺ καὶ ἄλλο τὸ ἀμβλὺ καὶ ἄλλο τὸ γλυκύ. καὶ τὸ ὀξὺ ἄρα πλεοναχῶς λέγεται ὄν γε ἡ ἀμφοτέροις ἡ πᾶσιν ἐναντίον, καὶ ἔσται αὐτοῦ τὸ μὲν ἐν φωνῇ ὅ ἐστιν ἐναντίον τῷ βαρεῖ, τὸ δὲ ἐν ὄγκῳ, ὅ ἐστιν ἐναντίον τῷ ἀμβλεῖ, τὸ δὲ ἐν χυμῷ, ὅ ἐστιν ἐναντίον τῷ γλυκεῖ· οὐ γὰρ δὴ τὸ αὐτὸ ὀξὺ καὶ τῷ βαρεῖ καὶ τῷ ἀμβλεῖ καὶ τῷ γλυκεῖ οἷόν τε εἶναι ἐναντίον. ἔστι δὲ ἑκάστῳ αὐτῶν ὀξὺ ἐναντίον· ὥστε διαφέροντα τὰ ὀξέα. σημειωτέον δὲ ὅτι διὰ τῶν ἑξῆς αὐτὸς τῷ ἐν χυμῷ ὀξεῖ τὸ ἐναντίον ἀμβλὺ ὀνομάζει. ὁμοίως πάλιν τῷ βαρεῖ καὶ τὸ ὀξὺ καὶ τὸ κοῦφόν ἐστιν ἐναντία, ἐν φωνῇ μὲν τὸ ὀξύ, ἐν ὄγκῳ δὲ τὸ κοῦφον· πολλαχῶς ἄρα καὶ τὸ βαρύ. ὁμοίως καὶ τὸ καλὸν δειχθήσεται τῶν πολλαχῶς λεγομένων ὄν, ἐπειδὴ ἐναντία ἐστὶν αὐτῷ τό τε αἰσχρὸν καὶ τὸ μοχθηρόν, ἐπὶ μὲν ζῴου καὶ τῆς τοῦ ζῴου μορφῆς τὸ αἰσχρόν λέγε- [*](2 λέγων post ἐπιφέρει transposuit A ἐάν utroque loco Arist. ἄν ou) cf. vs. 11.12 post alterum ἄν τε add. καὶ aP(f) 3 διαφ)ωνῆ in ras. Ρ2 4 πρότερον Α 4. 5 εἰ πολλαχῶς λέγεται om. P 6 παραδοὺς D 7 πῶς post ἐναντίων transposuit Β 8 post φησιν add. αὐτὸν aB 9 τε aBP: om. AD 10 post αὐτῷ add. οὐ Α μόνον om. D καὶ Β cf. vs. 12: om. aADP 11 post οἷς add. καὶ aBP εἶναι] fort, ἐναντίον 11. 12 ἄν τε τῷ εἴδει ἄν τε aAP cf. vs. 2 12 καὶ om. ΑΒ 13 καὶ prius om. aP μόνον AP1 (corr. P2) 16 post ἀμβλύ ras. 3 —4 lit. P εἴδει] ἡδεῖ D 17 πράγματα Α: πράγ D 20 καὶ ἔστιν Β ὃ ἔσται aP ἐναντίον superscr. P2 21 έσται (post ὅ prius) aP 22 δὴ AD: ἀεὶ aP: om. Β καὶ τῷ ἀμβλεῖ om. Β τὸ γλυκὺ Α 23 ἐναντία (post εἶναι) Β post ὥστε add. ἔσται ΑΒ 24 τὰ ὀξέα corr. ex τοὺς ὀξέας, ut videtur, B ἐν om. aP 25 τῶ ὀξεῖ Α 26 ἐναντίον Α: ἐναν D φωνὴ μὲν D Arist: inv. ord. aABP 27 τικτήσεται (sic) Α 28 ἐναντία D: ἐναντίον aAP: non liquet Β 29 post μὲν add. γὰρ D τοῦ ζώου aABP: τούτου D)

99
τᾶι γὰρ ζῷον καλὸν καὶ αἰσχρόν), ἐπὶ δὲ οἰκίας τὸ μοχθηρόν· οὐκέτι γὰρ οἰκία λέγεται αἰσχρά, ἣ οὐ καλή, ἀλλὰ μοχθηρά. ἀλλὰ τούτῳ γε ἔνεστι τῷ τόπῳ χρωμένους δεικνύναι καὶ τὴν δειλίαν τῶν πολλαχῶς λεγομένων οὖσαν· ἐναντία γὰρ αὐτῇ ἥ τε ἀνδρεία καὶ ἡ θρασύτης, πλείω ὄντα καὶ διαφέροντα ἀλλήλων. ἢ οὐκ ἀνάγκη· οὐ γάρ, ὥσπερ ἐπ’ ἐκείνων καθ’ ἑκάτερον ἦν τὸ ὁλοκλήρως ὑπὸ τοῦ ὀνόματος σημαινόμενον ἐναντίον, οὕτω καὶ ἐπὶ τούτων. τὸ γὰρ αὐτὸ ἀμφοτέροις ἐναντίον, οὐ μὴν κατὰ ταὐτόν· ἐν οἷς γὰρ τῇ δειλίᾳ τὸ εἶναι, τούτων κατὰ μέν τι τῇ ἀνδρείᾳ ἐστὶν ἐναντία, κατὰ δέ τι τῇ θρασύτητι, εἴ γέ ἐστιν ἡ δειλία κακία καὶ ἔνδεια [τῇ] περὶ τάδε τινὰ τὰ πάθη. καὶ γὰρ κατὰ μὲν τὸ κακία εἶναι καὶ ἀσυμμετρία περὶ τάδε | τὰ πάθη ἐναντία ἐστὶ τῇ ἀνδρείᾳ, κατὰ δὲ τὸ ἔνδεια περὶ τάδε εἶναι τῇ θρασύτητι· οὔτε γὰρ τῇ θρασύτητι ἡ δειλία ἐναντία κατὰ τὸ κακία εἶναι περὶ τάδε τὰ πάθη κοινωνεῖ γὰρ αὐτῇ τούτου), οὔτε τῇ ἀνδρείᾳ κατὰ τὸ ἔνδεια εἶναι κατὰ τάδε· οὐ γάρ ἐστιν ἐναντίον τὸ περὶ τάδε ἐνδεὲς τῷ περὶ τὰ αὐτὰ μέσῳ. οὐ μὴν ἑκάτερον ἰδίᾳ λαμβανόμενον δειλία, ἀλλὰ τὸ συναμφότερον ἡ δειλία· διὸ σύνθετον μὲν ἄν δεικνύοιτο, οὐ μὴν καὶ πολλαχῶς λεγόμενον. ἀλλὰ καὶ ἡ ἀνδρεία, ἐναντία οὖσα τῇ τε δειλίᾳ καὶ τῇ θρασύτητι ἑτέραις οὔσαις, ἐναντία αὐταῖς ἐστι καθ’ ὃ κοινωνοῦσιν ἀλλήλαις· καθ’ ὅσον γὰρ ἀσυμμετρίαι καὶ κακίαι περὶ τάδε τὰ πάθη, ἡ ἀνδρεία αὐταῖς ἐναντία, ὥστε ὡς μιᾷ ἀμφοτέραις.

Ἐπ᾿ ἐνίων δὲ ὀνόματα μὲν οὐ κεῖται διαφέροντα τοῖς ἐναντίοις, φανερᾶς δὲ οὔσης τῆς κατὰ τὰ πράγματα λέγων] διαφορᾶς δεικνύοιτο ἂν καὶ τὸ προκείμενον τῶν πολλαχῶς λεγομένων ὄν, ᾗ διαφέρουσι πράγμασιν μέν ἐστιν ἐν φωνῇ λέγεται γὰρ μέλαινα φωνή) τὸ δὲ ἐν χρώματι· ἃ ἐπεὶ διαφέρει ἀλλήλων τῷ εἴδει τε καὶ τῷ λόγῳ, δῆλον ὡς καὶ τὸ λευκὸν πλεο- ναχῶς ἔσται λεγόμενον· ἑκατέρῳ γὰρ τῶν μελάνων οἰκεῖόν τι λευκὸν ἐν· ἀντίον ἔσται, τὸ μὲν ἐν φωνῇ ὂν τὸ δὲ ἐν χρώματι. ὅτι δὲ ἄλλο τὸ ἐν φωνῇ μέλαν τοῦ ἐν χρώματι ἔδειξεν, ἅμα καὶ μέθοδον ἡμᾶς διδάσκων τῆς τῶν διαφερόντων ἐπικρίσεως· τῶν γὰρ αὐτῶν τῷ εἴδει ἡ αὐτὴ αἵσθησις. εἰ δὲ τοῦτο, ὧν μὴ ἡ αὐτὴ αἴσθησις, ταῦτα οὐκ ἔστι ταὐτὰ τῷ [*](1 μοχθηρόν] ηρ in ras. D 2 post καλὴ add. λέγεται aP ἀλλὰ τούτῳ γε] τοῦτο δὲ Α 4 ἐναντίον Α 6 τι] τὸ D 7 κατ’ αὐτὸν P1 corr. P2 8 ἀνδρία ut. solet Α 8. 9 ἐναντίον Α 9. 10 καὶ ἔνδεια scripsi: ἐν ἐνδείᾳ τῇ aBP: ἐναντίον τῆ Α: ἐν ἀνδρεία τῆ D 10 περὶ—εἶναι (13) om. B τὰ postea add. D καὶ prius in ras. P τὸ κακία μὲν A 12 τῇ θρασύτητι· οὔτε γὰρ in mrg. add. P4 οὐδὲ D ἐναντία ἡ δειλία D 13 τούτου] αὐτοῦ Β 14 ἐναντία 15 D τά ταῦτα Α 16 ἀλλὰ τὸ ABD: ἀλλ’ αὐτὸ aP ἡ om. B 18 τε om Α ἑτέραις οὔσαις] ἐναντίαις οὖσαι Α 19 συμμετρία καὶ κακία in contextu P: ἀσυμμετρίαι καὶ κακίαι in mrg. P4 20 ὡς corr. ex οὐ Β μιᾷ scripsi: μία libii 21 δέ ABD: μέντοι aP 22 οὔσης om. Α τὰ aAB: om. DP λέγων (λέγω D) dolevi δείκνυτο Α 24 μέν om. Α τὸ alterum om. P 25 ἁ in ras. P2 25. 26 ἐπιδιαφ D 26 τε om. Β 28 ἐστίν aP, Bpr. 29 τοῦ] καὶ τὸ Α ἅμα] ἀλλὰ A 31 ταῦτα om. D ἔσται Α)

100
εἴδει· οὐχ ἡ αὐτὴ δὲ αἴσθησις κριτικὴ τοῦ τε ἐν φωνῇ μέλανος καὶ τοῦ ἐν χρώματι, ἀλλὰ τούτου μὲν ὄψις, ἐκείνου δὲ ἀκοή· εἰ δὲ ὧν διαφέροντα τὰ κριτήρια, ταῦτα ἕτερα ἀλλήλων, καὶ ταῦτα ἄρα ἕτερα ἀλλήλων ἔσται. ἔνεστι καὶ μὴ ἐπὶ ἐναντίων χρώμενον τούτῳ ἀλλ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου μόνον δεικνύναι τινὰ ὅτι ἐστὶν ὁμώνυμα, οἷον ἐπὶ χρώματος, ἐπεὶ τοῦ μὲν ὄψις ἐστὶ κριτική τοῦ δὲ ἡ τοῦ μουσικοῦ ἀκοή, ὁμώνυμον τὸ χρῶμα· καίτοι οὐδὲν αὐτῷ ἐστιν ἐναντίον. καὶ εἴη ἄν καὶ οὗτος ὁ τόπος πρὸς τὴν τοῦ πολλαχῶς λεγομένου θήραν ὅμοιος τοῖς φθάνουσιν εἰρῆσθαι. δειχθήσεται δὲ καὶ τὸ ἀμβλὺ πολλαχῶς λεγόμενον, ὅτι καὶ τὸ ὀξὺ ἐναντίον ὂν αὐτῷ πολλαχῶς λέγεται· ὀξὺ γὰρ τὸ μέν ἐστιν ἐν φωνῇ τὸ δὲ ἐν ὄγκῳ· καὶ τὸ ἀμβλὺ ἄρα διττόν, τὸ μὲν ἐν φωνῇ (λέγεται γὰρ ἀμβλεῖα φωνή) τὸ δὲ ἐν ὄγκῳ. εἰπὼν δὲ οὔτε ἐπ’ αὐτῶν οὔτε ἐπὶ τῶν ἐναντίων, πῶς οὐδὲ ἐπὶ τῶν ἐναντίων διαφωνεῖ τοῖς ὀνόμασιν, ἔδειξεν εἰπὼν ἀμβλὺ γὰρ καὶ τὸ ἐναντίον ἑκατέρῳ. αὐτὸς δὲ οὐ τὸ ἐν ὄγκῳ ἔλαβεν ἀλλὰ τὸ ἐν χυμῷ.

[*](p. 106 a 36)

Ἔτι εἰ τῷ μέν ἐστί τι ἐναντίον τῷ δὲ ἁπλῶς μηδέν.

Δεύτερον τόπον τῆς τοῦ πολλαχῶς λεγομένου εὑρέσεως ὄντα καὶ αὐτὸν ἀπὸ τῶν ἐναντίων ἐκτίθεται τοῦτον, εἰ τῶν σημαινομένων ὑπὸ τοὐ προκειμένου, περὶ οὗ ἡ ζήτησις εἴτε πολλαχῶς λέγεται εἴτε μή, τῷ μὲν εἴη τι ἐναντίον τῷ δὲ μηδέν· δῆλον γὰρ ὅτι τῶν πλεοναχῶς λεγομένων ἔσται τοῦτο, σημαῖνόν γε φύσεις διαφόρους. οἷον ἐπὶ ἡδονῆς, ἐπεὶ τῇ μὲν ἀπὸ τοῦ πίνειν ἡδονῇ ἐστιν ἐναντία λύπη ἡ ἀπὸ τοῦ διψῆν, τῇ δὲ ἀπὸ τοῦ θεωρεῖν ἢ τῶν κατὰ γεωμετρίαν τι, οἷον ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, ἢ τῶν κατὰ φιλοσοφίαν τι ἢ τῶν κατά τινα ἄλλην ἐπιστήμην μηδέν ἐστιν ἐναντίον, ἡ ἡδονὴ ἔσται τῶν πολλαχῶς λεγομένων· διαφέρει γὰρ κατ’ εἶδος ὅ ᾧ μηδέν ἐστιν ἐναντίον τοῦ ἔχοντός τι ἐναντίον. ὁμοίως δεικνύοιτ’ ἄν καὶ τὸ φιλεῖν ὁμώνυμον, διότι τῷ μὲν κατὰ τὴν διάνοιαν φιλεῖν τὸ μισεῖν ἐστιν ἐναντίον, τῷ δὲ κατὰ τὴν σωματικὴν ἐνέργειαν, ἐφ’ ἧς εἰώθαμεν καὶ τὸ καταφιλεῖν κατηγορεῖν, οὐδέν ἐστιν ἐναντίον. οὕτως ἄν δεικνύοιτο καὶ ἡ οὐσία ὁμώνυμος· τῇ μὲν γὰρ κατὰ τὸ εἶδος ἐναντίον ἡ στέρησις, τῇ δὲ κατὰ τὴν ὕλην οὐδέν. ἐπιτε [*](1 aP: om. ABD 3 καὶ—ἔσται om. P 4 ἐναντία Α: ἐναν D 5 μόνου AB οἷον] ὡς Α ἐπὶ μὲν τοῦ Β οὐδὲ Α ὃ om. aP 8 ὅμοιον συμφθάνουσιν Α εἰρῆσθαι om. P 9 δὲ superscr. P2 post ἀμβλὺ ras. 4 lit. P 10 ἐστιν om. A 13 τοῖς om. P 16 τι] τὸ D 18 τοῦτον ἐκτίθεται a 19. 20 ἐναντίον εἴη τι Α 20 πολλαχῶς Β 21 τοῦτο] τοῦ ὅτι Α γε om. B 22 ἡ om. D 23 τοῦ om. D ἢ BD: ἡ A: om. aP τι om. Α 24 ἄλλην τινὰ Β: τινὰ ἄλλην τινα a 25 post. ἡδονὴ add. ἄρα Α 27 ante ὁμώνυμον add. ὃν aP διὸ aP 28 τὴν prius aBP Arist.: om. AD 29 καταφιλεῖν] κυρίως φιλεῖν Β 30. 31 τῆ μὲν γὰρ D: τῆ γὰρ μὲν Α: εἰ τῇ μὲν aBP 31 ἐναντία Α)

101
ζητήσαι δὲ ἄν τις, μήποτε ὁ δεύτερος οὖτος τόπος ἀναιρετικός ἐστι τοῦ πρὸ αὐτοῦ ῥηθέντος· ὁ μὲν γὰρ ἐδείκνυεν ὅτι, ἂν τὸ ἐναντίον πολλαχῶς, καὶ τὸ ἐναντίον· ἐκ δὲ τούτου δείκνυται ὅτι ἐνδέχεταί τι τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου [τὸ ἐναντίον] μὴ λέγεσθαι πολλαχῶς. ἂν γὰρ ἀντιστρέψαντες λάβωμεν τὸ μισεῖν, εὑρήσομεν τὸ μὲν ἐναντίον αὐτῷ, τὸ φιλεῖν, πολλαχῶς λεγόμενον, αὐτὸ μέντοι τὸ μισεῖν μηκέτι. ἢ οὐκ ἔστιν οὗτος ὁ τόπος ἀναιρετικὸς ἐκείνου· ἐπὶ μὲν γὰρ ἐκείνου ἐλαμβάνετο, εἰ τὸ ἐναντίον τῷ προκειμένῳ πολλαχῶς καὶ πάσι τοῦτο | ἐναντίον ἐκείνοις, καὶ τοῦτο πολλαχῶς· “ἑκατέρῳ” γὰρ εἶπε “τὸ ὀξὺ ἐναντίον”· διὸ πολλαχῶς· ἐνταῦθα δὲ οὐκέτι γίνεται τὸ εἰλημμένον πᾶσιν ἐναντίον τοῖς ὑπὸ τοῦ ἐναντίου σημαινομένοις, μᾶλλον δὲ οὐδέ ἐστιν τῷ μισεῖν ἐναντίον τὸ φιλεῖν πολλαχῶς λεγόμενον· μέρος γάρ τι τοῦ φιλεῖν τοὐ πολλαχῶς λεγομένου ἐναντίον ἐστὶ τῷ μισεῖν. διὸ οὐ διαβληθήσεται ὁ τόπος ἐκεῖνος ὡς μὴ δεικνὺς τὺ προκειμενον.

[*](p. 106 b 4)

Ἔτι ἐπὶ τῶν ἀνὰ μέσον, εἰ τῷ μέν ἐστί τι ἀνὰ μέσον τῳ οε μηδὲν.

Οἱ μὲν προειρημένοι δύο τόποι ἀπὸ τοῦ ἐναντίου τὸ ἐναντίον ἐδείκνυον πολλαχῶς λεγόμενον· οὗτος δὲ τρίτος ὢν ἀπὸ τῶν μεταξὺ τῶν ἐναντίων ἀμφότερα τὰ ἐναντία δείκνυσιν ὁμώνυμα. ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστι τὰ δὲ ἔμμεσα, ὡς ἐν Κατηγορίαις δέδεικται, καὶ οὐκ ἔστι τὰ αὐτὰ τὰ ἔμμεσα τοῖς ἀμέσοις, ἀλλ’ οὐδὲ ὧν διαφέροντα τὰ μέσα, οὐδὲ ταῦτα ταὐτά ἐστιν, ἐπιβλέπειν φησὶ δεῖν ἐπὶ τὰ ἐκκείμενα ἐναντία. κἄν εὑρίσκωμεν τῶν σημαινομένων ὑπ’ αὐτῶν τὰ μὲν ἔμμεσα ὄντα τὰ δὲ ἄμεσα, ἑκάτερον τῶν ἐναντίων τῶν εἰλημμένων ὁμώνυμον ἐροῦμεν εἶναι· οἷον λευκὸν καὶ μέλαν ἐναντία, καὶ σημαίνει γε ἑκάτερον αὐτῶν καὶ τὸ ἐν χρώμασι λευκόν τε καὶ μέλαν καὶ τὸ ἐν φωνῇ. ὅτι οὖν ταῦτα ἕτερα ἀλλήλων τῷ εἴδει, γνωρίζομεν ἐκ τοῦ τὰ μὲν ἐν τοῖς χρώμασιν ἔχειν αὑτῶν μεταξύ τινα τὰ δὲ ἐν τῇ φωνῇ [οὔ. ὅτι ἦν ταῦτα ἕτερα ἀλλήλων] ἢ μηδὲν ἤ, εἴπερ ἄρα, τὸ σομφόν, ὃ ἄλλο ἐστὶ φαιοῦ καὶ ὠχροῦ καὶ τῶν ἄλλων ἃ [*](1 ὁ om. Α 2 ἐὰν Α: εἰ Β 3 ὅταν δέχηται A 3. 4 ἐναντίον αὐτοῦ A 4 τὸ ἐναντίον delevi 6 μηκέτι BD: οὐκέτι aAP 7 ὁ τόπος οὗτος A μὲν Α: om. aBDP 8 τοῦτο] τοῖς τὸ A 9 εἶπε] p. 106 a 17 11 μᾶλλον δὲ οὕτως (οὐδὲν A) ἐστὶ in ras. P2 τῷ μισεῖν ἐναντίον τὸ (τὸ add. P2) φιλεῖν aABP: ἐναντίον τὸ μισεῖν τῶ φιλεῖν D 12 μέρος γάρ τι aABP: μέρει γάρ τινι D τοῦ alterum om. D τῷ aABP: τὸ D μισεῖν] φιλεῖν Α 15 post ἔτι add. καὶ aP(C) ἀναμέσων P1, corr. P2 17 προκείμενοι Bpr. ἐδείκνυσαν aP 20 ἐν Κατηγορίαις] c. 10 p. 11 b 38 sq. 20. 21 ταὐτὰ Α 21 ante ὧν add. δι’ A οὐδὲ alterum superscr. B 22 ταυτὸν Bpr.: τὰ αὐτά aP ἐκκείμενα aP: ἐγκείμενά ABD 23 post ἄμεσα add. καὶ P 24 οἷον superscr. P2 25 ἐναντίον Α σημαίνοντα omisso γε B 26 ἕτερα om Β 27 αὐτῶν libri 28 οὔ (add. P2). ὅτι ἦν ταῦτα ἕτερα ἀλλήλων, quae verba a librario ad vs. 26 aberrante inserta videntur, aABP: ὅτι—σομφόν (29) cm. D γρ οι ἢ alterum in ras. P2 29 ὃ ἄλλο D ἃ superscr. P2)

102
τῶν ἐν χρώμασιν ἐναντίων ἐστὶ μεταξύ. καθόλου γάρ, ἄν τε τῶν μὲν ᾖ τι ἐναντίων τῶν δὲ μή, ἄν τε τῶν μὲν πλείω τῶν δὲ ἓν ᾖ ἢ ὅλως διαφέροντα καὶ μὴ τὰ αὐτά, ὁμώνυμα ἔσται τὰ ἐν ταῖς τοιαύταις διαφοραῖς ἐναντία.

[*](p. 106 b 13)

Πάλιν ἐπὶ τοῦ κατ’ ἀντίφασιν ἀντικειμένου.

Παραδοὺς ἡμῖν τόπους τῆς τῶν ὁμωνύμων εὑρέσεως ἀπὸ τῶν ἐναντίων, πάλιν ἀπὸ τῶν κατ’ ἀντίφασιν ἀντικειμένων παραδίδωσι, καί φησιν ‘εἰ τὸ κατ’ ἀντίφασίν τινι ἀντικείμενον πολλαχῶς λέγεται, καὶ αὐτὸ πολλαχῶς᾿. οἷον εἰ τὸ μὴ βλέπειν πλεοναχῶς λέγεται, καὶ τὸ βλέπειν πλεοναχῶς ῥηθήσεται· λέγεται δὲ τὸ μὴ βλέπειν πλεοναχῶς· καὶ γὰρ τὸ μὴ ἔχειν ὄψιν σημαίνει καὶ τὸ μὴ ἐνεργεῖν τῇ ὄψει· καὶ τὸ βλέπειν ἄρα σημαίνει καὶ τὸ ἔχειν ὄψιν καὶ τὸ ἐνεργεῖν τῇ ὄψει. δεῖ δὲ προστιθέναι τοῖς κειμένοις ὑποκείμενόν τινα ὅρον· οὕτως γὰρ ἔσται κατάφασις καὶ ἀπόφασις. ὡς δὲ ἐπὶ τοῦ βλέπειν καὶ μὴ βλέπειν, οὕτως καὶ ἐφ’ ἑκάστης αἰσθήσεως ἔστι δεικνύναι τὴν κατάφασιν πλεοναχῶς, ἐπεὶ καὶ ἡ ἀπόφασις οὕτως, καὶ καθόλου ἐπὶ τοῦ αἰσθάνεσθαι· λέγεται γὰρ † τὸ αἰσθάνεσθαί τινος αἰσθητοῦ δι’ αἰσθητηρίου· καὶ τὸ μὴ αἰσθάνεσθαι ἄρα τοσαυταχῶς. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων δύναται λέγεσθαι, ὡς ἐρεῖ. οὗτος μὲν οὖν ὁ τόπος κοινὸς τοῖς ἀντιφατικῶς ἀντικειμένοις πρὸς τὰ ἐναντία. οὐκέτι δὲ ἐπὶ τούτων ἁρμόζουσιν οἱ ἄλλοι, οὗς παρέδωκεν ἐπὶ τῶν ἐναντίων τόπους· οὔτε γὰρ οἷόν τε τῷ τινὶ μέρει τῆς καταφάσεως ἀπόφασιν ἀντικεῖσθαι, οὔτε ἔτι μᾶλλον οἷόν τε † ἀπὸ τῶν ἀμέσων· τὰ γὰρ κατ’ ἀντίφασιν ἀντικείμενα ἄμεσα.

[*](p. 106 b 21)

Ἔτι ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν λεγομένων.

Μεταβέβηκεν ἐπὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα, καὶ λέγει καὶ ἐπὶ τούτων ἂν θάτερον αὐτῶν πλεοναχῶς λέγηται, καὶ θάτερον πλεοναχῶς ῥηθήσεται᾿. εἰ γὰρ τὸ αἰσθάνεσθαι πλεοναχῶς, καὶ τὸ ἀναισθητεῖν στέρησις ὂν τοῦ αἰσθάνεσθαι πλεοναχῶς ῥηθήσεται· λέγεται δὲ τὸ αἰσθάνεσθαι καὶ κατὰ τὴν ψυχήν (τὸ γὰρ συνιέναι τε καὶ νοεῖν αἰσθάνεσθαι λέγετῶ [*](1 ἐν Α post ἐν add. τοῖς D ἐναντίον aAP ἄν τε iterat B ᾖ τι] sc. μεταξὺ 2 ἐναντίων Α: ἐναντίον aBP: ἔναν (supra scripto τ΄) D ante πλείω add. ἦ D πλεῖον Α ᾖ ἢ] ἡ εἰ P 3 ταὐτὰ Μ’ τοιαύταις om. Α 4 εἰλημμένου P post ἀντικειμένου add. ex Arist. σκοπεῖν Β 5 τόπους om. Β 7 πλεοναχῶς utrobique aP λέγεται—πολλαχῶς om. Β 8 οἷον—λέγεται in ras. P 8. 9 καὶ αὐτὸ πολλαχῶς τὸ βλέπειν ῥηθήσεται D 9 δὲ] γὰρ I) post γὰρ add. καὶ Α 10 post ἐνεργεῖν add. τι aP ante τῇ add. ἐν D καὶ τό βλέπειν—ὄψει (11) om. D 11 τῇ om. Α: non liquet P 13 καὶ alterum om. D 14 δεικνύναι ἔστι B 15. 16 τινος—αἰσθητηρίου et quae addunt aB ex sequentibus (vs. 26 sq.) ad defectum supplendum hausta videntur, quem sic supple: πλεοναχῶς· καὶ γὰρ τὸ αἴσθησιν ἔχειν σημαίνει καὶ τὸ ἐνεργείᾳ x003E; cf. p. 103,28 et Top. V 2 p. 129 b 33 16 post αἰσθητηρίου add. καὶ διὰ τοῦ νοός τινος νοητοῦ aB 16. 17 τὰ αὐτὰ δὲ ταῦτα aABP: ταῦτα δὲ D 18 οὖν om. I) 21 fort. ἐπὶ τῶν ἀμέσων <τε om. Βεἶναί τι ἀνὰ μέσον> ἐμμέσων Α 24 στέρησιν καὶ ἕξιν BD Arist.: Inv. ord. aAP 27 ὂν] 28 τὴν om. D τε om. B)

103
ταὶ) καὶ κτὰ τὸ σῶμα τὸ δι’ αἰσθητηρίου αἰσθητοῦ τινος ἀντιλαμβάνεσθαι· καὶ τὸ ἀναισθητεῖν ἄρα καὶ ἐπὶ τοῦ μὴ συνιέντος καὶ ἐπὶ τοῦ μὴ ἀντιλαμβάνομένου αἰσθητοῦ τινος δι’ αἰσθητηρίου ῥηθήσεται. ὅτι δὲ καὶ ἐπὶ τῆς ψυχῆς τὸ αἰσθάνεσθαι καὶ ἀναισθητεῖν καὶ ἐπὶ τοὺ σώματος ὡς ἕξις καὶ στέρησις ἀντίκειται, ἔδειξεν εἰπὼν ἑκατέραν τῶν εἰρημένων αἰσθήσεων ἔχειν τὸ ζῷον· τὸ δὲ πεφυκός τι ἔχειν, ὅτε πέφυκεν ἔχειν, εἰ μὴ ἔχει, ἐστέρηται αὐτοῦ· διὰ τοῦτο γὰρ ἐπὶ τοῦ τοίχου τὸ ἀναισθητεῖν οὐ κατηγορεῖται, ὅτι μὴ πέφυκεν αἰσθάνεσθαι, ἢ εἰ λέγοιτο, οὐχ ὡς στερητικὸν ἄν ἐπ’ ἐκείνου λέγοιτο ἀλλ’ ὡς ἀποφατικόν. εἴη δ’ ἄν αὐτῷ δεικτικὸν τοῦτο τοῦ εὐλό|γως τούτῳ τῷ παραδείγματι κεχρῆσθαι τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων. ἅμα δὲ διὰ τῆς προσθήκης ταύτης ἔδειξε διὰ πάντων τῶν εἰδῶν τοῦ ἀντικειμένου ὅτι, ὅταν κατὰ πάντα τὰ σημαινόμενα ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον ἀντικείμενον ᾖ αὐτῷ, τότε πλεοναχῶς ῥηθήσεται καὶ αὐτό, λύων τῇ τοιαύτῃ προσθήκῃ τὴν δυναμένην ἔνστασιν ἐπὶ τῶν ἐναντίων ἢ πρὸς τὸν πρῶιον τόπον ἢ πρὸς τὸν δεύτερον ὡς ἀλλήλων ὄντας ἀναιρετικοὺς φέρεσθαι. ἧς ἐμνημόνευσα. εἰπὼν δὲ καὶ περὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, οὐκέτι τῶν κατ.ὰ πρός τι ἀντικειμένων ἐμνημόνευσε· πρόδηλον γὰρ ἐπ’ ἐκείνων ἀπ’ αὐτοῦ τοῦ τῶν πρός τι λόγου ὅτι ἀνάγκη, ἄν θάτερον αὐτῶν λέγηται πλεοναχῶς, καὶ θάτερον οὕτω λέγεσθαι, ἐπεὶ τοῖς πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. διό, ἐπεὶ τὸ φιλητὸν πλεοναχῶς, καὶ ἡ φιλία τοσαυταχῶς εἴη ἄν φιλία πρὸς φιλούμενον. ἔτι δὲ φανερώτερον, ἐπεὶ ἡ ἐπιστήμη διχῶς, καὶ δυνάμει καὶ ἐνεργείᾳ, καὶ τὸ ἐπιστητὸν ἰσαχῶς. ὁ αὐτὸς καὶ ἐπὶ τῆς αἰσθήσεως λόγος. ἔτι εἰ τὸ ὑπερέχον πολλαχῶς καὶ γὰρ κατὰ ποσὸν καὶ κατά τινα δυ;ναμιν ἢ ἕξιν ἢ ἐνέργειαν), καὶ τὸ ὑπερεχόμενον ἰσαχῶς ἔσται λεγόμενον. καὶ ἐπεὶ τὸ κινητὸν πολλαχῶς καὶ γὰρ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ ἐν τῷ ποῦ), καὶ ἡ κίνησις πλεοναχῶς. ἀλλὰ καὶ εἰ ἡ ἕξις καὶ ἔχοντος καὶ ἐχομένου, καὶ τὸ ἑκτὸν πολλαχῶς.

[*](p. 106 b 29)

Ἔτι ἐπὶ τῶν πτώσεων ἐπισκεπτέον.

Πτώσεις λέγουσι κοινότερον καὶ τὰς ὁπωσοῦν ἐγκλίσεις τε καὶ ἐκ- [*](1 τὸ alterum aP: om. ABD 2 ἀναίσθητον aP 3 δι’ αἰσθητηρίου ῥηθήσεται] ἀντιλαμβάνεσθαι καὶ τὸ ἀναισθητεῖν ἄρα (e vs. 1.2) Α 4 αἰσθάνεσθαι] αἰ in ras. D 5. 6 αἴσθησιν Α 6 τὰ ζῷα Arist. (sed τὸ ζῷον Cou) ὅτι Α 7 ἔχοι aAP διὰ τούτου Α post γὰρ add. καὶ D ἀναισθητεῖν D cf. vs. 2: ἀναίσθητον aABP 9 αὐτὸ Β 12 διὰ—ἀντικειμένου om. P 14 τῆ τοιαύτη λύων Β δυναμένην aBP: γενομένην AD 16 φέρεσθαι om. signo defectus appicto P ἐμνημόνευσα (sc. p. 101,1 sq.) D: ἐμνημόνευσεν aABP 17 ante πρός add. τὸ B 18 ἐμνημόνευσε] υσε in ras. P 19 πλεοναχῶς λέγηται Β post alterum quoque θάτερον add. αὐτῶν D 21 τοσαυταχῶς καὶ ἡ φιλία Β 23 ὁσαχῶς Bpr. 25 ἢ ἐνέργειαν om. P ἐστι a et in las. P 26 post γὰρ add. καὶ D 27 εἰ om. aP καὶ (post ἕξις) om D 28 πλεοναχῶς a 29 post ἔτι add. δὲ AB Arist. (om. C) 30 πτώσεις—διαφέροντα δέ (p. 104,2) Suidas sub v. πτώσεις καὶ prius om. D)

104
φοράς· οὐ μὴν καὶ νῦν οὕτως, ἀλλὰ ἔστι σύστοιχα καὶ πτώσεις καὶ παρώνυμα, παρακεῖσθαι μὲν ἀλλήλοις δοκοῦντα διαφέροντα δέ. σύστοιχα μὲν γὰρ λέγεται ἀλλήλοις καὶ τὰ ὁμοίως ἔχοντα πρός τινα, ἃ καὶ κατ’ ἀναλογίαν εἴη ἄν, ὡς τὰ τοιαῦτα ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὑφ’ αὑτά· ὁμοίως καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητόν· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὧν ἐστι. σύστοιχα λέγουσι καὶ πάντα τὰ ἀπό τινος παρωνομασμένα ἀλλήλοις τε καὶ ἐκείνῳ ἀφ’ οὗ παρωνόμασται, οἷον ἀπὸ τῆς δικαιοσύνης παρωνόμασται ὁ δίκαιος καὶ τὸ δίκαιον καὶ τὸ δικαίως· ταῦτα δὴ καὶ ἀλλήλοις ἐστὶ σύστοιχα καὶ αὐτῇ τῇ δικαιοσύνῃ. παρώνυμα δὲ μόνα τὰ ἀπό τινος παρωνομασμένα ἐκείνῳ λέγουσιν ᾧ παρωνόμασται, ἀλλ’ οὐκ ἀλλήλοις, οὐδὲ ἐκεῖνο τούτοις· τῇ γὰρ γραμματικῇ ὁ γραμματικός, οὐκέτι δὲ καὶ ἡ γραμματικὴ τῷ γραμματικῷ. πτώσεις δὲ ἰδίως τὰ οὕτως παρά τινα ἐσχηματισμένα ὡς τὸ γραμματικῶς· πτῶσις γὰρ τοῦτο τοῦ γραμματικόν· ὁμοίως τὸ δικαίως, μουσικῶς φρονίμως, ἀνδρείως· πτώσεις γὰρ ταύτα τοῦ δίκαιον, <μουσικόν,> φρόνιμον, ἀνδρεῖον. ἔστι δὴ ὁ παραδιδόμενος τόπος τοιοῦτος· ἄν ἡ πτῶσίς τινος ᾖ ὁπωσοῦν λεγομένη πλεοναχῶς, καὶ αὐτὸ πλεοναχῶς, καὶ εἰ αὐτό, καὶ ἡ πτῶσις. οἷον ἐπεὶ τοῦ δίκαιον τὸ δικαίως πτῶσις, ἄν τὸ δικαίως πλεοναχῶς, καὶ τὸ δίκαιον, καὶ ἔμπαλιν. λέγεται δὲ τὸ δικαίως πλεοναχῶς· ὄ τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην κρίνας καὶ τὸ δόξαν αὐτῷ δίκαιον εἷναι ἀποφηνάμενος δικαίως λέγεται κεκρικέναι, κἀν μὴ ὄντως δίκαιον ᾖ τοῦτο· λέγεται δικαίως κεκρικέναι καὶ ὁ ὡς δεῖ κρίνας· ἀλλὰ καὶ ὁ τῷ νόμῳ πεισθείς, κἄν μὴ τὸ ταῖς ἀληθείαις δίκαιον οὕτως ἔχῃ. καὶ τὸ δίκαιον οὖν τῶν πλεοναχῶς λεγομένων καὶ τοσαυταχῶς· καθ’ ἕκαστον γὰρ τῶν δικαίως· τό τε γὰρ κτὰ τὴν ἑαυτοῦ γνώμην καὶ τὸ ὡς δεῖ δίκαιον τοιοῦτον καὶ τὸ νόμιμον. καὶ δῆλον ὅτι ἀντιστρέψει ὁ τόπος· καὶ γὰρ εἰ αὐτὸ πάλιν πλεοναχῶς τὸ δίκαιον, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ, τὸ δικαίως, πλεοναχῶς. πάλιν τοῦ ὑγιεινὸν πτῶσις τὸ ὑγιεινῶς· εἰ δὴ τὸ ὑγιεινὸν πολλαχῶς, καὶ τὸ ὑγιεινῶς πολλαχῶς· εἰ γὰρ ὑγιεινὸν λέγεται [*](1 σύστοιχα—γραμματικῷ (13) Suidas sub v. σύστοιχα 3 καὶ alterum om. B 4. 5 ἑκάτερον—αὑτά] cf. p. 71,5. 6 5 ἔχει D πρὸς τὰ—ἔχει (6) om. AD ὑφ’ αὑτὰ aP: ὧν ἐστι σύστοιχα (translata e vs. 6) Β 7 λέγουσι] δὲ Α ἀπό τινος] ὁμοίως Suid. ἐκείνῳ] ᾦ in ras. P2 9 καὶ (ante utrumque τὸ) om. aP οὖν pro tertio καὶ D 11 ἐκείνω corr. ex ἐκεῖνα Β λέγουσιν] λέγουσι δὲ Α ἀλλ’ οὐκ ἀλλήλοις superscr. D ἐκεῖνο scripsi: ἐκεῖνα libri et, Suid. 12 ὁ γραμματικός] ἡ γραμματική Α 13 πτώσεις—πλεοναχῶς (28) Suidas sub v. πτώσεις ἰδίως τὰ scripsi: inv. ord. libri et omisso οὕτως Suid. περὶ Β 14 τοῦτο om. Β 15. 16 x003E; φρόνιμον, ἀνδρεῖον scripsi: καὶ μουσικὸς καὶ φρόνιμος καὶ ἀνδρεῖος Suidas: ἀνδρεῖον, φρόνιμον libri 16 δὴ aBP Suid.: δὲ Α: δὴ οὑν D 17 καὶ αὐτὸ πλεοναχῶς AD Suid.: om. aBP καὶ εἰ αὐτὸ et in contextu P1 et in mrg. P4 post εἰ αὐτὸ add. πλεοναχῶς a 18 ἐπὶ aP τοῦ δικαίου Β δικαίως prioris ὡς in ras. P2 19 καὶ τὸ—πλεοναχῶς om. D 20 ὅ τε] ὅταν Α αὐτοῦ P αὐτῷ a 22 ὡς corr. ex εἷς, ut videtur, Β 23 ante οὕτως add. καὶ D 23. 24 τὸ δικαίως P 25 αὐτοῦ aP 26 δίκαιον om. P ante τοιοῦτον add. τὸ aB 28 δίκαιον D τοῦ ὑγιεινόν D: τὸ ὑγιεινὸν Α: τοῦ ὑγιεινοῦ aBP τοῦ ὑγιεινῶς A 29 εἰ γὰρ—οὖρα (p. 105,2) Suidas sub v. ὑγεία post γὰρ add. τὸ a)
105
τὸ μὲν ὡς ποιητικόν ὑγείας, ὡς φάρμακον, τὸ δὲ φυλακτικόν, ὡς δίαιτα, τὸ δὲ σὴ μαντικόν, ὡς χρῶμα, σφυγμός, εὔπνοια, οὖρα, ἔσται καὶ τὸ ὑγιεινῶς τὸ μὲν ποιητικῶς, ὡς τὸ θεραπεύεσθαι, τὸ δὲ φυλακτικῶς, ὡς τὸ ὑγιεινῶς διαιτᾶσθαι, τὸ δὲ σημαντικῶς, ὡς τὸ ὑγιεινῶς ἀναπνεῖν. οὐκέτι μέντοι ἀναγκαῖόν ἐστιν, εἰ ταῦτα πλεοναχῶς, καὶ τὴν ἕξιν, τὴν ὑγείαν, ἀφ’ ἧς ταῦτα παρωνόμασται καὶ ἔστιν ἀλλήλοις τε κἀκείνῃ σύστοιχα), λέ- γεσθαι πλεοναχῶς· οὐ γάρ, εἰ τὸ ὑγιεινῶς πολλαχῶς, ἤδη καὶ ἡ ὑγεία· ὥστε οὐ τὸ ἐπὶ τῶν πτώσεων ἤδη τοῦτο καὶ ἐπὶ τῶν συστοίχων. εἰπὼν δὲ εἰ τὸ ὑγιεινὸν πλε|οναχῶς, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ πλεοναχῶς, ὁμοίως φησὶν ἕξειν καὶ ἐπὶ τῶν ἄλλων· οὐ γὰρ ἐπὶ τῶν εἰρημένων μόνον παραδειγμάτων, ἄν ἡ πτῶσις πλεοναχῶς, καὶ αὐτὸ x003E;, ὡς εἶπε κατὰ τὴν ἀρχὴν τῆς τοῦ τόπου παραδόσεως, καὶ ἀνάπαλιν, ἄν αὐτὸ πλεοναχῶς, καὶ ἡ πτῶσις. αὐτὰ μὲν οὖν ἔσται τὰ οὕτως ἔχοντα, ὡς τὸ δίκαιον, τὸ ὑγιεινόν, τὸ μουσικόν, τὸ ἀνδρεῖον· πτώσεις δὲ τούτων τὸ ἀνδρείως, τὸ δικαίως, τὸ ὑγιεινῶς, τὸ μουσικῶς. ἐν ὁποτέρῳ ἄν οὗν φανερὸν ᾖ τὸ πολλαχῶς, ἀπὸ τούτου δεικνύοιτο ἂν καὶ τὸ λοιπόν.

[*](p. 107 a 3)

Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν κατὰ τοὔνομα κατηγοριῶν, εἰ ταὐτά ἐστιν ἐπὶ πάντων.

Δεῖν φησιν ἐπισκοπεῖν καὶ τὰ γένη τῶν κατηγοριῶν, ὑφ’ ἅς ἐστι τὰ ὑπὸ ταὐτὸν ὄνομα, τοῦτ’ ἔστι τὰς κατηγορίας· ταῦτα δέ ἐστι τὰ ἀνωτάτω γένη. δεῖν δέ φησι καὶ τὰς τῶν σημαινομένων ὑπὸ τῶν ὀνομάτων τῶν προκειμένων κατηγορουμένας κατηγορίας ἐπισκοπεῖν, εἰ κατὰ πάντων τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων αἱ αὐταὶ κατηγοροῦνται· ἂν γὰρ ὑπὸ πλείους κατηγορίας ᾗ τὰ σημαινόμενα ὑπ’ αὐτοῦ καὶ πλείους αὐτοῦ κατηγορῶνται, ὁμώνυμον ἔσται, ὡς ἐπὶ τοῦ ἀγαθοῦ. τὸ γὰρ ἀγαθὸν ποτὲ μὲν τὸ ποιεῖν, ὥς φησι, σημαίνει· ἔστι γάρ τινα ἀγαθὰ ὡς ποιητικά· λέγεται γὰρ τὸ ἀγαθοῦ ποιητικὸν ἀγαθόν, οἷον τὸ ὑγείας ποιητικὸν ἢ τὸ ἡδονῆς καὶ ὅλως τὸ ὠφέλιμον· τὸ γὰρ ἐν τῷ ἐδέσματι ἀγαθὸν ὡς ποιητικὸν ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν ὑπὸ τὴν τοῦ ποιεῖν κατηγορίαν. ποτὲ δὲ τὸ ποιόν, ὡς ἐπὶ ψυχῆς· ὅταν γὰρ κατηγορήσωμεν τὸ ἀγαθὸν ψυχῆς λέὡς [*](1 ὡς (post μὲν) om. Suid. ante φάρμακον add. τὸ aABP Suid.: om. D 2 ante δίαιτα add. ἡ Suid. ante εὔπνοια ras. 1 — 2 lit. P 3 ante θεραπεύεσθαι α prius in ras. D add. φυλακτικὸν Β 4 ὡς τὸ prius D: ὡς ἐπὶ τοῦ aABP (τ)ὸ δέ in ras. D 5 ἀναγκαῖόν] ον in ras. 2 6 κἀκεῖνα Α 7 πλεοναχῶς (ante ἤδη) D 9 εἰ om. D ὑγιεινῶς Α 10 post πλεοναχῶς add. εἰ τό ὑγιεινὸν πλεοναχῶς aP φησὶν ὁμοίως P 11 μόνων aP 11. 12 καὶ αὐτό πλεοναχῶς addidi 12 καὶ scripsi: ἀλλὰ aD et ante ras. 2 — 3 lit. P: ἀλλ’ ΑΒ 13. 14 ἀνάπαλιν] ἅπα in ras. D 14 τὸ ὑγι, initium folii, periit in D: multae eiusdem folii —p. 107,11 οξύ) litterae perierunt, id quod non semper notavi ἀνδρείως Β 16 πλεοναχῶς D 18 εἰ—πάντων om. Β 111 ὑφ᾿—σημαινομένων (21) om. initio paginae P post ἅς add. τε Α ἐστι om. D 20 ὄνομα aB: ὀνόματα AD 22 σκοπεῖν P 26 σημαίνη aP ἔσται Β ἀγαθὰ in ras. D 30 ὅτε γὰρ κατηγορήσομεν A ante ψυχῆς add. τῆς aBP)

106
γοντες αὐτὴν ἀγαθήν τὸ ποιὰν αὐτὴν εἶναι σημαίνομεν οἷον σώφρονα ἢ ἀνδρείαν ἢ δικαίαν· ποιότητος δὲ παρουσία τὰ ποιὰ ποιά· ὥστε, εἰ ποιὰ ἡ ψυχὴ τῇ τούτων παρουσίᾳ, ποιότητες ταῦτα· ὁμοίως καὶ ἀνθρώπου ὅταν τὸ ἀγαθὸν κατηγορήσωμεν, τὸ ποιὸν αὐτὸν εἶναι σημαίνομεν, σώφρονα, ἀνδρεῖον, δίκαιον, φρόνιμον. ἐνίοτε δὲ τὸ ἀγαθὸν τὸ ποτὲ σημαίνει· τὸ γὰρ ἐν τῷ προσήκοντι καιρῷ γινόμενον ἀγαθὸν λέγεται. σημαίνει δέ ποτε τὸ ἀγαθὸν καὶ τὸ ποσόν· τὸ γὰρ μέτριον καὶ μήτε ὑπερβάλλον μήτε ἐνδέον εἴη ἂν ποσόν, καθ’ ὅσον τοσοῦτόν τι λέγεται. λέγεται καὶ ὡς οὐσία τι ἀγαθόν, ὡς θεὸς καὶ νοῦς. λέγεται καὶ ὡς πρός τι· τὸ γὰρ σύμμετρον οὕτως ἀγαθόν. ἔστι τι ἀγαθὸν καὶ ἐν τῷ πάσχειν ὡς τὸ θεραπεύεσθαι καὶ διδάσκεσθαι. ἐστι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ ἐν Ἑλλάδι εἶναι, τὸ ἐν ὑγιεινοῖς χωρίοις εἶναι, τὸ ἐν ἡσυχίαν ἄγουσιν ἢ εἰρήνην. εἴη δ’ ἄν καὶ ἐν τῷ κεῖσθαι, ὡς ὅταν, ᾧ μὲν λυσιτελὲς τὸ καθέζεσθαι, καθέζηται, ᾧ δὲ τὸ ἀνακεῖσθαι, ἀνακείμενος ᾖ, ὡς τῷ πυρέττοντι φέρε εἰπεῖν. ἐπεὶ οὖν τὰ δέκα γένη κατὰ τοῦ ἀγαθοῦ κατηγορεῖται, δῆλον ὅτι ὁμώνυμον τὸ ἀγαθόν. ὁμοίως δειχθήσεται καὶ τὸ λευκὸν ὁμώνυμον· τὸ μὲν γὰρ ἐπὶ τοῦ σώματος λεγόμενον τὸ λευκὸν χρῶμα σημαίνει, ὅπερ ἐστὶν ὑπὸ τὴν ποιότητα, τὸ δὲ ἐπὶ τῆς φωνῆς τὸ ποιεῖν· λευκὴ γὰρ λέγεται φωνὴ ἡ εὐήκοος· εὐήκοος δέ ἐστιν ἡ τὴν ἀκοὴν σφοδρῶς καὶ ταχέως ἀλλοιοῦσα. ὁμοίως καὶ τὸ ὀξὺ δεικνύοιτ’ ἄν ὁμώνυμον· οὐ γὰρ πάντα ὧν κατηγορεῖται ὑπὸ ταὐτόν ἐστι γένος. τὸ μὲν γὰρ ἐν φωνῇ ὀξὺ ὑπὸ τὸ ποιεῖν, εἴ γέ ἐστιν ὀξεῖα φωνὴ ἡ ταχεῖα· ταχὺ γὰρ τὸν ἀέρα τέμνει τε καὶ διαιρεῖ ἡ τοιαύτη πληγή τε καὶ φωνή· ταχεῖα γὰρ ἡ κίνησις αὐτῆς. φασὶ γὰρ οἱ περὶ τοὺς ἀριθμοὺς ἁρμονικοί (οὖτοι δέ εἰσι τῶν Πυθαγορείων οἱ μάλιστα περὶ τὰ μαθήματα γεγυμνασμένοι· περὶ τοὺς ἀριθμοὺς δὲ ἂρ· μονικοὶ οἱ τὰς ἁρμονίας κατὰ σύνθεσιν ἀριθμῶν ποιοῦντες· πάντα γὰρ ἀνάγοντες εἰς τοὺς ἀριθμοὺς καὶ τὰς ἁρμονίας ἀνῆγον), οὗτοι δὴ λέγουσιν ὅτι πληγῆς πρὸς τὸν ἀέρα γινομένης καὶ κινήσεως δι’ αὐτὴν τοῦ ἀέρος οἱ ψόφοι γίνονται, ὧν εἰσι καὶ αἱ φωναί· ἀλλὰ ταχείας μὲν τῆς κινήσεως γινομένης ἐν ἀριθμῶν ἀναλογίᾳ τοιᾷδε ὀξὺς ὁ ψόφος· γίνεται δὲ τοιαύτη ἡ [*](1 ἀγαθὴν ABD: ἀγαθὸν aP εἶναι αὐτὴν Β ἢ om. P 2 ἡ om. P τὰ superscr. Β ὥστε—ταῦτα (3) om. D 4 post ὅταν, quod peiiit. in D, add. γὰρ ΑΒ 5 φρόνιμον, δίκαιον Β τῶ γὰρ Α 6 γινόμενον Α: γενόμενον aBDP δέ om. P τὸ superscr. B 7 μήτε prius D: μὴ aABP ἐνδέον] ἐν δὲ Α 8 λέγεται alterum om. P ante καὶ add. δὲ Α 9 καὶ prius om. P post λέγεται add. δὲ A 10 τὸ] ἐν τῷ Β 11 τοῦ om. Α 12 aute ἡσυχίαν add. τοῖς Β ἡσυχία—εἰρήνη Α ἄγουσιν D: ἔχουσιν aABP 18 ὡς· D: om. aABP λυσιτελέστατον Β post καθέζεσθαι add. καὶ P καθέζηται AP: κάθηται aB: κα . . . D 15 κατὰ om. aP 16 ὁμοίως—ὁμώνυμον (20) Suidas sub v. λευκόν καὶ om. Α 17 ὑπὸ] ἐπὶ Α 18 post φωνῆς νῆς periit in D) add. ὑπὸ a, superscr. P2 λέγεται γὰρ φωνὴ λευκὴ Α 21 γὰρ om. A 22 post ὀξεῖα add. ἡ Α 23 φασὶν omisso γὰρ A 26 ἁρμονικὰς Α συνθέσεις D 28 πρὸς scripsi cf. De an. I 8 p. 419 b 20: περὶ libri γενομένης aP et post πληγῆς transpositum Β αὐτῆς aB 30 λεγομένης ἐν ἀριθμῶ ἀναλόγως Α ἡ τοιαύτη omisso δὲ Α)
107
ψόφος, ὥσπερ καὶ ἀθρόας μὲν καὶ πολλῆς τῆς κινήσεως τοῦ ἀέρος γινομένης μέγας τ·ε καὶ σφοδρὸς ὁ ψόφος, ἠρεμαίας δὲ καὶ ὀλίγης καὶ ὁ ψόφος ἥσυχός τε καὶ μικρός. εἰ οὖν τὸ ταχέως κινεῖν τὸν ἀέρα ποιεῖν ἐστιν, ἡ δὲ ὀξεῖαι φωνὴ ἐν τῷ ταχὺ κινεῖν τὸν ἀέρα τοιαύτη ἐστίν, εἴη ἂν ἐν τῷ ποιεῖν. τὸ δέ γε ἐπὶ τῆς γωνίας πρός τι δηλοῖ· τὸ γὰρ ἔλαττον ἐν τῷ πρός τι· ἔλαττον γάρ τινος· λέγεται δὲ ὀξεῖα γω|νία ἡ ἐλάττων ὀρθῆς. τὸ δὲ ἐπὶ τῆς μαχαίρας ὀξὺ ποιότητός ἐστι δηλωτικόν· τὸ γὰρ σχῆμα ὑπὸ τὴν ποιότητα· κατὰ δὲ τὸ σχῆμα ἡ μάχαιρα ὀξεῖα. καὶ τὸ ὀξυγώνιον δὲ σχῆμα σημαίνει. εἰ οὐν τοῦ ὀξέος τὸ μὲν ὑπὸ τὸ ποιεῖν, τὸ δὲ ὑπὸ τὸ πρὸς τι, τὸ δὲ ὕπο τὸ ποῖον, ομωνυμον το ὀξὺ.

[*](p. 107 a 18)

Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, εἰ ἕτερα καὶ μὴ ὑπ’ ἄλληλα.

Προστίθησι τῷ προειρημένῳ τόπῳ ὄντι ἀπὸ τῶν γενῶν καὶ τοῦτον ὄντα μὲν καὶ αὐτὸν ἀπὸ τῶν γενῶν, οὐ μὴν τὸν αὐτὸν ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ ἦν ἀπὸ τῶν ἀνωτάτω γενῶν, ἃς κατηγορίας λέγει, οὗτος δὲ καθόλου λαμβάνεται, εἰ ὑπὸ διαφέροντα γένη τὰ σημαινόμενα ὑπὸ τοῦ ὀνόματος καὶ μὴ ὑπ’ ἄλληλα. ἔσται γὰρ τῶν πολλαχῶς λεγομένων, εἰ οὕτως ἔχοι· οὐ γὰρ μόνα τὰ ὑπὸ διαφόρους κατηγορίας ὁμώνυμα, ἀλλὰ κἀν ὑπὸ μίαν ᾖ κατηγορίαν τὰ σημαινόμενα ὑπὸ τοῦ ὀνόματος, ὑπὸ μέντοι διαφέροντα γένη τῶν ὑπὸ τὴν αὐτὴν κατηγορίαν ὄντων ἕκαστον αὐτῶν, εἰ καὶ μὴ εἴη τὰ γένη ταῦτα ὑπ’ ἄλληλα, καὶ οὕτως ὁμώνυμα φησὶ γὰρ δεῖν ἐπιβλέπειν τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, τοῦτ᾿ ἔστιν ἐν τίσιν ἐστὶ γένεσι τὰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαινόμενα, κἄν ᾖ τὰ γένη αὐτῶν ἕτερα καὶ μὴ ὑπ’ ἄλληλα, ἡγεῖσθαι τὸ ὄνομα ὁμώνυμον εἶναι τὸ τῶν τοιούτων σημαντικόν. εἰ μὲν γὰρ καθ’ ὧν τὸ ὄνομα ἀληθεύεται, ἐν πλείοσιν εἴη γένεσιν ὑπαλλήλοις μέντοι, οὐκ ἀνάγκη τῶν πολλαχῶς αὐτὸ λεγομένων εἶναι. κατὰ γὰρ οὗ ὁ κόραξ τὸ ὄνομα κατηγορεῖται, καὶ ὑπὸ τὸ ὄρνεον ἐστιν ὡς γένος καὶ ὑπὸ τὸ ζῷόν ἐστι, καὶ οὐ γίνεται τὸ ὄνομα ὁ κόραξ κατὰ τοῦτο ὁμώνυμον· ὅ τε γὰρ εἰπὼν ὄρνεον καὶ ζῷον λέγει καὶ ὁ ζῷον πτηνὸν δίπουν πάλιν ὄρνεον· διὸ καὶ ἀμφότερα τὰ γένη τοῦ αὐτοῦ κατηγορεῖται. ὁ μέντοι ὄνος, ἐπεὶ καθ’ ὧν ἀληθεύεται, ταῦτα ὡς ὑπὸ γένη [*](1 τῆς om. Α ὁ om. P 2. 3 γινομένης τοῦ ἀέρος A γενομένης aP 3 ἠρεμίας aP 4 ἡσύχιός Β 5 ἐστίν om. aB 6 γε om. D post γωνίας add. τὸ aB δηλοῖ] δη in ras. D 7 ἔλαττον γάρ τινος om. P 9 ad μάχαιρα in mrg. add. οὐχ ὁ σίδηρος γὰρ τέμνει, ἀλλὰ τὸ τοιόνδε σχῆμα τῆς μαχαίρας P4 ὀξύγωνον aAP 12 σκοπεῖν—αὐτῶν (p. 109,9) om. D, in quo excidit folium ταὐτὸ aP 13 μὴ om. A 19 ἔχει Β 21. 22 αὐτῶν ᾖ καὶ μὴ ᾖ conicio 22 ἐπάλληλα Α 23 ταυτὸν aP ἐστὶ om. Β 23. 24 γένεσις omisso τὰ A 24 ταυτοῦ aP 25 τὸ alterum om. aP 27 οὐκ ἀνάγκη aBP: οὐκέτι A 28 κατηγορεῖται τὸ ὄνομα A 21) ἐστι. καὶ (καὶ superscr. P) οὐ γίνεται aP: ἐστιν. οὐ γίνεται οὑν AB ὁ superscr. P 30 εἶπεν a 31 post πάλιν fort. καὶ addendum cf. p. 108,5 32 ὁ P: τὸ aAB)

108
ἐστὶ τό τε ζῷον καὶ τὸ σκεῦος, καὶ οὐκ ἔστι ταῦτα ὑπ’ ἄλληλα· ἓν μὲν γὰρ αὐτῶν κοινὸν γένος καὶ μία κατηγορία κοινή, ἡ οὐσία, ἀλλ’ ὅτι τὰ ἐν οἷς ἐστι προσεχέσι γένεσι τὰ σημαινόμενα ὑπὸ τοῦ ὄνου, διαφέροντά τέ ἐστιν ἀλλήλων καὶ οὐχ ὑπ’ ἄλληλα, διὰ τοῦτο ὁ ὄνος τὸ ὄνομα ὁμώνυμον. οὔτε γὰρ ὁ σκεῦος εἰπὼν καὶ ζῷον λέγει, οὔτε ὁ τὸ ζῷον καὶ σκεῦος· ὥστε οὐχ ὑπ’ ἄλληλα. καὶ ὁ κόραξ, ὅταν μὴ μόνον ἐπὶ τοῦ ζῴου λεγόμενος λαμβάνηται, ὑπὸ διαφέροντα γένη ἔσται· τὸ μὲν γὰρ ὑπὸ τὸ ζῷον γένος, τὸ δὲ ὑπὸ τὸ ὄργανον.

[*](p. 107 a 32)

Σκοπεῖν δὲ μὴ μόνον ἐπὶ τοῦ προκειμένου εἰ ἕτερα τὰ γένη καὶ μὴ ὑπ’ ἄλληλα.

Δεῖν φησι μὴ μόνον ἐπὶ τοῦ προκειμένου ζητεῖν εἰ τὰ σημαινόμενα ὑπ’ αὐτοῦ ἑτέρων ἐστὶ γενῶν καὶ μὴ ὑπ’ ἄλληλα, ἀλλὰ καί, εἰ ἐναντίον ἐστί τι τῷ προκειμένῳ, καὶ ἐπ’ ἐκείνου ταὐτὸ ζητητέον, εἰ τὰ ὑπ’ αὐτὸ ἑτέρων γενῶν ἐστι καὶ μὴ ὑπ’ ἄλληλα ὄντων. δεικνύοιτο γὰρ ἂν οὕτως ἐκεῖνο τῶν πολλαχῶς λεγομένων· εἰ δὲ ἐκεῖνο δειχθείη πολλαχῶς λεγόμενον, ἔσται καὶ τὸ προκείμενον δεδειγμένον ὅτι ὁμώνυμόν ἐστι, τῷ κεῖσθαι ἡμῖν. ἂν τὸ ἐναντίον τινὶ πολλαχῶς λέγηται, κἀκεῖνο τῶν πολλαχῶς λεγομένων εἶναι. εἰ γὰρ εἴη ζητούμενον περὶ τοῦ ἀμβλέος εἰ τῶ.ν πολλαχῶς λεγομένων ἐστί, τὸ ἐναντίον αὐτῷ λαβόντες, τὸ ὀξύ, καὶ δείξαντες ὅτι καθ’ ὧν τὸ ὀξύ, ταύτα ἐν διαφόροις γένεσίν ἐστι καὶ οὐχ ὑπ’ ἄλληλα οὖσι τὸ μὲν γὰρ ἐν φωνῇ, τὸ δὲ ἐν χυμῷ, τὸ δὲ ἐν μαχαίρᾳ, καὶ ἔστι γένος τοῦ μὲν ψόφος τοῦ δὲ χυμὸς τοὺ δὲ σχῆμα, τοῦ γὰρ ἐν μαχαίρα γένος τὸ σχῆμα, ἃ οὐκ ἔστιν ὑπ’ ἄλληλα), δεδειχότες ἐσόμεθα ὅτι καὶ τὸ ἀμβλὺ ὁμώνυμον· τὸ μὲν γὰρ αὐτοῦ ἐν φωνῇ καὶ ψόφῳ ἔσται, τὸ δὲ ἐν χυμῷ, τὸ δὲ ἐν μαχαίρᾳ τε καὶ σχήματι· τὰ γὰρ ἀλλήλοις ἐναντία ἐν τῶ αὐτῶ δοκεῖ γένει εἶναι.

[*](p. 107 a 36)

Χρήσιμον δὲ καὶ εἰς τὸν ὁρισμὸν ἐπιβλέπειν τὸν ἐκ τοῦ συντιθεμένου γινόμενον.

ὃν παραδίδωσι τόπον, τοιοῦτός ἐστιν. ὅταν ὄνομά τι κατὰ πλειόνων κατηγορῆται, ἄδηλον δὲ ᾖ πότερον ταῦτα τὰ ὑπὸ τὸ κοινὸν ὄνομα ὁμωνύμως ἀλλήλοις λέγεται ἢ συνωνύμως, δεῖ, φησίν, ἕκαστον λαμβάνοντας [*](4. 5 τὸ ὁμώνυμον ὄνομα Α 6 post κόραξ addendum videtur δ’ post μὴ add. ὁμώνυμον Β 7 λεγόμενον Β 8 τὸ (ante ὄργ.) om. P 9 ἐπὶ τοῦ προκειμένου εἰ aABP(C): εἰ τοῦ προκειμένου Arist. 11 ζητεῖν aBP: σκοπεῖν Α 13 ταὐτὸ B: ταυτὸν aP: ταῦτα Α 14 καὶ Α: om. aBP ὄντα Α 15 post τῶν add. μὴ aB 15. 16 πολλαχοῦ λεγόμενον καὶ τὸ προκείμενον ἔσται Β 16 ἐστι aAP: ἔσται B 111 λαβόντες αὐτῶ Β 20 ὑπαλλήλοις P 23 ἃ in ras. P καὶ om. Α 24 ἐν φωνῇ αὐτοῦ aB ante ψόφῳ add. τῷ aB 27 εἰς aABP: τὸ ἐπὶ Arist. (om. Pou) 30 κατηγορεῖται aB 31 δεῖ P: δεῖν a)

109
τούτων, καθ’ ὧν κατηγορεῖται, μετὰ τοῦ κοινοῦ ὐνόματος ὁρίζεσθαι, ἔπειτα ἐκ τῶν ὁρισμῶν τῶν τοῦ συνθέτου τὸν ἴδιον ἑκάστου λόγον τῶν εἰς τὸ κοινὸν ὄνομα προσκειμένων ἀφελόντας ὁρᾶν τὸν καταλειπόμενον λόγον, εἰ ὁ αὐτός ἐστιν ἐν ἀμφοτέροις. εἰ μὲν γὰρ ὁ αὐτός. οὐχ ὁμώνυμον ·ἔσται τὸ ζητούμενον εἰ δὲ μὴ ὁ αὐτός, ὁμώνυμον ἠξίωσε δὲ τοῦ συναμφοτέρου τὸν λόγον λαμβάνειν ὑπὲρ τοῦ τὸ οἰκεῖον ἑκάστῳ τῶν οἷς ὑπάρχει τὸ πολλαχῶς λεγόμενον λαμβάνεσθαι. οἷον ὁ ἄνθρω|πος καὶ κατὰ ἄρρενος καὶ κατὰ θηλείας κατηγορεῖται· ζητοῦντες οὖν εἰ ὁμωνύμως κατὰ τούτων ὁ ἄνθρωπος κατηγορεῖται, ἑκατέρου αὐτῶν μετὰ τοῦ ἄνθρωπος τὸν λόγον λαμβάνομεν, ἄρρενος ἀνθρώπου καὶ θηλείας ἀνθρώπου. ἔστι δὴ τοῦ μὲν ‘ζῷον πεζὸν δίπουν ἐν ἄλλῳ γεννᾶν δυνάμενον᾿, τῆς δὲ ζῷον πεζὸν δίπουν ἐν ᾧ ἕτερον γεννᾶν πέφυκεν᾿. ἂν δὴ ἀφέλωμεν ἀπ’ αὐτῶν τὰ ἴδια τοῦ τε ἄρρενος καὶ τῆς θηλείας (ἦν δὲ τὸ ἐν ἄλλῳ γεννᾶν δύνασθαι καὶ τὸ ἐν ᾧ ἄλλο γεννᾶν δύναται), ἐπεὶ τὸ καταλειπόμενον τὸ ‘ζῷον πεζὸν δίπουν ἐν ἀμφοτέροις ἐστὶ τὸ αὐτό, τοῦτο δὲ ἦν ὁ τοῦ ἀνθρώπου λόγος, οὐ γίνεται ὁ ἄνθρωπος τῶν πολλαχῶς λεγομένων· εἷς γὰρ ὁ τοῦ κοινοῦ φαίνεται λόγος ὤν. ἄν μέντοι ἀφαιρεθέντων ἀπὸ τῶν συνθέτων λόγων τῶν ἰδίων τῶν προσκειμένων τὸ καταλειπόμενον μὴ ταὐτὸν ᾖ, γίνεται τὸ κοινὸν πολλαχῶς λεγόμενον. τὸ γὰρ λευκὸν κατηγορεῖται μὲν καὶ κατὰ σώματος, κατηγορεῖται δὲ καὶ κατὰ φωνῆς· ἂν δὴ λευκοῦ σώματος καὶ λευκῆς φωνῆς ὅρον ἀποδιδόντων ἡμῶν μετὰ τὴν ἀφαίρεσιν τοῦ λόγου, ὃς ἴδιός ἐστι τοῦ σώματος καὶ τῆς φωνῆς, ὁ καταλειπόμενος λόγος ὢν τοῦ λευκοῦ μὴ ὁ αὐτὸς ἐν ἀμφοτέροις ᾖ, ὁμώνυμον τὸ λευκόν. λευκοῦ μὲν οὖν σώματος λόγος ‘μέγεθος τριχῇ διεστὼς ἔχον χρῶμα διακριτικὸν ὄψεως᾿, τῆς δὲ λευκῆς φωνῆς ‘ψόφος ἐμψύχου γινόμενος διά τῶν φωνητικῶν μορίων κατὰ ὁρμὴν εὐήκοος᾿· ὧν λόγων ἂν ἀφέλωμεν τό τε ‘ψόφος ἐμψύχου γινόμενος διὰ τῶν φωνητικῶν μορίων κατὰ ὁρμήν᾿ φωνῆς ὂν ἴδιον καὶ τὸ μέγεθος τριχῇ διαστατόν’ σώματος ὂν δηλωτικόν, τὰ καταλειπόμενα γίνεται ἐν μὲν τῷ τὸ ‘ἔχον χρῶμα διακριτικὸν ὄψεως’, ἐν δὲ τῷ τὸ εὐήκοον, ἃ τοὺ ἐν ἀμφοτέροις λευκοῦ ἐστι δηλωτικά· x003E; ἐπεὶ μὴ ταὐτά ἐστι, τὸ λευκὸν ἄν ἐν τοῖς ὁμωνύμοις εἴη.

[*](1 ὁρίζεται a 2 τὸν om. P ἑκάστου scripsi cf. p. 108,31: ἑκατέρου libri τῶν alterum aBP: τόν Α 3 προσκειμένων aP: προσκείμενον ΑΒ post λόγον nonnulla verba erasit P 4 ὁ prius om. Β 5 ὁ μὴ B 5 τὸ corr. ex τι Β 9 ὁ om. Α 10 et 13 ἄρσενος B 11 πεζὸν alterum superscr. P2 12 δὴ BD: δὲ aAP 15 ταὐτό aP ὁ om. aP 16. 17 λόγος φαίνεται Α 18 προκειμένων aBP μὴ] ὂν P1 οὐ superscr. P2 ut videtur 19 ante σώματος add. τοῦ AD 20 φωνήν Α 21 post ὅρον add. ἢ λόγον D 22 ὢν ABD: ὁ aP 24 ἔχον om. Α 25 ἐμψύχου γινόμενος] ἐμφαινόμενος Α μορίων] ὀργάνων A post κατὰ add. τὴν Α 26 εὐήκοος — ὁρμὴν (27) om. Α 27 διὰ—δηλωτικόν (28) initio paginae om. P post ὁρμὴν add. εὐήκοος (e vs. 26) aB 28 ὂν δηλωτικόν AD: inv. ord. aB 28 et 29 ἐν P: ἓν aABD 29 τῷ τὸ (ante ἔχον) scripsi: τῶ Α: τὸ aBDP ἔχοντι Α τῶ τὸ (ante εὐήκοον) Α: τὸ τὸ D: τὸ aBP 30 δηλωτικά ἐστι λευκοῦ A ἁ addidi ταὐτὸν ΑΒ 31 ἄν siipcrscr. P2 aut P5)
110

Πολλάκις δέ, φησί, καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε καὶ διορισμοῖς τοῖς λαμβανομένοις ἢ τῶν συγκειμένων ἢ ὅλως τούτων, ἃ ζητοῦμεν εἰ πολλαχῶς λέγεται, λανθάνει παρακολουθοῦσα ἡ ὁμωνυμία, ὡς μήπω οὐ δεῖ ἀφίστασθαι, ἀλλὰ ζητεῖν πάλιν καὶ τοῦ ἐν τῷ ὁρισμῷ κοινοῦ λόγου ποῖον τὸ ἴδιον· οὕτως γὰρ εὑρεθήσεται αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. οἷον εἴ τις, ἐπεὶ τὸ ὑγιεινὸν λέγεται καὶ ὡς ποιητικὸν καὶ ὡς σημαντικόν, βουλόμενος τῷ προειρημένῳ τόπῳ χρήσασθαι ὁρίσαιτο τὰ σύνθετα, τό τε ὡς ποιητικὸν ὑγιεινὸν καὶ τὸ ὡς σημαντικὸν ὑγιεινόν, καὶ τοῦ μὲν ἀποδοίη λόγον ‘τὸ συμμέτρως ἔχον πρὸς τὸ ὑγείαν ποιεῖν᾿, τοῦ δὲ ‘τὸ συμμέτρως ἔχον πρὸς τὸ ὑγείαν σημαίνειν᾿, ἐπεὶ τῶν λόγων τούτων ἀφαιρεθέντων τῶν ἰδίων, τοῦ μὲν τοῦ ‘πρὸς τὸ ὑγείαν ποιεῖν᾿, ὃ ἦν τοῦ ποιητικοῦ, τοῦ δὲ τοῦ πρὸς τὸ ὑγείαν σημαίνειν᾿, ὃ ἦν πάλιν τοῦ ὡς σημείου ὑγιεινοῦ, τὸ καταλειπόμενον ἐν ἀμφοτέροις ταὐτόν ἐστι, τὸ συμμέτρως ἔχειν, ὃ ἦν λόγος τοῦ ὑγιεινοῦ οὐ δόξει τὸ ὑγιεινὸν ὁμώνυμον εἶναι ἀλλὰ συνώνυμον, εἴ γέ ἐστιν αὐτοῦ εἷς καὶ ὁ αὐτὸς λόγος. δεῖ οὗν, ὥς φησι, πάλιν καὶ αὐτὸ τὸ συμμέτρως ἔχειν καθ’ ἑκάτερον ζητεῖν τί σημαίνει· οὕτω γὰρ εὑρεθήσεται ἡ τοῦ ὑγιεινοῦ ὁμωνυμία. σημαίνει γὰρ ἐν μὲν τῷ ποιητικῷ τὸ ποσόν· τὸ γὰρ κατὰ ποσὸν σύμμετρον ποιητικὸν ὑγείας· ἐν γὰρ τῇ τοιαύτῃ συμμετρίᾳ τὸ ὡς ποιητικὸν ὑγιεινόν· ἐν δὲ τῷ ὡς σημείῳ τὸ συμμέτρως ἔχον οὐκέτι σημαίνει τὸ τοσοῦτον ἀλλὰ τὸ τοιοῦτον εἶναι, ὡς σημαίνειν τὴν ἕξιν ὅτι τοιαύτη. ὥστε τῶν σημαινομένων ὑπὸ τοῦ συμμέτρου ληφθέντων τῶν ὁρισμῶν μετὰ τοῦ τοῦ συμμέτρου ὁρισμοῦ καὶ τῶν ἰδίων τῶν ὁρισμῶν τούτων ἀφαιρεθέντων οὐ καταλέλειπται ὁ τοῦ συμμέτρου ὅρος· εἰ τοίνυν τὸ τοσοῦτον καὶ τὸ τοιοῦτον διαφέροντα, καὶ τὸ ὑγιεινὸν ὁμώνυμον. οὕτως εὑρίσκοιτ’ ἄν καὶ ὅτι ἡ κίνησις ὁμώνυμος καίτοι δοκοῦσα ἕνα λόγον ἔχειν· λέγεται γὰρ ἐνέργεια εἶναι τοῦ κινητοῦ ᾗ τοιοῦτον. ἀλλ’ ἐπεὶ μηδὲ τὸ κι- νητὸν κατὰ πᾶσαν κίνησιν ταὐτὸν ἀλλὰ ἄλλο καὶ ἄλλο, καθ’ ἣν μὲν τὸ κατ’ οὐσίαν μεταβλητόν, καθ’ ἣν δὲ τὸ κατὰ ποιότητα, καθ’ ἣν δὲ τὸ [*](2 τ(??) λαμβανομένων P συγκειμένων corr. ex ζητουμένων Β 3 λαβθάνη Β 4 ὅτι ABD: ὅ aP 6 ποῖόν τὸ D: ποιεῖν τὸ aABP εὑρεθήσεται αὐτῶν BD: inv. ord. aAP 7 ἐπεὶ aP: εἴποι Α, idemque punctis circumscriptum D: εἴτη Β post, λέγεται add. γὰρ ABD 9 ὡς om. Α 11 ἐπεὶ D: ἐπὶ γὰρ aABP 12 τοῦ (post μὲν et post δὲ) scripsi: τὸ D: om. aABP ὃ] οἷον Β 13 ὃ corr. ex ὅ, ἢν in ras. P 14 τὸ BDP: τῷ aA ἔχον conicio itemque vs. 17 cf. vs. 20 15 post ὑγιεινοῦ add. διὸ D 16 αὐτοῦ ABD: αὐτοὺς aP πάλιν καὶ αὐτὸ postea, ut videtur, add. D1 17 σημαίνει] ημ in ras. P2 18 ὑγιεινοῦ] ἐκείνου A 11) post κατὰ add. τὸ aBP τοιαύτῃ scripsi: τοσαύτῃ libri 20 σημεῖον aP ante συμ. ras. 2 — 3 lit. P ἔχειν Α 21 τὸ alterum om. Α εἶναι post τοσοῦτον transposuit D 22 τῶν σημαινομένων—ὅρος (24) om. P 22. 23 μετὰ τῶν ὁρισμῶν A 23 τοῦ τοῦ D: τοῦ aAB τῶν (om. A) ὁρισμῶν τούτων AD: τούτων ὁρισμῶν aB 24 τοίνυν om. P 25 post οὕτως add. γὰρ B 26 ἄν εὑρίσκοιτο AB ὅτι καὶ Β ἀνάλογον Α: ἕνα λέγειν B 27 μηδὲ scripsi: μήτε libri 28 καὶ ἄλλο D: om. aABP 28.29 τὸ μὲν—τὸ δὲ—τὸ δὲ D 29 post μετάβλητόν addendum videtur καθ’ ἣν δὲ τὸ κατὰ τόπον cf. p. 111,3 ἡ μὲν γάρ φορά)

111
κατὰ ποσόν, ὡς δηλοῖ ἡ ἐνέργεια (ἄλλη γὰρ ἡ τῶν κατ’ εἶδος διαφερόντων τελειότης· τὸ γὰρ δυνάμει καθ’ ἕκαστον τῶν κινητῶν ἄλλο τῷ εἴδει· διὸ καὶ ἡ ἑνέργειά τε καὶ ἡ ἐντελέχεια· ἡ μὲν γὰρ φορά, ἡ δὲ ἀλλοίωσις, ἡ δὲ αὔξησις, ἡ δὲ μείωσις, ἡ δὲ γένεσις, ἡ δὲ φθορά), ἡ δὴ κίνησις ὁμώ- νυμος.

[*](p. 107 b 13)

Ἔτι εἰ μὴ συμβλητὰ κατὰ τὸ μᾶλλον ἢ ὁμοίως.

Καὶ τοῦτον τὸν τό|πον πρὸς τὴν ἐπίκρισίν τε καὶ εὕρεσιν τῶν πολλαχῶς λεγομένων παραδίδωσι, τὸν ἀπὸ τῆς συγκρίσεως. ἐπεὶ γὰρ πάντα τὰ τοῦ αὐτοῦ λόγ·ου τε καὶ εἴδους κοινωνοῦντα συμβλητά ἐστιν ἀλλήλοις καὶ συγκριτικά πάντα γὰρ τὰ τοῦ αὐτοῦ τινος μετέχοντα ἢ ὁμοίως αὐτοῦ μετέχει καὶ ἔστι συμβλητὰ κατὰ τὸ ὅμοιον, οἷον ὡς οἱ κύκλοι πάντες ὁμοίως ἀλλήλοις κύκλοι οἱ τὸν τοῦ κύκλου λόγον ἀναδεχόμενοι· ὁμοίως καὶ οἵ ἄνθρωποι, καὶ ὅλως ἐν οἷς μή ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον, ταῦτα ὁμοίως τοὐ κοινοῦ μετέχει καὶ κατὰ τὸ ὅμοιόν ἐστι συμβλητά· ἐν οἷς δέ ἐστι καὶ τὸ μᾶλλον, δύναται ἡ τούτων σύγκρισις γίνεσθαι μὲν καὶ κατὰ τὸ ὅμοιον, γίνεσθαι δὲ καὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ὡς ἐπὶ λευκοῦ· τὰ γὰρ τοῦ λευκοῦ τοῦ ὡς χρώματος μετέχοντα πάντα ἢ ὁμοίως αὐτοῦ με- τέχει ἢ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ τὰ ὁμοίως δὲ αὐτοῦ μετέχοντα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον συγκριτικά), εἰ δὴ τὰ μετέχοντα τοὺ αὐτοῦ συγκριτικά, τὰ μὴ συγκριτικὰ δῆλον ὅτι οὐκ ἄν μετέχοι τοὺ αὐτοῦ. δεῖ οὖν, φησίν, ἐπιβλέπειν ἐπὶ τὰ ὑπὸ ἑνός τινος ὀνόματος σημαινόμενα, εἰ κατὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος καθ’ ἕκαστον αὐτῶν μή ἐστι συμβλητά· ἄν γὰρ μὴ ᾖ, ὁμώνυμον ἔσται τὸ ὄνομα, ὃ κοινὸν ἔχοντα ταῦτα οὐκ ἔστιν ἀλλήλοις κατ’ αὐτὸ συμβλητά. οἷον τὸ λευκὸν καὶ κατὰ φωνῆς καὶ κατὰ ἱματίου κατηγορεῖται· ἀλλ’ οὐκ ἔστι συμβλητὰ φωνὴ καὶ ἱμάτιον κατὰ τὸ λευκόν· οὐδεὶς γὰρ ζητεῖ πότερον μᾶλλον λευκὸν τὸ ἱμάτιον ἢ ἡ φωνή, ὡς ζητεῖ ἐπὶ γύψου καὶ χιόνος· οὔτε γὰρ ὁμοίως οὕτε τὸ μὲν μᾶλλον αὐτῶν τὸ δὲ ἧττόν ἐστι τοιοῦτον· διὸ οὐ τοῦ αὐτοῦ σημαντικὸν ἐφ’ ἑκατέρου αὐτῶν ὂν τὸ λευκὸν ὁμώνυμον ἄν εἴη. οὐκέτι δὲ ὁμώνυμον [*](1 ὡς δηλοῖ D: om. aAB: ras. —2 lit. P διαφόρων P 3 ἐνδελέχεια Α ἡ μὶν γὰρ] καὶ ἡ μὲν Α φορά BDP: φθορά a: διαφορά itemque vs. 4 Α 4 γένεσις] γ in ras. D φθορά, ἡ δὴ δὲ AB) corr. ex φθορὰν δὲ D 4. 5 ὁμωνύμως P 6 post συμβλητὰ add. ἦ Β 9 post τὰ ras. P τε om. Α ἀλλήλων Α 11 ὅμοιον om. P οἷον om. a 12 τοῦ om. Α ἕνα δεχόμενοι D 13 οἱ AD: om. aBP τε om. Β ante ἧττον add. τὸ ΑΒ 14 ἐστι—ὅμοιον (16) om. AD 15 γενέσθαι Β μὲν—δὲ (16) om. P post μὲν add. οὐ Β: om. a 16 τὸ om. Α post ἐπὶ add. τοῦ Β 17 τοῦ ὡς om. Α πάντα D: πάντως aABP 18 post μετέχοντα add. τὰ aABD: om. P 19 τὸ om. A τε om. D post δὴ add. οὖν (0 in ras.) D τὰ om. P τοῦ om. aP 21 ἐπὶ] ἔτι Β ὑπὸ postea add. D1 ante εἰ add. καὶ D 22 συμβλητόν Α 25 συμβλητὴ Α 26 λευκὸν μᾶλλον D 27 γύψου] ψύχους Α supra χιόνος scriptum ἱματίου Β 28 τοιοῦτο P σημαντικοῦ Α 29 ἐφ’ superscr. Β τὸ λευκὸν ὂν D supra ὁμώνυμον alterum scriptum ἀλλὰ συνώνυμον Β)

112
τὸ κατὰ γόψου καὶ χιόνος, πάλιν τὸ ὸξὸ καὶ ἐπὶ χυμοὺ καὶ ἐπὶ φωνῆς κατηγορεῖται, καὶ οὐκ ἔστι ταῦτα συμβλητὰ κατὰ τὸ ὸξύ, ὥστε όμώνυμον τὸ ὀξό.

[*](p. 107b19)

Ἔπεὶ δὲ τῶν ἕτέρων γενῶν καὶ μὴ ύπ᾿ ἄλληλα ταταγμένων ἔτεραι τῷ εἴδει καὶ αἱ διαφοραί.

Ὅτι τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, εἴρηκεν ἐν Κατηγορίαις· ἀπὸ δὴ τούτου τόπον τινὰ ἡμῖν παραδίδωσι πρὸς εῦροσιν τῶν πολλαχῶν λεγομένων, ἂν γάρ τι ὄνομα κατὰ πλειόνων κατηγορῆται, ἃ διαφοραί εἰσι διαφερόντων γενῶν καὶ μὴ ὑπ᾿ ἀλληλα ὔντων, ὁμώνυμον ἔσται τὸ ταῦτα σημαῖνον ὀνομα· τῷ γὰρ διαφερόντων εἶναι γενῶν διαφορὰς ταῦτα καὶ ἕτερα τῷ εἴδει ἀλλήλων ἔσται, ἐπεὶ τῶν ἐτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι διὰ τοῦτο τὸ ὀξὺ ὁμώνυμον, ὅτι τὸ ὀξὺ καὶ τι γένη καὶ οὐχ ὑπ᾿ ἄλληλα. ἐπιζητήσαι δ᾿ ἄν τις πῶς τὸ λεγόμενον ἀληθὲς ἐπὶ πάντων, τὸ γὰρ δίπουν καὶ τοῦ ζῴου πτηνοῦ διαφορὰ εἶναι ἑτέρων γενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα ὄντων, καὶ οὐκ ἔστιν ὁμώνυμον. ἢ δεῖ ἐπὶ τούτων τῶν γενῶν χρῆσθαι τῷ προκειμένῳ, ἃν πάντῃ ᾐ ἕτερα ἀλλήλων καὶ μὴ ὑπὸ ἓν κείμενα γένος, ὥσπερ ἐφ’ ὢν αὐτὸς τὴν λόγον ἐποιήσατο· ζῷον γὰρ καὶ ἐπιστήμη καὶ φωνὴ καὶ ὄγκος οὕτως ἕτερα. τὰ δὲ προειρημένα, εἰ καὶ μὴ ὑπ᾿ ἄλληλά ἐστιν, ἀλλ᾿ ὑπὸ ἕν γε κοινὸν γένος, τὸ ζῷον· διὸ ἡ διαφορὰ ἡ δίπουν ὥσπερ ἑκατέρου τούτων ἐστὶ διαφορά, οὕτως καὶ τοῦ ζῴου εἴη ἂν διαφορά· οὐσα δὲ ἐν ἐνὶ γένει ἡ αὐτὴ ἂν εἴη κατὰ τὸ εἶδος.

[*](p. 107b27)

Πὰλιν εἰ αὐτῶν τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα ἕτεραι αἱ διαφοραι, σιον χρωματος.

Δείξας τὸ τῶν διαφορῶν ὄνομα τῶν πολλαχῶς λεγομένων ὄν, διότι ἦν τὰ σημαινόμενα ὑπ᾿ αὐτοῦ διαφερόντων γενῶν διαφοραί, πάλιν δείκνυσι τὸ τῶν γενῶν ὄνομα τῶν πολλαχῶς λεγομένων ὄν, ἂν ὠσι τῶν ὑπ᾿ αὐτοῦ [*](2 τὸ om. D 4 ἐτερογενῶν Β (CP, pr. c) 6 ἐτερογενῶν A 7 καὶ ομ. aP (??) ἐν Κατηγορίαις] c. 3 p. 1 b 17 τούτου τοῦ D: τούτω a: non liquet P 8 post τινὰ add. καὶ B 9 κατηγορῆται D: κατηγόρῃται (sic) P: κατηγορεῖται aAB γενῶν εῖναι D διαφορὰς scripsi: διάφορα libri 12 ἑτερογενῶν Α 13 καὶ prius om. APa τὸ alterum om. P ἐστιν ἕτερα Β 14. 15 ἐπιζητήση A 15 δ᾿ ἄν τις D cf. Ind.: P2) τις ἂν aABP τὸ prius superscr. P2 16 δοκεῖ om. A 18 ἂν ri πάντη ἢ ἕτερα ABD: ἕτερά ἐστιν aP 19 ὑπὸ ἓν κείμενα κείμενον A) ὑποκείμενα aP 21 ἓν γένος κοινὸν τὸ ζῶον Α: ἕν γε κείμενον ζῶον τὸ γέἐν 23 superscr. P3 εἴη ἂν ἡ αὐτὴ A ταυτὸ aP διότι in 28 ἢν om. B 29. p. 113,1 τῶν σημαινομένιον ὑπ᾿ αὐτοῦ P)

113
σημαινομένων ἕτεραι διαφοραί. οὐ μόνον, ἂν τὰ σημαινόμενα ὑπό τινος ὀνόματος “ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων” ὦσι διαφοραί, ὁμώνυμον ἔσεσθαι τὸ ταῦτα σημαῖνον ὄνομα λέγει, ἀλλὰ κἀν αὐτῶν τῶν ὑπό τινος ὀνόματος σημαινομένων γενῶν ἕτεραι ὦσι διαφοραί. καὶ τὸ ταῦτα σημαῖνον ὄνομα ὁμώνυμον ἔσεσθαί φησι, καὶ εἰκότως· εἰ γὰρ τῶν ἑτέρων γενῶν ἕτεραι διαφοραί, καὶ ὧν ἕτεραι διαφοραί, ταῦτα ἕτερα. χρῶμα γὰρ σημαίνει καὶ τὸ ἐν ἰοῖς σώμασιν, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τούτων μεταξύ, σημαίνει καὶ τὸ ἐν τοῖς μέλεσι· λέγεται γάρ τι καὶ κατὰ μουσικὴν χρῶμα· τρία γὰρ μέρη τῆς μελῳδίας οἱ ἁρμονικοὶ εἶναί φασιν, ἁρμονίαν, χρῶμα, διάτο|νον, ὧν τοῦ χρώματος διαφοράς φασιν, ἃς 61 ἰδίως χρόας καλοῦσι, τήν τε τοῦ μαλακοῦ χρώνατις καὶ τὴν ἰοῦ ἡμιολίου καὶ τὴν τοῦ τονιαίου χρώματος. ἐπεὶ οὗν εἰσιν ἄλλαι μὲν διαφοραὶ τοῦ ἐν τοῖς σώμασι χρώματος, ὡς τὸ συγκριτικὸν καὶ διακριτικὸν ὄψεως, ἄλλαι δὲ τοῦ ἐν τοῖς μέλεσι τὸ γὰρ ἡμιτονιαῖον καὶ διεσιαῖον καὶ τὸ μαλακόν), ὁμώνυμον τὸ λευκόν. εἰ γὰρ ἦν ἒν τι τὸ σημαινόμενον ὑπ’ αὐτοῦ, οὐκ ἂν εἶχεν ἑτέρας τῷ εἴδει διαφοράς· τῶν γὰρ αὐτῶν γενῶν αἱ αὐταὶ διαφοραί.

[*](p. 107 b 33)

Ἔτι ἐπεὶ τὸ εἶδος οὐδενός ἐστι διαφορά.

Δεῖν φησι καὶ τοῦτο ἐπισκοπεῖν, εἰ τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων ὀνόματος τὸ μὲν εἶδός τινός ἐστι τὸ δὲ διαφορά. εἰ γὰρ εἴη τι σημαῖνον τοιαῦτα. ὁμώνυμον ἄν εἴη, ἐπεὶ τὸ εἶδός τινος οὐχ οἷόν τε διαφορὰν εἶναί τινος· τὸ μὲν γὰρ ποιητικόν ἐστιν εἴδους, ἡ διαφορά, τὸ δὲ γινόμενον ὑπ᾿ αὐτῆς, τὸ εἶδος, καὶ τὸ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ εἶδος, τὸ δὲ ἐν τῷ ποῖόν τί ἐστι. καὶ τὸ μὲν εἶδος ὅπερ τὸ γένος ἐστίν, ἡ δὲ διαφορὰ τοῦ μὲν γένους ἐστίν. οὐχ ὅπερ δὲ τὸ γένος, καὶ εἴδη μέν ἐστιν εἰς ἃ τὰ γένη διαιρεῖται, διαφοραὶ δὲ καθ’ ἃς διαιρεῖται ἢ καθ’ ἃς τὰ εἴδη διαφέρει ἀλλήλων. τὸ δὴ λευκὸν διὰ τοῦτό ἐστιν ὁμώνυμον, ὅτι τὸ μέν τι εἶδός ἐστι τῶν ὑπ’ αὐτο·ῦ σημαινομένων (τὸ γὰρ ὲν χρώματι λευκὸν εἶδος χρώματος), τὸ δὲ διαφορά· τὸ γὰρ ὲν φωνῇ λευκὸν οὐκ εἶδός ἐστι φωνῆς ἀλλὰ διαφορά· διαφέρει γὰρ φωνὴ φωνῆς τῷ λευκὴ εἷναι ἢ μή.

[*](2 ὀνόματα, ut videtur, Α: ὀνο D μὴ om. P 3 λέγειν aP 4 γενῶν om. P ὦσι D cf. vs. 6: ὦσιν αἱ aABP 6 post ἕτεραι prius add. αἱ Α: ras. D ὧν Β 7 χρῶμα — ὁμώνυμον (15) Suidas sub v. χρῶμα τὸ (ante μέλαν) D Suid.: om. aABP 8 μεταξύ] ξὺ in vas. ἴ’ καὶ tertium A Suid.: om. aBDP 9 post κατὰ add. τὴν Α μουσικὸν Β μέρη aAP Suid.: μέλη BD 11. 12 καὶ τὴν τοῦ ἡμιολίου aP: om. AD Suid.: post χρώματος (12) transposuit B 12 τονιαίου aP: τονικοῦ ABD: διατονικοῦ Suid. οὖν εἰσιν] οὖσιν Α 12. 13 τῶν—χρω A 14 τὸ γὰρ corr. ex ωσ . . . Β διαισιαῖον D: διαφιαῖον Π1 corr. P3 19 post τοῦτο add. τὸ Β 23 αὐτοῦ Α 21 ποῖον τί ἐστι D: ὁποῖον A: ποῖον aB: τοῖόν P 27 ἀλλήλων διαφέρει A)
114
[*](p. 107 b 38)

Περὶ μὲν οὖν τοῦ πολλαχῶς διὰ τούτων καὶ τῶν τοιούτων σκεπτέον.

Παραδοὺς τοὺς κυριωτάτους τόπους δι’ ὧν ἄν τις γνωρίζοι τὰ πολλαχῶς τε καὶ ὁμωνύμως λεγόμενα, ἐπεὶ ἐνδέχεταί τινας καὶ παρὰ τοὺς εἰρημένους τόπους εὑρεθῆναι τρόπους τῆς τῶν πολλαχῶς λεγομένων εὑρέσεως, διὰ τοῦτο εἶπε διὰ τούτων καὶ τῶν τοιούτων. δύναται γάρ τις γνωρίζειν τι ὁμωνύμως λεγόμενον καὶ ἀπὸ τοῦ τῶν σημαινομένων ὑπ’ αὐτοῦ τὸ μὲν εἶδος εἶναι τὸ δὲ ἄτομον, ὡς τὸ ἄνθρωπος· ἦν γὰρ καὶ ἴδιον ὄνομα τοῦτο τοῦ Ὀλυμπιονίκου πύκτο·υ, οὗ ἐν Ἠθικοῖς ἐμνημόνευσεν. ὁμοίως καὶ τὸ κόραξ ὄνομα οὐ τὸ εἶδος τὸ τοῦ ὀρνέου μόνον ἐσήμαινεν ἀλλὰ καὶ τὸν ῥήτορα. ἀλλὰ κἂν τὸ κοινόν τι σημαίνῃ καί τι τῶν ὑπὸ τὸ κοινὸν εἶδος, ὁμώνυμον κἀκεῖνο, ὡς τὸ ἴδιον· καὶ γὰρ τὸ κοινόν, ὃ καὶ κατὰ τοῦ ὁρισμοῦ κατηγορεῖται καὶ κατὰ τοῦ οὕτως λεγομένου ἰδίου, σημαίνει καὶ τὸ ἀντιδιαιρούμενον τῷ γένει ἐκ τοῦ κοινοῦ ἰδίου. ἀλλὰ καὶ ἡ δικαιοσύνη καὶ τὴν κοινὴν ἀρετὴν σημαίνουσα καὶ τὴν ἀντιδιαιρουμένην ταῖς ἄλλαις ἀρεταῖς ὁμώνυμος, ὁμοίως καὶ τὸ μέλαν· καὶ γὰρ τὸ ἀντιδιαιρούμενον τῷ λευκῷ χρώματι μέλαν καλεῖται, καὶ ἰδίως καλεῖται ᾧ γράφομεν. εἴη δ’ ἂν καὶ ἀπὸ τῶν πρός τι λαμβανόμενον τὸ πολλαχῶς, ὡς ἐρρέθη. οὗ οὐδὲ αὐτοῦ ἐμνημόνευσεν. ἀλλὰ κἂν ὑπὸ διαφερουσῶν αἰσθήσεων κρίνηται τὰ ὑπό τινος σημαινόμενα, ὁμώνυμον καὶ τοῦτο, ὡς ἐλέγομεν ἐπὶ τοῦ χρώματος· τὸ μὲν γὰρ ὑπὸ ὄψεως τὸ δὲ ὑπὸ ἀκοῆς. ἢ τούτου ἐμνημόνευσε. διὰ δὴ τὰ τοιαῦτα οὕτως εἶπε.

[*](p. 107 b 39)

Τὰς δὲ διαφορὰς ὲν αὐτοῖς τοῖς γένεσι τοῖς πρὸς ἄλληλα θεωρητέον.

Τρίτον ἢν εἶδος τῶν ὀργάνων τῶν πρὸς τὴν εὐπορίαν τῶν διαλεκτικῶν λόγων συναίρεσθαι κειμένων ἡ τῶν ἐν ἑκάστοις διαφορῶν γνῶσις, περὶ οὗ νῦν τὸν λόγον ποιεῖται. χρήσιμος δέ, ὡς ἐρεῖ, ἡ τῶν διαφορῶν γνῶσις [*](3 τὰ] τὸ A 4 καὶ alterum infra lineam add. P 6 post τούτων add. τε aB 8 αὐτόμα D ἄνθρωπος — ἐμνημόνευσεν (9) Suidas sub v. ἄνθρωπος 8. 9 ἴδιον γὰρ ἦν ὄνομα καὶ Α 9 ὀλυμπιονίκους Α ἐν Ἠθικοῖς] Eth. Nicom. VII c. 6 p. 1147 b 35 10 τὸ (ante τοῦ) om. D ἐσήμαινεν BD: ἐσήμανεν Α: ἐσήμηνεν aP 1 1 τὸ] τὸν Bpr. τι prius aBP: τις AD σημαίνει A 12 καὶ alteium om. Α 13 ante ὁρισμοῦ add. κοινοῦ aP 14 ἐκ] κ in ras. D 15 ἀντιδιῃρημένην a 16 ἄλλαις om. a 17 χρώματι BD: χρῶμα aAP 18 post πολλαχῶς add. λεγόμενον A ἐρρέθη (p. 103, 17 sq.) aBD: ἐρρήθη AP 19 οὖ om. P 20 τινων Α ἐλέγομεν] p. 99, 28 sq. 23. 24 ἐν αὐτοῖς δὲ τοῖς πρὸς ἄλληλα γένεσι τὰς διαφορὰς θεωρητέον Α 23 τοῖς alterum BD Arist.: om. aP 25. 26 εὐπορίαν τῶν διαλεκτικῶν corr. ex διαλεκτικὴν D 26 συναιρεῖσθαι, ut videtur, P1, corr. P2 περὶ—γνῶσις (27) om. Β 27 ὡς ἐρεῖ post γνῶσις transposuerunt aP ἐρεῖ] c. 18 p. 108 a 38 sq.)

115
πρός τε τὰ περὶ ταὐτοῦ προβλήματα (ὸυνάμενοι γὰρ γνωρίζειν τὰς διαφορὰς τῶν προκειμένων δεικνύοιμεν ἂν ὅτι μὴ ταὐτά, οἷον δόξα καὶ ἐπιστήμη μηδὲ αἴσθησις καὶ ἐπιστήμη μηδὲ ἐγκράτεια καὶ σωφροσύνη, ἀλλὰ καὶ ὅτι ἡ ἀρετὴ μὴ τέχνη), ἀλλὰ καὶ πρὸς τὰς τῶν γενῶν διαιρέσεις τὰς εἰς τὰ εἴδη· ἡ γὰρ εὕρεσις τῶν διαφορῶν τῶν ἐν τῷ αὐτῷ γένει εὐπορία τῆς εἰς τὰ εἴδη διαιρέσεως αὐτῶν. ἔτι πρὸς τὰς ἐνστάσσεις τῶν ἐπακτικῶν λόγων· ἄν γὰρ εἰδῶμεν τίνι διαφέρει τὸ λαμβανόμενον, ἐνίσιασθαι ἂν δυναίμεθα τῷ ἐπάγοντι ὡς μὴ ὅμοια λαμβάνοντι. ἔτι πρὸς τὰς, ἐνστάσεις τὰς πρὸς τὰς ὐπολήψεις τινὸς ἰῶν. φυσικῶν, οἷον ὅτι ἓν τὸ ὄν, ὡς ἐδόκει Παρμενίδῃ τε καὶ Μελίσσῳ· ὸυνάμενοι γὰρ τὰς τῶν ὑπὸ τὸ ὂν συνορἀν διαφορὰς ἀναιροίημεν ἂν τήνδε τὴν δόσαν. χρήσιμος δὲ ἡ τῶν διαφορῶν γνῶσις καὶ πρὸς τὴν γνῶσιν τῶν ἠθικῶν ἀρετῶν, πότερόν εἰσι πολλαὶ ι̣ατ’ εἰδος ἀλλήλων διαφέρουσαι ἢ μία ἐξ ἁπασῶν ὅλη. ἀλλὰ καὶ πρὸς τοὑς ὁρισμούς, εἴ γε ὁ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν. ἐρεῖ δὲ καὶ αὐτὸς | τὸ χρήσιμον [*](62) ἑκάστου τῶν προειρημένων ὀργάνων, ὡς προεῖπον. λέγων δὲ περὶ τῶν διαφορῶν τόπους μὲν οὐ παραδίδωσι δι’ ὦν γνωσόμεθα αὐτάς, ὥσπερ παρέδωκεν ἐπί τε τῶν προτάσεων καὶ ἐπὶ τῆς τῶν ὁμωνύμων διαιρέσεως· ἐν οἰς δὲ δεῖ ζητεῖν τὰς διαφορὰς καὶ περὶ ἃ γυμνάζεσθαι πρὸς τὴν ῥᾳδίαν ἐπίγνωσιν τῶν ἐν ἑκάστοις ὸιαφερόντων, ὑποτίθεται. δεῖν γάρ φησι ζητεῖν τὰς διαφορὰς μὴ τῶν πόρρω διεστώτων (φανερὰ γὰρ ἡ τῶν οὕτως ἑτέρων πρὸς ἄλληλα διαφορά· οὐδὲ γὰρ ζητεῖ τις τίνι ἄνθρωπος ξύλου διαφέρει) ἀλλὰ ἐν τοῖς σύνεγγυς ἀλλήλων, περὶ ἃ δύναται καὶ· πλάνη τις ὡς ὄντα τὰ αὐτὰ γενέσθαι. οἷον ἔν τε τοῖς ὑπὸ ταὐτὸ γένος (τῶν γὰρ οὕτως ἐγγὺς ἀλλήλων οὐ πρόὸηλοι αἱ διαφοραί· τοῦτο γάρ ἐστι τὸ ἐν αὐτοῖς τοῖς γένεσιν ἀντὶ τοὐ ἱέν τοῖς ὑπὸ ταὐτὸ γένος’, καὶ εἶεν ἂν αἱ τούτων διαφοραὶ αἱ κυρίως λαμβανόμεναι διαφοραί) καὶ τῶν ἐν τοῖς διαφέρουσι μὲν γένεσιν ὄντων. μὴ πολὺ μέντοι διεστώτων ἀλλήλων. καὶ σχεδὸν ἀξιοῖ ἐν τοῖς αὐτοῖς κατά τι τὰς διαφορὰς ἐπιζητεῖν· ἢ γὰρ ἐν τοῖς όμογενέσιν ἢ ἐν τοῖς κατ’ ἀναλογίαν τοῖς αὐτοῖς. οὐ γὰρ ῥᾴδιον τὰ δοκοῦντα ταὐτὰ ἀλλήλοις εἶναι χωρίζειν ταῖς. διαφοραῖς· δεῖ δὲ τοὺς γυμναζομένους ἐν τοῖς χαλεπωτέροις τὰς γυμνασσίας ποιεῖσθαι· ῥαδία γὰρ ἡ ἀπὸ τῶν χαλεπωτέρων ἐπὶ τὰ ῥᾴω μετάβασις. οἷον ζητήσαι ἄν τις τίνι τύχη τοὺ αὐτομάτου δια- [*](2 τὰ αὐτὰ omisso οἷον aP 8 post ἔτι add. δὲ Α 8. 9 ἐνστάσεις τὰς (τὰς om. A) πρός τὰς om. D 9 τινῶν Α δοκεῖ Apr. 10 μελίσω Α 12 post εἰσι add. ποτε ΑΒ 13 ἀλλήλων] τῶν ἠθικῶν ἀρετῶν Α ἐξ ADP1: ἕξις aBP2 ὕλη Β τοὺς om. Β 14 ὁ ΒD: om. aAP διαφορᾶς P 16 γνωσόμεθα] γνωσώμεθ ἄν Α 17 τε om. aP ἐπὶ alterum om. Β 21 οὐδὲ — διαφέρει om. Α γὰρ om. P διαφέρει ξύλου Β 23 τὰ αὐτὰ BD: αὐτὰ Α: ταὐτὰ aP 23 et 25 τὸ αὐτὸ Α 23. 24 ἐγγὺς ἀλλήλων ΑΒ: inv. ord. D: ἐγγὺς ἀλλήλοις aP 25 post ἀντὶ add. γὰρ aAP ἐν τοῖς superscr. P2: τοῖς B εἶεν ADP: εἶναι aB 26 καλλούμεναι P τοῖς om. aP 27 καὶ om. Α 28 τοῖς ταὐτοῖς aP ζητεῖν P 29 οὐ] εἰ Α ταῦτα A 30 (τ)αῖς (διαφορ)αῖς in ras. P2 31 χαλεποτέροις aP)
116
φέρει, καὶ τίνι κίνησις γενέσεως καὶ φθορᾶς, καὶ τίνι εγκράτεια σωφροσύνης καὶ ἀκρασία ἀκολασίας καὶ θηριότης κακίας καὶ ἴδιον ὅρου. παραδείγματι δὲ τῶν μὲν ὁμογενῶν ἐχρήσατο αὐτὸς δικαιοσύνῃ καὶ ἀνδρεία ὡς οὐσῶν ὑπὸ γένος ἕν, τὴν ἀρετήν· τίνι γὰρ διαφέρει δικαιοσύνη ἀνδρείας; ὁμοίως καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη, οἷον ὅτι ἄλλως μὲν ἡ ἀνδρεία μεσότης ἄλλως δὲ ἡ δικαιοσύνη· ἡ μὲ γὰρ δύο κακιῶν, θρασύτητος καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας, ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ ἀδικίᾳ τὸ εἶναι· καὶ περὶ ἄλλα μὲν ἡ ἀνδρεία, περὶ γὰρ τὰς τῶν κινδύνων ὑπομονάς, περὶ ἄλλα δὲ ἡ δικαιοσύνη, περὶ γὰρ τὸ ἴσον τό τε ἐν διανομῇ καὶ τὸ ἐν συναλλάγμασι. τῶν δὲ ἀνομογενῶν μὲν μὴ πολὺ δὲ διεστώτων αἰσθήσει καὶ ἐπιστήμῃ, ἅ ἐστι μὲν ἕτερα ἀλλήλων κατὰ γένος (τῆς μὲν γὰρ ἐπιστήμης ἡ ὑπόληψις γένος, ἡ δὲ αἴσθησις οὐχ ὑπόληψις), κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐστιν· ὡς γὰρ αἴσθησις πρὸς αἰσθητά, οὕτως ἐπιστήμη πρὸς ἐπιστητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν τινες τὴν τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιστήμην τε καὶ αἴσθησιν εἶπον εἶναι. διαφέρουσι δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴσθησις καὶ περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστ·ήμη δὲ οὐδενὸς ἐνδεχομένου· καὶ ἡ μὲν ἐπιστήμη τῆς ἑκάστου τῶν ἐπιστητῶν οὐσίας γνωστική, ἡ δὲ αἴσθησις οὐδενὸς τῶν αἰσθητῶν τῆς οὐσίας ἐστὶν ἐπιγνωστική· καὶ ἡ μὲν ἐπιστήμη ἐπίκτητος, ἡ δὲ ἐξ ἀρχῆς· καὶ ἡ μὲν κοινὴ καὶ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιος ἀνθρώπων ἢ ὅλως λογικῶν· καὶ ἡ μὲν φύσει, ἡ δὲ διδασκαλίᾳ· καὶ τῆς μὲν αἰσθήσεως προάγει ἡ ἕξις τὰς ἐνεργείας ὁρατικοὶ γὰρ ὄντες εἴδομεν), τὰς <δὲ> κατὰ τὰς ἐπιστήμας ἕξεις ἃς] διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντες γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα· καὶ αἰσθήσεως μὲν ἀναιρουμένης συναναιρεῖται καὶ τὸ ζῷον· ἀδύνατον γὰρ ζῷον εἶναι χωρὶς ἁφῆς· ἐπιστήμη δὲ ἀναιρουμένη οὐκ ἂν] ἀναιρεῖ τὸν ἔχοντα αὐτήν· ἔτι ἐπιστήμην μὲν οἷόν τε ἀποβαλόντας πάλιν ἀναλαβεῖν, αἴσθησιν δὲ ἀδύνατον· καὶ ἡ μὲν χωρὶς λόγου, τῇ δὲ ἐν λόγῳ τὸ εἶναι καὶ αἴσθησις μὲν παρόντων μόνον, ἐπιστήμη δὲ καὶ παρεληλυθότων καὶ ἐνεστώτων καὶ μελλόντων. ἔ.τι δὲ ἐπιστήμης μὲν αἴσθησις ἀρχή, οὐκέτι δὲ καὶ αἰσθήσεως ἐπιστήμη· ἐκ γὰρ αἰσθήσεως μνήμη, ἐκ δὲ μνήμης ἐμπειρία, ἥτις ἐστὶν ἐπιστήμης ἀρχή. ἔοικε δὲ νῦν κοινότερον διαφορὰν λέγειν καθ’ ἣν ἄλλο ἄλλου διαφέρει, οὐ [*](1 τίνι prius corr. D: τί aABP, Dpr. 1. 2 καὶ σωφροσύνης ἐγκράτεια Α 3, 6, 8 ἂν δρία, 5 ἀνδρίας ut solet A 5 ὅτι om. P 6 ἡ prius Α: om. aBDP 9 τῶν om. Α 10 νομῇ P καὶ τὸ aABP: τό τε D ante συναλλ. add. τοῖς ΑΒ ἀνομογενῶν Ppr.: ἀνομοιογενῶν aABD, Pcorr. μὲν aP: om. ABD 11 post μὴ add. ἐπὶ Β δὲ om. A ἕτερα μὲν Β 11. 12 κατὰ γένος ἀλλήλων aP 12 ἡ prius τῆσ ησεως τοι om. aP ἡ δὲ αἴσθησις D 13 μέν P 13. 14 post utrumque πρὸς add. τὰ D 15 post ταὐτόν add. ἐστιν Α ἐπιστήμη—αἴσθησις Β 18 ἡ δὲ—ἐπιγνωστική (19) om. Α 19. 20 καὶ ἡ μὲν ἐξ ἀρχῆς ἡ δὲ ἐπίκτητος aP 22 ἐναργείας Α δὲ addidi 23 ἐπιστήμας ἕξεις] ἕξεις δόξας Β ἅς delevi 24 τὰ om. D 26 ἄν delevi ἀναιρῇ aP 28 τῇ aP: τῆς ABD 29 ἐνεστώτων —παρεληλυθότων D 29. 30 ἔτι δὲ BD: δὲ ἔτι post ἐπιστήμης Α: ἔτι aP 30 ἐπιστήμη (ante μὲν) Β καὶ om. aP 32 νῦν om. A κοινοτέραν Β καθ’ ὧν Α)
117
μόνον ταύτην καθ᾿ ἥ ἡ τῶν γενῶν εἰς τὰ εἴδη διαίρεσις γίνεται· οὐ γὰρ ἂν καὶ τὰς τῶν ἀνομογενῶν διαφορὰς ἠξίου ζητεῖν.

[*](p. 108 a 7)

Τὴν δὲ ὁμοιότητα σκεπτέον ἐπί τε τῶν ἐν ἑτέροις γένεσι.

τοῦτο ἔτι ὑπελείπετο τῶν προτεθέντων ὑπ᾿ αὐτοῦ τεσσάρων ὀργάνων [*](5) ὡς χρησίμων πρὸς τὴν εὕρεσίν τε καὶ εὐπορίαν τῶν διαλεκτικῶν λόγων, ἡ τοῦ ὁμοίου γνῶσις. ἔμπαλιν δέ φησι δεῖν τὴν τοῦ ὁμοίου θήραν ποιεῖσθαι τῆς τῶν διαφορῶν. τἀς μὲν γὰρ διαφορὰς τὰς ἐν τοῖς ὁμοίοις ἠξίου πειρᾶσθαι γνωρίζειν· τοῦτο γὰρ χαλεπώτερον καὶ περὶ τούτων ἡ ἀμφισβήτησις εἰ διαφέρει ἡ μή, οἷον τίνι φάττα περιστερᾶς, καὶ τίνι κύων λύκου, καὶ τίνι ἀκολασία ἀκρασίας ἢ σωφροσύνη ἐγκρατείας ἢ ἐλευθεριότητος μεγαλοπρέπεια· τὰ γὰρ φανερῶς διεστῶτα φανερὰς πᾶσιν ἔχει τἀς πρὸς ἄλληλα διαφοράς. τὴν δέ γε ὁμοιότητα χαλεπώτερον πάλιν τὴν ἐν τοῖς πολὺ διεστῶσι συνιδεῖν· οὐ γὰρ ζητεῖ τις εἰ ᾠὸν ᾠῷ ὅμοιον ἢ ἡμίονος ὄνῳ ὅμοιος ἢ Κάστωρ Πολυδεύκει, ἀλλ’ εἰ Ἀχιλλεὺς Θερσίτῃ, εἰ ἄνθρωπος ἵππῳ, εἰ αἴσθησις ἐπιστήμῃ. δεῖ οὖν, φησί, γυμνάζεσθαι περὶ τὴν τοῦ ὁμοίου γνῶσιν ἐν τοῖς πολὺ διεστῶσι καὶ κατὰ γένος διαφέρουσιν. καὶ ἔστιν ἴσον τὸ εἰρημένου ἐπ᾿ ἀμφοτέρων τῷ λεγομένῳ ὑπὸ τῶν ῥητορικῶν ‘τὰ κοινὰ ἰδίως καὶ τὰ ἴδια κοινῶς δεῖ λέγειν᾿· ὁ μὲν γὰρ ἀξιῶν τὰ κοινὰ ἰδίως λέγειν ἀξιοῖ ἐν τοῖς ὁμογενέσι τε καὶ κοινοῖς εὑρίσκειν τινὰς διαφοράς, ὁ δὲ τὰ ἴδια κοινῶς ἐν τοῖς διαφέρουσιν ἀξιοῖ πάλιν λαβεῖν ὁμοιότητας. καὶ διχῶς γέ φησι δεῖν τὴν ἐν τοῖς διαφέρουσι γένεσι ζητεῖν ὁμοιότητα. ἢ γὰρ λαμβάνοντάς τι ἔχον σχέσιν πρός τινα ὁμογενῆ ἀλλήλοις χρὴ ζητεῖν, τί οὕτως ἢ] πρὸς ἄλλα τινὰ ὁμογενῆ μὲν ἀλλήλοις ἀνομογενῆ δὲ τοῖς προειρημένοις ἔχει· ἄν γὰρ εὑρεθῇ, ὅμοια ταῦτα ἔσται κατ’ ἀναλογίαν ἀλλήλοις ὄντα ἐν γένεσι διαφόροις. οἷον ἐπεὶ ἡ ἐπιστήμη πρὸς ἐπιστητὸν ἔχει οὕτως ὡς τῶν ἀντικειμένων εἶναι γνωστική, ζητεῖν ἄλλο τι ἀνομογενὲς τῇ ἐπιστήμῃ, ὃ πρὸς τὸ ὑπ’ αὐτὸ οὕτως ἔχει ὡς ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητά· τὸ γὰρ εὑρεθὲν ἔσται τῷ κειμένῳ κατὰ ἀναλογίαν ὅμοιον. ἐπεὶ οὖν ἡ αἴσθησις καὶ αὐτὴ οὕτως ἔχει πρὸς τὰ αἰσθητὰ ὡς ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ὅμοια ἐπιστήμη καὶ αἴσθησις κατὰ [*](1 ἀνομογενῶν P2: ἀνομοιογενῶν aBD: ὁμογενῶν AP1 4 ὀργά(??)νων omisso ὡς χρησίμων P 6 ἔνπαλιν Dpr. 6. 7 ποιεῖσθαι θήραν D 7 τὰ pro altero τὰς a 8 τούτων aP: τοῦτο ABD 10 ἢ alteram om. aP 10. 11 ἐλευθεριότης μεγαλοπρεπείας fort. recte aP 11 φανερὰς aBP: φανερῶς AD 12 ἀλλήλας A: ἄλλη D χαλεπωτέραν Β 13 εἰ—ἢ in mrg. P1 14 ὅμοιον P ante ἀχιλλεὺς add. ὁ Α post θερσίτη add. ὅμοιος A 16. 17 διαφέρει A 17 τῶν λεγομένων Α 19. 20 εὑρίσκειν τινὰς διαφοράς om D 20 ἀξιοῖ πάλιν ἐν· τοῖς διαφέρουσι D λαμβάνειν aP 21 ὁμοιότητα Β: ὀμοῖο itemque vs. 22 D τὴν] τῶν Α διαφόροις aP 22 ἢ ABU: εἰ aP 23 ὁμογενῆ P: ὁμοιογενῆ aABD 23. 24 ἀνομογενῆ B, Ppr.: ἀνομοιογενῆ aAD, Pcorr. 25 (ἀ)λλήλοις in ras. D 26 post ζητεῖν add. τί (e vs. 23) aABP 27 ἀλλ’ ὅτι Α ἀνομογενὲς ABP: ἀνομοιογενὲς D: εἰ ὁμοιογενὲς a ἡ om. Α 29 αὕτη AD 30 ἡ AD: om. aBP ὅμοιαι Β)

118
ἀναλογίαν. ὅτι δὲ ἕτερα γένη ἐπιστήμη καὶ αἴσθησις, δῆλον ἐκ τοῦ ἄλλα μὲν ἐπιστήμης εἴδη εἶναι ἄλλα δὲ αἰσθήσεως. εἶεν δ’ ἂν καὶ ὑπὸ ἕτερα γένη δεικνύμεναι, καθ’ ὅσον ἡ μὲν αἴσθησις ὑπὸ τὰ φύσει, ἡ δὲ ἐπιστήμη οὐ φύσει ἀλλὰ διδασκαλίᾳ. πάλιν ἐπεὶ ὡς νοῦς πρὸς ἐπιστήμην (ἀρχὴ γάρ), οὕτως αἴσθησις πρὸς δόξαν, ὅμοια νοῦς τε καὶ αἴσθησις. καὶ ἐπεὶ ὡς ἡδὺ πρὸς ἡδονήν ποιητικὸν γὰρ ἡδονῆς τὸ ἡδύ), οὕτως συμφέρον πρὸς ἀγαθόν, ὅμοια τὸ ἡδὺ καὶ τὸ συμφέρον. καὶ ἡ μὲν κατὰ τὴν πρός τι σχέσιν ἐν τοῖς διαφέρουσι κατὰ γένος τῆς ὁμοιότητος θήρα τοιαύτη. ἄλλη δὲ ὑποτίθεται ἀφορμὴν τῆς τοῦ ὁμοίου ζητήσεως τῆς ἐν διαφέρουσι γένεσιν, ἄν λαβόντες γένος τι ὂν ἔν τινι ζητήσωμεν τί οὕτως ἄλλο ἐν ἄλλῳ γένει ἐστίν. οἷον ἐπεὶ ὡς ὄψι ἐστὶν ἐν ὀφθαλμῷ, οὕτως νοῦς ἐν ψυχῇ (ἐν ἑκατέρῳ γὰρ ὡς κυριώτατον τῶν γινομένων ἐν αὐτοῖς), ὅμοια κατὰ τοῦτο νοῦς τε καὶ ὄψις. πάλιν εἰ ὡς ἀρετὴ ἐν ψυχῇ, οὕτως ὑγεία ἐν σώματι τελειότητες γὰρ τῶν ὑποκειμένων αὐταῖς), ὅμοια ἀρετὴ καὶ ὑγεία. καὶ ἐπεὶ ὡς γαλήνη ἐν θαλάσσῃ, νηνεμία ἐν ἀέρι ἠρεμία γὰρ τῶν ὑποκειμένων), ὅμοια γαλήνη τε καὶ νηνεμία. οὕτως καὶ δικαιοσύνη κάλλει ὅμοιον· ἑκάτερον γὰρ αὐτῶν ἐν ἰσότητι τῇ κατὰ ἀναλογίαν, τὸ μὲν κάλλος τῶν μερῶν τε καὶ μελῶν τοῦ σώματος, ἡ δὲ δικαιοσύνη ἐν διανομαῖς τε καὶ συναλλάγμασι τῶν νεμομένων.

Ἡ μὲν οὗν ἐν τοῖς διαφόροις γένεσιν ὁμοιότης κατὰ ἀναλογίαν εὑρίσκεται οὕτως. λέγει δὲ δεῖν καὶ ἐπὶ τῶν ὁμογενῶν μὲν ἀλλήλοις ἀνομοειδῶν δέ, τί πᾶσιν αὐτοῖς ὑπάρχει ταὐτό, ζητεῖν· κατὰ γὰρ τὸ κοινὸν τοῦτο καίτοι ὄντα ἀνομοειδῆ ὅμοια ἔσται. ἣν ὅπως δεῖ x003E; θηρᾶν λέγει. εἰ γάρ τισιν ἐν τῷ αὐτῷ γένει οὖσι καὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσι ταὐτόν τι ὑπάρχει, ταῦτα ὅμοια κατὰ τοῦτο. ἀνθρώπῳ γὰρ καὶ ἵππῳ καὶ κυνὶ τὸ πεζὸν κοινόν· διὸ ὅμοια ταυτὶ κατὰ τοῦτο· καὶ ἀνθρώπῳ καὶ κόρακι καὶ ἰχθύι τὸ αἰσθητικόν· καὶ ἰχθύσιν, ὅσοι βράγχια ἔχουσι, καὶ τοῖς ἐντόμοις τῶν πτηνῶν τὸ μὴ ἔχειν πνεύμονα. βοὶ· δὲ καὶ ἐλάφῳ καὶ προβάτῳ καὶ αἰγὶ τὸ μὴ ἄμφοδον· πάλιν ἐπὶ δένδρων πλατάνῳ μὲν καὶ ἀμπέλῳ ·καὶ συκῇ τὸ πλατύφυλλόν τε καὶ λεπτόφυλλον, διὸ φυλλορροεῖ, ἐλαίᾳ δὲ καὶ δάφνῃ καὶ μυρρίνῃ τὸ πιόφυλλόν τε καὶ στενόφυλλον, διὸ ἀείφυλλα ταῦτα. [*](2 εἶναι εἴδη A: εἶναι Β καὶ om. D 3 δεικνύναι a 4 φύσις Α 9 post ι ἐν add. τοῖς aB 10 ἂν corr. ex ἄνα P2 14 αὐταῖς scripsi: αὐτοῖς AB: αὖ D: ἐν αὐταῖς aP 17 κάλος A 18 μελῶν—μερῶν Β 19 συναλλάγμασι ante ras. unius lit. D: συναλλάγμασιν ἔνεστι τινὶ P 21 οὕτως om. P μὲν post δεῖν transposuit Α 21. 22 ἀνομοιοειδῶν aP 22 ταὐτόν aP ζητεῖν ταυτό A 23 ἀνομοειδῆ B: ἀνομοιοειδῆ aADP θήραν addidi cf. p. 117,6 24 καὶ—διαφέρουσι om. Α 26 ταῦτα aP 27 βράγχια D: βραγχία aBP: βραχία Α 29 ἄμφοδον. AD: ἀμφόδιον Β: ἄμφωδον aP cf. p. 93,4 122,25 πλάτωνα Α 30 λεπτόφυλλόν ληπτόφυλλόν Brandis Schol. p. 262 b 43, quem typothetae scilicet errorem correxit Waltz Organ. II p. Χ) τε καὶ πλατύφυλλον aP ἐπόφυλλον Α post διὸ add. καὶ Α 31 μυρίνω Bpr.: μυρίννῃ P ποιόφυλλόν a cf. De gen. anim. p. 783 b 19. 20)

119
[*](p. 108 a 18)
  1. Χρήσιμον δὲ τὸ μὲν ποσαχῶς λέγεται ἐπεσκέφθαι πρὸς τὸ σαφὲς.

Εἰπὼν περὶ ἑκάστου τῶν τεσσάρων, ἃ ὄργανα εἶπεν εἶναι τῆς εὐπορίας τῶν διαλεκτικῶν λόγων τε καὶ συλλογισμῶν, ἀκολούθως, τί ἕκαστον αὐτῶν συντελεῖ πρὸς αὐτοὺς καὶ κατὰ τί ὄργανα λέγεται, δείκνυσι. καὶ τὸ μὲν ἀπὸ τῆς τῶν προτάσεων ἐκλογῆς τε καὶ παρασκευῆς γινόμενον χρήσιμον πρὸς τὴν τῶν συλλογισμῶν εὐπορίαν ὡς γνώριμον παρέλιπεν εἰπεῖν. ὕλη γὰρ καὶ μέρη τῶν συλλογισμῶν αἱ προτάσεις· ἐκ γὰρ τῶν προτάσεων οἱ συλλογισμοί· καὶ δῆλον ὅτι ἡ τούτων εὐπορία τε καὶ παρασκευὴ εὐπορίαν ἡμῖν συλλογισμῶν παρέξει. πρὸς δὲ τί χρήσιμον τῶν ἄλλων ἕκαστον, λέγει. καὶ· πρῶτόν γε περὶ τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως ποιεῖται τὸν λόγον, καί φησιν αὐτὸ χρήσιμον εἶναι πρός τε τὸ σαφές· σαφὲς γὰρ γίνεται τὸ τιθέμενον, πρὸς ὃ δεῖ τοὺς λόγους ποιεῖσθαι, διορισθέν, ἡ δὲ σαφήνεια τοῦ τιθεμένου χρήσιμος πρὸς τοὺς συλλογισμοὺς τοὺς πρὸς αὐτό· ῥᾷον γάρ τις τῶν οἰκείων πρὸς τὸ προκείμενον εὐπορεῖ λόγων εἰδὼς σαφῶς τί ποτέ ἐστι καὶ μὴ ὑπὸ τοῦ διττοῦ παραγόμενος. ὅλως δὲ ἡ σαφήνεια χρήσιμος καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν τινων· διὰ γοῦν τὸ μὴ διελέσθαι τὸ ὂν ποσαχῶς λέγεται Παρμενίδην τε καὶ Μέλισσον ἅδη· λός ἐστι νῦν ἡ δόξα αὐτῶν ἡ περὶ τοῦ ἓν τὸ ὂν εἶναι. τὸ δὲ μᾶλλον γὰρ ἄν τις εἰδείη τί τίθησιν εἴη ἄν λέγων περὶ τοῦ ἀποκρινομένου καὶ συγχωροδντος ταῖς προτάσεσιν· ὅταν γὰρ ᾖ γνώριμον περὶ οὗ ἐρωτῶνται ποσαχῶς λέγεται, ῥᾷον συγχωροῦσι τοῖς ἠρωτημένοις, γνωρίσαντες καθ’ ὃ συγχωροῦσι. δευτέραν χρείαν τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως ἐκτίθεται τὴν πρὸς τὸ κατ’ αὐτὸ τὸ κείμενον πρᾶγμα καὶ πρὸς αὐτὸ καὶ περὶ αὐτοῦ γίνεσθαι τοὺς συλλογισμούς τε καὶ λόγους καὶ μὴ πρὸς τὸ ὄνομα καὶ τὴν λέξιν· σοφιστικὸς γὰρ ὁ πρὸς τοὔνομα καὶ τὴν λέξιν λόγος ἀλλ’ οὐ διαλεκτικός ἀδήλου γὰρ ὄντος ποσαχῶς τὸ προκείμενον λέγεται, ἐνδέχεται ἐπ’ ἄλλο μὲν τὸν ἐρωτῶντα ἐπ’ ἄλλο δὲ τὸν ἀποκρινόμενον τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος τὴν διάνοιαν φέρειν· οὕτως δὲ πρὸς τὸ ὄνομα ἄν οἱ λόγοι ἀλλ’ οὐ περὶ τοὺ πράγματος γίνοιντο. ὁρισθέντος δὲ κατὰ τί τῶν σημαινομένων ὑπὸ τῆς λέξεως τίθησιν ὃ τίθησιν ὁ ἀποκρινόμενος καὶ γνωρίμου γενομένου γελοῖον ἔτι πρὸς ἄλλο τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων καὶ μὴ πρὸς τὸ κείμενον [*](1 πολλαχῶς AD 2 πρὸς τὸ σαφές om. aP πρὸς ABD(ABP ouf): πρός τε Arist. et Alex, ipse vs. 12 3 post τῶν octo fere lit. eras. P 4 τε λόγων aB αὐτῶν om. B 6 προτέρων B χρήσιμον γινόμενον A 7 παραλέλοιπεν Α 10 συλλογισμοῦ Β: πρὸς λογισμῶν Α 12 fort. αὐτὴν 13 γίνεται τὸ om. Α ποιεῖσθαι τοὺς λόγους Β 15 πρὸς τὸ προκείμενον τῶν οἰκείων Α 16 ἡ om. D 17 πρὸς ἀνασκευὴν καὶ κατασκευήν Β 18 ἑλέσθαι Α πολλαχῶς Α μένισσον Α 19 ἐστι] εντι Α 20 εἰδείη τί AD η τί postea add. D) P1 Arist.: εἰδείη ὅ τι aBP5 ὃ C) εἴη ἄν λέγων postea add. D 22 λέγονται B 24 τίθεται A 25 αὐτοῦ corr. ex αὐτὸ B λέγεσθαι Α (κ)αὶ tertium in ras. P2 30 τοῦ om. aP 31 γίγνοιντο aP τί σημαινόμενον aP 32 καὶ om. aP 33 post ἄλλο add. τι aP προκείμενον Α)

120
ποιεῖσθαι τὰς ἐρωτήσεις τε καὶ τοὺς λόγους τὸν ἐρωτῶντα. ἁπλῶς μὲν γὰρ χειρῶν συλλογίζεσθαι ὅτι πᾶσα ψυχὴ ἣν ἔχει ἐπιστήμην ἀεὶ ἔχει· εἰ γὰρ ἀχώριστος ἡ ἐπιστήμη τῆς ψυχῆς, τὸ δὲ ἀχώριστον ἀχωρίστου ἀχώριστον, καὶ ἡ ψυχὴ ἂν· ἀχώριστος εἴη τῆς ἐπιστήμης· εἰ δὲ τοῦτο, σύμφυτος ἂν αὐτῇ ἡ ἐπιστήμη εἴη. διορισθέντος μέντοι τοῦ ἀχωρίστου, ὅτι τὰ μὲν οὕτως ἀχώριστα ὥς τὰ ἐν τῇ οὐσίᾳ ἑκάστου, τὰ δὲ οὕτως αχωριστα, ὅτι μὴ δύναται καθ’ αὑτὰ εἶναι, ἀλλ’ ἔστιν αὐτοῖς φθορὰ τὸ μὴ σὺν ἐκείνοις εἶναι ὧν ἐστι καὶ ἡ ἐπιστήμη καὶ πάντα τὰ ἐν ὑποκειμένῳ), οὐκέτ’ ἄν δεικνύοιτο σύμφυτον τῇ ψυχῇ καὶ ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ ἐπιστήμη διὰ τοῦ ἀχωρίστου. εἴη δ’ ἄν τὸ μὲν πρῶτον εἰρηκὼς περὶ τῶν ἀποκρινομένων, τὸ δὲ δεύτερον περὶ τῶν ἐρωτώντων τε καὶ συλλογιζομένων. Χρήσιμον δέ φησιν εἶναι τὴν γνῶσιν τῶν πολλαχῶς λεγομένων καὶ πρὸς τὸ μὴ παραλογισθῆναι· εἰδὼς γάρ τις, πόσα σημαίνει τὸ λεγόμενον, οὐ συγχωρεῖ ταῖς κατ’ ἄλλο τι σημαινόμενον παρὰ τὸ ὑφ’ αὑτοῦ τιθέμενον ἐρωτωμέναις προτάσεσιν. ὁ γὰρ θέμενος τὸν πλοῦτον ἀγαθόν, ἂν εἰδῇ τὴν τοῦ ἀγαθοῦ ὁμωνυμίαν, οὐ συγχωρήσει τῷ λέγοντι τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν· οὐ γὰρ τὸ ὡς κτῆμα ἀγαθὸν οὐδὲ τὸ ὡς δύναμις ἀγαθοὺς ποιεῖ· ὡς κτῆμα δὲ καὶ ὡς δύναμις ἀγαθὸν ὁ πλοῦτος. χρήσιμον δέ φησιν εἶναι τὴν τῶν τῶν πολλαχῶς λεγομένων καὶ πρὸς τὸ παραλογίσασθαί τινα, εἰ βουληθείη· εἰδὼς γὰρ τὰ σημαινόμενα ὑπὸ τῆς κειμένης λέξεως ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέρων τὸν λόγον, ἐφ’ οὗ οὐκ ἔστιν ἀληθῆ τὰ ὑπὸ τοὺ ἀποκρινομένου λεγόμενα, παρακρούοιτ’ ἄν αὐτὸν καὶ παραλογίζοιτο. οἷον εἰ ὁ μὲν λέγοι ἰοὺς οὐκ. εἰδότας μανθάνειν, ὁ δὲ δεικνύοι τοὺς γραμματικοὺς εἶναι τοὺς μανθάνοντας, οἵ εἰσιν εἰδότες τε καὶ ἐπιστήμονες· καὶ εἰ συγχωρήσαντός τινος τὸν κινούμενον ἀμείβειν τόπον ὁ· δὲ λαβὼν τὸν ἀλλοιούμενον κινεῖσθαι συνάγοι τὸν ἀλλοιούμενον κινεῖσθαι κατὰ τόπον. προσέθηκε δὲ καὶ ἐφ’ ὧν οἷόν τε ἔσται τὸ ποιεῖσθαι παραλογισμὸν παρὰ τὸ πολλαχῶς λεγόμενον, ἐφ’ ὧν γὰρ τῷ μὲν ὑπάρχει τὸ λεγόμενον τῷ δὲ μή· ἂν γὰρ πᾶσιν ὁμοίως ἢ ὑπάρχῃ ἢ μὴ | ὑπάρχῃ τὸ λεγόμενον τοῖς σημαινομένοις ὑπὸ τοῦ ὀνόματος, οὐ χρήσιμος ἡ ἀπ ἄλλου ἐπ’ ἄλλο μετάβασις. τὸ γὰρ Αἴας ἐπὶ Ἴλιον ἐστράτευσεν’ ἀληθὲς ἐπ’ ἀμφοτέρων τῶν Αἰάντων· διὸ ἐφ’ ὃν ἂν μεταφέρηται, οὐδεὶς γίνεται παραλογισμός· τὸ μέντοι ‘Αἴας Ἕκτορι ἐμονομάχησεν’ οὐκέτ’ ἐπ’ ἀμφοτέρων ἀληθές· διὸ ἄν κειμένου τοὐ ‘Αἴας Ἕκτορι ἐμονομάχησεν᾿ ἐπὶ τὸν Ὀιλέως [*](1 τε om. D 3 συλλογίσασθαι Α 4 τὸ] τοῦ B 6 post ἐπιστήμη add. ἀεὶ aP 9 post ἐπιστήμη add. λοιπὸν D 10 post δεικνύοιτο add. τὸ Α σύμφυ (supra scripto τ) D post αὐτῆς add. οὐκοῦν οὐδὲ Δ 15 συγχωρήσει P 17 συγχωρήση B 18 ποιεῖν—ἀγαθοὺς om. Β ποιεῖ a: non liquet P τὸ prius D: om. aAP 20 εἷναι om. D 22 μεταφέρων τὸν λόγον σημαινόμενον D ὧ Α 23 post ἀληθῆ ras. 2 lit. P 24 λέγοι D: λέγει aABP 25 fort. δεικνύοι x003E; 27 ὁ δὲ] cf. p. 140,28 post ἀλλοιούμενον alterum add. μὴ AD 28 ἔσται τὸ aABP: ἐστι D 29. 30 τὸ (Bpr.) μὲν—τὸ δὲ Α 33 τῶν om. P 34 οὐκέτ’ ἐπ’ P; οὐκ ἐπ’ ABD: οὐκέτ᾿ a 35 ἐμονομάχησεν ἕκτορι ut p. 121,2 D)
121
ὅτι μὴ ἐμονομάχησεν Ἕκτορι, παραλογίζοιτο ἂν τὸν θέμενον ὅτι Αἴας Εκτορι ἐμονομάχησεν ὡς ψευδόμενον. ὁμοίως καὶ ἐπὶ τοῦ ‘ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει᾿· τῶν γὰρ ὑπὸ τοῦ ἀνδρείου σημαινομένων ὁ μὲν ἔχει τὸ κατηγορούμενον ὁ δὲ οὔ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τὸν κινούμενον ἀμείβειν τόπον. τὸν δὲ παρὰ τὸ πολλαχῶς λεγόμενον παραλογισμὸν οὔ φησιν οἰκεῖον εἶναι τῆς διαλεκτικῆς· ἐπιπόλαιος γὰρ καὶ σοφιστικός· διό φησι δεῖν εὐλαβεῖσθαι πρὸς τοῦτο διαλέγεσθαι γυμναζομένους, ἄν μὴ ἄλλως ἐξαδυνατῶσι περὶ τοῦ προκειμένου συλλογίζεσθαι. οὐδαμῶς γὰρ διαλεκτικὸν τὸ λαβόντα ἃ λαλεῖς, διὰ τοῦ στόματός σου διέρχεται᾿, ὡς τῶν ῥημάτων ὄντων τῶν λαλουμένων, μεταφέρειν τὸν λόγον ἐπὶ τὴν ἅμαξαν ὡς λαλουμένην. φανερὸν δὲ τὸ χρήσιμον τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως· εἰ γὰρ τὰ εἰρημένα χρήσιμα πρὸς τὸ διαλέγεσθαι. ἤρτηται δὲ ταῦτα τῆς διαιρέσεως τῆς τῶν πολλαχῶς λεγομένων, ἡ διαίρεσις χρήσιμος πρὸς τοὺς λόγους τοὺς διαλεκτικούς.

[*](p. 108 a 37)

Τὸ δὲ τὰς διαφορὰς εὑρεῖν χρήσιμον πρός τε τοὺς συλλογισμοὺς τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ πρὸς τὸ γνωρίζειν τί ἕκαστον.

Εἰπὼν πρὸς πόσα καὶ τίνα χρήσιμος ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις, μεταβέβηκεν ἐπὶ τὸ χρήσιμον τὸ ἀπὸ τῆς γνώσεως τῶν διαφορῶν καθ’ ἃς ἄλλο ἄλλου διαφέρει. καί φησιν πρὸς δύο χρήσιμον εἶναι τὸ δύνασθαι τὰς διαφορὰς συνορᾶν αἷς ἄλλο ἄλλου διαφέρει, πρός τε τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, οἳ τοῖς ὁρικοῖς ὑπάγονται προβλήμασι, καὶ πρὸς τὸ γνωρίζειν τὴν ἑκάστου οὐσίαν. πρὸς μὲν οὖν τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, ὅτι εὑρόντες διαφορὰς τῶν προκειμένων ὡς ταὐτῶν δεδειχότες ἂν εἴημεν ὅτι μὴ ταὐτά. οἶον ζητουμένου εἰ ταὐτὸν ἐγκράτεια καὶ σωφροσύνη, εὑρόντες ὅτι διαφέρει σωφροσύνη ἐγκρατείας τῷ αὐτὴν μὲν ἠρεμαίας ἔχειν τὰς ἐπιθυμίας τὴν δὲ σφοδράς, εἴημεν ἂν δεδειχότες ὅτι μὴ ταὐτά. πάλιν ζητουμένου εἰ ἡ ἀκρασία καὶ ἡ ἀκολασία αἱ αὐταί, εὑρόντες ὅτι ἡ μὲν κατὰ προαίρεσιν πράττει τὰ αἰσχρά, ἡ ἀκολασία, ἡ δὲ παρὰ προαίρεσιν, ὅτι μὴ αἱ αὐταί, εἴημεν ἄν δεδειχότες. ὁμοίως καὶ ὅτι μὴ ταὐτὸν ἐλευθεριότης μεγαλοπρεπείᾳ, δεικνύοιμεν ἄν ἐκ [*](1 ἐξετάζῃ aDP ἡ in ras. DP2): ἐξετάζει ΑΒ ὁ om. A: superscr. P2 προλάβῃ aAB 5 post αὐτό add. ἔχει Β 6. 7 εἶναι ἴδιον A 8 τοῦτο ABD et, ut vide- τοὺς τῷ a Pcorr. καλῶς A 11 τὸν λόγον ἐπὶ om. Α 13 ἤρτηται] et in ras. ρ P2 14 τῆς om. DP λεγομένων] λεγο in ras. P2 16 τε om. B(P) | 17 καὶ πρὸς—ἕκαστον (18) om. Β 18 ἕκαστον AD: ἐστιν ἕκαστον aP (CPouf): ἕκαστον ἐστιν Arist. 19 post πόσα add. τε Β 22 συνιδεῖν Α ἄλλο om. Α 24 τοὺς περὶ] τοῦ Β 25 συλλογισμοῦ Α post εὑρόντες add. τὰς aB προειρημένων aAP 26 ὡς ταὐτὸν A: I. ὡς τῶν αὐτῶν εἰδότες ABD 28 ἠρεμίας a τὴν δὲ] αὐτὴν A 32 ὅτι καὶ ταυτὸν A ζητοῦμεν Α 27 εὑρόντες aP 32 ὅτι om., ἡ μὲν postea add. D)

122
ἡ δὲ ἐλευθεριότης περὶ τὰ συνήθη ἀναλώματα ἐνεργεῖ. πρὸς δὲ τὸ γνωρίζειν τὴν οἰκεῖν ἑκάστου οὐσίαν χρήσιμος ἡ τῶν διαφορῶν γνῶσις, ὅτι ὁ ἑκάστου ὁρισμὸς ἐκ γένους τε καὶ διαφορῶν· εἰδότες οὖν τὰς οἰκείας ἑκάστου διαφοράς, αἷς τῶν ἄλλων διαφέρει, χωρίζειν τε ἄν αὐτὸ ἀπὸ τῶν ἄλλων δυναίμεθα καὶ τὴν οὐσίαν αὐτοῦ γνωρίζειν. καὶ πρὸς τὴν τῶν γενῶν δὲ εἰς τὰ εἴδη τομὴν χρήσιμος ἡ τῶν διαφορῶν γνῶσις, ὡς προεῖπον. ἀλλὰ καὶ πρὸς τὰς ἐνστάσεις τῶν ἐπακτικῶν λόγων. καὶ πρὸς ἄλλα δέ τινα χρήσιμος ἡ γνῶσις τῶν διαφορῶν, ὧν καὶ αὐτῶν ὀλίγῳ πρότερον ἐμνημονεύσαμεν· ἀλλὰ τά γε κυριώτατά ἐστιν ἃ αὐτὸς παρέθετο.

[*](p. 108 b 7)

Ἡ δὲ τοῦ ὁμοίου θεωρία χρήσιμος πρός τε τοὺς ἐπακτικους λογους.

Πρὸς τίνα ·χρήσιμος καὶ ἡ τοὺ ὁμοίου θεωρία, λέγει. καί φησιν αὐτὴν πρός τε τοὺς ἐπακτικοὺς τῶν λόγων εἶναι χρήσιμον, οἳ ναὶ αὐτοὶ ἐδείχθησαν οἰκεῖοι τῆς διαλεκτικῆς ὄντες, ἔτι δὲ καὶ πρὸς τοὺς ἐξ ὑποθέσεως συλλογισμούς λέγει δὲ νῦν ἐξ ὑποθέσεως συλλογισμοὺς τούτους οὓς λέγομεν· ἐξ ὁμολογίας) καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀπόοοσιν. προς μεν τοὺς ἐπακτικοὺς λογους, οτι δια της τῶν κατὰ μερος ὁμοιότητος τὸ καθόλου πιστὸν ἐν ταῖς ἐπαγωγαῖς δείκνυται γίνεσθαι· διὰ γὰρ τοῦ ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων λογικὸν εἶναι καὶ ταύτῃ ὅμοιον τὸ ὅτι πᾶς ἄνθρωπος λογικὸς ἡ ἐπαγωγὴ δείκνυσιν· ἀλλὰ καὶ ὅτι πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, ἐκ τοῦ τὸ λευκὸν ἐκ μέλανος γίνεσθαι καὶ τὸ μουσικὸν ἐξ ἀμούσου καὶ τὸ θερμὸν ἐκ ψυχροῦ· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τῇ οὗν ὁμοιότητι τῇ ἑκάστου τὸ καθόλου ἐδείχθη. ἀλλὰ καὶ ὅτι οὐδὲν τῶν μὴ ἐχόντων πνεύμονα ἀναπνεῖ ἢ τῶν κερασφόρων ἄμφοδόν ἐστι δι’ ἐπαγωγῆς καὶ τῆς τῶν ὁμοίων παραθέσεως γνώριμον γίνεται. πρὸς δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς, ὅτι τῷ ὅμοια ἀλλήλοις εἷναι ἀξιοδμεν, ὃ ἄν ἐφ’ ἑνὸς δειχθῇ, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων δεδεῖχθαι· οὑ γὰρ ἐν τοῖς τυχοῦσί ὁ ἐξ ὑποθέσεως συλλογισμὸς ἀλλὰ ἐν ὁμοίοις. ὁ γὰρ ἐξ ὑποθέσεως συλλογισμὸς νῦν λεγόμενος ἐξ ὁμολογίας ἐστίν, ὡς προείρηται· ὑποθέμενοι γάρ, ὡς ἄν ἐπὶ τοῦδέ τινος δειχθῇ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων· τῶν ὁμοίων αὐτῷ ἔσεσθαι δεδειγμένον, ἐπὶ τοῦδέ τινος τὴν δεῖξιν [*](1 ἡ om. a 3 ἡ γνῶσις τῶν διαφορῶν aP 4 ὁ om. D ἐκ γένους καὶ τῶν διαφορῶν ἐστιν D 5 γνωρίζειν P ἀπό] μετὰ P 7 δὲ aDP: τε aB προεῖπον] p. 115,4—6 8. 9 τινα ἄλλα omisso δὲ Α 9 ἡ τῶν διαφορῶν γνῶσις Α ὥν om. AD ὀλίγῳ aBP: ὀλίγον Α. ὀλίγων ὡς D 9. 10 ἐμνημονεύσαμεν (p. 115, 11 sq.) AD: ἐμνημόνευσεν aBP 11 χρήσιμος om. aP τε 0111. BD 13 φησὶ δὲ omisso καὶ Α 15 ἐδείχθησαν] c. 12 καὶ om. aP 16 συλλογισμοὺς alterum om. aP 17 post καὶ add. τῶν Β 19 ἐνδείκνυται Α 20 ante ταύτῃ postea add. τὸ D 21 δείκνυται Β 22 ἐς] ἐκ τοῦ Α. ἐναντίων D 25 ἄμφοδόν AD: ἀμφόδουν Β: ἄμφωδόν aP cf. p. 93,4 118,29 26 διὰ τῆς D 28 δειχθείη A 29 post τυχοῦσιν add. ἐστὶν D post ἀλλά add. καὶ AD 30 γενόμενος Α)

123
ποιούμεθα. ἐπ.εὶ γὰρ ὁμοιότητά τινα ἔχει πρὸς ἄλληλα τὰ. ἀντικείμενα, ἀξιοῦμεν, ὃ ἄν ἐφ’ ἑνὸς αὐτῶν δειχθῇ, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων δεδεῖχθαι, καὶ δείξαντες ἐπὶ τῶν ἐναντίων φέρε εἰπεῖν, ὅτι ἀδύνατόν ἐστιν αὐτὰ ἅμα τῷ αὐτῷ ὑπάρχειν, διὰ τοῦ τὰ ἐναντία ἀναιρετικὰ ἀλλήλων εἷναι, τὰ δὲ ἀναιρετικὰ ἀλλήλων ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, ἡγούμεθα καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων τὸ αὐτὸ δεδεῖχθαι διὰ τὴν ὁμολογίαν τὴν προγενομένην ὅτι, ὃ ἐφ’ ἑνὸς τῶν ἀντικειμένων, καὶ ἐπὶ τῶν ἄλλων· ὃ οὐδεὶς ἄν συνεχώρησεν εἰ μὴ διὰ τὴν ὁμοιότητα αὐτῶν τὴν πρὸς ἄλληλα. πάλιν ἄν πᾶσαν ψυχὴν θέλοντες ἀθάνατον δεῖξαι λάβωμεν τὸ ἐὰν ἡτισοῦν ἀθάνατος ψυχὴ δειχθῇ, ὅτι καὶ πᾶσα δι’ ὁμοιότητα, ἔπειτα δείξωμεν ὅτι ἡ λογικὴ ἀθάνατος, γίνεται ἐξ ὑποθέσεως καὶ πᾶσα δεδειγμένη. ἀλλὰ καὶ ὅτι πάσα κίνησις ποθὲν ποὶ γίνεται, ἀξιοῦμεν δεδεῖχθαι δείξαντες ἐπὶ τῆς κατὰ τόπον τοῦτο. πάλιν πρὸς τὴν τῶν ὁρισμῶν εὕρεσίν τε καὶ ἀπόδοσιν χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία· δυνάμενοι γὰρ συνορᾶν, τί ἐν ἰοῖς διαφέρουσιν ἀλλήλων ὅμοιόν ἐστι καὶ κοινόν, δυναίμεθ᾿ ἄν τὸ γένος αὐτῶν λαμβάνειν. τὸ γὰρ τῶν κοινῶν τισιν ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενον μάλιστα τοῦτό ἐστιν αὐτῶν γένος· ἡ δὲ τοῦ γένους εὕρεσις χρήσιμος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν. εἰ γὰρ λαβόντες ἵππον καὶ ἄνθρωπον καὶ κύνα καὶ βοῦν, ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον ζῴων, τὰς ὁμοιότητας αὐτῶν τὰς πρὸς ἄλληλα ἐκλέξαντες, οἷον ὅτι ἐστὶ σῶμα ἔχοντα καὶ ψυχήν, ἀλλὰ καὶ χρῶμα, ἀλλὰ καὶ ἐν τόπῳ ἐστίν, ἀλλὰ καὶ αἰσθητικά ἐστιν, ἀλλά καὶ ζῷα, ἔπειτα πάντων τούτων τὴν σύγκρισιν ποιησόμεθα, ποῖον μάλιστα ὲν τῷ τί εστιν ἀυτῶν κατηγορειται, ἔχοιμεν ἂν ἀυτῶν το γενος· τῶν γὰρ κοίνων τισι τὸ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενον ἢ εἶδός ἐστιν ἢ γένος, ἀλλ᾿ ἐπὶ μὲν τῶν ὁμοειδῶν πρόχειρος ἡ τοῦ εἴδους γνῶσις τῷ κατ’ ἀριθμὸν μόνον ἀλλήλων διαφέρειν τὰ τῷ εἴδει τὰ αὐτά· διὸ οὐδὲ ζητήσεως δεῖται· ἐπὶ δὲ τῶν ἀνομοειδῶν οὐχ. ὁμοίως ῥᾳδία ἡ τοῦ οὕτως κοινοῦ λῆψις· διὸ τῶν ἐν τούτοις ὁμοίων τὸ μάλιστα ἐν τῷ τί ἐστι κατηγορούμενον γένος ἐστί. μάλιστα δὲ εἶπεν ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τὸ γένος, ὅτι δύνανται καὶ αἱ κοιναὶ διαφοραὶ αὐτῶν φαντασίαν ἀποτελεῖν ὡς ἐν τῶ τί [*](1 τινα superscr. P 2 ἀξιοῦμεν om. P ἂν om. D 4 τῷ om. aP διὰ—δεδεῖχθαι (6)] ἡγούμεθα καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ δεδεῖχθαι ἀντικειμένων διὰ τοῦ τὰ ἐναντία ἀναιρετικὰ ἀλλήλων εἶναι· τὰ δὲ ἀναιρετικὰ ἀλλήλων ἀδύνατόν ἐστιν ἅμα τῶ αὐτῶ ὑπάρχειν· τοῦτο οὖν αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἡγούμεθα δεδεῖχθαι ἀντικειμένων D τὰ prius in ras. P2 ἀναιρετικὰ iterat P 5 post ἀδύνατον add. ἐστιν αὐτὰ e vs. ΑΒ 7 προγενομένην BD: προγεγενημένην aAP ὃ aP: ὃ ἄν ut vs. 2 AD: ἄν B 9 ἀθάο o νατον θέλοντες omisso ψυχὴν D τὸ ex corr. D 10 ὁμοιότητ Β δείξωμεν scripsi: δείξαιμεν aADP et ante ἔπειτα B 15 ἐστι om. aP post καὶ add. τί a, superscr. P2 δυνάμεθα ἄν BD 15. 16 λαμβάνειν αὐτῶν Α 19 ζῶον Α: ζῶ(??) P 20 ἔσται Β σώματα aP 21 ἀλλὰ καὶ αἰσθ. ἐστιν om. Α 22 τούτων ex corr. add. D 22 ποιησώμεθα B 23 ἄν om. a κοινῶν γὰρ Α 24 αὐτῶν om. aP 26 τὰ prius om. D ταὐτά aAP οὐδὲ] οὐ A 27 ὁμοίως aP: οὕτως ABD κοινοῦ aBP: κοινῶς. Α: κοινὴ D 28 τῶν—ὁμοίων aP: τό—ὅμοιον ABD 29 γένος prius aADP: γνῶσις B)
124
ἐστι κατηγορούμεναι. οἷον κατὰ πάντων τῶν ζῴων τὸ ἔμψυχον, τὸ αἴσθῃ τικόν· διὸ εἰ καὶ ταῦτά τις οὕτως κατγορεῖσθαι λέγοι αὐτῶν, ἀλλὰ μᾶλλόν γε καὶ γνωριμώτερον ὂν τὸ ζῷον αὐτῶν ἐν τῷ τί ἐστι κατηγορεῖται· διὸ τοῦτο γένος αὐτῶν. δύναται καὶ τὸ τῶν γὰρ κοινῶν τὸ μάλιστα ἐν τῷ τί ἐστ’. κατηγορούμενον οὕτως εἰρῆσθαι ‘τῶν γὰρ κοινῶν τὸ μάλιστα κοινὸν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον γένος’· καὶ εἴη ἂν τῷ μάλιστα κοινῷ χωρίζων τὸ γένος ἀπὸ τοῦ εἴδους· ἀμφότερα μὲν γὰρ ἐν τῷ τί ἐστιν, ἀλλὰ μάλιστα κοινὸν ὃ ἐν πᾶσίν ἐστι καὶ τοῖς πλείοσι. τὸ μὲν οὗν γένος ἐκ τῆς τοῦ ὁμοίου θεωρίας, αἱ δὲ διαφοραὶ ἐκ τῆς τῶν διαφορων γνώσεως· ἐκ τουτων δε ὁ ὁρισμὸς.

Oὐ μόνον δέ φησιν ἐν τοῖς μὴ πολὺ διεστῶσι χρήσιμον τὴν τοῦ ὁμοίου θεωρίαν εἶναι πρὸς τὴν τοῦ γένους αὐτῶν εὕρεσιν ἀλλὰ κα ἐν τοῖς πολὺ διεστῶσι· καὶ γὰρ καὶ ἐπ’ ἐκείνων τὰ ὅμοια λαβόντες εὕροιμεν ἂν κοινόν τι ἐν αὐτοῖς γένος, ᾧ προσθέντες τὸ ἴδιον ἑκάστῳ τῶν οὕτως τινα πρὸς ἄλληλα κατά τινα ἀναλογίαν οὖσαν, τὴν ὁμοιότητα καὶ τὴν ταὐτότητα αὐτῶν ταύτην λαβόντες ὡς γένος, προσθέντες τούτῳ τὸ ἐν ᾧ ἢ ἑκάτερον αὐτῶν ἢ ἕκαστόν ἐστι τῶν ἐχόντων ταύ|την τὴν ὁμοιότητα, εἴημεν ἂν ἕκαστον αὐτῶν ὡρισμένοι. οἷον ταὐτόν ἐστι γλήνη μὲν ὲν θαλάσσῃ, νηνεμία δ᾿ ἐν ἀέρι· ἑκάτερον γὰρ αὐτῶν ὲν τῷ οἰκείῳ ἡσυχία ἐστί· τὴν δὲ ἡσυχίαν λαβόντες, ὃ ἦν τῇ τε γαλήνῃ καὶ τῇ νηνεμίᾳ κοινόν, ταύτῃ προσθέντες τὸ μὲν ἐν θαλάσσῃ γαλήνης ἀποδώσομεν ὁρισμόν, τὸ δ’ ἐν ἀέρι νηνεμίας. πάλιν ἐπεὶ ταὐτόν ἐστιν ἐν στιγμῇ καὶ μονάδι ἡ ἀρχή (ὡς γὰρ στιγμὴ ὲν γραμμῇ, οὕτως μονὰς ἐν ἀριθμῷ· ἀρχὴ γὰρ ἀμφότερα), προσθέντες τῇ ἀρχῇ ἑκατέρου τὸ οὗ ἐστιν ἀρχή, ὡρισμένοι ἂν αὐτὰ εἴημεν· ἔστι γὰρ στιγμὴ μὲν ἀρχὴ γραμμῆς, μονὰς δὲ ἀριθμοῦ. ὅλως δὲ ἡ τοῦ ὁμοίου θεωρία οἰκειοτάτη ἐπιστήμῃ τε καὶ πάσῃ λογικῇ γνώσει· τὸ γὰρ καθόλου δι’ ὁμοιότητος λαμβάνεται, ἡ δὲ τοῦ καθόλου γνῶσις ἐπιστημονική.

Καὶ τὰ μέν ὄργανα, δι’ ὧν οἱ συλλογισμοί, τὰ εἰρημένα τέσσαρα. ἑξῆς δὲ προτίθεται τοὺς τόπους παραδιδόναι ἀφ’ ὧν αἱ ἀφορμαὶ τῶν ἐπιχειρημάτων, πρὸς οὓς χρήσιμα τὰ ἐν τῷδε τῷ βιβλίῳ προειρημένα τε καὶ προτετεχνολογημένα.

[*](2 οὕτ ante ras. —2 lit. P: om. Α 3 αὐτὸ P1, corr. P2 4 καὶ (??) τῶν κοινῶν D 8 καὶ τοῖς πλείοσίν ἐστιν Β 10 aute γνώσεως addendum videtur γνωρίζονται 13 καὶ (post γὰρ) D: om. aABP 14 ἑκάστω τὸ ἴδιον Α 15 ἂν om. aP ὡρισμένοι aP: ὁριζόμενοι AB et ante αὐτὰ D ἐν] ἄν Α 18 ἡ prius D: ἡ (utroque loco) B: om. aAP αὐτῶν om. aP 2(1 θαλάσσῃ D: θαλάττῃ aABP ἑκάτερον] cf. vs. 25 et p. 71,5 21 ἡσυχία aBP: ἡσυχίας D et compend. A δὲ ABD: δ’ aP: fort. δὴ 22 προσθέντες D: προστιθέντες aAP: προτιθέντες Β θαλάσσῃ AD: θαλάττῃ aBP 23. 24 μονάδι καὶ στιγμὴ Β 25 ἑκατέρου] ἑκάτερον Β τὸ] τοῦ A 26 αὐτὰ εἴημεν AD: inv. ord. aBP 28 ὁμοιότητα B: (??) ὀμοῖο D 31 προστίθεται aA αἱ ἀρχαὶ Β 33 προτεχνολογημένα ABD ΤΕΛΟΣ ΤΟΥ ΠΡΟΩΤΟΥ ΒΙΒΛΙΟΥ subscr. a)
125

’Ev τῷ πρώτῳ τῶν τοπικῶν εἰπὼν περὶ ὧν. ἦν ἀναγκαῖον εἰπεῖν πρὸ τῆς τῶν τόπων παραδόσεως ταῦτα δὲ ἢν τίς τέ ἐστιν ἡ πρόθεσις ἡ κατὰ τὴν πραγματείαν, καὶ τί ἐστι συλλογισμός, καὶ τίνες αὐτοῦ διαφοραί, καὶ τίνι τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικὸς διαφέρει, καὶ τί ποτέ ἐστι τὸ ἔνδοξον), ὑποθέμενος δὲ καὶ πῶς δεῖ καὶ τὸ ἐν τοῖς τοιούτοις λόγοις ἀπαιτεῖν ἀκριβές, εἰπὼν δὲ καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία, ἔτι δὲ δηλώσας τί τὸ ἐν αὐτῇ τέλειον, καὶ μετὰ ταῦτα εἰπὼν ἐν τίσιν αὐτῇ τὸ εἶναι, ὅτι ἐν προβλήμασί τε καὶ προτάσεσι καὶ τοῖς ὀργάνοις δι’ ὧν οἷόν τε εὐπορεῖν τῶν τοιούτων συλλογισμῶν, ἐπὶ τούτοις πρῶτον μὲν περὶ τῶν προτάσεων τε καὶ τῶν προβλημάτων ἐποιήσατο τὸν λόγον κοινῶς, καὶ δείξας ὅτι κατὰ τὸ ὑποκείμενον ἕν ἐστι ταύτα, ὡσπεροῦν καὶ τὸ συμπέρασμα καὶ τὸ λῆμμα πάντα γὰρ ταῦτα τῷ γένει προτάσεις, τό τε πρόβλημα καὶ ἡ πρότασις καὶ τὸ λῆμμα καὶ τὸ συμπέρασμα, κατὰ τὸν τρόπον τῆς ἐκφοράς καὶ τὴν ποιὰν σχέσιν τὴν πρός τινα ἰὴν διαφορὰν ἔχοντα), ἔπειτα εἰπὼν πόσα γένη τῶν προβλημάτων ἐστὶ καὶ τῶν προτάσεων, καὶ δείξας ὅτι τέσσαρα καὶ τίνα, περὶ ἑκάστου αὐτῶν τί ἐστιν εἶπεν. εἰπὼν δὲ καὶ περὶ τῶν οἰκείων τε καὶ παρακειμένων ἑκάστῳ αὐτῶν, ἃ δι’ ὁμοιότητα συντάσσεται αὐτοῖς, ἀλλὰ καὶ δι’ ὅ τι τοσαῦτα τὰ γένη δείξας καὶ δι’ ἐπαγωγῆς καὶ διὰ συλλογισμοῦ, μετὰ ταῦτα διαίρεσιν ἐποιήσατο τοῦ ταὐτοῦ, ἐπεί ἐστί τινα καὶ ἀπὸ ταὐτοῦ προβλήματα τοῖς ὁρικοῖς συντασσόμενα. εἶτα [*](1 Ἀλεξάνδρου—πραγματείας (2) AD: Τοῦ αὐτοῦ εἰς τὸ δεύτερον τῶν τοπικῶν B: Ἀλεξάνδρου ἀφροδισιέως εἰς τὸ β τῶν ἀριστοτέλους τοπικῶν P idemque, sed τοπικῶν ἀριστοτέλους transposito et ὑπόμνημα addito, a 4 τέ om. D 5 τὴν siiperser. Β καὶ τί aP: τί τε ΑΒ: τί D 7 καὶ alterum om. aP 8 καὶ prius B: om. aADP 9 δὲ] τε Β αὐτοῖς Β 10 αὐτὴ ex corr. add. D προτάσεις Α 12 τῶν alterum aP: om. ABD 13 ἐν om. aP ταὐτά aP 14 πρότασις aP 1() τὴν tertium am. B 18 εἶπεν] εἰπὼν D δὲ] non liquet D 19 περικειμένων Α 20 αὐτοῖς periit in D τῷ γένει Bpr., D 21 διὰ om. ΑΒ 22 ὁρικοῖς D: ὁριστικοῖς aABP)

126
ὁρισάμενος τὴν διαλεκτικὴν πρότασιν καὶ τὸ διαλεκτικὸν πρόβλημα καὶ δείξας αὐτῶν τὴν πρὸς ἄλληλα διαφοράν εἰπὼν δὲ καὶ περὶ θέσεως, ἐπεὶ καὶ ἡ θέσις πρόβλημά τι, ἀλλὰ καὶ περὶ ἐπαγωγῆς ποιησάμενος τὸν λόγον καὶ δείξας τί ἐστι, καὶ εἰπὼν ὅτι μέρος ἐστὶ τῶν διαλεκτικῶν λόγων καὶ ἡ ἐπαγωγὴ ὥσπερ καὶ ὁ συλλογισμός, μετὰ ταῦτα τίνα ἐστὶ καὶ πόσα τὰ ὄργανα, δι᾿ ὧν οἷόν τε εὐ·πορεῖν τῶν διαλεκτικῶν λόγων, εἶπε, καὶ περὶ ἑκάστου αὐτῶν ἰδίᾳ διεξελθὼν ἔδειξε καὶ· τὸ ἀφ’ ἑκάστου αὐτῶν χρήσιμον πρὸς τὴν διαλεκτικήν. περὶ τούτων ποιησάμενος ἐν τῷ πρώτῳ τῶν Τοπικῶν τὸν λόγον ὡς ἀναγκαίων γνωρίζεσθαι πρὸς τὴν τῶν παραδοθησομένων τόπων χρῆσιν. ἐν τῷ δευτέρῳ τῆς τῶν τόπων τῶν πρὸς ἕκαστον πρόβλημα χρησίμων παραδόσεως ἄρχεται. ἔστι δὲ ὁ τόπος ἀρχὴ καὶ ἀφορμὴ ἐπιχειρήματος· ἐπιχείρημα δὲ καλοῦσι τὸν διαλεκτικὸν συλλογισμόν. διὸ καὶ ὁρίζεται ὁ Θεόφραστος τὸν τόπον, ὡς ἤδη ἡμῖν ἐν τοῖς πρώτοις εἴρηται, οὕτως· ‘‘τόπο·ς ἐστὶν ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχάς, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος”. οἷον τόπος ἐστὶν εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπάρχει, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον᾿· οὗτος γὰρ ὁ λόγος καὶ ἡ πρότασις αὕτη τῷ μὲν καθόλου ὥρισται ὅτι γὰρ περὶ ἐναντίων καθόλου λέγεται, δηλοῖ), οὐκέτι μέντοι, εἰ περὶ τῶνδε ἢ τῶνδε τῶν ἐναντίων λέγεται, ἔστιν ὡρισμένον ἐν αὐτῷ. οὐ μὴν ἀλλ’ ἀπ’ αὐτοῦ ὁρμωμένους ἔστιν ἐπιχειρεῖν περὶ ἑκάστου τῶν ἐναντίων· εἰ μὲν γὰρ ζητοῖτο περὶ ἀγαθοῦ εἰ ὠφελεῖ, ληψόμεθα ἀπὸ τοῦ προκειμένου τόπου ὁρμώμενοι προσεχῆ πρότασιν τῷ προκειμένῳ προβλήματι τὴν εἰ τὸ κακὸν βλάπτει, τὸ ἀγαθὸν ὠφελεῖ’· παρὰ γὰρ τοῦ προκειμένου τόπου τό τε εἶναι τῇδε τῇ προτάσει καὶ τὸ πιστὸν ὑπάρξει. εἰ δὲ εἴη ζητούμενον πότερον τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως, πάλιν οἰκείαν καὶ προσεχῆ τούτῳ τῷ προβλήματι πρότασιν. ληψόμεθα ἀπὸ τοῦ προκειμένου τόπου τὴν ‘εἰ τὸ μέλαν χρῶμα συγκριτικόν ἐστιν ὄψεως, καὶ τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως᾿. ἀλλ’ εἰ καὶ περὶ ἡδονῆς ζητοῖτο εἰ ἀγαθόν, ληφθήσεται πρότασις ἀπὸ τοῦ προκειμένου τόπου ἡ λέγουσα ‘εἰ ἡ λύπη κακόν, ἡ ἡδονὴ ἀγαθόν᾿. πάντα γὰρ ταῦτά τε καὶ τὰ τοιαῦτα δυνάμει τε καὶ ἀορίστως ἐν τῷ προκειμένῳ περιέχεται τόπῳ. πάλιν τόπος μὲν ἓν περὶ δύο ‘εἰ τὸ μᾶλλόν τινι δοκοῦν ὑπάρχειν μὴ ὑπάρχει, [*](1 καὶ prius om. P 5 ὅσα Α ἐστὶ post πόσα transposuerunt aP 6 διαλεκτικοῦ, ut videtur, Α 8 ποιησάμενος περὶ τούτων Β 9 ἀναγκαῖον ABP1 (corr. P2) τὴν om. Β 10 τόπων prius om. Α τῶν alterum om. Β 11 post τόπος add. καὶ Β ἀφορμὴ καὶ ἀρχὴ A 12 δι’ ὃν D 13 εἴρηται] ρ. —26 16. 17 τῷ ἐναντίῳ τὸ ἐναντίον — τὸ ἐναντίον τῷ ἐναντίῳ (corr. ex τὸ ἐναντίον P1 vel P2) aP 17 τῷ μὲν ABD: τὸ μὲν aP 18 post ὅτι add. μὲν A post ἐναντίων add. οὐ P 19 εἰ ABD: ὅτι P: om. a ἐν om. D 20 οὐ μὴ B ὡρμημένους Α 21 μὲν superscr. Β γὰρ om. D ante ἀγαθοῦ add. τοῦ aPP 2;) περὶ Β 23. 24 τοῦ προκειμένου τὸ D: τοὺς προκειμένους τόπους aABP 25 ἐστιν om. aP 27 τόπου om. aB χρῶμα μέλαν B 28 ἐστιν om. a 29 ζητοῖ τό Α εἰ om. Α ἡ om. P 32 ἐν τῷ περὶ δύο D: om. P δοκοῦν τινι Β)
127
οὐδὲ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχοι ἂν αὐτῷ᾿. καὶ γὰρ οὗτος ὁ λόγος τῷ μὲν καθόλου ὥρισται ὅτι γὰρ περὶ τοῦ μᾶλλον καὶ ἧττον ὑπάρχοντος λέγει, δηλοῖ, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ ὅτι περὶ ἐναντίων), τοῖς μέντοι καθ ἕκαστά ἐστιν ἀόριστος· οὐ γὰρ δηλοῦται ἐν αὐτῷ περὶ τοῦ ἐν τίνι μᾶλλον· ἔστι γὰρ καὶ ἐπὶ χρώματος λαβεῖν τὸ μᾶλλόν τε καὶ ἧττον καὶ ἐπὶ χυμοῦ καὶ ἐπὶ ἀγαθοῦ. ἔστι μέντοι πρὸς ἕκαστον τῶν τῷ μᾶλλόν τε καὶ ἧττον προσχρῆσθαι δυναμένων προβλημάτων ὁρμωμένους ἀπὸ τοῦ προειρημένου τόπου οἰκείων εὐπορεῖν προτάσεων. ζητουμένου γάρ, ἂν οὕτω τύχῃ, πότερον ὁ πλοῦτος ἀγαθὸν ἢ οὓ, βουλόμενός τις ὅτι μὴ ἀγαθὸν δεῖξαι ὁρμώμενος ἀπὸ τοῦ προειρημένου τόπου λήψεται προσεχῆ προιᾶσιν τῷ προκειμένῳ, δι’ ἧς ὅτι μή ἐστιν ἀγαθὸν συλλογιεῖται. εἰ γὰρ ἡ ὑγεία μᾶλλον οὖσα τοῦ πλούτου ἀγαθὸν μή ἐστιν ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν ἂν εἴη· ἧς ληφθείσης προτάσεως, εἰ προσληφθείη τις πρότασις ἡ λέγουσα ὅτι μή ἐστιν ἡ ὑγεία ἀγαθὸν διὰ τὸ φέρε εἰπεῖν γενέσθαι τισὶ πρὸς κακοῦ μηδὲν δὲ ἀγαθὸν αἴτιον γίνεσθαι κακοῦ, εἴη ἂν κατὰ τὸν προκείμενον τόπον δεδειγμένον ὅτι μὴ ἀγαθὸν ὁ πλοῦτος.

Ποιεῖται δὲ πρώιην τῶν τόπων τὴν τῶν πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα παράδοσιν, ὅτι τε κοινότερον τοῦτο καὶ κατὰ τοῦτο πρῶτον τὸ γὰρ ὑπάρχον πᾶσιν ὑπάρχει) οὕτω τε τεταγμένη γίνεται καὶ διακεκριμένη ἡ τῶν τόπων παράδοσις. ἔστι γὰρ συμβεβηκός, ὡς εἷπεν ἐν τῷ πρὸ τούτου, ὃ “μήτε γένος ἐστὶ μήτε ὅρος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι”. ἀλλὰ μὴν τὸ ὑπάρχειν καὶ τοῖς ἄλλοις παρακολουθεῖ· οὔτε γὰρ γένοςοὔτε ἴδιον οὔτε ὅρον οἷόν τε εἶναί τινος μὴ ὑπάρχοντα αὐτῷ. διὸ ἀναιρουμένου τοῦ ὑπάρχοντος, ᾧ τὸ συμβεβηκὸς ὁρίζεται, ἀναιρεῖται καὶ τῶν ἄλλων ἕκαστον· οὐκέτι μέντοι ἐκείνων τινὸς ἀναιρουμένου συναναιρεῖται τὸ συμβεβηκός. ὥστε πρῶτον τῇ φύσει κατὰ τοῦτο τῶν ἄλλων τὸ συμβεβηκός. ἔτι καὶ διότι ἀπὸ τοῦ συμβεβηκότος αὐτῷ τῆς τῶν τόπων ἀρχομένῳ παραδόσεως ἔμελλε τεταγμένη τε γίνεσθαι καὶ διακεκριμένη ἡ τῶν τόπων παρ.άδοσις, ὡς ἄλλους μὲν εἶναι τοὺς πρὸς τὸ συμβεβηκὸς ἄλλους δὲ τοὺς πρὸς τὸ γένος ἄλλους δὲ τοὺς πρὸς τὸ ἴδιον καὶ ἄλλους τοὺς πρὸς τὸν ὁρισμόν. εἰ γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τὴν ἀρχὴν τῆς τῶν τόπων παραδόσεως ἐποιεῖτο, ἐπειδὴ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ τί ἦν εἶναι σημαίνειν, ἀλλὰ πρῶτον μὲν ὑπάρχειν ἐκείνω οὗ ἐστιν ὁρισμός, ἔπειτα καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἀντικατηγορεῖσθαι αὐτοῦ, ἀναγκαίως ἂν καὶ [*](5 ante ἧττον add. τό A 6 ἐπὶ om. Β post μέντοι add. καὶ D 7 ὡρμημένους Α 8 εὐπορεῖν οἰκείων B 10. 11 τῶν προκειμένων BD 11 ἐστὶν om. aP 12 ἂν om. B 14 ἡ om. aP γενέσθαι (sic) D: γίνεσθαί aABP τισὶ om. Β 14. 15 πρὸς πρὸ A) κακοῦ—γίνεσθαι κακοῦ ABD: κακοῦ αἰτία aP 15 προειρημένον Α 17 τὴν τῶν τόπων aP τῶν alterum om. Β 18 κατὰ] ὅτι Α 19 τὸ γὰρ—παράδοσις (20) om. P τε scripsi cf. ρ. 128, 5: γὰρ aABD 20 εἶπον D ἐν τῷ πρό τούτου] c. 5 p. 102 b 4 ὅρος Β ὑπάρχοντος D αὐτὸν Α 25 ἐκεῖνα A 28 τε om. ΑΒ διακεκριμμένη D 31 τοῦ τόπου B 32 ad τί ἣν εἶναι in mrg. ἤγουν τί ἐστι ἔθει ἀριστοτελικῶ notat P3)

128
τῶν τοῦ ὑπάρχοντος κατασκευαστικῶν ἡ ἀνασκευαστικῶν τόπων ὥς ὁρικῶν ἐμνημόνευσεν, οἵτινές εἰσιν οἰκεῖοι τῷ συμβεβηκότι, καὶ τῶν δεικνύντων ὅτι ἐν τῷ τί ἐστι κατηγορεῖται, οἳ πάλιν εἰσὶν οἰκεῖοι τῶν γενικῶν προβλημάτων, ἀλλὰ καὶ τῶν δεικνύναι δυναμένων ὅτι ἀντικατηγορεῖται, οἳ τῶν ἀπὸ τοῦ ἰδίου προβλημάτων εἰσὶν οἰκεῖοι. οὕτως τε καὶ τοὺς τῶν ἄλλων προβλημάτων οἰκείους τόπους ὁρικοὺς ἄν ἔλεγε, πάλιν τε περὶ ἐκείνων λέγων καὶ μνη|μονεύων αὐτῶν τοὺς μὲν ἀπὸ τοῦ γένους ἔλεγεν ἄν αὐτῶν τοὺς δὲ ἀπ’ νοῦ τινός, ὡς γίνεσθαι τοὺς αὐτοὺς πλειόνων οἰκείους. νῦν δὲ ἀρχόμενος ἀπὸ τοῦ συμβεβηκότος, ὃ κοινότατόν τέ ἐστι καὶ ἁπλούστατον, τοὺς μεν πέρι του ὑπάρχειν ἡ μὴ ὑπάρχειν τόπους ὡς ιοιους του συμβεβηκότος παραδίδωσιν· ἑξῆς δὲ μνημονεύων τῶν πρὸς τὸ γένος, ὅσοι παρὰ τὸ ὑπάρχειν περιττεύουσιν ἐν τῷ γένει, τούτους ὡς ἰδίους τοῦ γένους παραδίδωσι, καὶ ὅσοι πάλιν παρὰ τὸ γένος ἐν τῷ ἰδίῳ, ὡς οἰκείους τοὺ ἰδίου, καὶ ὅσοι παρὰ τοῦτο ἐν τῷ ὁρισμῷ, πρὸς τοὺς ὁρισμούς.

Ἄρχεται μὲν οὖν διὰ ταῦτα ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων. πρῶτον δὲ διαίρεσίν τινα τῶν· προβλημάτων ποιεῖται, ἥτις δύναται μὲν γένεσθαι καὶ ἐπὶ τῶν ἄνων, μάλιστα δέ ἐστιν ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος. ἔστι δὲ ἡ διαίρεσις ὅτι τῶν προβλημάτων τὰ μέν ἐστι καθόλου τὰ δ’ ἐπὶ μέρους. ἐπὶ μὲν γὰρ τῶν ἄλλων γενῶν τῶν προβλημάτων, κἄν ἐπὶ μέρους τι ληφθῇ ὡς ἀληθὲς καθ’ αὑτό, ἀλλ’ οὖν κἀκεῖνο καθόλου τι ὲν αὑτῷ ἔχει· ὁ γὰρ λέγων τινὸς ἐμψύχου τὸ ζῷον γένος ὄτι ἐπὶ μέρους μὲν λέγει, δῆλον, ἀλλὰ τὸ ‘τί τοῦτο’ οὐκ ἄτομόν ἐστιν ἀλλὰ καθόλου· ἐπὶ δὲ τῶν συμβεβηκότων καὶ τὸ ἐν μέρει τὸ ὡς ἄτομον ἀληθὲς λαμβάνεται καθ’ αὑτό. ἐν μὲν γὰρ τοῖς ἀπὸ τῶν ἄλλων γενῶν προβλήμασι πάντα καθόλου τὰ προβλήματα † ἀλλήλοις δύναται λαμβάνεσθαι· οὕτε γὰρ γένος οὔτε ὅρος οὔτε ἴδιον τινὶ μὲν ἀτόμῳ ὑπάρχει τῶν ὁμοειδῶν τινὶ δὲ οὔ, ἀλλ᾿ ἢ πᾶσιν ἢ οὐδενί. τὸ δὲ συμβεβηκὸς μόνον οἷόν τε τινὶ μὲν ὑπάρχειν ὡς ἀτόμῳ τινὶ δὲ μή, οἷον τὸ λευκὸν ἢ τὸ μουσικὸν ἀνθρώπῳ ἢ τῶν ἄλλων τι τῶν συμβεβηκότων αὐτῷ· τὶς μὲν γὰρ ἄνθρωπος μουσικός, τὶς δὲ οὔ. διὰ δὲ τῆς διαιρέσεως ταύτης τὴν τάξιν τῆς παραδόσεως τῶν τόπων λήψεται. ποιησάμενος γὰρ τὴν προειρημένην διαίρεσιν πρῶτον μὲν δείξει ὅτι μὴ δεῖ πάντων ἰδίους τινὰς τόπους ζητεῖν· τοὺς ἀνασκευ- αστικοὺς ἢ κατασκευαστικοὺς τῶν ἐπὶ μέρους· οἱ γὰρ τὰ καθόλου κατασκευὐπάρχοντος [*](1 ὑπάρχοντος ADP: ὑπάρχειν aB κατασκευρασικῶν Α 1.2 ὁρικῶν scripsi cf. vs. 6: ὁριστικῶν libri 2 τινες Α 4 ἀντικατηγορεῖται aP: ἀντικατηγοροῦνται BD: ἄν κατηγοροῦνται Α 7 ἄν aBP: om. AD 8 ὡς] non liquet Α πλεόνων P 9 τέ om. Α 10 περὶ aABP: ἀπὸ D 12 τούτω Β 13 παραδίδωσι D: ἀποδίδωσι aABP περὶ Β ἐν τῶ corr. ex ὡς Β 13. 14 οἰκείους τοῦ ἰδίου D: τῶ ἰδίω οἰκείους AB: αὐτῶ οἰκείους aP 15 οὖν] εἶναι Α πρὸ, lit videtur, Α 16 τινα om. D 16. 17 γίνεσθαι Β 19 μέρος A ἄλλων om. Β 20 κατ’ αὐτὸ Α 22 ἐπὶ aB: om. ADP λέγεται Α δῆλον om. aP τοῦτο] τούτων, ut videtur, corr. D 23 τὸ prius aP: τῶν ABD 25 ἀληθῶς conicio δύνανται D 26 ἀτόμῳ om. P 28 ὑπάρχειν] ν add. P2 τὸ alterum om. aBP 29 τί BD: τινὶ aP: om. Α 29. 30 μουσικός scripsi cf. p. 129, 31. 32: μουσικόν libri 30 post οὔ add. e vs. 27 ἀλλ’ ἢ πᾶσι ἢ οὐδενὶ Α 30. 31 τὴν διαίρεσιν ταύτης τῶν τόπων τῆς παραδόσεως τὴν τάξιν D 32 τινὰς om. Α ἐπιζητεῖν D)

129
ἄζοντες συγκατασκευάζουσι καὶ τὰ ἐπὶ μέρους τὰ ὑπ’ αὐτά, ὥστε ἀρκοῖεν ἂν οὗτοι πρὸς ἀμφότερα· ὁμοίως καὶ οἱ καθόλου ἀνασκευαστικοὶ συναναιροῦσι καὶ τὰ ἐπὶ μέρους. ἔτι δὲ ὁ δείξας, ὅτι κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά, λήψεται ὅτι δεῖ ἀπὸ τῆς τῶν καθόλου δεικνύν·των τόπων παραδόσεως τὴν ἀρχὴν ποιεῖσθαι, διότι συγκατασκευάζει ταῦτα καὶ τὰ ἐπὶ μέρους καὶ ἔστι χρήσιμα καὶ πρὸς τὴν ἐκείνων κατασκευήν. πάλιν δὲ ἐπεὶ τῶν κοινῶν τε καὶ καθόλου οἱ μὲν κατασκευαστικοί εἰσιν οἱ δὲ ἀνασκευαστικοί ὅτι δεῖ ἀπὸ τῶν ἀνασκευαστικῶν ἄρχεσθαι, λήψεται ἐκ τοῦ τὰ μὲν προβλήματα τοὺς τιθέντας ἐν τῷ ὑπάρχειν τε καὶ καταφατικῶς τιθέναι, προκεῖσθαι δὲ τοῖς διαλεγομένοις τὸ ἀντικείμενον τῶν τιθεμένων δεικνύναι· ἀντίκειται δὲ τῷ καταφατικῷ τὸ ἀποφατικόν. τῷ οὖν χρησιμωτέρους καὶ ἀναγκαιοτέρους εἶναι τοὺς καθόλου ἀνασκευαστικοὺς τοῖς διαλεκτικοῖς ἀπὸ τούτων ἄρξεται.

[*](p. 108 b 34)

Ἔστι δὲ τῶν προβλημάτων τὰ μὲν καθόλου τὰ δὲ ἐπὶ μέρους.

Προβλήματα νῦν ἔοικε λέγειν οὐ τὰ προτεινόμενα (ἐκεῖνα γὰρ τὴν ἀντίφασιν περιέχει), ἀλλὰ τὰ ὡρισμένα ἤδη κατὰ τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως, πρὸς ἃ ·δεῖ ἀεὶ εὐπορεῖν ἐπιχειρημάτων. ὡς γὰρ τῶν προτάσεων αἱ μέν εἰσιν ἐν ἐρωτήσει τὴν ἀντίφασιν περιέχουσαι, αἱ δὲ ἤδη ὡς συλλογισμοῦ μέρη λαμβάνονται θάτερον μέρος οὖσαι τῆς ἀντιφάσεως αὗται γάρ εἰσιν αἱ ἔνδοξοι, οὐχ αἱ ἐρωτήσεις ἀλλ’ αἱ ἤδη συγκεχωρημέναι τε καὶ κείμεναι, δι’ ὧν ὁ διαλεκτικὸς συλλογισμός), οὕτως καὶ τῶν προβλημάτων τὰ μέν ἐστιν ὡς προβαλλόμενα τὰ δὲ ὡς ὡρισμένα ἤδη, περὶ ὧν νυν λέγει. καθόλου δὲ νῦν λέγει ἃ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας “καθόλου ὡς καθόλου”. τὸ ἆν γὰρ κοινὸν πᾶν καθόλου, κἂν ἀδιορίστως λέγηται· τὸ δὲ τοιοῦτον καθόλου τῷ καθ’ ἕκαστον ἀντιδιαιρεῖται· οἷον καθόλου μὲν ἄνθρωπος, καθ’ ἕκαστον δὲ Καλλίας. ὡς καθόλου δὲ τὸ καθόλου λέγεται, ὅταν τῷ καθόλου τὸ ‘πᾶς’ ἢ ‘οὐδεὶς’ προστεθῇ· οἷον πᾶς ἄνθρωπος δίπους, οὐδεὶς ἄνθρωπος πτηνός. τὰ οὕτω λεγόμενα νῦν ἀπλῶς καθόλου λέγει, οἷς ἀντιδιαιρεῖται τὰ ἐπὶ μέρους καὶ αὐτὰ περὶ τὰ καθόλου γινόμενα, ὡς τὸ ‘τὶς ἄνθρωπος μουσικός ἐστιν’, ‘οὐ πᾶς ἄνθρωπός ἐστι μουσικός᾿.

[*](1 συγκατασκευάσουσι. aA 3 ὁ om. DP 3. 4 τὰ καθόλου κοινὰ εἶναι ἀνασκευαστικά τε καὶ κατασκευαστικά omisso ὅτι Α 4 post λήψεται add. δὲ Α 7 δὲ απο add. P2 ἐπὶ Α 8 κατα- supra ras. P ἀπὸ aD: ἐκ AB: ἐκ P 10 προσκεῖσθαι Α 11. 12 τὸ καταφατικὸν τῶ ἀποφατικῷ D 12 εἶναι om. Α 13 τοῖς in ras. D 18 post δεῖ add. μὲν aP 19 ἤδη] εἴδη Α 21 αἱ (ante ἔνδοξοι) om. Α 22 διαλεκτικὸς om. P συλλογισμός] ὅς compend. supra ras. unius lit. P2 23 ὡς alterum om. Α 24 ἐν τῷ Περὶ ἑρμ.] c. 7 p. 17 b 3 sq. 25 λέγοιτο Α 26 et 27 ἕκαστον scripsi: ἕκαστα libri 27 τῶ Β 28 τὸ aABP: ἢ D 32 μουσικός ἐστιν D)
130
[*](p. 109a1)

Ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά.

Χρήσιμα | καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους κατασκευήν καὶ ἀνασκευήν. καὶ ὅτι οὐ δεῖ ἰδίους πάντως τινὰς τόπους πρὸς τὰ ἐπὶ μέρους ζητεῖν προβλήματα, πάλιν δείκνυσιν· οἱ γὰρ τόποι, φησίν, ἀφ’ ὧν ἢ καθόλου τι κατασκευάσομεν ἢ καθόλου ἀνασκευάσομεν, κοινοὶ πρὸς ἀμφότερά εἰσι τὰ γένη τῶν προβλημάτων, γένη τῶν προβλημάτων λέγων νῦν τό τε καθόλου καὶ τὸ ἐπὶ μέρους. λέγει δὲ τοῦτο, ἐπειδὴ ποιήσεται τὴν παράδοσιν τῶν τόπων ἀπλῶς τε καὶ καθόλου, οὐ προσθεὶς τὸ ἐν μέρει ἢ τινί. ἵνα οὖν ᾖ γνώριμον ὅτι οἱ αὐτοί, κἄν ἐπὶ μέρους τι ᾗ πρόβλημα, χρήσιμοι ἡμῖν ἔσονται, προλέγει περὶ αὐτοῦ. ἐρεῖ δὲ τὸ αὐτὸ τοῦτο φανερώτερον ἔτι καὶ ἐν τῷ τρίτῳ ἐπὶ τέλει. τὰ μὲν οὖν καθόλου κατασκευαστικὰ καὶ πρὸς τὸ καθόλου καταφατικὸν πρόβλημα καὶ πρὸς τὸ ἐπὶ μέρους καταφατικὸν χρήσιμα, τὰ δὲ καθόλου ἀνασκευαστικὰ πάλιν πρός τε τὸ καθόλου ἀποφατικὸν καὶ πρὸς τὸ ἐπὶ μέρους. οὐ γὰρ μόνα τὰ καθόλου καταφατικὰ προβλήματα διὰ τῶν καθόλου ὑπάρχειν συναγόντων τόπων δείκνυται ἀλλὰ καὶ τὰ ἐπὶ μέρους καταφατικά. ὁ γὰρ δείξας, ὅτι πᾶς ἄνθρωπος ἀναπνεῖ, καὶ ὅτι τὶς δέδειχε· καὶ χρήσαιτ’ ἄν τις, προκειμένου δεῖξαι ὅτι τὶς ἡδονὴ ἀγαθόν, τῇ καθόλου δείξει ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· δείξας γὰρ ὅτι πᾶσα εἴη ἄν καὶ ὅτι τὶς δεδειχώς. ὁμοίως καὶ ὁ μηδενὶ ἀνθρώπῳ δείξας ὑπάρχον τὸ τετράπουν ἢ μηδεμιᾷ ἡδονῇ τὸ ἀγαθὸν καὶ ὅτι οὐ πάσῃ δεδειχὼς ἄν εἴη. οὐ μὴν ἀνάπαλιν· οὔτε γὰρ ὁ τινὶ δείξας ἔδειξε καὶ παντί, οὔτε ὁ τινὶ μὴ καὶ μηδενί. σημειωτέον δὲ ὅτι τὰ καθόλου κατασκευαστικὰ καὶ ἀνασκευαστικὰ χρήσιμά <φησιν> εἶναι πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων. ἀλλ’ οὐ τὰ τοῦ καθόλου ἀνασκευαστικά. οὐ γὰρ ὁ δείξας, ὅτι μὴ πᾶσα ἡδονὴ ἀγαθόν, ἀνῄρηκε καὶ τὸ τινὰ εἶναι ἀγαθόν, καίτοι τὸ καθόλου ἀνεσκεύασεν. ἀλλ’ οὐδὲ ὁ τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι ἀνασκευάσας διὰ τοῦ δεῖξαι τινὰ ἤδη ἀνῄρηκε καὶ τὸ τινὰ μὴ εἶναι ἀγαθόν· ἀνασκευάζεται γὰρ τὸ μηδεμίαν προσεχῶς ὑπὸ τοῦ τινά, οὗ κειμένου οὐκ ἀναιρεῖται τὸ τινὰ μὴ εἶναι ἡδονὴν ἀγαθόν, ὥσπερ οὐδὲ [*](1 γένη] γεν in ras. P2 2 τε om. Arist. cf. vs. 24 3 τὴν om. Β ἀνασκευαστικήν A 4 πάντως τινὰς D: inv. ord. aABP 5 προβλήματα om. P πάλιν D: ἀεὶ aABP 6 τι] τε D κατασκευάζομεν Α καθ(??)όλου D πρὸς τοὺς ἀμφοτέρους Α 7 τῶν alterum aP: om. ABD 10 ἢ pro altero ᾖ Α 11 προλέγει om. Β τὸ αὐτὸ τοῦτο ABD: τοῦτο αὐτὸ aP 12 ἐν τῷ τρίτῳ ἐπὶ τέλει] c. 6 13 ἐπὶ μέρους aABP: μερικὸν D 14 χρήσιμον Α τὸ — ἀνασκευαστικὸν Α 15 καθόλου om. aP 15. 16 ἀποφατικὰ Β 16 τῶν ABD: τὰ a: non liquet P post τῶν add. τὸ Paris. 1832 συνταττόντων Β 18 post τὶς add. ἄνθρωπος D προκειμένην D 20 post ὁμοίως add. δὲ aB 22 ἄν om. D 23 μὴ om. Α 24 φησιν addidi εἶναι ABD: ἐστι compend. supra lac. P2: om. a 25 τοῦ om. AB 27 καίτοι τὸ scripsi: καὶ τοῦτο aBDP: καίτοι καὶ τοῦτο Α ἀνασκευαστικόν A: fort. ἀνεσκεύακεν sive ἀνασκευάσας ὁ AD: om, aBP ὅτι pro altero τό B 30 ἀγαθὸν ἡδονὴν a)

131
καθόλου κοινά καὶ γὰρ πρὸς τὰ ἐπὶ μέρους αὐτοῖς χρώμεθα), τὰ δὲ κοινὰ πρῶτα, πρῶτόν φησι δεῖν περὶ τῶν καθόλου τόπων λέγειν, καὶ ἐπεὶ τῶν καθόλου τὰ μὲν κατασκευαστικὰ τὰ δὲ ἀνασκευαστικὰ τῶν πραγμάτων], x003E; πάλιν ἐν τοῖς καθόλου φησὶ δεῖν λέγειν περὶ τῶν ἀνασκευαστικῶν· πάλιν γὰρ ταῦτα τῶν τὸ καθόλου καταφατικὸν δεικνύντων χρησιμώτερα τῷ διαλεκτικῷ. ἐπεὶ γάρ, ὡς ἐμνημόνευσα ἤδη, τὰς θέσεις καὶ τὰ προβλήματα ὡς ἐπὶ τὸ πλεῖστον καταφατικὰ κομίζουσιν οἱ διαλεγόμενοι, πρόκειται δὲ τῷ διαλεκτικῷ ἀνασκευάζειν τὸ τιθέμενον καὶ εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν (τοιαύτη γὰρ ἡ ἐν τοῖς λόγοις γυμνασία), δῆλον ὡς τὸ καταφατικὸν ἀποφατικῶς ἀνασκευάζοιτο ἄν. τὸ μὲν οὖν ἀποφατικὸν τοῦ καταφατικοῦ πρῶτον, διότι πολὺ χρησιμώτερον τῷ διαλεκτικῷ, τὸ δὲ καθόλου ἀποφατικὸν τοῦ ἐπὶ μέρους, διότι κοινὸν τὸ καθόλου καὶ πρὸς τὸ ἐπὶ μέρους. ὅτι δὲ οἰκειότερον τῷ διαλεκτικῷ τὸ ἀνασκευάζειν τοῦ κατασκευάζειν, ἐν τῷ πρώτῳ τῶν ἐπιγραφομένων Εὐδημείων ἀναλυτικῶν λέλεκται ἐπιγράφεται δὲ τὸ αὐτὸ καὶ Εὐδήμου Ὑπὲρ τῶν ἀναλυτικῶν), ἐν οἷς οὕτως λέγεται, ὅτι “ὁ διαλεκτικὸς ἃ μὲν κατασκευάζει μικρά ἐστιν, τὸ δὲ πολὺ τῆς δύνα. μεως αὐτοῦ πρὸς τὸ ἀναιρεῖν τί ἐστι’’. θέσιν δὲ τὸ πρόβλημα κοινότερον λέγει.

[*](p. 109 a 10)

Ἔστι δὲ χαλεπώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν.

Τὸ μὲν χαλεπώτατον λέγοι ἄν, ὅτι μὴ ἁπλοῦν μηδὲ πρόχειρον ὡς ἐπὶ τῶν ἄλλων. ἀντιστροφὴν δὲ νῦν ἄλλην λέγει παρὰ τὰς εἰρημένας ἐν τοῖς Ἀναλυτικοῖς· ἐκείνων γὰρ ἦν ἡ μὲν κατὰ τοὺς ὅρους ἡ δὲ κατὰ τὸ καταφατικόν τε καὶ ἀποφατικόν, ὡς αἱ ἐνδεχόμεναι ἀντέστρεφον. ἣν δὲ νῦν λέγει, κατὰ τοὔνομά ἐστι· τὸ γὰρ τῷ τοῦ ὑπάρχειν τινὶ κει- μένου ὀνόματι τὸ ὑποκείμενον καλεῖν ἀντιστρέφειν λέγει. οἷον τὸ ‘ζῷον ὑπάρχει ἀνθρώπῳ’ ἀντιστρέφοντες λέγομεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿· ὃ γὰρ ἐλάβομεν ὑπάρχειν τῷ ὑποκειμένῳ, τοῦτο τὸ‘ ὑποκείμενον εἶναι λέγομεν. εἴη δ’ ἄν ἀντιστροφὴ τοῦτο καθ’ ὅσον πρῶτον ἀπὸ τοῦ κατηγρουμένου ἀρχόμενοι μετὰ ταῦτα ἀπὸ τοῦ ὑποκειμένου τὴν ἀρχὴν ποιούμεθα. ὅταν οὖν οὕτω μεταλαμβανόντων ἡμῶν ἀληθὲς ᾖ τὸ λέγειν [*](1 ἀγαθὴν B 4 τῶν πραγμάτων delevi 5 πρῶτον addidi 6 χρησιμώτερον B 7 ἐμνημόνευσα (sc. p. 129,9. 10) scripsi: ἐμνημόνευσεν libri 8 κομίζουσιν supra κ scripto ν D πρόσκειται Α 10 γύμνασις Α 14 ὅτι δὲ] ἔτι τὲ B οἰκειότατον A 15 εὐδημίων ABD λέλεκται om. aP 16 τὸ BP: om. aAD Εὐδήμου] fr. 100 Ὑπὲρ] an Πρὸ ut Τὰ πρὸ τῶν τόπων in indicibus Aristolelis et Theophrasti, cf. p. 5,28 τῶν corr. ex ὧν P2 ἐν οἶς D: om. aABP: fort. ἐν ᾦ 17 post ὁ add. μὲν Α τῆς evan. P 18 post δὲ add. δὴ aBP τὴν ΑΒ Arist. cf. p. 132,5: om. aDP 25 τε D: om. aABP ἣν BD: τὴν aAP 26 ἐστι om. aP τὸ corr. ex τῶ Β τῷ om. Α ὑπάρχειν scripsi ὑπάρχοντος Waitz Org. II p. X coll. p. 132.2): ὑπάρχει libri 26. 27 κειμένῳ aBP 27 ὀνόματος Α τὸ prius om. a τὸ alterum aABP: τῶ D 28 ὑπάρχειν D 29 τὸ om. a 30. 31 κατηγορουμένου corr. ex κατηγορούμενοι, ut vidotur, P3)

132
καὶ | ὀνομάζειν ἁπλῶς καὶ χωρίς τινος προσθήκης τὸ ὑποκείμενον τῷ [*](71) τοῦ ὑπάρχοντος αὐτῷ ὀνόματι, τὰ οὕτως ὑπάρχοντα ἀντιστρέφειν λέγει κατὰ τὸ ὄνομα. κατὰ τὴν ἀπὸ τοῦ συμβεβηκότος δὲ ἀντὶ τοῦ ‘τὴν τῷ τοῦ συμβεβηκότος οἰκείῳ ὀνόματι ὀνομάζουσαν τὸ ὑποκείμενον αὐτῷ᾿. ἢ τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν εἶπεν· ὀνομάζεται γὰρ τὸ ὑποκείμενον τῷ τοῦ κατηγορουμένου ὀνόματι ὡς οἰκείῳ ἐν τῇ τοιαύτῃ ἀντιστροφῇ. ἐφ’ ὧν δὲ μηκέτι τοῦτο ἀληθές, ταῦτα δὲ οὐκ ἀντιστρέφει ταύτην τὴν ἀντιστροφὴν τὴν κατὰ τοὔνομα. τὰ μὲν οὖν ὡς γένη ὑπάρχοντά τισιν ἢ ὡς ὁρισμοὶ ἢ ὡς ἴδια ἀντιστρέφει· οὗ γὰρ γένος τὸ ζῷον, τοῦτο ζῷόν ἐστι, καὶ οὗ ὁρισμὸς τὸ ζῷον πεζὸν δίπουν ἐστὶ, τοῦτο ζῶον πεζὸν δίπουν ἐστί, καὶ οὗ ἴδιον τὸ γελαστικόν ἐστι, τοῦτο γελαστικόν ἐστι. διό, εἰ τὸ κατ’ ἐκείνων τι κείμενον ὑπάρχειν μὴ ἀντιστρέφοι, οὐδ᾿ ἂν ὑπάρχοι οὕτως ὡς ὑπάρχειν ὑπάρχειν οὐκέτι δὲ τοῦτο ἁπλῶς ἐπὶ τοῦ συμβεβηκότος ἀληθές. οὐ γάρ, εἴ τινι τὸ λευκὸν ὑπάρχει, τοῦτο πάντως ἤδη καὶ λευκόν ἐστιν· ἀλλ᾿ οὐδ’, εἰ μὴ λευκὸν εἰπεῖν ἔστιν, ἤδη καὶ οὐχ ὑπάρχει τὸ λευκὸν αὐτῷ· ὥστε οὐχ οἷόν τε τούτῳ χρωμένους ἀνασκευάζειν τὸ συμβεβηκός. αἴτιον δὲ τούτου, ὅτι τὸ συμβεβηκὸς κατά τι ὑπάρχειν τινὶ δύναται, ᾧ δὲ μὴ ὅλῳ ἀλλὰ κατά τι ὑπάρχει τι καὶ πῄ, τοῦτο οὐκ ἔστιν ἁπλῶς ὀνομάσαι τῷ τοῦ ὑπάρχοντος οὕτως αὐτῷ ὀνόματι· οὐ γὰρ τὸ κατά τι μέλαν ἤδη καὶ μέλαν, οὐδὲ τὸ κατά τι λευκὸν ἤδη καὶ λευκόν· ὁ γοῦν Αἰθίοψ κατά τι ὢν λευκός κατὰ γὰρ τοὺς ὀδόντας) οὐκ ἔστι λευκός. τοῦτο δὲ τὸ πῄ ὑπάρχειν ἐπὶ μόνου τοὺ συμβεβηκότος χώραν ἔχει· οὔτε γὰρ τὸ γένος οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ἴδιον τὸ κυρίως λεγόμενον πῄ τινι ὑπάρχειν οἷά τε, ὥσπερ οὐδ᾿ ἐν μέρει τινὶ καὶ ἀτόμῳ μόνῳ. ὥστε, εἰ τὸ πᾐ ὑπάρχειν τῷ ὑποκειμένῳ αἴτιον τοῦ μὴ ἀντιστρέφειν, μόνον δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ συμβεβηκότος, ἐπὶ μόνου ἄν τοῦ συμβεβηκότος εἴη ἀληθὲς τὸ μὴ ἀεὶ ἀντιστρέφειν· οὐ γὰρ ἔτι τὸ ὑποκείμενον ἔσται τοῦτο εἷναι εἰπεῖν τὸ συμβεβηκὸς πῄ καὶ μὴ ἀπλῶς ὑπάρχον. οὐκ ἀναιρεῖται δὴ τὸ x003E; τινι ὑπὸ τοὐ μὴ ἀντιστρέφειν· οὐ γάρ, εἰ μὴ ἀντιστρέφει, διὰ τοῦτο οὐδὲ συμβέβηκεν. ἀλλ’ οὐδὲ δείκνυται τὸ ὑποκείμενον ὀνομαζόμενον τῷ τοῦ συμβεβηκότος ὀνόματι, ἄν δειχθῆ αὐτῷ συμβεβηκός. μέλλων δὲ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων τὴν παράδοσιν ποιεῖσθαι, τίν ἴδιά ἐστιν αὐτῶν] παρὰ τὰ ἄλλα προβλήματα τῶν ἀπὸ [*](3 κατὰ τὸ ὄνομα om. D 3. 4 ἀντὶ τοῦ τὴν τῷ aP: ἀντὶ τοῦ τὴν Α: ἀντὶ D: τὴν ἀπὸ B 4 ὀνόματι—οἰκείαν (5) om. D ὀνομάζουσι Α 8 τὸ ὄνομα a 8. 9 τῶ—ὑπάρχοντι A 10 δίπουν] δί in ras. D 11 ἐστί prius om. aBP 12. 13 ἀντιστρέφει Β 15 ἤδη πάντως Α: ἤδη om. D ἐστιν εἰπεῖν D 17 ἀνασκευάσειν Α 18 ᾦ] ὡς A τι (ante καὶ) om. D 19 ἀπλῶς om. D αὐτὸ Dpr. 21 λευκός ὤν Β 23 ὁ om. aP τὸ (ante ἴδιον) om. aP 24 οἶόν τε Α 25 εἰ superscr. Β μὴ D: μηδὲ aABP 26 post οἶόν τε add. εἶνα (sic) D post συμβεβηκότος add. ὡς Β 27 ἀεὶ om. Α: αἰεὶ aP ετι ἔτι aBD: ἔστι P: ἐπὶ A 28 ἔσται] ras. P ὑπάρχον DP: ὑπάρχειν aAB 29 δὴ BP: δὲ aAD τί addidi 29. 30 οὐ γὰρ εἰ μὴ ἀντιστρέφει in mrg. P3 33 αὐτῶν delevi)
133
καθόλου καὶ ἐπὶ μέρους ἐν τούτῳ γίνεσθαί τινα προβλήματα, εἰ τοῦ ἐν μέρει οὕτω τις ἀκούοι ὡς ἐπὶ ἀτόμων λεγομένου, δεύτερον δὲ τὸ μὴ ἀντιστρέφειν τὸν προειρημένον τρόπον τῆς ἀντιστροφῆς πάντα τὰ ἀπὸ τοὐ συμβεβηκότος προβλήματα. τοῦτο δὲ γνωρίζομεν ὂν χρήσιμον πρὸς τὰς ἐπιχειρήσεις· ὁ μὲν γὰρ· δείξας, ὅτι οὐκ ἔστιν ὁ ἄνθρωπος ζῷον ἡ ζῷον λογικὸν θνητὸν ἢ γελαστικόν, ἔδειξεν ἅμα καὶ ὅτι οὔτε γένος οὔτε ὅρος οὗτε ἴδιον ἦν αὐτοῦ τὸ ἀποδιδόμενον· ἀντέστρεφε γὰρ ἄν. ὁ δὲ δείξας, ὅτι μή ἐστι λευκὸς ὁ ἄνθρωπος ἢ μέλας ἤ τι ἄλλο τῶν συμβεβηκότων αὐτῷ, οὐκ ἤδη καὶ τὸ συμβεβηκέναι τι τούτων αὐτῷ ἀνῄρηκε. δύναται γάρ τι αὐτῶν πῄ καὶ κατά τι συμβεβηκέναι αὐτῷ· ἐν γὰρ τῷ συμβεβηκότι ὥσπερ τὸ καθόλου καὶ ἐν μέρει οὕτω καὶ τὸ ἁπλῶς καὶ πῄ. ἔστι δὲ ἀναλογίαν τινὰ ἔχον τὸ μὲν ἁπλῶς πρὸς τὸ καθόλου τὸ δὲ πῄ πρὸς τὸ ἐπὶ μέρους, ἅ ἐστιν ἀμφότερα ἐν τῷ συμβεβηκότι, ὡς καὶ αὐτὸς μνημονεύσει· τὸ γὰρ πῄ καὶ μὴ καθόλου. ἀντίκειται μὲν x003E; τῷ πῄ τὸ ἁπλῶς, ὥσπερ καὶ τῷ ἐπὶ μέρους τὸ καθόλου· ὁ δὲ τῷ πὴ τὸ καθόλου ἀντέθηκεν ὡς ἔχον ὁμοιότητά τινα πρὸς τὸ ἁπλῶς. κατά τι δὲ ἄν δικαιοσύνη τινὶ ὑπάρχοι, ὡς εἶπεν, εἰ ἐκ φύσεως ἔχοι πρὸς τὴν ἕξιν ταύτην ἐπιτηδείως· ὁμοίως καὶ εἰ ἐξ ἔθους μόνου περί τινα τῶν δικαίων ἐπιρρεπῶς ἔχοι· οὐδέπω γὰρ ἁπλῶς ὁ τοιοῦτος δίκαιος καίτοι ὑπαρχούσης αὐτῷ δικαιοσύνης τινός.

[*](p. 109 a 27)

Διορίσασθαι δὲ δεῖ καὶ τἀς ἁμαρτίας τὰς ἐν τοῖς προβλήμασιν, ὅτι εἰσὶ διτταί, ἢ τῷ ψεύδεσθαι ἢ τῷ παραβαίνειν ἰὴν κειμένην λέξιν.

ἐζητήθη πῶς οἷόν τε λέγειν πρόβλημα ψευδές· εἰ γὰρ πὰν πρόβλημα τὴν ἀντίφασιν περιέχει, πῶς ἄν εἴη τὸ ψεύδεσθαι ἢ τὸ ἀληθεύειν ἐν τοῖς προβλήμασι; μήποτ’ οὖν πρόβλημα, ὡς προεῖπον ἤδη, οὐ τὸ προτεινόμενόν τε καὶ προ|βαλλόμενον ἔτι λέγει ἀλλὰ τὸ ὡρισμένον ἤδη καὶ κείμενον, [*](72) ὡς εἶπεν ἤδη καὶ ἀρχόμενος, οὗ προΐσταταί τις, ὃν ὁ διαλεκτικὸς ἐλέγχειν ἐπιχειρεῖ. φησὶ δὲ δεῖν πρῶτον τὰς κατὰ τὰ προβλήματα διαμαρτίας ὡρίσθαι καὶ γνωρίμους εἶναι πρὸ τῆς τῶν τόπων παραδόσεως. ἐπεὶ γὰρ αἱ ἀνασκευαὶ τῶν προβλημάτων κατὰ τὰς ἐν αὐτοῖς ἁμαρτίας γίνονται, δεῖ δηλονότι ταύτας γνωρίμους τε καὶ ὁμολογουμένας εἷναι· καθ’ ἃ γὰρ [*](1 post πρῶτον add. μὲν Α ἓν] πρῶτον D μὲν ex corr. add. D 2 post τινα add. τὰ P 3 ἀκούει Β 5 προβλήματα] πληρώματα Α 9 ὁ mrg. Β ἢ μέλας ὁ ἄνθρωπος D 12 οὕτω τὸ πῆ τὸ πῆ in mrg. P3) καὶ τὸ ἁπλῶς aP ἔστι—ἁπλῶς (13) in mrg., sed om. τινὰ, P3 14 μνημονεύει conicio 15 γὰρ addere quam τὸ γὰρ—καθόλου lemmatis loco ponere malui τὸ πῇ τῷ a 15. 16 τὸ ἐπὶ μέρους τῷ a 17 τινα D: om. aABP δὲ om. D 18 ἔχει ΑΒ post ὁμοίως add. δὲ Β 19 δικαίως B ἔκει B 20 αὐτῷ om. 24 24 ἐζήτηται aP ψευδές corr. ex ψεῦδος P2: ψευδῶς supra ῶς scripto ὲσ D πᾶν D: τὸ aAP: om. Β 25 ἂν] ἀεὶ Α post εἴη add. λέγειν a: superscr. P2 26 μήτο (sic) οὖν Α προεῖπον] p. 129, 16 sq. 28 εἶπεν] p. 108 b 37 οὗ aDP: ὧ A: ὃ Β προΐσταται aBP προΐ in ras. P2): παρίσταταί AD cf. p. 135, 28 29 ἐπιχειρεῖ ἐλέγχειν Β 32 καθ’ ἃ γὰρ aP: εἶπερ ABD)

134
δεῖ τὸν ἔλεγχον αὐτῶν γίνεσθαι διὰ τῶν ἐπιχειρήσεων, ταῦτα δεῖ, φησί, γνωρίζειν. δύο δή φησιν ἁμαρτίας ἐν τοῖς προβλήμασι γίνεσθαι, ἃς δῆλον ὅτι ὁ φανερὰς ποιήσας εἴη ἄν ἀνῃρηκὼς τὸ πρόβλημα· ἢ γὰρ ψεῦδος τίθεται δι’ αὐτῶν, ἢ παραβαίνουσιν ἐν αὐτοῖς τὴν κειμένην λέξιν. ψεύδεται μὲν γὰρ ὁ τὴν ἡδονὴν τέλος τιθέμενος καὶ τούτῳ παριστάμενος· τὸ γὰρ μὴ ὑπάρχον τῇ ἡδονῇ ὑπάρχειν αὐτῇ λέγει. ὁμοίως ψεύδεται καὶ ὁ τὴν κίνησιν διὰ κενοῦ γίνεσθαι λέγων· ἀλλὰ καὶ ὁ ἄτομα μεγέθη τιθέμενος· ἀλλὰ καὶ ὁ ἐξ ἐπιπέδων γεννῶν τὰ σώματα· ἀλλὰ καὶ ὁ τὴν ψυχὴν χωριστήν τε καὶ ἀθάνατον τιθέμενος· ἀλλὰ καὶ ὁ μόνον τὸ καλὸν ἀγαθὸν λέγων, ὥσπερ καὶ ὁ τὰ δὶς δύο πέντε λέγων. παραβαίνει δὲ τὴν κειμένην λέξιν ὁ τὴν μὲν ὑποκειμένην φύσιν ἥτις ποτέ ἐστι γνωρίζων, μὴ τῷ συνήθει δὲ καὶ κειμένῳ ὀνόματι ὀνομάζων αὐτὴν ἀλλὰ παραχαράσσων καὶ ἰδίοις ὀνόμασι χρώμενος κατ’ αὐτῆς, ὡς οἱ λέγοντες μόνον τὸν σοφὸν πλούσιον ἢ μόνον καλὸν ἢ μόνον εὐγενῆ ἢ μόνον ῥήτορα. οὐ γάρ ἀγνοοῦντες οὗτοι τὰ ὑπάρχοντα τῷ σοφῷ πλοῦτον ταῦτα λέγουσιν ἢ κάλλος ἡ εὐγένειαν, ἀλλὰ παραβαίνοντες τὴν κειμένην λέξιν· ὁ γὰρ πλοῦτος ἢ τὸ κάλλος οὐκ ἐπὶ ἀρετῆς, ἀλλ’ ὁ μὲν ἐπὶ χρημάτων τε καὶ κτημάτων κατηγορεῖται, τὸ δὲ κάλλος ἐπὶ συμμετρίας τῶν ἐν τῷ ζῴῳ ἀνομοιομερῶν μορίων. εἰ δέ ἐστιν ἁμαρτία τὸ τοῦτο ποιεῖν, ὁ διδάξας τι τοιοῦτον ἐν τῷ προβλήματι εἴη ἄν ἐλέγξας αὐτό. αὐτὸς δὲ ἐναργεῖ παραδείγματι καὶ πληκτικῷ τῆς τοιαύτης ἁμαρτίας ἐχρήσατο εἰπὼν τὴν πλάτανον ἄνθρωπον· εἰ γὰρ ὅλως τις αὑτῷ συγχωρήσαι παραβαίνειν τὴν κειμένην λέξιν, οὗτος ἐρεῖ καὶ τὴν πλάτανον ἄνθρωπον. ὁ μὲν οὗν οὕτως λέγων τὴν πλάτανον ἄνθρωπον ὡς ζῶον λογικὸν θνητὸν ψεύδοιτ’ ἄν καὶ ἐνέχοιτο τῇ πρώτῃ ῥηθείσῃ ἁμαρτίᾳ· ὁ δὲ τὸ τοιοῦτον δένδρον οὕτως ὀνομάζων παραβαίνοι ἄν τὴν κειμένην ὀνομασίαν. παρέθετο δὲ τοῦτο δεικνὺς ὅτι καὶ τὸ τοιοῦτον ἁμάρτημά ἐστι καὶ οὐ μόνον τὸ ψεύδεσθαι, καὶ γίγνοιντ’ ἄν ἀνασκευαὶ προβλημάτων καὶ κατὰ τοῦτο.

[*](p. 109 a 34)

Εἷς μὲν δὴ τόπος τὸ ἐπιβλέπειν εἷτό κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκός ἀποδέδωκεν.

εἰπὼν δεῖν ἄρχεσθαι ἀπὸ τῶν καθόλου ἀνασκευαστικῶν τὸν πρῶτον τόπον τοιοῦτον παραδίδωσι. δείκνυσι γὰρ δι’ αὐτοῦ ὅτι μή ἐστι συμβεδὴ [*](1 δὴ (ante τὸν) A αὐτοῦ 2 φησί om. aP δὴ aDP: δεῖ A: δὲ Β 3 ὁ BD: om. aAP ἂν om. D ἢ] εἰ A 4 ἐν αὐτοῖς aABP: αὐτὴν D 5 μὲν om. Α post τούτῳ add. μάλιστα D 5. 6 supra παριστάμενος add. συναγορῶν P5 7 κοίνησιν A κοινοῦ Bpr. γενέσθαι Β 8 γενῶν AD 9 ἀθάνατον—ὁ γὰρ (p. 135,29) om. P 13 παραχαράσσων D: παραλαμβάνων Α: προχαράσσων aB αὑτῆς scripsi: αὐτῶν aAB: αὐτοῦ compend. D 19 μορίων D: μερίων Α: μερῶν aB δείξας fort. recte a 22 αὑτῷ scripsi: αὐτῶ aBD: αὐτό Α συγχωρήσαι D: συγχωρήσει aB: συγχωρ A παραβαίνειν D: παραβαίνει aAB οὗτος D: οὕτως aAB 23 οὖν om. D ὡς AD: καὶ aB 25 δὲ om. D 26 λέξιν D 27 οὐ μόνον om. in lac. D γίνοιντ’ aB 29 τρόπος a 30 ἀποδέδωκεν om. aB 31 δεῖν aB: δεῖ AD 31. 32 τρόπον πρῶτον A 32 παραδέδωκε Α)

135
βηκὸς τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον· οὐδὲν γὰρ τῶν κατὰ ἄλλον τινὰ τρόπον ὑπαρχόντων τινὶ ὡς συμβεβηκὸς αὐτῷ ὑπάρχειν οἷόν τε. δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θεόφραστος διαφέρειν λέγει παράγγελμα καὶ τόπον· παράγγελμα μὲν γάρ ἐστι τὸ κοινότερον καὶ καθολικώτερον καὶ ἁπλούστερον λεγόμενον, ἀφ’ οὗ ὁ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα, ὥσπερ ὁ τόπος ἐπιχειρήματος. οἷον παράγγελμα μὲν τὸ οὕτως λεγόμενον, ὅτι δεῖ ἐπιχειρεῖν ἀπὸ τῶν ἐναντίων, ἀπὸ τῶν συστοίχων, τόπος δὲ οἷον εἰ τὸ ἐναντίον πολλαχῶς, καὶ τὸ ἐναντίον᾿, ἢ ‘εἰ εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, καὶ τὸ ἐναντίον ὑπάρχει τῷ ἐναντίῳ᾿, καὶ πάλιν ‘ὡς ἓν τῶν συστοίχων, οὕτως καὶ τὰ λοιπά’· ὁ γὰρ τόπος πρότασις ἤδη τις ἀπὸ τοῦ παραγγέλματος γεγονυῖα. ταύτην δὲ λέγω] τὴν διαφορὰν παραγγέλματός τε καὶ τόπου εἰδὼς ὁ Θεόφραστος τὰ τοιαῦτα, ὁποῖός ἐστιν ὁ πρῶτος εἰρημένος τόπος, παραγγέλματα λέγει καὶ τόπους παραγγελματικούς· τὸ γὰρ ἐπιβλέπειν δεῖν, εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκε, παραγγελματικόν. τόπος δ’ ἄν ἀπ’ αὐτοῦ εἴη ὁ λέγων ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχει, οὐ καλῶς ἀποδέδοται᾿, ἢ ἔτι προσεχέστερον ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον γένος εἴη ἢ πάλιν ὅρος ἢ ἴδιον᾿. ὁ μέντοι Ἀριστοτέλης τόπους καὶ τὰ τοιαῦτα καλεῖ, ἢ] ὅτι μετὰ τοῦ παραγγέλματος ἤδη καὶ τὸν τόπον ἔλαβεν, ἀεὶ δὲ ἀπὸ τῶν εἰδικωτέρων καὶ τὰς ὀνομασίας ποιούμεθα τῶν πραγμάτων, οἷον τὴν οὐ|σίαν οὐκ ὂν μᾶλλον ἢ οὐσίαν ὀνομάζομεν, ἢ τὴν ποσότητα ὂν [*](73) ἀλλὰ μᾶλλον ἰδίως ποσότητα. ἐπεὶ οὖν ταῦτα οὐκ ἔξω λόγου, τόπους καὶ τὰ τοιαῦτα καλεῖ τῶν παραγγελμάτων. δύο δὲ ἁμαρτιῶν γινομένων, ὡς προεῖπεν, ἐν τοῖς προβλήμασιν, “ἢ τοῦ ψεύδεσθαι ἢ τοῦ παραβαίνειν τὴν κειμένην λέξιν”, ὁ παραδιδόμενος τόπος ἔοικε μᾶλλον λέγεσθαι πρὸς τοὺς παραβαίνοντας “τὴν κειμένην λέξιν”, ἐκτὸς εἰ μὴ ἡγοῖτό τις συμβεβηκέναι καὶ τὸ ἄλλως ὑπάρχον. ἔστι δὲ ὁ τόπος· ἐπισκέπτεσθαί φησι δεῖν εἰ ὁ τοῦ προβλήματος προϊστάμενος τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν· ὁ γὰρ τὸ κατ᾿ ἄλλον τινὰ τρόπον ὑπάρχον συμβεβηκέναι λέγων οὐχ ὑγιῶς λέγει, κατ’ ἄλλον δὲ τρόπον δῆλον ὅτι τῶν προειρημένων. δέδεικται γὰρ ὅτι πᾶν τὸ ὑπάρχον τινὶ ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς ὑπάρχει· εἰ οὗν τὸ ὡς γένος ὑπάρ- [*](1 τινὰ om. L) 3 Θεόφραστος] Wimmeri fr. LXX λέγει aAB: φησὶ D 4 μὲν om. A καὶ alterum BD: om. aA 7 οἷον D: om. aAB 8 τό ἐναντίον τῶ ἐναντίω a 9 τὸ ἐναντίον ὑπάρχει τῶ ἐναντίω AB et omisso ὑπάρχει D: τῷ ἐναντίῳ ὑπάρχει τὸ ἐναντίον a ἓν] ἐπὶ B 11 λέγω aABD: om. Paris. 1972 cf. p. 99, 22 12 τρόπου a 13 post παραγγέλματα add. δὲ Β 14 δεῖ a 16. 17 οὐκ ἄλλως A 17 ἢ] καὶ a 18 ἢ prius aAB: καὶ in ras. D ὅρος in ras. D 19 ἢ delevi ἤδη post τόπον transposuit Α 20 ἰδικωτέρων A: εἰδικωτάτων aB πραγμάτων a: παραγγελμάτων ABD 22 post οὖν add. καὶ D 23 παραγγελμάτων ABD: πραγμάτων a 24 ἐν τοῖς προβλήμασιν ὡς προεῖπεν a τοῦ utroque loco scripsi: τὸ libii 2(3 μὴ ex corr. add. D 27 καὶ huc transposui: post μὴ vs. 26 habent BD: om. aA 27 εἰ om. Α 28 post ὑπάρχον add. τινὶ AD 29 ὡς— ὑπάρχον om. A 29. 30 ὑπάρχον om. D 30 οὐχ ὑγιῶς λέγει om. a 31 τόν προειρημένον D δέδεικται] c.4 p. 101 b 17 sq. 31. 32 ἡ ὡς γένος ἢ ὡς ὅρος ἢ ὡς ἴδιον aB: ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρος A 32 ἴδιον in ras. D)
136
χον τινὶ ἢ ὡς ἴδιον ἢ ὡς ὅρον ὡς συμβεβηκὸς ὑπάρχειν λέγοι, δῆλον ὅτι ὡς ἁμαρτάνων ἄν ἐλέγχοιτο. πῶς δὲ οἷόν τε γνωρίσαι τοῦτο, ἑξῆς λέγει. μάλιστα δέ φησι τὴν τοιαύτην ἁμαρτίαν γίνεσθαι περ τὰ γένη. τοῦτο δέ, ἐπεὶ τὰ γένη ὁμοιότητά τινα μᾶλλον τῶν ἄλλων ἔχειν δοκεῖ πρὸς τὸ συμβεβηκός· τὸ μὲν γὰρ ἴδιον καὶ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχουσι, διὸ καὶ ἀντιστρέφουσι τοῖς πράγμασιν ὧν εἰσι· τὸ δὲ γένος καὶ τὸ συμβεβηκὸς ἐπὶ πλέον εἰσὶ τούτου ᾧ ὑπάρχουσι, διὸ καὶ οὐκ ἀντικατηγοροῦνται. ὁ μὲν οὖν οὕτως λέγων διὰ τὸ ἡγεῖσθαι ὄντως τὸ ὡς γένος ὑπάρχον τινὶ συμβεβηκέναι αὐτῷ ὡς ψευδόμενος ἂν ἐλέγχοιτο· ὁ δὲ εἰδὼς μὰν αὐτῶν τὴν διαφοράν, οὕτως δὲ ἐπ’ αὐτῶν τῇ λέξει χρώμενος ὡς παραβαίνων “τὴν κειμένην λέξιν.” γνωριοῦμεν δὲ τὸν τὸ κατὰ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδιδόντα προφανῶς μέν, ἂν προσθῇ τῷ λεγομένῳ ὑπάρχειν τὸ ‘συμβέβηκεν᾿, οἷον ‘συμβέβηκε τῷ ἀνθρώπῳ τὸ ζῴῳ εἶναι ἢ τῷ λευκῷ χρώματι ἢ τῇ δικαιοσύνῃ ἀρετῇ᾿· χρῶνται γάρ τινες οὕτως, ὡς ἤδη δεδηλώκαμεν. ἤδη δέ, κἄν μὴ προσκείμενον μὲν ᾖ τὸ ‘συμβέβηκε᾿, παρωνύμως δέ τις τὸ κατηγορούμενον κατηγορῇ τοῦ ὑποκειμένου, ὡς ἡ λευκότης κέχρωσται᾿· τὸ γὰρ ‘κέχρωσται᾿ παρώνυμον τῷ χρώματι ὄντι γένει τῆς λευκότητος· ἢ πάλιν ‘ἡ βάδισις κινεῖται᾿· καὶ γὰρ τὸ ‘κινεῖται᾿ παρώνυμον τῆς κινήσεως, ἥτις γένος ἐστὶ τῆς βαδίσεως. ἀπ’ οὐδενὸς γὰρ γένους παρώνυμος ἡ κατηγορία· τὰ γὰρ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ἐν γὰρ τοῖς συμβεβηκόσι παρώνυμος ἡ κατηγορία μόνοις, ὡς ἐν ταῖς Κατηγορίαις ἐδείχθη· τῶν γὰρ ἐν ὑποκειμένῳ τινὶ ὄντων ταῦτα δὲ ἦν τὰ συμβεβηκότα) τὰ μὲν παρωνύμως τὰ δὲ ὁμωνύμως ἐδείχθη κατηγορούμενα· λέγεται γὰρ ἡ ἐπιφάνεια λελευκῶσθαι καὶ τὸ σῶμα κινεῖσθαι καὶ ὁ ἄνθρωπος γραμματικὸς εἷναι ἀπὸ τῆς γραμματικῆς. ὁ δὴ παρωνύμως τινὸς τὸ γένος αὐτοῦ κατηγορῶν διὰ τῆς τοιαύτης κατηγορίας συμβεβηκὸς ἂν εἶναι λέγοι τὸ γένος ἐκείνῳ οὗ ἐστι γένος. γένος γὰρ οὐκ ἂν λέγοι, διότι παρωνύμως· πολὺ δὲ μᾶλλον ἔτι οὐδ’ ἴδιον ἢ ὁρισμόν, διότι τὸ μὲν κατηγορούμενον πλείοσιν ὑπάρχειν δύναται, εἴ γε γένος ἐστί, τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐδενὶ ἄλλῳ ὑπάρχει· εἰ δὲ μήτε ὡς γένος μήτε ὡς ὅρος μήτε ὡς ἴδιον ἀποδέδοται τὸ εἰρημένον, δῆλον ὅτι ὡς συμβεβηκός. παρώνυμος γὰρ ἡ ἀπὸ τῶν γενῶν κατηγορία γίνεται οὐ κατά τινος τῶν ὑπὸ τὸ γένος εἰδῶν ἢ ἀτόμων ἀλλὰ κατ’ ἐκείνων οἷς συμ- [*](1 ἢ prius om. A ὅρον D: ὅρος aABP ὡς tertium aA, post ras. unius lit. P: ἢ ὡς B: om. D 3 φησι om. D γίγνεσθαι Α 7. 8 κατηγοροῦνται Α 8 ὄντος aP 9 ψευδόμενον Β ἂν AB: om. aDP 10 αὐτῶν prius BD: αὐτοῦ aAP αὐτῶν alterum compend. D: αὐτὴ A: αὐτοῦ BP 11 post λέξιν add. ἁμαρτάνει aP 13 ante οἷον delevit προσκείμενον P τό alterum om. ΑΒ 14 ζῴῳ] ω alterum corr. D τῇ] η corr. D 15 δεδηλώκαμεν] p. 135,26 μὲν om. AD ἢ Α 16 τι B κατηγορῇ τὸ κατηγορούμενον D 18 γένει ὄντι aP 22 ταῖς AD: om. aBP ἐν ταῖς Κατηγορίαις] c. 5 p. 2 a 27 sq. 22.23 τῶν— ὄντων D: τὰ—ὄντα aABP 23 post συμβεβηκότα add. ἃ aABP 24 λευκωσθαι (sic) Α: λελεύκωται aP 25 κινεῖσθαι AB: κεκινῆσθαι D: κινεῖται aP εἶναι ABD: ἐστιν aP 26 δὲ a τὸ γένος om. A 27 post εἶναι add. γένος B ἐκείνου Α: ἐκεῖνο B ἐστ)ι γένος corr. D 28 λέγοιτο D 29 ὁρισμός D 30 ὁ om. A δὲ alterum aBDP: γὰρ A 32 τῶν γενῶν D: γενῶν τινῶν aABP 33 οἷς scripsi: ὧν libri)
137
χρῶσθαι καὶ τοῦ βαδίζοντος τὸ κινεῖσθαι καὶ τοῦ τὴν δικαιοσύνην ἔχοντος τὸ διακεῖσθαι, ἀλλ’ οὐ τῆς λευκότητος ἢ τῆς βαδίσεως ἢ τῆς δικαιοσύνης, ἀλλὰ τῆς μὲν τὸ χρῶμα τῆς δὲ ἡ κίνησις τῆς δὲ ἡ διάθεσις.

[*](p. 109 b 9)

Οὔτε ὡς ἴδιον ἢ ὡς ὁρισμόν· ὁ γὰρ ὁρισμὸς καὶ τὸ ἴδιον οὐδενὶ ἄλλῳ ὑπάρχει.

Οὐχ ὡς συγχωρῶν τὸ ἴδιον ἢ τὸν ὁρισμὸν παρωνύμως κατηγορεῖσθαι ταῦτα εἶπε χωρίζεσθαι τοῦ συμβεβηκότος τῷ μόνῳ ὑπάρχειν, ἀλλὰ λέγων ὅτι δεικνύοιτ’ ὅν τὸ ἀποδεδομένον, ὅτι μὴ ἴδιον ἢ ὁρισμός, προδήλως καὶ διὰ τοῦ κατὰ πλειόνων λέγεσθαι τὸ ἀποδεδομένον τούτων δὲ μηδέτερον. διὰ τοῦτο γὰρ οὐδὲ τὸ ὂν γένος τῶν ὄντων, ὅτι τὸ εἶναι παρώνυμον τοῦ ὄντος ὂν οἰκείως καθ’ ἑκάστου τῶν ὄντων κατηγορεῖται· λέγεται γὰρ καὶ ἡ οὐσί εἷναι καὶ ἡ ποιότης καὶ ἡ ποσότης, καὶ ὁμοίως ἕκαστον τῶν ἄλλων γενῶν· τὰ δὲ παρωνύμως τινῶν κα|τηγορούμενα συμβεβηκότα ἀλλ’ οὐ γένη. [*](74) ἐπισκεπτέον δὲ μήποτε καὶ ἀπὸ τῶν ἰδίων παρωνύμως ἡ κατηγορία γίνεται· τοιαῦτα γὰρ εἶναι δοκεῖ τὸ γελαστικόν, τὸ ἐπιστήμης δεκτικόν. ἢ εἰ καὶ τὸ ἴδιον μετὰ τοῦ γένους συνταττόμενον κατηγορεῖται, ὡς δοκεῖ αὐτῷ, λόγος ἄν εἴη καὶ τὸ ἴδιον, οὐκ ὄνομα· τὰ δὲ παρώνυμα ἀπὸ τοῦ ὀνόματος. ἐπεί, εἰ ἦν ἴδιον τοῦ ἀνθρώπου τὸ γελᾶν ἢ τὸ ἐπιστήμην ἔχειν, τότ’ ἂν ἀπὸ τοῦ ἰδίου παρωνύμως ἐλέγετο τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν· κόν· νῦν δὲ ἴδια ταῦτά ἐστιν αὐτοῦ τὰ παρωνύμως λεγόμενα οὐκ ὄντων ἰδίων αὐτοῦ ἀφ’ ὧν ταῦτα παρωνόμασται. καίτοι ἡ βάδισις οὐ κατηγορεῖται κτὰ τοῦ ἀνθρώπου, τὸ δὲ βαδιστικὸν κατηγορεῖται, καὶ οὐκ ἔστιν ἴδιον. τοῦ δὴ μὴ κατ’ ἄλλον τινὰ τρόπον τὸ παρωνύμως κατηγορούμενόν τινος κατηγορεῖσθαι ἀλλ’ ἢ ὡς συμβεβηκὸς δεικτικὰ ταῦτα. ἐντεῦθεν ἔστιν ὁρμωμένους ἐλέγχειν τοὺς λέγοντας τὸν ἄνθρωπον ἐζῳῶσθαι ἢ τὸν Σωκράτην ἠνθρωπίσθαι ἢ τὸ τρίγωνον ἐσχηματίσθαι ἢ τὸ μέγεθος διεστηκέναι ἢ τὸ ζῷον ἐμψυχῶσθαι. καὶ γὰρ ἡ διαφορὰ γενικὸν καὶ οὐ παρωνύμως κατηγορούμενον· καίτοι τὸ λογικὸν παρώνυμον ὂν διαφορά ἐστιν.

[*](1 γένους τινὸς D: inv. ord. aABP τοῦ om. Α 2 τοῦ τὴν] τὸ τοῦ Α 3 τὸ ABP: τὸ οὕτω D: δέ a τῆς alterum om. Α 5 ὁρισμόν AD Arist.: ὁρισμός aBP 7 τὸν ὁρισμὸν ἢ τὸ ἴδιον D 8 χωρίζων Β λέγει a ὅτι prius om. D 10 δὲ] γὰρ Β 13 ἡ ποσότης καὶ ἡ ποιότης aB, Dpr. 15 post δὲ ras. 2 lit. P παρωνύμως AD: παρώνυμος aBP ἡ BD: om. aAP 16 εἰ] δὲ Α 17 συντασσόμενον aABP 18 τοῦ ὀνόματος D: τῶν ὀνομάτων Α: ὀνομάτων aBP 19 ἐπεὶ aDP: ἔτι ΑΒ τοῦ om. Β 20 τὸ alterum om. Α 21 αὐτῶ D τὰ corr. ex τὸ D: ex τῶν, ut videtur, B 22 ταῦτα superscr. P καίτοι—ἴδιον (23) om. fort. rectius P cf. vs. 29 23 κατὰ om. D καὶ οὐκ ἐστιν ἄιον om. D 24 δὴ D: δέ aABP 25 ἀλλ’ ἢ scripsi: ἀλλ’ ABD: ἢ aP2: om. P1 27 ἠνθρωπεῖσθαι a 28 ἐμψυχῶσθαι D: ἐψυχῶσθαι aABP ἡ διαφορὰ om. Β καὶ οὐ παρωνύμως aBDP: οὐ γὰρ παρωνύσθαι Α post παρωνύμως add. τινὸς aB τοι 29 καίτοι (καὶ ὅτι D)— ἐστιν huc transposui: post ἠνθρωπίσθαι (27) collocant aABD: supra 28 καὶ—γενικὸν add. P2: om. fort. rectius P1 cf. vv. 22. 23)
138
[*](p. 109 b 13)

Ἄλλος τὸ ἐπιβλέπειν οἷς ὑπάρχειν ἡ πᾶσιν ἡ μηδενὶ εἴρηται.

Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἐκ διαιρέσεως δὲ τὴν ἐπιχείρησιν λαμβάνει· δεῖν γάρ φησι προβληθέντος τινὸς καὶ προτεθέντος ἢ καθόλου καταφατικοῦ ἢ καθόλου ἀποφατικοῦ διαίρεσιν ποιεῖσθαι τούτων οἷς ἢ πᾶσι τίθεταί τι συμβεβηκέναι καὶ ὑπάρχειν ἢ μηδενί, καὶ ἐφ’ ἑκάστου αὐτῶν ἰδίᾳ ἐπιβλέπειν εἰ ὑπάρχει αὐτοῖς τὸ κείμενον ἐν τῷ προβλήματι ὑπάρχειν. ἄν τε γὰρ ἐπὶ τινὸς αὐτῶν εὕρωμεν τὸ καθόλου κείμενον ὑπάρχειν μὴ ὕπαρχον, ἄν τε ἐπὶ πάντων, ἀνῃρηκότες ἐσόμεθα τὸ καθόλου καταφατικόν· ἀναιρεῖται γὰρ τὸ καθόλου καταφατικὸν καὶ ὑπὸ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ καὶ ὑπὸ τοῦ καθόλου. ὑπογράφει δὲ καὶ τὸν τρόπον καθ’ ὃν δεῖ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ προκειμένου. εἰς γὰρ τὰ κοινότερα καὶ προσεχέστερα εἴδη φησὶ πρῶτα δεῖν ποιεῖσθαι τὴν διαίρεσιν· εἶτ’ ἐὰν μηδέπω ἐν τούτοις ᾖ γνώριμον τὸ ζητούμενον, ἕκαστον αὐτῶν πάλιν λέγει δεῖν διαιρεῖν εἰς τὸ ὑπ’ αὐτὸ πρῶτον καὶ ἐπισκεπτέον· καὶ ἐὰν μηδ’ οὕτως ᾖ γνώριμον, πάλιν καὶ ἐπὶ τῆς τούτων διαιρέσεως τὰ κοινότερα καὶ προσεχῆ λαμβάνοντας, εἶθ’ οὕτως ἐπὶ τὰ ἄτομα κατιόντας τὸ αὐτὸ ποιεῖν. ὁδῷ γὰρ οὕτως ἡ διαίρεσις ἔσται καὶ διακεκριμένη καὶ οὐ πεφυρμένη, καὶ οὐχ ἅμα ἐν πᾶσιν ἡ ζήτησις ἀλλὰ κατ’ ἐλάττω καὶ ὡρισμένα· οὕτω τε οὐδὲν ἂν τῶν ὀφειλόντων διαιρεθῆναί τε καὶ ζητηθῆναι παραλείποιτο λαθόν. οἷον εἰ λέγοι τις πάντων τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην εἶναι, χρὴ τὰ ἀντικείμενα διαιρεῖσθαι, ἐπεὶ πλεοναχῶς λέγεται, γεται, διαιρούμενον δὲ μὴ εὐθέως εἰς τὰ ἄτομα ποιεῖσθαι τὴν διαίρεσιν ἄτομα δὲ τὰ εἴδη ἂν λέγοι), οἷον μὴ εἰς λευκὸν καὶ μέλαν καὶ διπλάσιον καὶ ἥμισυ, ἀλλ’ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, εἰς ταῦτα πρῶτα χρὴ διελομένους τὰ ἀντικείμενα ἐφ’ ἑκάστου αὐτῶν ὁρᾶν εἰ τὸ λεγόμενον ἀληθές· κἄν μήπω φαίνηταί τι ἀντιπῖπτον, πάλιν διαιρεῖν ἕκαστον αὐτῶν, τὰ ἐναντία χωρὶς εἰς τὰ ἄτομα εἴδη τοῦ ἐναντίου, καὶ πάλιν κατ’ ἰδίαν τὰ πρός τι, καὶ ὁμοίως τὰ κατὰ στέρησιν καὶ ἕξιν καὶ τὰ κατὰ ἀντίφασιν. παραδείγματα δὲ παρέθετο τῆς μὲν τῶν ἐναντίων διαιρέσεως τὰ δίκαια καὶ ἄδικα, τῆς δὲ τῶν πρός τι τὸ διπλάσιον καὶ ἥμισυ, τῶν δὲ κατὰ ἕξιν καὶ στέρησιν τυφλότητα καὶ ὄψιν, τῶν δὲ κατ’ ἀντίφασιν τὸ εἶναι καὶ μὴ εἶναι. [*](1 ὑπάρχειν Arist. et Alex. p. 140,15: ὑπάρχει libri ἢ πᾶσιν om. D 3 ἐπιχείρησιν ex ἀρχὴν corr. Β 4 προτεθέντος—προβληθέντος D 5 ἡ alterum om. B 6 τιθέντος A: τιθέναι Β τι scripsi: τὸ libri 7 ὑπάρχειν Α 12 δεῖ aD: χρὴ ABP 10 πρῶτά φησι aBP 13. 14 εἶτ᾿ ἐὰν corr. ex εἴτε ἄν P2 15 καὶ ἐπισκεπτέον — γνώριμον (16) om. P ἐὰν scripsi: εἰ μὲν aABD 16 γνώριμον scripsi cf. vs. 14: γνώριμα aABD τούτου Α 17 λαμβάνοντα P: λαμβάνοντες, ut videtur, B 17. 18 τὸ αὐτὸ ποιεῖν add. P2 aut P5 18 διακεκριμμένη ut p. 127,28 D 19 post ἅμ add. μὲν D κατ’ scripsi: καὶ P: καὶ εἰς aABD ηναι 20 τε alterum om. B 21 παραλείποι τὸ Α λέγει B 22 διαιρεῖσθαι D 25 εἰς—ἀντικείμενα (26) om. AD 26 ἕκαστον B 30 ἐναντίων ABDP: ἀντικειμένων a 31. 32 στέρησιν καὶ ἕξιν Β 32 ἡ pro altero καὶ B)

139
κἂν ἐπὶ τινὸς αὐτῶ. εὕρωμεν μὴ οὕτως ἔχον δείξαντες τοῦτο ἀνεσκευακότες ἐσόμεθα τὸ πάντων τῶν ἀντικειμένων εἶναι τὴν αὐτὴν ἐπιστήμην· οἷον ἐπεὶ ἀπείρου οὐκ ἔστιν ἐπιστήμη, ἀντίκειται δὲ τὸ ἄπειρον τῷ πεπερασμένῳ ἢ ὡς ἐναντίον ἢ ὡς ἕξις καὶ στέρησις καὶ ἔστι τούτου ἐπιστήμη, οὐκ ἂν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλὰ καὶ εἰ τοῦ μὴ ὄντος λάβοιμεν τὸ μὴ εἶναι ἐπιστήμην, ἐπεὶ ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ ἔστι τοῦ ὄντος ἐπιστήμη τις, οὐκ ἄν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλ’ οὐδὲ τοῦ γνωστοῦ καὶ ἀγνώστου ὄντων ἀντικειμένων κατὰ ἕξιν καὶ στέρησιν ἡ αὐτὴ ἐπιστήμη· τοῦ γὰρ ἀγνώστου οὐχ οίον τε ἐπιστήμην εἶναι. ἀλλ’ οὐδὲ ψεύδους καὶ ἀληθοῦς ὄντων ἐναντίων οὐδὲ δυνατοῦ καὶ ἀδυνάτου. ἐπὶ μέντοι τῶν πρός τι πάν|των ἀνάγκη, ἂν θάτερόν [*](75) τις εἰδῇ, εἰδέναι καὶ τὸ ἀντικείμενον αὐτῷ, ἐπεὶ τοῖς πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. τούτῳ τῷ τόπῳ χρώμενοι ἀνασκευάσομεν καὶ τὸ πρόβλημα τὸ λέγον ‘πᾶν ζῷον ἀναπνεῖ᾿· διαιρήσομεν γάρ τὸ ζῷον εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον καὶ πάλιν τούτων ἕκαστον, καὶ εὑρόντες ἐν μὲν τοῖς πτηνοῖς τὰ ἔντομα μὴ ἀναπνέοντα, ἐν δὲ τοῖς ἐνύδροις τοὺς ἰχθύας οὗτοι δ’ εἰσὶν οἱ τὰ βράγχια ἔχοντες· οὐδὲν γὰρ τῶν βράγχια ἐχόντων ἀναπνεῖ), ἀνῃρηκότες ἐσόμεθα τὸ ‘πᾶν πᾶν ζῷον ἀναπνεῖ᾿· δείξομεν δὲ καὶ ὅτι μὴ πᾶσα ἀρετὴ ἐπιστήμη διελόντες τὴν ἀρετὴν εἴς τε τὴν διανοητικὴν καὶ τὴν ἠθικὴν καὶ τὰς ἠθικὰς δείξαντες ὅτι μὴ ἔχουσιν ἐν τῇ γνώσει τὸ εἶναι. ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος πρόβλημα καθόλου ὂν ἀποφατικὸν ἀνασκευάσομεν, ὅτι μὴ πᾶς ἔρως φαῦλος, διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς ἢ ἀνάμνησιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς Πλατῶν· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. οὐ μόνον δὲ τὸν ὐποκείμενον ὅρον ἐν τῷ προβλήματι διαιρεῖν δεῖ, ἀλλὰ πολλάκις καὶ τὸν κατηγορούμενον, ἄν οὕτως τὴν διαίρεσιν δέχηται, ὡς ἐπὶ τῶν τοιούτων προβλημάτων ‘ὁ σοφὸς οὐ πολιτεύσεται᾿, ‘ὁ σοφὸς στάσεως οὐ μεθέξει᾿. τό τε γὰρ πολιτεύεσθαι τῷ σοφῷ] οὐχ ἁπλοῦν ὂν εἰ διαιρεθείη, κατὰ μέν τι σημαινόμενον δείξει προσῆκον ὂν τὸ πολιτεύεσθαι τῷ σοφῷ κατὰ δέ τι ἀλλότριον αὐτοῦ. ὁμοίως καὶ τὸ ‘στάσεως οὐ μετέχει᾿ διττόν· ἢ γὰρ ὅτι x003E; χρὴ νοσούσῃ τῇ πατρίδι συννοσεῖν, καθὼς ἠξίου Σόλων· πολιτικοῦ γὰρ τὸ μὴ [*](1. 2 ἀνασκευακότες DP 3 οὐκ ABD: μὴ aP 4 τούτου μὲν ἐπιστήμη τοῦ δὲ οὔ aB 7 τὸ om. D 9 στέρησιν καὶ ἕξιν aP 13 τὸ (ante πρός) in ras. P2 13. 14 ἀνασκευάζομεν a 14 ἀναπνεῖν aP 15 τε om. Α τὸ πτηνὸν καὶ τὸ πεζὸν D et omisso καὶ Β: τὸ πεζὸν καὶ πτηνὸν aAP 17 ἰχθύας BD: ἰχθύας A: ἰχθῦς aP 17 et 18 βραγχία Β 19 ἀναπνεῖν aP 21 ἀλλὰ καὶ—ἔρωτες (26) Suidas sub v. ἔρως ἔρως om. A supra ἀστεῖος scriptum λαμπρὸς Β 23 τε om. A ὄρεξιν ex ἔρωτα corr. B Ἐπίκουρος] Usener Epicur. fr. 483 p. 305,12 23. 24 λ)έγει, ὃ)ν in ras. P2 25 Στοᾶς] Laert. VII 130 26 Πλάτων] Phaedr. c. 30 p. 249 D sqq. cf. p. 144,7 ἐρωτῶντες A 28 immo οὗτος 29 οὐ prius postea add. D1: om. aABP πολιτεύσεται BP: πολιτεύεται aAD στάξεως Α 30 τῷ σοφῷ ut e vs. 31 illatum delevi διαιρεθείη scripsi: διαιρεθῆ D: διαιρεθὲν aABP 31 ὂν om. aP τῶ σοφῶ τὸ πολιτεύεσθαι Β 32 αὐτῶ Β οὐ alterum addidi 33 συννονεῖν A καθὼς θ corr., ut videtur) D: καθὸ AB: καθὰ aP)
140
ὰπάγειν αύτὸν τῆς κοινῆς συμφορὰς καὶ οὕτως ἂν καταπαῦσαί τι τῆς στάσεως ἲσως, εἰ φαίνοιτο συνάγων καὶ ἐν τοῖς αὐτοῖς ὤν· ἢ πάλιν ὄτι κατάρχειν οὐ χρὴ τῆς στάσεως καὶ ήγεμόνα γίνεσθαι.

Eἰπὼν δὲ ἐὰν μὲν γὰρ ἐπὶ τινὸς δειχθῇ ὅτι οὐχ ἡ αὐτή, ἀνῃρηκότες ἐσόμεθα τὸ πρόβλημα, προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐὰν μηδενὶ ὑπάρχῃ, δεικνὺς ὅτι τὸ καθόλου καταφατικὸν οὐχ ὑπὸ τοῦ ἐπὶ μέρους ἀ-.hἱ-̔̔. α-ικοῦ μόνου ἀναιρεῖται ἀλλὰ καὶ ὑπὸ τοῦ καθόλου ἀποφτικοῦ· τὸ γὰρ καθόλου ἀμφοτέρων ἐστὶν ἀναιρετικόν, καὶ τοῦ καθόλου τοῦ ἐναντίου αὐτῷ καὶ τοῦ ἐπὶ μέρους τε καὶ ἀντιωατικῶς αὐτῷ ἀντίκειμένου. δύναταιτὸλεγόμενονδιὰτοῦ ὁμοίωςδὲκαὶ ἐὰνμηδενὶὑπάρχῃ δηλωτικὸν εἶναι τοῦ ὅτι ὁμοίως ὡς τὸ καθόλου καταφατικὸν ἀνασκευάζεται τῷ εὑρεθῆναί τι τῶν ὑπὸ τὸ καθόλου μὴ οὕτως ἔχον, οὕτως, κἀν ᾖ κᾶθὄλου ἀποσατικὸν τὸ κείuενον , ἀνασκευάζοιτ’ ἄν , εἰ τῶν ὑπὸ τὸ καθόλου τινὶ εὑρεθείη ὑπάρχον τὸ μηδενὶ αὐτῷ κείμενον ὑπάρχειν· καὶ γὰρ προεῖπε τὸἐπιβλέπειν οἷς ὑπάρχειν πᾶσιν ἢμηδενὶ εἴρηται. οἷονἂνᾖκείῳνον τὸ μηδὲν ζῷον λογικὸν εἰνὶ· δείξαντες γὰρ τὶ λογικὸν τῇ διαιρέσει, ἀνῃρηκότες αὐτὸ ἐσόμεθα. λέγει δὲ καὶ ὅτι ὁ προειρημένος τόπος οὐ πρὸς ἀνασκευὴν μόνον τοῦ καθόλου καταφατικοῦ ἀλλὰ καὶ πρὸς κατασκευήν.ἐστιν χρήσιμος· διελόμενοι γάρ, ἐπὶ πάντων ἂν οὕτως ἔχον φαίνηται, κατεσκευα- κότες ἄν. εἴημεν τὸ καθόλου καταφατικόν.· καὶ εἰ μὴ ἐπὶ πάντων δὲ ἀλλὰ ἐπὶ τῶν πλείστων οὕτως ἔχον φαίνοιτο (οὐδὲ γὰρ οἷόν τε πάντα ἐπεξελ- θεῖν), ἀξιώσομεν ἢ τὸ καθόλου συγχωρεῖν ἤ, εἰ μὴ συγχωροίη, ἔνστασιν φέρειν ἐπὶ τίνος οὐχ ἡγεῖταιοὕιωςἔχειν· ἄτοπος γὰρἄνιφαίνοιτο, εἰ μήτε συγχωροίη τὸ καθόλου μήτε ἔνστασιν φέροι ἐπὶ τίνος οὐχ ἡγεῖται τῶν σημαινομένων καὶ τῶν ὑπὸ τὸ κοινὸν οὕτως ἔχειν· οἷον εἰ ζητουμένου, εἰ πᾶν ζῶον τὴν κάτω γένυν κινεῖ, δεικνύντων ἡμῶν ἐπὶ τῶν πλείστων οὕτως ἔχον καὶ ἀξιούντων ἡ τῷ καθόλου συγχωρεῖν ἢ ἐπὶ τίνος οὐχ οὕ- τὼς ἔχει λέγειν, ὁ δὲ μηδέτερον ποιοίη. τὸ δὴ ἀνασκευάζειν καὶ κατασκευάζειν εἴρηκεν ἀντὶ τοῦ ’ τὸ καθόλου κταφατικόν ’ . ἰhατασκο͂υάσαι δὲ δῆλον ὅτι τὸ καθόλου καταφατικόν , ὅταν ὁ τιθεὶς τὸ πρόβλημα μηδενὶ ἢ μὴ παντὶ τὸ κατηγορούμενον ὑπάρχειν λέγῃ, οἷον ἄν θῇ τις ὅτι οὐ πᾶν. δίκαιον συμφέρον , ἢ ὅτι οὐ πᾶσα ἡδονὴ ἀγαθόν· πρὸς γὰρ τὰς τοιαύτας θέσεις χρεία τῆς τοῦ καθόλου κατασκευῆς. σημειωτέον δὲ ὅτι ὁ τόπος [*](1 αὐτὸν ABD κοινῆς om. D τι om. D 4 μὲν om. Arist. 6 ἄν Α post ἐὰν add. ἐν D, itemque vs. 10 7. 8 καταφατικοῦ Bpr. 9 αὐτῶ privus ΑΒ: αὐτοῦ aP: non liquet compend. D 12 μὴ—καθόλου (13) om. B 15 ὑπάρχει D: ὑπ́ρχεῖν ἡ Arist. cf. p. 138, 1 17 καὶ om. Α 17. 18 μόνον πρὸς ἁ. Β 18 μόνην Α κατασκευήν] κὰτ in ras. D 19 post γάρ ras. D ατασκευακότες D 20 post ἀλλὰ add. καὶ ΒD 21 ὡσαύτως D ἔχον scripsi cf. vs. 19: ἔχειν libri φαίνοιντο Β οὐ γὰρ A 22 τὸ corr. P2 itemque vs. 24 συγχωροίη aADP: ααχωρήσομεν Β 23 οὔτως–ήγεῖται (24) om. AD ἄτοπ supra π scripto ο Β: ἄτο- πον aP 25 οἷον om. Α 27 τῶ ABDP1: τὸ aP2 28 ποιοίη D: ποιοῖ P: ποιεῖ aAB δὴ scripsi: δὲ libri 28. 29 ἀνσκευάζειν καὶ κατασκευάζειν aABDP (CP): inv. ord. Arist. 29 τὸ P: om. a ABD fort. κατασκευάσομεν, sed cf. p. 162,1 30 ὅτι om. Α κατα- φατικὸν καθόλου omisso τὸ D 30. 31 μὴ παντὶ ἡ μηδενὶ B 31 λέγοι BD)

141
οὗτός οὐκέτι ἐπὶ καθόλου ἀνασκευαστικός, περὶ ὧν μόνον εἶπε δεῖν λέγειν τὸ κατασκευάζειν χρήσι|μος.

[*](76)[*](p. 109 b 30)

Ἄλλος τὸ λόγους ποιεῖν ἀντὶ τῶν ὀνομάτων τοῦ συμβεβηκότος καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ τοῦ ἑτέρου.

Ο τόπος οὗτος ὢν ἀπὸ ὁρισμοῦ καθόλου ἀνασκευαστικὸς τοιοῦτός ἐστιν· ἐπεὶ τὸ πρόβλημα, πρὸς ὃ τὰς ἐπιχειρήσεις ποιούμεθα, τῷ γένει πρότασίς ἐστι κατηγορική τοιοῦτον γὰρ ἂν] κατασκευάσαι ἢ ἀνασκευάσαι βουλόμεθα), πᾶσα δὲ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου, καὶ ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος προβλήμασιν ὁ κατηγορούμενος ὅρος ὡς συμβεβηκός τι δηλοῖ, φησὶ δεῖν διαλαμβάνοντας τοὺς τοῦ προβλήματος ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, κατ’ ἰδίαν ἑκάτερον αὐτῶν ὁρίζεσθαι, ἰδίᾳ μὲν τὸ συμβεβηκός, ὅ ἐστι κατηγορούμενον, ἰδίᾳ δὲ τὸ τούτῳ ὑποκείμενον τοῦτο γάρ ἐστι τὸ ἀμφοτέρων καθ’ ἑκάτερον· ἵνα γὰρ μὴ ἀμφοτέρων τοὺς ὁρισμοὺς συνάγωμεν, ὡς ἐπὶ τοῦ ‘ἄνθρωπος περιπατεῖ᾿ ἢ] τὸ ‘ζῷον πεζὸν δίπουν διὰ σκελῶν κινεῖται᾿, ἀλλὰ ἰδίᾳ ἑκατέρου ἰὸν ὁρισμὸν χωρίσαντες ἀποδῶμεν), ἢ εἰ τὸ ἕτερον αὐτῶν φανερὸν εἴη; τὸ ἕτερον μόνον τὸ μὴ φανερὸν ὁρίσαι τοῦτο γὰρ βούλεται τὸ ἢ τοῦ ἑτέρου), ἔπειτα ὁρᾶν εἴ τι τῶν ἐν ἰοῖς ὁρισμοῖς μαχόμενόν ἐστι καὶ μὴ δυναμενον ὑπάρχειν τουτῳ ᾦ δπαρχειν κεῖται. ἂν γὰρ οὕτως ἔχῃ, ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα· οἷον εἰ εἴη τιθέμενον ὑπό τινος τὸ δύνασθαι θεὸν ἀδικεῖσθαι. εἰ ὁ ἀδικούμενος ὑπὸ ἀδικοῦντος ἀδικεῖται, δεῖ ὁρίσασθαι τί ἐστι τὸ ἀδικεῖν, καὶ λαβόντας ὅτι τὸ βλάπτε ἑκόντα, ἐπεὶ οὐχ οἷόν τε τὸν θεὸν βλάπτεσθαι ὑπό τινος ἔνδοξον γὰρ ἐναργὲς τοῦτο), δεῖ δεικνύναι ὅτι μηδὲ ἀδικεῖσθαι. εἰπὼν δὲ τὴν ἀρχὴν εἰ ἔστι θεὸν ἀδικεῖν, ὅτι τὸ ἀδικεῖν ἐπὶ τοῦ ἀδικεῖσθαι ἔλαβεν, ἐδήλωσεν ἐπενεγκὼν τὸ δῆλον ὡς οὐκ ἔστι θεὸν ἀδικεῖσθαι. πάλιν εἰ εἴη τις λέγων τὸν σπουδαῖον φθονερὸν εἶναι, χρὴ ὁρίσασθαι τίς ὁ φθονερός. τοῦτο δὲ ἂν ποιήσαιμεν, εἰ πρῶτον ὁρισαίμεθα τί ποτέ ἐστιν ὁ φθόνος. εἰ δή ἐστιν ὁ φθόνος λύπη ἐπὶ φαινομένῃ εὐπραγίᾳ τῶν ἐπιεικῶν τινος, δῆλον ὡς καὶ φθονερὸς ἄν εἴη ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἐπιεικῶν εὐπραγίαις· οὗ κειμένου, ἐπεί προδήλως ἀλλότριον τοῦ σπουιν [*](1 post οὐκέτι add. δὲ A περὶ ὧν ὧν corr.) μόνον B: μόνον περὶ ὧν aADP εἶπε] c. 1 p. 109 a 6 δεῖ Α 4 ἀντὶ τῶν ὀνομάτων om. Arist. τοῦ — ἑτέρου (6) om. Β 7 οὖτος ὁ τόπος Β τοιοῦτόν aP 9 τοιοῦτον—κατηγορικὴ (10) om. AB ἂν delevi ἡ libri 10 βουλόμεθα a: βουλώμεθα DP 12 λαμβάνοντα D 14 αὐτὸν omisso ἑκάτερον D ὅ om. Α 16 post μὴ ras. 2 lit. P συνάπτωμεν] άπτ in ras. P2 17 ἢ delevi τὸ τό om. a 18 ὁρίσαντες D ἀποδώσομεν Α 19 ὁρίσαι—ἑτέρου (20) D: om. aABP 24 δεῖ ὁρίσασθαι BD: διορίσασθαι aAP post τί ἐστι τὸ add. ἀδικεῖσθαι ἤτοι ἤτοι om. A) τὸ βλάπτεσθαι ὑπό τινος καὶ τί τὸ AD 25 post θεὸν add. τὸ A 26 δεῖ aBD: δὴ A: ras. 2 — 3 lit. P. fort. delendum δείκνυται A 27 τὸ] τοῦ Β 28 ὑπενεγκὼν Α 29 χρὴ aABP: δεῖ D 30 ποτί et ὁ superscr. Β 32 τιν supra scripto α Α ἐπὶ om. P)

142
δαίου τὸ λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις οἱ γὰρ ἐπιεικεῖς ἀγαθοί), οὐκ ἄν εἴη ὁ σπουδαῖος φθονερός. δῆλον δὲ ὅτι αἰ τοιαῦται δείξεις ἐν δευτέρῳ γίνονται σχήματι καθόλου ἀποφατικὸν συνάγουσαι. καὶ οὕτως μέν, εἰ τὸ ὑποκείμενον ἐν τῷ προβλήματι γνώριμον εἴη, τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ ὁρισάμενοι ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα. ἀμφοτέρους δὲ τοὺς ὅρους τοῦ προβλήματος ὁρισόμεθα ἐν οἷς μηδέτερόν ἐστιν αὐτόθεν γνώριμον, ὡς ἐν τοῖς τοιούτοις· εἰ εἴη τιθέμενον ὑπό τινος ὅτι ὁ νεμεσητικὸς φθονερός ἐστιν. ἐπεὶ γὰρ ἐπὶ τούτων ὁμοίως ὁ νεμεσητικὸς τῷ φθονερῷ πρὸς γνῶσιν ἔχει οὐδέτερος γὰρ αὐτῶν αὐτόθεν ἐστὶ φανερός), ὁρισάμενοι ἀμφοτέρους, τόν τε νεμεσητικὸν καὶ τὸν φθονερόν, οὕτως ἀνασκευάσαι δυνησόμεθα τὸ τιθέμενον. δοκεῖ γὰρ φθονερὸς μὲν εἶναι ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, ἐπεὶ καὶ ὁ φθόνος τοιοῦτον, νεμεσητικὸς δὲ ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγιαις· τοιοῦτον γὰρ ἡ νέμεσις. εἰ οὖν νεμεσητικὸς μὲν ἐστιν ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις, ὁ δὲ φθονερὸς οὐ λυπεῖται ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις τοὐναντίον γὰρ οὗτος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις κεῖται λυπούμενος), οὐκ ἂν εἴη ὁ νεμεσητικὸς φθονερός. δύναται τὸ πρόβλημα τοῦτο ὁρικὸν εἶναι, εἰ ζητοῖτο πότερον ὁ αὐτός ἐστι νεμεσητικός τε καὶ φθονερὸς ἢ οὔ· τὰ γὰρ περὶ ταὐτοῦ προβλήματα τοῖς ὅροις ἔφη δεῖν ὑποτάσσεσθαι. οὕτως δειχθήσεται καὶ ὅτι μή ἐστιν εὐδαίμων ὁ τύραννος· εἰ γὰρ ὁ μὲν τύραννός ἐστιν ἄρχων παράνομος, εὐδαίμων δέ ἐστιν ὁ κατ’ ἀρετὴν ἐνεργῶν, οὐχ οἷόν τε τὸν τύραννον εὐδαίμονα εἶναι· τὸ γὰρ παρανόμως ἄρχειν ο.ὐ κατ’ ἀρετὴν ἐνεργοῦντος. ἀλλὰ καὶ ὅτι μὴ πλούσιος ὁ σοφός, εἴ γε ὁ πλοῦτος μέν ἐστιν ἐν κτήσει χρημάτων, σοφία δὲ ἐν ἀρετῆς κτήσει.

ἐπεὶ δὲ πολλάκις οὐδὲ τῶν ὁρισμῶν ῥηθέντων ἤδη φανερὰ τῶν ὁριζομένων ἡ πρὸς ἄλληλα διαφορὰ τῷ ὀνόματά τινα ἐν αὐτοῖς εἰλῆφθαι οὐ ταὐτὸν ἐν ἑκατέρῳ αὐτῶν δηλοῦντα ἀλλ’ ὁμώνυμα, ἀξιοῖ μὴ προαφίστασθαι ἀλλὰ πάλιν αὐτῶν τούτων τῶν ἐν τοῖς ὁρισμοῖς ὀνομάτων λόγους λαμβάνειν· οὕτως γὰρ ἔσεσθαι γνώριμον αὐτῶν τὴν διαφοράν ἄν τὸ κοινὸν ὄνομα τοῦτο, ὡς τί σημαῖνον ἐν ἑκατέρῳ τῶν ὁρισμῶν παρείληπται, [*](77) γνωσθῇ. τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ ἤδη φθάσας εἶπεν ἐν τῇ διδασκαλίᾳ τῶν τόπων οὓς πρὸς τὴν εὕρεσιν τῶν πολλαχῶς λεγομένων παρεδίδου· [*](2 εἴη ante φθονερός transposuit Α σπουδαῖος ABD: ἐπιεικὴς aP ὅτι om. B 2. 3 λέξεις Β 3 γίνεται Α 4 εἴη aDP: εἰ δὲ ΑΒ 5 tw ὑποκειμένω D: τὸν ὑποκείμενον Α: om. aBP τὸ πρόβλημα καθόλου Β: τὸ καθόλου πρόβλημα a 6 ἀμφοτέρων Α ὁρισαίμεθα τοῦ προβλήματος Α 9 τῶ superscr. B αὐτῶν ex corr. add. D 11 δοκεῖ γὰρ—εἶναι (18) cf. Suidas sub. v. νεμεσητικός 14 τοιοῦτον—εὐπραγίαις (15) om. Α post οὖν add. ὁ D 15 φθόνος B 18 post τοῦτο superscr. καὶ Β, sed cf. p. 140,10. 11 19 τε om. Β 20 ταῦτα Β ἔφη] c. 5 p. 102 a 5 sq. ἐστιν om. A γὰρ ὁ μὲν aBP: μὲν γὰρ ὁ AD 23 post τε add. ἐστι D 24 καὶ om. Β ὁ prius om. Α εἴτε Β 25 ἐστιν om. A 26. 27 τῶν ὁριζομένων om. Α 27 αὐτοῖς BD: αὐτοῦ Α: αὐτῷ aP 28 ἐν om. A 31 τί σημαῖνον DP: inv. ord. aB: τι σημαινόμενον Α 32 γνωσθῇ ex corr. add. D ἐν τῷ πρώτῳ] c. 15 p. —12 33 πολλῶν Α)

143
εἶπε γὰρ οὕτως· “πολλάκις δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις λανθάνει παρακολουθοῦν τὸ ὁμώνυμον· διὸ καὶ ἐπὶ τῶν λόγων σκεπτέον. οἷον ἐάν τις τὸ σημαντικὸν καὶ τὸ ποιητικὸν ὑγείας τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν φῇ εἶναι, οὐκ ἀποστατέον ἀλλ’ ἐπισκεπτέον τί τὸ συμμέτρως καθ’ ἑκάτερον εἴρηκεν, οἷον εἰ τὸ μὲν τὸ τοσοῦτον εἶναι ὥστε ποιεῖν ὑγείαν, τὸ δὲ τὸ τοιοῦτον οἷον σημαίνειν ποία τις ἡ ἕξις”. ἄν δή, κειμένου τοῦ τὸ ποιητικὸν ὑγείας σημαντικὸν ὑγείας εἶναι, ἀνασκευάζειν τις τοῦτο βουλόμενος ἑκάτερον αὐτῶν ὁριζόμενος εὕρῃ συμμέτρως ἔχον πρὸς ὑγείαν ἑκάτερον αὐτῶν, δόξει μὲν ὅσον. ἐπὶ τοῖς λόγοις ταὐτὰ εἶναι τὰ προκείμενα· οὐ μὴν οὕτως ἔχον τοῦτο εὑρεθήσεται, ἄν τοῦ καθ’ ἑκάτερον αὐτῶν συμμέτρου τὸν λόγον πάλιν ἀποδῷ· εὑρήσει γὰρ τὸ μὲν ὡς ποιητικὸν ὑγείας σύμμετρον λεγόμενον ἐν τῷ τοσοῦτον εἶναι τὸ σύμμετρον ἔχον, τὸ δὲ σημαντικὸν ἐν τῷ τοιοῦτον. Λέγει δὲ νῦν τὸ λαμβάνειν δεῖ καὶ ἀντὶ τῶν ἐν τοῖς λόγοις ὀνομάτων λόγους καὶ μὴ προαφίστασθαι, ἕως ἄν ἐπί τι γνώριμον ἔλθῃ, οὐκ ἐπὶ τῶν ὁμωνυμίας μόνον ἐχόντων λόγων ἀλλὰ καθόλου, ὅταν μηδέπω σαφὴς καὶ γνώριμος ἡ διαφορὰ τῶν προκειμένων ᾖ διά τινα ὀνόματα ἀσαφῆ ἐν τοῖς ὁρισμοῖς παρειλημμένα. παρεγγυᾷ γὰρ μὴ προαφίστασθαι ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα καὶ τὰ μόρια τοῦ λόγου ὁρίζεσθαι ὥσπερ καὶ τὸ ὅλον· οὕτως γὰρ ἔσται γνώριμον τὸ ζητούμενον. οἷον εἰ λέγοντός τινος τὴν ἡδονὴν ἀγαθὸν ὁ βουλόμενος ἀνασκευάσαι τοῦτο ὁρίσαιτο τὴν ἡδονὴν κίνησιν λείαν, οὐδὲν γνώριμον ἐκ τούτου εἴτε ἀγαθὸν εἴτε μή· ἀλλὰ ἄν τὴν κίνησιν τὴν ἐν τῷ τῆς ἡδονῆς ὁρισμῷ παρειλημμένην αὐτὴν πάλιν ὁρίσηται καὶ ἀποδῷ αὐτῆς λόγον ἀτελῆ ἐνέργειαν, δύναιτ’ ἄν δεικνύναι ὅτι μὴ ἀγαθὸν ἡ ἡδονή, τῷ μηδὲν μὲν ἀγαθὸν ἀτελὲς εἶναι, τὴν δὲ ἡδονὴν ἀτελῆ εἶναι οὖσαν κίνησιν τῷ πᾶσαν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι. ἔστι δὲ ἐν τούτῳ πάλιν τῷ προβλήματι ὁ ὑποκείμενος ὅρος ὡρισμένος. δῆλον δὲ ὅτι χρὴ πλειόνων ὁρισμῶν περὶ ἑκάστου εὐπορεῖν ἐνδόξων, εἰ μέλλοιμεν χρῆσθαι τῷ προκειμένῳ τόπῳ· οὕτως γὰρ δυνησόμεθα χρησίμως πρὸς τὸ προκείμενον ἡμῖν τὴν ἀπόδοσιν τῶν ὅρων ποιεῖσθαι. οἷον κειμένου τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι μὲν θέλοντες αὐτὸ ὁρισόμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τὸ ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἄν δὴ ὁριζόμενοι αὐτὸν λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων, [*](1 λανθάνειν Α 2 σκεπτέον] πτ in ras. D οἷον om. a: ras. P 3 τὸ alterum om. Β Arist. (non om. C) ἔχειν aP φῆ — ὑγείαν (8) om. a 4 οὐκ— ζητουμένου (p. 144,15) om. P 5 τὸ (post μὲν) Β Arist.: om. AD εἶναι BD Arist.: om. Α post ὥστε add. τὸ Β τῶ (post δὲ) Β 6 οἷον AB Arist.: ὥστε D τοῦ D: om. AB εὕρη Α: εὕροι BD ἔχων A ταῦτα a 10 αὐτῶν ex corr. add. D σύμμετρον Α πάλιν τὸν λόγον aB 10. 11 ἀποδῶ πάλιν Α 13 δεῖν ν ex corr. add.) D 14 ἐπί τι aABD (εἴς τι C): εἰς Arist. 20. 21 ὁρίσαιτο AD: om. aB 24 δύναιντ’ Β τῷ μηδὲ a μὲν om. D 26 δὲ] ὲ in ras. D 30 κειμένου—μεταληψόμεθα (p. 144,3) Suidas sub v. ἔρως ἐραθήσεσθαι σθι Β: ἐρασθῆναι a 31 αὐτοὶ Α ὁρισόμεθα a: ὁρισαίμεθα ABD 33 ἐλευσόμεθα D λέγωμεν A)
144
ἀνεσκευακότες ἄν εἴημεν τὸ πρόβλημα· δῆλον γὰρ δὴ ὅτι ἀλλότρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπιθυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα· καὶ εἰ ἔστι σφοδρὸν τὸ ἐναντιούμενον τῷ ὀρθῷ λόγῳ, ἀνεσκευακότες ἄν εἴημεν καὶ οὕτως τὸ κείμενον. ἄν μέντοι ἀποδῶμεν τὸν] λόγον τοῦ ἔρωτος ἢ ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον ἢ θείαν ἐπίπνοιαν καὶ ἐπιθυμίαν φιλίας δι’ ἔμφασιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς ἐν τῷ Φαιδρῷ Πλατῶν βούλεται, κατεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα. καὶ δῆλον ὅτι ὁ τόπος καὶ πρὸς κατασκευὴν ἄν εἴη τοῦ καθόλου καταφατικοῦ ποτε χρήσιμος, οὐ πρὸς ἀνασκευὴν μόνον. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν ὅτι ὁ θεὸς οὔτε ὀργίζεται οὔτε λυπεῖται, εἴ γε ὀργίζεσθαι μέν ἐστι τὸ ὀρέγεσθαι τιμωρίας παρὰ τοῦ δοκοῦντος ἠδικηκέναι, λυπεῖσθαι δὲ τὸ συστέλλεσθαι ἐπὶ παρόντι κακῷ, ὥσπερ καὶ τὸ φοβεῖσθαι τὸ ἐπὶ προσδοκωμένῳ, ὁ δὲ θεὸς οὔτε ἀδικεῖσθαι δοκεῖ οὔτε παρεῖναί τι αὐτῷ κακὸν ὑπολαμβάνει] ἢ προσδοκᾶσθαι. ἀλλὰ κἄν ζητουμένου εἰ ἡ ψυχὴ ἀθάνατος ὁρισαίμεθα τὴν ψυχὴν πνεῦμα νοητικὸν ἢ αἰσθητικόν, εἴημεν ἂν δεδειχότες ὅτι μὴ ἀθάνατος· πᾶν γὰρ πνεῦμα φθαρτόν. ἀλλὰ καὶ ὅτι οὐ κεχώρισται τοῦ σώματος, δεικνύοιτ’ ἄν, εἰ ὁρισθείη “ἐντελέχεια σώματ·ος φυσικοῦ ὀργανικοῦ”· οὐδεμία γὰρ ἐντελέχεια σώματος χωριστὴ αὐτοῦ. πάλιν δέ, ἄν οὐσίαν αὐτῆς αὐτοκίνητον ὅρον εἶναι λάβωμεν κατὰ Πλάτωνα, εἴημεν ἄν ἀθάνατον αὐτὴν δεδειχότες διὰ τὸ τὸ αὐτοκίνητον ἀεικίνητον εἶναι δοκεῖν τὸ δὲ ἀεικίνητον ἀίδιον εἶναι. ἀλλὰ καὶ τὸν νόμον σπουδαῖον δεικνύοιμεν ἄν, εἰ ὁρισαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ σωτηρίᾳ τῶν χρωμένων. ὁμοίως καὶ ἡ ἀρετὴ ὅτι διδακτὸν δεικνύοιτ’ ἄν, εἰ ὅρος εἴη τῆς ἀρετῆς ἐπιστήμη περὶ βίον· πᾶσα γὰρ ἐπιστήμη διδακτόν. οὐκέτι δὲ ἀρετὴ πᾶσα διδακτὸν ἐξ ἀνάγκης, εἰ εἴη ὁ λόγος αὐτῆς ἕξις ἀρίστη ἢ ἕξις, ἀφ’ ἧς αὐτό τε τὸ [*](78) οὗ ἐστιν ἄριστόν ἐστι καὶ τὰς ἐνεργείας τὰς οἰκείας ἄριστα ἀποδίδωσιν.

[*](p. 110 a 10)

Ἔτι τὸ πρόβλημα πρότασιν ἑαυτῷ ποιούμενον ἐνίστασθαι.

ἔστι μὲν καὶ ὁ τόπος οὗτος παραγγελματικός. τὸ δὲ δι’ αὐτοῦ λεγό- [*](1 ἀνασκευακότες D δὴ om. D 4 ἀνασκευακότες aAD 5 κείμενον D: προκείμενον aB: ἀντικείμενον A τὸν delevi 7 ὡς om. Β ἐν τῷ Φαιδρῷ] cf. p. 139,26 8 κατασκευακότες aD post εἴημεν add. καὶ aA τύπος a 9 χρήσιμον Β 10 τόπῳ aB: τρόπῳ AD 11 λυπεῖται οὔτε ὀργίζεται D εἰ δέ γε D 13 τῶ ἐπιπροσδοκωμένω Α 14 τι om. Α ὑπολαμβάνει aAB: ὑπολαμβάνειν D: delevi προσδοκᾷ a 18 ἐνδελέχεια utroque loco Α “ἐντελέχεια—ὀργανικοῦ”] De anima II 1 p. 412 a 27, b5 19 αὐτοῦ (post οὐσίαν) Α 20 κατὰ Πλάτωνα] Phaedrus c. 24 p. 245 C ἄν om. aP 20. 21 ἀθάνατον αὐτὴν δεδειχότες om. AB 21 τὸ τὸ BDP: τό τ’ Α: τὸ δὲ a 21. 22 ἀκίνητον a 24 ante ὅρος add. ὁ Β παρὰ Β 25 πᾶσα alterum om. P 26 εἴη] ἡ Α ἕξις ἀρίστη] cf. Magn. Mor. I 4 p. 1185 a 38 ἕξις, ἀφ’ ἧς—ἀποδίδωσιν (27)] memoriter citat Ethic. Nicom. II 5 p. 1106 a 16 ἀφ’ ἧς aP: ὑφ’ ἧς AD: σαφὴς Β αὐτό ABDP: ἀπό a 27 τὰς alterum om. a 30 ἔστι ABD: ἔτι aP post μὲν add. οὖν aP ὁ τόπος καὶ οὗτος A: καὶ οὗτος ὁ τόπος aP)

145
μένον ἐστιν, ὅτι δεῖ τὸ πρόβλημα εἰς καθολικὴν πρόταω-ν μεταλαβόντα, αὑτῷ προτείνοντα ταύτην ἔνστασιν πειρᾶσθαι φέρειν πρὸς αὐτήν, ὡς ἂν εἰ καὶ ἄλλου προτείνοντος αὐτὴν καὶ λαβεῖν ἀξιοῦντος ἐνέστημεν. ἣν γὰρ ἔνστασιν· εὑρίσκομεν πρὸς τὴν πρότασιν, αὕτη ἐπιχειρrήματος ἡμῖν ἀρχὴ καὶ ἀσορμὴ γένοιτ’ ἂν πρὸς τὴν τοῦ προκειμένου προβλήματος ἀνασκευήν· τοῦτο δ’, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τἀς προιάσεις ἔνστασις τῆς εἰς τὰ προβλήματα ἐπιχκειρήσεως. ἐπεὶ δὲ ἡ πρὸς τὰς καθόλου προτάσεις ἔνστασις ἀπό τινος τῶν ὑπὸ τὸ καθόλου γίνεται, ὃ τῷ ἐπιβλέπειν τὰ ὑπὸ τὸ καθόλου εὑρίσκεται, σχεδόν φησι τὸν αὐτὸν τόπον εἶναι τοῦτον τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐκ τῆς τοῦ καθόλου διαιρέσεως, ἐν ᾧ ἔλεγεν ἐπιβλέπειν δεῖν οἷς ὑπάρχειν ἢ πᾶσιν ἢμηδενὶ εἴρηται. ὡςγὰρἐπ’ ἐκείνουὰπὸdlς τοῦ καθόλου εἰς τὰ ὑπ’ ·αὐτὸ διαιρέσεως εὑρόντες, ᾧ μὴ ὑπῆρχε τῶν ὑπὸ τὸ καθόλου. ἀνεσκευάζομεν τὸ πρόβλημα, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου ἡ εννσιασις ποὸς ἰὴν καθόλου πρότασιν γίνειαι· ἐφοδεύσαντες γάρ τῇ διανοίᾳ τὰ ὑπὸ τὸ καθόλου, οὕτως ᾧ μὴ ὑπάρχει τῶν ὑπὸ τὸ καθόλου εὑρόντες ἐνιστάμεθα. οὐ μὴν πάντῃ ὁ αὐτὸς τόπος οὗτος ἐκείνῳ, ἀλλ’ ἔστιν αὐτῶν διαφορὰ κατά τὸν τρόπον, ὡς εἶπεν· ἐκεῖ μὲν γὰρ εὐθέως διαίρεσιν ἐποιούμεθα τοῦ καθόλου εἰς τὰ προσεχῆ εἴὸη· ἐνταῦθα δὲ πρότασιν ποιήσαντες ὡς πρὸς πρότασιν τὴν ἔνστασιν ποιησόμενοι, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τὰς προτάσεις ἔνστασις τῆς πρὸς τὰ προβλήματα ἐτιχειρήσεως, τὴν ἔνστασιν ἀρχὴν τῆς πρὸς τὸ πρόβλημα ἐπιχειρήσεως ποιούμεθα. οἷον εἰ τὸ τιθέμενον ὑπό τινος εἴη τὸ τὴν ἀρετὴν ἐπιστήμην εἶναι, μεταληψόμεθα εἰς πρότασιν τὸ κείμενον τὴν ᾿ἆρά γε πᾶσα ἀρετὴ ἐπιστήμη;᾿, καὶ ἑαυτοῖς προτείναντες τοῦτο ζητήσομεν ἔνστασιν πρὸς αὐτὸ ἐπὶ τὰ εἴδη τῶν ἀρετῶν ἐπιβλέποντες· καὶ εὑρόντες ὅτι αἱ τοῦ παθητικοῦ μορίου τῆς ψυχῆς οὐ τοιαῦται (οὐ γὰρ ἐκ διδασκαλίας περιγίνονται ἀλλὰ δι’ ἐθῶν, οὐδὲ ἐν Tto εἰδέναι αὐτάς, αἵτινές εἰσιν, ἐστὶ τὸ καὶ ἐν αὐταῖς εἶναι καὶ ἔχειν αὐτάς), ταύτην τὴν ἔνστασιν εἰς ἐπιχείρημα μεταλαβόντες χρησόμεθα χρησόμεθα αὐτῷ πρὸς ἀνασκευὴν τοῦ προβλήματος λέγοντες ι αἱ ἠθικαὶ ἀρεταὶ οὐκ ἐν γνώσει τῶν πρακτέων τὸ εἶναι ἔχουσιν, οὐδὲ διὰ διδασκαλίας ἐγγίνονται· πᾶσα δὲ ἐπιστήμη ἐν γνώσει τῶν ὑπ’ αὐτὴν τὸ εἶναι ἔχει καὶ διὰ διδασκαλίας· οὐδεμία ἄρα ἠθικὴ ἀρετὴ ἐπιστήμη· εἰ δὲ τοῦτο, οὐ πᾶσα [*](1 δεῖ om. D 2 αὑτῷ P: αὐτῷ aABD τὴν ἔνστασιν ταύτην D 3 προτείναντος a ἀξιοῦντος] ἄξιο in ras. P2 4 αὐτὴ AD) 6 πρὸς τὰς προτάσεις in ras. P2 p. 109b 13 11 ὑπάρχει D cf. p. 140,15 ante πᾶσιν add. μὴ D: πᾶ ex μὴ corr. Β 13 ἀνεσκευάζομεν BD: ἀνασκευάζομεν aAP τὸ alterura om. Α 14 post τὴν add. τοῦ λλ 15 ὑπάρχειν Β 16 ἐνιστάμεθα εὑρόντες Α τόπος οὗτος Α of. vs. 9: οὗτος ὁ τόπος B: τόπος D: οὗτος τόπος aP 17. 18 διαίρεσιν εὐθέως D 18 ἐποιούμεθα ABDP3’ (οὐμεθα—εἰς τὰ scripsit P3): ἐποιησάμεθα a 19 post ἐπεὶ add. δὲ P3 20 πρὸς τἀς προτάσεις ἔνστασις scripsi cf. vs. 6: πρότασις πρὸς τὰς ἐνστάσεις libri 21 πρόβλημα scrips! : πρᾶγμα libri 23 προκείμενον D) 24 ἑαυτὴν A 25 ἐπιβλέποντες aBP : ἀποβλἐποντςς D: βλἐποwες A 27 καὶ ἐν P : καὶ aABD: fortasse κἀν εἶναι αὐταῖς D 28 ἐπιχείρησιν D 30 post οὐδὲ add. γὰρ A 31 post ἐπιστήμη add. τῶν Β 32 οὐ aABP: οὐδέ D)
146
ἀρετὴ ἐπιστήμη᾿. πάλιν εἰ εἴη κείμενον ὑπό τινὸς ὅτι πᾶσα ἡδονὴ μεταληψόμεθα τὸ πρόβλημα εἰς πρότασιν καὶ ἑαυτοὺς ἐρωτήσομεν ‘ἆρα πᾶσα ἡδονὴ ἀγαθόν;᾿· καὶ εὑρόντες ἔνστασιν διὰ τῆς τῶν ἡδονῶν διαιρέσεως τὴν ὅτι αἱ τῶν ἀκολάστων ἡδοναὶ οὐκ ἀγαθαί, ἣν πρὸς τὴν πρότασιν ἐφ’ ἑαυτῶν ζητοῦντες ἔνστασιν εὕρομεν, ταύτην ἀφορμὴν ἐπιχειρήσεως ἕξομεν εἰς ἀνασκευὴν τοῦ κειμένου ἐρωτῶντες ‘ἆρά γε αἱ τῶν κιναίδων ἡδοναὶ ἡδοναὶ οὖσαι καὶ ἀγαθαί εἰσιν;’. ἢ οὐδεὶς ἄν τούτῳ συγχωρήσαι ὁμοῦ ψευδεῖ τε ὄντι καὶ ἀδόξῳ. λαβόντες γὰρ τοῦτο δεδει- χότες ἂν εἴημεν ὅτι μή ἐστιν ἡδονὴ πᾶσα καὶ ἁπλῶς ἀγαθόν. ὁμοίως ποιήσομεν, κἄν ᾖ τὸ πρόβλημα τὸ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι· ὡς γὰρ πρὸς πρότασιν αὐτὸ εὑρόντες ἔνστασιν ὅτι ἡ ὑγεία ἀγαθὸν οὖσα οὐκ ἔστι καλόν, χρώμενοι τῇ ἐνστάσει ταύτῃ ἀνασκευάσομεν τὸ πρόβλημα. ἔστι δὲ ὁ τόπος, ὡς καὶ αὐτὸς εἴρηκεν, ἀνασκευαστικὸς μόνον.

[*](p. 110a14)

Ἔτι διορίζεσθαι ποῖα δεῖ καλεῖν ὡς οἱ πολλοὶ καὶ ποία οὐ.

Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἀφορμὴν δέ φησιν ἡμῖν πρὸς τὰ προβλήματα ἐπιχειρήσεως ἔσεσθαι καὶ ἀπὸ τοῦ προδιωρίσθαι καὶ ὡμολογῆσθαι, τίνα μὲν χρὴ τῇ τῶν πολλῶν χρήσει τε καὶ συνηθείᾳ ἑπομένους καλεῖν, τίνα δὲ οὔ· τοῦτο δὲ καὶ πρὸς τὸ κατασκευάζειν καὶ πρὸς τὸ ἀνασκευάζειν τὰ προβλήματα χρήσιμον. ἄν γὰρ ἡ ἡμῖν προωμολο- γημένον τὸ δεῖν τοῖς μὲν ὀνόμασι κατὰ τῶν πραγμάτων τοῖς συνήθεσι καὶ κειμένοις χρῆσθαι καὶ οἷς οἱ πολλοί κατὰ συνθήκην γὰρ τὰ ὀνόματα, καὶ οὐκ αὐτός τις ἕκαστος κύριος τῶν πραγμάτων ἕκαστον ὀνομάζειν τε καὶ μετονομάζειν ὡς βούλεται· ἀναιροῖτο γὰρ ἄν οὕτως ἡ κοινολογία, εἰ μὴ [*](79) κοινοῖς τισιν ὀνόμασι καὶ συνήθεσιν εἴημεν ἐπ’ αὐτῶν χρώμενοι), τίνα μέντοι τοιαῦτα τῶν πραγμάτων ἐστί, καθ᾿ τὰ κοινὰ ὀνόματα καὶ συνήθη, καὶ διὰ τί τοιαῦτά ἐστι, καὶ τί μέτρον αὐτῶν ἐστιν, οὐκέτι τοῖς πολ- λοῖς προσεκτέον ἀλλὰ τοῖς εἰδόσιν, ἔχοιμεν ἄν ἀφορμὰς ἐκ τῆς ὁμολοτίας ταύτης καὶ πρὸς τὸ ἀνασκευάζειν καὶ πρὸς τὸ κατασκευάζειν. σαφὲς δὲ τὸ λεγόμενον αὐτὸς διὰ τοῦ παραδείγματος ἐποίησεν. ὑγιεινὸν [*](1 εἰ om. Β ἀπό Α 4 ἀγαθαί scripsi cf. v. 7: ἀγαθόν libri 5 αὑτῶν P εὕρομεν μεν scripsi: εὕρωμεν Jihri fi αἱ om. aP 7 ἡδοναὶ altenim D: om. aABP ἀγαθαί εἰσιν ἡδοναὶ οὖσαι A τούτω BD, comp. ’: τοῦτο aAP- cf. p. 140,27 8 τε ὄντι ψευδεῖ A 11 ante αὐτὸ add. πρὸς A 14 δεῖ ὁρίζεσθαι D δεῖ διορίζεσθαι C) οἱ om. Α 15 οὔ om. D Ifi οὗτος] αὐτὸς P 17. 18 προδιορίσαι καὶ ὁμολογῆσαι a 18 χρήσει AD: κρίσει aBP 19 δὲ alteram ABD: γὰρ aP 19. 20 πρὸς τὸ ἀνασκευάζειν καὶ κατασκευάζειν D cf. vs. 29 19 ἢ pro altero καὶ Α 20. 21 προσωμολογημένον aP 21 μὲν ex corr. add. I) 22 οἶς ABD: ὡς aP 23 κύριος ἕκαστον D ὂν videtur ex οσ correctum) ἕκαστον ora. I) τε om. a: τε καὶ μετονομάζειν om. P 24 ἡ aP: om. ABD κοινωνία P (in rarg. aliquid aliud adnotaverat P4) 25 αὐτῶν] wv corr. P2 26 καὶ AD: om. aB: καὶ συνήθη om. P 27 μέτρον ABP: τὸ μέτρον D: μέρος a 28 ἐκ postea add. D 29 κατασκευάζειν—ἀνασκευάζειν ut vs. 19. 20 B 30 αὐτὸς BD: αὑτὸ aAP)

147
μὲν γὰρ ῥητέον τὸ ποιητικὸν ὑγείας. ὡς οἱ πολλοὶ καὶ ἡ συνήθεια· κατὰ γὰρ τοῦ τοιούτου πράγματος τούτῳ τῷ ὀνόματι οἱ πολλοὶ χρῶνται· οὐκέτι μέντοι ὑγείας ποιητικὸν τοῦτο χρὴ ἡγεῖσθαι ὃ οἱ πολλοὶ ὑπολαμβάνουσιν, ἀλλὰ ὃ οἱ ἰατροί. ὅ τι ἂν οὖν οἱ ἰατροὶ ὑγείας ποιητικὸν ἡγῶνται εἶναι, τοῦτο ὑγιεινὸν χρὴ καλεῖν ἑπομένους τῇ κοινῇ τοῦ ὀνόματος χρήσει. ἄν δή τις ὁμολογῶν τι ὑγείας εἶναι ποιητικὸν μὴ ὑγιεινὸν αὐτὸ ὀνομάζῃ ἀλλὰ ἄλλο τι, ἐλέγχοιτ’ ἂν κατὰ τὸν παραδεδομένον τόπον τὸν ἀξιοῦντα ὡρίσθαι ὅτι δεῖ τοῖς ὀνόμασι τοῖς τῶν πραγμάτων χρῆσθαι ὡς οἱ πολλοί. πάλιν δ’ αὖ ὁ ἀξιῶν ὑγείας ποιητικὸν εἶναι λέγειν, ὃ τοῖς πολλοῖς καὶ τοῖς τυχοῦσι δοκεῖ, ἐλέγχοιτ’ ἂν καὶ αὐτός, ὅτι ἦν ἡμῖν προωμολογημένον τὸ τὰ τοιαῦτα μὴ ὡς οἱ πολλοὶ κρίνειν τε καὶ λέγειν ἀλλ’ ὡς οἱ ἰατροί. ἀπὸ τούτου τοῦ τόπου ἐπιχειροίη τις ἄν καὶ πρὸς τὰ ὑπὸ τῶν Στωϊκῶν παράδοξα λεγόμενα. εἰ γὰρ τῶν πολλῶν πλούσιον λεγόντων μόνον τὸν πολυκτήμονα μὴ κατὰ τούτου τις χρῷτο τῷ ὀνόματι τούτῳ μηδὲ λέγοι τὸν πολυκτήμονα πλούσιον, κατὰ δὲ τοῦ σοφοῦ καὶ τοῦ τὰς ἀρειὰς ἔχοντος, παραβαίνοι ἂν τὸν κείμενον τῆς· τῶν ὀνομάτων χρήσεως διορισμόν. τίς μὲν γάρ ἐστι πολυκτήμων, οὐ τῶν πολλῶν εἰδέναι ἀλλὰ τῶν τὰ τοιαῦτα ἐξεταζόντων· ὅτι δὲ δεῖ κατὰ τοὐ πολυκτήμονος τῷ ‘πλούσιος᾿ ὀνόματι χρῆσθαι, ἱκανὴ ἡ τῶν πολλῶν χρῆσις. ὁ δὴ ὁμολογῶν μὲν εἷναί τινα πολυκτήμονα μὴ ὀνομάζων δὲ τοῦτον πλούσιον οὐ δεόντως ἂν χρῷτο τῷ ὀνόματι. ἀλλ’ οὐδὲ ὁ χρώμενος αὐτῷ πάλιν ἐπὶ τοῦ τὰς ἀρετὰς ἔχοντος. πάλιν οἱ μὲν πολλοὶ εὐτυχῆ λέγουσι τὸν ἐν τοῖς τυχηροῖς ἀγαθοῖς εὐθηνοῦντα· οἱ δὲ τὸν τὴν ἀρετὴν ἔχοντά φασιν εὐτυχῆ, ὃ οὐκ ἔστι τῶν τυχηρῶν ἀγαθῶν. παραβαίνουσιν οὖν καὶ οὗτοι τὴν προσήκουσαν χρῆσιν τῶν ὀνομάτων.

εἰπὼν δὲ ὑγιεινὸν μὲν ῥητέον τὸ ποιητικὸν ὑγείας προσέθηκε τὸ ἢ ὡς οἱ π.ολλοὶ λέγουσιν, ὃ ἴσον ἐστὶ τῷ x003E; ὅπως ἂν ὦσιν οἱ πολλοὶ λέγονιες’· καὶ γὰρ κατ’ ἄλλων τινῶν οἱ πολλοὶ τῷ ὑγιεινῷ ὀνόματι χρῶνται, οὐ κατὰ μόνου τοῦ ὑγείας ποιητικοῦ, ἀλλὰ καὶ κατὰ τοῦ σημαντικοῦ. ἢ εἶπεν ‘ὅπως ἄν οἱ πολλοὶ λέγωσιν᾿ ἐνδεικνύμενος ὅτι μὴ περὶ τοῦ ὀνόματος τούτου διατείνεσθαι χρὴ ἀλλὰ περὶ τοῦ χρῆσθαι τούτῳ ᾧ οἱ πολλοί· καὶ γὰρ εἰ μὴ τοῦτο ἀλλὰ ἄλλο τι εἴη, ἐκείνῳ χρηστέον. ἢ οὐκ ἔστι μετὰ τοοῦ ‘ἢ᾿ ἀλλὰ χωρίς· λέγει γὰρ ὡς οἱ πολλοὶ λέγουσι· τὸ γὰρ ποιητικὸν ὑγείας ὑγιεινὸν τοῖς πολλοῖς σύνηθες λέγειν. ὡς δὲ πρὸς ἀναοἱ [*](1.2 συνήθεις Β 4 λαυͅβάνουσιν a οὖν postea add. 4. 5 ἡγῶνται ὑγιείας εἶναι ποιητικόν Α 5 ἡγοῦνται Β 6 δὲ Α εἶναι ὑγείας a P. αὐτὸν Apr. 9 εἶναι ποιητικὸν Α 11 τὸ postea add. R τὰ ooit. Β 14 τούτου scripsi: τοῦτο libri 5 post πολυκτήμονα add. μόνον D τοῦ altonim oni. P 16 anto τῆς add. περὶ P 17 μὲν om. I) 18 πολυκτήμου a 20 τοῦτο aA: τοῦτον εἶναι Β 21 τὴν ἀρετὴν a 22. 23 ἀγαθοῦ A 24 ἀγαθόν Α 25 τῷ ὀνόματι 1) 27 νομίζουσιν in contextii, γρ. λέγουσιν in mrg. 1) ὃ] ὅπως D ἐστὶ τῷ ἡ libri ἐστιν liliri 29 κατὰ alteram oni. I) 30 εἶπεν ABD: εἶπε τὸ aP ὡς Α λέγουσιν aA 31 τούτου ante τοῦ ὀνόματος haliet Β: om. D 33 ἡ (??) add. P2 χωρίς corr. e χωριστ P 34 τοῖς πολλοῖς ὑγιεινὸν D δὲ] ras. D)

148
σκευὴν ὁ τόπος ὁ προειρημένος χρήσιμος, οὕτως καὶ πρὸς κατασκευήν. μὴ γὰρ βουλομένου τινὸς συγχωρεῖν ὅτι οἱ πολυκτήμονες πλούσιοι, κατασκευάπολλοί· τοῦτο προσχρώμενοι τῷ δεῖν μὲν ὀνομάζειν τὰ πράγματα ὡς οἱ πολλοί· οἱ δὲ πολλοὶ τούτους πλουσίους λέγουσιν. ὁμοίως καὶ πρὸς τὸν μὴ λέγοντα τὴν ὑγείαν ἀγαθὸν ἐνίσταιτο ἄν τις· ἡ γὰρ συνήθει οὕτως. εἰ δέ τις πάλιν λέγοι τὴν ὑγείαν οὕτως ἀγαθὸν ὡς εὐδαιμονίαν ἢ μέρος εὐδαι- μονίας, διότι οἱ πολλοὶ οὕτως ὑrολαuι βάνουύιν, πάλιν ἀνασκευάζοιμεν ἄν τοῦτο τῇ ὁμολογία προαρώμενοι μηκέτι τούτου τοὺς πολλοὺς κυρίους εἶναι· τῶν γὰρ σπουδαίων ἡ τοιαύτη περὶ τῆς ὑγείας κρίσις.

[*](p. 110a23)

Ἔτι ἐὰν πολλαχῶς λέγηται, κείμενον δεῇ ὡς ὑπάρχει ἢ ὡς οὐχ ὑπάρχει.

Οἱ τρεῖς τόποι, οὗτός τε καὶ οἱ μετὰ τοῦτον δύο, τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως ἀπὸ τῶν πολλαχῶς λεγομένων λαμβάνουσιν, ὧν ὁ πρῶτος ἀπὸ τῶν ὁμωνύμων. ἄν γὰρ ᾖ τὸ συμβεβηκέναι καὶ ὑπάρχειν τινὶ ἢ μὴ ὑπάρχειν τιθέμενον ἀπλῶς τε καὶ χωρὶς διορισμοῦ, φησὶ δεῖν δεῖν διελομένους παρ’ ἑαυτοῖς παρέδωκε δ’ ἡμῖν τόπους ἐν τῷ πρὸ τούτου δι’ ὧν γνωρίζειν οἷοί τε ἐσόμεθα ἰὰ πολλαχῶς λεγόμενα καὶ διαιρεῖσθαι). εἰ μὴ ἐπὶ πάντων τῶν σημαινομένων δυναίμεθα δεικνύναι τὸ ἀντικείμενον τῷ τιθεμένῳ, ἐπὶ τινὸς αὐτῶν, ἐφ οὗ μὴ οὕτως ἔχει, δεικνύναι· δείξαντες [*](80) γὰρ ἐπὶ τούτου ἀνεσκευακέναι δόξομεν τὸ κείμενον διὰ τὸ λανθάνειν τὴν ὁμωνυμίαν καὶ ὡς ἁπλῶς λεγόμενον τὸ κείμενον εἰρῆσθαι. οἷον εἰ τιθείη τις ὅτι ὁ κοιμώμενος οὐκ αἰσθάνεται, χρὴ διελομένους παρ’ ἑαυτοῖς τὸ αἰσθάνεσθαι εἴς τε τὸ κατ’ ἐνέργειαν καὶ κατὰ δύναμιν δεικνύναι ὅτι ὁ κοιμώμενος αἰσθάνειαι· αἰσθάνεσθαι γὰρ λέγονται οἱ δύναμιν τοῦ αὐσθάνεσθαι ἔχοντες. πάλιν ἄν ᾖ κείμενον ὅτι τὸν σπουδαῖον δέον ἐστὶ πολι- τεύεσθαι, χρὴ διελομένους τὸ δέον παρ’ ἑαυτοῖς, ὅπερ σημαίνει καὶ τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον εἶναι φθαρῆναι, τὸ δὲ συμφέρον, ὅταν λέγωμεν δέον εἶναι περιπάτοις χρῆσθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεσθαι τοῖς νόμοις ἢ τοῖς γονεῦσι, τοσαῦτα οὖν σημαίνοντος αὐτοῦ, δεικνύντας μέν, ὅτι μὴ συμφέρει τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ ἢ ὅτι μὴ ἀναγκαῖόν ἐστιν αὐτῷ πολιτεύεσθαι, ἀναιρεῖν τὸ κείμενον ὡς ταῦτα σημαίνοντος τοῦ δέοντος. ἀλλὰ κἂν λέγῃ τις μὴ δέον εἶναι τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ, δείξαντες ὅτι καλόν τὸ γὰρ ἐπαρκεῖν [*](5 τὸ ὑγιείνειν (sic) Α 6 λέγοι aP: λέγει ABD οὕτως om. D 7 ἀνασκευά. ζομενἄνa 8 τῇ] ῃ in ras. p2 9 yip om. A ἔτι δὲ ἂν aP πολλαχοῦ D ἡ om. Β 11 ὡς om. D 12 οὗτοι Β 15 post διορισμοῦ add. ὁμώνυμόν a et post ras. 8 lit. P 16 τόπον Α ἐν τῷ πρὸ τούτου] c. 15 10 οὕτως om. I) 20 ἀνασκυακέναι aAP δόξαιμεν Β 21 ὡς om. D λεγόμενον τὸ κείμενον scripsi: λεγομένου τοῦ κειμένου a.VBD: τοῦ κειμένου om. P (signum appinxit P2, cui quae in mrg. responderant, abscisa sunt) 22 αἰσθάνεσθαι a 24 αἰσθάνεται] αἰσθάνεσθαι a 29 περιπάτῳ Α 31 συμφέρον A 32 ἀναιρεῖν] d in ras. 8 —9 lit. D)

149
καὶ βοηθεῖν τῇ πατρίδι καὶ τὰ ἄριστα symboyleqyein καλόν · τὸ δὲ δέον τοῦτο σηιuαίνει), ἀναιροίημεν ἂν τὸ κείῳνον. πάλιν τιθεμένου τινὸς ἀντα- κολουθεῖν τὰς ἀρετὰς ἢ μὴ ἀντακολουθεῖν, διελόμενοι τὴν ἀρετῆὴν παρ’ αὑτοῖς καὶ λαβόντες τήν τε φυσικὴν καὶ τὴν κατὰ λόγον, ἐπὶ μὲν τῶν φυσικῶν δεικνύντες, ὅτι μὴ ἀντακολουθοῦσιν, ἀναιρήσομεν τὸ ἀντακολουθεῖν τὰς ἀρετάς· ἐπὶ δὲ τῶν κατὰ λόγον δείξαντες ἀὶταὶ̣ολουθούσα ἀναιρήσομεν τὸ μὴ ἀντακολουθεῖν. τῷ γὰρ λανθάνειν, ὅτι πολλαχῶς λέγεται, δοκεῖ τὸ λεγόμενον ἐπὶ τῆς αὐτῆς φύσεως λέγεσθαι, ἐφ’ ἧς ἐλέγετο καὶ τὸ κείμενον ἐν τῷ προβλήματι· διὸ καὶ πιστεύεται ἀναιρετικὸν αὐτὸ εἶναι. ἔστι δὲ ἐφ’ ὧν καὶ πάντα τὰ σημαινόμενα λαμβάνοντας ἔστιν ἐπὶ πάντων αὐτῶν ἀνασκευάζειν τὸ κειμανον · οἷον εἰ λέγοι τις ὅτι μὴ χρὴ φιλοσοφεῖν, ἐπεὶ φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο, εἴτε χρὴ φιλοσοφεῖν εἴτε καὶ μή, ὡς εἶπεν αὐτὸς ἐν τῷ Προτρεπτικῷ, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν μετιέναι, ἑκάτερον αὐτῶν δείξαντες οἰκεῖον τῷ ἀνθρώπῳ πανταχόθεν ἀναιρήσομεν τὸ τιθέμενον. ἐπὶ μὲν οὖν τούτου κατ’ ἄμφω ἐνδέχεται δείκνυσθαι τὸ προκείμενον· ἐπὶ δὲ τῶν πρώτων παραδειγμάτων οὐκ ἐκ πάντων ἢ ἑκατέρου ἀλλὰ ἢ ἐκ <τινὸς ἢ ὲκ> τινῶν. δῆλον δὲ ὅτι ἐφ’ ὧν ἐστιν ἐπὶ πάντων τῶν σημαινομένων τὸ ἀντικείῳνον τῷ τιθεμένῳ δεικνύναι, φανερὰν χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ πολλαχῶς λεγομένου.

Δεῖν δέ φησι τῷ τόπῳ τούτῳ χρῆσθαι ἐπὶ τῶν λανθανόντων ὅτι τὸ τιθέμενον πολλαχῶς λέγεται καὶ κατὰ μέν τι τῶν σημινομένων οὕτως ἔχει, ὡς τίθεται, κατὰ δέ τι οὔ. ἂν γὰρ μὴ λανθάνῃ, προχείρως ἐνστήσεται ὁ τῷ προβλήματι παριστάμενος, ὅτι μὴ καθ’ ὃ τίθεται τὴν ἔνστασιν τὴν πρὸς αὐτὸ καὶ τὴν ἀνασκευὴν ποιεῖται, ἀλλὰ κατ’ ἄλλο, πρὸς τοὔνομα καὶ σοφιστικῶς τὴν ἀπάντησιν ποιούμενος. ὁ γοῦν πρὸς τὸν τιθέμενον τὸ ζῷον ἔμψυχον ενιστάμενος καὶ δεικνύς, ὅτι τὰ γεγραμμένα ζῷα μὰν λέγεται, οὐκ ἔστι δὲ ενμψυχα, εὐφώρατος γίνεται διὰ τὸ φανερόν τε εἰνὶ τὸ τοῦ ὀνόματος διττὸν καὶ προδήλως τὸν τιθέντα μὴ κατὰ τοῦ οὕτω λεγομένου ζῴου τὸ ἔμψυχον κατηγορηκέναι.

Ἀντιστρέφειν δέ φησι τὸν τόπον τοῦτον· καὶ γὰρ καὶ πρὸς κατσκευὴν καὶ πρὸς ἀνασκευὴν εἶναι χρήσιμον. οὐ γὰρ μόνον ανασκευάζειν ἔστι ὢ προαχρώμενον αὐτῷ τὸ τιθέμενον πρόβλημα, ἄν τε καταφατικῶς ἄν τε ἀποφτικῶς τιθῆται, ἀλλὰ καὶ κατασκευάζειν, τοδτ’ ἔστι καθόλου τὸ τιθέσημαίνοι, [*](2 ἀναιροίοιμεν D 4 λαβόντες ex λαθόντες corr. P2 5 post τὸ add. μὴ ΑΒ 6 τὰς—ἀντακολουθεῖν (7) om. Α 7 xdi (ante μὴ) B λανθάνειν γὰρ A ὅτι obscura- tum in D 8 λεγόμενον aABP: κείμενον D 10 καὶ ἐφ’ ὧν B λαμβάνοντας, quod iam scripsit Rose 3 fr. 51, D ἃς videtur corr.): λαμβάνονται Α: λαμβάνοντες aBP post έστιν add. καὶ Β 13 ἐν τῷ προτρεπτικῷ] γρ. ἐν τῶ πρώτω τοπικῶν in inrg. manu fortasse recentiore I) 15. 16 ἐνὸείκνυσθαι πρέπει Α 16 ἐκ P: ἐπὶ aABI) 17 ἢ ἑκατέρου ἀλλὰ ἡ ἐκ <τινὸς ἡ ἐκ> τινῶν scripsi: ἀλλὰ ἢ δι’ add. aABD: om. P) τῶν μη σήλων ἐκ τινῶν libri δὲ om. D 20 τῶν λανθανόντων Β 23 καθ’ ὅτι a 25 σοφιστικὸς Α ἀπάντησιν aABP: ἀνασκευὴν D 27 γίνεται om. P: γέγονε Α διὰ τὸ ABD: τῷ aP 27. 28 φανερόν τε τε superscr. Β) εIναι τὸ om. A 28 post καὶ add. τὸ Β οὕτως Α: ὄντως B 30 καὶ alteruin D: om. aABP 33 τέθητι a)

150
ὅτι τοιοῦτόν ἐστιν ὁποῖον τίθεται, δεικνύναι· τοῦτο γὰρ τὸ κατασκευαζειν νῦν λέγει, τὸ καθόλου δεικνύναι ἀλλὰ μὴ ἀναιρεῖν τὸ τιθέμενον· μάλιστα γὰρ τὸ κατασκυάζειν ἐπὶ ἐπὶ τοῦ καταφατικῶς τιθεμένου λέγεται. εἰπὼν δέ, ὅτι καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν οἷόν τε, καὶ ὅτι ἀνασκευάσομεν τὸ κείμενον, ἂν τινὶ δείξωμεν μὴ ὑπάρχον, καὶ κατασκευάσομεν, ἄν τινὶ ὑπάρχον δείξωμεν, ἐπεὶ τὸ καθόλου καταφατικὸν οὐ κατασκευάζεται διὰ τοῦ ἐπὶ μέρους ἀνασκευάζεται μὲν γὰρ καὶ τὸ καθόλου καταφατικὸν <καὶ τὸ ἀποφατικὸν> διὰ τῶν ἐπὶ μέρους τῶν ἀντικειμένων, οὐ κατασκευάζεται οὗτε τὸ καθόλου καταφατικὸν οὔτε τὸ καθόλου ἀποφατικὸν διά τινος τῶν [*](81) ἐν μέρει), διαφοράν τινα τοῦ κατασκευάζειν πρὸς τὸ ἀνασκευάζειν ἐκτίθεται. δυνατὸν μὲν γάρ ἐστι καὶ ἐπὶ μέρους καταφατικόν τι δεῖξαι καὶ ἐπὶ μέρους ἀποφατικόν, ὡς προείρηται, τῇ τοῦ πολλαχῶς διαιρέσει χρωμένους· ἀλλ’ ἐπεὶ τὸ μὲν ἐπὶ μέρους ἀποφατικὸν αὔταρκες πρὸς ἀνασκευὴν τοῦ καθόλου καταφατικοῦ, ὥσπερ καὶ τὸ ἐπὶ μέρους καταφατικὸν τοῦ καθόλου ἀποφατικοῦ, οὐκέτι δὲ τὸ ἐπὶ μέρους καταφτικὁν αὔταρκες πρὸς κατασκευὴν τοῦ καθόλου καταφατικοῦ, πῶς δι’ αὐτοῦ τὸ καθόλ.ου δυνησόμεθα κατασκευάζειν; λέγει δὴ δεῖν ἐξ ὁμολογίας αὐτὸ πειρᾶσθαι δεικνύναι τε καὶ λαμβάνειν. ἔστι δὲ τὸ ἐξ ὁμολογίας ὃ εἶπεν ἐν τῷ πρώτῳ ἐπὶ τέλει “ἐξ ὑποθέσεως’’· λέγων γάρ, πρὸς τί χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία, εἶπε “πρός τε τοὺς ἐπακτικοὺς λόγους καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς”. εἰσὶ γὰρ καὶ οἱ ἐξ ὁμολογίας ἐξ ὑποθέσεως, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δέδειχεν· οὐ μὴν ἀντιστρέφει. ὅπως δὲ γίνονται, ἐδήλωσε προσθεὶς “διότι ἔνδοξόν ἐστιν, ὥς ποτε ἐφ’ ἑνὸς τῶν ὁμοίων ἔχει, οὕτως καὶ ἐπὶ τῶν λόιπῶν”· ὃ οὖν δὴ ἐκεῖ “ἐξ ὑπυθέσεως’’ κοινότερον εἶπε, τοῦτο νῦν ὠνόμασε προσεχέστερον ἐξ ὁμολογίας. ἐπεὶ γὰρ μὴ αὔταρκες τὸ ἐφ᾿ ἑνός τινος δεικνύενον τῶν ὑπό τι κοινὸν πρὸς τὴν τοῦ κοινοῦ τε καὶ καθόλου κατασκευήν οὐ γάρ ἐστι τὸ ἐν μέρει τοῦ καθόλου δεικτικόν), δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι ὅτι, ὡς ἐφ’ ἑνός, οὕτως καὶ ἐπὶ τῶν ἄλλων. ἄν γὰρ προσυνθέμενοι, ὡς ἐπὶ τινὸς ψυχῆς ἔχει, οὕτως καὶ ἐπὶ πάσης ἔχειν, δείξωμεν τινὰ ψυχὴν ἀθάνατον, ἔχοιμεν ἄν διὰ τὴν [*](2 τὸ prius aP: τὸ τὸ ABD 3 τὸ D: om. aABP 4 post ὅτι add. καὶ P 5 κείμενον ἄν τινι P: κείμενόν τινι ἂν ABD: κείμενόν τινι ἄν τινι a 5 et, 6 δείξομεν a 7 καὶ prius om. D 7. 8 καταφατικὸν καὶ τὸ καθόλου x003E; scripsi: καταφατικὸν aABP: ἀποφατικὸν D 8 τῶν alterum om. D 10 ἀνασκευάζειν— κατασκευάζειν D 11 τι om. a ἀπὸ pro altero ἐπὶ Α 12 τοῦ superscr. P IB post καταφατικοῦ iterat ex vs. 14 ὥσrο͂ρ — ἀποφατικοῦ D δυνησόυεθα δι’ αὐτοῦ τὸ καθόλου A: δι’ αὐτοῦ δυνησόμεθα a 17 λέγει D: λέγει. φησὶ aABP δὴ P1: μὴ P2: om. aABD αὐτὸ om. A 18 ante καὶ add. quaedam in rarg. ’, quae abscisa sunt, restant εσθαι κάτα εἶπεν] c. 18 p. 108b7 21 καὶ BP: om. aAD post ὁμολογίας add. καὶ οἱ Α: καὶ BD 21. 22 ἐν τοῖς Προτ. ἀναλ.] II 23 p. 40 23 προσθεὶς] p. 108b13 24 ἔχειν (p. 151,8) Suidas sub v. ὁμολογία οὑν om. aP ἐκεῖ om. I) 25 post μὴ add. τὸ Α 26 τινος] τι Β δεικνύον B: δεικνύναι Suid. τι] τὸ D 27 καὶ om. P τοῦ—τὀ Β 28 προδιομολογεῖσθαι aABP1: προὀιωρ.ολογεῖσθι P2: προσδιουͅ.ολογεῖσθαι D ὅτι ὡς] ὅπως Α 29 π̀ροσσυνεθἐμενοι D 30 δείξωμεν aDP2: δείξομεν ABP1 post δ6ίξωρεν add. δὲ ABD ἔχοιμεν aAD et, ut videtur, P1: ἔχωμεν BP2)
151
ὁμολογίαν καὶ τὸ πᾶσαν ἀθάνατον εἶναι. ὁμοίως, ἂν προλάβωμεν ὅτι. ὡς ἐπὶ μιᾶς αἰσθήσεως, οὕτως καὶ ἐπὶ πασῶν, δείξαντες ἐπὶ μιᾶς, οἷον τῆς ἁφῆς, ὅτι διὰ πάθους τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἄν ὅτι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀντικειμένων· ἂν γὰρ ὡμολογημένον ᾖ τὸ <ὡς> ἐπὶ τινὸς τῶν ἀντικειμένων, οὕτως καὶ ἐπὶ νῶν, δειχθέντος ὅτι τῶν πρός τὶ ἡ αὐτὴ ἐπιστήμη ἢ ὅτι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν κείμενον τὸ καὶ ἐπὶ τῶν ἄλλων ἀντικει- μενων οὕτως εχειν.

τοῦτο δέ φησι δεῖν ποιᾶν, τὸ διαιρεῖν καὶ ἐπὶ τίνος οὐχ οὕτως ζητεῖν καὶ οὕτως ἐξ ὁμολογίας δεικνύναι, ὅταν μὴ εὐπορῶμεν διά τινος κοινοῦ καὶ πᾶσιν ἐφαρμόζοντος τοῖς ὑπὸ τὸ καθόλου τὴν δεῖξιν ποιήσασθαι. ἄν γὰρ οἷόν τε ᾖ, ἐκείνως δεικνύναι χρή, ὡς ὁ γεωμέτρης δείκνυσι καθόλου τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον , καὶ μὴ δι’ ὁμολογίας καὶ συνθήκης αὐτὸ λαμβάνειν. ἄν γὰρ καθόλου τις δύνηται διὰ τοῦ αὐτοκινήτου δεῖξαι τὴν ψυχὴν ἀθάνατον, ἐκείνως δεικτέον. ὡς δὲ τὸ καταφατικὸν ἐξ ὁμολογίας ἔδειξε κατασκευαζόμενον, οὕτως καὶ τὸ ἀποφατικὸν ἐξ ὁμολογίας ἔνεστι κατασκευάσαι. ἂν γὰρ ᾖ προκείμενον δεῖξαι ὅτι μηὸεμία ψυχὴ ἀθάνατος, κατασκευάζοντες τοῦτο ληψόμεθα τὸ εἰ ἡτισοῦν ψυχὴ θνητή, ὅτι καὶ πᾶσαι, καὶ δείξαντες τὰς τῶν φυτῶν ἢ τὰς τῶν ἀλόγων θνητὰς εἴημεν ἄν διὰ τὴν ὁμολογίαν ἔχοντες ὅτι καὶ πᾶσα τοιαύτη.

Ταῦτα μέν, ἄν λανθάνῃ πολλαχῶς λεγόμενον, χρὴ ποιεῖν. ἐὰν δὲ μὴ λανθάνῃ ἀλλ’ ᾖ γνώριμον ὅτι λέγεται πολλαχῶς, δεῖν φησι διαίρεσιν αὐτοῦ ποιησάμενον ἢ ἐπὶ πάντων τῶν σημαινομένων ὁμοίως ἔχον δεικνύναι τὸ λεγόμενον καὶ οὕτως ἀνασκευάζειν τὸ κείμενον, ὡς ἐπὶ τοῦ εἰ φιλοσοφητέον ἐδείχθη, ἢ πάλιν ὅτι ἐπ’ οὐδενός, εἰ εἴη. τὸ κείμενον καταφατικόν, ἂν μὲν ᾖ κείμενον τὸ δέον εἶναι τὸν σοφὸν πολιτεύεσθαι, γνωρίμου ὄντος ὅτι τὸ δέον ὁμώνυμον, διελομένους αὐτὸ εἰς τὰ σημαινόμενα, τό τε καλὸν καὶ ἀναγκαῖον] καὶ συμφέρον, δεικνύντας ὅτι κατὰ μηδέτερον τῶν σημαινομένων πολιτεύσεται ὁ σοφός, ἂν δ’ ὅτι μὴ δέον ἐστί, πάλιν δεικνύντας ὅτι κατ’ ἄμφω τῷ σοφῷ πολιτευτέον. ἢ εἰ μὴ οἷόν τε εἴη κατ’ ἀμφότερα τὰ σημαινόμενα ἢ κατασκευάζειν ἢ ἀναιρεῖν τὸ κείμενον, τότε χρὴ διαιρεῖν καὶ δεικνύναι κατὰ μέν τι τῶν σημαινομένων οὕτως ἔχον αὐτὸ κατὰ δέ τι ἀντικειμένως, ἀλλ’ οὐχ ἁπλῶς, ὡς ἐτέθη· οἷον τὸ πολιτεύεσθαι τὸν σοφὸν [*](1 post ὁμοίως add. δὲ Β προσλάβωμεν BD ὡς om. Β: καὶ A 3 ἔχωμεν 1D) 3. 4 ἐπὶ τῶν ἄλλων ὁμοίως aP Suid.: αἱ ἄλλαι ὁμοίως D: τὰς ἄλλας ὁμοίως Β: τὰς ὁuοίας A 5 ὡς addidi 6 ὅτι τῶν ἐναντίων A 7 εἴη ἂν κείμενον] εἰ μὴ ἀντικείμενον ᾖ P 12 ἢν Α κοινῶς B δείκνυσι] λέγει A 13 καὶ prius om. Α 14 τὸ αὐτὸ A λαμβάνει perverse Brandis Schol. p. 266a46 δύναται Β αὐτοκίνητον aB 15 τὴν ψυχὴν δεικνύναι Α 17 ἔνεστι] ἐστὶ a 18 ὑποληψόμεθα Α εἰ superscr. Β ὅτι om. D 19 πᾶσα A ἢ καὶ A) τὰς τῶν ἀλόγων om. aP 20 τοιαύτη corr. ex θνητή Β 21 λεγόμενον scripsi: λεγόμενα libri ἐὰν ABD: ἄν aP 22 ἡ BD: ἔστι aAP ὅτι] ὅσω Α πολλαχῶς λέγεται D 25 ἐδείχθη] p. 149, 11 — 15 εἰ om. D 28 καὶ ἀναγκαῖον ut e p. 148,27 sq. insertmn delovi cf. p. 152, 1 δεικνύντας scripsi of. fi. 154,6: δεικνύναι libri μηδέτερον aABP: μηδὲν b 29 ὁ σοφὸς πολιτεύεται D: πολιτεύεται etiam Β 30 ἢ ΑΒ: om. aDP εἰ μὴ οἷόν τε ἡ mrg. D 32 μέν τι] μέντοι A)

152
κατὰ μὲν τὸ καλὸν δέον, κατὰ δὲ τὸ συμφέρον οὐ δέον· οὕτως γὰρ ἐσόμεθα δεδειχότες ὅτι οὐὸέτερον ἁπλῶς. εἰπὼν δὲ ὡς ἐπὶ δύο ὄντων τῶν σημαινομένων τὸ μὲν τὸ δ᾿ οὑν, προσέθηκενὁδ’ ὁ δ᾿ αὐτὸς λόγος κἂν πλείω ᾖ εἰς ἃ διαιρεῖται· ἐροῦμεν γὰρ ὁμοίως πάλιν ὅτι ‘τὰ μὲν τὰ δ’ οὔ’.

[*](p. 110b16)

Πάλιν ὅσα μὴ καθ’ ὁμωνυμίαν λέγεται πολλαχῶς ἀλλὰ κατ’ ἄλλον τρόπον.

ἐπεὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ἐν ὀνόμασι τὸ διττὸν ἔχει, ἃ καλοῦμεν ὁμώνυμα, τὰ δὲ ἐν λόγῳ, ἃ ἀμφίβολα καλεῖν αὐτοῖς ἔθος, [*](82) εἰπὼν πῶς δεῖ πρὸς τὰ προβλήματα ἐπιχειρεῖν ἐν οἷς ὁμώνυμόν τι κεῖται, νῦν λέγει περὶ τῶν ἐν λόγῳ τὸ διττὸν ἐχόντων, τοῦτ’ ἔστι τῶν ἀμφιβόλων, καὶ πῶς καὶ ἐπὶ τούτων ἢ ἀνασκευάσομεν ἡ κατασκευάσομεν τὸ πρόβλημα ὑπογράφει. ἐπεὶ γὰρ ὁ λόγος ὁ λέγων τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος ἢ γὰρ οὕτως πλειόνων ἡ αὐτὴ καὶ μία ἐπιστήμη ὡς τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, οἷον οἰκοδομικὴ καὶ οἰκίας ἐστὶν ἐπιστήμη ὡς τέλους καὶ δι’ ὧν οἰκία γίνεται, ἅπερ ἐστὶ πρὸς τὸ τέλος· πλειόνων οὖν ἡ αὐτή. ὁμοίως ἰατρικὴ ὑγείας καὶ τῶν ὑγείας ποιητικῶν, οἷον διαίτης, τομῆς, καύσεως. λέγεται πάλιν μία πλειόνων ἐπιστήμη καὶ ὡς τελῶν, ὡς λέγομεν τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, ὑγείας μὲν καὶ νόσου τὴν ἰατρικήν, ἡρμοσμένου δὲ καὶ ἀναρμόστου τὴν μουσικήν, εὐεξίας δὲ καὶ καχεξίας τὴν γυμναστικήν· ὁ γὰρ εἰδὼς εὐεξίαν τε καὶ καχεξίαν οὐχ οὕτως οἶδεν ἄμφω ταῦτα ὡς τὸ μὲν ποιητικὸν τὸ δὲ τέλος, ἀλλ’ ὡς ἀμφότερα τέλη· ὡς γὰρ ἡ εὐεξία τέλος ἐστὶ τῶν εὐεκτικῶν, οὕτως καὶ ἡ καχεξία τῶν καχεκτικῶν · εἰ οὖν ἡ γυμναστικὴ ἀμφοτέρων τούτων ἐστὶν ἐπιστήμη, εἴη ἂν ἐπιστήμη δύο τελῶν· καὶ γὰρ εἰ μὴ τέλος τῆς ἀλειτͅτικῆς ἡ γνῶσίς τε καὶ ποίησις τῆς καχεξίας, ἀλλ’ αὐτή γε ἡ καχεξία τέλος ἐστίν· ὥστε καὶ ὁ ἐπιστήμην ἔχων ταύιης ὡς τέλους ἄν ἐπιστήμην ἔχοι· οὐδὲν γὰρ μᾶλλον ἡ εὐεξία τέλος ἐστὶ τῶν εὐεκτικῶν ἢ ἡ καχεξία τῶν καχεξίας ποιητικῶν. πάλιν κατ’ ἄλλο σημαινόμενον λέγεται μία πλειόνων ἐπιστήμη, ὅταν τοῦ μὲν καθ’ αὑτὸ ᾖ τοῦ δὲ κατὰ συμβεβηκός· λέγεται γὰρ ἡ ἐπιστήμη οὐ μόνον τούτων εἶναι ὧν ἐστι προηγουμένως, ἀλλὰ καὶ τῶν τούτοις συμβεβηκότων· ἡ γὰρ ἰατρική ἐστι μὲν προηγουμένως ὑγείας γνωστική, κατὰ συμβεβηκὸς μέντοι καὶ [*](1 post μὲν add. γὰρ Α 3 τὸ δ’ οὗ corr. P1 aut P2 4 post μὲν add. καὶ BD 7 post ἐπεὶ add. δὲ D τῶν πο)λαχῶς—·καύd̔́ς͂ὧ (17) cf. Siiidas sub v. ὁμώνυμα αὐτοῖς] cf. p. 39, 10. 74,3 11 καὶ alteruiu oui. D 13 ἀμφιβολῶ (sic) A 14 τῶν aABDP(BC): τοῦ Arist. τὸ BD Suid. Arist.: cm. aAP cf. p. 155,5 post οἷον add. ἡ D 15 οἰκίας in ras. D: οἰκείας Α 16 τὸ superscr. P ἡ αὐτὴ cm. P post ὁμοίως add. καὶ ἡ Suid. 17 πάλιν om. P 18. 19 τὴν ἐπιστήμην τὴν αὐτήν D 21 τε] μὲν B 23 καὶ era. 1) 25 post ἡ add. δὲ ΑΒ ante ποίησις add. ἡ D 26 καὶ om. 1) 27 ταύτης post ἄν habent aB: ταύτην Α 28 πάλιν AD: πλὴν Β: καὶ aP poot ἄλλο add. δὲ aP 29 λέγεται post πλειόνων traiisposuit Β μία om. Α 30 ἡ om. Α μόνων A 32 μέντοι συμβεβηκὸς Α)

153
εὐχροίας καὶ εὐπνοίας, ἃ συμβέβηκε τῇ ὑγείᾳ καὶ τῷ ὑγιαίνοντι, ἀλλὰ καὶ ὄντος· καὶ γὰρ τοῦτο τῇ ὑγείᾳ συμβέβηκε. πάλιν τοῦ μὲν δεῖν τὸν ἐπισχημένον χαλᾶν ἢ τὸν νοσοῦντα κούφως τρέφειν καθ’ αὑτό ἐστιν ἡ ἰατρικὴ γνωστική, τοῦ δὲ δεῖν τάδε τινὰ προσφέρειν ὡς χαλαστικά, οἷον μελίκρατον, ἢ τοῖσδε τρέφειν ὡς κούφοις, οἷον ἰχθύσι, κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ μὲν εἶναι χαλαστικῷ τοῖς δὲ κούφοις τε καὶ εὐδιοικήτοις. καὶ ὁ γεωμέτρης καθ᾿ αὑτὸ μὲν οἶδεν ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, κατὰ συμβεβηκὸς δὲ ὅτι τὸ ἰσόπλευρον· οὐ γὰρ ᾗ ἰσόπλευρον, ταύτῃ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἀλλ’ ᾗ τρίγωνον, ὃ ὑπάρχει τῷ ἰσοπλεύρῳ· εἰδὼς οὖν καθ’ αὑτὸ καθ’ ὃ τρίγωνον, κατὰ συμβεβηκὸς οἶδεν ὅτι τὸ ἰσόπλευρον· συμβέβηκε γὰρ τῷ τριγώνῳ ἰσοπλεύρῳ εἶναι), ἐπεὶ τοίνυν ὁ λόγος οὗτος πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος, ὡς ἐδείχθη, χρὴ ὡς ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τοῦ τοιούτου καὶ ὅλως τῶν ἀμ- φιβόλων ποιεῖν. εἰ γὰρ κατὰ μηδὲν τῶν σημαινομένων δείξαιμεν μίαν ἐπιστήμην τῶνδέ τινων πλειόνων ὄντων οὖσαν, εἴημεν ἂν καθόλου ἀνῃρηκότες τὸ εἶναι τὴν αὐτὴν ἐπιστήμην πλειόνων ὄντων]. ἢ δείξαντες κατὰ τὶ τῶν σημαινομένων μὴ οὖσαν μίαν τῶνδέ τινων πλειόνων ὄντων, εἴημεν ἄν καὶ οὕτως ἀτῃρηκότες τὸ πᾶσαν. πάλιν δέ, ἄν ᾖ κείμενον τὸ τήνδε τὴν ἐπιστήμην μὴ εἶναι τῶνδε πλειόνων ὄντων, δείξαντες κατὰ τὶ τῶν σημαινομένων οὖσαν αὐτὴν πλειόνων ὄντων τῶνδε ἐπιστήμην εἴημεν ἂν πάλιν ἀνῃρηκότες τὸ κείμενον. οἷον ἄν λέγῃ τις τὴν ἰατρικὴν ἐπιστήμην εἶναι ὑγείας καὶ εὐεξίας, ἄν δείξωμεν ὅτι μήτε τοῦ μὲν ὡς ποιητικοῦ τοῦ δὲ ὡς τέλους τούτων ἐστὶ μήτε ὡς δύο τελῶν οὐ γάρ ἐστιν ἡ εὐεξία ἐναντία τῇ ὑγείᾳ οὐδὲ τέλος τῶν ἀντικ̀ειuὅ́νων τοῖς ὑγιεινοῖς, ἅπερ ἐστὶ τὰ νοσώδη· οὕτως δὲ ἡ αὐτὴ πλειόνων ὡς τελῶν), ἀλλὰ μηδὲ ὡς τοῦ μὲν καθ’ αὑτὸ τοὺ δὲ κατὰ συμβεβηκός οὐ γὰρ συμβέβηκε τῇ ὑγείᾳ ἡ εὐεξία), ἀνῃρηκότες ἂν εἴημεν τὸ κείμενον. ὁμοίως πάλιν, ἂν λέγῃ τις τὴν οἰκοδομικὴν οἰκίας τε καὶ ὑγείας ἐπιστήμην εἶναι. ὡς δὲ ἐπὶ τούτου τοῦ παραδείγματος οὕτως δεῖ ποιεῖν ἐπὶ πάντων τῶν ἀμφιβόλων τῶν ἐχόντων τινὰ ζήτησιν.

Δεῖν δέ φησι τὴν διαίρεσιν ποιούμενον τῶν τοιούτων καὶ οὕτως λεγομένων μὴ εἰς πάντα τὰ σημαινόμενα διαιρεῖν ἀλλ’ εἰς τὰ χρήσιμα πρὸς τὸ προκείμενον. εἰ μὲν γὰρ εἴη προκείμενον ἡμῖν κατασκευάσαι τὸ προβλημα, εἰς ταῦτα ἐφ’ ὧν οἷοί τε ἐσόμεθα δεῖξαι τὸ προκείμενον καὶ κατασκευάσαι, διαιρετέον· εἰ δὲ ἀνασκευάσαι, πάλιν ταῦτα ληπτέον ἐφ’ ὧν <ἂν> [*](2 ὄντως Α 2. 3 ἐπισχημἐνον AD: ἐνισχημένον aB: ἐπεγνωσμένον P 3 τρέφειν] φ in ras. ras. P2 aut P3 5 κούφοις οἷον om. Β 6 τοῖς δὲ κούφοις τε καὶ εὐδιοικήτοις D: τῷ δὲ κούφῳ τε καὶ εὐδιοικήτῳ aABP 8 τὰς γωνίας—ἔχει (9) om. Α 9 τὰς γωνίας om. aP 12 ἔστιν om. aP 13 post ὅλως add. ἐπὶ aP 15 οὖσαν ὄντων Α 16 ὄντων ut e vs. 15 sive 17 illatum delevi cf. p. 152,12 17 μίν ABDP: αὐτὴν a πλειόνων ὄντων τῶνδε ἐπιστήμην a et omisso ἐπιστήμην P 18 καὶ οὕτως] πάλιν ut vs. 21 a 20 aute ἐπιστήμην add. τὴν Α 21 λέγῃ aP: λέγοι ABD 23 ἐστὶ τούτων D 25 aut οὕτωσ ex οὗτε aut οὔτε ex οὕτωσcωr.D δὲ ABDP1: οὑδὲ aP2 25. 26 ἀλλὰ μηδὲ ὡς scripsi: ἀλλ’ ὡς μὴ δὲ aADP: ἀλλ’ ὡς δὲ Β 26 μὲν] μηδὲν Β 27 εἴη Β 33 post κατασκευάσαι add. δὲ Α 35 ἄν addidi)

154
δυναίμεθα δεῖξαι ὅτι μὴ ὑπάρχει τὸ τιθέμενον ὑπάρχειν. εἰ μὲν γὰρ εἴη κείμενον τὸ τὴν ἰατρικὴν εἷναι ὑγείας καὶ εὐχροίας, διαιροῦντα τὸ πλειόνων [*](83) όνων εἶναι τὴν αὐτὴν ἐπιστήμην ἢ ὡς τελῶν ἢ ὡς τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος κατ’ οὐδέτερον γὰρ τούτων τῶν τρόπων ἡ ἰατρικὴ ὑγείας τε καὶ εὐχροίας ἐστί) δεῖ ἀνασκευάζειν τὸ πρόβλημα· εἰ δέ τις πάλιν λέγοι μὴ εἶναι τὴν ἰατρικὴν ὑγείας καὶ εὐχροίας, αὐτὸν δεικνύντα ὅτι μία ἐπιστήμη πλειόνων λέγεται, ὅταν τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός, οὕτως δὲ καὶ ἡ ἰατρικὴ τῶν προκειμένων ἐστί. δύναταί τις καὶ ὡς καθόλου λεγομένου τοῦ διαιρεῖσθαι δὲ ὁσαχῶς χρήσιμον ἐπὶ πάντων τῶν πολλαχῶς λεγομένων ἀκούειν, ὥς τισιν ἔδοξεν, οὐκ ἐπὶ μόνου τοῦ ἐπιστήμην εἶναι μίαν πλειόνων. διττοῦ γὰρ ὄντος τοῦ ‘ἐπίσταμαι πάντα τὸν τὰς πλείους εἰληφότα ψήφους ὅτι νενίκηκεν’ ἢ γὰρ καθ’ ὃ ὥρισται τοῦτο καθόλου, ἢ ὅτι τοὺς καθ’ ἕκαστον πάντας, ὅπερ οὐχ οἷόν τε), χρὴ ἐπὶ τοῦτο ἄγοντας δεικνύναι ὅτι ‘καὶ μὴν τόνδ’ οὐκ οἶδας ὅτι νενίκηκεν· οὐκ ἄρα πάντας νενικηκότας καὶ τὰς πλείους εἰληφότας ψήφους ἐπίστασαι᾿. ὅμοιον τοῦτο, οὗ καὶ αὐτοῦ Θεόφραστος ἐν τῷ Περὶ τῶν ποσαχῶς μέμνηται, τὸ ἐπίστασθαι πᾶν τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας· ἢ γὰρ ὡς καθόλου ἢ ὡς καθ’ ἕκαστα πάντα. ἀνασκευάζειν οὗν θέλοντας τὸ ὅτι ὁ γεωμέτρης ἐπίσταται πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς τρεῖς γωνίας, χρὴ ἐπὶ τὰ καθ’ ἕκαστα μετάγειν τὸν λόγον καὶ γὰρ τοῦτο σημαίνεται) καὶ λαβόντας ὅτι ὃ μὴ οἶδέ τις ὅτι ἐστὶ τρίγωνον, οὐδ’ εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει οἷδε, τόδε τι προχειρισαμένους λέγειν ὅτι ‘τοῦτο δὲ οὐκ οἷδεν· οὐδ’ ἄρα, εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει, οἶδεν· οὐ πᾶν ἄρα οἷδε᾿. δεῖν δέ φησι καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτω ποιεῖσθαι τὴν διαίρεσιν, ἂν λανθάνῃ ποσαχῶς λέγεται. ἂν γὰρ ᾖ γνώριμον τὸ ποσαχῶς λέγεται, κατάφωροι παράγοντές τινα καὶ πρὸς τὸ χρήσιμον αὑτοῖς ποιούμενοι τὴν διαίρεσιν ἐσόμεθα. ὅταν οὖν ᾖ γνώριμα τὰ σημαινόμενα, πάντα ἐκθέμενοι ἐφ’ ὧν μὲν δείξομεν οὕτως ἔχον, ἐφ’ ὧν δὲ μὴ δυνάμενον οὕτως ἔχειν, ὡς εἶπεν ἐπὶ τῶν ὁμωνύμων, ἂν μὴ ἐπὶ πάντων ὁμοίως οἷόν τε ᾖ· οὕτως γὰρ οὐ δόξομεν εὐπορεῖν λόγων πρὸς τὸ πρόβλημα.

[*](1 τὸ τιθέμενον ὑπάρχειν μὴ ὑπάρχει D 2 τὸ τὴν BD : τὸ Α: τὴν a: om. in fine vs. P immo δεικνύντα 3 teAo-jsBD: τέλος -aW 5 καὶ εὐχροίας ἐστί D : καὶ ἔστιν εὐχροίας Α: ἐστι καὶ εὐχροίας aBP δεῖ —πρόβλημα om. P δεῖ a: δεῖν ABD 6 δεικνῦναι D μία] μὴ a 7 κατ’ αὐτὸ Α 8 ἡ om. AP 10 λεγομένων πολλαχῶς A II πλειόνων μίαν Α 12 καθὸ] καθόλου Β τοῦτο] τῶ D 13 τὰ καθἐκαστα (compend. D) πάντα 15 14 ἄγειν παραδεικνύναι Β ὅτι prius ADP2 (sive P1): om. aBPpr. οἶδεν B ’) τὰς] τοὺς D 16 fort. τούτῳ οὗ om. Α Θεόφραστος] Wimmeri fr. LVII 17 τὸ P: οἷον aABD ὅτι πᾶν τρίγωνον ἴσας om. Α 18 ὡς γὰρ Α καθέκαστα corr. B 19 θέλ)οντας τὸ ὅ(τι) corr. D ὁ om. Α 20 τοὺς λόγους Α 22 τόδε τι] τῶδε D προχειρησαμένους a 23 οὐδ’ D: οὐκ a ABP ἔχειν aAP 24 δή aP τῶν corr. D 24. 25 ποιεῖται Α 25 et 26 λέγηται, ut videtur, Α: 25 fort, etiam Β 26. 27 καὶ πρὸς τὸ χρήσιμον παρά- γοντες omisso τινα Α 27 αὑτοῖς D: αὐτοῖς aBP: καὶ Α 29 δυνάμενοι Β εἶπεν (p. 110b7 sq.)] εἶπε πῶς D 30 δἐξομεν (sic) Α ἀπορεῖν Β)
155
[*](p. 110b33)

Καὶ εἶναι δὲ τόδε τοῦδε ἢ μὴ εἶναι ἑκτῶν αὐτῶν τόπων κατασκευαστεον.

Χρησάμενος τοῦ ἀμφιβόλου παραδείγματι τῷ τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι καὶ δείξας κατὰ πόσα σημαινόμενα τὴν αὐτὴν οἷόν τε λέγεσθαι πλειόνων ἐπιστήμην καὶ γὰρ ὅτι “τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος” καὶ ὅτι τῶν ἀντικειμένων ὡς τελῶν καὶ ὅτι “ὡς τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός”), καθόλου φησὶν ἐκ τούτων τῶν τόπων κατασκευαστέον ἢ ἀνασκευαστέον καὶ τὸ εἶναι τόδε τοῦδε. οἷον ἄν τὴν ἰατρικὴν ποιητικὴν ὑγείας ἢ ὅλως τινὸς ἐπιστήμην κατασκευάσαι θέλωμεν, δείξομεν κατά τι τούτων τὴν ἰατρικὴν ποιητικὴν τῆς ὑγείας ἢ ὅ τι ἂν ᾖ τὸ δεικνύμενον ἐπιστήμην οὖσαν· ἢ γὰρ ὡς τέλους, ὡς τῆς ὑγείας εἴη δ’ ἂν καὶ τῆς νόσου οὕτως ὡς ἐναντίου τῷ τέλει), ἢ ὡς πρὸς τὸ τέλος, ὥς τινος τῶν ὑγείας ποιητικῶν, ἢ ὡς κατὰ συμβεβηκός, ὡς τῆς εὐχροίας, ὡς ἐάν γε μήτε ὡς πρὸς τὸ τέλος συντελοῦντος τοῦ προκειμένου <ᾖ> ἡ ἰατρικὴ ἐπιστήμη μήτε ὡς τέλους μήτε ὡς κατὰ συμβεβηκός, οὐδ’ ἄν· τὴν ἀρχὴν εἴη ἡ ἰατρικὴ τοῦ προκειμένου. ὅτι γοῦν οὐκ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη μελῶν τε καὶ ῥυθμῶν, δείκνυμεν διὰ τοῦ μήτε πρὸς τὸ τέλος τὸ τῆς ἰατρικῆς συντελεῖν τι ταῦτα μήτε τέλη αὐτῆς εἶναι μήτε συμβεβηκέναι αὐτὰ ἐκείνων τινί, ἡ τῷ τέλει ἢ τῶν πρὸς τὸ τέλος τινί. ὁμοίως, ἄν λέγῃ τις τὴν ῥητορικὴν ἐπιστήμην δικαίων, δείξαντες ὅτι μήτε ὡς τέλους ἐστίν οὐ γὰρ τέλος ῥητορικῆς τοῦτο), μήτε ὡς ποιητικοῦ τέλους οὐ γὰρ τὰ δίκαια ποιητικὰ τοῦ τῆς ῥητορικῆς τέλους), ἀνεσκευακότες ἄν εἴημεν τὸ πρόβλημα· οὐδὲ γὰρ κατὰ συμβεβηκός ἐστιν αὐτῆς· οὐ γὰρ συμβέβηκε τῷ τέλει τῆς ῥητορικῆς τὸ δίκαιον. πάλιν εἰ ἡ ἐπιθυμία εἶναι λέγοιτό τινος, ἢ ὡς τέλους εἴη ἄν αὐτοῦ ἢ ὡς τῶν πρὸς τὸ τέλος ἢ κατὰ συμβεβηκός· οὗ γὰρ ἄν ᾖ ἡ ἐπιθυμία, ἢ ὡς τέλους εἴη <ἄν,> ὑγείας, ἢ ὡς τῶν πρὸς τὸ τέλος, οἷον τοῦ τμηθῆναι ἢ καθαρθῆναι, δι’ ὧν ἡ ὑγεία γίνεται, ἡ κατὰ συμβεβηκός, ὡς ὁ φιλόγλυκυς οἴνου ἐπιθυμεῖ· οὐ γὰρ ᾗ οἶνος, ἀλλὰ διότι γλυκύς, διὰ τοῦτ’ αὐτοῦ ὡς φιλόγλυκυς ἐπιθυμεῖ· συμβέβηκε γὰρ τῷ ἐπιθυμουμένῳ ὑπ’ αὐτοῦ τοῦτο δὲ ἦν τὸ γλυκύ) οἴνῳ εἶναι. ὅτι γὰρ μὴ καθ’ ὃ οἶνος ἐπιθυμεῖ αὐτοῦ, δῆλον ἐκ τοῦ τοῦ αὐστηροῦ οἴνου μὴ ἐπιθυμεῖν τὸν φιλόγλυκυν οὐδὲν ἔλαττον οἴνου καὶ [*](84) [*](1 δὲ om. B τοῦδε om. D 3 τοῦ ἀμφιβόλου scripsi: τῷ ἀμφιβόλῳ libri 4 μειόνων Bpr. 6 ὡς allerum om. Β 8 ἄν om. A 9 δείξωμεν Β 10 κατά τε τοῦτον A ἰατρικὴν om. P τῆς om. D: superscr. Β ᾖ om. D 11 ἢ] τί Β τῆς om. Α 12 οὕτως, quod post ἢ (13) collocant libri, transposui ἐναντίον Dpr. τὸ ora. A 14 τὸ om. P 15 ᾖ addidi κατὰ om. B 16 ἡ om. AD post προκειdνου add. ἡ ἀπλῶς ἡ add. B) ἄλλο τι τοῦδε ABD: om. aP γοῦν] μὲν Β οὐκ ἔστιν post ἰατρικὴ (17) habet D 17 ἡ om. AD 18 τὸ alterum om. D αὐτὰς A: αὐτοῖς· Bpr. 19 αὐτὰ om. B xcL τέλει ἡ iterat A τὸ om. P 20 τις om. D: superscr. Β 21 post γὰρ add. ὡς aB 21. 22 ante τέλους add. τοῦ aP 22 ἀνασκευακότες P 23 ἄν om. Β γὰρ prius post συμβεβηκὸς habet A αὐτῆς ἐστιν ABP 2(5 ἡ aP: om. ABD ἄν addidi 27 καταρθῆναι a 28 γίγνεται A 31 γλυκύ aP: γλυκεῖ ABD 32 τοῦ om. P)

156
αὐτοῦ ὄντος· ἀλλὰ καὶ διὰ τοῦ γλυκέος τινὸς καὶ μὴ οἴνου ὄντος ἐπιθυμεῖν αὐτὸν δεικνύοιτ’ ἄν τὸ αὐτό. τὸ δὲ καὶ ὅσα ἄλλα λέγεται πλειόνων πρόσκειτι, ἵνα μὴ ἐπιστήμης μόνον καὶ ἐπιθυμίας ὁ λόγος ἡ <ἢ> τούτων μόνον ἃ πλειόνων ὄντα ἐστὶ τῶν προειρημένων, ἢ ὡς τέλους ἢ ὡς πρὸς τὸ τέλος ἡ κατὰ συμβεβηκός, ἀλλὰ καὶ εἴ τινα ἄλλα πλειόνων ἐστὶν ἄνων τινῶν καὶ μὴ τούτων ὥσπερ ἡ αἴσθησις· οὖσα γὰρ πλειόνων ἄλλων ἐστί· πλειόνων γὰρ ἡ αἴσθησις, ὅτι ἢ τοῦ ἰδίου ἡ τοῦ κοινοῦ ἢ τοῦ κατὰ συμβεβηκός. καὶ αὐτὸς οὕτως δείκνυσι, φέρε εἰπεῖν ὅτι μή ἐστιν ἀκοὴ χρωμάτων ἀντιληπτική· οὔτε γὰρ ὡς ἰδίου αἰσθητοῦ ἴδιον γὰρ αὐτῆς οἱ ψόφοι) οὔτε ὡς κοινοῦ οὐ γάρ ἐστι κοινὸν αἰσθητὸν τὸ χρῶμα· τὸ γάρ τινος αἰσθήσεως ἴδιον οὐ κοινόν), ἀλλ’ οὐδὲ κατὰ συμβε- βηκός· οὐ γὰρ συμβέβηκε τοῖς ψόφοις τὸ χρῶμα. ἀλλὰ καὶ τὸ κενὸν δεικνύοις ἄν μὴ ὂν αἴτιον κινήσεως τῷ τετραχῶς λεγομένου τοῦ αἰτίου κατὰ μηδένα τῶν τρόπων τὸ κενὸν αἴτιον εἶναι τῇ κινήσει. τοῦτον δὲ τὸν τόπον ἐν τοῖς πρός τι χρήσιμόν φησιν εἶναι· τὸ γάρ τί τινος λέγειν εἶναι καὶ ἄλλο ἄλλου ἐν τοῖς πρός τι. οὕτως, κἂν λέγῃ τις ἐπιθυμεῖν τινα νόσου, ἀνασκευάσομεν δείξαντες ὅτι μήτε ὡς τέλους μήτε ὡς πρὸς τὸ τέ- λος μήτε κατά τι συμβεβηκὸς οἷόν τέ τινα ἐπιθυμεῖν νόσου.

[*](p. 111a8)

Ἔτι ἔτι τὸ μεταλαμβάνειν εἰς τὸ γνωριμώτερον ὄνομα.

Ὁ τόπος ἐκ μεταλήψεως· ἐπεὶ γάρ πὰν εὐς͂πιχ̀ειργτότερον γίνεται σαφέστερον γενόμενον, φησὶ δεῖν μεταλαμβάνειν τὸ ἀσαφέστερον εἰς τὸ σαφέστερον καὶ οὕτως ἐπιχειρεῖν πειρᾶσθαι· εὐπορωτέρα γὰρ ἡ πρὸς τὸ σαφὲς ἐπιχείρησις. χρήσιμος δὲ ἡ εἰς τὸ σαφὲς μετάληψις ὁμοίως καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· καὶ γὰρ ἀνασκευάσαι τι βουλόμενοι μεταλαβόντες εἰς τὸ σαφέστερον ῥᾷον δείξομεν καὶ ·κατασκ̓ευάσίι. ἀνασκευάσαι μὲν γὰρ βουλόμενοι καὶ δεῖξαι, ὅτι ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων, τὴν πολυπραγμοσύνην μεταλαβόντες εἰς φιλοπραγμοσύνην ῥᾷον τὸ προκείμενον. ὁ μὲν γὰρ πολυπράγμων οὐδέπω φανερὰν ἁμαρτίαν σημαίνειν δοκεῖ, εἴ γε πολυπράγμων μέν ἐστιν ὁ ἐν πολλοῖς κυλιόμενος πράγμασιν, δύναται δὲ τοῦτο καὶ ἀπὸ τύχης τινὶ περιγενέσθαι· ὁ δὲ φιλοπράγμων διάθεσιν ἤδη καὶ οἰκειότητα τὴν πρὸς τὰ πράγματα δηλοῖ καὶ [*](2. 3 ἄλλα ὅσα πλειόνων λέγεται Α 3 post μὴ add. περὶ ’ ἡ addidi 4 τούτων, quod post ὄντα habeut libri, transposui μόνον ἁ AD: iav. oid. a: ci μόνων B: ἁ P ὄντων Bpr. ἢ alteram superscr. Β 7 ὅτι] ἤτοι D ἢ τοῦ κοινοῦ om. D 8 αὐτὸς—δείκνυσι scripsi (respicere videtur De an. II 6) αὐτὰ—δεικνύουσι libri 9 χρώματος D 13 post μὴ add. εἶναι Α ὂν corr. ex εἶναι P2 λεγομένω Α 14 τῆς κινήσεως D δὴ D 14.15 τρόπον Β 15 εἶναί φησιν D τί aP: om. ABD εἶναι λέγειν B 16 post πρός τι iterat 15. 16 χρήσιμόν—πρός τι D λέγοι A 17 ἀ(??)ασκευάσαντες δείξομεν D τέλος Β 18 τι om. Β 20 ἐπειδὴ Β εὐ- superscr. P 21 γιγνόμενον Α: γινόμενον Β 24 πρὸς ΑΒ: om. aDP 25 τὸ om. AP 25. 26 καὶ κατασκευάσαι ρἑν γὰρ καὶ ἀνασκευάσαι Α: καὶ κατασκευάσαι καὶ ἀνασκευάσαι. ἀνασκευάσαι μὲν γὰρ B 26 ὁ om. Α ὁ σποῦ δαῖος—σπουδαίου (p. 157,1) Suidas sub v. πολυπραγμοσύνη 28. 29 σημαίνων Α 29 τε D: non liquet Β 29. 30 πραγμάτων εἴδεσι Α 30 τινὶ ADP Suid.: τινὸς aB)

157
σπουδὴν καὶ αἵρεσιν, ὃ ἀλλότριον τοῦ σπουδαίου. πάλιν δὲ εἰ κατασκευάσαι βουλοίμεθα ὅτι πᾶσα ὑπόληψις τοῦ σπουδαίου ἀκριβής, ἐπεὶ τὸ ἀκριβὲς οὐδέπω γνώριμον δοκεῖ γὰρ καὶ τὸ ἀναγκαῖον σημαίνειν· ἀκριβὴς γὰρ δοκεῖ εἶναι ἡ δι’ ἀναγκαίων γενομένη, ὃ οὐ πᾶσα σπουδαίου ὑπόληψις ἔχει· γίνονται γὰρ ὑπολήψεις τῷ σπουδαίῳ καὶ περὶ τῶν ἐνδεχομένων), μεταλαμβάνοντες λαμβάνοντες τὸ ἀκριβὲς εἰς τὸ σαφὲς ἢ εἰς τὸ ἀληθὲς εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶσα γὰρ ἡ τοῦ σπουδαίου ὑπόληψις σαφής τε καὶ διηρθρωμένη καὶ ἀληθής. ὁμοίως καὶ πρὸς τὸν οἰκείαν τινὰ ὑπόληὐιν περί τινος ἐκτιθέμενον, οἷον περὶ ἡὸονῆς ὁποία αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμως λέγει· εἰ δὲ τὸ ἀκριβὲς εἰς τὸ σαφὲς μεταλάβοι, γνώριμον ἄν ὃ λέγει ποιήσειεν. ἔστι δὲ καὶ τὸν μὲν σπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντας τὴν φιλοπραγμοσύνην εἰς πολυπραγμοσύνην τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ πύσει συνεστώτων ἐξετάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐστι· τοιοῦτος δὲ ὁ σπουδαῖος), τὴν δὲ τοῦ σπουδαίου ὑπόληψιν οὑ σαφῆ, μεταλαμβάνοντας τὸ σαφὲς εἰς τὸ ἀκριβές· εἰ γὰρ τὸ μὲν ἀκριβὲς ἀναγκαῖον, οὐ πᾶσα δὲ ὑπόληψις τοῦ σπουδαίου * * * ἀκριβὴς εἴη, ὥστε οὐδὲ σαφής. τούτῳ ἰῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι ποτὲ μὲν ὅτι x003E; σπουδαῖος οὐ σώσρων, μεταλαβόντας τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἀληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἄν εἴη ὁ σπουδαῖος ἐγκραιής· ὥστε οὑδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατεία. πάλιν δ’ αὖ δεικνύναι τις δυνήσεται τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων ὁμολογία πρὸς ἀλλήλας σωφροσύνη. οὕτως καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ [*](85) ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ‘ἔδωκεν᾿ εἰς τὸ ‘ἀπέδωκεν᾿. ἀλλὰ καὶ ὁ Θουκυδίδης, βουληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ [*](1 προαίρεσιν D πάλιν—σαφής (17) Suidas sub v. ἀκριβής 3 οὐδέπω] οὐδέ πως ἡμῖν A καὶ om. A 4 γινομένη Α 5 γίνεται καὶ ὑπόληψις Α 6 τὴν ἀλήθειαν Β 7 post σπουδαίου add. ἡμῖν Α 9 ὁποία BD Suid.: ὁποίαν AP: ὁποίαν a 10 αὐΤοῦ om. Α γνωρίμων Α 11 μεταλάβῃ Α λέγοι aB: λέγηι, ut videtur. Ppr. ποιήσειεν Suid.: ποιήσει ΑΒ: ποιήση D: ποιήσοι P: ποιήσομεν a ἔστι Suid.: ἔνεστι libri 12 τῶν μὲν a μὲν ex coir. add. I) μεταλαβόντες A: μεταλαβόντα Β Suid. 13 εἰς πολυπραγμοσύνην om. Α καὶ prius om. D 14 ante ὁ add. ἐστιν Α 15 τοῦ om. D 10 post ἀκριβὲς altorum add. ὑπάρχει Α 17 post σπουδαίου defectum in- dicavi (post ἀκριβὴς editores Suidae); excidisse videtur ἀναγκαία, οὐδ’ ἂν πᾶσα ὑπόληψις τοῦ σπουδαίου εἴη post σαφὴς hahet Α τούτῳ—μεταλαμβάνει (p. 158,7) Suidas sub V. ἐγκράτεια 18 ὁ Suid.: om. libri 19 μεταλαβόντες Β 21 ὁ om. Α 24 ante εἴη add. εἰ Α ἡ δὲ om. AB 25 ὁμολογ supra scripto ὃς Α 26 Δημοσθένης] Aeschines contra Ctesiph. § 83 83 ‘Αλόννησον ἐδίδου Φίλιππος)· ὁ δ’ Δημοσθένης) μὴ λαμβάνειν, εἰ δίδωσιν ἀλλὰ μὴ ἀποδίδωσι, περὶ συλλαβῶν. διαφερόμενος cf. Περὶ Ἁλον. § 7 βουλόμενος D cf. vs. 28 27 ἔδωκε] δέδωκε D 28 Θουκυδίδης III 39,2 Cleoncm facit dicentem καὶ ἐπανέστησαν μᾶλλον ἡ ἀπέστησαν 29 αὐτῶν om. Λ μετανάστασιν a)
158
πλήρης τῆς τοιαύτης χρήσεως μεταλαμβανόντων ἀεὶ τὰ ὀνόματα εἰς τὰ ἐμφαντικώτερα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν καὶ τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν καὶ τὸ μειδιᾶν εἰς τὸ γελᾶν · μεταλαμβάνουσι δὲ καὶ τὸν μὲν πανοῦργον εἰς τὸν φρόνιμον τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, καὶ τὸν μὲν πρᾷον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον τὸν δὲ ἐλευθέριον εἰς τὸν ἄσωτον, καὶ τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτως καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας εἰς τοὺς ἠλιθίους μεταλαμβάνει.

[*](p. 111a14)

Πρὸς δὲ τὸ δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα.

τόπον τινὰ ἡμῖν παραδίδωσιν, ᾧ χρῆσθαι δυνησόμεθα πρὸς τὰ προβλήματα, ἐν οἷς πρόκειται δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα, οἷον ὅτι περὶ αἴσθησίν ἐστιν ὀρθότης καὶ ἁμαρτία ἢ περὶ ὑπόληψιν τἀληθές τε καὶ τὸ ψεῦδος. ὁ δὲ τόπος οὗτός φησι δεῖν ἐπισκοπεῖν εἰ τῷ γένει του προκειενου, ο τι ἄν ᾖ γένος αὐτοῦ, τἀναντία υπαρχει, κὰν ᾖ τοῦτο οὕτως ενχον, δεικνύναι χρωμένους αὐτῷ ὅτι καὶ περὶ τὸ προκείμενόν ἐστι τἀνανιία. οἷον ἐπεὶ τὸ αἰσθ́νεσθικρίνειν τί ἐστι (γένος γὰρ τῆς αἰσθήσεως ἡ ἡ κρίσις· κρίνομεν γὰρ οὐκ αἰσθήσει μόνον ἀλλὰ καὶ νῷ), κρίνειν δὲ ἔστι καὶ ὀρθῶς καὶ ἡμαρτημένως, εἴη ἂν καὶ τῷ αἰσθάνεσθαι ἄμφω ὑπάρχοτα. πάλιν εἰ ὑπόληψις ἐστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα· εἶδος γὰρ ὑπολήψεως ἡ δόξα. οὕτως μὲν οὖν ἀπὸ τοῦ γένους ἔστιν ὁρμωμένους περὶ τοῦ εἴδους δεῖξαι ὅτι αὐτῷ τἀναντία ὑπάρχει. ἔστι δὲ καὶ ἀνάπαλιν ἀπὸ τοῦ εἴδους περὶ τοῦ γένους δεικνύναι. ζητουμένου γὰρ εἰ διάθεσις ἔστι φαύλη καὶ σπουδαία, εὑρόντες ἐπὶ εἴδους τινὸς τῆς διαθέσεως ἄμφω ταῦτα διὰ τούτου ἄν δεικνύοιμεν ὅτι καὶ τῇ διαθέσει ἄμφω ὑπάρχει. οἷον ἐπεὶ ἡ τέχνη εἰδός ἐστι τῆς διαθέσεως διαθέσεις γὰρ οὐ μόνον αἱ ἐπίστημί τε καὶ τέχναι ἀλλὰ καὶ αἱ ἀρεταί), ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλόν τε καὶ τὸ σπουδαῖον τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι φαῦλαι αἱ δὲ σπουδαῖαι· αὐτὸς γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι κοινότερον ἀντὶ τῆς τέχνης χρῆται), ὑπάρχοι ἂν καὶ τῇ διαθέσει γένει οὔσῃ τῆς τέχνης τὸ φαῦλόν τε καὶ τὸ σπουδαῖον. ὁμοίως πάλιν, εἰ τῇ δόξῃ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές, ὑπάρχοι ἄν καὶ τῇ ὑπολήψει.

εἰπὼν δὲ γίνεσθαι τὴν κατασκευὴν τοῦ τὰ ἀντικείμενά τινι ὑπάρχειν καὶ ἀπὸ τοῦ γένους τῷ εἴδει καὶ ἀπὸ τοῦ εἴδους τῷ γένει, φησὶ τὸν μὲν [*](1 μεταλαμβάνον D: μεταλαμβάνοντες aABP Siiid. 3 καὶ alteiura om. A 6 ἐλεύθερον D ἐν τῷ Γοργίᾳ] c. 46 p. 491 E 7 τῷ om. A εἰς] πρὸς A 8 τἄ ἐναντία D Arist.: τἀναντία aABP(CPf) 11 οἷον] ὅτι D 12 ἀληθές A τὸ Α: om. aBDP 13 εἴη (post ἂν) Α τοῦτο e τοῦ coir. P2 14 ἔχον οὕτως Α 15 τἄ ἐναντία aAP 17 δὲ add. P2 τῶ ex τὸ corr. P2 19 ἡ siiperscr. Β 20 δεῖξαι AD: δεικνύναι aBP ταὐτῷ a 21 τὸ γένος a 24 post οἷον add. ὅτι D 26 τὸ D: om. aABP 27 αὑτὸς scripsi: αὐτῶ ABD: τῷ aP τῷ om. aAP τῆς alteram om. D 28 τῆς AB: om. aDP 29 ὅ primum et tertiura D: om. aABP δόξῃ] ἡ supra ras. P2 30 ante ὑπάρχοι fort. ὑπάρχει addenduru 31 τὴν κατασκευὴν γίνεσθαι Α ὑπάρχειν τινὶ Α 32 εἴδους τῶ γένει—γένους τῶ εἴδει D)

159
ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος μεταβαίνοντα καί, διότι τῷ γένει τὰ ἀντικείμενα ὑπάρχει, ἀξιοῦντα καὶ τῷ εἴδει αὐτοῦ ὑπάρχειν ψευδῆ εἶναι, τὸν δὲ ἀπὸ τοῦ εἴδους. ἐπὶ τὸ γένος μεταβαίνοντα ἀληθῆ. καὶ τούτου τὴν αἰτίαν ἀποδίοωσιν. ὅτι γὰρ μὴ ἀναγκαῖον, ὅσα τῷ γένει ὑπάρχει, καὶ τῷ εἴδει ὑπάρχειν, διὰ τοῦτο οὐκ ἀληθὴς ὁ πρῶτος. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν εἰδῶν αὐτοῦ ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι, ἀλλ’ οὐ διὰ τοῦτο καὶ πᾶσι τοῖς τοῖς ὑπὸ τὸ ζῷον. τὰ δὴ οὕτως συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἀλλ’ οὐδὲ ὅσα ὑπάρχει τῷ γένει τῷ ἐν τῇ οὐσίᾳ εἶναί τινος εἴδους, τῶν ὑπ’ αὐτό τινι. ὡς συμβεβηκότα δὲ ὑπάρχει τῷ γένει καὶ τὰ ἀντικείμενα· οὐ γὰρ οἷόν τε ἐν τῇ οὐσίᾳ τινὸς γένους εἶναι τὰ ἀντικείμενα οὕτως γὰρ ἄν ἅμα τε εἴη τὰ ἀντικείμενα καὶ ἀχώριστα ἀλλήλων), ἀλλ’ ὅτι τῶν ὑπὸ τὸ γένος τὰ μὲν τοῖά ἐστι τὰ δὲ τοῖα, οἷον τὰ μὲν σπουδαῖα τὰ δὲ φαῦλα, ἢ τὰ μὲν λευκὰ τὰ δὲ μέλαν, τούτῳ λέγεται τὰ ἀντικείμενα εἶναι ἐν τῷ γένει. ἀλλὰ καὶ τὸ διαιρεῖσθαι ταῖς ἀντικειμέναις διαφοραῖς οὕτως ὑπάρχει τῷ γένει· οὕτως γὰρ ἐν τῷ ζῴῳ τὸ τετράπουν τε καὶ μή. διὸ οὐχ ἱκανὸν πρὸς δεῖξιν τοῦ τὰ ἀντικείμενα τῷ εἴδει ὑπάρχειν τὸ δεῖξαι τῷ γένει αὐ- τοῦ τὰ ἀντικείμενα ὑπάρχειν. ὁ μέντοι δείξας τῷ εἴδει τινὸς γένους ὑπάρ- χοντα τὰ ἀντικείμενα πάντως ἔχει δεδειμγένον τὸ καὶ τῷ γένει αὐτοῦ [*](86) ὑπάρχειν αὐτά. ἐπεὶ γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος ἐστίν, ἀνάγκη καὶ πάντα τὰ τῷ εἴδει ὑπάρχοντα καὶ ἐν τῷ γένει εἶναι καὶ ὑπ’ αὐτό· καθόλου γὰρ ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει ἐστί, καὶ ἐν τῷ γένει εἶναι. εἰ μὲν γὰρ ἦν ταὐτὸν τὸ ἔν τινι εἷναι τῷ παντὶ ὑπάρχειν, οὐκ ἄν ἦν ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει, καὶ ἐν τῷ γένει· τὸ γὰρ λογικὸν καὶ δίπουν ἐν ἀνθρώπῳ μέν ἐστιν, οὐκέτι δὲ καὶ ἐν ζῴῳ ἄν ἦν, ἐπεὶ μὴ παντὶ ζῴῳ ὑπάρχει· ἀλλ’ οὐδὲ τὸ λευκὸν ἄν ἦν ἐν ἀνθρώπῳ, ὅτι μὴ ἐν παντί· τοὐναντίον γὰρ ἄν ἀληθὲς ἦν τὸ ὅσα ἐν τῷ γένει, καὶ ἐν τῷ εἴδει. ἐπεὶ δὲ μὴ ταὐτόν ἐστι τὸ γὰρ εἶδος ἐν τῷ γένει ἐν ᾧ ἐστι, καὶ ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ μέν, [*](2 αὐτῷ aP post εἶναι fort, addeiulum τόπον cf. p. 160,4 τὸν] τὰ P δὲ superscr. P 3 εἴδους corr. ex γένους Β 7 ἐπεὶ Α 8 αὐτοῦ εἰδῶν aP 9 εἴδει adil. P2 10 αὐτοῦ ἐστιν 1) 11 ὢν ’-: ὃν BP1 ἀλλ’ αὐ—ζῷον (12), quae post τινι (14) collocant libri, hue transposui ἀλλ’ οὐ om. Α 13 οὐκ om. Α ἀλλ’ οὐδὲ—πᾶσι τοῖς (12) initio paginae P3 οὐδὲ δε in ras.) P3: οὐχ Α ἁ 11 αὐτῶ P 15 συμβεβηκότος Α 16 τε om. a 20 τὸ] τῷ a 22 ἐνἀντίκείμενα (sic) Β 25 τατά A τὸ altcruin om. ΑΒ 26 καὶ prius om. a ante ὐπ’ add. τῶν aAP. 27 τὸ om. aP ἐστὶν ἐν tw εἴδει D εἶναι-γἐνει (29) om. B εἶναι aAP: ταῦτα ὑπάρχειν D 29 ante δίπουν add. τὸ aliP 00 ἢν] εἵη A 31 ἂν ullcrum om. D 32 ἢν ἀληθές A tiG piiiis om, Β ἐν altemm superscr. Β post ἐπεὶ erasit 2 lit. P μὴ add. P2)
160
οὐ μὴν πᾶν ζῷον ἄνθρωπός ἐστιν, οὐδὲ πᾶν γένος εἶδος), ἀνάγκη ὁμολογεῖν ὅτι, ὅσα ἐν ἰῷ εἴδει ἐστίν, καὶ ἐν τῷ γένει ταῦτά ἐστι, περιεχόμενα ὑπ’ αὐτοῦ. δείξας δὲ πρὸς τὰς κατασκευὰς τὸν μὲν ἀπὸ τῶν γενῶν περὶ τῶν εἰδῶν κατασκευάζοντα τόπον ψευδῆ τὸν δὲ ἀπὸ τῶν εἰδῶν περὶ τῶν γενῶν ἀληθῆ, ἀνάπαλίν φησιν ἔχειν ἐπὶ τῶν ἀνασκευῶν. τὸν μὲν γὰρ ὃ μὴ ὑπάρχει τῷ γένει, τοῦτο μὴ ὑπάρχειν μηδὲ τῷ εἴδει δεικνύντα ἀληθῆ εἶναι· ὃ γὰρ μή ἐστιν ἐν ζῴῳ ὅλως. οὐδὲ ἐν ἀνθρώπῳ· τὸν δὲ ὃ μὴ ὑπάρχει τῷ εἴδει, τοῦτο πειρώμενον δεικνύναι, ὅτι μηδὲ τῷ γένει ὑπάρχει, ψευδῆ· τὸ γὰρ τετράπουν ἡ τὸ ἄλογον οὐχ ὑπάρχει μὲν ἀνθρώπῳ, οὐ μὴν διὰ τοῦτο οὐδὲ ζῴῳ. αἴτιον δὲ τούτου τὸ ἐπὶ πλέον εἷναι τὸ γένος τοῦ εἴδους. ὃ μὲν γὰρ ὑπάρχει ἰῷ ἐπὶ πλέον τινὸς ὄντι, τοῦτο οὐκ ἀνάγκη ὑπάρχειν καὶ τῷ ἐπ’ ἔλαττόν τε καὶ ὑπ’ αὐτό, εἰ μὴ παντὶ ὑπάρχει τῷ ἐπὶ πλέον· ὃ δὲ τῷ ἐπ’ ἔλαττον ὄντι καὶ δπό τι κοινὸν ὑπάρχει, τοῦτο ἀνάγκη καὶ ἐν] τῷ ἐπὶ πλέον ὄντι καὶ περιέχοντι τοῦτο ὑπάρχειν. πάλιν δ’ αὗ, ὃ μὴ ὑπάρχει τῷ ἐπὶ πλέον ὄντι, οὐδ’ ἂν τῶν ὑπ’ αὐτό τινι ὑπάρχοι· εἰ γὰρ ὑπάρχει τῷ ἐπ’ ἔλαττον, ἀνάγκη ἐν ἐκείνῳ τὸ εἶὸος ὅπερ τὸ γένος εἶναι. εἰ δέ τι μὴ ὑπάρχει τῷ ἐπ’ ἔλαττον ὄντι, οὐκ ἀνάγκη μὴ ὑπάρχειν τῷ ἐπὶ πλέον· ἄλλῳ γάρ τινι ὑπάρχον τῶν ὑπὸ τὸ γένος δύναται ἐν ἐκείνῳ εἶναι. οἷον ἐπεὶ τῷ ζῴῳ οὐχ ὑπάρχει τὸ ἄψυχον, οὐδὲ τῶν ὑπὸ τὸ ζῷόν τινι· ὁμοίως, ἐπεὶ τὸ χωρὶς αἰσθήσεως εἶναι οὐχ ὑπάρχει τῷ ζῴῳ, οὐδὲ τῶν εἰδῶν τινι αὐτοῦ ὑπάρχει. ἂν δὲ διαβάλλειν τις πειρώμενος τὰ προειρημένα λέγῃ τῷ μὲν ἀνθρώπῳ ὑπάρχειν τὸ ὑπὸ τὸ ζῷον εἶναι, οὐκέτι δὲ καὶ τῷ ᾠῷ οὐ γάρ ἐστι τὸ ζῷον ὑπὸ τὸ ζῷον), ῥητέον ὅτι καὶ τῷ ζῴῳ ὑπάρχει τὸ ὑπὸ τὸ ζῷον εἶναι. εἰ γὰρ τινὶ ζῴῳ, <καὶ ζῴῳ> ὑπάρχει· τῷ δὲ ἀνθρώπῳ τινὶ ζῴῳ ὄντι ὑπάρχει καὶ τὸ ὑπὸ τὸ ζῷον εἶναι· ὥστε καὶ ζῴῳ· οὐ γὰρ ἔκειτο τοῦτο ἔν τινι εἶναι ὃ ἐν παντὶ αὐτῳ ἐστιν.

[*](p. 111a33)

Ἐπεὶ δὲ ἀναγκαῖον, ὧν τὸ γένος κατηγορεῖται, καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι.

Ὁ τόπος τοιοῦτος· ἐπεὶ τὰ γένη οὐκ ἔστιν αὐτὰ καθ’ ἑαυτά, ἀλλ’ ἐν [*](1 πᾶν prius corn e πᾶς Β 2 εἴδει] εἷό in las. P2 ἐστὶ ταὐτὰ A: ἔστι ταῦτα, sed ante καὶ, aP2; ἐστίν ἔστι ταῦτα—αὐτοῦ (3) scripsit P- supra inducta haec maaus primae verba: ᾖ εἴδη ἐστὶν. καὶ ἐν τῷ γένει ταῦτα ἐστὶν περιεχόμενα ὑπ’ αὐτοῦ παριστάμενα A 3 δὲ δείξας Α post πρὸς eras. πρό P post κατασκευὰς induxit τῶν μὲν εἰδῶν P μὲν add. P2 4 post ψευδῆ induxit τούτοις P 5 post ἐπὶ eras. 2 lit. P xtu εἴδει ὑπάρχειν omisso μηδὲ Α 7 ὅλως ἐν ζώω D ἐν alterum om. Α ὅτι pro altero ὃ D 10 τοῦτο (sic) ἐπὶ πλεῖον Α 12 post καὶ alterum add. τῶ Α 13 τὸ (ante ἐπὶ) Α 16 ὑπάρχοι ΑΒ: ὑπάρχει aP: compend. D post γὰρ add. μὴ Α εἶδος] γένος D 17 ὧπερ A 18 ἄλλο Α post τινι add. τῶν aAP ὑπάρχον τῶν AD : ὑπργόντων aBP 21 αὐτοῦ τινι D διαλαβεῖν P 23 οὐκέτι—εἶναι (24) om. Β 24 εἰ ΑΒ: ᾧ aDP 25 καὶ ζῴῳ addidi: om. ABD: ὄντι a: ὑπάρχει—ζῴῳ om. P 29 τι om. BD 30 post τοιοῦτος add. ἐστιν comp. D, sed cf. Aldin. p. 101.14, 133;29. 139,8 ἑαυτὰ D: αὑτὰ aABP)

161
τοῖς εἴδεσιν αὐτοῖς, ὧν κατηγορεῖται, τὸ εἶναι, ἀναγκαῖον, εἰ τὸ γένος ὡς γένος τινὸς κατηγορεῖται, τούτου καὶ εἶδός καταηγορεῖσθαι, εἰ μὴ προσεχὲς εἶδος εἴη αὐτὸ τοῦ κατηγορουμένου γένους· τοῦ γὰρ ζῴου πτηνοῦ κατηγορεῖται μὲν τὸ ζῷον, οὐ μὴν καὶ εἶδος αὐτοῦ κατηγορεῖται, ἐπεὶ αὐτὸ προσεχὲς εἶδός ἐστι τοῦ ζῴου· ὃ παρέλιπε προσθεῖναι, ὅτι μηδὲ χρήσιμον αὐτῷ πρὸς τὸν παραδιδόμενον τόπον ἦν. ἢ καὶ τούτου τὸ εἶδος κατηγορεῖται, εἴ γε αὐτὸ μὲν αὑτοῦ κατηγορεῖται, εἶδος δέ ἐστιν αὐτὸ τοῦ ζῴου. ὄντων δὴ τῶν γενῶν τοιαύτης φύσεως, ἀναγκαίως φησὶ καὶ ὅσα ἔχειν λέγεται γένος τι, τοῦτ’ ἔστιν οἷς ὑπάρχειν τε καὶ συμβεβηκέναι λέγεται γένος τι, τούτοις πάντως καὶ τῶν εἰδῶν τι τῶν τοῦ γένους ὑπάρχειν τε καὶ συμβεβηκέναι. ἀλλὰ καὶ ὅσα παρωνύμως ἀπό τινων γενῶν λέγεται οὕτως δὲ λέγεται οἷς συμβέβηκέ τι γένος), ἀνάγκη ταῦτα καὶ ἀπὸ εἴὸους τινὸς τῶν ἐκείνου τοῦ γένους παρωνύμως λέγεσθαι. οἷον εἰ ἐπισιήμη τινὶ ὑπάρχειν λέγεται, ἀνάγκη τούιῳ καὶ εἶδός τι τῶν ὑπὸ τὴν ἐπιστήμην ὑπάρχειν, ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἄλλην τινά· εἰ γὰρ μηδὲν εἶδος ἐπιστήμης ὑπάρχει τινί, οὐδ’ ἂν ὅλως ἐπιστήμη αὐτῷ ὑπάρχοι. ἀλλὰ κἄν παρωνύμως τις ἀπὸ τῆς ἐπιστήμης λέγηται ὡς ὁ ἐπισιήμων, τοῦτον ἀνάγκη καὶ ἀπό τινος τῶν τῆς ἐπισιήμης εἰδῶν παρωνύμως λέγεσθαι· ἢ γὰρ γραμματικὸν ἢ μουσικὸν ἢ γεωμέτρην ἢ ἀπ’ ἄλλης τινὸς ἐπιστήμης· εἰ γὰρ ἀπὸ μηδεμιᾶς, οὐδ’ ἄν τὴν ἀρχὴν ἐπιστήμων λέγοιτο. λαβὼν δὲ τὸ καθόλου καὶ εἰπὼν οἷον εἴ τινος ἐπιστήμη κατηγορεῖται, [*](87) καὶ γραμματικὴ ἢ μουσικὴ ἢ τῶν ἄλλων τις ἐπιστημῶν κατηγορηθήσεται, μετέβη ἐπὶ τὰ ὡς συμβεβηκότα κατηγορούμενα εἰπὼν καὶ εἴ τις ἔχι ἐπιστήμην ἢ παρωνύμως ἀπὸ τῆς ἐπιστή- μὴς λέγεται· ὅταν γὰρ τινος ἡ ἐπιστήμη οὕτως κατηγορηται ὡς συμβεβηκυῖα αὐτῷ καὶ ὡς ἐχομένη ὑπ’ αὐτοῦ, τούτου ἀνάγκη τῶν ἐν εἴδει τῆς ἐπιστήμης οὐσῶν ἐπιστημῶν κατηγορεῖσθαί τινα. ἐπεὶ γὰρ ἀληθὲς τοῦτο καθόλου, τὸ οὗ οὗ καταηγορεῖταί τι γένος, τούτου καὶ εἶδός τι κατηγορεῖσθαι καὶ μὴ δύνασθαι γένος τι εἶναι ἐν ὑποστάσει μὴ εἴδους τινὸς ὄντος, ἀληθὲς γίνεται καὶ τὸ ᾧ συμβεβηκέναι λέγεταί τι γένος, τούτῳ συμβεβηκέναι τι καὶ τῶν τοῦ γένους ἐκείνου, καὶ τοῦτο, εἴτε μετὰ τοῦ προσθεῖναι τὸ ὑπάρχειν καὶ συμβεβηκέναι τὴν τοῦ γένους γένους κατηγορίαν [*](1 post εἶναι add. ἔχει aABD: om. P 3 αὐτὸ εἴη A 5 ὃ παρέλιπε ABP: ὃ παρέλειψε D : ὅπερ ἔλιπε a 6 αὐτὸ Α παραδεδομένον aP 6. 7 τοῦτο τὸ εἶδος ἔχει αὐτοῦ κατηγορούμενον A αὐτοῦ libri 7 αὐτοῦ pro altero αὐτό Α τοῦτ’ ἔστιν— γένος τι (10) om. Α 10 τούτοις τι πάντως καὶ τῶν τοῦ γένους εἰδῶν Α τῶν τοῦ— δὲ λέγεται (12) initio paginae partim restituit P3 11 λέγονται aP 13 λέγεται Α εἰ om. A 16 ὑπάρχει aABD: ὑπάρχοι P αὐτοῦ Α ὑπάρχει (post αὐτῷ) B: ὑπαρ Λ 17 τις corr., ut videtur, e.x τῆς Α ἐπιστήμων λέγηται ἀπὸ τῆς ἐπιστήμης D τούτων A 21 οἷον postea add. D: om. Β ἔη ἐπί A 22 καὶ Arist.: ἢ aABD, postea add. P1 aiit P2 24 post εἰπὼν add. δὲ Β ἔχει Arist. et, ut videtur, D: ἔχοι a ABP 25 τινος in las. D κατηγορῆται] ἁ prius et ῆ in ras. D 26 ὡς] ἡ Β 29 εἶναι oin. 11 ὑποστάστει (sic) Β μὴ alterum superscr. Β 30 τῷ ᾧ P post συμβ. add. τινι A τι γένος λέγεται Β 32 καὶ συμβεβηκέναι—ὑπάρχειν (p. 162, 1) om. A Comment. Arist. 11 2 Alex. in in Top.)
162
ποιοῖτο, εἴτε καὶ μὴ προστιθείη μὲν τὸ ὑπάρχειν παρωνύμως δὲ αὐτὸ ἀπὸ τοῦ γένους λέγοι· αἱ γὰρ παρώνυμοι κατηγορίαι, ὡς εἶπε καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, ἀπὸ συμβεβηκότων.

[*](p. 111b4)

Ἐὰν οὖν τι τεθῇ λεγόμενον ἀπὸ τοῦ γένους ὁπωσοῦν.

Τὸ ὁπωσοῦν δηλωτικόν ἐστι τοῦ ‘εἴτε παρωνύμως εἴτε καὶ τῷ ὑπάρχειν αὐτῷ τὸ γένος προστίθεσθαι᾿. καὶ παραδείγματι δὲ τῷ παρωνύμῳ ἐχρήσατο· ὁ γὰρ τὴν ψυχὴν κινεῖσθαι λέγων παρώνυμον τὸ κινεῖσθαι τῆς κινήσεως ὂν τῆς ψυχῆς κατηγορεῖ. ὅμοιος δὲ ὁ λόγος, κἄν τῇ ψυχῇ ὑπάρχειν ἢ συμβεβηκέναι τὸ κινεῖσθαί τις λέγῃ. ὄντος δὴ τοιούτου τοῦ προβλήματος χρὴ ἐπὶ τὰ εἴδη τῆς κινήσεως ἐπιβλέψαντα ἔστι δὲ ταῦτα αὔξησις, μείωσις, φορά, ἀλλοίωσις, γένεσις καὶ φθορά· κοινότερον γὰρ νῦν καὶ ταύτας κινήσεις λέγει, ὥσπερ καὶ αὐτὴν τὴν κίνησιν γένος) † εἶναι ἀπό τινος τούτων οἷον τότε τῆς ψυχῆς παρώνυμον τὴν κατηγορίαν ποιεῖσθαι εἴη γὰρ ἄν κατασκευαζόμενον τὸ κινεῖσθαι αὐτήν), οἷον εἰ γίνεται ἢ φθείρεται ἡ ψυχή, εἰ αὔξεται ἢ μειοῦται, εἰ ἀλλοιοῦται, εἰ φέρεται· εἰ δὲ μηδὲν τούτων, ἀνασκευάζοιτ’ ἄν καὶ τὸ κείμενον τὴν ἀρχήν, τὸ κινεῖσθαι αὐτήν. εἴ δὴ κατὰ Ξενοκράτην ψυχή ἐστιν ἀριθμὸς αὑτὸν κινῶν, ἢ αὔξοι ἄν αὑτὸν ἢ μειοῖ ἢ ἀλλοιοῖ ἢ φέροι ἢ φθείροι ἢ γεννῴη. ἀλλ’ οὔτε αὔξει τι αὐτὸ αὑτό ὑπὸ γάρ τινος προστιθεμένου τὸ αὐξόμενον αὔξεται, ὃ ἐκτός ἐστι τοῦ αὐξανομένου· ἔτι ὁ αὐξόμενος ἢ μειούμενος ἢ ἀλλοιούμενος μεταπίπτοι ἄν εἰς ἄλλον ἀριθμὸν καὶ ἐξίσταιτο τῆς οἰκείας οὐσίας καὶ τοῦ εἶναι οὗτος ὃς ἦν), ἀλλ’ οὐδὲ γεννᾶν τι αὑτὸ ἢ φθείρειν δυνατόν, ἀλλ’ οὐδὲ φέρεσθαί τι οἷόν τε ὑφ’ ἑαυτοῦ, ὥστε οὐδὲ τὸν ἀριθμόν. ἢ οὕτως μὲν ὁ ὁρισμὸς ἂν εἴη τῆς ψυχῆς ἀνασκευαζόμενος καὶ ὁρικὸν τὸ πρόβλημα. εἰ δέ τις λέγοι συμβεβηκέναι τῇ ψυχῇ οὐσίᾳ οὔσῃ τὸ κινεῖσθαι, δείξαντες ὅτι μήτε αὔξεται μήτε μειοῦται μήτε κατὰ τόπον κινεῖται μήτε γίνεται ἢ φθείρεται οὐδὲν γὰρ ἀσώματον οἷόν τε τούτων τι πάσχειν), [*](1 ποιεῖται D εἴ γε Β καὶ om. D προστιθείη μὲν P: προστιθείημεν Β: προσθείημεν D: προστεθείη μὲν a post δὲ add. καὶ Α 2 γένους] εἴδους Α λέγοι aAP: λέγει BD εἶπε] c. 2 p. 109b4 —12 5 τῷ aP: τοῦ ΑΒ, in ras. D 6 τίθεσθαι D 8 κατηγορία Α ὅμοιος ABD: ὁμοίως aP 9 ὑπάρχων ἡ mut. P2 λέγῃ scripsi: λέγοι libii τοιούτου τοῦ BD: τοῦ τοιούτου Α: τούτου τοῦ aP 10 ἐπιβλέπον supra ν scripto τ A: προβλἐψαντα Β 11 φορά ex φθορά? P 12 καὶ ταύτας νῦν Α εἶναι] an σκοπεῖν εἰ? 13 post τούτων add. εἰ a οἷον τότε ABDP: οἷόν τέ γε a: οἷόν τε veri simile ante τὴν add. καὶ D 13. 14 ποιεῖσθαι AD: ποιήσασθαι aBP 14 γὰρ, quod post οἶον add. Α, transposui: om. aBDP ante εἴη add. xai Braudis Sthol. p. 267a12 εἰ aP: ἢ ABD ἡ ABD: εἰ aP 15 εἰ primum aAP: ἢ BD ἢ ABD: εἰ aP εἰ ἀ. εἰ aP: ἢ ἀ. ἢ ABD μηδὲ aP ἀνασκευάζοιτο in mrg. P1 aut P4 17 αὐτὸν BD: ἑαυτὸν aP2: αὐτὸν P1 et, ut videtur, Α αὐξάνοι I) 18 αὑτὸν libri post αὑτὸν add. κινῶν Α ἡ φθείροι ante ἢ μειοῖ transposuit Α γεννᾷ P αὔξοι Bpr. 19 αὑτὸ BDP1: ἑαυτό aAP2 αὐξανόμενον D 20 αὐξομένου malim αὐξανόμενος AD post αὐξόμενος superscr. ἀριθμὸς Β 22 τοῦ] τὸ Α οὕτως ὡς aP αὐτὸ Dpr. ἢ] καὶ P 23 φέρεσθαι P: φθείρεσθαι aABD τι om. AD αὐτοῦ Β 25 λέγει Β: corapeud. A 27 τοῦτον (sic) A)

163
δείξαντες δὲ <καὶ> ὅτι μηδὲ ἀλλοιοῦται ἡ γὰρ ἀλλοίωσις κατὰ τὰς διαφοράς, ἃς οὐ δέχεται ἡ ψυχὴ τῷ ἀσώματος εἶναι), ἀνεσκευακότες ἄν εἴημεν τὸ κείμενον. ἀλλὰ καὶ εἰ λέγοι τις τὸν θεὸν ἐμπαθῆ, δεῖ αὐτὸν ἢ ἥδεσθαι ἢ λυπεῖσθαι ἡ φοβεῖσθαι ἢ ἐπιθυμεῖν · εἰ δὲ μηδὲν τούτων εὔλογον τῷ θεῷ ὑπάρχειν, ἀναιροῖτ’ ἄν καὶ τὸ εἶναι αὐτὸν ἐμπαθῆ. πάλιν εἰ ὁ ἁμαρτάνων ἀκουσίως ἁμαρτάνειν λέγοιτο, δεῖ αὐτὸν ἢ βία ἢ δι’ ἄγνοιαν ἁμαρτάνειν· ταῦτα γὰρ τοῦ ἀκουσίου εἴδη· καὶ εἰ μὲν βίᾳ, ἔξωθεν δεῖ τὴν αἰτίαν ἔχειν καὶ μηδὲν αὐτὸν πρὸς τοῦτο συντελεῖν· τοιοῦτον γὰρ τὸ βίᾳ· εἰ δὲ δι’ ἄγνοιαν, τὰ καθ’ ἕκαστα δεῖ ἀγνοεῖσθαι, ἐν οἷς ἡ πρᾶξις· ὁ γὰρ τῇ τοῦ καθόλου ἀγνοίᾳ ἁμαρτάνων, εἰ καὶ ἀγνοῶν ἁμαοιάνει, ἀλλ’ οὐ δι’ ἄγνοιαν ἀλλὰ δι’ αὑτόν· αὐτὸς γὰρ τῆς τοιαύτης ἀγνοίας αἴτιος, ὡς ἐν τῷ τρίτῳ τῶν Νικομαχείων ἠθικῶν δέδεικται, διὸ οὐδὲ συγγινώσκεται· εἰ δὴ ὁ ἀκρατὴς μήτε βία μήτε δι᾿ ἄγνοιαν ἁμαρτάνει, οὐδ’ ἂν ἄκων ἁμαρτάνοι. οὕτω δ’ ἀὶαιροῖι’ ἂν τὸ εἶναι τὰ ἁμαρτήματα ἀκούσια.

Ὅτι δὲ καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμος ὁ τόπος, πρόδηλον. δείξαντς μὲν γάρ, ὅτι μηδὲν τῶν τοῦ γένους εἰδῶν ὑπάρχει τῷ προκειμένῳ, ἀνῃρηκότες ἂν εἴημεν τὸ πρόβλημα· εἰ δέ τι τῶν τοῦ γένους εἰδῶν ὑπάρχον δειχθείη τῷ προκειμένῳ, κατεσκευασμένον ἂν εἴη τὸ ὑπάρχειν τὸ γένος αὐτῷ.

[*](p. 111b12)

Μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος πρὸς τὴν θέσιν.

Δοκεῖ τοῦ ἀπὸ τῶν ὁρισμῶν τόπου ἤδη ἐν τοῖς προειργασμένον μεμνημονυκέναι δι’ ὧν εἶπεν ‘‘ἄλλος τὸ λόγους ποιεῖν τοῦ τε συμβεβηκότος [*](88) καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ τοῦ ἑτέρου”· ἀπὸ γὰρ τῶν ὁρισμῶν ὡς ἀπὸ φανερωτέρων ἐν ἐκείνῳ τε τῷ τόπῳ ἠξίωσε τὰς ἐπιχειρήσεις ποιεῖσθαι, ἐνταῦθά τε τὸ αὐτὸ λέγει. ἔστι δὲ τοῦτο οὐχ ὁρικὸν ἀλλὰ δι’ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀνασκευὴ ἢ κατασκευή· ταῦτα δὲ ὁρικὰ ἐν οἷς ζητεῖται εἰ ὁρισμὸς τὸ κείμενον· ἡ δὲ χρῆσις τοῦ ὁρισμοῦ οὐχ ὁρικόν. εἴη δ’ ἂν προστιθέμενον διὰ τούτου τοῦ τόπου τὸ πλείοσι τοῦ αὐτοῦ ὅροις χρῆσθαι δεῖν οὐχ ὡς τῇ ἀληθείᾳ πλειόνων [*](1 καὶ addidi μήτε Α αἰσθητικὰς D 2 ἀνασκευακότες P 3 κινούμενον P λέγει. B 4 ἢ ἐπιθυμεῖν ἢ φοβεῖσθαι I) μὴ δὲ ἓν aP 6 ἁμαρτάνειν aABP: ἁμαρτάνων τάνων D post δεῖ superscr. δὲ P 7 ἄξωθεν Bpr. 8 αὐτῶν Bpr. 9 kauqekaston B 10 καθὸ P, sed ὁ scripsit P2 ἀγνοῶν corr. ex ἀγνοεῖ B: ἄγνοια τούτων Α 11 αὑτὸν aDP, Bpr. : αὐτὸν Α, corr. 15 12 ἐν τῷ τρίτῳ τῶν Νικομ. ἠθ.] c. 2 p. 11 1110b32 sq. συγγινώσκεται—οὕτως δὲ (14) initio paginae partim partim restituit P3 13 εἴδη aB: om. P3 ἀκρατὴς ABDP1: ἀκροατὴς ’ ἁμαρτάνει a: nou liipict ἄν periit in P 14 ἁμαρτάνει Bpr. δ’ D: δὲ ABP3: δὴ a Ifi ὑάρχει A: ὑπάρχον B: ὑπάρχοι P D: coinpond. D: ὑπάρχον δειχθείη ut vs. 18 a 18 δεικνύοιτο D κατασκευασμένον a 20 ἀποροῦντι aA 21 ἐν τοῖς προειρημένοις ἤδη B 21.22 ἐμνημονευκέναι aP: μνημονευκέναι A 22 εἶπεν] c. 2 p. ’-iO ἄλλως D τὸ] τὲ A τε om. Β 24 ἀπὸ om. B TE post τόπῳ transposnit Α : om. B 25 τε om. Α 2() 7, Α BD: xcd aAP 27 fort, γὰρ (post ταῦτα) τοῦ BD: om. aAP 29 πλείους (ante τοῦ) Α)

164
ὅρων τοῦ αὐτοῦ ὄντων ἀλλ’ ὡς κατὰ δόξαν· διὰ τοῦτο γὰρ προσέθηκεν ἢ τῶν δοκούντων. τῶν γὰρ τοῦ προκειμένου φερομένων ὁρισμῶν τὸν χρησιμώτερον πρὸς τὸ προκείμενον λαβόντας δεῖν ἀξιῶ ἀπὸ τούτου ἐπιχειρεῖν πρὸς τὸ πρόβλημα τὸ κείμενον, ὃ θέσιν εἶπε πάλιν, ἢ κατασκ̀ευάζ̣οντα αὐτὸ ἢ ἀνασκευάζοντα. ἔστι δὲ ἡ ἀπὸ τῶν ὅρων ἐπιχείρησις ῥᾳδία καὶ πολλὰς ἀφορμὰς ἔχουσα. οἷον κειμένου τοῦ ἴσα εἶναι τὰ ἄπειρα ὁριστέον τὸ ἴσον πρὸς τὸ χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον· διὸ ἀνασκευάζοντα μὲν τὸ πρόβλημα ὁριστέον ἴσα εἶναι τὰ τῶν ἴσων ὄντα μέτρων · οὐ γὰρ οἷόν τε οὕτως ἴσα εἶναι τὰ ἄπειρα τῷ τὴν ἀρχὴν μηδὲ μετρητὰ εἶναι· εἰ δὲ κατασκευάζειν βουλοίμεθα, τὰ ἴσα] τὰ μήτε ὑπερβάλλοντα μήτε ἐνδέοντα· οὕτως γὰρ ἔχει καὶ τὰ ἄπειρα πρὸς ἄλληλα. ἀξιοῖ δὲ μὴ εὐποροῦντας ἐπιχειρημ́των πλείους ὁρισμοὺς τοῦ αὐτοῦ λαμβάνειν· ἀπὸ γὰρ πλειόνων εὐκολωτέρα ἡ τῶν πρὸς τὸ προκείμενοι εὕρεσις. οἷον ζητουμένου εἰ ἡδονὴ ἀγαθόν, τῆς ἡδονῆς ἀποδοτέον πλείους ὅρους, τοῦτο μὲν ὅτι λεία κίνησις, τοῦτο δὲ ὅτι “γένεσις εἰς φύσιν αἰσθητή”, τοῦτο δὲ ὅτι ἄλογος διάχυσις, τοῦτο δὲ ὅτι “ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος’’ ἢ ὅτι τὸ παρακολουθοῦν τέλος ταῖς τελευταίαις ἐνεργείαις. πλειόνων γὰρ ἀποδοθέντων ὅρων ῥᾷον εὐπορήσομεν καὶ πρὸς τὸ <κατασκευάζειν καὶ πρὸς τὸ> γοῦν ἐκ τῶν ἀποδεδομένων ὅρων περὶ τῆς ἡδονῆς καὶ ὅτι μή ἐστιν ἀγαθὸν ἐπιχειρεῖν καὶ ὅτι ἀγαθόν. δύναται τὸ μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος εἰρηκέναι οὐχ ὡς ἄλλου τινὸς τόπου μνημονεύων ἀλλ’ ὡς προστιθεὶς τῷ προειρημένῳ. εἰ γὰρ διαιρούμενοι τὰ γένη εἰς τὰ εἴδη μηδέπω φανερῶς ἀνακευάζειν δυναίμεθα τὸ πρόβλημα τῷ καὶ ἐπὶ τῶν εἰδῶν ἀμφισβήτησίν τινα παταλείπεσθαι (οἱ γοῦν λέγοντες κινεῖσθαι τὴν ψυχὴν οὔ φασι δεόντως λαμβάνειν τοὺς λέγοντας αὐτὴν μὴ ἀλλοιοῦσθαι· ἀλλοιοῦσθαι γὰρ αὐτὴν καὶ ὀργιζομένην καὶ λυπουμένην καὶ ἡδομένην καὶ μανθάνουσαν καὶ μνημονεύουσαν καὶ δοξάζουσαν), ἐπεὶ τοίνυν ἀμφισβητήσιμον δοκεῖ τοῦτο εἶναι, τὸ πότερον αὐτὴ ἡ ψυχὴ ταῦτα πάσχει ἢ ὁ τὴν ψυχὴν ἔχων, ὁ ὀργιζόμενος ἢ λυπούμενος, ὥς φαμεν, ἀφεμένους φησὶ τοῦτο δεῖν ὁρίζεσθαι τὸ κινεῖσθαι, τί ποτέ ἐστι, καὶ λαβόντας τοὺς ἀποδιδομένους ὁρισμοὺς τοῦ κινεῖσθαι τούτων ἐπιλεξαμένους τὸν χρησιμώτατον πρὸς τὸ προκείμενον ἀπὸ τούτου τὴν ἐπιχείρησιν ποιεῖσθαι, οἷον ὅτι [*](1 ὄντων ὅρων τοῦ αὐτοῦ A: ὅρων ὄντων τοῦ αὐτοῦ B 2 τὸν] τὸ Β 5 αὐτὸ scripsi: αὐτὸν libri παρέχουσα Β εἶναι ἴσα Α 7 εἰς superscri. P1 aut aut P2: πρὸς in linea P 9 ἴσα εἶναι οὕτως I) 10 βουλόμεθα Α τὰ σὰ (ielevi τὰ alteiura post ὑπερβώοντα habet Α 11 ἔχει D εὐπορεῖν τῶν ἐπιχειρημάτων Α 13 τῶν, quod ante 12 πλειόνων eollocant libri, transposui post εἰ adil. ἡ Β 14 τοῦτο μὲν—ἐνεργείαις (17) Suiclas sub v. ἡδονή λεία post ras. 2 lit. P2 15 γένεσις—αἰσθητή] Eth. Nicom. Vll 12 p. 1152b13 αἰσθητή aP Arist.: αἰσθητήν ABD Suidas διάχυσις] cf. Plat. Cratyl. c. 32 p. 419C 16 ἐνέργεια— ἀνεμπόδισιος] Eth. Nicom. VII 13 p. 1153a14 ἢ ὅτι scripsi: ἤ τι alJP: ἢ τί Α: εἶτα (in ras.) τί D 18 κατασκευάζειν καὶ πρὸς τὸ addidi 21 εἴρηκεν P 22 εἰρημένῳ D 24 post ἀμφισβήτησιν add. ·τινα aP 25 λαμβάνειν δεόντως D μὴ om. ΑΒ 25. 20 ἀλλοιοῦσθαι era. a 211 ὁ cm. Α ante λυπούμενος add. ὁ aP φαμεν, ἀφεμένους] φαμένους P φησὶ om. D 30. 31 ἀποδεδομένους Α 31 χρησιμώτατον scripsi: χρησιμώτερον libri)
165
κινεῖσθαί ἐστι τὸ μεταβάλλειν τόπον ἐκ τόπου · τοιούτου γὰρ τεθέντος τοῦ κινεῖσθαι οὐχ οἷόν τε τὴν ψυχὴν κινεῖσθαι· σωμάτων γὰρ ἡ κατὰ τόπον μεταβολή.

[*](p. 111b17)

Σκοπεῖν δὲ περὶ τοῦ προκειμένου, τίνος ὄντος ἀνάγκη τὸ προκείμενον εἶναι.

Ὁ μὲν τόπος ἐστὶν ἐξ ἀκολουθίας. διπλοῦς δ’ ἐστί· καὶ γὰρ κατα- σκευαστικός ἐστι καὶ ἀνασκευαστικός. προκειμένου γάρ τινος προβλήμα- τος, ὃ βουλόμεθα ἢ κατασκευάσαι ἢ ἀνασκευάσαι, φησὶ δεῖν σκοπεῖν καὶ ζητεῖν τίσι τοῦτο τὸ προκείμενον ἕπεται, καὶ τίνα πάλιν αὐτῷ οὕτως ἕπεται. κἄν μὲν βουλώμεθα αὐτὸ κατασκευάσαι, δεικτέον τι τούτων ὂν οἷς τοῦιο ἕπεται· πάντως γὰρ ἐκείνου τεθέντος ἔσται καὶ τοῦτο, ἐπεὶ ἕπεται αὐτῷ· εἰ γὰρ τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον κατὰ τὸν πρῶτον λεγόμενον ἀνπόδεικτον ὄντα ἐξ ἀκολουθίας κατασκευαστικόν. οἷον εἰ εἴη τὸ πρόβλημα πότερον πᾶσα ἡδονὴ ἀγαθὸν ἢ οὔ, βουλοίμεθα δὲ δεικνύναι πᾶσαν οὖσαν ἀγαθόν, ζητητέον τίνι ἕπεται τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, κατασκευαστέον· οἷον εἰ ἕπεται τῷ πᾶσαν ἡδονὴν κατὰ φύσιν εἶναι, τοῦτο οὕτως ἔχον δεικτέον · δειχθέντος γὰρ τούτου ἔσται συναποδεδειγμένον αὐτῷ καὶ τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι. ὁμοίως κἂν κατασκευασθῇ πᾶσα εἶναι αἱρετή, ἕποιτ’ ἂν πάλιν τὸ ἀγα θὸν εἶναι πᾶσαν. οὕτως καὶ Πλάτων ἐν μὲν τῷ Φαίδωνι βουλόμενος [*](89) δεῖξαι τὰς ψυχὰς ἐν “Αιδου οὔσας τε καὶ σωζομένας ἔλαβεν, ᾧ τοῦτο ἕπεσθαι ᾤετο, τὸ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίνεσθαι· τοῦτο δὲ κατεσκεύασε διὰ τοῦ τὰ ἐναντία ἐκ τῶν ἐναντίων γίνεσθαι, ἐναντία δὲ εἶναι τὸ ζῆν καὶ τὸ τεθνάναι. ἐν δέ γε τῷ Μένωνι πάλιν βουλόμενος δεῖξαι τὰς ἀρετὰς διδακτὰς ἔλαβεν ᾧ τοῦτο ἕπεται· ἔστι δὲ τοῦτο τὸ ἐπιστήμας αὐτὰς εἶναι· εἰ γὰρ αἱ ἀρεταὶ ἐπιστῆμαι, διδακταὶ αἱ ἀρεταί. τοῦτο δὲ ὃ λαμβάνει κατασκευασθείη ἄν οὕτως· ὁ ἄριστα τὴν ψυχὴν διακείμενος πάντων τῶν προσηκόντων τε καὶ δεόντων ἐπιστήμην ἔχει· ὁ δὲ τὰς ἀρετὰς ἔχων ἄριστα τὴν ψυχὴν διάκειται· ὁ τὰς ἀρετὰς ἄρα ἔχων πάντων τῶν δεόντων ἐπιστήμην ἔχει· ἡ ἀρετὴ ἄρα πάντων τῶν δεόντων ἐστὶν ἐπιστήμη. ἔστι τὸ αὐτὸ καὶ οὕτως δεῖξαι· οὗ παρουσία [*](1 τούτου aP 2 post κινεῖσθαι add. ὅτι (mrg. Β) μηδὲ (corr. Β) μεταβάλλειν τόπον ἐκ τόπου aABP: om. 1) 4 post δὲ add. καὶ Β περὶ aABDP(C): ἐπὶ Arist. post ὄντος add. τί D 5 ἐστιν omisso ἀνάγκη Arist. codices (praeter f, ic. Β) 8 βουλοίμεθα ἂν omisso ἡ Α 11 οἷς sciipsi: ὧ libii 12 τῶν πρώτων Α 15 τίνι ζητέον (sic) Α 16 εἰ om. D τὸ D 17 τοῦτο—κἂν (19) initio paginae P3 post γὰρ add. καὶ P3 19 κἄν] ἂν P3 αἱρετή BDP: ἀρετή aA 20 ἀγαθὴν Β ante Πλάτων add. ὁ Α ἐν μὲν τῷ Φαίδωνι] c. 15—17 ὃ τούτω Α 2.) τἀναντία Α 24 γε om. a ἐν δέ γε τῷ Μένωνι] c. 23 p. 87 f 25 ὃ τούτω Α 27 λαμβάνει ὃ omisso δὲ P 28 post δεόντων induxit τὰς Β ἔχει] ἔχειν ὀφείλει Α 20 ἄριστα corr. Β post ἄριστα eras. 2 lit. P ἄραι om. D 30 πᾶσαν (post ἔχων) Α 31 ἐστὶν D: om. AB: post ἐπιστήμη iiabcnt aP ἐστι] ἔτι Α)

166
ἐπιστήμων τίς ἐσιιν, ἐπιστήμη τοῦτο· ἀρετῆς δὲ παρουσίᾳ ἐπιστήμονες τῶν δεόντων γίνονται· ἡ ἀρετὴ ἄρα ἐπιστήμη. ἀλλὰ καὶ οἱ ῥήτορες τούτῳ τῷ τόπῳ χρῶνται ἐν πολλοῖς. ἀνδροφονίας γοῦν ἐγκαλοῦντές τινι, οἷς ἕπεται τοῦτο, ταῦτα δεικνύουσιν, οἷον ὅτι ἐχθρός, ὅτι ἐπίβουλος, ὅτι ὤφθη ξίφος ἔχων ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τόπῳ τόπῳ πολλάκις. καὶ μοιχεία ἐγκαλοῦντες κατασκευάζουσιν ὅτι καλλωπιστής· ἕπεσθαι γὰρ δοκεῖ. οὕτως καὶ οἱ τὸ κενὸν κατασκευάζοντες ἡγούμενοι ἕπεσθαι τοῦτο τῇ κινήσει τὸ κίνησιν εἶναι λαμβάνουσιν. κατασκευάζοντες μὲν οὗν τὸ πρόβλημα τὸ ᾧ ἕπεται τὸ προκείμενον, ἐκεῖνο εἶναι δείξομεν. εἰ δὲ ἀνασκευάζουσιν, πάλιν ληψόμεθα τὰ ἑπόμενα τῷ προκειμένῳ ἡμῖν εἰς ἀνασκευήν, καὶ δείξαντες ἐκεῖνα μὴ ὄντα ἀνεσκευακότες ἂν εἴημεν καὶ τὰ προκείμενα· εἰ γὰρ μὴ τὸ ἑπόμενον, οὐδὲ τὸ ἡγούμενον κατὰ τὸν δεύτερον λεγόμενον ἀναπόδεικτον, ὅς ἐστιν ἐξ ἀκολουθίας ἀνασκευαστικός. οἷον εἰ προκείμενον ἡμῖν εἴη δεῖξαι τὸ μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, δείξαντες τὸ ἑπόμενον τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι μὴ ὂν δεδειχότες ἄν εἴημεν τὸ προκείμενον· οἷον ἕπεται τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι τὸ καὶ τὰς τῶν κιναίδων ἀγαθὰς εἶναι· <ὃ> ὅτι μὴ οὕτως ἔχει λαβόντες ἀνῃρηκότες ἂν εἴημεν τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι. πάλιν ὅτι μὴ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ δείξαι βουλόμενοι, λαβόντες τῷ σύμμετρον εἶναι τὸ ἑπόμενον καὶ δείξαντες ἄτοπον τοῦτο ὂν ἀναιροῦῳν τὸ εἶναι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἕπεται γὰρ αὐτῷ τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, ὡς ἐν τοῖς εἰς τὰ Ἀναλυτικὰ δέδεικται· ἀδύνατον δὲ τοῦτο· ἀδύνατον ἄρα καὶ τὸ ᾧ τοῦτο ἕπεται. πάλιν δείξαντες ἑπόμενον τῷ κενὸν εἶναι τὸ ἰσοταχῆ γίνεσθαι τὰ ἀνισοβαρῆ, ἐπεὶ ἄτοπον τοῦτο, ἀναιροῦμεν τὸ κενὸν εἶναι. οὕτως καὶ Πλατῶν ἐν Πολιτείᾳ ἀναιρεῖ τὸ τὴν ἀδικίαν εὐβουλίαν εἶναι λαβὼν τὸ ἑπόμενον αὐτῷ, τὸ τὴν δικαιοσύνην κακοβουλίαν εἶναι, καὶ δείξας οὐχ οὕτως ἔχον. ἀλλὰ καὶ ὅτι μὴ ἡ ἐγκράτεια ἀρετή, διὰ τῆς τοῦ ἑπομένου τῷ τὴν ἐγκράτειαν ἀρετὴν εἶναι ἀναιρέσεως δείκνυται· εἰ γὰρ ἀρετὴ ἡ ἐγκράτεια, ὁμολογουμένη διάθεσις ἂν εἴη · οὐκ ἔστι δὲ τοιαύτη· οὐδὲ ἀρετὴ ἄρα. ἀλλὰ καὶ ὅτι τοῦ χρώματος μή ἐστιν ὁρισμὸς τὸ ἴδιον ὄψεως. αἰσθητόν, οὕτως δείκνυται· εἰ γὰρ ἐν τούτῳ αὐτῷ τὸ εἶναι, πρός τί ἐστι τὸ χρῶμα· οὐκ ἔστι δὲ πρός τι· ποιότης ἄρα. ἢ ἡ τοιαύτη· δεῖξις ὁρική. ἀλλὰ καὶ εἰ ἕπειαι τῷ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι τὸ μὴ [*](4 post ἐχθρός eras. 1 lit. P 5 καὶ prius postea add. D 6 post ἐγκαλοῦντες add. τινι D 7 καινὸν Α 11 ἀνασκευακότες ADP ἂν om. D 13 ἐξ] ἐκ τῆς A 14 δεῖξαι τὸ transposui: inv. ord. libii 16 ἡδονὴν postea add. D τὸ om. Α τοὺς—ἀγαθοὺς Α 17 ὃ addidi ἔχει οὕτως D 18 ἡδονὴν om. ΑΒ 19 λαβόντες om. Β twBDP: τὸ aA 20 τῇ πλευρᾷ σύμμετρον aAP 21 τὰ prius om. Α 21. 22 ἐν τοῖς εἰς τὰ Ἀναλυτικὰ] p. 260, 18 sqq. 22 ante ἄρα add. δὲ Α τοῦτο to omisso τὸ Β 23 ante ἑπόμενον add. τὸ Β τῶ ἰσοτυχῆ γενέσθαι Α 24 post τοῦτο add. δὲ Α ante τὸ add. καὶ aBP 25 Πλάτων ἐν Πολιτείᾳ] I 20 p. 3480 sqcj. λαβὼν — εἶναι (26) om. Α 26 post δείξας add. ὅτι Β 27 ἡ om. A τῆς postea add. D 30 μὴ ἔστι τοῦ χρώματος A 31 Tui D 32 πρός τι iterat Α ἡ om. aP 33 εἰ om. Α)
167
εἶναι εὔλογον ἐξαγωγήν, εἰ ἔστιν εὔλογος ἐξαγωγή, οὐκ ἂν εἴη αὐτάρκης πρὸς εὐδαιμονίαν ή ἀρετή.

[*](p. 111b23)

Ἔτι ἐπὶ τὸν χρόνον ἐπιβλέπειν, εἴ που διαφωνεῖ.

Eἰπὼν περὶ τοὐ ἐξ ἀκολουθίας ἀνασκευαστικοῦ τόπου, ὃς ἐκ τῆς ἀναιρέσεως τῶν ἀκολουθούντων γίνεται, προστιθησι τῷ προειρημένῳ τόπον ἀνασκευαστικὸν καὶ τὸν ἀπὸ τοῦ χρόνου, ὅς ἐστιν, εἰ τὸ τιθέμενον ἐξ ἀνάγκης ἕπεσθαί τινι διαφωνεῖ κατὰ τὸν χρόνον ὡς ὄντος τοῦ ἑτέρου θάτερον μὴ εἶναι· οὐ γὰρ ἔτι ἄν εἴη τὰ οὕτως ἔχοντα ἐπ’ ἴσης. οἷον εἰ εἴη τιθέμενον τὸ τοῖς τρεφομένοις ἐξ ἀνάγκης ἕπεσθαι τὸ αὔξεσθαι, ἀναιρήσομεν τοῦτο δείξαντές τινα τρεφόμενα μέν, οὐκ αὐξόμενα δέ· τὰ γὰρ παρηβηκότα τῶν ζῴων τρέφεται μέν οὐδὲ γὰρ ἂν ἦν), οὐ μὴν ἔτι αὐξεται. ἀλλὰ καὶ ὅτι τῷ ἐπίστασθαι οὐχ ἕπεται τὸ μεμνῆσθαι οὐδὲ ὁ ἐπιστάμενος πάντως μέμνηται, ἀπὸ τοῦ χρόνου δείκνυται, εἴ γε μνήμη μέν ἐστι τῶν παρεληλυθότων μόνων, ἐπιστήμη δὲ καὶ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων· ὁ γὰρ ἀστρολό γος καὶ τῆς μελλούσης ἐκλείψεως ἐπιστήμην [*](90) ἔχει. ἀλλὰ καὶ ὅτι οὐχ ἕπεται τῇ μαθήσει ἀνάμνησιν εἶναι· αἱ μὲν γὰρ ἀναμνήσεις γεγονότων μόνων, μαθήσεις δὲ καὶ μελλόντων· τῆς γὰρ μελλούσης ἐκλείψεως ἔστι μάθησις. ἀλλ’ οὐδὲ τῇ αἰσθήσει τὸ ἐπιστήμην εἷναι· ἡ μὲν γὰρ ἐκ γενετῆς, αἱ δὲ ἐπιστῆμαι ὕστερον. ἀλλ’ οὐδὲ τῇ ὀρέξει ἡ προαίρεσις διὰ ταυτον· ὕστερον γὰρ ἡ προαίρεσις, ἐκ γενέτης δὲ ἡ ὄρεξις. οὕτως δὲ οὐδὲ τῷ αἰσθητικῷ τὸ αἰσθάνεσθαι· αἰσθητικοὶ μὲν γάρ ἐσμεν καὶ κοιμώμενοι, αἰσθανόμενοι δὲ οὔ.

[*](p. 111b32)

Ἔτι σοφιστικὸς τρόπος, τὸ ἄγειν εὶς τὸ τοιοῦτο πρὸς ὃ εὐπορήσομεν ἐπιχειρημάτων.

Ὁ τόπος, ὃν νὺν παραδίδωσιν, ἐστὶ τὸ μειαφέρειν τὸ πρόβλημα καὶ τὸν λόγον πρὸς τοῦτο πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων. ὃν σοφιστικὸν εἶπεν εἶναι τρόπον, ἐπεὶ τοῖς σοφισταῖς σύνηθες τὸ καταλιπόντας τὸ περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς τοῦτο πρὸς ὃ εὐποροῦσιν ἐπιχειρημάτων, ὡς ἐν τῷ Πρωταγόρᾳ τῷ Πλάτωνος ὁ Πρωταγόρας ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιών, ποτὲ δὲ περὶ [*](1 ἄλογος Β 5 γίνεται] λέγεται A τόπω A 6 τὸν] τὸ Α 7 διαφωνοῖ P1: διαφωνοίη P2: διαφωνείη a 8 μὴ superscr. Β 9 ante τιθέμενον θέ in ras. P) add. τὸ .A. 10 αὐξανόμενα aABP 11 τῶν παρηβηκότων Α ἔτι] ὅτι Β 12 τῶ com ex τὸ Β 13 πάντως AD: πάντων aBP εἰ γὰρ A 14 μόνων om. .1 16 τῇ μαθήσει scripsi: τὴν μάθησιν D: τοῖς μαθήμασιν aABP 17 μόνον Α μάθησις aP ante μελλόντων add. τῶν D 18 ἐπιστήμη aAP 111 ἡ δὲ ἐπιστήμη A 20 ταὐτό A 22 ἐσμέν D: om. aABP 23 εἰς] πρὸς D τὸ alteruui om. Α Arist. τοιοῦτο aDP(Cc): τοιοῦτον ΑΒ Aiist. 24 εὐπορεῖ 24 εὐπο(??) Β ἐπιχειρημάτων om. B 27 εἶπεν otu. I) καταλείποντας Β 21). 30 ἐν τῷ Πρωταγόρᾳ τῷ Πλάτωνος] c. 11 — 16 et 26 26 τοῦ pro altero τῷ A 30 μύθους add. P5)

168
διδράσκων τὸ περὶ τῶν προκειμένων προβλημάτων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τοὺς λόγους ποιεῖσθαι. τὸ μὲν οὖν μεταβαίνειν ἀπὸ τῶν προκειμένων ἐπὶ ἄλλο τινὰ πρὸς ὃ εὐπορεῖ ἐπιχειρημάτων τε καὶ λόγων, οὐ μὴν χρήσιμον πρὸς τὸ προκείμενον, ἄντικρυς σοφιστικόν. γίνεται δέ ποτε καὶ ἀναγκαία ἡ μετάληψις καὶ μετάβασις, ὅταν εἰς τοιοῦτον γίνηται ὃ κατασκευασθὲν χρήσιμόν ἐστι πρὸς τὸ ἐξ ἀρχῆς κείμενον. διὸ καίτοι σοφιστικὸν ὄντα καθόλου τὸν τόπον ἐν τοῖς διαλεκτικοῖς τίθησι· διαλεκτι- κοῦ γὰρ ἡ εἰς τοιαῦτα μετάληψις δι’ ὧν δειχθέντων τὸ ἐξ ἀρχῆς κείμενον συγκατασκευάζεται. ὡς γὰρ αὐτός φησι, ποτὲ μὲν εἰς ἀναγκαῖόν τε καὶ χρήσιμον πρὸς τὸ ἐξ ἀρχῆς κείμενον ἡ τοιαύτη μετάληψις γίνεται, ποτὲ δὲ εἰς φαινόμενον ἀναγκαῖον οὐκ ἀναγκαῖον δέ, ποτὲ δὲ εἰς φανερῶς ἀλλότριον καὶ οὔτε ἀναγκαῖον εἰς τὸ προκείμενον οὔτε φαντασίαν παρέχον ἀναγκαίου, ὅσπερ τρόπος τῆς μεταλήψεως φανερῶς ἐστι σοφιστικός. εἰς ἀναγκαῖον μὲν οὖν ἡ μετάληψις γίνεται, ὅταν ἐρωτήσαντός τινος πρότασιν συντελοῦσαν πρὸς τὴν δεῖξιν τοῦ προκειμένου μὴ συγχωρῇ ὁ αποκρινόμενος, ὁ δὲ περὶ αὐτῆς ταύτης τὸν λόγον μεταβὰς ποιῆται κατασκευάζων αὐτήν, τυγχάνῃ δὲ καὶ εὐπορῶν πρὸς αὐτὴν ἐπιχειρημάτων· δῆλοι γὰρ ὅτι ἡ κατασκευὴ τῆς τοιαύτης προτάσεως συντελεῖ τι πρὸς τὸ ἐξ ἀρχῆς πρόβλημα, εἴ γε προέτεινεν αὐτὴν ὁ ἐρωτῶν ὡς δι’ αὐτῆς δείξων τὸ προκείμενον. οἷον εἰ πρόβλημά τις κατασκευάζων τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι λαμβάνοι εἰς τὴν τοῦδε δεῖξιν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὁ δὲ ἀποκρινόμενος μὴ συγχωρήσειεν, εὐποροίη δὲ μᾶλλον πρὸς τὴν τοῦδε κατασκευὴν ὁ ἐρωτῶν καὶ μεταβὰς περὶ τοῦ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι συλλογίζοιτο, δεικνὺς τοῦτο μὲν ὅτι τὸ κατὰ φύσιν ἑκάστῳ οἰκεῖόν ἐστι, τὸ δ’ οἰκεῖον ἑκάστῳ ἀγαθόν, τοῦτο δὲ ὅτι τὸ παρὰ φύσιν ἑκάστῳ κακὸν ἐκείνῳ καὶ φθαρτικὸν αὐτοῦ, εἰ δὲ τὸ παρὰ φύσιν κακόν, τὸ κατὰ φύσιν ἀγαθόν· εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἡ γὰρ τοιαύτη μετάβασις χρήσιμος πρὸς τὴν ἐξ ἀρχῆς θέσιν· εἰ γὰρ μὴ συγχωρηθείη τοῦτο, οὐχ οἷόν τε τὸ προκείμενον [*](1 ante ποιημάτων add. τῶν a 2 τὸ aAP: τὴν BD περὶ] πρὸς τὴν Α κατ’ aP: om. ABD 3 ἀπὸ] ἐπὶ Α ἄλλο scripsi: ἄλλα libri 4 ὃ εὐπορεῖ P1: τὸ εὐπορεῖν aABDP2 5 χρήσιμον scripsi: χρησίμων libri 6 ἀνάγκη A μετάβασις] μετά in las. P fort, <οἶον> ὅταν sive ὅταν <γὰρ> γίνηται scripsi: γένηται libri 8 τρόπον aP 9 post εἰς τὰ Β μετάληψις D: μετάληψις Β: μετάβασις aAP 11 τοιαύτη D: τοῦ τοιούτου B: τοῦτο τούτου Α: τούτου aP δὲ om. Β 12 φαινόμενα Α 14 φανερός ’ (corr. P-) 15 οὖν in ras. p2, ut videtur ἡ superscr. ’ post πρότασιν add. τινα μὴ Α, μὴ aB 16 συντελοῦσι Α 17 ποιῆται aDP2: ποιεῖται ABP1 18 τυγχάνῃ aDP2: τυγχάνει ABP1 ἐπιγειρήματος A 19 post ὅτι add. καὶ Α 20 ὁ om. D 22 λαμβάνει ΑΒ 23 συγχωρήσειεν scripsi: συγχωρήσαιεν D: συγχωρήσοι aP σοι in ras. P2): corapend. ΑΒ ἀποροίη aA 24 πᾶς Bpr. 26 οἰκεῖόν—ἑκάστῳ (27) om. Α 28 ante εἰ eras. 4 lit. P γὰρ D: γε aA, sujjcrscr. ’: om. BP1 τὸ ἐναντίον xio ἐναντίω Α 28. 29 τῶ ἐναντίω τὸ ἐναντίον AP 30 μὴ γὰρ Α συγχωρηθέντος τούτου aB τὸ προκείμενον post δειχθῆναι (p. 169,1) transposuit Β)
169
δειχθῆναι. ἀναγκαῖον (ouv) πρὸς τὴν ἐξ ἀρχῆς θέσιν τόδε δεῖξαι. πάλιν ἄν βουλόμενός τις δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαμβάνῃ ὅτι κινεῖται πρὸς τὸ δεῖξαι ὅτι καὶ ὑφ’ ἑαυιῆς, μὴ συγχωρῇ δέ τις αὐτὴν κινεῖσθαι, ὁ δὲ εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων μεταλαβὼν πρὸς τοῦτο ποιῆται τοὺς λόγους δεικνὺς ὅτι κινεῖται, τοῦτο μὲν νοοῦσα, τοῦτο δὲ μανθάνουσα, τοῦτο δὲ ἡδομένη καὶ λυπουμένη, τοῦτο δὲ αἰσθανομένη, τοῦτο δὲ ἐλπί- ζουσα, τοῦτο δὲ φοβουμένη· εἰς γὰρ ἀναγκαῖον πρὸς τὸ προκείμενον ἡ μετάληψις ἡ τοιαύτη. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος ἰῆς μεταβάσεως ἀπ- γωγή, ὡς εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.

To δὲ ὁμοίωςδὲ καὶὅτανἐπαγωγὴνπρόςτι διὰτοῦ προκει- μένου- ποιησάμενος ἀναιρεῖν ἐπιχειρῇ τοιοῦτον ἄν εἴη· ὁ ἐνιστάμενος πρὸς τὴν ἐρωτωμένην προιᾶσιν ὡς χρήσιμον πρὸς τὴν τοῦ προκει- μένου δεῖξιν δύναται καὶ ἀπλῶς μὴ συγχωρε-·.ν, λέγων μὴ ἀληθῆ εἶναι πρότασιν τὴν λέγουσαν πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, δύναται καὶ δι’ [*](91) ἐπαγωγῆς αὐτὸ ἀναιρεῖν, λέγων τὸ ἀποθανεῖν κατὰ φύσιν ὂν μὴ εἶναι ἀγαθόν, ὁμοίως καὶ τὸ ἀλγεῖν καὶ τὸ νοσεῖν· οὐδὲν γὰρ τούτων ἐστὶ κατὰ συνθήκην ἀλλὰ κατάφυσιν. τὸ δὲ διὰτοῦ προκειμένου σημαίνοι ἄν τὸ δι’ ὐτῆς τῆς τιθεμένης προτάσεως’· ἡ μὲν γὰρ πρότασις τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι· ἡ δὲ ἐπαγωγὴ δι’ αὐτῆς ταύτης τῆς προτάσεως δοκεῖ γινομένη δεικνύναι αὐιὴν ψευδῆ ’ λαμβάνει γὰρ καθ’ ἕκαστά τινα κατὰ φύσιν δοκοῦντα φανερῶς μὴ εἶναι ἀγαθά. ὁ δὴ πρὸς τὸ διὰ τῆς ἐπαγωγῆς δεικνύμενον καὶ τιθέμενον μεταβὰς καὶ τοῦτο ἀναιρῶν εἰς τὸ ἀναγκαῖον πρὸς τὸ προκείμενον τὴν μετάληψιν ποιεῖται, οἷον ἄν διαιρούμενος δεικνύῃ ὅτι οὐ πᾶν τὸ φύσει γινόμενον κατὰ φύσιν. ἀλλὰ τὸ ἄριστον τῶν φύσει γινομένων, τῶν δὲ διὰ τῆς ἐπαγωγῆς εἰλημμένων οὐδὲν τοιοῦτον. ὁ αὐτὸς δὲ λόγος, κἄν κ̓̀α-ασκ· ευάζα-́ν τις βουλόμενος τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι λαμβάνῃ πρότασιν τὴν ὅτι οὐδὲν ἀγαθὸν γένεσις, ὡς προσληψόμενος ταύτῃ τὸ ςἡ δὲ ἡδονὴ γένεσις’. ἔνεστι δὲ πρὸς ταύτην τὴν πρότασιν καὶ ἀπλῶς ἐνστῆναι μὴ συγχωροῦντα, ἔνεστι δὲ καὶ δι’ ἐπαγωγῆς, προσχρώ- μένον τῷ προκειμένῳ, ψευδῆ ποιεῖν τὴν πρότασιν λέγοντα ‘τὸ ὑγιάζεσθαι γένεσις ὂν ἀγαθόν ἐστιν, ἀλλὰ καὶ τὸ μανθάνειν.’ τὸ γὰρ ἐπὶ τὴν δεῖξιν τῆς προτάσεως ταύτης ἀπὸ τοῦ προκειμένου προβλήματος μεταβῆναι καὶ ἀνελεῖν τὰ διὰ τῆς ἐπαγωγῆς τιθέμενα, δεικνύντα ὅτι μὴ ἁπλῶς [*](1 δείκνυσθαι A: δειχ corr. ex ῥεῖν Β οὖν addidi cf. p. 170,5. 19 2 λαμβάνει Α 3 αὑτῆς Β: αὐτῆς aAF 4 ἀπορῶν aA ποιεῖται aAP: om. Β 5 μανθά- νουσι Α 8 ἡ μετάβασις (μετάληψις corr. P2) αὕτη aP ὁ τρόπος ὁ τοιοῦτος Α τῆς μεταβάσεως postea add. D: τῆς μεταλήψεως Β 8. 9 ἀπαγωγή scripsi : ἐπαγωγή libri 9 ἐν τῷ δευτέρῳ τῶν nροτἐρων ἀναλυτικῶν] c. 20 10. 11 προκειμένου aBP: κειμἐ- κειμένου AD Arist., sed cf. p. 170,18. 19 14 post δύναται add. δὲ aAB 15 post λέγων add. πᾶν Β ὄν] ὃ D 16 οὐδὲν corr. ex οὐδ’ ἄν P2 17 κατὰ om. P κει- μένου ut vs. 10. 11 ΑD 18 διὰ τῆς τῆς D 19 ταύτης τῆς om. Α 20 καθ- ἐκαστόν Β 21 φανερῶν (sic) A διὰ τῆς BDP: δι’ a A 22 διαβὰς Α 23 μετάληφιν-δεικνόῃ restituit P3 ἄν] ἐν Α δεικνύοι Λ : εἴπῃ a 27 πρότασιν] πρός τι Α 32 τίς πρότασις Α ἀπὸ-προτάσεω.́ (p. 170,2) om. A 33 ἀνελεῖν B : ἀνερεῖν aP: ἀναιρεῖν D)

170
σὴς ταύτης τῆς προτάσεως διὰ τῆς ἐπαγωγῆς οὐχ οἷόν τε τὸ ἐξ ἀρχῆς προκείμενον, τὸ ὅτι μηδεμία ἡδονὴ ἀγαθόν, δειχθῆναι· τούτου γὰρ ἀναιρεθέντος, τοῦ μηδεμίαν γένεσιν ἀγαθὸν εἶναι, καὶ τὸ προκείμενον, ὅπερ ἦν τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, ἀναιρεῖται. ἀναγκαία οὗν ἐν τοῖς τοιούτοις πρὸς τὸ προκείμενον ἡ μετάθεσις τοῦ προβλήματος ἡ εἰς τὰ τοιαῦτα. ἢ δύναται ταῦτα περὶ τοῦ ἀποκρινομένου λέγειν, ὡς κἀκείνου διὰ τῆς ἐνστάσεως πρὸς ὃ εὐπορεῖ ἀπάγοντος τῇ ἐπαγωγῇ χρωμένου· δόξει γὰρ μηδὲ οὗτος ἄτοπόν τι ποιεῖν, εἰ διὰ τῆς ἐπαγωγῆς, πρὸς ἣν εὐπορεῖ λόγων, ἀναιροῖ τὴν θέσιν. ἡ μᾶλλον τὸ λεγόμενον τοιοῦτόν ἐστι διὰ τῆς λέξεως· ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ προκειμένου ποιησαμένου ἀναιρεῖν ἐπιχειρῇ· τούτου γὰρ ἀναιρεθέντος καὶ τὸ προκείμενον ἀναιρεῖται, ὡς εἷναι τὴν γραφὴν ποιησαμένου ἀλλ’ οὐχὶ ποιησάμενος. λέγοιτο γὰρ ἄν ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός ποιησαμένου διὰ τοῦ προκειμένου τούτου, δῆλον ὅτι τοῦ εἰς ὃ ἡ μετάληψις γίνεται καὶ πρὸς ὃ εὐπορεῖ ἐπιχ͂ειοͅrιμάτων, ἀναιρεῖν ἐπιχειρῇ τοῦτο ὁ ἀποκρινόμενος τῷ ἐνίστασθαι αὐτῷ · καὶ γὰρ τούτου ἀναιρεθέντος δι’ οὗ κατεσκευάζετο τὸ προκείμενον πρόβλημα, ὃ καὶ αὐτὸ προκείμενον εἶπεν, ἀναιρεῖται τὸ πρόβλημα. ἀναγκαία οὖν γίνεται ἡ εἰς τὴν τούτου κατασκευὴν μετάληψις τοῦ λόγου τῷ ἐρωτῶντι· εἰ γάρ τι εἴη κατασκευαζόμενον πρόβλημα ὑπὸ τοῦ ἐρωτῶντος δι’ ἐπαγωγῆς οὐδὲν γὰρ ἔλαττον διαλεκτικοῦ τὸ δι’ ἐπαγωγῆς δεικνύναι τὸ προκείμενον ἢ διὰ συλλογισμοῦ), ἔπειτα ἐν τῷ ἐπακτικῷ λόγῳ καὶ τοιοῦτόν τι λαβόντος ὡς χρήσιμον πρὸς τὴν δεῖξιν, πρὸς ὃ εὐπορεῖ λόγων πλειόνων, ὁ διαλεγόμενος αὐτῷ πρὸς τοῦτο τὴν ἔνστασιν ποιήσεται, ἀναγκαία γίνεται τῷ κατασκευάζοντι τὸ προκείμενον ἡ τοῦ λόγου μετάληψις εἰς τοῦτο. εἰ γὰρ τοῦ ἀποκρινομένου λέγοντος μὴ εἷναι τὸ κατὰ φύσιν ἀγαθὸν ὁ ἐρωτῶν δι’ ἐπαγωγῆς κατασκευάζοι αὐτό, λαμβάνων ἐφ’ ἑκάστου ζῴου ὅτι τὰ κατὰ φύσιν ἑκάστῳ αὐτῶν ἀγαθά, ἵππῳ μὲν τά ἵππῳ, κυνὶ δὲ τὰ κυνὶ καὶ λέοντι τὰ λέοντι, λαμβάνοντι δὲ αὐτῷ, ὅτι καὶ τὰ ἀνθρώπῳ κατὰ φύσιν ἀγαθὰ ἀνθρώπῳ, ἐνσταίη πρὸς τοῦτο ὁ προϊστάμενος τοῦ ἀντικειμένου τῷ [*](2 τῆς προτάσεως ταύτης Β 3 δεικνύναι in ras. Α 5 ἀναγκαῖον D 6 ante εἰς iterat μετάθεσις ἡ A 9 οὕτως Β ἄτοπόν] ἐξαγώνιον Α εἰ om. B εὐποροίη AD 10 ἀναιροῖ aAP aAP: ἀναιρεῖ D: ἀναιρούντων Β post λέξεως add. τῆς aBDP: om. A 11 προκειμένου aBP: κειμένου ut p. 170,10. 11 et 17 AD 12 ποιησαμένου praebent Ari- stotelis codicuin corr. Cc γὰρ om. D 16 εὐπορεῖν Α 16. 17 ἐπιχειρεῖ Β et Ppr. 17 ὁ add. P5 ἀποκρινόμενός] οκ in ras. P5, ρι in mrg. P1 καὶ AD: τὸ aBP 18 post κατεσκευάζετο add. καὶ Α 19 post ἀναιρεῖται add. καὶ aBP ἀναγκαῖα AP1 (ί corr. P2, sequens α in ras.): ἀναγκαῖον Β ἡ om. Β 20 ante μετάληψις add. BD τῶν λόγων Α τι ante γὰρ habet Α: om. Β 23 λάβοιντο Α 24 post ὁ add. δὲ Β 25 ποιήσηται aAP: fort. ποιήσαιτο post ἀναγκαία add. γὰρ D 26 προκείμενον] ποͅοοίμιον B ἡ ante τῷ (25) transposuerunt aBP λόγου] λεγομένου Α 27 διὰ τῆς D 28 κατασκευάζοι ABP1: κατασκευάζοιτο D: κατασκευάζει aP2 29 ἑκάστω B: ἑκάστου aDP : om. Α ἵππου (ante μὲν) D 30 post λέοντι prius add. δὲ Α λαμβάνοιτο Β 31 ἐνσταίη] ἔσται Β πρὸς τοῦτο om. P)
171
δεικνυμένῳ, ὁ δὲ εὐποροίη πρὸς τὸ τοῦτο δεῖξαι πλειόνων ἐπιχειρημάτων, ἀναγκαίως, εἴ γε τούτου μὴ δειχθέντος ἀναιρεῖται καὶ τὸ ἐξ ἀρχῆς δεικνύμενον, μένον, τὸ εἶναι πᾶν τὸ κατὰ φύσιν ἀγαθόν. δεικνύει δὲ τοῦτο λαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀνθρώπῳ ἢ καλὸν εἶναι ἢ ἡδὺ ἢ συμφέρον καὶ ἕκαστον τούτων πιστωσάμενος μετὰ ταῦτα προσλαμβάνων τὸ ὅτι πάντα δὲ ταῦτα ἀγαθά· ἔσται γὰρ διὰ τούτου δεδειχὼς τοῦτο πρὸς ὃ ἡ ἔνστασις· οὗ συγχωρη θέντος δείκνυται τὸ πᾶν τὸ κατά φύσιν ἀγαθὸν εἶναι.

[*](92)

Ὡς εἰς φαινόμενον δὲ ἀναγκαῖον οὐκ ἀναγκαῖον δὲ τὴν μετάληψιν ἔστι ποιεῖσθαι, ὅταν περί τινος μὲν τῶν ἐν τῷ προβλήματι ὠνομασμένων ποιῆται λόγον ὁ ἐρωτῶν, οὐδὲν μέντοι συντελοῦντος οὔτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν τοῦ πρόβληματος. ὁ γὰρ εἰς τοιοῦτον τὴν μετάληψιν ποιούμενος ποιούμενος φαντασίαν ἀποτελεῖ ὡς περί τινος χρησίμου πρὸς τὴν θέσιν καὶ τὸ πρόβλημα ποιούμενος τοὺς λόγους· οἷον εἰ τὸ μὲν πρόβλημα εἴη περὶ τοὺ τὸν κόσμον σφαιροειδῆ εἶναι, ὁ δὲ περὶ τοῦ ἢ ἕνα ἢ πολλοὺς εἶναι τοὺς κόσμους διαλέγοιτο ἢ περὶ τοῦ ἀίδιον ἢ γενητὸν αὐτὸν εἶναι, ἢ πάλιν ὄντος τοῦ προβλήματος εἰ ἡδονὴ κατὰ φύσιν, περὶ τῆς φύσεως τις διαλέγοιτο, δεικνὺς ἤτοι τί ποτέ ἐστιν ἡ φύσις, ἢ ὅτι τὸ φύσει γινόμενον πᾶν ἕνεκά τινος γίνεται, τοῦτο δὲ ποιοῖ ἤτοι ἐρωτηθέντος τοῦ ἀποκρινομένου τε καὶ τὸν λόγον ὑπέχοντος καὶ ἀρνησαμένου αὐτὸ τοῦτο, οἷον εἰ ὁ μὲν ἔροιτο εἰ δοκεῖ αὐτῷ πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεσθαι, ὁ δὲ ἀρνήσαιτο, κἀκεῖνος καταλιπὼν τὸ προκείμενον πρόβλημα περὶ τούτου δεικνύοι, εὐπορῶν ἐπιχειρημάτων πρὸς αὐτό, ἢ καὶ ἐπαγωγῇ τινι ἐνδόξῳ χρωμένου οὐ φερούσῃ μὲν εἰς δεῖξιν τοῦ προκειμένου ὡς δεικνυούσῃ μέντοι τοῦτο, ἔπειταἐν ἐν τῇ ἐπαγωγῇ χρησαμένου καὶ τῇ θέσει, εἰς ἣν ἡ μετάληψις γίνεται, ὡς χρησίμῳ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν, τοῦ ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὁ δὲ ἐνίσταιτο πρὸς τοῦτο ἀναιρεῖν αὐτὸ πειρώμενος. γίνεται γὰρ ἡ εἰς τοῦιο μετάληψις τῷ ἐρωτῶντι ὡς εἰς φαινόμενον ἀναγκαῖον, ὅτι ἐχρήσατο τούτῳ ὡς δεικτικῷ τοῦ προκειμένου προβλήματος· οἷον εἰ ὁ μὲν δι’ ἐπαγωγῆς δεικνύει ἐνδόξου ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὃ οὐκ ἦν μὲν ἀναγκαῖον δείκνυσθαι πρὸς τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὃ ἦν τὸ [*](1 post δεικνυμένῳ add. ἐνσταίη Α εὐπορεῖ aABP τὸ ova. ’ (add. P-) 2 post μὲν signum, cui tamen in mrg. nihil lespondet, appinxitP οὕτω om. B 4 δεικνύει B: δεικνύοι aADP 5 ἢ (ante καλὸν) om. Β 6 προσλαμβάνων τὸ scripsi: προσλαμβάνοιτο libri δὲ πάντα Β ταῦτα] τὰ A 7 διὰ om. a 8 συγχωρήσαντος D post δείκνυται add. τοῦτο D 10 ποιεῖται omisso ἔστι D 11 οὔτε e πρὸς corr. Β 15 εἶναι σφαι- ροειδῆ IJ τοῦ alterum om. Α ἡ (ante ἕνα) scripsi: εἰ libri εἶναι om. Β γεννητὸν aAP 17 ἢ] καὶ A εἰ aD: ἡ ABP 18 ποτέ om. Α ἢ AD: om. aBP ly γενόμενον Β ποιοῖ P: ποιεῖ aABD 20 τε om. D τὸν λόγον] λόγον τοῦτον Α ὑποσχόντος P post ὑπέχοντος add. ἢ aBP ἀρνησομένου Α 21 εἰ δοκεῖ ἀυτῶ postea add. ὒ αὐτὸ A 22 ἠρνήσατο Β 23 δεικνύει AB ἀπορῶν aAP 23. 21 ἐνδόξῳ τινὶ ἀγωγῆ Β 25 τοιοῦτο aP 26 χρησίμῳ scripsi: χρησίμου libri 27 τὸ om. Α ἐνίσταιτο scripsi: ἐνίστατο A: ἐνίσταται aBDP 28 ἡ postea add. D 30 —p. 172.3 fort. δεικνύοι—εὐποροῑ—ποιοῖτο 32 τὸ alterum om. a)

172
πρόβλημα, ἐφαίνετο μέντοι, χρησαμένου δὲ ἐν τῇ ἐπαγωγῇ τῷ καὶ τὸ ἀναπνεῖν ἕνεκά του γίνεσθαι μὴ συγχωρεῖ ὁ προσδιαλεγόμενος, ὁ δὲ πρὸς τοῦτο τοὺς λόγους ποιεῖται εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων. καὶ εἴη ἂν ἡ εἰς τὸ τοιοῦτον μετάλψις διαλεκτικὴ εἰς φαινόμενον ἀναγκαῖον] καὶ ἡ τοῦ τόπου χρῆσις πρὸς τὴν εἰς τὸ τοιοῦτον μετάληψιν.

ἔστι δὲ ὅτε ἡ μετάληψις γίνεται οὔτε εἰς ἀναγκαῖον οὔτε εἰς φαινόμενον ἀναγκαῖον ἀλλ’ εἰς τὸ τυχόν· οἷον εἴ τις, προκειμένου δεικνύναι ὅτι μόνον τὸ καλὸν ἀγαθόν, ἐξετάζοι τὸν ἀποκρινόμενον εἰ κενὸν αὐτῷ δοκεῖ εἶναι, καὶ φήσαντος ἐπιχειροίη ὅτι μὴ ἔστιν, εὐπορῶν ἐπιχειρημάτων πρὸς τὴν τοῦδε δεῖξιν καὶ παρεξελέγχων αὐτόν. φανερὰ γὰρ ἡ ἑτερότης τοῦ προβλήματος καὶ ὅτι μηδέτερον τῶν δειχθέντων εἰς τὴν θατέρου συντελεῖν δεῖξιν δύναται τῷ μήτε ἀναγκαῖα μήτε χρήσιμα λέγειν, ὅταν ἀφέμενός τις τοῦ προκειμένου δεικνύῃ τινὰ σεσολοικικότα ἢ παρ’ ἱστορίαν εἰρηκότα· τὰ γὰρ τοιαῦτα παρεξέλεγχοι. δεῖν δέ φησι φυλάττεσθαι τὴν τοιαύτην μετάβασιν ὡς παντελῶς οὖσαν σοφιστικὴν καὶ ἀλλοτρίαν τῆς διαλεκτικῆς μεθόδου. ἀξιοῖ δὲ ἐν ταῖς τοιαύταις μεταβάσεσι τὸν ἀποκρινόμενον, ὅταν ὁ ἐρωτῶν ἀλλότριον βούληται λαβεῖν τι τοῦ προκειμένου προβλήματος μεταφέρων τὸ πρόβλημα, εἰ καὶ μὴ δοκεῖ αὐτῷ οὕτως ἔχειν, συγχωρεῖν αὐτῷ οὕτως ἔχειν, ὑποσημαίνοντα ὅτι μὲν μὴ ἀρέσκεται αὐτῷ, τίθησι δὲ τοῦ περαίνεσθαι χάριν τὸ προκείμενον. συμβαίνει γὰρ ἐν ἀπορίᾳ γίνεσθαι τοὺς τὰ τοιαῦτα ἐρωτῶντας, ὅταν αὐτὸς μὴ χαλεπαίνῃ περὶ αὐτῶν, οὗ χάριν αὐτὰ καὶ προτείνουσιν, ἀλλὰ συγχωρῇ· φανεροὶ γὰρ γίνονται δοθεῖσιν αὐτοῖς μηδενὶ πρὸς τὸ προκείμενον χρῆσθαι δυνάμενοι.

[*](p. 112a16)

Ἔτι πᾶς ὁ εἰρηκὼς εἰρηκὼς ὁτιοῦν τινὰ πολλὰ εἴρηκεν.

Oὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐξ ἀκολουθίας ἀνασκευαστικῷ· εἶπε γὰρ δεῖν σκοπεῖν “τί ἐστιν ἐξ ἀνάγκης, εἰ τὸ προκείμενόν ἐστι’’, καὶ τοῦτο ἀνασκευάζειν· ἀναιρεθέντος γὰρ τούτου ἀνῃρημένον ἄν εἴη καὶ τὸ προκείμενον, ᾧ τοῦτο ἕπεται. τὸ αὐτὸ δὲ καὶ νῦν λέγει· ἐπεὶ γὰρ παντὶ τῷ τιθεμένῳ πλείω ἕπεται, ὅ τι ἄν τῶν ἑπομένων [*](1 τῷ scripsi: τοῦ BD: του Α: τούτου aP 2 συγχωρεῖ Α: συγχωρῇ D: συγχωροίη Β: συγχωροῖ aP 3 ἐπιχειρημάτων πρὸς αὐτόν Α 4 τὸ τοιοῦτον] τοῦτο Α εἰς ἢ εἰς aP: ἡ ὡς B) —ἀναγκααῖον delevi 5 ἡ om. Α χρῆσι in ras. P2 sive P5 μετάληψις D 6 ἡ AD: ἡ μὲν aP: μὲν ἡ Β 8 ἐξετάζη Β κενὸν AD: καλὸν aBP 9 ἐπειχειρεῖ B: ἐπιχειροῖ Ρ1 (corr. P2) ἐπιχειρήσεων AP 10 καὶ abesse malim παρελέγχων aAP 11 συντελεῖν aB: συντελεῖ P et post δεῖξιν (12) A: compend. D τῷ aB: τὸ AD: τὰ P 13 ante τοῦ add. τὰ aABP δεικνύει, sed corr. Α σεσολοικότα aB 14 παρεξέλεγχοι libri 16 ἀξιοῖ—ἀποκρινόμενον iterat in initio folii versi D 18 δοκοῖ αὐτὸ Α ἔχειν οὕτως D 19 ὑποσημαίνοντι Β ὅτι μὲν collocavi: inv. ord. Iibri ἀρέσκηται Β 20 γίνεσθαι D: γενέσθαι aABP 21 post αὐτὸς add. τις aP χαλεπαίνῃ aA, in ras. P: χαλεπήινη B: χαλεπαίνοι D 22 διορισθεῖσιν Β 23 immo μηδὲν 25 πρὸ ὀλίγου] c. 4 p. 111b18 27 τοῦτο] τοῦ Β 28 τὸ δὲ αὐτὸ Α 29 ἐπὶ Β)

173
αὐτῷ ἀνέλωμεν, ἀνῃρηκότες ἄν εἴημεν καὶ αὐτό. διαφέροι δ’ ἂν τὸ νῦν λεγόμενον ἐκείνου, ὅτι ἐκεῖ μὲν ἔφη δεῖν ζητεῖν τίνα ἕπεται τῷ κειμένῳ, ἐνταῦθα δὲ καὶ τὴν εὕρεσιν τῶν ἑπομένων ὑπογράφει. εἶπε γὰρ πᾶς ὁ εἰπὼν ὁτιοῦν τρόπον τινὰ πολ λὰ εἴρηκεν· τόν τε γὰρ ὁρισμὸν τοῦ [*](93) πράγματος τοῦ λεγομένου δυνάμει λέγει ὁ τὸ πρᾶγμα λέγων καὶ τὸ γένος αὐτοῦ καὶ τἀς εἰδοποιοὺς αὐτοῦ διαφορὰς καὶ τὰ ἴδια. εἰ δὲ ὁ τὸ πρᾶγμα λέγων δυνάμει καὶ ταῦτα λέγει, δῆλον ὅτι ἕπεται ταῦτα τῷ λεγομένῳ, ὥσθ’, ὅ τι ἄν τούτων δείξωμεν μὴ ὄν, ἀνῃρηκότες ἐσόμεθα καὶ τὸ τὴν ἀρχὴν κείμενον· ὁ γὰρ ἄνθρωπον εἰπὼν καὶ ζῷον εἴρηκε καὶ ἔμψυχον καὶ δίπουν καὶ λογικόν, ὥστ’, ἄν τι τούτων μὴ ὂν δειχθῇ, οὐδ’ ἂν ἄνθρωπος εἴη. οὕτως ἐπεὶ τῷ λέγοντι τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν ἕπεται τό τε μὴ εἶναι εὔλογον ἐξαγωγὴν καὶ τὸ μὴ εἶναι αἱρετὸν τὴν ὑγείαν μηδέ τι ἄλλο παρὰ τὴν ἀρετήν, ἄν τούτων τι ἀναιρεθῇ, ἀνῃρη- μένον ἂν εἴη τὸ τὴν ἀρετὴν αὐτάρκη εἶναι πρὸς εὐδαιμονίαν. πάλιν ἐπεὶ (??) τῳ λέγοντι τὴν φυχην σῶμα ἕπεται τὸ σῶμα διὰ σώματος χωρειν καὶ τὸ στοιχεῖον αὐτὴν εἶναι ἡ ἐκ στοιχείων, εἰ μὴ τούτων τι, οὐδὲ ἐκεῖνο. καὶ ἐπεὶ τῷ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι λέγοντι ἕπεται τό τε τὰ ἀνισοβαρῆ ἰσοταχῆ εἶναι καὶ τὸ συμβλητὸν γενέσθαι τὸ κενὸν τῷ πλήρει καὶ τὸ ἐν ἴσῳ χρόνῳ κινεῖσθαί τι τὸ αὐτὸ διάστημα διά τε πλήρους καὶ κενοῦ, ει ταύτα ἄτοπα καὶ τὸ κειμενον.

Eὐλαβεῖσθαι δέ φησι δεῖν τὸ εἰς χαλεπώτερον καὶ δυσεπιχειρητότερον τὴν μετάληψιν ποιεῖσθαι· πολλάκις γὰρ ῥᾷον αὐτὸ ἀνελεῖν ἢ τὸ ἑπόμενον αὐτῷ. ὁ γὰρ βουλόμενος δεῖξαι μὴ οὖσαν ὠφέλιμον τὴν ἀδικίαν ῥᾷον ὅν περὶ αὐτῆς ἐπιχειρῶν δείξαι τοῦτο ἢ εἰ λαβὼν τὸ ἑπόμενον αὐτῇ, τὴν πλεονεξίαν, ἐπὶ ταύτης τοὺς λόγους ποιοῖτο· δοκεῖ γὰρ ἡ πλεονεξία αἰσχρὸν μὲν εἶναι λυσιτελὲς δὲ καὶ ὠφέλιμον. ἐνδόξως δὲ ἔστι δεῖξαι ὅτι μὴ ὠφέλιμον ἡ ἀδικία, ποτὲ μέν, ὡς Πλατῶν, ἀπὸ τοῦ νόσον αὐτὴν ψυχῆς εἶναι μηδεμίαν δὲ νόσον ψυχῆς ὠφέλιμον εἶναι, ποτὲ δὲ ἀπὸ τοῦ πᾶσαν μὲν κακίαν βλαβερὰν εἶναι τῷ ἔχοντι αὐτὴν τὴν δὲ ἀδικίαν [*](1 αὐτῷ) αὐτὸ Vj ἀνῃρηκότες] ν ex ρ coir. D διαφέρει Β τὸ νῦν P Brandis Schol. p. 268a30: νῦν τὸ Β: τὸ D : τόν μὲν Α: τόν τινων a 2 δεῖ Ppr., Ppr., P1 sive P2 3 εἶπε ABD: ἐπεὶ aP 4 ὁτιοῦν om. aP τρόπον τινὰ post εἴρηκεν tratisposuit Α 5 τοῦ λεγομένου mrg. D 6 αὐτοῦ altenim post διαφορὰς haliot Α: oni. Β 7 λέγει ταῦτα omisso καὶ Β post ἕπεται add. καὶ D 8 τούτων δείξωμεν aABP: inv. ord. D 8. 9 τὸ ἐν ἀρχὴ Β 10 καὶ δίπουν oin. A ἂν alterura om. aP 12 μὴ prius om. Α 14 ἄν εἴη aABP: ἔσται ἂν D 16 τὸ coir, ante ras. 3 lit. P2 ἢ superscr. P2 17 τῷ] τὸ a γίνεσθαι om. I) τε om. D τὰ om. a 18 κενὸν et in mrg. τό κείμενον D 19 τὼ ἐν A 21 τὸ εἰς χαλεπωτέραν Β: καὶ τὸ χαλεπώτερον P1: καὶ τοῦ χλεπωτἐρου aP2 21. 22 δυσεπιχειρητότερόν B: δυσεγιχειρητοτέρου aP 24 ταύτης Β ἐπιχειρῶν Alih: ἐπιχειροῖ P1: ἐπιχειροίη aP2 δείξαι seripsi: δεῖξαι aAP: δείξη Β: δείξει D ἡ superscr. P2 εἰ om. Β 25 ἐπὶ ταύτη Β 26 καὶ] ἢ Β 27 ὠφέλιμον D: ὠφέλιμος aABP Πλάτων] velut (iorg. c. 36 p. 480 Β 25 αὐτῆς Β εἶναι alterum aABP: τῶ ἔχοντι ταύτην (e vs. sq.) D 29 om. D ταύτην D)

174
κακίαν εἶναι. τὸ οὖν ἀπὸ τῆς ἀδικίας μεταβάντας ἐπὶ τὴν πλεονεξίαν ἐπ’ ἐκείνης τοὺς λόγους ποιεῖσθαι οὐ διαλεκτικοῦ.

[*](p. 112a24)

Ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ ἢ νόσον ἢ ὑγείαν.

ἐκθέμενός τινας τόπους ἐξ ακολουθίας κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς, μετὰ ταῦτα παραδίδωσι τόπον ἐκ μάχης κατασκευαστικόν τε καὶ ἀνακευαστικόν. ἔστι δὲ ὁ τόπος ἐπὶ τῶν ἀμέσων ἐναντίων ἁρμόζων. ἐπεὶ γὰρ ταῦτά ἐστιν ἄμεσα ἐναντία ὧν ἀνάγκη θάτερον τῷ δεκτικῷ ὑπάρχειν, ἄν ᾖ τὸ πρόβλημα τῶν τοιούτων τι ὑπάρχον τινὶ τιθέν, ἄν μὲν λαβόντες τὸ δεκτικὸν τῶν ἀμέσων ἐναντίων, οὗ κατηγορήθη τὸ ἕτερον, δείξωμεν αὐτῷ τὸ ἕτερον αὐτῶν μὴ ὑπάρχον, δεδειχότες ἄν εἴημεν ὅτι τὸ ἕτερον αὐτῷ ὑπάρχει τὸ τεθέν· ἄν δὲ δείξωμεν ὑπάρχον αὐτῷ τὸ ἕτερον, ἀνῃρηκότες ἂν εἴημεν τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ. ἀξιοῖ οὗν ἐπὶ τῶν τοιούτων προβλημάτων, ἐν οἷς ἀνάγκη θάτερον ὑπάρχειν τῷ ὑποκειμένῳ, ἄμφω δὲ ἀδύνατον, πρὸς ὃ εὐπορεῖ τις αὐτῶν, διαλέγεσθαι· διὰ γὰρ τοῦ ἑτέρου καὶ τὸ ἕτερον δείκνυται· ἄν τε γὰρ θάτερον ὑπάρχον δειχθῇ τῷ προκειμένῳ, θάτερον ἀνῃρημένον ἔσται, ἄν τε θάτερον μὴ ὑπάρχον, θάτερον κατεσκευασμένον. ὅταν οὖν τοιοῦτον ἡ τὸ κατηγορούμενόν τινος ἐν τῷ προβλήματι, διὰ τοῦ τὸ ἐναντίον αὐτῷ δεικνύναι ὑπάρχον τῷ προκειμένῳ ἢ μὴ ὑπάρχον κατασκευάζομεν ἂν καὶ ἀνασκευάζοιμεν τὸ προκείμενον· οἷον ἐπεὶ τοῦ ἀριθμοῦ κατηγορεῖται τὸ ἄρτιον καὶ τὸ περιττόν, ἐὰν ἐπί τινος ἀριθμοῦ τὴν ἐπιχείρησίν τις ποιῆται καὶ λέγῃ τις] αὐτὸν ἄρτιον, εἴτε δειχθείη ὅτι μή ἐστι περιττός, ἄρτιος ἄν εἴη, εἴτε πάλιν δεικνύμενον εἴη ὅτι ἐστὶ περιττός, εἴη ἄν δεδειγμένον ὅτι μὴ ἄρτιος. ὁμοίως καὶ εἰ σῶμα ζῴου τὸ προκείμενον εἴη καὶ λέγοιτο ὑγιαίνειν, εἰ μὲν νοσοῦν δειχθείη ἔσται δεδειγμένον ὅτι οὐχ ὑγιαίνει, εἰ δὲ μὴ νοσοῦν, ὅτι ὑγιαίνει. οὕτως κειμένου τοῦ εἶναί τι μέγεθος ἄπειρον, ἐπεὶ πᾶν μέγεθος ἢ πεπερασμένον ἡ ἄπειρον, δείξαντες ὅτι πᾶν πεπερασμένον ἀνῃρηκότες ἄν εἴημεν τὸ ἄπειρόν τι εἶναι, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ [*](2 ποιεῖσθαι τοὺς λόγους D 3 οἶον—ὑγείαν (4) om. Β 4 τὴν νόσον ἢ τὴν Arist. utrumque τὴν om. C) 5 τόπους postea add. D 5. 6 τε καὶ ἀνασκευαστικούς om. a 6 ante μάχης add. τῆς Α τε om. Β 9 τιθέν scripsi: τεθέν libri ἄν μὲν superscr. P2 μὲν λαβόντες] καταλαβόντες D 10 κατηγορηθῇ Β 11 ὑπάρχον aBD: ὑπάρχειν P: compend. Α 12 ὑπάρχειν Α 13 ἀξιοῖ οὖν] ἀξιοῦν Α 14 θάτερον iterat Α ὑποκειμένῳ] οκειμένω obscuratum in D 15 αὐτῶν om. a 16 θάτερον (post γὰρ) om. B ὑπάρχον DP2: ὑπάρχειν ABP1: om. a ὑποκειμένω Β ἐστιν D 18 διὰ xouaBP: διὰ τὸ D: δι’ οὗ Α 19 ὑπάρχον δείκνυται Α 19. 20 immo ἀνασκευάζοιμεν ἂν ἡ κατα- σκευάζοιμεν 19 ἄν om. I) 20 post ἀνασκευάζοιμεν add. ἄν Α 21 τὸ om. aAB post ἐὰν add. δὴ Β τις om. Β ποιεῖται Ppr. (forr. ’) 22 τις delevi εἴτε scripsi cf. vv. 15 —17 et p. 175,6. 7: εἶτα libri ἄρτιος—περιττὸς (23) ora. Α 23 post εἴη prius add. ἡ D εἴτε] εἶτα Β 24 εἴη om. B post λέγοιτο add. μὴ Β 25 μὲν om. B 26 μὴ νοσοῦν] νοσεῖ B οὕτω in ras. P- ante τι add. τὸ ΑΒ 27 ἐτͅεὶ—ἄπειρον om. Β ἡ prius — πᾶν om. Α πᾶν (post ὅτι) snperscr. Β 28 ἔδειξον (sic) Α προτέρω I) ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ] c. T) p. 271 b 17)

175
Περὶ οὐρανοῦ Ἀριστοτέλης, δείξας πᾶν καὶ τὸ ἁπλοῦν σῶμα καὶ τὸ σύνθετον πεπερασμένα. ἁρμόζοι δ’ ἄν ὁ τόπος καὶ ἐπὶ τῆς ἀντιφάσεως· ἄμεσος γὰρ ἀντίθεσις καὶ αὕτη, οὐχ ὡς τὰ ἐναντία τὰ ἄμεσα ἐπὶ τῶν δεκτικῶν τὴν προειρημένην ἀνάγκην ἔχουσα ἀλλὰ ἐπὶ πάντων. ἀνάγκη γὰρ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὥστε, εἰ μὲν ἡ κατάφασις, οὐχ ἡ ἀπόφασις, εἰ δὲ μὴ ἡ κατάφασις, ἡ ἀπόφασις· εἴτε γὰρ ὁ πλοῦτος [*](94) ἀγαθὸν εἴη δεδειγμένος, ἀνῃρημένη ἂν εἴη ἡ ἀπόφασις, εἴτε μὴ ἀγαθόν, ἡ κατάφασις. οὐκέτι δέ ἐστιν ἐπὶ τῶν ἐναντίων τῶν ἐμμέσων ὁ τόπος πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν, ἀλλὰ πρὸς ἀνασκευὴν μόνην τοῦ τιθεμένου τῶν ἐναντίων. ἄν γὰρ δειχθῇ τὸ ἕτερον αὐτῶν ὑπάρχον καὶ οὐ τὸ τιθέμενον τῷ δεκτικῷ, ἀνῄρηται τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ· οὐ γὰρ οἷόν τε ἅμα ἰὰ ἐναντία· οὐ μήν, ἂν μὴ τὸ ἕτερον ὑπάρχῃ, ὑπάρξει καὶ τὸ λοιπὸν τῷ δύνασθαι τῶν ἐμμέσων τι ὑπάρχειν αὐτῷ. τὸ γὰρ σῶμα, εἰ μὲν λευκόν, ἐξ ἀνάγκης οὐ μέλαν· εἰ δὲ μὴ λευκόν, οὐκ ἐξ ἀνάγκης μέλαν. καὶ εἰ μέν τις εὐδαίμων, οὗτος οὐ κακο- δαίμων· οὐ μήν, εἰ μὴ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης· οὐ γὰρ ἀμέσως ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεταί τινα σπουδαῖον ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐ κακός· εἰ δὲ μὴ σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. καὶ ἔστι τοῖς μὲν ἀμέσοις ἐφαρμόζουσα μᾶλλον ἡ δεῖξις ἡ διὰ τοῦ πέμπτου λεγομένου ἀναποδείκτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἀντικειμένου ἑνὶ τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν συνάγων τοῖς δὲ ἐμμέσοις ἡ διὰ τοῦ τετάρτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἑτέρου τῶν ἐν τῷ διαιρετικῷ ἀναίρων τὸ ετερον.

[*](p. 112a32)

Ἔτι τὸ ἐπιχειρεῖν μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον.

τόπον ἡμῖν ἀπὸ ἐτυμολογίας παραδίδωσιν. ἄν μὲν γὰρ τὰ ὀνόματα μεταφέρωμεν ἐπὶ τοὺς κατὰ τὴν ἐτυμολογίαν λόγους τοῦτο γὰρ σημαίνει τὸ μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον) ὡς τούτων ὄντα σημαντικὰ [*](2 post ἀντιφάσεως add. τε εἰ μὲν ἡ κατάφασις e vs. 5 Α 3 ἀντίθεσις] ἂν ἡ θέσις P αὐτὴ AP τῶν om. Α 4. 5 do εἶναι hic ut vs. 12 omisso cf. Vahlen Poet.3 p. 243 — 246 5 ἡ] οἱ B 6 εἴτε corr. ex οὔτε P. 7 ἀνηρημένον Α 8 ἐστιν om. aP it κατασκευὴν —ἀνασκευὴν AP 10 μόνον D 11 τὸ tertium superscr. P2: om. aABDP1 12 τὸ om. A 13 καὶ D: om. aABP ἀμέσων Α 14 αὐτὸ γὰρ τὸ σῶμα Α καὶ εἰ— χρήσιμα (21) Suidas sub v. εὐδαιμονία καὶ εὐδαίμων post εἰ add. μὴ aABP: om. 1) Suid. 17 noli ἀντίκεινται scribere, nam cf. p. 44,28. 21) τε om. 1) 18 μὴ prius om. a 19 κακία] κάκιστα A 21 ἀνασκευὴν—κατασκευὴν ΑΒ 22 ἐστιν ἐν μὲν τοῖς D δὲ Β πέμπτου—διὰ τοῦ (24) om. Α 24 ἡ om. Β 25 τοῦ post ἐκ transposuit Β (??) 27 κατὰ aBDP (pr. BC): ἐπὶ Aiist.: καὶ omisso τὸν Α 29 ἐτυμολο omisso ἀπὸ D μὲν D: om. aABP 31 σημαντικὸν P: ὂν compend. add. P3, periit P1)

176
μᾶλλον καὶ προσῆκον ὃν οὕτως ἀκούειν τῶν ὀνομάτων ἢ ὡς κεῖται, εὐπορήσομεν ἐπιχειρημάτων πρὸς τὸ προκείμενον. οἷον εἰ βουλόμεθα δεῖξαι ὅτι ὁ ἡντινοῦν ἀρετὴν ἔχων εὔψυχός ἐστιν, ἀλλ’ οὐχ ὁ ἀνδρεῖος μόνος, μεταληψόμεθα τὸ εὔψυχος ὄνομα εἰς τὸν λόγον τὸν κατὰ τὴν ἐτυμολογίαν· ἔστι δ’ οὗτος ὁ εὗ τὴν ψυχὴν ἔχων, τοῦτ᾿ ἔστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων· ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ σώφρων καὶ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὁμοίων παραθέσει· καὶ γὰρ εὔελπις ὁ εὗ ἐλπίζων, τοῦτ’ ἔστιν ὁ ἀγαθὰ ἐλπίζων. πάλιν βουλόμενοι δεῖξαι, ὅτι ὁ σπουδαῖος εὐδαίμων ἐστί, τὸν εὐδαίμονα μεταληψόμεθα εἰς τὸν κατὰ τὴν ἐτυμολογίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ ὑπὸ τοῦ εὐδαίμονος. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθ’ ἃ Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν φυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει. ὁ σπουδαῖος· ὁ σπουδαῖος ἄρα εὐδαίμων. πάλιν δεῖξαι θέλοντες, ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαίρεσεως· ἔστι δ’ οὗτος ‘πρὸ ἑτέρου αἵρεσις’· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου αἱρεῖσθαι ὲν τούτοις ἐστὶν ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε οὐδὲ προαιρεῖται. πάλιν θέλοντες δεῖξαι, ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν ἑαυτοῦ κρατοῦντα τοῦτο γὰρ σημαίνει τὸ ὄνομα), καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὴ τὸ μὲν κρατούμενον τὸ δὲ κρατοῦν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα, εἴημεν ἄν δεδειχότες τὸ προκείμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκολάστου. οὕτως ἔνεστι δεικνύναι τὸν φίλον μὴ εὔνουν, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τἀληθῆ ἢ τἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς [*](1 μᾶλλον ante ὄντα (p. 175,31) habent, aB ὂν fort, ilelemluui 2 ἀ- sive εὐπορήσωμεν Α ἀπορήσομεν aB ἐπιχειρήματος ex ἐπιχειρήματα corr. P1 ἀγαθὰ ἐλπίζων (10) Suidas sub v. εὔψυχος 3 εὔψυχος corr. P2 6 ἀλλὰ—ἔχων om. P τὴν aB: om. ΑΔ 7 καὶ (post ἔχει) aBP Suid.: om. AD ante σώφρων add. ὁ aB Suid., ante φρόνιμος a Suid. 7. 8 οὔτ᾿ — οὔτ᾿ Suid. 8 μόνον Bpr. ψυχος ἢν μόνος Α ἀνδρεία εὐψυχία aB 10 εὖ superscr. ’, ut videtur ante βουλόμενοι add. οἱ Β πάλιν—εὐδαίμων (15) Suidas sub v. εὐδαιμονία καὶ εὐδαίμων 12 τὴν superscr. Β δαίμονα] inter ί et μ spatium vacxium 12 — 14 lit. reliquit Β 13 ὑπὸ corr. ex τὸ P2 δὴ aAP Suid.: δὲ BD 13. 14 κατὰ ξενοκράτην Β 14 εὐδαίμων post ἔχων transposuit Α 15 ὁ σπουδαῖος ἄρα εὐδαίμων AD: σπουδαῖος δὲ add. Suid.: ras. 2 lit. P) ἄρα ὁ εὐδαίμων aBP Suid. δεῖξαι—προαιρεῖται (20) Suidas sub v. προαίρεσις 17 πρὸς (ante ἄλλου) Α 18 τούτω Α βούλεσθαι BD 19 δὲ om. Α 20 θέλοντες δεῖξαι—ἀκολάστου (27) Suidas sub v. ἐγκράτεια οὐκ ἔστιν ὁ σώφρων D 21 αὐτοῦ κρατοῦντα A: αὐτοκρατοῦντα P 22 ante κρατούμενόν add. τὸ aAB 23 δὴ scripsi: δὲ libri: om. Suid. τὰ pro altero τὸ B 24 post μὲν add. ἂν ᾖ aB κρατοῦν—κρατούμενον aP Suid. 25 ὁμολογοῦντα] φρονοῦντα Β τῆς om. A 27 τοῦ BD: om. aAP Suid. ἔνεστι] ὲν P2 οὕτως—αὐτῷ (p. 177,5) Suidas sub v. εὔνους μὴ εἶναι εὔνουν ἀεί, εἰ Suid. 28 ὁ om. A ἢ] καὶ Suid.)
177
ὁ φίλος νοεῖ. ὁ δὲ τόπος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγειαι ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ ἔχων καλὰς χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων τὴν ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σποοδαιος.

[*](p. 112 b 1)

’Eπεὶδὲτῶνπραγμάτωντὰ μέν ἐστιν ἐξἀνάγκηςτὰ δὲ ὡς ἐπὶ τὸ πο|λὺ τὰ δὲ ὁπότερ’ ἔτυχεν.

[*](95)

Ὁ τόπος οὗτος τὴν ἀφορμὴν ἀπὸ (ἦς τῶν πραγμάτων διαφορᾶς λαμβάνει, καὶ ἔστιν ἐπὶ πλέον τοῦ πρώτου παραδοθέντο τοῦ ἀξιοῦντος “ἐπιβλέπειν εἰ τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν.” ἐπὶ γὰρ τούτουν τοῦτό που μετείληπται, τὸ μὲν ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὁρισμὸς ὑπάρχον εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχον (οὕτως γὰρ ἐκείνων ἕκαστον λαμβάνεται), τὸ δὲ συμβεβηκὸς εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ ὁπότερ’ ἔτυχεν· τοιοῦτον γὰρ τὸ οἷόν τε ὑπάρχειν καὶ μή, ᾧ ὡρίζετο τὸ συμβεβηκός. ἔτι εἰ καὶ συμβεβηκότα τινά ἐστιν ἀχώριστα, εἴη ἄν καὶ ταῦτα <ταὐτὰ> τοῖς ἐξ ἀνάγκης ὑπάρχουσιν· διὸ οὐδὲ ἀντιτίθησιν τῷ ἐξ ἀνάγκης τὸ συμβεβηκός· οὐδὲ γὰρ χρῆται οὔτε τῷ συμβεβηκότι οὕτε τῶν ἄλλων τινί, ἀλλὰ ὡς ἄλλῃ διαιρέσει χρῆται τῷ ἀναγκαίως τε ὑπάρχοντι καὶ μή. ἔχομεν γὰρ ὅτι τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, ὡς τὸ τὸν ἄνθρωπον ζῷον εἶναι (ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐσιίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι), τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ὰντι·κείuι ἑ ἁ, τὸ τὸν ἄνθρωπον ἡ τετραὃά·ι̣τυλον ἢ ἑξαδάκτυλον εἶναι (ἔστι γὰρ οὕτως καὶ ταῦτα)· ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον, τὰ δὲ ἐπ’ ἴσης, ὡς τὸ πολιτεύεσθαι τὸν ἄνθρωπον ἢ μή, ἀποδημεῖν ἢ μή, λούεσθαι ἢ μή. οὔσης τοίνυν τοιαύτης ἐν τοῖς οὖσι διαφορᾶς ἂν τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον τινὶ κατ’ ἄλλον τις ὑπάρχειν [*](1 ὁ φίλος ὀρθῶς collocal D φιλόσοφος Α 2 ὑγιὲς ἐπὶ πάντων λεγόμενον B λέγεται aABP Suid.: γίνεται D 3 post οὔτε add. ὁ ΑΒ ἔχων καλὰς χεῖρας D: ἔχων χεῖρας καλὰς Β: καλὰς ἔχων χεῖρας aAP Suidas 4 τὴν oin. Α 5 post σπουδαῖος add. ὡς ἤδη καὶ τὸν δαίμονα εὖ (εὖ superscr. P2) ἔχων τὸν ἐν αὐτῷ aP Suid. 6 τὰ δὲ —ἔτυχεν (7) om. Β 9 ἐστιν compend. in ras. 3 lit. P τοῦ πρώτου] c. 2 p. 109 a 34 10 εἰ aB, ante ras. 1 lit. P: εἰς AD ὠς] ὃ D ἀπέδωκε P1, corr. P2 11τοὐτου om. A τὸ μὲν transposui: μὲν τὸ libii 12 τὸ superscr. Β 13 post καὶ add. εἰς a, superscr. P2 ὁπότερον Α 14 ᾦ aDP: ὃ Α: ὡς Β 15 ὅτι καὶ εἰ Α ταὐτὰ addidi 18 ὡς] (??)ς P τε] τῶ Α 19 ὡς—λούεσθαι ἢ μή (27) sub V. ἀνάγκη (cf. etiam suh v. κυρίως) Suidas 21 τὰ] τὸ D ἐνδεχόμενα Α 22 πλεῖστον ADP Suid.: πολὺ aB post τὸν add. μὲν Β 24 τούτου Α ἡ prius om. Α 24. 25 ἢ ἑξαδάκτυλον om. D 25 οὕτως AD: ἐν τούτοις aΒ: ἐν τοῖς οὕτως P: ἐν τούτοις οὕτω Suidas 26 τὰ aBP: τὸ AD 27 post ἢ prius add. μᾶλλον Α λούεσθαι aBP Suid.: λέγεσθαι Α: βουλεύεσθαι D 28 ἄλλο τις Β)

178
λέγῃ ἐναλλάσσων τοὺς τῆς ὑπάρξεως αὐτῶν τρόπους, ἀφορμὴν δίδωσιν ἐπιχειρήσεως ἐλεγκτικῆς. εἰ γάρ τις λέγοι ἐνδέχεσθαι τὸν θεὸν ἄφθαρτον εἶναι ἢ τὸν ἄνθρωπον ζῷον ἢ λογικόν, οὗτος λέγοι ἄν τὸ ἀδύνατον μὴ εἶναι ἐνδέχεσθαι εἶναι· ἀδύνατον γὰρ τὸν θεὸν μὴ εἶναι ἄφθαρτον ἢ τὸν ἄνθρωπον μὴ ζῷον εἶναι· ὁ δὲ λέγων ἐνδέχεσθαι αὐτὸν ζῷον εἶναι οὗτος λέγοι ἂν ἐνδέχεσθαι καὶ μὴ εἶναι ζῷον αὐτόν· τοιοῦτον γὰρ τὸ ἐνδεχόμενον. ἔτι τὸ ἀεὶ ὑπάρχον οὐκ ἀεὶ ἂν ὑπάρχειν λέγοι· τὸ γὰρ ἐξ ἀνάγκης ὑπάρχον ἀεί τε καὶ παντὶ ὑπάρχει. ἀλλὰ κἄν διορίζων ὡς ἐπὶ τὸ πλεῖστον λέγῃ εἶναι τὸ ἐξ ἀνάγκης ὄν, ἡ αὐτὴ ἁμαρτία τῷ τὸ ὡς ἐπὶ τὸ πλεῖστον ὂν ἐνδέχεσθαι καὶ μὴ εἶναι διὰ τοῦτο γὰρ τὸ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἀναγκαῖον), οἷον ἄν λέγῃ τις τὴν ἀπόδειξιν ὡς ἐπὶ τὸ πλεῖστον ἀληθῆ εἶναι. κἄν ἐναλλάξας δέ τις τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀνάγκης εἶναι λέγῃ, παραπλήσιος ὁ λόγος. εἰ γὰρ λέγοι τις ἐξ ἀνάγκης τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι, λέγοι ἄν τὸ ἐνδεχόμενον εἶναι ἀναγκαῖον· εἶναι· ἐνδέχεται μὲν γὰρ καὶ μὴ εἶναί τινα πενταδάκτυλον· ὁ δὲ ἐξ ἀνάγκης λέγων πάντα εἶναι πενταδάκτυλον οὔ φησιν ἐνδέχεσθαι μὴ εἶναί τινα πενταδάκτυλον. ἀλλὰ κἂν τὸ ἔναντίον τῷ ὡς ἐπὶ τὸ πολύ (τοῦτο δέ ἐστι τὸ ἐπ᾿ ἔλασσον· ὡς γὰρ τὸ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, οὕτω καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ τῷ ἐπ’ ἔλασσον), ἂν δή τις τὸ ἐπ’ ἔλασσον ὂν ἢ ἐξ ἀνάγκης εἶναι λέγῃ ἢ ὡς ἐπὶ τὸ πολύ, ἐλέγχοιτ’ ἄν ἢ τὸ ὡς ἐπὶ τὸ πλεῖστον μὴ ὂν ἀδύνατον εἶναι λέγων μὴ εἶναι ἢ τὸ] ὡς ἐπὶ τὸ πλεῖστον εἶναι τιθέμενος, οἷον εἰ λέγοι τις ἐξ ἀνάγκης ὑπὸ κύνα ὕειν ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἑξαδακτύλους εἶναι τοὺς ἀνθρώπους. ὁμοίως κἄν τῶν ἀπὸ τύχης γινομένων τι λέγῃ τις ἢ ὡς ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι. ὅ τε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον ὡς ἐπὶ τὸ πολὺ ὑπάρχειν λέγων τὸ πᾶσιν ὑπάρχον οὐ πᾶσί φησιν ὑπάρχειν ὡς γάρ ὁ ἐνδεχομένως τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι οὐ πάντα φησὶν εἶναι, οὕτως καὶ ὁ λέγων ἐνδεχομένως αὐτὸν ἡ λογικὸν ἢ ἀναπνευστικὸν εἶναι οὐ πάντα ἂν λέγοι ἀεὶ τοιοῦτον εἶναι· τὸ μὲν γὰρ [*](1 αὐτῆς Α παραδίδωσι Β 2 ἐλεγκτικῆς D: ἐλεκτικῆς Α: συλλογιστικῆς BP: λογικῆς a λέγει Β 3 ante εἶναι priiis add. ex corr. μὴ I) οὕτως ’ (corr. ’O λέγοιτο D μὴ om. aP 4 ante γὰρ add. μὲν AP 5 μὴ εἶναι ζῶον Α αὐτὸν εἶναι ζῶον D λέηῃ aP 7 ante ὑπάρχον add. ὂν Α λέγοι· τὸ aBP: λἐγο:το AD 9 post εἶναι add. καὶ Α 10 ὃν— εἶναι post πλεῖστον habet, ubi omisit οὐκ ἀναγκαῖον, D διὰ — ἀναγκαῖον (11) om. Α 12 ἐξαλλάξας aBP λέγοι D 13 λέγει Β τὸν ἄνθρωπον ἐξ ἀνάγκης D 14 ἀναγκαῖον εἶναι iterat Α 15 μὲν oni. D 16 ἐνδέχεσθαι οὔ φησιν—πενταδάκτυλον Β: λέγοι ἄν τὸ ἐνδεχόμενον εἶναι ἀναγκαῖον εἶναι (ex vs. 14 translata) D 17 ante ἐπ’ add. ὡς BD 17 et 19 ἔλαττον aABP itemqiie p. 179,3 19 ἢ prius om. Β ante ἐξ add. ὡς D λέγοι 1) ἡ altenira add. P2 20 τὸ ὡς BDP: τῷ ὡς a: τοὺς Α πλεῖστον DP: πολὺ aB: om. Α ἡ post ὂν tianspositum malim 21 λέγειν μὴ aB τὸ prius delevi εἰ λέγει ΑΒ 22 κύνα ὔ in las. P2 23 τι om. aB 24 ante ὡς add. πολλὰ a, ante γίνε- σθαι B πολὺ ADP: πλεῖστον aB 2.3.26 ὑπάρχειν φησίν Β 26 ὁ aD, super- scr. P2: om. ABP1 ἐνδεχομένου Α 27 αὑτὸν ἐνδεχομένως Β 28 εἶναι prius om. Β αἰεὶ aAP τοιοῦτο P1, ν add. P2)
179
ἀναγκαῖον καθόλου, τὸ δὲ ἐνδεχόμενον οὐ τοιοῦτον), ὁμοίως κἂν ἐναλλὰξ πάλιν, ἐὰν· τὸ ὡς ἐπὶ τὸ πολὺ ἐξ ἀνάγκης εἴπῃ. ἔτι δὲ φανερωτέρα ἡ ἁμαρτία τοῦ τὸ ἐπ’ ἔλασσον ἐξ ἀνάγκης λέγονιος.

ἐνδέχεται μὲν οὖν τοῦτο ποιεῖν τινα ἐναλλάσσοντα τοὺς τρόπους τῆς ὑπάρξεως καὶ προστιθέντα, ὅτε καὶ φανερώτατος ὁ ἔλεγχος γένοιτ’ ἄν. ἐνδέχεται δὲ κἀκείνου μὴ προστιθέντος τινὰ διορισμόν, ἀλλ’ ἁπλῶς καὶ χωρὶς τοῦ προστιθέναι τὸν τρόπον τῆς ὑπάρξεως λέγοντος· ὑπάρχειν τὸ πρᾶγμα τὸν προσδιαλεγόμενον ἐφ’ ὃ οἷόν τέ ἐστιν ἐλεγχθῆναι μεταφέρειν τὸ ἀδιο ρίστως εἰρημένον ὡς οὕτως εἰρημένον. ἐπὶ μὲν οὖν τοῦ ἐνδεχομένου [*](96) ἀπίθανος ὁ τόπος καὶ προδήλως σοφιστικός· ὁ γὰρ τὸν ἁπλῶς· εἰπόντα εἶναι τὸν ἄνθρωπον ζῷον λέγων εἰρηκέναι, ὅτι ἐνδέχεται ζῷον αὐτὸν εἶναι, φανερῶς δόξει συκοφαντεῖν. γένοιτο δ’ ἂν διαλεκτικὸς ἐπὶ ἐκείνων μόνων, εἴ τις τὰ ἐνδεχομένως ὑπάρχοντα ἁπλῶς ὑπάρχειν λέγοι, οἷον εἴ τις λέγοι ἁπλῶς τὸν γηρῶντα πολιοῦσθαι ἢ πάντα ἄνθρωπον πενταδάκτυλον εἶναι· ἐπεὶ γὰρ τὸ ἀναγκαῖον ἁπλῶς ὑπάρχει, δοκεῖ καὶ τὸ ἁπλῶς λεγόμενον ὑπάρχειν ὡς ἀναγκαίως ὑπάρχον λέγεσθαι. ὁ μὲν γὰρ κυρίως σοφὸς καὶ ἁπλῶς σοφός· ὁ δὲ μὴ οὕτως ὁ] μετὰ διορισμοῦ· τέκτων γὰρ σοφός· ἐν πᾶσι γὰρ τὸ κυρίως ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγεται. κυρίως δὲ ὑπάρχον τὸ ἀναγκαίως ὑπάρχον· ὁ δὴ τὸ ἐνδεχομένως ὑπάρχον ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγων ὑπάρχειν εὐλόγως ἄν εὐθύνοιτο ὡς ἀναγκαίως ὑπάρχειν λέγων τὸ μὴ οὕτως ὑπάρχον. τοῦτο δὲ καὶ αὐτὸς δι᾿ ὧν λέγει δηλοῖ· ἐπὶ γὰρ τῶν τὸ ἐνδεχομένως ὑπάρχον ἀπλῶς καὶ χωρὶς διορισμοῦ λεγόντων ὑπάρχει χρῆται τῷ τόπῳ. ὁ γὰρ τοὺς ἀπο- κηρύκτους φαύλους εἶναι λέγων ἀπλῶς δόξειεν ἄν λέγειν ἐξ ἀνάγκης καὶ καθόλου τοιούτους αὐτοὺς εἶναι· οὐ μὴν οὕτως ἔχει· ἐνδέχεται γάρ τινα καὶ μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον· Θεμιστοκλέα γοῦν ἀποκή- ρυκτον μέν φασιν γενέσθαι, οὐ μὴν φαῦλος ἦν.

Ἐπιζητήσαι τις ἄν πῶς, εἰ τὸ μὲν ἐνδεχόμενον ὑπάρχειν τε καὶ μὴ συμβεβηκός, τὸ δ’ ἀναγκαίως ὑπάρχον ἢ γένος ἢ ἴδιον ἢ ὁρισμὸς ἤ τι τῶν ὑπὸ ταῦτα, πῶς ἔτι ὑποτάσσοιτ’ ἄν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος [*](1 καθόλου aABP: ἀεὶ D καὶ Β ἐναλλάξας D 2 post εἴπῃ add. τις a, in ras. P2 ἔτι δὲ superscv. P2: δὲ om. D 5 προστιθέναι ὅτι Α φανερώτερος omisso ὁ ἔλεγχος Α 6 προστεθέντος Α 8 προσδιαλεγόμενον D : διαλεγόμενον aABP ἐστιν superscr. P2 ἐλεγχθῆναι om. I) 9 τὸ corr. ex (??) Β οὕτως] ὄντος B 10 τόπος scripsi: τρόπος. libri καὶ] οὐ A τὸν add. P- aut P5 11 εἰπόντα] ὄντα in ras. superscr. P2 εἶναι post ζῷον prins transposuit A λέγων in mrg. P2 εἴρηκε P1, corr. P2 11. 12 αὐτὸν εἶναι ζῶον Β 12 διαλεκτικὸς] κὸς in ras. P2 13 ἐνδεχόμενα Α 13. 14 λέγοι D: λέγει aABP 14 λέγει Β 16 γὰρ om. D 17 6 altorin delevi 18 ante Β add. ὁ aABP: om. D post χωρὶς add. δὲ aADP: om. Β 19 δὴ] δὲ B ἐνδεχομένως] ως compeiid. in ras. P 20 λέγων om. Β ὡς] xod ὁ a 21 brApyov corr. ex ὑπάρχειν B 22 ἐνδεχομένως scripsi cf. vv. 13, 19: ἐνδεχόμενον ὡς libii 23 ὁ γὰρ—φαῦλος ἦν (27) Suidas sub v. ἀποκήρυκτος 24 ἁπλῶς corr. B δόξαι Suid. 27 φαῦλον εἶναι Β 28 πῶς om. D 29 ὑπάρχειν a 30 ὑπ᾿ αὐτὰ aP ἂν aAD: ἄν τι BP τοῖς πρὸς τἄ] πρὸς τοῖς P τοῦ om. aP)

180
προβλήματα τόποις ὁ δεικνὺς ὅτι τὸ ἐξ ἀνάγκης ὑπάρχειν ἀποδεδομένον οὐκ ἐξ ἀνάγκης ὑπάρχει. δεικνύοι γὰρ ἄν οὗτ·ος ἤτοι ὅτι οὐχ ὡς γένος ὑπάρχει ἢ ὅτι οὐχ ὡς ἴδιον ἢ ὅτι οὐχ ὡς ὅρος· ἀλλὰ τὰ τοῦ γένους ἀναιρετικὰ ἐν τοῖς πρὸς τὸ γένος τόποις· ὁμοίως καὶ ἐπὶ τοῦ ἰδίου καὶ ἐπὶ τοὐ ὁρισμοῦ ὥσπερ καὶ τὰ τοὐ συμβεβηκότος προβλήματα]. ἢ ἐπεὶ οὐχ ὡς γένος ἢ ἴδιον ἢ ὁρισμὸν ἀναιρεῖ ἀλλὰ καθόλου ὅτι μὴ ἀναγκαῖον, ὑπ’ οὐδὲν ἄν ἐκείνων ὑποτάσσοιτο· καὶ γὰρ συμβεβηκός τι ἀναγκαῖον. εντι οὐ διὰ μεθόδου τινὸς ἀναιρεῖ τὸ ἀναγκαῖον ἀλλὰ προχείρῳ ἐναργείᾳ χρώμενος· ἀναιρῶν δὲ τοῦτο κατασκευάζει τὸ συμβεβηκός, ὥστε εἴη ἄν διὰ τοῦτο τοῖς πρὸς τὸ συμβεβηκὸς ὑποτασσόμενος ὡς τοῦ συμβεβηκότος κατασκευαστικός. διὰ τοῦτο δὲ καὶ ἐπὶ μὲν τοῦ πρώτου τόπου οὐκ ἀντέστρεψεν· οὐ γὰρ εἶπεν ‘εἰ τὸ ὡς συμβεβηκὸς ὑπάρχον κατ’ ἄλλον τινὰ τρόπον ἁποδέδωκεν’· ἐγένετο γὰρ ἐπ’ ἐκείνου ἀντιστρεφομένου ἢ ἀπὸ γένους ὁ τόπος ἢ ἀπὸ ἰδίου ἢ ἀπὸ ὅρου· τὸ γὰρ συμβεβηκὸς ἐγίνετο κατά τι τούτων ἀποδιδόμενον· ἐπὶ δὲ τούτου· ἀντέστρεφεν, ὅτι τῷ ἀναγκαίῳ ἐν αὐτῷ χρῆται, ὃ δύναται καὶ ἐν τῷ συμβεβηκότι εἶναι, ἀλλ’ οὐ τῷ γένει ἢ ἰδίῳ ἡ ὅρῳ.

[*](p. 112b21)

Ἔτι εἰ αὐτὸ ἑαυτῷ συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον.

Ὁ μὲν τόπος ἀπὸ τῶν πολυωνύμων. ἔστι δὲ τὸ δι’ αὐτοῦ λεγόμενον· ἐπεὶ οὐδὲν αὐτὸ ἑαυτῷ οἷόν τε συμβεβηκέναι τὸ γὰρ συμβεβηκὸς ἐν ὑποκειμένῳ καὶ ἄλλο τοῦ ᾧ συμβέβηκε, καὶ ὃ] οἷόν τε ὑπάρχειν καὶ μή· οὔτε δέ τι αὐτὸ αὑτῶ ὑπόκειται καὶ ἄλλο τί ἐστιν αὑτοῦ, οὔτε οἷόν τέ τι αὑτῷ ὑπάρχειν τε καὶ μή), ἄν δή τις πλανηθεὶς ἐπὶ τῶν πολυωνύμων ὡς κατὰ τὴν τῶν ὀνομάτων διαφορὰν ἐχόντων καὶ πραγμάτων διαφορὰν εἴπῃ τὸ ἕτερον τῷ ἑτέρῳ συμβεβηκέναι, οἷον τὸ ξίφος τῇ μαχαίρᾳ ἢ τῷ βροτῷ τὸν ἄνθρωπον ἢ τῷ φάρει τὸ ἱμάτιον ἢ τῷ ἥδεσθαι τὸ χαίρειν ἢ τῷ χαίρειν τὸ εὐφραίνεσθαι, οὗτος ἐλέγχοιτ’ ἂν αὐτό τι αὑτῷ συμβεβηκέναι [*](1 προβλήματα aB: τροβλήμασι ADP τόποις ex τόπος, ut videtur, corr. P2 ὁ om. aB ὑπάρχειν aP: ὑπάρχον BD: compeiid. Α 1. 2 ἀποδεδομένον οὐκ ἐξ ἀνάγκης ὑπάρχει om. AD 2 ὑπάρχειν (post ἀνάγκης) a δεικνύῃ Β οὗτος aBP: οὕτως AD ἤτοι superscr. Β ὅτι om. D 3 τὰ superscr. ’’ 1 post ὁμοίως add. δὲ Β ἐπὶ alterum om. AP 5 ὥσπερ—προβλήματα (βλήματα periit in D) delevi ἢ] εἴη Β (i post ἀναγκαῖον add. εἶναι ABD 7 ὑπ’ οὐδὲν οὐδὲ ἓν aP) ἂν ἐκείνων ἒν add. A) aAP: ὑπὸ δὲ ἓν ἐκείνων ἂν Β: ὑπ’ οὐδὲ ἒν ἐκείνων D 8 μέθοδόν τινα Α 8. 9 προχείρως ἐνεργεία AD 10 ὑποτασσόμενος ὡς AD: ὑποτασσόμενον ὂν aBP 11 κατασκευαστικόν aB (non P) δὲ om. Α 11. 12 ἐπὶ μὲν τοῦ πρώτου τόπου] cf. p. 177,9 12 ὡς om. Α 13 τρόπον om. B ἀποδιδῶ Α ἀπ’ Α 14 ὁ τόπος ἢ ἀπό γένους Α 15 ἐγένετο aP τι] τε P τούτοις (post δὲ) D 15. If, ἀντέστρεψεν Α 16 ἐν alterum ex corr. add. D τῷ alterum aP: om. ABD 17 οὐ] οὐδέ a 18 post ἔτι add. καὶ Arist. (om. u) αὐτὸ Β Arist.: τὸ αὑτὸ aADP ἑαυτῷ aBP Arist. : om. AD 20 συμβεβηκέναι οἷον τε Β 21 ὃ delevi 22 τι αὐτὸ αὐτῶ Α: τι αὐτῶ D: αὐτό τι αὑτῷ ἑαυτῶ Β) aBP τι tertium om. Β 23 αὑτῶ corr. ex αὐτῶ Β τε ex corr. add. I) ἀπὸ Α 24 εἴπῃ ora. P1: post ἑτέρῳ (25) transposuit a: iliidem add. P2 27 οὕτως ἂν ἐλέγχοιτο ἂν Α αὑτῷ P: αὐτῶ AD: ἑαυτῷ aB)

181
λέγων· ταὐτὸν γὰρ κατὰ τὸ ὑποκείμενόν τε καὶ σημαινόμενον ἡδονὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις. Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν δι’ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων· νομοθετούντων δέ ἐστι τοῦτο ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων. τὸ μὲν οὖν εἰπεῖν τὴν ἡδονὴν χαρὰν οὐχ ἁμάρτημα, ὥσπερ οὐδὲ τὸ τὴν μονάδα ἀδιαίρετον ἡ τὴν στιγμὴν ἀμερῆ· οὐδὲ γὰρ τὸ τὴν χαρὰν χαρὰν εἰπεῖν ἢ ἰὴν μονάδα μονάδα· τὸ δὲ συμβεβηκέναι θάτερον θατέρῳ λέγειν ἄτοπόν τε καὶ ψεῦδος.

[*](p. 112b27)

Ἐπεὶ τἀναντία συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίω σιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμεμα.

[*](97)

Ὁ μὲν τόπος ἀπὸ τῆς τῶν ἐναντίων συμπλοκῆς. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου· ἐπεὶ δύο συζυγίαι ἐνατιώσεων συμπλεκόμεναι ἀλλήλαις ἓξ συζυγίας συμπλοκῶν ποιοῦσιν, ὧν αἱ μὲν δύο συζυγίαι οὐκ ἔχουσιν ἐναντίωσιν πρὸς ἀλλήλας, αἱ δὲ τέσσαρες ἔχουσιν, ἀξιοῖ ἀπὸ τῶν συζυγιῶν τῶν τὴν ἐναντίωσιν ἐχουσῶν ὁρμωμένους, ὅταν τι ᾗ τιθέμενον τοιοῦτον ὡς ἔχειν ἑκάτερον τῶν ὅρων τῶν ἐν τῷ τιθεμένῳ προβλήματι ἐναντίον τινί, ἐπὶ τὰς ἐναντίας τῆς ἐν τῷ προβλήματι συμπλοκῆς συμπλοκὰς ἐπιβλέποντας πειρᾶσθαι δεικνύναι τινὰ αὐτῶν ἀληθῆ· ἐκείνης γὰρ ἀληθοῦς δειχθείσης ἀνῃρημένον ἄν εἴη τὸ πρόβλημα, ἐπειδὴ ἀδύνατον ἅμα τἀναντία ἀληθῆ εἶναι. καὶ ἡ μὲν τοῦ τόπου περίληψις τοιαύτη. σαφὲς δ’ ἂν τὸ λεγόμενον γίνοιτο, εἰ ἐκθέμενοι τἀς ἐναντιώσεις καὶ τὰς συζυγίας τὰς γινομένας κατὰ τὰς συμπλοκὰς αὐτῶν δείξαιμεν, πῶς μὲν ἓξ ἅπασαι γίνονται, πῶς δὲ αἱ τέσσαρές εἰσιν ἀπὸ τῶν ἓξ αἱ τὴν ἐναντίωσιν ἔχουσαι, καὶ τίνες αὗται. ἔστωσαν δὴ δύο συζυγίαι ἐναντίων, μία μὲν δίκαιον καὶ ἄδικον, ἑτέρα δὲ ἀγαθὸν καὶ κακόν, καὶ συζευγνύσθω ταῦτα ἀλλήλοις καθ’ ὅσους τρόπους οἷόν τε συζεύγνυσθαι αὐτά, φυλασσομένου τοῦ ἑκάστην συζυγίαν ἀνὰ ἕνα ὅρον ἔχειν τῶν ἐξ ἑκατέρας ἐναντιώσεως. ἔσονται δὴ οὕτως συντιθεμένων συζυγίαι συμπλοκῶν οὐ πλείους τῶν ἕξ· ἢ γὰρ ἑκάτερον τῶν ἐκ τῆς ἑτέρας ἐναντιώσεως [*](1 ταὐτὸν—ψεῦδος (9) Suidas sub v. χαρά ταὐτὸν BD Suid.: ταῦτα Α: ταὐτὰ aP κατὰ ex καὶ corr. P2 καὶ τέρψις καὶ εὐφροσύνη D 3 τούτων om. Β 5 δι’ ὤτων aAP: διὰ θεωρίας D Suid.: διὰ θεωρίαν Β 6 ἀλλ᾿—λεγόντων om. aP Suid. 7 ἡμάρτηκεν Β ἢ—ἀμερῆ (8) AD: oin. aBP Suid. 8 οὐδὲν Α χαρὰν alterum om. A post ἢ add. τὸ Β 10 τἀναντία D(C): τὰ ἐναντία aABP Arist. συμπέπλεκται aADP(ABPf): συμπλέκεται Β Arist. 11 ἐναντίωσιν—συμπλεκόμενα om. Β ποιεῖ Arist. συμπλεκόμενον Α 16 ὁρμώμενα Α ᾖ] εἴη τὸ Α 17 ὡς postea add. ’ aut P1 ἔχει Α ἕκαστον Β 19 ἐπιβλέποντι Α: corapeud. D τίνα τίνα etiaai aP) δεικνύειν Β 21 περίληψις D: πρόσληψις A: πλῆ A: πλ Ρ π in ras. P2): ras. πρόσληψιν a: ὑπόληψις Β 23 μὲν add. P2 24 fort, αἱ πᾶσαι sive <αἱ> ἅπασαι 26 ABDP1: σοζευγνύσθωσαν aP2 28 ἑκατέρας scripsi cf. p. 183,2: ἑτέρας libri 29 συντιθέμεναι Α συμπλοκῆς Α 30 ἢ excipit p. 182,8 ποτὲ δὲ αὖ)

182
ἑκατέρῳ τῶν ἐκ τῆς ἑτέρας συμπλακήσεται, καὶ ἔσονται τοῦτον τὸν τρόπον συμπλεκομένων αὐτῶν δύο συζυγίαι συμπλοκῶν· ἢ γὰρ τῷ μὲν δικαίῳ τὸ ἀγαθόν, τῷ δὲ ἀδίκῳ τὸ κακὸν συμπλακήσεται, καὶ ἔσται μία αὕτη συζυγία ἡ ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον κακόν᾿, ὑποκειμένου μὲν ἐν ἑκατέρᾳ τῶν συμπλοκῶν ἐν ᾗ μὲν τοῦ δικαίου ἐν ᾗ δὲ τοῦ ἀδίκου, κατηγορουμένου δὲ ἐν μὲν τῇ τοῦ ἀγαθοῦ ἐν δὲ τῇ τοῦ κακοῦ· ποτὲ δὲ ἔμπαλιν τῷ μὲν δικαίῳ τὸ κακόν, τῷ δὲ ἀδίκῳ τὸ ἀγαθόν, ὡς εἶναι τὴν συζυγίαν ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον ἀγθόν᾿. ποτὲ δὲ αὖ τῷ ἑτέρῳ τῶν ὑποκειμένων ἑκάτερος ἀνὰ μέρος τῶν κατηγορουμένων συμπλακήσεται, οἷον τῷ δικαίῳ ὁτὲ μὲν τὸ ἀγαθὸν ὁτὲ δὲ τὸ κακόν, καὶ ἔσονται πάλιν ἄλλαι δύο συζυγίαι, μία μὲν ‘τὸ δίκαιον ἀγαθόν, τὸ δίκαιον κακόν᾿, ἑτέρα δὲ ‘τὸ ἄδικον κακόν, τὸ ἄδικον ἀγαθόν᾿. αἱ δὲ λοιπαὶ δύο, ὅταν ἔμπαλιν ἀμφο- τέρους τοὺς ὑποκειμένους κατ᾿ ἰδίαν ποτὲ μὲν τῷ ἑτέρῳ τῶν κατηγορουμένων συμπλέξωμεν ποτὲ δὲ ἑτέρῳ, οἷον τῷ δικαίῳ ποτὲ μὲν τὸ ἀγαθὸν ποτὲ δὲ τὸ κακόν, καὶ πάλιν τῷ ἀδίκῳ ποτὲ μὲν τὸ κακὸν ποτὲ δὲ τὸ ἀγαθὸν· ἔσται γὰρ ἡ μὲν ἑτέρα ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον ἀγαθόν᾿, ἡ δὲ ἑτέρα ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον κακόν᾿. αἱ μὲν οὖν γινόμεναι ἐκ· τῶν δύο ἐναντιώσεων συμπλεκομένων κατὰ τὸν προειρημένον τρόπον συζυγίαι τε καὶ συμπλοκαὶ αὗταί τε καὶ τοσαῦται. πρώτη συζυγία ἡ ἔχουσα ἑκάτερον περὶ ἑκατέρου, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστ᾿. δευτέρα ὁμοίως αὐτῇ ἔχουσα ἔμπαλιν ἑκάτερον περὶ ἑκατέρου ἡ ‘τὸ δίκαιον κακόν ἐστι, τὸ ἄδικον ἀγαθόν’. τρίτη ἡ ἔχουσα τοῦ ἑτέρου τῶν ὑποκειμένων ἐν μέρει ἀμφότερα κατηγορούμενα, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ δίκαιον κακόν ἐστι᾿. τετάρτη καὶ αὐτὴ ὁμοίως τοὐ ἑτέρου τῶν ὑποκειμένων ἀμφότερα ἐν μέρει κατηγοροῦσα ἡ ‘τὸ ἄδικον ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστι᾿. πέμπτη ἡ ἔχουσα ἑκατέρου τῶν ‘ποκειμένων παρὰ μέρος τὸν αὐτὸν κατηγορούμενον, ὡς ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον ἀγαθόν ἐστιν’. ἕκτη καὶ αὐτὴ ὁμοίως ἔχουσα τὸν αὐτὸν ἑκατέρου τῶν ὑποκειμένων κατηγορούμενον ἡ τὸ ‘δίκαιον κακόν ἐστι, τὸ ἄδικον κακόν ἐστι᾿. παρὰ δὲ ταύτας οὐχ οἷόν τε ἄλλην τινὰ [*](1 συμπλακήσεται ante ἑκατέρῳ transposuit D 2 ἢ excipit 6 ποτὲ δὲ γὰρ add. P2 3 αὕτη] " in ras. P2, post ἡ et supra las. 4 post δίκαιον add. καὶ D ἐν ora. Α 5 ἑκατέρα corr. iion liquet unde P: ἑκατέρῳ a ἡ ’, corr. P2 ἐν ᾗ δὲ τοῦ ἀδίκου om. Β 6 post δὲ prius add. αὐτῶν Α 8 αὖ τῶ BD: αὐτῷ aAP δ’ αὐτῶ—ἑκάτερος (9) iterat Α 10 ὁτὲ utrobiqueAD: ποτὲ B: τοτὲ aP 11 κακόν— ἀγαθόν Β 14 συμπλέξομεν Β οἷον add. P- post δικαίῳ add. καὶ ἀδίκῳ aABD: cm. P 11. 15 ποτὲ μὲν—ἀδίκῳ om. D 16 καλόν pro priore ἀγαθόν Α 16. 17 ἄδικον ἀγαθόν ex δίκαιον κακόν corr. P2 aut P5 17 ἄδικον—δίκαιον Β δίκαιον corr. ex ἄδικον et κακόν alterum ex ἀγαθόν P2 aut P5 18 συμπλεκόμεναι Α προειρημένων aB 20 ἡ alterum D: om. aABP 21 αὐτὴ D: καὶ αὐτὴ αὕτη Β) ἡ AB: καὶ αὕτη aP 22 ἡ alterum BD: om. aAP 23 τὸ ἕτερον Β ἀμφότερα ἐν μέρει Α ἀμφοτέρων B 24 αὕτη uBP 25 κατηγοροῦντα Α 26 post ἀγαθόν ἐστι add. ἡ Β ἡ Β: om. aADP ἔχουσι Α 27 τῶν αὐτοῦ κατηγο- ρουμένων Α 28 καὶ αὐτή, sed post ἔχουσα, D : καὶ αὐτὴ aABP 28. 29 τὸν αὐτὸν post ὑποκειμένων transposuit D)
183
καὶ ἐξ ἑκατέρας ἐναντιώσεως ἕνα. τούτων δὴ τῶν ἓξ συζυγιῶν αἱ μὲν δύο αἱ πρῶται ῥηθεῖσαι, ἐν αἷς ἑκάτερον τῶν ἐναντίων συμπλέκεται, οὐ ποιοῦσιν οὐδεμίαν ἐναντίωσιν. οὔτε γὰρ ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι’ τῇ τὸ ἄδικον κακόν ἐστιν’ ἐναντία συμπλοκή ἀμφότερα γὰρ ἀληθῆ, καὶ ἄμφω τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν καὶ τὸ ἄδικον κακόν· ἀστεῖα γὰρ ἄμφω), οὔτε πάλιν ἡ ‘τὸ δίκαιον κακόν’ λέγουσα τῇ ‘τὸ ἄδικον ἀγαθόν’ λεγούσῃ· πάλιν γὰρ καὶ ταῦ τὰ ὁμοίως ψευδῆ [*](98) καὶ φευκτὰ καὶ τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τό τεδίκαιον κακὸν ὑπολαμβάνειν καὶ τὸ ἄδικον ἀγαθόν. οὐ μάχεται οὖν ἀλλήλοις ἀλλὰ ἀκολουθεῖ· τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά. εἰπὼν δὲ ἀμφότερα φευκτὰ εἶναι τὰ δεύτερον εἰρημένα καὶ τοῦ αὐτοῦ ἤθους καὶ προσθεὶς ὅτι φευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντίον, ἐπεὶ ἔκειτο ἐν Ἠθικοῖς καθ’ ἑκάστην ἠθικὴν ἀρετὴν εἶναί τις κακία, ἡ μὲν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ, ὁ· * * * ἀλλὰ καὶ ἀλλήλαις, προσέθηκε τὸ ἐὰν μὴ ᾖ τὸ μὲν καθ’ ὑπερβολὴν τὸ δὲ κατ’ ἔνδειαν. πῶς μὲν οὖν ἐκεῖ ἐναντία τὰ τοιαῦτα ἀλλήλοις τε καὶ τῇ ἀρετῇ εἶναι λέγεται, καὶ ὅτι μὴ ὁμοίως μηδὲ κατὰ τὸ αὐτὸ τῇ τε ἀρετῇ καὶ ἀλλήλοις, ἐν ἐκείνοις εἴρηται. νῦν δὲ λέγει, ἐπεὶ τὰ προειρημένα ἀμφότερα ὄντα φευκτὰ οὐ δι’ ὑπερβολὴν ἢ ἔνδειάν ἐστι φευκτὰ ἀλλ’ ἁπλῶς, ὅτι μή ἐστιν ἀλλήλοις ἐναντία. ἔδειξε δὲ τὴν δευτέραν συζυγίαν μὴ ἔχουσαν ἐναντίωσιν οὐδὲν εἰπὼν περὶ ἰῆς πρώτης, ὅτι ἐπὶ μὲν τῆς πρώτης αὔταρκες ἦν τὸ εἶναι αὐτὰς ἅμα ἀληθεῖς· οὐδέποτε γὰρ οἷόν τε συνυπάρχειν. καὶ ἅμα ἀληθῆ εἶναι τὰ ἐναντία· ἅμα μέντοι ψευδῆ εἶναι οὐδὲν κεκώλυται τὰ ἐναντία· οὐ γὰρ διαιρεῖ τἀληθές τε καὶ ψεῦδος τὰ ἐναντία ὥσπερ ἡ ἀντίφασις. ἐπεὶ τοίνυν ἡ δευτέρα συζυγία ἡ ἀμφοτέρας τὰς συμπλοκὰς φευκτὰς ἔχουσα ἀμφοτέρας τὰς συμπλοκὰς ἔχει ψευδεῖς, ὃ οὐκ ἔστιν ἀδύνατον περὶ τὰ ἐναντία, διὰ τοῦτο πρὸς τὸ μὴ εἶναι αὐτὰς ἐναντίας ἐχρήσατο δείξει τῇ ὅτι φιοευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντία ἀλλή- λοις, ἀλλ’ ἢ ἐν μόνοις ἐν οἷς περὶ ταὐτόν τι τὸ μὲν ὑπερβάλλει τὸ δὲ ἐλλείπει. ἔτι ἐναργές τέ ἐστι καὶ καθόλου ἀληθὲς ὅτι ἀγαθὸν [*](2 καὶ cm. a 3 πρῶτον Α ἐναντιώσεων D 5 ἀμφότεραι γὰρ ἀληθεῖς Α τὸ 6 τὸ ABD: τό τε aP2: om. P1 8 post ὁμοίως add. καὶ Α 9 φευκτὰ] ψεκτὰ 15 B 9. 10 ἄδικον ἀγαθὸν—δίκατιον κακόν D 11 ἐστὶν om. Α 12 δεύτερον] δύο τὰ Β: δεύτερα couicio cf. vs. 3 13 post ἐπεὶ add. δὲ A ἐν Ἠθικοῖς] Eth. Nicom. II 8 p. 1108b11 sq. 14 ἠθικὴν ἀρετὴν AD: iuv. ord. aBP ’ecUiiu indicavi; supple αἰ οὐ μόνον τῇ ἀρετῇ ἐναντίαι εἰσὶν 15 προσέθηκε (v delevit B2) τὸ aABP: προσέθηκεν D ᾖ] λεγόμενον ᾖ, sed post 16 ἔνδειαν, Arist. (post μὴ habent ᾖ Cu) 16 τὰ τοιαῦτα add. P2 aut P5 17 ὁμοίως aABP: ὁμοῦ 1) 18 τε om. aP ἐκείνη Bpr. 20 προτέραν Α 21 οὐδὲν D: οὐδὲ aBP, post εἰπὼν Α περὶ—γὰρ (22) om. A 22 αὐτὰς iieglegentius dixit, quasi περὶ τῶν τῆς πρώτης συμπλοκῶν antecedeiet cf. p. 184,14 — 18 23 τἀναν supra scripto τ Α 24 οὐ] οὐδέ Β 2.5 τἀναντία Β κατάφασις Β post τοίν·υν add. καὶ Α δευτέρα om. Α 2() τὰς συμπλοκὰς ἔχει ψευδεῖς IJ: ἔχει post ψευδεῖς habet Α, post ἀμφοτέρας aBP 27 ὃ om. Β τἀναντία B 28 τῇ om. D ἐναντία aAP: ἐναντίον D: com (??) pcnd. Β 29 30 ὑπερβάλλειν—ἐλλει A 30 ἔτι] ὅτι B ὅτι—ἀληθὲς (p. 184,1) om. D)
184
ἀγαθῷ οὐκ ἔστιν ἐναντίον· οὐκέτι δὲ καθόλου ἀληθὲς τὸ φευκτὸν· φευκτῷ μὴ εἶναι ἐναντίον. τὰς δὲ καταλειπομένας τέσσαρας συμπλοκὰς ἐναντίωσίν φησι ποιεῖν. ἥ τε γὰρ λέγουσα τὰ δίκαια ἀγαθὰ συμπλοκὴ ἐναντία τῇ τὰ δίκαια κακὰ λεγούσῃ, ἐξ ὧν ἦν συμπλοκῶν ἡ τρίτη συζυγία. τοῦ δὲ ἐναντίας εἶναι τὰς ἐν ταύταις ταῖς συζυγίαις συμπλοκὰς δεικτικῷ χρῆται τῷ ἀπὸ ἐναντίου ἤθους καὶ ἀπὸ ἐναντίας ἕξεως ταύτας γίνεσθαι· ἐναντίοι γὰρ τὰ ἤθη ὅ τε τὸ δίκαιον ἀγαθὸν λέγων καὶ ὁ τὸ δίκαιον κακόν. ᾧ μέτρῳ τῶν ἐναντίων χρώμενος εἰκότως εὑρήσει πλείω ἑνὶ ἐναντία. ἔστι δὲ καὶ τὸ τῇ κατὰ τὸ ἦθος ἐναντιώσει κρίνειν τὰ ἐναντία ἔνδοξον μὲν καὶ διαλεκτικόν, οὐκ ἀληθὲς δέ· ἀπὸ ἐναντίου γὰρ ἤθους καὶ τὸ λέγειν τό τε δίκαιον ἀγαθὸν καὶ τὸ μοιχεύειν ἀγαθόν, ἀλλ’ οὐκ ἐναντία ἀλλήλοις τὸ δίκαιον ἀγαθόν, τὸ μοιχεύειν ἀγαθόν. ἦν δ’ ἂν ἐναντία, εἰ ἦν τῷ δικαίῳ ἡ μοιχεία ἐναντίον· περὶ γὰρ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ὁ λόγος. ἀλλὰ καὶ ἡ τετάρτη συζυγία ἐξ ἐναντίων δοκεῖ συγκεῖσθαι, ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα τῇ τὸ ἄδικον κακὸν λεγούσῃ · ἀπὸ ἐναντίων γὰρ καὶ αὗται ἕξεων. ἀλλὰ καὶ ἡ πέμπτη τοιαύτη, ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν· ἐναντίαι γὰρ καὶ αὗται καὶ ἀπὸ ἐναντίων ἕξεων. ὁμοίως καὶ ἡ ἕκτη ἔχει, ἡ τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον κακόν · καὶ γὰρ αὗται ταῖς προειρημέναις ἐναντίαι.

Δείξας δὲ ταύτας καὶ εἰπὼν καθ’ ἑκάστην γὰρ συζυγίαν τὸ μὲν αἱρετὸν τὸ δὲ φευκτόν, καὶ τὸ μὲν ἐπιεικοῦς ἤθους δὲ φαύλου, ἐπήνεγκε δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι τῷ αὐτῷ πλείονα ἐναντία συμβαίνει γίνεσθαι, λαμβάνων τοῦτο ὡς τοῖς κειμένοις ἑπόμενον. ἣν γὰρ ἄν συμπλοκὴν ἐπαινετὴν ἢ ἀληθῆ λάβωμεν, ταύτῃ πᾶσαι αἱ ψεκταὶ ἢ ψευδεῖς ἐναντίαι ἔσονται <αἱ> ἐν ταῖς συζυγίαις, καὶ οὐ πλείους εὑρεθήσονται οὖσαι τῶν δύο· καὶ ὁμοίως ἣν ἄν ψεκτὴν ἢ ψευδῆ , ταύτῃ πᾶσαι αἱ ἐν πάσαις ταῖς συζυγίαις ἐπαινεταὶ ἡ ἀληθεῖς ἐναντίαι, αἵτινες οὐδ’ αὐταὶ πλείους εἰσὶ τῶν δύο. ἔστι δ’ ἐπαινετὸν μέν, τοῦτ’ ἔστιν ἀληθές, ἐν τῇ πρώτῃ συζυγίᾳ τὸ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν, ψεκτὸν δὲ τὸ τὸ δίκαιον κακόν, ὥστε τοῦτο ἐναντίον ἔσται ἐκείνῳ· ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ συμπλοκῇ, τῇ τὸ ἄδικον ὑποκείμενον ἐχούσῃ ἐν ἀμφοτέραις ταῖς [*](2 ἐναντίωσιν D: ἐναντία B: ἔναν Α: om. aP o τε excipit 14 ἀλλὰ καὶ γὰρ superscr. Β post γὰρ add. μὴ Α 5 δεικτικῶς D et, ut videtur, ’ (corr. ’) 7 τῶ ἤθει ὅτι τὸ δίκαια ἀγαθὰ λέγων καὶ ὁ τὰ δίκαια κακά Α 9 καὶ τὸ om. ΑΒ: καὶ add. P2 10 τε AD: om. aBP 11 τὸ (ante μοιχεύειν) iterat Α post ἀλλήλοις add. τῶ Β post τὸ alterum add. γὰρ Α 12 δ’ om. BP1 (add. P2) post ἡ eras. 2 lit. P 13 ἐναντία D 14 ἡ alterum om.A 16 ἀλλὰ—ἕξεων (17) om. D 17. 18 δίκαιον κακόν—ἄδικον ἀγαθὸν P1, corr. P2 17 καὶ alterum om. A καὶ tertium om. B 18 κακόν alterum] ἀγαθόν· ἐναντίαι γὰρ αὗται καὶ ἀπὸ ἐναντίων ἕξεων (ex vs. 17 translata) Α 20 ταύτας] καὶ αὐτὰς B 23 λαμβά- νει P εἰ in ras. P2) ὡς corr. B 24 ἄν aBP: καὶ Α: om. D post συμπλοκὴν add. δὲ A 25 αἱ alterum addidi 27 post ἂν add. ἡ a ψευδῆ ἢ ψεκτήν Β 28 αὗται D 32 συζυγίᾳ conicio, at cf. p. 181,28. 183,1 τῇ om. B ἐν—συμ- πλοκαῖς (p. 185,1) om. B)

185
συμπλοκαῖς, ψεκτὴ πάλιν ἐστὶ συμπλοκὴ ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα· ἔσται ἄρα καὶ αὕτη ἐναντία τῇ τὸ δίκαιον ἀγαθὸν λεγούσῃ. ἐν δέ γε ταῖς παταλειπομέναις δύο συζυγίαις αἱ ψεκταὶ συμπλοκαὶ αἰ αὐταί εἰσι ταῖς ἤδη προειρημέναις· ἐν μὲν γὰρ τῇ ἑτέρᾳ αὐτῶν, τῇ πέμπτῃ, ψεκτή ἐστιν [*](99) ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα, ἥτις ἦν καὶ ἐν τῇ τετάρτῃ ψεκτὴ συμπλοκή, ἐν δέ γε τῇ ἕκτῃ ἡ τὸ δίκαιον κακὸν λέγουσά ἐστιν ἡ ψεκτή, ἥτις ἡ αὐτή ἐστι τῇ ἐν τῇ τρίτῃ συζυγίᾳ ψεκτῇ. δύο ἄρα εἰσὶν ἐναντίαι τῇ τὸ δίκαιον ἀγαθὸν λεγούσῃ, ἥ τε τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν. ἀλλὰ καὶ τῇ ψεκτῇ τῶν ἐν τῇ τρίτῃ συζυγίᾳ δύο ἔσονται ἐναντίαι συμπλοκαί, ἥ τε ἐν αὐτῇ ταύτῃ ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ ἐν τῇ τετάρτῃ ἡ τὸ· ἄδικον κακὸν λέγουσα· αἱ γὰρ ἐν τῇ πέμπτῃ τέ καὶ ἕκτῃ συζυγίᾳ συμπλοκαὶ ἐπαινεταὶ πάλιν αἱ αὐταί εἰσι ταῖς δύο ταῖς προειρημέναις, ὁμοίως καὶ τῶν ἐν ταῖς ἑξῆς τρισὶ συζυγίαις ἐπαινετῶν τε καὶ ψεκτῶν συμπλοκῶν ἑκάστῃ δειχθήσονται δύο οὖσαι συμπλοκαὶ ἐναντίαι.

Oὐσῶν τοίνυν ἑκάστῃ συμπλοκῇ ἐξ ἐναντίων οὔσῃ καὶ ἐναντίωσιν περιεχούσῃ δύο ἐναντίων συμπλοκῶν αἱ γὰρ πρῶται δύο συζυγίαι ἐξ ἐναντίων μὲν ἦσαν καὶ αὐταί; οὐ μὴν καὶ ἐναντίωσιν περιεῖχον), λαμβάνειν φησὶ δεῖν τῶν ἐναντίων ὁπότερον ἄν ἡ πρὸς τὴν θέσιν χρήσιμον. τοῦτο βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται· ἔστι δὲ τοιοῦτον· ἔστι μὲν ὁ ἐπὶ τῶν ἐναντίων τόπος πρὸς ἀνασκευὴν χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς κατασκευὴν καθόλου· ἐπὶ μὲν γὰρ τῶν ἀμέσων ἐναντίων καὶ πρὸς κατασκευήν, ὅταν ἐπὶ τῶν δεκτικῶν αὐτῶν ὁ λόγος γίνηται, ὡς ἤδη προείρηται. ἐπεὶ δέ ἐστί τινα καὶ ἔμμεσα ἐναντία, ἐφ’ ὧν οὐκέτι ἡ τοῦ ἑτέρου ἀναίρεσις θάτερον αὐτῶν κατασκευάζει, ἀλλὰ μόνον ἡ θατέρου θέσις θάτερον ἀναιρεῖ (εἱ γὰρ λευκόν, οὐ μέλαν, οὐ μήν, εἰ μὴ λευκόν, ἤδη μέλαν· δύναται γὰρ καὶ τῶν μεταξύ τι εἶναι), διὰ τοῦτο, ὡς εἶπον, ὁ τόπος ὁ προειρημένος πρὸς ἀνασκευὴν μᾶλλον χρήσιμος. ἀδύνατον γὰρ συνυπάρχειν τὰ ἐναντία· ὅταν οὖν πρόβλημά τι ᾖ ἐξ ἐναντίων συγκείμενον ᾧ πλείω ἐστὶν ἐναντία, ἀνασκευάζοντας αὐτὸ χρή, τίνα ἐστὶ τὰ ἐναντία αὐτῷ, λαμβάνειν καὶ τούτων ὃ ἄν μᾶλλον ᾖ δι’ ἐνάργειαν πρὸς τὸ τεθῆναι χρήσιμον, τοῦτο προχειριζομένου καὶ δεικνύντας ὅτι ἀληθές [*](2 αὕτη BD: αὐτὴ aAP δίκαιον] ἄδικον Β γε om. aA 3 συζυγίαις] συζυγίαι A 4 τῇ alterura om. Α 5 ἡ τὸ ἄδικον superscr. P5; ἤτοι τὸ κακ(??) P1 ἣν post συμπλοκή traiisposuit Α ψεκτὴ συμπλοκή AD: τῇ ψεκτῇ συμπλοκῇ aBP 7 ψεκτή Α 10 ἡ (aute τὸ) om. D 11 τε om. B 12 συζυγία] συζυγίαι Α δύο BD: δυσὶ aAP post τῖς alterum add. δύο, ut videtur, Α 14 ἐναν- τία B 15. 16 παρεχούσῃ Α 17 καὶ altcium om. A λαμβάνειν—χρήσιμον (18) lemmatis loco Α 17. 18 δεῖ φησι D 19* οὕτω βραχέως A τοιοῦτο i aP: τοιοῦ D 22 δεκατικῶν Α γίνεται a 23 προείρηται] p. 174,7 sq. τινα om. H 24 αὐτῶν om. D φύσις Β 27 ὁ προειρημένος τόπος aP μᾶλλον ὁ DP: μόνον aAB 20 ἐστὶν] ἐστὶ τὰ Α χρὴ corr. ex χρήσιμ B 30 ἐνέργειαν APpr. (corr. P1))

186
ἐστιν ἀναιρεῖν τὸ κείμενον τούτῳ ἐναντίον ὡς οὐκ ἀληθές. οἷον εἰ λέγοι τις τὴν δικαιοσύνην κακὸν εἶναι, ἐπεὶ τούτῳ ἐναντία δύο, τό τε τὴν δικαιοσύνην ἀγαθὸν εἶναι καὶ τὸ τὴν ἀδικίαν κακόν, εἰ φανερώτερόν ἐστι τὸ τὴν ἀδικίαν κακὸν εἶναι κακίαν οὖσαν καὶ νόσον ψυχῆς καὶ φθαρτικὴν τοῦτο μὲν τῆς ἐν πόλει κοινωνίας τοῦτο δὲ πάσης συναλλαγῆς, ἐναντίαν δὲ καὶ παρὰ φύσιν τοῖς ἀνθρώποις οἱ γὰρ ἄνθρωποι φύσει κοινωνικοί), εἰ δὴ τοῦτο διὰ ταῦτα φανερώτερον τοῦ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, τοῦτο <δεῖ> δείξαντάς τε καὶ θέντας ὂν ἐναντίον τῷ τὴν δικαιοσύνην εἶναι ἀναιρεῖν ἐκεῖνο. ἐπὶ δέ γε τῶν ἀμέσων ἐναντίων καὶ κατασκευάσομεν τὸ προκείμενον, δείξαντες τὸ ἐναντίον αὐτῷ μὴ ὑπάρχον ὄντι δεκτικῷ αὐτοῦ καθ’ ὁπότερον ἄν σημαινόμενον τοῦ ἐναντίου προχειρότερον τοῦτο δυνώμεθα δεικνύναι. τοῦτο δὲ γίνοιτ’ ἄν, εἰ ἀμφότεραι αἱ ἐναντιώσεις, ἐξ ὧν ἡ τῶν ἐναντίων συμπλοκή εἶεν ἄμεσοι· οὕτω γὰρ καὶ τὰ ἄλλα ἄμεσα ἔσται συγκείμενα. ὁ γὰρ δείξας, ὅτι μή ἐστιν ἡ ὑγεία κακόν, ἤδη δέδειχεν ὅτι ἡ ὑγεία ἀγαθόν, εἰ εἴη ἄμεσα τό τε ἀγαθὸν καὶ τὸ κακὸν ὁμοίως δὲ] τῇ ὑγείᾳ καὶ τῇ νόσῳ. ὡς γὰρ καὶ πρὸς κατασκευὴν ὄντος τοὐ τόπου χρησίμου εἶπε καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι. δεῖ μᾶλλον ἐν τοῖς κατηγορουμένοις ὅροις ὅροις ζητεῖν, <οἶον> πότερον μᾶλλον καὶ ὑπάρχει τῇ δικαιοσύνῃ τὸ ἀγαθὸν ἢ τῇ ἀδικίᾳ τὸ κακόν. ὁ αὐτὸς λόγος καὶ ἐὰν ἄνα τινὰ ἐναντία λάβωμεν, οἷον ἡδονὴν καὶ λύπην καὶ ἀγαθὸν καὶ κακόν, καὶ ταῦτα συμπλέκωμεν. ὁμοίως κἄν ἐπὶ τούτων], οἷς αὐτὸς ἐχρήσατο, λάβωμεν φίλους καὶ ἐχθροὺς καὶ εὖ ποιεῖν καὶ κακῶς ποιεῖν.

Ὁ μὲν οὖν τόπος οὗτος. ἐπιζητήσαι δ’ ἄν τις πῶς πάλιν ἐνταῦθα πλείω ἑνὶ ἐναντία εἶναι ἔλαβεν ἀρεσκόμενος τῷ ἓν ἑνὶ ἐναντίον εἶναι. ἡ ὅταν μὲν ἁπλοῦν τὸ ἓν ᾖ, ἀνάγκη τούτῳ ἓν ἐναντίον εἶναι· ὅταν δὲ μὴ ἁπλοῦν, οὐδὲν κωλύει τούτῳ καὶ πλείω εἶναι ἐναντία, οὐ κατὰ ταὐτὸν ἀλλὰ ἄλλου κατ’ ἄλλο τῶν λαμβανομένων ἐναντίων ὄντος ἐναντίου τῷ ἑνί· κατὰ ταὐτὸν γὰρ ἀδύνατον πλείω τῷ αὐτῷ ἐναντία εἶναι. κἄν ἓν δέ τι ὂν [*](100) κατ’ ἀριθμὸν δυνάμεις ἔχον πλείους ἑκάστῃ. τῶν ἐν αὐτῷ δυνάμεων ἔχῃ τι ἐναντίον, οὐκ ἐπεὶ ἓν κατ’ ἀριθμόν ἐστι τὸ λαμβανόμενον, διὰ τοῦτο ἑνὶ πλείω ἔσται ἐναντία. οὐδὲν γὰρ κωλύει ἕν τι κατ’ ἀριθμὸν ὂν καὶ ψυχρὸν εἶναι καὶ λευκόν, ὡς τὴν χιόνα, καὶ ἔχειν ἐναντία τό τε θερμὸν [*](1 post ἐναντίον add. εἶναι Α 4. 5 κακίαν — φθαρτικὴν aBDP: καὶ τὸ τὴν δικαιοσύνην ἀγαθὸν Α 5 συναλλαγῆς] συναγωγῆς a 7 τοῦ ex τὸ corr. P2 8 δεῖ addidi ἐναντίον ὂν Β 9 ἐκεῖνο ἀναιρεῖν Β 10 δεκτικοῦ Α 11. 12 δυναίμεθα Α: δυνάμεθα Β 12 γένοιτο a lo ἄλλα μέσα P 14 συγκείμενα ADP: δεικνύμενα aB ἡ supeiscr. P 15 εἰ om. Β εἴη om. D 16 δὲ delevi 18 οἷον addidi 19 ὑπάρχειν Β 21 συμπλέκομεν AP1 (corr. P2) κἄν scripsi: καὶ libri ἐπὶ τούτων delevi 22 ποιεῖν alterum om. B 23 οὕτως D 24 ἐναντία εἶναι] καὶ ἐναντία Β ἐλάβο A: εἴληφεν B ἒν BD: ἐν aA: lion liquet utrum ex utro correxerit P 25 t] τὸ ἕν Β ἓν alteruin add. P2 27 ἄλλο κὰτ ἄλλου B ἄλλο corr. P2 ἐναντίου ὄντος collocat D 28 εἷναι ἐναντία D post εἶναι add. τὸ δὲ γὰρ aB) κυρίως πλείω τῷ αὐτῷ ἐναντία εἶναι add. aB) aABP: om. D 29 τῶν ἐν αὐτῷ ἑκάστη Β αὐτὴ DP ἔχῃ] ἔχει Α 30 ἐναντίον τι B 31 κατ’ ἀριθμὸν ἕν τι D ὂν] εἶναι Β 32 τε superscr. Β)

187
καὶ τὸ μέλαν· ἀλλ’ οὐ διὰ τοῦτο ἑνὶ πλείω ἐναντία γίνεται, ὅτι μὴ κατὰ ταὐτὸν ἄμφω, τὸ τε θερμὸν καὶ τὸ μέλαν, ἐναντία τῇ χιόνι. καὶ ἐπὶ τῆς τῶν ἐναντίων δὲ συμπλοκῆς ταὐτὸ συμβαίνει· οὐ γὰρ δὴ κατὰ ταὐτὸν τῷ ‘ἡ ἡδονὴ ἀγαθόν ἐστιν’ ἐναντίον ἐστὶ τὸ ‘ἡ ἡδονὴ κακόν᾿ καὶ ‘ἡ λύπη ἀγαθόν᾿, ἀλλ’ ἡ μὲν πρώτη, ὅτι τὸ ἐναντίον τοῦ αὐτοῦ κατηγόρησεν, ἡ δὲ δευτέρα, ὅτι του ἐναντίου τὸ αὐτὸ· δύο γὰρ τὰ συγκείμενα, καὶ ἑκατέρῳ αὐτῶν ἴδιόν τί ἐστιν ἐναντίον. οὐδ’ ἐνταῦθα οὖν· αὑτῷ τι μαχόμενον λέγει, ὥσπερ οὐδὲ ἐν τοῖς Ἠθικοῖς, ὡς ἐδείξαμεν καὶ ἐν τοῖς εἰς ἐκεῖνα ὑπομνήμασιν.

[*](p. 113a20)

Ἔτι εἰ ἔστι τι ἐναντίον τῷ συμβεβηκότι. εἴ τίς τινι συμβεβηκέναι τι εἴποι, δεῖ, φησίν, ἐφορᾶν εἰ τῷ συμβεβηκότι ἐστί <τι> ἐναντίον. οὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ ἔν φερομένῳ, κατὰ τὴν λέξιν μόνον αὐτοῦ διαφέρων, ὡς <παρὰ> τὸ εἰκὸς διαφόρῳ λέξει τὸν αὐτὸν ὑποσημηναμένου τόπον· διὸ ἔν τισιν ὁ πρὸ τούτου περιῄρηται. ἔστι δὲ ὁ τόπος καὶ αὐτὸς ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός. ἐπεὶ γὰρ ἀδύνατόν τινι ἅμα τὰ ἐναντία ὑπάρχειν τε καὶ συμβεβηκέναι, φησὶ δεῖν, ἄν τίς τι συμβεβηκέναι τινὶ λέγῃ, ἐπιβλέπειν εἰ τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον καὶ εἰ ὑπάρχει τούτῳ ᾧ ὑπάρχειν τίς φησι τὸ ἐναντίον αὐτῷ. ἂν γὰρ δειχθῇ τοῦτο ὑπάρχον αὐτῷ, ἀνεσκευασμένον ἔσται τὸ τιθέμενον αὐτῷ συμβεβηκέναι. εἰ γάρ τις λέγοι τὴν ἀδικίαν ὠφέλιμον εἶναι τῷ ἔχοντι, ἐπεὶ τῷ μὲν ὠφελίμῳ τὸ βλαβερὸν ἐναντίον, ἡ δὲ ἀδικία νόσος ψυχῆς ἐστιν, ἄν λάβωμεν ὅτι πᾶσα νόσος βλαβερὰ τῷ ἔχοντι αὐτήν, ἔχοιμεν ἂν ὅτι καὶ ἡ ἀδικία· εἰ δὲ βλαβερά, οὐκ ὠφέλιμος· ἀδύνατον γὰρ ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν. ὁμοίως, ἄν τὸ ὑγιαίνειν λεγόμενον δείξωμεν νοσοῦν, ἀνῃρηκότες ἂν εἴημεν τὸ ὑγιαίνειν αὐτό. ἀλλὰ καὶ εἰ τὴν ἡδονήν τις ἀγαθὸν ἔθετο, δειχθείσης ὅτι κακὸν ἀνῃρημένον ἂν εἴη τὸ ἀγαθὸν αὐτὴν εἶναι· ἔσται γὰρ ἅμα περὶ αὐτὴν τἀναντία. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ πρὸ ὀλίγου ῥηθέντος τοῦ “ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν”, ὅτι [*](1 ἀλλ᾿—μέλαν (2) om. Β ἀλλ’ οὐ corr. ex ἀλλὰ P γίνεται ἐναντία Α 2 θερμὸν aAP: λευκὸν D ἐναντίον Α 3 συμβαίνει· οὐ] σημαίνει καὶ Β ἡ om. D 4 ἐστὶ om. D 5 τὸ om. A τοῦ om. D 7 αὐτῶ libri 8 ώς D: om. aABP 10 ἔτι ABD: ἄλλος aP, mrg. D εἰ om. Α εἰ—συμ\βεβηκότι om. P τι postea add. D 11 εἴ τις—ἐναντίον (12) lemmati continuat Α τι aBP2 τι—φησιν add. P2): om. AD εἶπε Α: εἶπεν D δεῖν Α ἐφορᾶν] εὖ ὁρᾶν Α 12 ἐστί τι scripsi: ἐστὶν libri τινι Α 13 διαφέρον A παρὰ addidi 15 περιείρηται Α καὶ αὐτὸς ante ὁ transposuit Β: om. Α 17 τις add. ’’ συμβεβηκέναι τί τινι D: τινὶ συμβεβηκέναι Β 18 post ἐναντίον add. αὖ(??) D ἐάν ὑπάρχῃ Β τοῦτο Α, Bpr. 19 ὑπάρχει (ante τίς) aA 19. 20 ὑπάρχον αὐτῶ postea add. D 21 λέγει Β ἔχοντι corr. P2 22 ἐστὶ ψυχῆς D ὰν—ἀδικία (23) om. Β 12 τῶ αὐτῶ τὰ ἐναντία B 26 τις ABD: τὸ aP 27 ὅτι aP: om. ABD 28 ἔσται—τἀναντία om. Α τὰ ἐναντία aB 29 πρὸ ὀλίγου] c. 12 p. 11 2a 24 μόνον om. B)

188
ἐκεῖνος μὲν ἦν ἐπὶ ἀμέσων λεγόμενος, διὸ καὶ κατασκευαστικός, οὐ μόνον ἀνασκευαστικός, οὗτος δὲ ἐπὶ τῶν ἐμμέσων ἐναντίων, διὸ μόνον ἐστὶν ανασκευαστικος.

[*](p. 113 a24)

[Ἄλλος] ἢ εἴ τι τοιοῦτον εἴρηται κατά τινος, οὗ ὄντος ἀνάγκη τἀναντία ὑπάρχειν.

Προστίθσησι τῷ προειρημένῳ τόπῳ καὶ τοῦτον ὄντα καὶ αὐτὸν ἐπὶ τῶν ἐναντίων τε καὶ ἀνασκευαστικόν. ἔστι δὲ ὁ τόπος· ἀξιοῖ ζητεῖν εἴ τις τοιοῦτον τι κατηγορηκε τινος ὡς ὕπαρχον αὐτῷ, ᾦ ἕπεται τὸ ἄμα τῳ ὑποκειμένῳ πράγματι τὰ ἐναντία ὑπάρχειν· εἰ γὰρ εἴη τοιοῦτον τὸ τιθέμενον ὑπάρχειν τινί, ἀναιροῖτ᾿ ἄν καὶ δεικνύοιτο ἀδύνατον τῷ ἀδύνατον εἶναι ἅμα τὰ ἐναντία ὑπάρχειν τινί. αὐτὸς μὲν οὗν παραδείγματι τῶν ἰδεῶν κέχρηται. εἰ γάρ τις λέγοι τἀς ἰδέας ἐν ἡμῖν εἶναι ὡς εἶναι τὰ ἡμέτερα εἴδη ἰὰς ἰδέας, τούτῳ ἀκολουθεῖ τὸ ἅμα μὲν ἀκινήτους τὰς ἰδέας λέγειν ἅμα δὲ κινουμένας, καὶ ἅμα μὲν νοητὰς ἅμα δὲ οὐ νοητὰς ἀλλὰ αἰσθητάς. καθ’ ὅσον μὲν γὰρ τὰς ἰδέας λέγουσι νοητάς τε καὶ ἀκινήτους, ταῦτα αὐταῖς ὑπάρξει· καθ’ ὅσον δὲ ἐν ἡμῖν αὐτὰς εἶναι λέγουσι, κινουμένων τε ἡμῶν συγκινηθήσονται καὶ ἔτι αἰσθηταὶ ἔσονται· τὴν γὰρ ἑκάστου μορφὴν τῇ ὂψει γνωρίζομεν, ἥτις εἰ ἔστιν ἡ ἰδέα, αἰσθητὴ ἄν εἴη. ἔνεστι δὲ προσχρωμένους τῷ τόπῳ τούτῳ ἀναιρεῖν τό τε τὸ ‘ἐγὼ ψεύδομαι᾿ πρότασιν εἶναι· εἰ γὰρ πρότασις, ἅμα ἔσται ἀληθής τε καὶ ψευδής, ὡς δείκνυται· ἀδύνατον δὲ τοῦτο· ἐναντία γὰρ ταῦτα· οὐκ ἄρα πρότασις τὸ ‘ἐγὼ ψεύδομαι᾿. εἰ γὰρ εἴη συγκεχωρημένον τὸ εἶναι πρότασιν αὐτήν, ἀναιροῖτ’ ἄν τὸ πᾶσαν πρότασιν ἢ ἀληθῆ ἢ ψευδῆ εἶναι· εἰ γὰρ τοῦτο, εἴη ἄν καὶ αὕτη ἢ ἀληθὴς ἢ ψευδής. ἀλλ’ ὁπότερον ἄν ὑποτεθῇ εἶναι, ἕπεται καὶ τὸ ἐναντίον αὐτῇ· ἀληθοῦς μὲν γὰρ ὑποτεθέντος εἶναι τοῦ ‘ἐγὼ ψεύδομαι᾿ ἕπεσθαι δοκεῖ τὸ ψεύδεσθαι αὐτόν· οὕτως γὰρ ἂν ἀληθεύοι ψεύδεσθαι λέγων αὑτόν· ψευδοῦς δὲ πάλιν τὸ ἀληθεύειν· διὰ γὰρ τοῦτο αὐτὸ ψεύδοιτ’ ἄν πάλιν λέγων αὑτὸν ψεύδεσθαι, διότι ἀληθεύει. [*](1 ἦν alterum om. a 1. 2 οὐ μόνον ἀνασκευαστικός add. ᾦ aut P5 2 οὗτος— ἄλλος (4) om. Β post δὲ eras. 1—2 lit. P 4 ἄλλος om. Arist. 7 ἀνασκευαστικῶν aBP 8 τι om. D 9 τὰ] a B τὸ superscr. Β: ante τοι- οῦτον transposuit D 10. 11 τῷ ἀδύνατον εἶναι ΑΒ et omisso εἶναι D: om. a: ras. —10 lit. P 11 τἀναντία aABP 12 λέγει B 13 post τὰς prius add. γε aBP 14 καὶ om. P 14. 15 μὲν νοητὰς ἀλλὰ καὶ ἅμα δὲ a) αἰσθητάς aB: δὲ αἰσθητάς δὲ αἰσθ in ras. P3, ut videtur), post quae deleta sunt ἀλλὰ αἰσθητάς, P 15 λέγουσι τὰς ἰδέας Α τε om. Β 16 αὐτὰς ἐν ἡμῖν B αὐτὰ Α 18 ἥτις] εἶ τις B εἰ aB: om. ADP ἡ ADP: om. aB 19 τε (quod excipit p. 189,1 ἀλλ’ οὐδὲ) om. D τὸ alterum ora. aB 20 τε om. Β 22 ἐγὼ corr. ex γὰρ P2 γὰρ add. P2 23 τὸ add. P2 aut P5 ἢ prius om. AB 24 αὐτὴ AD ἢ prius om. aBP 25 εἶναι prius om. B εἶναι alterum P, postea add. D1: om. aAB 27 ἑαυτόν Β 28 τοῦτο αὐτὸ ψεύδοιτο] τὸ αὐτὸ ψεύ corr. P2 αὐτὸν aP2: αὐτὸν ADP1: ἑαυτὸν B)

189
ἀλλ’ οὐδὲ τὸ ‘πᾶσα φαντασία ἀληθής᾿ πρότασις ἄν εἴη· ἅμα γὰρ ἀληθής τε καὶ ψευδής, ἀληθὴς μέν, ὅτι φαντασία καὶ αὐτή, ψευδὴς δέ, ὅτι φησὶν πᾶσαν ἀληθῆ εἶναι· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ καὶ τῷ τὸ πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι ἕπεται τὸ ἅμα εἶναι τὰ ἐναντία. ἀλλὰ καὶ τῷ τὸ ὂν ἕν τε εἶναι καὶ ἄπειρον λέγοντι ἕπεται τὸ ὃν ἕν τε εἶναι καὶ πολλά· τὸ γὰρ ἄπειρον τοῦ ποσοῦ· τὸ δὲ ποσὸν συμβεβηκός· ἔσται οὗν καὶ οὐσία καὶ ποσόν. ἀλλὰ καὶ τῷ τὸ πάντα κινεῖσθαι τιθεμένῳ ἕπεται τὸ τὸ αὐτὸ ἅμα κινεῖσθαί τε καὶ ἠρεμεῖν· αὐτὸ γὰρ τὸ πάντα κινεῖσθαι, καθ’ ὅσον ἀληθές τε καὶ βέβαιον μένει, ἀκίνητον ἔσται, καθ’ ὅσον δὲ τῶν πάντων ἐστί, καὶ αὐτὸ κινηθήσεται. διὰ δὲ τοῦ εἰπεῖν διὰ γὰρ τῆς περὶ τὴν ὄψιν αἰσθήσεως τὴν ἐν ἑκάστῳ μορφὴν γνωρίζομεν ἔδειξε πῶς εἶπεν ἐν ἡμῖν εἶναι τὰς ἰδέας· ὡς γὰρ τὸ ἑκάστου εἶδος καὶ τὴν μορφήν. διὰ τοῦ τόπου τούτου ἀναιρεθήσεται καὶ τὰ τοιαῦτα· ‘ἐπίσταται Δίων ὅτι τέθνηκεν᾿· ἅμα γὰρ τούτῳ καὶ τὸ τεθνάναι καὶ τὸ ζῆν ἕπεται. ὁμοίως τούτῳ καὶ τὸ ‘οὐκ ἔστιν αὕτη ἡμέρα’.

[*](p. 113a33)

Πάλιν εἰ κεῖται συμβεβηκὸς ᾧ ἐστί τι ἐνανιίον.

Ὁ τόπος οὗτος τοιοῦτος· ἐπεὶ δοκεῖ τὸ αὐτὸ τῶν ἐναντίων εἶναι δεκτικόν, εἴ τίς τινι συμβεβηκέναι τί φησιν, ἀξιοῖ σκοπεῖν εἰ τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον, καὶ ὄντος· ὁρᾶν εἰ τὸ ὑποκείμενον δεκτικόν ἐστι καὶ τούτου. δεκτικοῦ μὲν γὰρ ὄντος κατασκευάζοιτ’ ἂν καὶ τὸ τούτου δε- κτικὸν αὑτὸ εἶναι· οὐ μὴν ἤδη τὸ καὶ πάντως αὐτὸ ἐν αὐτῷ εἶναι, ὡς καὶ αὐτὸς ἐρεῖ. εἰ δὲ μὴ εἴrι δεκτικὸν τούτου, οὐδ’ ἂν τοῦ συμβεβηκέναι τιθεμένου αὐτῷ εἴη δεκτικόν· εἰ δὲ μὴ δεκτικόν, οὐδ’ ἄν ἔχοι αὐτό. δεῖ δὲ ἐπ’ ἐκείνων χρῆσθαι τῷ τόπῳ ἐφ’ ὧν μὴ σύμφυτον τῷ ὑποκειμένῳ τὸ ἕτερον τῶν ἐναντίων, ὡς τῇ χιόνι τὸ λευκόν. οἷον εἰ τῇ ὁρτὴ τὸ μῖσος ἕπεσθαί τις εἶπεν, ἐν ᾧ δῆλον ὅτι ἡ ὀργή, ἐν τούτῳ καὶ τὸ μῖσος ἔσται κατ’ αὐτόν· ἔστι δὲ ἡ ὀργὴ ἐν τῷ θυμοειδεῖ· ἐν τούτῳ ἄρα καὶ τὸ μῖσος ἔθετο. ἐπεὶ οὖν ἐστιν ἐναντίον τῷ μίσει φιλία, ἔσται τὸ θυμοτὸ [*](1 Β: om. aADP πρότασις—γὰρ P2: ἔσται· πᾶσα γὰρ λέγουσα ὅτι μὴ πᾶσα φαν- τασία P1 πρότασις ἂν εἴη post ψευδής (2) transposuit. Β τε] ἔσται Α 2 ἀληθὴς μὲν aABP: ἔσται μὲν γάρ ἀληθὴς D αὕτη D ante φησὶν add. οὔ aABP: om. D 3 τὸ om. AP1 (add. P2) 4 τῶ (ante ἅμα) B τἀναντία aAP 6 ἔσται] ἄν Β 7 τὸ (ante πάντα) om. aP 9 ἀκινήτων Α έσται] ἔ in ras. P2 στ videtur ex τ coiTectum) lU δὲ om. a τῆς περὶ aDP: τῆς Α: πρὸς Β 12 post τὸ add. τοῦ Α 13 Δίων] δὲ Α 14 τέθνηκεν] ἔθνη in ras. P2 τούτου Α: του(??) D 15 τούτῳ om. Β αὐτὴ P1 corr. P2 16 ἐναντίον ἐστί τι Β 17 οὗτος aBD: ὁ AP2: om. P1 18 εἰ ABP: ἐν aD 21 αὐτῶ (post δεκτικὸν) Α τὸ καὶ πάντως] τὸ κατὰ πάντα A 22 οὐδαντο P1, corr. P2 24 ἐκείνω Α σὑμφοι(??) Α 25 εἰ] ἄν B 27 έσται — μῖσος (28) om. D κατ’ αὐτόν aP: κατὰ ταὐτόν ΑΒ 28 οὑν ἐστιν om. Β ἐναντίον ἐστὶν Α ἐναντία Β: compend. D ἡ om. aP)

190
ἔιδές καὶ τῆς φιλίας δεκτικόν· εἰ οὖν μὴ τοῦτο ἐν γὰρ τῷ ἐπιθυμητικῷ τὸ φιλεῖν καὶ ἡ φιλία), οὐκ ἂν οὐδὲ τὸ μισεῖν ἐν τῷ θυμικῷ εἴη· εἰ δὲ τοῦτο , ἀναιροῖτ’ ἄν τὸ τὸ μῖσος ἕπεσθαι τῇ ὀρηγῇ, εἴ γε ἡ μὲν ὀργὴ ἐν τῷ θυικῷ, τὸ δὲ μῖσος ἐδείχθη ἐν τῷ ἐπιθυμητικῷ. πάλιν εἰ τὴν ἄγνοιαν ἐν τῷ ἐπιθυμητικῷ τις λέγοι εἶναι, ἕποιτ’ ἂν τὸ καὶ γνώσεως εἶναι τὸ ἐπιθυμητικὸν δεκτικόν· εἰ δὲ τοῦτο, καὶ ἐπιστήμης. εἰ δὲ μὴ τοῦτό ἐστι [τὸ] ἐπιστήμης δεκτικὸν ἀλλὰ τὸ διανοητικόν, οὐδ’ ἄν ἀγνοίας εἴη τὸ ἐπιθυμητικὸν δεκτικόν. τούτῳ τῷ τόπῳ προσχρωμένους ἔστι δεικνύναι ὅτι μηδεμία τῶν ἠθικῶν ἀρετῶν ἐπιστήμη. τὸ γὰρ ἐπιστήμης δεκτικὸν καὶ ἀγνοίας· ὥστε εἰ ἀγνοίας τὸ λογιστικόν, καὶ ἐπιστήμης τοῦτο, ἀλλ’ οὐ τὸ παθητικόν, ἐν ᾧ αἱ ἠθικαὶ ἀρεταί. δεικνύοιτ’ ἄν διὰ τοῦ τόπου τούτου καὶ ὅτι ὁ θεὸς οὐκ ἔστι ζωῆς δεκτικός, ὅτι μηδὲ θανάτου· αὐτοζωὴ γὰρ ἀλλ’ οὐ ζωῆς δεκτικός. ἢ διὰ τοῦτο οὐ δεκτικός, ὅτι σύμφυτον αὐτῷ τὸ ζῆν ὡς τῇ χιόνι τὸ λευκόν. πρὸς μὲν οὗν ἀνασκευὴν ἁπλῶς ὁ τόπος χρήσιμος. κατασκευάσαι δὲ διὰ τούτου τὸ μὲν ὑπάρχειν τι οὐχ οἷόν τε· τὸ μέντοι δεκτικὸν αὐτὸ εἷναι τοῦ λεγομένου αὐτῷ ὑπάρχειν κατασευάζοιτ᾿ ἄν· εἰ γὰρ τοῦ ἐναντίου τούτῳ δεκτικόν, καὶ τούτου. οὕτως κατσκευάζοιτ᾿ ἂν ὅτι ἡ ὕλη οὐ στέρησις ἀλλὰ δεκτικὴ στερήσεως, ἐπεὶ καὶ τοῦ εἴδους, ὅ ἐστιν ἐναντίον τῇ στερήσει, ἐστὶ δεκτική. ἂν μὲν οὖν δεικνύμενον ᾖ τὸ τὸ ἐναντίον ὑπάρχον τῷ ὑποκειμένῳ, ἄντικρυς ἄν ὅτι μὴ ὑπάρχει αὐτῷ τὸ κείμενον ὑπάρχειν δεικνύοιτο· ὅτι μέντοι δεκτικόν ἐστιν αὐτοῦ, εἴη ἄν κατεσκευασμένον. εἰ δὲ δεκτικὸν εἴη μόνον δεικνύμενον τὸ ὑποκείμενον τοῦ ἐναντίου τῷ ὑπάρχειν αὐτῷ λεγομένῳ, δύναται καὶ ὑπάρχειν αὐτῷ τοῦτο· εἰ δέ γε τῶν ἀμέσων εἴη, καὶ ὑπάρχοι ἄν πάντως.

[*](p. 113b15)

Ἐπεὶ δέ εἰσιν αἱ ἀντιθέσεις τέτταρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιφάσεων ἀνάπαλιν.

Ὁ τόπος ἐκ τῶν κατὰ τὰς ἀντιθέσεις ἀκολουθήσεων. ἀντίκειται δὲ [*](2 τὸ altemm om. P- post δὲ add. μὴ A 3 τοῦτο—ὀργῇ in mrg. P4 post ἂν add. καὶ Α τὸ alteram aAP4: om. BD τῇ aB: om. ADP4 εἴ γε ἡ μὲν ὀργὴ om. P 4 μισεῖν Α 5 ἐπιθυμητικῶ corr. ex θυμικῷ P2 τις post 4 ἄγνοιαν transposuit aP : utroque loco habet Α λέγει Β εἶναι λέγοι D τὸ καὶ aP: τῶ καὶ Α: καὶ τὸ Β: καὶ D γνώσει Α 6 εἰ δὲ—8 δεκτικόν om. Β δὲ alteriiin om. Α 0.7 ἐστι τό AD: τῆς aP: τὸ delevi 7.8 δεκτικὸν τὸ ἐπιθυμητικόν aAP aAP 8 τῶ τόπω ΑΒ. τῶ τρόπω D: om. aP χρωμένους Β 9 ἠθικῶν om. D 10 λογικόν Α οὐ AD: οὐδὲ aBP 11 δείκνυτ’ aP τούτου τοῦ τόπου Dpr. 12 αὐτό ζῶν Α αὐ)τοζωὴ γὰρ in ras. 9 — 10 lit. P- post γὰρ add. ἀλλ’ αὐτὸς γὰρ ζωή τις Β 13 δεκτικόν (post ζωῆς) Α σύμφοι supra scripto τ A 14 post τόπος add. ὁ Β 15 δι’ αὐτοῦ aP post τούτου add. καὶ Α τινὶ Β 16 αὐτῷ] αὐτὸ Β 17 τούτῳ aBDP3: τοῦτο οὕτως] ὅσω a 19 ἐστιν ante ὃ transposuit A: post ἐναντίον B: om. aP (sed ras. ante ὃ P) δεκτική ἐστιν Β 20 ὑπάρχῃ (post μὴ) aBP : compend. AD αὐτὸ Β 21 ὑπάρχον Β δεκτικοῦ B: δεικτικόν a 22 κατασκευασμένον aP 23 αὐτῷ το(ῦτο) in ras. P2 24 ὑπάρχοι (compend. Α) ἄν ABD: ὑπάρχειν aP, v add. P2 πάντα A 25 εἰσιν om. Arist. (post ἀντιθέσεις add. C) τέσσαρες B(C) σκοπεῖν—ἀνάπαλιν (26) om. Β μὲν ἐκ D 26 τῶν ora. Α 27 post τόπος add. οὗτος D ἀντίκειται—οὐχ ἡδύ (p. 191,7) Suidas sub v. ἀντικείμενα)

191
τὰ ἀντικείμενα τετραχῶς· ἢ γὰρ ὡς κατάφασις καὶ ἀπόφασις ἢ ὡς τὰ ἐναντία ἢ ὡς ἕξις καὶ στέρησις ἢ ὡς τὰ πρός τι. καὶ ἔστι καθ’ ἑκάστην ἀντίθεσιν οἰκεία τις ἀκολουθία, ἀφ’ ἧς ἀκολουθίας ὑπογράφει πῶς οἷόν τε | ὁρμωμένους καὶ κατασκευάζειν τι καὶ ἀνασκευάζειν. οὐκ ἐπὶ πασῶν δὲ τῶν ἀντιθέσεων ἡ ἀκολούθησις ὁμοία, ἀλλ’ ἐπὶ μὲν τῆς ἀνιιφάσεως ἀνάπαλιν ἡ γινομένη ἀκολούθησις ἔχει· οἷον εἰ τὸ καλὸν ἡδύ, τὸ οὐχ ἡδὺ οὐ καλόν. οὐχὶ δὲ λεκτέον τὸ οὐ καλὸν οὐχ ἡδύ· τῇ γὰρ καταφάσει τῇ τὸ καλὸν ἡδὺ λεγούσῃ ἀληθεῖ οὔσῃ ἀντιστρέφει ἡ τὸ κατηγορούμενον ἐν τῇ καταφάσει ἀποφατικῶς λαμβάνουσα καὶ κατηγοροῦσα τοῦ οὕτως λαμβανομένου τὸ ὑποκείμενον ἐν τῇ καταφάσει καὶ αὐτὸ ἀποφατικῶς. τῇ γὰρ προειρημένῃ καταφάσει ἕπεται καὶ ἀντιστρέφει ἡ τὸ οὐχ ἡδὺ οὐ καλὸν λέ- γουσα, ἀλλ’ οὐχὶ ἡ τὸ οὐ καλὸν οὐχ ἡδύ· οὕτως γὰρ ἄν ἦν ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις, εἰ ἀφ’ οὗ ἤρχετο ἡ κατάφασις, ἀπὸ τούτου καὶ τὸ ἀποφατικῶς λαμβανόμενον· ἀλλ’ ἔστιν ἀντιστρέφουσα τῇ προειρημένῃ καταφάσει ἡ λέγουσα τὸ οὐχ ἡδὺ οὐ καλόν. καὶ καθόλου τὸ ἀντικείμενον δεῖ λαμβάνοντας τοῦ ἑπομένου, εἰ ἐν ὑποθέσει εἴη,. ἢ τοῦ καταηγορουμένου, εἰ ἐν κατηγοοικῇ προτάσει, τὴν ἀκολουθίαν λαμβάνειν καὶ τῷ ἀντιειμένῳ τοῦ ἡγουμένου συντάσσειν αὐτὸ ὡς ἀκολουθοῦν, εἰ ὑποθετικὴ ἡ πρότασις εἴη, εἰ δὲ κατηγορική, τῷ τοῦ ὑποκειμένου. ἄν τε γὰρ ἡ κατάφασις ἡ προειρημένη ἀληθὴς ᾖ. καὶ ἡ ἀπόφασις ἡ τοιαύτη ἀληθὴς ἔσται, καὶ εἰ ἡ ἀπόφασις ἀληθής, ἀνάγκη καὶ τὴν ἀντεστραμμένην αὐτῇ κατὰ τὸν προειρημένον τρόπον κατάφασιν ἀληθῆ εἶναι· ὁμοίως, ἐάν τις τούτων ψευδὴς ᾖ, καὶ ἡ λοιπή. εἰ γὰρ ψεῦδος τὸ λέγειν τὸ καλὸν ἡδύ, ψεῦδος καὶ τὸ λέγειν τὸ οὐχ ἡδὺ οὐ καλόν, καὶ ἀληθοῦς οὔσης τῆς ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿ ἀληθὴς καὶ ἡ λέγουσα ‘τὸ μὴ ζῷον οὐκ ἔστιν ἄνθρωπος᾿· καὶ πάλιν ἀληθοῦς οὔσης ‘ὃ μή ἐστιν ἄνθρωπος, οὐδὲ Σωκράιης ἐστίν’ ἀληθὴς γίνεται καὶ ἡ κατάφασις ἡ λέγουσα Σωκράτην ἄνθρωπον εἶναι. ὅτι δὲ ἀνά- παλιν ἡ ἀκολούθησις ἐπὶ τῆς ἀντιφάσεως, λαμβάνειν φησὶ δεῖν ἐξ ἐπαγωγῆς. εἰ γὰρ ὁ ἄνθρωπος ζῷον, τὸ μὴ ζῷον οὐκ ἄνθρωπος, καὶ εἰ ἡ ὑπόληψις διάθεσις, ἡ μὴ διάθεσις οὐχ ὑπόληψις. διὰ τοῦτο καὶ εἰ τὸ [*](3 ἀκολούθς (post ἧς) A 4 καὶ prius om. Β Suid. τι] δεῖ Α 5 ἀντιφάσεων — ἀντιθέσεως D ὁμοίως aP Snicl. 6 λεγομένη Β εἰ] ἡ Α 7 λεκτέον δὲ D τὸ—ἡδύ delevit et in mrg. aliquid, quod nunc abscisum est, adscripsit P2 οὐχ ἡδὺ οὐ καλόν Dpr. (corr. superscr. β ἁ) : οὐχ ἡδὺ οὐ καλόν· οὐχὶ δὲ λεκτέον τὸ οὐ καλὸν οὐχ ἡδύ Α 8 ἀληθεῖ] ἀκολουθεῖ B ἡ] εἰ Β 9 post καὶ add. ἡ aP οὕτως] οὐ B 10 καὶ—ρ. 192,30.31 ἡ ἀπόφασις om. P; in ras. 8 lit. signum appiiixit P2, in mrg. inf. notavit λείπει φύλλον P3 12 ἡ AD: om. aB οὐ om. Α ante οὐχ add. τὸ Β 15 δεῖν Β 16 ἢ] ἡ A εἰ alterum aD: ἡ ΑΒ 17 post ἐν add. τῆ A πρότασις Α λαμβάνειν D: λαμβάνομεν aAB τῶν ἀντικειμένων Α 18 συντάττειν aA ἀκολουθεῖ Α 19 εἰ δὲ κατηγορική, τῶ ὑποκειμένω τῷ τοῦ ὑποκιμένου ex aB scripsi) AD: ἡ ἡ ἡ Β) τῷ τοῦ ὑποκειμένου εἰ κατηγορικὴ aB 2(1 ἡ BD: εἴη aA ἔσται] εἴη A καὶ εἰ AD: κἄν aB 21 αὐτοῦ Α 23 κάλον BD: κακὸν aA ψεῦδος allernm AD: om. aB 27 γίνεται] εἶναι Β εἶναι om. aB ἐξ BD Arist.: ἐκ A: ἐκ τῆς α 30 ἡ priiis om. A)
192
γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονεν, ἀλλ’ οὐχ ὡς ὁ Μέλισσος ᾤετο, τὸ μὴ γενόμενον οὐκ ἔχει ἀρχήν· ψεῦδος γὰρ τοῦτο· πολλὰ γὰρ ἀγένητα ὄντα ἀρχὰς ἔχει. καὶ εἰ τὸ ἀμερὲς ἀδιάστατον, τὸ μὴ ἀδιάστατον οὐκ ἀμερές. γίνεται μὲν οὖν ποτε καὶ ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις, ὡς ἐπὶ τῶν ἰδίων καὶ ἐπὶ τῶν ὁρισμῶν· εἰ γὰρ ὁ ἄνθρωπος γελαστικόν, ὁ μὴ ἄνθρωπος οὐ γελαστικόν· καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, τὸ μὴ λευκὸν χρῶμα οὐκ ἔστι διακριτικὸν ὄψεως. ἀλλ’ οὐ καθόλου ἡ τοιαύτη ἀντιστροφὴ ἀλλ’ ἐπὶ ὕλης τινός, ἡ δὲ προειρημένη καθόλου· καὶ γὰρ οὐκ ἐπὶ τῶν ἰδίων μόνων καὶ τῶν ὁρισμῶν ἀλλὰ καὶ ἐπὶ τῶν γενῶν καὶ ἐπὶ τῶν διαφορῶν καὶ ἐπὶ τῶν συμβεβηκότων ἀληθής. καὶ ἔστιν ἡ τοιαύτη ἀντιστροφὴ ἡ σὺν ἀντιθέσει λεγομένη. καὶ τοιαύτη μὲν ἡ ἐν τῇ κατ’ ἀντίφασιν ἀντιθέσει ἀκολουθία. χρησόμεθα δὲ αὐτῇ οὕτως καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν. ἀνασκευάζοντες μὲν τὸ καταφατικὸν διὰ τοῦ δεῖξαι, ὅτι τὸ ἀποφατικὸν τῷ ἀποφατικῷ οὐχ ὑπάρχει, τοῦτο ποιήσομεν· εἰ γὰρ μὴ τοῦτο, οὐδὲ τὸ καταφατικὸν τὼ καταφατικῷ τὸ ἀντε- στραμμένως λαμβανόμενον. εἰ γὰρ μὴ ἀληθὲς τὸ τὸ μὴ ἀγαθὸν μὴ εἶναι ἡδονήν. οὐδὲ τὸ τὴν ἡδονὴν ἀγαθὸν εἶναι ἀληθές· οὐκ ἀληθὲς δὲ ἐκεῖνο· αἱ γὰρ τῶν ἀκολάστων ἡδοναὶ οὐκ· οὖσαι ἀγαθαὶ ἡδοναί εἰσιν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν ἐστιν. οὕτως ἀναιρήσομεν τὰς ἀτόμους γραμμάς. εἰ γὰρ τὸ ἀδιαίρετον κατὰ φύσιν ἀμερές, τὸ μὴ ἀμερὲς οὐκ ἀδιαίρετον κατὰ φύσιν· ὥστε οὐκ ἂν εἶεν ἄτομοί τινες γραμμαί, ἐπεὶ μηδὲ ἀμερεῖς· μόνα γὰρ τὰ σημεῖα ἀμερῆ· οὐ γάρ εἰσι σημεῖα αἱ γραμμαί. εἰ δὲ κατασκευάζοιμεν τὸ καταφατικόν, δείξαντες τὸ ἀποφατικὸν τῷ ἀποφατικῷ ὑπάρχον εἴημεν ἂν καὶ τὸ ἀντιστρέφον αὐτῷ αὐτῷ καταφατικὸν δεδειχότες. εἰ γὰρ τὸ μὴ οὐκ ἄνθρωπος ὁ ἄνθρωπος ζῷον· καὶ εἰ τὸ μὴ ἀγαθὸν οὐχ αἱρετόν, τὸ αἱρετὸν ἀγαθόν· καὶ εἰ τὸ μὴ ὠφέλιμον οὐκ ἀγαθόν, τὸ ἀγαθὸν ὠφέλιμον· ὥστε ἐπεὶ αἱρετὸν ἡ ὑγεία, καὶ ἀγαθόν, καὶ ἐπεὶ ἀγαθόν, καὶ ὠφέλιμον. καὶ ·εἰ τὸ μὴ οἰκεῖον οὐκ ἐφετόν, τὸ ἐφετὸν οἰκεῖον· ἐφετὸν δὲ ἡμῖν τὸ θεῖον· καὶ οἰκεῖον ἄρα. ὡς δὲ ἀπὸ τῆς ἀποφάσεως καὶ ἀνασκευάζεται καὶ κατασκευάζεται ἡ κατάφασις, οὕτως καὶ ἀπὸ τῆς καταφάσεως ἡ ἀπόφασις καὶ κατσκευάζεται καὶ ἀνασκευάζεται· ἡ γὰρ τοῦ ἑτέρου αὐτῶν [*](1 γινόμενον aB οὐ AD: οὐδὲ aB ὁ om. Α 2 ἔχει A: ἔχειν D: ἔχον aB ὡς αἰ ἁφαὶ 3 ἀγένητα Β ἀρχὴν Α post ἀδιάστατον add. καὶ a 5 ἐπὶ alteiuiii om. a ὁ D: om. aAB post γελαστικὸν add. καὶ εἰ (?) γελαστικὸν ἄνθρωπος Α 6 ὁ D: καὶ εἰ aAB post ὄψεως add. καὶ aB 7 καθόλου aA: καθολικὴ D: καθολικὸν Β 10 ἐπὶ utruraque om. a 11 ἡ alterum aBD: ἐστὶν Α 12 post δὲ add. καὶ Α 13 κατασκευὴν—ἀνασκευήν D 14 14 τῶ ἀποφατικῶ AD: τῆς ἀποφατικῆς aB 15 16 ἀντιστραμμένως aB 16 10 τό alterum 0111. aB 10. 17 ἡδονὴν εἶναι D 17 τὸ om. 1) post ἀληθὲς repetit εἶναι Α 18 ἀγαθαὶ οὐκ οὖσαι Α 24 μὴ τὸ Α 25 τὸ μὴ BD: μὴ τὸ aA 26 αἱρετὸν ἀγαθόν AD: inv. ord. al) μὴ τὸ A 28 μὴ τὸ Α 28. 29 τὸ θεῖον ἡμῖν aB 29. 30 καὶ καὶ ἀνασκευάζεται καὶ κατασκευάζετι aB: κατασκευάζεται καὶ ἀνασκευάζεται (ut vs. 31) AD 31 καὶ piius om. Α)
193
κατασκευὴ· καὶ τοῦ ἑπομένου ἐστὶν αὐτῷ· καὶ ἡ ἀνασκευὴ πάλιν ὁμοίως. καὶ τοιαύτη μὲν ἡ τῶν κατ’ ἀντίφασιν ἁντικειμένων ἀκολούθησις, καὶ τοιαῦται αἱ κατ’ αὐτὰ ἀνασκευαί τε καὶ κατασκευαί. οὐ τῇ ἀντιφάσει δὲ τὸ ἑπόμενον λαμβάνει, ὡς ἄν ἐκ τῆς φωνῆς δόξαι, ἀλλ’ ἑκατέρᾳ τῶν προτάσεων ἐξ ὧν ἡ ἀντίφασις, ὡς δέδεικταί τε καὶ αὐτὸς εἶπε διὰ τοῦ δῆλον λον οὖν ὅτι πρὸς ἄμφω ἡ κατὰ τὴν ἀντίφασιν ἀκολούθησις ἀνά- παλιν γινομένη.

Επὶ δὲ τῶν ἐναντίων ἡ μὲν ἀκολούθησις τοιαύτη· εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον· διχῶς δὲ τοῦτο· καὶ γὰρ ἐπὶ τὰ αὐτὰ καὶ ἀνάπαλιν ἐπὶ μὲν τῶν πλείστων ἐπὶ τὰ αὐτά, ἔστι δὲ ἐφ᾿ ὧν καὶ ἀνάπαλιν. ἐπὶ τὰ αὐτὰ μὲν οὖν γίνεται τῶν ἐναντίων ἡ ἀκολού- θησις, ὅταν δύο οὐσῶν ἐναντιώσεων τὰ μόρια τῆς ἑτέρας ἑτέρας ἐναντιώσεως ἕπηται τοῖς τῆς ἑιέρας ἐναντιώσεως μορίοις. οἷον ἀνδρεία καὶ δειλία ἐναντία, ἀλλὰ καὶ ἀρετὴ καὶ κακία, καὶ ἀκολουθεῖ τῇ μὲν ἀνδρείᾳ ἡ ἀρετή, τῇ δὲ δειλίᾳ, ἥτις ἐστὶ τῇ ἀνδρείᾳ ἐναντία, ἡ κακία· καὶ τῇ μὲν ἀνδρείᾳ τὸ αἱρετόν, τῇ δὲ δειλίᾳ τὸ φευκτόν · ἐναντία γὰρ ὄντα τὸ αἱρετόν τε καὶ φευκτὸν ἀκολουθεῖ ἐκείνοις ἑκάτερον ἑκατέρῳ. πάλιν εἰ ἰῷ μὲν καλῷ τὸ ἡδὺ ἀκολουθεῖ τῷ δὲ αἰσχρῷ τὸ ἀνιαρόν, ἐπὶ τὰ αὐτὰ ἡ ἀκολουθία. καὶ εἰ τῷ μὲν ἀγενήτῳ τὸ ἄφθαρτον τῷ δὲ γενητῷ τὸ φθαρτόν, καὶ οὕτως ἐπὶ τὰ αὐτὰ ἡ ἀκολουθία· ἐναντία γὰρ τὸ μὲν ἀγένητον τῷ γενητῷ, τὸ δὲ ἄφθαρτον τῷ φθαρτῷ, καὶ ἀμφοτέροις ἐκείνοις ὡς ἡγουμένοις ταῦτα ὡς ἑπόμενα ἀκολουθεῖ. καὶ ἐπεὶ τῷ λευκῷ τὸ διακριτικόν, τῷ μέλανι τὸ συγκριτικόν· ἔστι δὲ ἐναντία καὶ τὸ διακριτικὸν κ·αὶ τὸ συγκριτικόν, ὥσπερ καὶ τὸ λευκὸν καὶ τὸ. μέλαν. καὶ τοιαύτη μὲν ἡ ἐπὶ τὰ αὐτὰ τῶν ἐναντίων ἀκολούθησις. ἀνάπαλιν δέ, εἰ δύο οὐσῶν ἐναντιώσεων μὴ τοῖς τῆς ἑτέρας μέρεσιν ἀμφοτέροις ἕποιτο τὰ τῆς ἑτέρας ἑκατέρῳ ἑκάτερον, ἀλλᾶ τῷ μὲν τῆς ἑτέρας μέρει τὸ ἕτερον, πάλιν δὲ τῷ τῆς ἑτέρας μέρει, ἧς εἵπετο τὸ μόριον, τὸ τῆς ἑτέρας μόριον ἀκολο·υθοίη. οἷον ὑγεία καὶ νόσος ἐναντία, καὶ εὐεξία καὶ καχεξία πάλιν ἐναντία καὶ αὐτά· καὶ ἕπεται τῇ μὲν εὐεξίᾳ ἡ ὑγεία πᾶς γὰρ ὁ εὐεκτῶν ὑγιαίνει), οὐκέτι δὲ τῇ καχεξίᾳ, ἥτις ἦν ἐναντία τῇ εὐεξίᾳ, νόσος ἕπεται, ἥτις τῇ ὑγείᾳ ἐστὶν ἐναντία, ἀλλὰ ἔμπαλιν [*](1 αὐτῷ aA: αὐτῶν BDP 2 μὴν Α 3 αὐτὰ scripsi: αὐτὰς libri 4 ἀλλ᾿] ἀλλὰ καὶ Α 5 ἐς ὧν ἡ ἀντίφασις om. 1) τε superscr. Β 5. 6 δῆλον οὖν] δηλοῦν D 6 post ἄμφω add. ἀντιστρέφει Arist. κατὰ τὴν] κατ’ D T γινομένους a 8 ·ἀκολουθία Α 8. 9 τὸ ἐναντίον τῶ ἐναντίω D cf. p. 194,14: τῷ ἐναντίῳ τὸ ἐναντίον aABP 9 τό ἐναντίον -di ἐναντίω ΑΒ 10 ἐπὶ μὲν—ἀνάπαλιν (11) oiu. Β 11 ταὐτὰ aP 12. 13 τοῖς τῆς ἑτέρας (haec superscr. P4) μορίοις ἕπηται τὰ τῆς ἑτέρας ἑτέρας ἐναντιωσεως μόρια aP 13 ἕπηται om. Β 16 γὰρ 011. Α τε om. aBP post καὶ add. τὸ aP 19 εἰ om. aB ἀγεννήτῳ a? (alterum ν siipersc. P-) 19 et 20 γεννητῷ aBP (alterum ν superscr. P2) 20 ἀκολούθησις· ἐναντίον B ἀγέννητον aBP (alterum ν superscr. BP2) 23 καὶ prius om. Α συγκριτικὸν καὶ τὸ διακριτικόν ΑΒ 24 καὶ primum om. aP, postea add. D 25 τῆς superscr. P4 26 post μερίσιν add. ἡ Β 28 ἀκολουθεῖ Α 30 30 πᾶς D, idem signum in mrg., sed deest adnotatio εὐεκτικῶν aA)

194
τῇ νόσῳ ἡ καχεξία· πᾶς μὲν γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ ἐστίν, οὐ πᾶς δὲ ὁ ἐν καχεξίᾳ ὢν νοσεῖ· εἰσὶ γάρ τινες καὶ ὑγιαίνοντες καχέκται. ἀνάπαλίν ἡ ἀκολούθησις δοκεῖ γίνεσθαι καὶ ἐπὶ κακίας καὶ ἀρετῆς καὶ εὐδαιμονίας καὶ κακοδαιμονίας· τῇ μὲν γὰρ κακίᾳ ἡ κακοδαιμονία ἕπεσθαι δοκεῖ. οὐκέτι δὲ τῇ ἀρετῇ ἡ εὐδαιμονία, ὰλλ’ ἀνάπαλιν ἰὴ εὐδαιμονία ἡ ἀρετή·. ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἀνάγκης τὴν ἀρετὴν ἔχει, ὁ δὲ τὴν ἀρετὴν ἔχων οὐ πάντως εὐδαίμων· ὡς γὰρ τῷ μὲν ἀτέχνῳ ἱκανὴ ἡ ἀτεχνία πρὸς τὸ διαμαρτάνειν καιὰ τὰςα ἐνεργείας ὕλης παρούσης, τῷ δὲ τεχνίτῃ οὐκ αὐτάρκης ἡ τέχνη πρὸς τὸ κατορθοῦν, ἀλλὰ καὶ ὀργάνων τινῶν δεῖται, οὕτως ἔχειν δοκεῖ καὶ ἐπὶ ἀρετῆς καὶ κακίας. καὶ αἱ μὲν ἰῶν ἐναντίων ἀκολουθήσεις τοιαῦται. καὶ· ὅτι τοιαῦται, δεῖν φησι διὰ τῆς ἐπαγωγῆς λαμβάνειν, ὡς· καὶ ἐπὶ τῶν κατὰ τὴν ἀντίφασιν. αἰ δὲ ἀπὸ τῶν ἀκολουθήσεων τούτων ἐπιχειρήσεις καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν βουλομένοις ἕπονται τὸν τρό- πον τοῦτον· κατασκευάζουσι μέν, εἰ ἀκολουθεῖ τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀκολουθήσει καὶ τῷ ἐναντίῳ τὸ ἐνανιίον ἢ ἐπὶ τὰ αὐτὰ ἢ ἀνάπαλιν· εἰ ὸὲ ἀνασκευάζοιμεν, δείξαντες ὅτι τὸ ἕτερον τῶν ἐναντίων τῷ ἑτέρῳ τῶν ἐναντίων και’ οὐδένα τρόπον ἀκολουθεῖ, δεδειχότες ἂν εἴημεν ὅτι οὐὸὲ τὸ ἕτερον τῷ ἑτέρῳ. οἷον ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ λευκοῦ μέλανος, εἰ εἴη προκίμενον δεῖξαι ὅτι τῷ κακῷ οὐκ ἀκολουθεῖ τὸ μέλαν. δείξαντες ὅτι μήτε τῷ ἀγαθῷ ἀκολουθεῖ τὸ λευκὸν μήτε τῷ λευκῷ τὸ ἀγαθόν, δεδειζότες ἄν εἴημεν ὅτι μηδὲ τῷ κακῷ ἀκολουθοίη ἂν τὸ μέλαν. οὕτως δείξομεν ὅτι μή ἐστιν ἡ ἀκρασία κακία. δείξαντες ὅτι μήτε τῇ ἐγκρατείᾳ ἡ ἀρετὴ μήτε τῇ ἀρετῇ ἡ ἐγκράτεια ἕπεται. ἐπ’ ὀλίγων δέ φησιν ἐνατίων ἀνάπαλιν τὴν ἀκολουθίαν γίνεσθαι. τὸ δὲ ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων εἶπε λέ γων ‘τῶν ἀρετῶν καὶ τῶν κακιῶν᾿· ὡς γὰρ ἐπ᾿ ἀνδρείας δρείας καὶ δειλίας, οὕτως καὶ ἐπὶ δικαιοσύνης καὶ ἀδικίας καὶ σωφροσύνης καὶ ἀκολασίας καὶ πασῶν τῶν ἀρετῶντα τῶν ἐναντίων αὐταῖς κακιῶν ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις.

Πἀλιν ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων ἡ μὲν ἀκολούθησις ἐπὶ τὰ αὐτά., ἀλλ’ οὐχ ὥσπερ ἐπὶ τῶν ἐναντίων ποτὲ καὶ ἀνάπαλιν. οἷον ἀντίθεσις καθ᾿ ἕξιν καὶ στέρησιν ὄψις καὶ τυφλότης, καὶ αἴσθησις καὶ ἀναισθησία· εἰ τῇ ὄψει ἡ αἴσθησις ἕπεται, τῇ τυφλότητι ἡ ἀναισθησία. [*](2 τινες καὶ] καὶ οἱ Β 3 ἀκολουθία Α ante ἀρετῆς adil. ἐπὶ aBP 6 post τὴν prius ras. 4 7 lit. 7 ἁ)τέχνῳ in ras. P3 8 ante ὕλης add. τῆς aBP 9 δέεται A 9. 10 ἔχειν δοκεῖ] ἔχει Dpr. 10 supra δοκεῖ scripsjt ἀρκεῖ P2 ante ἀρετῆς adfl. τῆς A post ἀρετῆς add. τε AP 13 καὶ prius om. Β ἀνασκευάζειν—κατασκευάζειν Α 14 post τοῦτον add. καὶ Β τῷ ἐναντίῳ τὸ ἐναντίον aP 15 καὶ] δὲ A τὸ ἐναντίον τῷ ἐναντίῳ aP ταὐτὰ aBP ante ἀνάπαλιν add. τὸ a, superscr. P2 16 post ἑτέρῳ add. τρόπω A 17 ἀκολουθεῖ ante κατ᾿ transposuit A 20 μήτε prius superscr. P1 τῷ prius om. Α 22 post δείξαντς add. γὰρ Β 23 ἡ altenini BP: om. aAD 24 ἡ ἀκολουθία : τὴν ἀκολούθησιν D 25 ὡς γὰρ] ὥσπερ Α 26. 27 καὶ σωφροσύνης καὶ ἀκολασίαις (??) om. Α 27 κακιῶν (sic) P 28 τὸ αὐτὸ Β ἀκόλου Α 29 καὶ ἕξιν om. in fine versus D 30 ταὐτά aBP 31 ἕξις Bpr.)

195
πάλιν τὸ μὲν ἀκούειν καὶ κωφὸν εἶναι ἀντίκειται ἀλλήλοις ὡς ἕξις καὶ στέρῃ σις· τὸ δὲ συνιέναι καὶ ἀσυνετεῖν ὁμοίως πάλιν ἀλλήλοις· καὶ εἰ ἕπε- τᾶι τῷ ἀκούειν τὸ συνιέναι, τῷ κωφὸν εἶναι ἀκολουθήσει τὸ μὴ συνιέναι. πάλιν τάξις χαἰ ἀταξία, καὶ εἶδος καὶ στέρησις· εἰ τῇ τάξει τὸ εἶδος, τῇ ἀταξίᾳ ἡ στέρησις. ἀλλὰ καὶ ζωὴ καὶ θάνατος ἀντίκειται καθ’ ἕξιν καὶ στέρησ.̓ν, καὶ αἴσθησις πάλιν καὶ ἀναισθησία· καὶ εἰ τῷ ζῆν τὸ αἰσθαι, τῷ τεθνάναι τὸ μὴ αἰσθάνισθαι. κατασκευάσομεν οὖν καὶ ἀνασκευἀνασκευάσομεν ἢ δεικνύντες τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον (ἀκολουιθήσει γὰρ καὶ τὸ λοιπὸν τῷ λοιπῷ), ἢ δεικνύντες ὅτι μὴ τὸ ἕτερον τῷ ἑτέρῳ ἀνασκευ- ᾄσομεν. εἰ γὰρ μὴ ἕπεται τῷ ζῶντι ἐπιστήμη, οὐδὲ τῷ νεκρῷ ἄγνοια· ὄντος γὰρ καὶ ζῶντος τὸ ἀγνοεῖν. δεῖ δὲ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων ὁρᾶν, μή τισιν ἀντικειμένοις ἀμφοτέροις τὸ ἕτερον ἕπεται τῶν ἐκ τῆς ἑτέρας ἀντιθέσεως· εἰ γὰρ τοὺιο, οὐκέτι τῷ ἑτέρῳ τὸ ἕτερον ἀκολουθήσει ὡς τῷ ἑτέρῳ τὸ ἕτερον. οὐ γὰρ τὸ ἕτερον αὐιῷ ἀλλ' ἀμφόιερα ἀκολουθεῖ· ὡς ἔχει ἐπὶ ὄψεως καὶ τυφλότητος καὶ ζωῆς καὶ θανάτου· καὶ γὰρ τῇ ὄψει καὶ τῇ τυφλότητι ἡ ζωὴ ἕπεται· διὸ οὐδετέρῳ ὁ θάνατος. ὁμοίως καὶ ὕπνῳ καὶ ἐγρηγόρσει ἀμφοτέροις ἡ ζωή, ἀλλὰ καὶ πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς στερήσεσιν αὐτῶν. τότε οὗν καὶ τῷ ἑιέρῳ τὸ ἕτερον, ὅταν τῷ ἑτέρῳ τὸ ἕτερον μόνον ἀλλὰ μὴ ἀμφότερα ἕπηται· οὐ γὰρ δύνα- τᾶι, ᾧ ἡ ἕξις, τούτῳ καὶ ἡ στέρησις ἕπεσθαι.

Ὁμοία ἡ ἀἀκολούθησις καὶ ἐπὶ τῶν κατὰ τὸ πρός τι ἀντικειμένων· ἐπὶ τὰ αὐτὰ γὰρ ἡ ἀκολουθία. κατὰ τὸ πρός τι ἀντίκειται πατὴρ μὲν καὶ τέκνον ἀλλήλοις, τὸ δὲ ἄρχειν καὶ ἄρχεσθαι ἀλλἠλοις· καὶ εἰ ἕπεται τῷ πατρὶ τὸ ἄρχειν, καὶ τῷ τέκνῳ τὸ ἄρχεσθι. πάλιν ἄρχων καὶ ἀρχό- μένος, καὶ τὸ εὖ ποιεῖν καὶ τὸ εὗ πάσχειν· εἰ οὗν τῷ ἄρχοντι ἕπεται τὸ εὖ ποιεῖν, καὶ τῷ ἀρχομένῳ τὸ εὖ πάσχειν. πάλιν τὸ τριπλάσιον καὶ τὸ πολλαπλάσιον, καὶ τριτημόριον καὶ πολλοσιημόριον· καὶ ἕπεται ὡς τῷ τριπλασίῳ τὸ πολλαπαάσιον, οὕτως τῷ τριτημορίῳ τὸ πολλοστημόριον. ἀλλὰ καὶ ἐπιστήμη μὲν πρὸς ἀπιστητόν, ὑπόληψις δὲ πρὸς ὑποληπτόν· καὶ ἐπεὶ τῇ ἐπιστήμη ἡ ὑπόληψις ἕπεται καὶ τῷ ἐπισιητῷ τὸ ὑποληπτόν. ὁμοίως καὶ διπλάσιον μὲν πρὸς ἥμισυ, ὑπερέχον δὲ πρὸς ὑπερεχόμενον· καὶ ἐπεὶ [*](1 ἀντίκειται BD cf. vv. 5, 22: ἀντίκεινται aAP 2 ἀσυνετεῖν aBP: μὴ συνιέναι AD 3 τὸ ἀκούειν τῷ P1, corr. P2 aut P1 4 εἰ τῇ—στέρησις (5) om. B 5. 6 καὶ στέρησιν] ἡ αἐρησις A 7 post αἰσθάνεσθαι add. καὶ aA 7. 8 κατασκευάσωμεν—ἀνασκευάσωμεν Α 8 τὸ ἕτερον—δεικνύντες (9) om. Β 9 ἑταίρω Α 12 ἕποιτο B 13 τῷ-ἔχει (15) om. Β 13. 14 ἀκολουθήσει ὡς τῶ ἑτέρω τὸ ἕτερον AD: (οm. aP 14 ἀλλὰ τὰ ἕ(??)ερα in contextu. υρ. ἀμφότερα in mrg. D 17 ante ἀμφοτέροις add. ἐν Β 18 τῆ στερήσει B 19 οὐ—ἕπεσθαι (20) om. Β 21 ἡ om. Β ἀκολουθία Α post τῶν add. ἄλλων τῶν Α τὸ soripsi cf. vs. 21, p. 196,5. 11: τὰ Β, postea add. D: om. aAP 22 τυτὰ aBP τὸ aDP: τὰ ΑΒ post μὲν add. γάρ AD 23 post ἄρχειν add. τε P2, ut videtur ant ἄρχιεσθαι add. τὁ Β 25 καὶ τὸ (ante εὖ πάσχειν) AD: τῷ aBP 26. 27 καὶ τὸ πολλαπλάσιον om. BP1, superscr. P5 27 ἕπεται post 28 πολλαπλάσιον transposuit Β 28 οὕτως iterat Α post οὕτως add. καὶ Α 30 ἡ om. Β 31 μὲν om. D)

196
ἕπεται τῷ διπλασίῳ τὸ ὑπερέχον, τῷ ἡμίσει τὸ ὑπερεχόμενον ἀκολουθεῖ. αἱ μὲν οὖν ἀκολουθήσεις καὶ τούτων τοιαῦται.

Αἱ δὲ ἐπιχειρήσεις αἱ ἀπ᾿ αὐτῶν καὶ κατασκευάζουσι καὶ ἀνασκευάζουσι φανεραί. εἰ γὰρ τῷ ἑτέρῳ τῶν ἀντικειμένων ἢ καθ᾿ ἕξιν καὶ στέρησιν. περὶ ὧν προειρήκαμεν, ἢ καὶ κατὰ τὸ πρός τι τὸ ἕτερον τῶν ὁμοίως ρησιν, περὶ ὧν προειρήκαμεν, ἢ καὶ κατὰ τὸ πρός τι τὸ ἕτερον τῶν ὁμοίως ἀντικειμένων ἕπεται, καὶ τῷ λοιπῷ τὸ λοιπόν, καὶ εἰ μὴ τῷ ἑτέρῳ τὸ ἕτερον, οὐδὲ τῷ λοιπῷ τὸ λοιπόν, προσκειμένου τοῦ ἐπὶ τῶν ἕξεων καὶ στερήσεων εἰρημένου διορισμοῦ· οὐ γάρ, ἐπεὶ μὴ ἕπεται τῷ κοιμᾶσθαι τὸ τεθνάναι, οὐδὲ τῷ ἐγρηγορότι τὸ ζῆν· ἀμφοτέροις γὰρ τὸ ζῆν. εἰπὼν δὲ ταῦτα ἔνστασίν φησι πρὸς τὴν ἀπὸ τοῦ πρός τι ἐπιχείρησιν δύνασθαι φέρεσθαι· ἀντικειμένων γὰρ κατὰ τὸ πρός τι αἰσθήσεως μὲν αἰσθητῷ ἐπιστήμης δὲ ἐπιστητῷ τῷ μὲν αἰσθητῷ τὸ ἐπιστητὸν ἕπεται, τῇ δὲ αἰσθήσει ἡ ἐπιστήμη οὐκέτι. εἰπὼν δὲ τὴν ἔνστασιν οὔ φησιν αὐτὴν ἀληθῆ εἶναι· μηδὲ γὰρ τῷ αἰσθητῷ τὸ ἐπιστητὸ ἕπεσθαι συγχωρεῖθαι· τῶν γοῦν ἀτόμων ζῴων αἴσθησις μὲν ἔστιν, ἐπιστήμη δ᾿ οὔ, εἴ γε ἡ ἐπιστήμη τῶν καθόλου· εἰ δὲ αἰσθητῶν ὄντων αὐτῶν μὴ ἔστιν ἐπιστήμη, οὐκ ἂν εἴη ἐπιστητά. προστίθησι δὲ ὅτι μᾶλλον πρὸς τὸ ἐναντίον χρήσιμον τὸ εἰρημένον παράδειγμα. ἔστι δὲ ὃ λέγει, ὅτι κατασκευάζοιτ᾿ ἂν τὸ μὴ εἶναι τὸ αἰσθητὸν ἐπιστητὸν ἐκ τοῦ μηδὲ τὴν αἴσθησιν ἐπιστήμην εἶναι μᾶλλον, ὅ ἐστιν ἀντικείμενον τῷ τὸ αἰσθητὸν ἐπιστητὸν εἶναι, ὃ ἐλαμβάνετο εἰς ἀνασκευὴν τοῦ τόπου· ἐναντίον γὰρ οὐ τὸ | κυρίως ἐναντίον νῦν ἀλλὰ τὸ ἀντικείμενον [*](105) εἶπε.

[*](p. 144a26)

Πάλιν ἐπὶ τῶν συστοίχων καὶ ἐπὶ τῶν πτώσεων.

Ὁ μὲν τόπος ἀπὸ τῶν συστοίχων. χρήσιμος δὲ καὶ οὗτος καὶ πρὸς τὸ κατασκευάσαι καὶ πρὸς τὸ ἀνασκευάσαι, ἐξ ἀκολουθίας καὶ αὐτὸς ὤν· ἀκολουθεῖ γάρ, ὡς ἂν ἐφ᾿ ἑνὸς δειχθῇ τῶν συστοίχων ἔχον τι, καὶ ἐπὶ τῶν ἄλλων. τίνα δ᾿ ἐστὶ σύστοιχα καὶ τίνα πτώσεις, καὶ ὅτι καὶ αἱ πτώσεις ἐν τοῖς συστοίχοις καταριθμοῦνται (αἱ μὲν γὰρ πτώσεις καὶ σύστοιχα, τὰ δὲ σύστοιχα οὐκέι πτώσεις), καὶ αὐτὸς φανερῶς διὰ τῶν παραδειγμάτων δεδήλωκε. τὰ γὰρ οὕτως παρωνομασμένα ἀπό τινος ὡς τὸ δίκαιον καὶ ὁ δίκαιος τῇ δικαιοσύνῃ σύστοιχα ἀλλήλοις τε καὶ αὐτῇ τῇ δικαιοσύνῃ, ἀσ᾿ ἧς παρωνόμασται, καὶ ἔστι τό τε δίκαιον καὶ ὁ δίκαιος πράγματά [*](1 post ὑπερέχον add. καὶ Β 2 καὶ in ras. P2: αἰ Β 3 αὐτοῦ Α: αὐτῶ Β καὶ] accent, in ras. P: αἳ Β καὶ ἀνασκευάζουσι superscr. P2 aut P5 4 ἑτέρῳ om. Β 5 εἰρήκαμεν D καὶ om. aP τὸ (ante πρός) om. A: τὰ B 8 εἰρημένου om. D προσδιορισμοῦ aB οὐ in ras. P2 9 οὐδὲ scripsi: οὔτε libri δὲ om. Α 10 πρός τι] τόπου Β 10. 11 καταφέρεσθαι D 11 τὸ] τὰ Β 12 ἐπιστητῷ corr. ex ἐπιστήμ P2 13 μηδὲ] μὴ D 14 γοῦν aAP: γὰρ BD 16 αὐτῶν ὄντων Β ἐπιστητά] ἐπιστήμη Α 21 οὐ-ἀλλὰ isuperscr. P2 aut P5 22 εἶπεν post 21 νῦν transposuit Β 23 καὶ ἐπὶ τῶν πτώσεων om. B 24 καὶ οὗτος om. D 25 κατασκευάσαι] κ et τ corr. D πρὸς τὸ om. D 27 τι ἐστὶ Α 28 γὰρ om. D 29 καὶ scripsi cf. p. 199,28: ὡς libri φανερῶν A 32 πράγυματα corr. ex παραδείγματα Β)

197
τινά, τὸ μὲν ἀπὸ δικαιοσύνης γεγονὸς τὸ δὲ δικαιοσύνην ἔχον. ὁμοίως ἀνδρεία, ἀνδρεῖον, ἀνδρεῖος σύστοιχα πάλιν ἀλλήλοις, ὄντα πράγματά τινα· τὸ μὲν οὗν ἕξις, ἀφ’ ἧς παρώνυμα τὰ λοιπά, τῶν δὲ τὸ μὲν κατὰ τὴν ἕξιν γεγονὸς τὸ δὲ τὴν ἕξιν ἔχον. καὶ λέγοιτ’ ἄν σύστοιχα ταῦτα, ὅσα πράγματά τινα ὄντα ἀπό τινος παρωνόμασται, ἀλλήλοις τε καὶ ᾧ παρωνόμασται, οἷον γραμματική, γραμματικόν, γραμματικός. ἰατρική, ἰατρικόν, ἰατρικός, μουσική, μουσικόν, μουσικός. οὐ μόνον δὲ τὰ κατὰ ίατρικὴν ἢ μουσικὴν ἤ τινα ἄλλην ἕξιν παρωνομασμένα τῷ κατ’ ἐκείνην γεγονέναι σύστοιχα τῇ ἕξει, ὡς τὸ γραμματικὸν καὶ μουσικόν, ἀλλὰ καὶ ὅσα καθόλου ὁμοίως κατὰ τὴν λέξιν ἐσχημάτισται, [καὶ] λεγόμενα οὕτως τῷ ποιητικὰ ἐκείνου εἶναι ᾧ παρωνόμασται ἢ φυλακτικά, καὶ ταῦτα σύστοιχα ἐκείνῳ· λέγεται. γὰρ καὶ ὑγιεινὰ καὶ εὐεκτικὰ τὰ μὲν τῷ ποιητικὰ ὑγείας εἶναι ἢ εὐεξίας, τὰ δὲ τῷ φυλακτικά, τὸ μὲν ὑγείας τὸ δὲ εὐεξίας. καὶ ταῦτα οὖν σύστοιχα τοῖς ὧν ἐστι ποιητικὰ ἢ φυλακτικά, οἷς καὶ παρωνόμασται. ὡς δὲ συνήθως τῶν τοιούτων τε καὶ οὕτως παρωνομασμένων τισὶ συστοίχων λεγομένων οὕτως λέγει· διὸ καὶ προσέθηκε σύστοκχα μὲν οὗ.ν τὰ τοιαῦτα εἴωθε λέγε·σθαι. πτώσεις δέ φησι λέγεσθαι τὰ οὕτως ἐσχηματισμένα ὡς τὸ δικαίως, ανδρειως, μουσικῶς· ταύτα γὰρ πτώσεις, τὸ μὲν τοῦ ‘δίκαιος’, τὸ δὲ τοὐ ‘ἀνδρεῖος’, τὸ δὲ τοῦ ‘μουσικός᾿, ἢ τὸ μὲν τῆς δικαιοσύνης, τὸ δὲ τῆς ἀνδρείας, τὸ δὲ τῆς μουσικῆς· ὡς γὰρ ἰὰ παρώνυμα ἀπὸ τούτων, οὕτως καὶ τὰς πτώσεις τούτων λέγει. διαφέροι δ’ ἂν τὰ σύστοιχα ἰῶν πτώσεων, ὅτι ἐκεῖνα μὲν πράγματά τινά ἐστιν, αἱ δὲ πτώσεις οὐ πραγμάτων ὑποκειμένων εἰσὶ δηλωτικαὶ ἀλλὰ τρόπου ἐνεργείας ἢ διαθέσεως τινος· τοιαῦτα γὰρ καὶ τὰ ἰατρικῶς καὶ μουσικῶς καὶ καὶ ὑγιεινῶς. λέγει δὲ καὶ τὰς πτώσεις καὶ ἰὰ κατ᾿ αὐτὰς σύστοιχα εἶναι ταῖς ἕξεσιν, αἷς καὶ τὰ προειρημένα σύστοιχα παρωνόμασται, ἡ μὲν ἀνδρείως πτῶσις τῇ ἀνδρείᾳ, ἡ δὲ δικαίως τῇ δικαιοσύνη, καὶ ἡ μουσικῶς τῇ μουσικῇ, καὶ αἱ ἄλλαι ὁμοίως, ὡς εἶναι τῇ μὲν δικαιοσύνῃ σύστοιχα τὸ δίκαιον, δίκαιος, δικαίως, τῇ δὲ ἀνδρείᾳ ἀνδρεῖον, ἀνδρείως. ἀνδρείως. μὲν οὑν πάντα πᾶσι, πτώσεις δὲ οὐκέτι ὁμοίως· οὐ γὰρ ὡς τὸ δικαίως τῆς δικα̣ιο- σύνης πτῶσις, οὕτως καὶ ἡ δικαιοσύνη τοῦ δικαίως.

[*](1 ·γ’ ἔχον Α post ὁμοίως add. τῇ ἀνδρεία Β, τὰ a 2 ἀνδρία Α itemque νν. 27. 29 ἀνδρεῖος, ἀνδρεῖον D: καὶ ὁ ἀνδρεῖος· Β 5 τινὰ post ὄντα ex corr. add. D 6 post ἰατρική add. δὲ Α 7 post κατὰ add. τὴν AB 7. S ἡ μουσικὴν] ἡ μουσικὴ 15 9 τῆ superscr. P2 aut P5 ante μουσικὸν add. τὸ A 10 καὶ delevi post ἰῷ add. ἰά A 12 καὶ prius om. Β ante ὑγιεινὰ add. ἐκεῖνα Α 13 ἢ BD: καὶ a A, superscr. P2 aut P5 16 μὲν om. D 17 εἴωθε D Arist.: εἴωθε ΑΒ: εἰώθει aP. 18 πτώσεις om. 1) 20 ἀνδρίας Α 21 διαφέρει Β: διαφέρῃ· Α δ’ αὖ B 22 πράγματά om. Α 24 καὶ alterum AD: om. aBP μουσικῶς ante ἰατρικῶς transposuit a καὶ tertium D: om. aABP 25 καὶ prius om. Α κατὰ ταύτας aP 26 καὶ om. A κατωνόμασται D 28 ὡς add. P2 δίκαιος post 29 δικαίως transposuit B: om. D 29 δὲ om. Β post ἀνδρεῖος eras. 1—2 lit. P 30 B: πᾶσιν Α οὐ γὰρ ὡς] ὡς γὰρ D post δικαίως add. τῇ δικαίως a ;5(). 31 τῆς δικαιοσύνης scripsi: τῇ δικαιοσύνῃ libri)
198

Καὶ τὰ μὲν σύστοιχα καὶ αἱ πτώσεις τοιαῦτα. ὁ δὲ τόπος ὁ ἀπ’ αὐτῶν· εἰ ζητοῖτο περί τινος εἰ ἔστι τι αὐτῷ συμβεβηκός, οἷον τὸ αἱρετὸν ἢ ἐπαινετὸν ἢ ἄλλο τι, οἷον ἀγαθὸν ἢ φευκτὸν ἤ τι τοιοῦτον, ἐπὶ τῶν συστοίχων αὐτῷ ἀξιοῖ μεταβάντας δεικνύναι τὸ ζητούμενον ὑπάρχον τούτῳ· δειχθέντος γὰρ ἑνὶ τῶν συστοίχων ὑπάρχοντος τοῦ ζητουμένου δεδειγμένον ἄν εἴη ὅτι καὶ τούτῳ· ὃ γὰρ ἑνί, καὶ τοῖς ἄλλοις. οἷον ζητουμένου εἰ τῇ δικαιοσύνη τὸ ἐπαινετὸν ὑπάρχει, ἂν δείξῃ τις ἑνὶ τῶν συστοίχων αὐτῇ τὸ ἐπαινετὸν ὑπάρχον, ἔσται καὶ τὸ προκείμενον δεδειχώς· ὡς γὰρ ἂν ἔχον δειχθῇ τι τῶν ἐν τῇ συστοιχίᾳ, ἔσται καὶ τὰ λοιπὰ ἔχοντα. οἷον εἰ τὸ δίκαιον ἴσον, καὶ ἡ δικαιοσύνη ἰσότης καὶ ὁ δίκαιος ἴσος καὶ τὸ δικαίως ἴσως· καὶ εἰ ἀνδρείως ἢ δικαίως ἐστὶ μᾶλλον καὶ ἧττον, καὶ ἡ ἀνδρεία ὅν καὶ ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ ἧττον ἔχοιεν· εἰ δὲ ἐκεῖνα μή, οὐδὲ ταῦτα. ὁμοίως εἰ αἰσθάνεσθαι ἔστι μᾶλλον καὶ ἧττον, καὶ αἴσθησις ἂν εἴη μᾶλλον καὶ ἧττον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἡδονῆς. καὶ [εἰ] τὸ δικαίως δὲ ἀποθνήσκειν ἐπαινετῶς ἐστιν ἀποθνήσκειν, ἐπεὶ τὸ δίκαιον ἐπαινετόν· ἐπαινετῶς δέ. ὅτι ἡ πρᾶξις ἐπαινετή, οὖσα [καὶ] κρίσις προσήκουσα, τοῦ ἐπαινετοῦ ἐπὶ τὴν κρίσιν, δι’ ἣν ἀποθνήσκει, ἀναφερομένου, οὐκ ἐπὶ τὸν ἀποθνήσκοντα. οὕτως δείξαι τις ἄν ὅτι μή ἐστιν ὁ σοφὸς πλούσιος, ὡς λέγουσιν· εἰ γὰρ ἐν τῇ τῆς σοφίας κτήσει πλοῦτος, ἡ σοφία πλοῦτος ἂν εἴη· οὐκ ἔστι δέ· ὥστε οὐδὲ ὁ σοφὸς καθ’ ὃ σοφὸς πλούσιος. ἔτι εἰ ὁ σοφὸς πλούσιος, τὸ σοφῶς πλουσίως ἔσται. δῆλον δὲ ὅτι ἐπὶ τὸ γνωριμώτερον τῶν ἐν τῇ συστοιχίᾳ καὶ ῥᾷον δυνάμενον δειχθῆναι ἡ μετάβασις ἔστα.. ἰῇ μὲν γὰρ φύσει πρώτη ἡ ἕξις τῶν παρωνομασμένων αὐτῇ, καὶ διὰ τὸ ἐκείνῃ τινὰ συμβεβηκέναι καὶ τούτοις συμβέβηκεν· ἐν· δὲ ταῖς δείξεσι πρῶτον γίνεται τὸ ἡμῖν γνωριμώτερον, κἄν ὕστερον ᾖ τῇ φύσει. κἂν ἀνασκευάσαι δέ τι βουλώμεθα, οἷον ὅτι τὸ δίκαιον οὐκ ἔστιν ἀσύμφορον, ὡς οἴονταί τινες, δείξαντες ἑνὶ τῶν συστοίχων μὴ ὑπάρχον αὐτό, οἷον τῇ δικαιοσύνῃ ἀρετὴ γάρ, καὶ οὐδεμία ἀρετὴ ἀσύμφορος τῷ οὗ ἐστιν ἀρετή), δεδειχότες ἄν εἴημεν ὅτι οὐδὲ τὸ δίκαιον τοιοῦτον. εἰπὼν δὲ μετὰ τῶν ἄλλων τῶν τῇ δικαιοσύνῃ συστοίχων καὶ τὴν πτῶσιν τὴν δικαίως τῶν ἐπαινετῶν ἔσεσθαι, πῶς τὸ ἐπαινετὸν τῷ δικαίως ἐφαρμόσει, προσέθηκε· [*](1 τοιαῦται D ὁ alterum om. Β 2 συμβεβηκός] συμ eras. Α 3 ante ἄλλο add. εἰ aHP post ἄλλο τι add. τοιοῦτον aB 5 ὑπάρχοντος ABD, Ppr.: ὑπάρχειν a, Pcorr. ante τοῦ add. τούτου D 6 post ἑνί add. τοῦτο A 7 δείξει A 9 τῇ om. B 11 καὶ alterum om. Α ἡ D: om. aABP 12 ἡ AD: om. aBP ἔχοιεν ἂν ἄν ante καὶ om.) τὸ μᾶλλον καὶ τὸ ἧττον Α ἔχοιεν] ὲν compend. add. P2 post ἐκεῖνα add. μὲν Β, superscr. P2 ut videtur 14 εἰ delevi 15 δὲ] μὲν Β 6 καὶ delevi τοῦ superscr. P 17 ἀναφερομένου ἀποθνήσκει Β 18 post οὕτως add. ὸὲ Β δείξη Α 21 post ἔσται ras. 8 lit. P δὲ superscr. P2 22 τοῖς συστοϊ Α: τῶ συστοίχῳ Β δυνάμενον post δειχθῆναι transposuit D: δυναμένων Β 24 ἐν] εἰ Α 25 ἡμῖν corr. P ἡ et ῖν supra lineam, ῖν supra ras.) γνώριμον κἄν ἦ τῆ φύσει ὕστερον D κἂν] κἴ P, sed ἰ in ras. P2 26 δέ τι superscr. P2 27 αὐτῶ, sed post συστοίχων B ὑπάρχων a τῇ·] τι Α 31 ἐφαρμόσει in ras. D)

199
ῥηθήσεται δὲ τὸ δικαίως· καὶ ἐπαινετῶς κατὰ τὴν αὐτὴν πτῶσιν ἀπὸ τοῦ ἐπαινετοῦ, καθάπερ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης, ἡ μὲν γὰρ δικαιοσύνη ἐπαινετὴ ῥηθήσεται, τὸ δὲ δίκαιον ἐπαινετόν, ὁ δὲ δίκαιος ἐπαινετός, καὶ τὸ δικαίως ἐπαινετῶς· ὡς γὰρ τὸ δικαίως πτῶσις ἰῆς δικαιοσύνης, οὕτως καὶ τὸ ἐπαινετῶς πτῶσις τοῦ ἐπαινετοῦ.

[*](p. 114b6)

Σκοπεῖν δὲ μὴ μόνον ἐπ’ αὐτοῦ τοῦ εἰρημένου, ἀλλά καὶ ἐπὶ τοῦ ἐναντίου τὸ ἐναντίον.

Δείξας ἰὴν ἀπὸ τῶν συστοίχων εὐπορίαν πρὸς ἐπιχείρησιν προστίθησι τῷ προειρημένῳ τόπῳ καὶ τὸν ἀπὸ τῶν ἐναντίων ἑκάστῳ τῶν συστοίχων. ἔστι δὲ ἐναντίον τῇ μὲν δικαιοσύνῃ ἡ ἀδικία, τῷ δὲ δίκαιος ὁ ἄδικος, τῷ δὲ δίκαιον τὸ ἄδικον, τῷ δὲ δικαίως τὸ ἀδίκως. δεῖ οὖν, φησί, καὶ ἀπὸ τῶν ἐναντίων τῷ προκειμένῳ, οὐ μόνον ἀπὸ τῶν συστοίχων, τὴν ἐπιχείρησιν ποιεῖσθαι, σκοποῦντ.ας εἰ ἰῷ ἐναντίῳ τὸ ἐναντίον. ζητουμ·ένου γὰρ εἰ τὸ ἀγαθὸν ἡδύ, ὁρᾶν χρὴ εἰ τῷ ἐναντίῳ τοῦ ἀγαθοῦ τοῦτο δέ ἐστι τὸ κακόν) τὸ ἐναντίον τῷ ἡδεῖ, ὅπερ ἐστὶ τὸ λυπηρόν, ἕπεται· κἄν μὲν ἕπηται, δεικτέον ὅτι καὶ τῷ ἀγαθῷ. τὸ ἡδὺ ἕπεται· εἰ δὲ μὴ ἕπεται ἔστι γάρ τινα καὶ κακὰ ἡδέα), οὐδ’ ἄν τῷ ἀγαθῷ πάντως ἕποιτο τὸ ἡδύ. ἀλλὰ καὶ ζητουμένου εἰ ἡ δικαιοσύνη ἐπιστήμη, σκεπτέον εἰ ἡ ἀδικία ἄγνοια· εἰ γὰρ τοῦτο, κἀκεῖνο, καὶ εἰ μὴ τοῦτο, οὐδὲ ἐκεῖνο. πάλιν ἐπεὶ τῷ δικαίως τὸ ἀδίκως ἐναντίον, εἰ ζητοῖτο τῷ δικαίως εἰ τὸ ἐπιστημονικῶς καὶ ἐμπείρως ἕπεται, ἐπισκεπιέον εἰ τῷ ἀδίκως τὸ ἀγνοούντως καὶ ἀπείρως ἕπεται· εἰ μὲν γὰρ τούτῳ, κἀκείνῳ· εἰ δὲ μὴ τούτῳ, ὥσπερ δοκεῖ, οὐδ’ ἄν τῷ δικαίως ἐκεῖνα ἕποιτο. δοκεῖ γὰρ τὸ ἀδίκως γινόμενον ἐμπείρως μᾶλλον ἢ ἀπείρως γίνεσθαι· ἑκουσίως γὰρ καὶ ἐξ ἐπιβουλῆς πολλάκις τὸ ἀσίκως γινόμενον γίνεται· τὰ δὲ τοιαῦτα ἀπὸ ἐμπειρίας. αἴτοιν δὲ τῆς τοιαύτης δείξεως, ὅτι, ὡς προείρηκεν ἐν τοῖς ἐπάνω, ἄν τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀνάγκη καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν, ὡς ἔδειξεν ἐν ταῖς τῶν ἐναντίων ἀκολουθίαις. διὸ καὶ αὐτὸς προσέθηκεν ὅτι οὗτος δὲ ὁ τόπος εἴρηται πρότερον ἐν ταῖς τῶν ἐναντίων ἀκολουθήσεσι· τὸ αὐτὸ γὰρ ἐκεῖ τε εἴρηται καὶ δέδεικται καὶ διὰ [*](2 post ἐπαινετοῦ add. τὸ ἐπαινετῶς aB 3 ῥήσεται D 5 τῆς] ἐπὶ Α 6 ἐπὶ omisso αὐτοῦ Α ἀλλὰ—ἐναντίον (7) om. Β 8 εὐπορίαν D: ἀπορίαν aABP 9 ἑκάστ ΑD: ἑκάστων aBP τῶν alterum D: om. aABP συστοι supra scripto χ Α 10.11 δὲ—ἄσικον om. B 12 προκειμένῳ aAP: προειρημένω ΒD 13 τὸ ἐναντίον εἰ τῶ ἐναντίω Β post γὰρ add. τοῦ aAB, superscr. P, sed cf. vs. 18 et p. 198,6. 205,15. 206,21 16 δει)κτέον—18 ζη(τουμένου), initium paginae, add. P3 εἰ δὲ—ἀγαθῷ (17) periit in P ἕπεται alterum AD om. aB 17 καὶ prius D cf. p. 200,14: om. aAB supra κακὰ ἡδέα scriptum ὡς ἡ πορνεία B τὸ ἡδὺ πάντως ἕποιτο B: ἕποιτο τὸ ἡδὺ om. P3 καὶ om. P3 19. 20 τὸ δικαίως καὶ τὸ a 20 τῶ corr. ex τὸ 15 22 ante ἀπείρως add. τὸ Β τοῦτο κἀκεῖνο Α τοῦτο (post μὴ) Α 24 καὶ superscr. B 26 ἐν τοῖς ἐπάνω] c. 8 p. 113b27 sq. 27 ἀνάγκη—ἐναντίον om. Α τὸ ἐναντίον τῷ ἐναντίῳ aP, sed cf. p. 200,7. 8 28 αὐτὸ aP)

200
τούτου τοῦ τόπου ἀξιοῦται. εἴη δ’ ἄν οἰκειούμενον τὸ ἀπὸ τῶν ἐναντίων τὼ ἀπὸ τῶν συστοίχων, καθ’ ὅσον κατὰ τὴν αὐτὴν κλῆσίν τε καὶ πτῶσιν τὸ ἐναντίον λαβόντες δι’ ἐκείνου καὶ τὸ προκείμενον δείκνυμεν. οἷον εἰ ζητοῖτο εἰ τὸ δικαίως ἐπαινετῶς, τὸ ἀδίκως λαμβάνοντες ζητήσομεν εἰ ψεκτῶς· εἰ δὲ μὴ τὸ δικαίως ἀλλὰ τὸ δίκαιον, οὐ τὸ ἀδίκως πάλιν ἀλλὰ τὸ ἄδικον ληψόμεθα, κατὰ τὰς αὐτὰς συστοιχίας τὰ ἐναντία λαμβάνοντες καθ’ ἃς εἴληπται καὶ τὰ προκείμενα περὶ ὧν ζητοῦμεν · εἰ γὰρ ἡ πτῶσις τοῦ ἐναντίου ὑπάρχει τῇ πτώσει τοῦ ἐναντίου, καὶ τῇ πτώσει τοῦ ἐναντίου ὑπάρξει ἡ πτῶσις τοῦ ἐναντίου.

[*](p. 114b16)

Ἔτι ἐπὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ποιητικῶν καὶ φθαρτικῶν, καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι.

Εἰπὼν τούς ἴε ἀπὸ τῶν ἐν τοῖς ἀντικειμένοις ἑπομένων τόπους κατασκευαστικούς τε καὶ ἀνασκευαστικοὺς καὶ τοὺς ἀπὸ τῶν συστοίχων ὑποδείκνυσί τινα καὶ ἄλλην εὐπορίαν ἐπιχειρήσεως ὁμοίως ταῖς προειρημέναις ἐξ | ἀκολουθίας καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν χρήσιμον. ἔστι δὲ αὕτη ἀπὸ τῶν γενέσεων καὶ φθορῶν καὶ πάλιν ἀπὸ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν, ὧν ἕκαστος καθ’ αὑτὸν ἂν εἴη τόπος. ὧν γὰρ αἱ γενέσεις τῶν ἀγαθῶν, καὶ αὐτὰ ἀγαθά, καὶ ἀντιστρέψαντι, εἰ αὐτὰ ἀγαθὰ τὰ γινόμενα, καὶ αἱ γενέσεις ἀγαθαί. οἷον εἰ ἡ γένεσις τῆς ὑγείας τοὺτο δέ ἐστιν ἡ σωφρονικὴ δίαιτα) ἀγαθόν, καὶ ἡ ὑγεία, ἧς γένεσις τὸ οὕτω διαιτᾶσθαι, ἀγαθὸν καὶ αὐτή· καὶ εἰ ἡ ὑγεία ἀγαθόν, πάλιν καὶ τὸ σωφρονικῶς διαιτᾶσθαι ἀγαθόν. καὶ ἐπεὶ ἡ ἀρετὴ ἀγαθόν, καὶ ἡ γένεσις αὐτῆς ἀγαθόν· τοῦτο δέ ἐστιν ἡ ἐκ παίδων ἀγωγὴ διὰ τῶν ἐθῶν τῶν πρὸς ἀρετὴν φερόντων· καὶ ἐπεὶ ἡ τοιαύτη ἀγωγὴ ἀγαθὸν γένεσις ἀρετῆς οὖσα, καὶ τὸ γινόμενον, ἡ ἀρετή, ἀγαθόν. ἔστι δὲ τρόπον τινὰ καὶ οὗτος ὁ τόπος ἀπὸ τῶν συστοίχων, πλὴν ὅτι σύστοιχα μὲν εἴρηται οἷον τὸ ὑγεινόν, ὑγιαῖνον, ὑγιεινῶς, οὐκέτι δὲ τὸ ὑγιάζεσθαι τῇ ὑγείᾳ σύστοιχον. οὕτως δεικνύοις ἄν ὅτι, ἐπεὶ ἡ παιδεία ἀγαθόν, καὶ τὸ παιδεύεσθαι ἀγαθόν· [*](1 τοῦ τόπου τούτου Β 2 post αὐτὴν add. μὲν ΑDP: fort, post 3 εἰ transponendum 3 δεικνύομεν Β 4 λαβόντες a 5 οὐ] ὡς Β 7 καὶ] κάτα A 9 ὑπάρχει Β 10 post ἔτι add. aABP: om. D Arist. καὶ ποιητικῶν—κατασκευάζοντι (11) cm. Β 11 φθαρτῶν P ’2 ἐν τοῖς postea add. D 13 τε om. aP καὶ ἀνασκευαστικοὺς superscr. P2 aut P5 τοὺς] οὑς compend. add. P2 13. 14 ἀποδείκνυσι D 15 ἐξ (supra ἐξ ras. P) ἀκολουθίας aADP: ἒξ ἀκολουθίαις Β ἀνασκευὴν—κατασκευὴν Β 17 ὡς (ante ἕκαστος) Β 18 καὶ —τὰ (19) superscr. P2 aut P5 19 αἱ om. Α, superscr. P2 21 ἀγαθὸν καὶ αὐτή om. Β αὐτή D: αὕτη aP: αὐτό Α εἰ] ras. 2 lit. P ante ἡ add. αὐτὴ aP 22 post ἐπεὶ add. καὶ aB 23 ἀγαθόν] ὄν periit in D διὰ τῶν ἐθῶν post 24 ἀρετὴν transposuit Β 23. 24 τῶν πρὸς ἀρετὴν φερόντων ἐθῶν D 24 γένεσις] compend. P1, νεσις add. P3 25 ἡ om. a δὲ abscisum videlur in D 26 post εἴρηται add. ὄντα aBP 27 ὑγιαίνων P post ὑγιαῖνον add. καὶ ὑγιεινὸς καὶ B, καὶ ὑγιεινὸς a οὐκ ἔστι B post δὲ add. καὶ a, superscr. P2 28 ἡ om. aP)

201
γένεσις γὰρ τοῦτο παιδείας. ἢ γένεσιν λέγει νῦν οὐ δι’ ὧν γίνεται, ἀλλ’ αὐτὸ τὸ γίνεσθαι· εἰ γὰρ ἀγαθὸν τὸ γίνεσθαι ὑγείαν, καὶ ἡ ὑγεία ἀγαθόν· καὶ εἰ ἡ ὑγεία ἀγαθόν, καὶ τὸ γίνεσθαι ὑγείαν ἀγαθόν. ὁ αὐτὸς καὶ ἐπὶ ἀρετῆς λόγος. ἐπὶ δὲ τῶν φθορῶν οὐκέτι ὁμοίως ἔχει ὡς ἐπὶ τῶν γενέσεων, ἀλλὰ ἀνάπαλιν ἡ ἀκολούθησις· ὧν μὲν γὰρ αἱ φθοραὶ τῶν ἀγαθῶν, αὐτὰ τῶν κακῶν, ὧν δὲ ἡ φθορὰ κακόν, αὐτὰ ἀγαθά. οἷον εἰ ἀγαθὸν ἡ φθορὰ τῆς νόσου, κακὸν ἡ νόσος· φθορὰ γὰρ νόσου ἡ σώφρων δίαιτα ἀγαθὸν οὖσα· καὶ εἰ κακὸν ἡ φθορὰ τῆς ὑγείας, ἀγαθὸν ἡ ὑγεία· ἡ γὰρ ἀκόλαστος δίαιτα κακὸν οὖσα φθαρτικὸν ὑγείας. ἢ καὶ ἐπὶ τούτων οὐ τὰ φθαρτικὰ χρὴ λαμβάνειν ποιητικὰ γὰρ ἐκεῖνα, περὶ ὦν ἐρεῖ) ἀλλ’ αὐτὸ τὸ φθείρεσθαι. ὡς δὲ ἐπὶ τῶν γενέσεων καὶ φθορῶν ἔχει, οὕτως καὶ ἐπὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν. ὧν μὲν γὰρ τὰ ποιητικὰ καὶ φυλακτικὰ ἀγαθά, καὶ αὐτὰ ἀγαθά· οἷον ἐπεὶ τὰ ὑγείας ποιητικὰ ἀγαθά, καὶ ἡ ὑγεία ἀγαθόν, καὶ ἀνάπαλιν, ἐπεὶ ἡ ὑγεία ἀγαθόν, καὶ τὰ ποιητικὰ ὑγείας ἀγαθά. ὧν δέ γε τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν, καὶ ὧν τὰ φθαρτικὰ κακά, αὐτὰ ἀγαθά· τὸ γὰρ νόσου φθαρτικὸν ἀγαθόν, ἐπεὶ κακὸν ἡ νόσος, καὶ τὸ ὑγείας φθαρτικὸν κακόν, ὅτι ἀγαθὸν ἡ ὑγεία.

Ἐπιζητήσαι δ᾿ ἄν τις ἐπὶ τῶν ποιητικῶν, εἰ ὥσπερ ὧν τὰ ποιητικὰ ἀγαθά, καὶ αὐτά, οὕτως καὶ ὧν τὰ ποιητικὰ κακά, καὶ αὐτὰ κακά, καὶ ἔτι, εἰ αὐτὰ ἀγαθά, καὶ τὰ ποιητικὰ ἀγαθά. εἰ γὰρ τοῦτο, δόξει καλῶς ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λέγεσθαι ‘τὸ διὰ κακοῦ γινόμενον οὐκ ἔστιν ἀγαθόν· πλοῦτος δὲ καὶ διὰ πορνοβοσκίας κακοῦ ὄντος ὄντος γίνεται· οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν᾿. ἢ ὁ τόπος ἔνδοξος μέν ἐστιν, οὐ μὴν καὶ ἀληθής· οὐ γὰρ κεκώλυταί τι ἀγαθὸν ὂν ὑπὸ κακοῦ γίνεσθαι, ὡς ὑγεία διὰ καύσεως καὶ τομῆς κακῶν ὄντων. ἢ τοῦτο καὶ αὐτὸς δόξει ·λέγειν καὶ διαιρεῖν· εἰπὼν γὰρ ὁ δ’ αὐτος λόγος καὶ ἐπὶ τῶν ποιητικῶν καὶ ἐπὶ τῶν φθαρτικῶν, προστίθησι πῶς οὕτως καὶ κατὰ τί εἶπεν· ὧν μὲν γὰρ τὰ ποιητικὰ ἀγαθὰ ἦν, καὶ αὐτὰ ἰῶν ἀγαθῶν, ὧν δὲ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν· οὐκέτι δὲ προσέθηκεν οὔτε τὸ ‘ὧν ἰὰ γινόμενα ἀγαθά, καὶ τὰ ποιητικὰ τούτων ἀγαθά᾿ οὔτε τὸ ‘ὧν τὰ ποιητικὰ κακά, καὶ τὰ γινόμενα ὑπὸ τούτων κακά.’ ὡς γὰρ ἐξ ἀληθῶν μὲν πάντως [*](1 νῦν λέγει Β δι᾿ ὧν P1: δι’ ἦς aB, superscr. P5: δι’ ἥν ΑD 2 ἡ prius AD: om. aBP εἰ alterum om. Α, superscr. P2 4 ἔχει post ὡς transposuit a: om. P 5 ἀκολουθία Α 6 κακόν] τῶν κακῶν Β ἡ alterum om. Β 7 ἀγαθὴ A 9 οὔσα φθαρτικὴ Α χρὴ ABD: δεῖ aP 10 post γὰρ add. εἰσιν AD ἐκείνων B 13 ἐπὶ τὰς Α 14 ἡ prius BD om. aAP ἡ alterum om. P ἡ ὑγεία ἀγαθόν, καὶ (post ἐπεὶ) mrg. D 14. 15 ὑγείας ποιητικὰ D 15 ἀγαθόν (post ὑγείας) Β 17 ἀγαθόν prius corr. ex κακόν Β ὅτι] ἐπεὶ D 19 ἐπιζητήσαι—παρουσία παρουσία (p. 203,5) οm. in lac. P. defectus signum superscr. P2 20 fort. ἀγαθά, at cf. p. 203,17. 18 ante ὧν add. εἰ D 21 ante αὐτὰ add. τὰ Α αὐτὰ ἀγαθὰ AD: τῶν ἀγαθῶν aB 23 καὶ om. D πορνοβοσκίαν ΑΒ 25 ὂν om. Α ante ὑγεία add. ἡ D 26 τοῦτοποιητικῶν καὶ (27) οm. Α 27 ἐπὶ alterum AD: om. aP Arist. 28 οὕτως καὶ AD: οὗτος aP 21) ἦν om. Arisl. 30 ἀγαθά AD Arist.: τῶν ἀγαθῶν aB 31 post alterum quoque ποιητικὰ add. τούτων D 32 ὑπὸ corr. ex ἀπὸ B)

202
ἀληθὲς συνάγεται, οὐ μὴν πάντως καὶ τὸ ἀληθὲς ἐξ ἀληθῶν καὶ γὰρ καὶ ἐκ ψευδῶν ἀληθές), οὕτως καὶ τὸ ὑπὸ μὲν ἀγαθῶν γεγονὸς ἀγαθόν, οὐ μὴν πάντως τοῦ ἀγαθοῦ καὶ τὰ ποιητικὰ ἀγαθά· δύναται γὰρ καὶ ὑπὸ κακοῦ ἀγαθὸν γενέσθαι. εἶπεν οὖν οὕτως ὡς μέχρι τούτου τοῖς ἐπὶ τῶν γενέσεων καὶ φθορῶν εἰρημένοις ὁμοίων ὄντων τῶν ποιητικῶν τε καὶ φθαρτικῶν. εὕροις δ’ ἂν διαφέρον τῆς γενέσεως τὸ ποιητικόν, ὅτι ἡ γένεσις μὲν ἐπ’ αὐτοῦ τοὐ πράγματος λέγοιτ’ ἄν, οὐκ ἐπὶ τῶν ποιητικῶν αὐτοῦ· οἷον εἰ τὸ τὴν ἀρετὴν γίνεσθαι ἀγαθόν. καὶ ἡ ἀρετὴ ἀγαθόν, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, καὶ τὸ γίνεσθαι αὐτὴν ἀγαθόν· πάλιν εἰ τὸ φθείρεσθαι τὴν ἀρετὴν κακὸν, ἡ ἀρετὴ ἀγαθόν, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, καὶ τὸ γίνεσθαι αὐτὴν ἀγαθὸν καὶ τὸ φθείρεσθαι κακόν· καὶ εἰ τὸ φθείρεσθαι τὴν νόσον· ἀγαθόν, ἡ νόσος κακόν. τὰ δὲ πρὸ ὀλίγου εἰρημένα τῶν γενέσεων παραδείγματα οὐ γένεσις ἂν οὐδὲ φθορὰ εἶεν ἀλλὰ ποιητικά, ἐφ’ ὧν μόνον ἀληθὲς ἐκεῖνο τὸ ‘εἰ τὰ | ποιητικὰ ἀγαθά. καὶ τὰ γινόμενα ἀγαθά. καὶ εἰ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν᾿, οὐ μὴν ἔτι ἀνάπαλιν τῷ δύνασθαι ἀγαθά τινα καὶ ὑπὸ κακῶν γίνεσθαι, ὡς ὑγεία ὑπὸ καύσεων καὶ τομῶν καὶ ἀτροφιῶν καὶ πλοῦτος ὑπὸ πορνοβοσκίας.

[*](p. 114b25)

Πάλιν ἐπὶ τῶν ὁμοίων, εἰ ὁμοίως ἔχει.

Οὗ νῦν μνημονεύει τόπου, ἐστὶ καὶ αὐτὸς ἐξ ἀκολουθίας τῆς ἐπὶ τῶν κατ’ ἀναλογίαν τῶν αὐτῶν καὶ ὁμοιότητος. οἷον ἐπεὶ ὁμοίως ἔχει ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ καὶ δόξα πρὸς τὰ δοξαστά, εἰ ἐπιστήμη μία τῶν πλειόνων, εἴη ἄν δεικνύμενον ὅτι καὶ δόξα· ἀκολουθεῖ γάρ· κἄν ἐπὶ τῆς δόξης οὕτως ἔχῃ, εἴη ἄν πάλιν καὶ ἐπὶ τῆς ἐπιστήμης δεικνύμενον τὸ αὐτό. οὕτως λαβών τις ὅτι ὁμοίως ἔχει ὄψις πρὸς τὸ ὁρᾶν καὶ ἀκοὴ πρὸς τὸ ἀκούειν, δείξει ὅτι, ἐπεὶ μὴ τὸ ὄψιν ἔχειν αὔταρκες πρὸς τὸ ὁρᾶν σεῖ γὰρ καὶ φωτὸς καὶ διαστήματος), οὐδὲ τὸ ἀκοὴν ἔχειν αὔταρκες πρὸς τὸ ἀκούειν· ὁμοίως, εἰ τὸ ἀκοὴν ἔχειν οὐκ αὔταρκες πρὸς τὸ ἀκούειν, οὐδ’ ἄν τὸ ὄψιν ἔχειν αὔταρκες εἴη πρὸς τὸ ὁρᾶν· καὶ εἰ τὸ ἕτερον αὔταρκες, καὶ θάτερον· ἔστι γὰρ ὁ τόπος κατασκευαστικὸς καὶ ἀνασκευαστικός. καὶ [*](1 πάντως καὶ aAB: πάν (i. e. πάντοτε) D 1. 2 καὶ γὰρ καὶ ἐκ ψευδῶν D et omisso altero καὶ Α: ἐκ ψευδῶν γὰρ aB 2 γεγονὸς] γενὸς (sic) Β 3 πάν supra scripto τ D τοῦ ἀγαθοῦ post ποιητικὰ transposuit D 6 post ἂν add. καὶ aB 7 μὲν D: om. aB: ras. 16 lit. Α οὐκ scripsi cf. p. 201,1: ὡς libri 8. 9 καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν om. Α 9 αὐτὴν ἀγαθὴν Α 10 καὶ εἰ—κακόν (11) om. D 12 ante ἡ add. καὶ aB 13 post ἀληθὲς add. εἴη D 14 τὰ tertium om. a 15 ἔτι· scripsi: εἰτι aAB: ὅτι D τῷ] τὸ Α 16 ἀπὸ (ante καύσεων) A 17 ὑπό D: ἀπὸ aAB 18 εἰ post πάλιν transposuit D 19 ἀκόλουθός corr. ex ἀναλογίας Β 22 ὅτι om. Α 23 ἔχει a καὶ om. a τῆς alterum aD: om. ΑΒ 23. 24 τὸ αὐτὸ δεικνύμενον aB 24 λαβών τις Α, Dcorr.: λαβόντες aB. Dpr. ἔχει AD: om. aB ὄψις postea add. D 26 καὶ prius AD: om. aB ante οὐδὲ add. οὕτως D post αὔταρκες add. ἐστὶ Α 27 ἀκοὴν ἔχειν Α: ἁ. ἔχει a: ἁ. ἔχον Β· ἀκούειν D 28 ἔχον aB εἴη om. D post ὁρᾶν add. δεῖ γὰρ καὶ φωτὸς—αὔταρκες ex νν. 25. 26 Α 29 ἔτι a γὰρ aB: δ’ AD καὶ (post τόπος) aB: om. AD)

203
ἐπεὶ ὁμοίως ἔχει οἰκοδομικὴ πρὸς οἰκίαν καὶ ναυπηγικὴ πρὸς ναῦν, εἰ εἴη καὶ ἡ τῆς ναυπηγικῆς παρουσία πρὸς νεὼς κατασκευήν· εἰ δὲ μὴ αὐτάρκης ἡ τῆς ἑτέρας παρουσία πρὸς ποίησιν τῶν ὑπ’ αὐτήν, οὐδ’ ἂν ἡ τῆς ἑτέρας παρουσία αὐτάρκης εἴη πρὸς τὴν τῶν ὑφ’ αὑτὴν ποίησιν. τούτῳ δέ, φησί, δεῖ χρῆσθαι τῷ τόπῳ καὶ ἐπὶ τῶν ἀληθῶς ὁμοίων καὶ ἐπὶ τῶν δοκούντων. ἐπὶ μὲν οὗν τῶν ἀληθῶς ὁμοίων ἔσται καὶ τὸ δεικνύμενον ἀληθές· ἐπὶ δὲ τῶν δοκούντων ἀληθὲς μὲν οὔ, φαινόμενον δέ. αὐτίκα γοῦν οὐ πάντῃ ὁμοίως ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ ἔχει καὶ δόξα πρὸς τὰ δοξαστά, εἴ γε ἡ μὲν ἐπιστήμη ἀμετάπειστός ἐστι περὶ τὰ ἐπιστητά, ἡ δὲ δόξα οὐ τοιαύτη. ἀλλ’ οὐδὲ ὁμοίως ἔχει ὄψις πρὸς τὸ ὁρᾶν καὶ ἁφὴ πρὸς τὸ ἅπτεσθαι· ἡ μὲν γὰρ διὰ μέσου τινὸς καὶ τούτου πεφωτισμένου ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ, ἡ δὲ ἁφὴ οὐχ οὕτως. δοκούσα ὁμοιότης ἐστὶ καὶ ἡ κατὰ τὸ σχῆμα τῆς λέξεως· δοκεῖ γὰρ ὅμοιον εἶναι τὸ μὲν ὁρᾶν τῷ βοᾶν τὸ δ.ὲ πονεῖν τῷ ποιεῖν καὶ τὸ ὑφαίνειν τῷ ὑγιαίνειν. εἰ δή τις ἀξιώσαι. ἐπεὶ τὸ βοᾶν ποιεῖν ἐστι, καὶ τὸ ὁρᾶν ποιεῖν εἶναι, καὶ ἐπεὶ τὸ πονεῖν πάσχειν, καὶ τὸ ποιεῖν πάσχειν εἶναι, καὶ ἐπεὶ τὸ ὑφαίνειν ἐνεργεῖν, καὶ τὸ ὑγιαίνειν, ἀπὸ φαινομένης ὁμοιότητος τὴν ἐπιχείρησιν ποιήσεται. οὐ γὰρ τῷ πράγματι ἡ τῶν προειρημένων ὁμοιότης ἀλλὰ τῇ λέξει μόνῃ· διὸ καὶ ἐπιπόλαιος καὶ σοφιστικὴ ἡ πρὸς τά τοιαῦτα χρῆσις του τόπου.

[*](p. 114b31)

Σκοπεῖν ὸὲ καὶ ἐφ’ ἑνὸς καὶ ἐπὶ πολλῶν εἰ ὁμοίως ἔχει· ἐνιαχοῦ γὰρ διαφωνεῖ.

Καὶ οὗτος ὁ τόπος ἐξ ἀκολουθίας. ἔστι δὲ τοιοῦτος· εἰ ἐφ’ ἑνὸς ἕν τι, καὶ ἐπὶ πολλῶν πολλὰ τὰ τοιαῦτα· ἀκολουθεῖ γάρ. οἷον εἰ τὸ διδάσκειν ἕνα ὠφελεῖν ἕνα ἐστί, καὶ τὸ πολλοὺς διδάσκειν ποίους ὠφελεῖν ἔσται· ἢ εἰ μὴ τοῦτο, οὐδὲ τὸ πρῶτον. πάλιν εἰ τὸ μνημονεύειν τινὸς μετὰ τοῦ φαντάζεσθαι περὶ αὐτοῦ, καὶ τὸ πολλῶν μνημονεύειν μετὰ τοῦ [*](1 ἡ οἰκοδομικὴν (sic) a ναυτικὴ Dpr. 3 νεὼς AD: νηὸς aB post μὴ add. τὸ Α 4 ὑφ’ αὑτὴν ut vs. 5 scribendum videtur cf. p. 71,6 104,5 πρὸς—παρουσία (5) AD: οὐδὲ ἡ ἑτέρα a: om. Β 5 ante αὐτάρκης add. εἰ P πρὸς ποίησιν τῶν ὑφ’ αὐτὴν D 6 δή a 7 ὁμοίως Β S ἀληθῶς μὲν aP φαίνεται D 9 post ὁμοίως add. ὡς ABD cf. vs. 11 καὶ] ὡς a post δόξα add. καὶ P 10 ἀμετάπειστος Β: ἀμετάπιστος aDP: ἀμετάπτωτος Α περὶ aBP. corr. D: πρὸς Α, Dpr. 11 post οὐδὲ add. ὡς Α ἁφὴ P1, corr. P2, itemque vs. 13 οἰκείου ex corr. add. D 14 ἡ aB, in ras. P2: εἰ AD ὅμοιον γὰρ AD 15 καὶ τὸ] δὲ D 16 δή scripsi: δέ libri ἀξιώσει ΑΒ 17 καὶ ἐπεὶ τὸ πονεῖν—εἶναι om. Α 18 post ὑγιαίνειν add. ὁμοίως aB 20. 21 τοῦ τόπου χρῆσις Β 22 ἐπὶ om. P ante πολλῶν add. τῶν aB εἰ D: ante ἐφ’ transposuerunt aBP (P, cetcri Arist. cod. etiam ante ἐπὶ habent εἰ): om. Α ὁμοίως—διαφωνεῖ (23) om. Β 24 ὁ τόπος οὗτος D 25 τι οm. A ante πολλῶν add. τῶν aBP τὰ om. Β, superscr. P1, ut videtur 20 anto ὠφελεῖν add. καὶ A 27 post τινὸς add. πολλοὺς A 28 τοῦ alterum om. aA)

204
φαντάζεσθαι περὶ τῶν πολλῶν γίνοιτ᾿ ἄν. καὶ εἰ εἷς ἄνθρωπος λογικός, καὶ οἱ πολλοὶ λογικοί. καὶ εἰ τὸ ἐπίστασθαι διανοεῖσθαί ἐστι, καὶ τὸ πολλὰ ἅμα ἐπίστασθαι πολλὰ ἅμα διανοεῖσθαι ἔσται· εἰ δὲ ἀδύνατον ἅμα πολλὰ διανοεῖσθαι, οὐδ᾿ ἄν τὸ ἐπίστασθαι διανοεῖσθαι εἴη. ὅτι δ’ οὐχ ἕπεται τῷ ἅμα πολλὰ ἐπίστασθαι τὸ καὶ διανοεῖσθαι ἅμα πολλά, δῆλον ἐκ τοῦ ἐπίστασθαι μὲν ἅμα πολλὰ δυνατὸν εἶναι διανοεῖσθαι δὲ ἅμα πολλὰ ἀδύνατον· πᾶς γὰρ ὁ διανοούμενος ἕν τι διανοεῖται. τὸ γὰρ διανοεῖσθαι ἐνέργεια καὶ διέξοδος τῆς ψυχῆς· ὡς γὰρ ἀδύνατον ἅμα λέγειν πολλοὺς λόγους, οὕτως καὶ διανοεῖσθαι ἅμα πολλά· λόγος γάρ τις ἡ διάνοια τῆς ψυχῆς αὐτῆς ἐφ’ ἑαυτῆς λεγούσης ἡ οὐκ ἀνάγκη, εἰ μὴ οἷόν τε τὸν πολλὰ ἅμα ἐπιστάμενον πολλὰ ἅμα διανοεῖσθαι, μηδὲ τὸ ἐπίστασθαι διανοεῖσθαι εἶναι· ὃ καὶ αὐτὸς δοκεῖ λέγειν· προσθεὶς γὰρ τὸ ἐνιαχοῦ γὰρ διαφωνεῖ ἐπήνεγκεν οἷον εἰ τὸ ἐπίστασθαι διανοεῖσθαι, καὶ τὸ πολλὰ ἐπίστασθαι πολλὰ διανοεῖσθαι· τοῦτο δὲ οὐκ ἀληθές. ὴ τὸ τὸἐνιαχοῦ γὰρ διαφωνεῖ εἶπεν οὐκ ἐπὶ διαβολῇ τοὐ τόπου ἀλλὰ δεικνὺς ἐφ’ ὧν χρήσιμος ὁ τόπος πρὸς ἀνασκευήν· ἐφ’ ὧν γὰρ φαίνεται μὲν ἐφ’ ἑνὸς οὕτως ἔχειν, οὐκέτι ὸὲ ἐπὶ ἰῶν πολλῶν δυντὸν τοῦτο, ἐπὶ τούτων ἀπὸ τῶν πολλῶν ἀρχόμενοι ἀνασκευάσομεν τὸ καὶ ἐπὶ τοῦ ἑνὸς φαινόμενον, ὡς ἔχει ἐπὶ τοὺ τὸν ἐπιστάμενον διανοεῖσθαι· τούτῳ γὰρ οὕτως ἔχειν· δοκοῦντι ἐναντιοῦται τὸ μὴ δύνασθαι τὸν πολλὰ ἐπιστάμενον ἅμα καὶ διανοεῖσθαι ἅμα πολλά· διὸ οὐδὲ ἐκκεῖνο ἂν ἀληθὲς εἴη. ἢ καὶ ἐπὶ] ἑνὸς ἐπιστήμονος ὄντος οὐκ ἀνάγκη καὶ πολλούς, καὶ ἑνὸς μέλανος οὐκ ἀνάγκη καὶ πολλούς, καὶ ἑνὸς ἑξαδακτύλου οὐκέτι καὶ οἱ πολλοί. ἢ ὁ τόπος ἐπὶ 5 τῶν φύσει τε καὶ κατὰ φύσιν ὑπαρχόντων προΐοι ἄν.

Ἔτι δὲ καὶ ἐκ τοῦ μᾶλλον καὶ ἧττον.

Τόπους παραδίδωσιν ἡμῖν ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἔτι ἀπὸ τοὺ ὁμοίως κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς. εἰσὶ δὲ οἱ τόποι τὸ χρήσιμον ἔχοντες ἐν τοῖς συμβλτοῖς· ἐν τούτοις γὰρ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ὁμοίως. καὶ πρώιόν γε τῶν ἀπὸ τοῦ μᾶλλόν τε· καὶ [*](1 γένοιτο Β 2 οἱ] εἰ Α 3 ἄμα διανορῖδθσι ΒD inv. ord. aAP ἐστίν D ante πολλὰ add. τὸ ΑΒ, τὰ D 4 εἴη] ἡ Α 5 τὸ πολλὰ ἅμα A τὸ] AB πολλὰ ἅμα διανοεῖσθαι D 6 δυνατὰ A 8 λέγειν ἄμα Α 9. 10 τῆς ψυχῆς αὐτῆς Α: αὐτῆς τῆς ψυχῆς aBDP 11 ἅμα prius D: om. aABP 12 εἶναι D: om. aABP γὰρ alterum om. ΑΒ 13 post διανοεῖσθαι add. ἐστι B(P) 14 διανοεῖσθαι πολλά D 15 γὰρ om. D διαβολῆς A 17 ἀπὸ τούτων ἀλλ᾿ ἀπὸ B 18 καὶ οm. Α 19 ἔχει ABD: ἐκεῖ aP οὕτως om. Β 20 ἅμα ἐπιστάμενον ἐπιστάμενον in ras.) D καὶ postea add. D 21 ἅμα D: om. aABP ἂν om. D εἴη in ras. D: ἦ Β ἐπὶ delevi 23 πολλούς] οὑς in ras. D οὐκέτι καὶ ὅ πολλοί aABP: οὐκ ἀνάγκη καὶ τούτους πολλοὺς D post ἢ add. εἰ Β 24 τε om. aP προιῇ Β 25 δὲ DP: om. aAB Arist. καὶ prius om. AB Arist. ante ἧττον add. τοῦ Α 26 τε om. ΑΒ ἔτι postea add. D: εἴτε Α 27 post δὲ add. καὶ aBP 29 τό prius om. a τῶν BDP: τῷ aA τέ om. D: γε B)

205
ἦττον μνημονεύει, εἶτα προστίθησιν αὐτοῖς καὶ τοὺς ἀπὸ τοῦ ὁμοίους. φησὶ δὲ τέσσαρας εἶναι τοὺς· ἀπὸ τοῦ μᾶλλον, ὁμοίως δὲ καὶ τοὺς ἀπὸ τοῦ ἧττον τόπους, ὧν ἕκαστον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν εἶναι χρήσιμον. εἰσὶ δὲ οἱ τέσσαρες, ὡς ἐρεῖ, ἢ ἑνὸς περὶ ἑνὸς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τὴν σύγκρισιν λαμβάνοντος ἢ ἑνὸς περὶ δύο ἢ· δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο. καὶ ἔστιν, οὗ πρώτου μνημονεύει, ἑνὸς περὶ ἑνός, ὢν τοιοῦτος· εἰ ζητοῖτο περί τινων εἰ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπιδεχομένων ἀμφοτέρων τὸ μᾶλλόν τε καὶ ·ἧττον, ἀξιοῖ ὁρᾶν εἰ τῷ μᾶλλον τὸ μᾶλλον ὑπάρχει. * * * * * καὶ τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξει· ἐὰν δὲ μὴ ὑπάρχῃ τῷ μᾶλλον τὸ μᾶλλον, οὐδ’ ἄν τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξαι. οἷον εἰ ζητοῖτο πότερον τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχει ἢ οὔ, ἐπεὶ ἀμφότερα τὸ μᾶλλον ἔχει, δεῖ ὁρᾶν εἰ τῇ μᾶλλον ἡδονῇ τὸ μᾶλλον ἀγαθὸν ὑπάρχει· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἄν εἴη· εἰ δὲ ·μὴ εἴη ἡ μᾶλλον ἡδονὴ τῆς ἧττον ἡδονῆς μᾶλλον ἀγαθόν, οὐδ’ ἆν ἡ ἡδονὴ ἀγαθὸν εἴη. πάλιν ζητουμένου εἰ τὸ ἀδικεῖν κακόν, ζητητέον εἰ τὸ μᾶλλον ἀδικεῖν τοῦ ·ἧττον μᾶλλόν ἐστι καὶ μεῖζον κακόν· κἄν μὲν δείξωμεν οὕτως ἔχον, δεδειχότες ἄν εἴημεν καὶ τὸ ἀδικεῖν κακὸν ὄν· εἰ δὲ δειχθείη τὸ μᾶλλον ἀδικεῖν μὴ ὂν μᾶλλον κακόν, οὐδ’ ἄν τὴν ἀρχὴν τὸ ἀδικεῖν εἴη κακόν. δοκεῖ δέ τισι τὸ τυραννεῖν μᾶλλον ἀδικεῖν ὂν μὴ εἶναι κακόν. πάλιν εἰ τὸ μᾶλλον ἀλγεῖν μᾶλλον κακόν, καὶ τὸ ἀλγεῖν τοιοῦτον· καὶ εἰ τὸ μᾶλλον πένεσθαι μᾶλλον κακόν; καὶ τὸ πένεσθαι· καὶ εἰ τὸ μᾶλλον φιλοπονεῖν μᾶλλον ἀγαθόν, καὶ τὸ φιλοπονεῖν τοιοῦτον. εἰσὶ δὲ ἀπὸ μὲν τοῦ μᾶλλον ἀρχόμενοι οἱ τόποι ἀνασκευαστικοί, ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί· ἐν μὲν γὰρ τῷ δειχθῆναι μὴ ὑπάρχον τὸ μᾶλλον ἀνασκευάζεται καὶ τὸ ἀπλῶς καὶ τὸ ἧττον, ἐν δὲ τῷ δειχθῆναι τὸ ἧττον ὑπάρχον κατασκευάζεται καὶ τὸ ἁπλῶς καὶ τὸ μᾶλλον. εἰ δὲ τῇ τοῦ ὑποκειμένου ἐπιδόσει ἡ τοῦ κατηγορουμένου ἐπίδοσις ὑπάρχει, διὰ τῆς ἐπαγωγῆς χρὴ λαμβάνοντας πιστοῦσθαι. οἷον μᾶλλον ἡδονὴ ἡ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ ἡ περὶ ἰὰς βρώσεις τε καὶ πόσεις· δοκοῦσι γὰρ εἶναι σφοδρότεραι, τὸ δὲ σφιδρότερον μᾶλλον τοιοῦτον· εἰ οὗν αὗται μή εἰσι [*](2 τοῦ alterum om. Β 3 πρὸς alterum om. D 5 τε om. Α ante ἧττον add. τὸ Α 6 πρῶτον Α 7 τινος D 8 ante ἧττον add. τὸ Α, superscr. Β 9 defectum indicavi, quem sic supple: ἐὰν μὲν γὰρ τῷ μᾶλλον τὸ μᾶλλον ὑπάρχῃ, ἐὰν D: ἂν aABP 10 τῶ alterum corr. ex τὸ D post, alterum ἁπλῶς add. καὶ Α 11 ὑπάρξαι seripsi: ὑπάρξῃ DP: ὑπάρξοι a: ὑπάρχη ΑΒ ἐπιζητοῖτο D ὑπάρχει τό ἀγαθόν Β ἢ οὔ om. D 12 ὁρᾶν δεῖ Β 13 ἡ prius superscr. P2 aut P5 14 μὴ] μὲν Α τῆς—εἰ (16), primum paginae versum, restituit P3 ἧττον a: ἥττονος ABDP3 15 ἡ om. a ante πάλιν add. ὁμοίως Β 17 καὶ] ὅτι D 18 ὄν prius om. D ἀδικεῖν corr. ex κακὸν B 19 post εἴη add. ἂν Α 23 οἱ om. aP 21 post ἧττον add. καὶ Β 25 τῷ—δὲ (26) οm. Β 26 εἰ] ἐν Α 27 ὑπάρχουσι a: ὑπαρ D 28 ante ἡδονὴ add. ἡ Α 29 post ἀφροδίσια induxit εἰ οὑν αὗται μὴ εἰσὶ μᾶλλον ἀγαθαὶ (translata ex vs. 30) Β ἡ superscr. Β τε om. Β γὰρ BDP: τὸ aA)
206
μᾶλλον ἀγαθαὶ διὰ τὸ μηδὲ τὰς ἐπιθυμίας αὐτῶν ἀγαθὰς εἷναι, οὐδ’ ἄν ἡ ἡδονὴ ἀγαθὸν εἴη. δόξαι δ’ ἂν ὁ τόπος ἔνδοξος μᾶλλον ἢ ἀληθὴς εἶναι· πολλῶν γὰρ αἱ μὲν ὑπερβολαὶ πρὸς τῷ μὴ εἷναι ἀγαθαὶ καὶ κακά ἐστιν, αὐτὰ μέντοι ἀγαθά ἐστιν. οἷον τὸ γυμνάζεσθαι συμμέτρως ἀγαθὸν ὄν ποιητικὸν γὰρ ὑγείας) τὴν ὑπερβολὴν κακὸν ἔχει· τὰ γὰρ ὑπερβάλλοντα γυμνάσια φθαρτικὰ τῆς ὑγείας. καὶ ἡ μὲν ὑπερβολὴ τοῦ πλούτου οὐκ ἀγαθόν, ὁ δὲ πλοῦτος ἀγαθόν. ἢ οὐκ ἔστι κακὸν τὸ μᾶλλον ἐν τῷ πλήθει τοῦ πλούτου, εἰ ὡς ὀργάνῳ χρήσαιτό τις αὐτῷ ἀγαθῶν· ὁ τοιοῦτος δε ἀγαθόν. ἀλλὰ καὶ εἰ τὰ γυμνάσια ὥρισται τῷ ὑγείας ἢ εὐεξίας εἶναι ποιητικά, τὰ μὴ ταῦτα ποιοῦντα οὐ γυμνάσιά ἐστιν· οὐ γὰρ ὑποπίπτει τῷ τῶν γυμνασίων ὁρισμῷ· ἐπὶ τούτων γὰρ τὸ μᾶλλον ἐν τῷ μᾶλλον τὴν οἰκείαν φύσιν.

[*](p. 115a5)

Ἄλλος· ἑνὸς περὶ δύο λεγομένου.

Δεύτερον τόπον ἀπὸ τοῦ μᾶλλον παραδίδωσι τὸν ἑνὸς περὶ δύο λεγόμενον, ὅς ἐστι τοιοῦτος· εἰ ζητοῖτο περί τινος ἑνὸς πλείοσιν ὑπάρχειν δοκοῦντος πότερον ὑπάρχει τινὶ ἐξ αὐτῶν ἢ οὔ, ζητεῖν δεῖ εἰ ᾧ μᾶλλον αὐτῶν δοκεῖ ὑπάρχειν, μὴ ὑπάρχει· κἄν μέν, ᾧ μᾶλλον ὑπάρχειν δοκεῖ, μὴ ὑπάρχῃ, οὐδ’ ἂν τῷ προκειμένῳ ὑπάρχοι· ἂν δέ, ᾧ ἧττον ὑπάρχειν δοκεῖ, ὑπάρχον δειχθῇ, καὶ τῷ προκειμένῳ ἄν ὑπάρχοι· τὸ μὲν γὰρ ᾧ μᾶλλον ὑπάρχοι ἄν μὴ ὑπάρχον οὐδ’ ἄν ᾧ ἦττον ὑπάρχοι, τὸ δὲ ᾧ ἦττον ὑπάρχον ὑπάρχοι ἂν καὶ ᾧ μᾶλλον. οἷον ζητουμένου εἰ τῷ πλούτῳ ὑπάρχει τὸ ἀγαθόν. ἄν μᾶλλον μὲν φαίνηται τῇ ὑγείᾳ ὑπάρχον, δειχθῇ δὲ μὴ ὑπάρχον ἢ διὰ τὸ δύνασθαί τινι πρὸς κακοῦ τὴν ὑγείαν εἶναι ἢ διὰ τὸ μὴ ποιεῖν ἀγαθὸν τὸν ἔχοντα αὐτήν, οὐδ’ ἄν τῷ πλούτῳ ὑπάρχοι· εἰ ὸὲ τῷ γυμνάζεσθαι ἧττον δοκοῦντι τοῦ πλούτου ἀγαθῷ εἶναι ὑπάρχον δειχθείη ὡς ὑγείας ὄντι ποιητικῷ, καὶ τῷ πλούτῳ ἄν εἴη δεδειγμένον ὑπάρχειν· ἐν γὰρ [*](2 δόξειε Β 3 ἀγαθὰ fort, recte Β καὶ οm. Β 4 ὄν om. ΑΒ 7 ἢ postea, ut videtur, add. Β κακὸν] καλὸν Β κακὸν τὸ—ἀγαθόν (9) superscr. P2 aut P5; ἐν τῷ πλήθει τὸ μᾶλλον ἐν πλούτῳ τῷ ὡς ὀργάνῳ· ὁ τοιοῦτος δὲ ἀγαθόν P1 8 ἀγαθῶν scripsi: ἀγαθῷ libri 9 ἀλλ’ εἰ καὶ Β τὰ om. a 10 τοιαῦτα D οὐδὲ (post ποιοῦντα) Β 13 ἄλλος—λεγομένου οm. P λεγομένου om. AD 14. 15 λεγομένου P 15 παρά (non compend.) Α post ἑνὸς add. ἐν D 15. 16 ὑπάρχειν δοκοῦντος] ὑπάρχοντος D 17 αὐτῶν P2: αὐτῷ aBP1: αὐτὸ AD ὸ in ras. D) δοκεῖ (post αὐτῶν) scripsi: δοκοῦν libii κἄν—18 ὑπάρχῃ mrg. D: om. ΑΒ δοκεῖ alterum ΑΒ: δοκοῦν aP: compend. D 18 οὐδ’ ἄν τῷ] ἄν δ᾿ αὐτῶ Α ἄν δὲ—19 ὑπάρχοι om. Α δοκεῖ ὑπάρχειν D 19 post καὶ add. ποιητικὰ ἀγαθὰ, καὶ τὰ γινόμενα ἀγαθὰ, καὶ εἰ φθαρτικὰ ἀγαθὰ αὐτὰ τῶν κακῶν. οὐ (translata ex p. 202, 14. 15 i. e. ex initio p. 108 ad flnem p. 109 Aldin.) a τὸ in τῶ mutavit P2 ᾦ] εἶναι Α 20 ὑπάρχοι prius ABP1: ὑπάρχει aP2: ὑπάρχῃ D ὑπάρχον prius ADP1, ex ὑπάρχειν corr. Β: ὑπάρχον ᾖ aP2 ὦ prius aBP: τῶ AD τὸ] τῶ Α ὦ alterum aB, ante ras. 5 lit. P: τό A: τῶ D ὑπάρχον alterum ADP: εἰκὸς ὑπάρχειν ex Arist. aB 21 ὦ aBP: τῶ AD post εἰ add. τῇ ὑγιείᾳ ὑγεία Β) καὶ aB ὑπάρχει aBP: ὑπάρχοι .AD 22 μὲν οm. Α 23 τὸ prius om. Α 24 αὐτὸν Α, Dpr. 25 ἀγαθὸν P1, corr. P2 26 εἴη ἂν Β fort. ὑπάρχον)

207
τούτοις ἐν, τὸ ἀγαθόν, περὶ δύο λέγεται , περὶ γὰρ ὑγείας καὶ πλούτου ἢ τοῦ γυμνάζεσθαι καὶ πλούτου. πάλιν εἰ μᾶλλον ἀγαθὸν ἡ ἡδονὴ τῆς ἀλυπίας, μή ἐστι δὲ ἀγαθὸν ἡ ἡδονή, οὐδ’ ἂν ἡ ἀλυπία ἀγαθὸν εἴη. ἢ εἰ ἧττον ἡ ἀλυπία τῆς ἡδονῆς ἀγαθὸν δοκοῦσα εἶναι ἀγαθόν ἔπι, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἄν εἴη. καὶ εἰ μᾶλλον φρόνησις τέλος ἡδονῆς οὖσα μή ἐστι τέλος, οὐδ’ ἄν ἡ ἡδονὴ τέλος εἴη. καὶ ἀξιομαχώτεροι τῶν ἄλλων Ἑλλήνων ὄντες Λακεδαιμόνιοι μή εἰσιν ἀξιόμαχοι, οὐδ’ ἂν οἱ ἄλλοι Ἕλληνες εἶεν ἀξίομαχοι. καὶ εἰ μᾶλλον ἰοὺς γεγηρακότας τῶν νέων σωφρονεῖν εὔλογον. οἱ δὲ οὐ σωφρονοῦσιν, οὐδ’ ἂν οἱ νέοι σωφρονοῖεν. οὐκέτι μέντοι ἐπὶ τῶν οὕτως ἐχόντων ἢ ᾧ ἧτον ὑπάρχει μὴ ὑπάρχον δείκνυσί τι 7 ᾦ μᾶλλον ὑπάρχει ὑπάρχον.

[*](p. 115a8)

Πάλιν δυοῖν περὶ ἑνὸς λεγομένων.

ὁ δὲ τρίτος τόπος ἐστὶν ἀντεστραμμένος πως τῷ δευτέρῳ· ἐν μὲν γὰρ τῷ δευτέρῳ ἓν ἦν περὶ δύο λεγόμενον, ἐν δὲ τούτῳ δύο περὶ ἑνός. δύο γάρ τινων δοκούντων ὑπάρχειν τῷ αὐτῷ, εἰ μὲν τὸ μᾶλλον δοκοῦν αὐτῷ ὑπάρχειν μὴ ὑπάρχοι, οὐδ’ ἄν τὸ ἧττον αὐτῷ ὑπάρχοι. εἰ δὲ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχοι, καὶ τὸ μᾶλλον ἂν ὑπάρχοι. οἶον εἰ τῷ μανθάνειν μᾶλλον δοκοῦν τὸ ὠφέλιμον τοῦ ἡδέος ὑπάρχειν μὴ ὑπάρχοι, οὐδ’ ἄν τὸ ἡδὺ αὐτῷ ὑπάρχοι· ἢ εἰ τοῦτο, κἀκεῖνο. καὶ εἰ ὁ θρασὺς μᾶλλον ἀνδρεῖος ἢ φρόνιμος ὢν μή ἐστιν ἀνδρεῖος, οὐδ’ ἂν φρόνιμος εἴη. πάλιν εἰ ὁ ἐπιεικὴς ἧττον δοκῶν δίκαιος ἢ φιλάνθρωπος εἶναι δίκαιός ἐστιν, εἴη ἂν καὶ φιλάνθρωπος. καὶ εἰ τὸ ἀδικεῖν μᾶλλον συμφέρον ἢ καλὸν ὂν μή ἐστι συμφέρον, οὐδ᾿ ἄν καλὸν εἴη.

[*](p. 115a11)

Ἔτι δυεῖν περὶ δύο λεγομένων.

Ὁ δὲ τέταρτος τόπος ἐστίν, εἰ δύο εἴη τὰ ὑπάρχοντα καὶ δύο τὰ οἷς ὑπάρχει, ὧν τὸ μὲν ἕτερον τῷ ἑτέρῳ μᾶλλον δοκεῖ ὑπάρχειν, τὸ δὲ [*](1 τούτω A 2 πάλιν corr. P2 2. 3 ἡδο)νὴ τῆς—ἡδο(νή) in mrg. P5 (3 ἀγαθὸν ἡ utrum omissum sit an perierit, non liquet) 3 δὲ om. Α ἡ εἰ BD: ἡ A: εἰ δὲ aP (superscr. δὲ P) 4 ἡ ἀλυπία τῆς ἡδονῆς ἀγαθὸν] ἀγαθὸν ἡ ἡδονὴ τῆς ἀλύπου μὴ ἔστι ἀγαθὸν ἡ ἡδονὴ οὐδ’ ἂν ἡ(??) ἅλυ ἀγαθὸν εἴη Α 5 post εἰ add. ἡ aBP 8 εἶεν] οἶον (sic) Α γεγηρακότες B, Ppr. (corr. P1) 8 9 σωφρονεῖν εὔλογον BD: inv. ord. aAP 9 σωφρονεῖεν aB 12 lemma om. P δυεῖν a λεγομένων om. AD 14 ἓν] ἂν A τούτω δὲ D 15 ante τῷ add. ἐν aAP 16 εἰ δὲ—ἄν ὑπάρχοι (17) οm. B 17 δοκοῦν ὑπάρχειν D: δοκοῦν αὐτῶ ὑπάρχειν A: ὑπάρχειν δοκοῦν aP οἷον post 18 μανθάνειν transposuit Α τῷ aBP: τὸ AD 18 δοκεῖ Α τὸ om. D ὑπάρχοι BD: ὑπάρχει aAP 20 ὢν] εἰ D 21 post εἶναι add. εἰ Β 22 μᾶλλον in ras. D 23 καλὸν prius DP: κακόν aAP ὃν scripsi: εἰ aB: om. ADP post καλὸν alterum repetit ἂν A 24 lemma om. P δυεῖν aD: δυοῖν AB Arist. λεγομένων om. AD 25 εἴη om. D 26 ὑπάρχει BP: ὑπάρχοι D: ὑπάρχων aA ὑπάρχειν δοκεῖ Α)

208
ἕτερον τῷ ἑτέρῳ ἧττον. καὶ γὰρ ἐπὶ τούτων , εἰ μὲν τὸ μᾶλλον δοκοῦν ὑπάρχειν τινὶ δειχθείη μὴ ὑπάρχον αὐτῷ, οὐδ’ ἂν τὸ ἧττον δοκοῦν ὑπάρχειν τινὶ ὑπάρχοι αὐτῷ εἰ δὲ τὸ ἧττον ὑπάρχον τῷ οἰκείῳ ὑποκειμένῳ ὑπάρχον δειχθείη, καὶ τὸ μᾶλλον ἄν ὑπάρχειν δοκοῦν τῷ οἰκείῳ ὑποκειμένῳ ὑπάρχοι ἂν αὐτῷ. οἷον εἰ ἧττον ἡ ἡδονὴ ἀγαθὸν ἢ ὁ. πόνος κακόν, ἔστι δὲ ἀγαθὸν ἡ ἡδονή, καὶ ὁ πόνος ἄν εἴη κακόν· καὶ εἰ ὁ ἄσωτος μᾶλλον δοκεῖ ἐλευθέριος εἷναι ἢ ὁ ἀνελεύθερος σώφρων, μή ἐστι ὁ ἄσωτος ἐλευθέριος, οὐδ᾿ ἂν ὁ ἀνελεύθερος εἴη σώφρων. καὶ εἰ ηττον ὁ ἐπιεικὴς δικαιος ἡ ὁ ανεπιεικης ἄοικος, εστ επιεικης δίκαιος ὁ ἀνεπιεικὴς ἄν ἄοικος εἴη.

[*](p. 115a15)

Ἔτι ἐκ του ὁμοίως ὑπάρχειν ἡ δοκεῖν.

Προστίθησι τοῖς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέτρασι τόποις τοὺς ἀπὸ τοῦ ὁμοίως· καὶ γὰρ αὐτοί εἰσιν ἐν τοῖς σύγκρισιν ἔχουσι καὶ οὖσι συμβλητοῖς. τρεῖς δέ φησι καὶ τούτους εἶναι τοὺς τόπους, ἀνάλογον ἔχοντας τοῖς τρισὶ τοῖς ὑστέροις ῥηθεῖσιν ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον· τῷ γὰρ πρώτῳ ῥηθέντι τῶν ἀπὸ τοῦ μᾶλλον, δι’ οὗ ὑπάρχειν ἕν τι ἑνὶ ἐδείκνυτο, ὅτι καὶ τῇ ἐπιτάσει αὐτοῦ ἡ ἐπίτασις, οὐκ ἔστι <τι> ἀνάλογον πρὸς τὰ ἀπὸ τοῦ ὁμοίου. δεῖ μὲν γὰρ τὸ δεικνύμενον] ἐν τοῖς ἀπὸ τοῦ ὁμοίου τόποις διὰ τοῦ ὁμοίου τὸ ὅμοιον δεικνύναι· οὐκ ἔστι δὲ τὸ διὰ τοῦ μᾶλλον ὑπάρχοντος ἡ ἦττον δεικνυμενον οἴα του ὁμοίως ὑπάρχοντος δεικνυμενον· οὐ γὰρ τὸ μᾶλλον τῷ αὐτῷ ἢ ἧττον ὑπάρχον καὶ ὁμοίως αὐτῷ ὑπάρχοι ἄν. εἴ τι οὖν δύο τισὶν ὁμοίως δοκοῦν ὑπάρχειν, εἰ τῷ ἑτέρῳ μὴ ὑπάρχοι, οὐδὲ τῷ ἑτέρω ὑπάρχον ἔσται, εἰ δὲ τῷ ἑτέρῳ ὑπάρχει αὐτῶν, ὑπάρχον ἄν δεικνύοιτο καὶ τῷ λοιπῷ. εἰ γὰρ ὁμοίως ἡ δόξα καὶ ὁ πλοῦτος ἀγαθὰ δοκεῖ εἶναι, μή ἐστι δὲ ἡ δόξα ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἄν εἴη ἀγαθόν· ἢ εἰ ἀγαθὸν ἡ δόξα, καὶ ὁ πλοῦτος ἀγαθὸν ἄν δεικνύοιτο. κἄν εἰ ὁμοίως πειστέον νόμῳ τε καὶ πατρί, εἰ τῷ νόμῳ δεῖ πείθεσθαι, καὶ τῷ πατρί. ἡ δύο πάλιν ἑνὶ ὁμοίως δοκούντων ὑπάρ | χειν, εἰ θάτερον ὑπάρχοι, καὶ θάτερον [*](111) [*](2 ὑπάρχον τινὶ A δοκοῦν] δοκεῖ P, sed κεῖ in ras. P2 2. 3 συνυπάρχειν aP 3 post ὑπάρχοι add. ἄν (ut vs. 5) ΑBD ὑπάρχον ex ὑπάρχειν corr. B 4 δειχθῇ Α ἄν] fort. αὖ δοκοῦν ὑπάρχειν D τῷ] αὐτῶ Α 6 ἡ ἡδονὴ ἀγαθὸν B 7 ἐλεύθερος a 8 ὁ ὸὲ Α ἐλεύθερος aA ἀνελεύθερος] ἐλευθέριος B 9 ἢ—δίκαιος οm. D 10 ἄν post ἄδικος transposuit Α: om. aBP ἄδικος ex δίκαιος, ut videtur, corr. P1 aut P5 post εἴη add. ἔη (sic) a 11 ἢ δοκεῖν om. B post δοκεῖν add. τριχῶς aAP, ὑπάρχειν τριχῶς Arist. 12 τέτρασι AD: τέταρσι aP: δ΄ Β τοὺς] τοῖς Α 13 ὁμοίου Β 15 ὑστέρως Α: ἑτέροις a τε om. D ante ἧττον add. τοῦ D 16 fort, ὑπάρχον ἐδεικνύετο aP 17 τι ἀνάλογον πρὸς τὰ scripsi: τὸ πρός ἀνάλογον libri 18 τὸ δεικνύμενον delevi post τόποις add. ὃ P 19 δὲ om. AD δι’ αὐτοῦ (ante μᾶλλον) B 21 τὸ αὐτὸ Α ἢ—καὶ scripsi: καὶ—ἢ libri 22 ὑπάρχειν] ὑπάρχει B ὑπάρχοι D: ὑπάρχει aABP2: ὑπάρχειν Π1 23 ὑπάρχει] ὑπάρχοι conicio cf. vv. 22. 28 et p. 209,1. 8. 9 ὑπάρχον alterum Β: ὑπάρχειν aADP 24 εἰ] δεῖ Α 26 εἰ prius AD: εἴη aBP 27 πιστέον P1 (corr. P2) πείσθεσθαι Α τῷ alterum om. B 28 ante ἑνὶ add. ἐν aP ὑπάρχειν, εἰ] ὕπαρ in fine pag. a ὑπάρχοι aAP: ὑπάρχει BD καὶ—ἄν θάτερον ὑπάρχοι (p. 209.1) om. a)

209
ἂν ὑπάρχοι· ἢ εἰ μὴ θάτερον ὑπάρχοι, οὐδ᾿ ἄν θάτερον ὑπάρχοι. οἶον εἰ ὁμοίως τῇ δικαιοσύνῃ καὶ τὸ ἀγαθὸν καὶ τὸ ὠφέλιμον ὑπάρχει, μὴ ὑπάρχει δὲ αὐτῇ τὸ ὠφέλιμον, οὐδ’ ἄν τὸ ἀγαθὸν αὐτῇ ὑπάρχοι· ἢ εἰ θάτερον, καὶ θάτερον.‘ καὶ εἰ ὁμοίως τῷ ἀνδρείῳ ὑπάρχει τό τε θαρρεῖν, ὅτε δεῖ, καὶ τὸ φοβεῖσθαι, ὅτε δεῖ, εἰ μὴ ὑπάρχει αὐτῷ τὸ φοβεῖσθαι, ὅτε δεῖ, οὐδ’ ἄν θαππεῖν, ὅτε δεῖ, ὑπάρχοι αὐτῷ· ἢ εἰ τοῦτο.. κἀκεῖνο. ἔτι εἰ δύο δυσὶν ὑπάρχειν δοκούντων ὁμοίως ἑκατέρῳ ἑκατέρου, εἰ τῷ ἑτέρῳ τῶν δύο τὸ ἕτερον τῶν δύο μὴ ὑπάρχοι, οὐδ’ ἄν τῷ λοιπῷ τὸ λοιπὸν ὑπάρχοι· εἰ δὲ ὑπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ τῶν ὁμοίως τισὶν ὑπάρχειν δοκούντων, καὶ τὸ ἕτερον ἂν τῷ ἑτέρῳ ὑπάρχοι. οἷον εἰ ὁμοίως δοκεῖ τῷ ἀνδρείῳ θρασύτης ὑπάρχειν καὶ τῷ δειλῷ ἀσφάλεια, μὴ ὑπάρχει δὲ τῷ ἀνδρείῳ θρασύτης, οὐδὲ τῷ δειλῷ ἀσφάλεια ἂν ὑπάρχοι· ἡ εἰ τούτῳ ἀσφάλεια, κἀκείνῳ θρασύτης. καὶ εἰ ὁμοίως ὁ ἀνδρεῖος περὶ φόβους καὶ θάρρη δοκεῖ εἶναι καὶ ὁ σώφρων περὶ ἡδονὰς καὶ λύπας, ἔστι δὲ ὁ ἀνδρεῖος περὶ φόβους καὶ θάρρη, καὶ ὁ σώφρων ἄν εἴη περὶ ἡδονάς καὶ λύπας. καὶ εἰ ὁμοίως ὁ δίκαιος θεοῖς φίλος καὶ ὁ ἄδικος θεοῖς ἐχθρός, εἰ θάτερον, καὶ θάτερον ἡ εἰ μὴ θάτερον, οὐδὲ θάτερον. καὶ εἰ ὁμοίως ἡ ἡδονὴ ἀγαθὸν καὶ ὁ πόνος κακόν, κακὸν δὲ ὁ πόνος, καὶ ἡ ἡδονὴ ἀγαθόν.

[*](p. 115a26)

Ἔτι ἐκ τῆς προσθέσεως, ἐὰν ἕτερον πρὸς ἕτεριον προστεθὲν ποιῇ ἀγαθὸν ἢ λευκόν.

Δύα τόπους παραδίδωσιν ἐκ τῆς ἄλλου ἄλλῳ προσθέσεως κατασκευαστικοὺς μόνον. ἔστι δὲ ὁ μὲν πρῶτος αὐτῶν τοιοῦτος· ·ὃ προστεθέν τινι τοιόνδε αὐτὸ ποιεῖ μὴ πρότερον. ὂν τοιοῦτον, αὐτὸ πολὺ πρότερον τοιοῦτόν ἐστιν. οἷον εἰ προστεθέν τί τινι οὐκ ὄντι λευκῷ λευκὸν αὐτὸ πεποίηκεν, αὐτὸ τὸ προστεθὲν πολὺ πρότερον λευκόν ἐστι· καὶ εἰ προστεθέν τί τινι [*](1 ὑπάρχει (post ἂν) Β ἡ εἰ] εἰ δὲ P ὑπάρχοι alterum P: ὑπάρχει BD: ὑπαρ Α ὑπάρχοι tertium BP: ὑπάρχη D: ὕπαρ Α 2 ὑπάρχει BD: ὕπαρχοι P: ὕπαρ A om. a ante μὴ add. εἰ aP 3 ὑπάρχει δὲ αὐτῇ om. aP: δὲ om. Α 4 ὑπάρχοι B: ὕπαρ D 5 τὸ prius om. Β 6 ὑπάρχοι, ὅτε δεῖ Α ὑπάρχον P1 corr. P2 7 ἔτι om. P ἑκατέρου aP: ἑκάτερον ABD 8 τῶν δύο alterum post ὑπάρχοι transposuit D: om. Β ὑπάρχοι D: ὑπάρχει aABP 9 ὑπάρχοι Β: ὑπάρχον aAP: ὕπαρ(??) D ὑπάρχει aABP: ὑπαρ D: ὑπάρχοι conicio cf. ad p. 208,23 10 δοκούντων ὑπάρχειν Β ἄν om. Α 12 τῶ δειλῶ ἀσφάλεια ἂν ὑπάρχοι (compend.) D: ἡ ἀσφάλεια τῷ δειλῷ ὑπάρχει aABP 13 τουτο—κἀκεῖνο Α 11 καὶ θάρρη οm. D θάρση Β: θάρρους Α ἔστι—λύπας (16) οm. B 16 ὁ alterum om. A 17 ἡ] καὶ B 18 post ἀγαθὸν delevit κακὸν δὲ ὁ πόνος P 20 post ἔτι add. δ’ Arist. (om. Cu) προθέσεως Α ἐὰν—λευκόν (21) om. Β πρὸς ἕτερον] τῶ ἑτέρω D 21 ποιεῖ aP 23 προτεθὲν ut in sequentibus ubique B τινι om. Β 24 τοῖόν δέ τι AB αὐτῶ (ante ποιεῖ) Β 25 τί om. Α, superscr. P2 τινι] νι in ras. 7—8 lit. D οὐκ] μὴ Α αὐτὸ om. Β 20 τί superscr. P2)

210
οὐκ ὄντι εὐώδει εὐῶδες αὐτὸ πεποίηκε, καὶ αὐτὸ εὐῶδες· καὶ εἰ μὴ γλυκεῖ προστεθέν τι γλυκὺ πεποίηκεν αὐτό, πολὺ πρότερον τὸ προστεθέν ἐστι γλυκύ. ὁμοίως καὶ ἂν σχῆμά τι σχήματί τινι προστεθὲν τρίγωνον αὐτὸ ποιῇ, καὶ αὐτὸ τὸ προστεθὲν σχῆμα τρίγωνον ἔσται. καὶ εἰ ἡ ἀρετὴ προστεθεῖσά τινι σπουδαῖον αὐτὸν ποιεῖ, καὶ αὐτὴ τοιαύτη. δῆλον δὲ ὡς χρὴ ἐπὶ τῶν φύσει ἀλλ’ οὐ νόμῳ τινὶ καὶ συνθήκῃ τοιῶνδε λεγομένων χρῆσθαι τῷ τόπῳ. ἡ γὰρ οὐγγία ταῖς ἕνδεκα οὐγγίαις οὐκ οὔσαις ἤδη προστεθεῖσα λίτραν ποιεῖ· οὐ μὴν διὰ τοῦτό ἐστιν αὐτὴ λίτρα· ἡ γὰρ λίτρα καὶ ἡ οὐγγία κατὰ συνθήκην· θλῆ γοῦν παρ’ ἄλλοις οὐγγία τε καὶ λίτρα. ἢ διὰ τοῦτο ἡ οὐγγία οὐ λίτρα, ὅτι συντελεῖ πρὸς τὸ λίτραν τὸ ὅλον εἶναι καὶ τὰ οἷς προστίθεται, αἱ ἕνδεκα οὐγγίαι. οὐκέτι <δὲ> πρὸς τὸ τὰς ἕνδεκα οὐγγίας γίνεσθαι συντελοῦσιν αὗται· τὸ μὲν γὰρ βαρὺ παρ’ αὑτῶν εἶχον τὸ δὲ βαρύτερον παρὰ τοῦ προστιθεμένου· διὸ ἐπεὶ τὸ ὅλον βαρύτερον γίνεται τῇ τῆς οὐγγίας προσθέσει, ἀνάγκη καὶ αὐτὴν βαρεῖαν εἶναι, ὡς δείκνυσιν ὁ δεύτερος τόπος. οὕτως καὶ Πλάτων ἔδειξε τὴν ψυχὴν ζωήν· εἰ δὲ ζωὴ ἡ ψυχή, καὶ ἀνεπίδεκτος ἄν τοῦ ἐναντίου εἴη, οὕτως δ’ ἄν καὶ ἀθάνατος. ἔνστασις πρὸς τὸν τόπον ὅτι πολλὰ φάρμακα προστι- θέμενά τισι δοκεῖ τὸ ὅλον ποιεῖν σωτήριον ἢ δηλητήριον, οὐδενὸς ἐξ αὐτῶν μόνου τοιούτου ὄντος. ἢ καὶ ἐπὶ ἐπὶ τούτων ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν τὸ προστικθέμενον μόνον τὴν αἰτίαν ἔχει, εἴη ἄν καὶ αὐτὸ τοιοῦτον, εἰ δὲ ἐκ τῆς πάντων μίξεως τε καὶ κράσεως ἡ τοιαύτη ποιότης ἀπογεννᾶται πάντων εἰς αὐτὴν συντελούντων, οὐδὲν ἄν λέγοιτο πρὸς τὸν τόπον. ὁ γὰρ τόπος, εἴ τι μὴ ὂν τοιοῦτον τῇ τινὸς προσθέσει τοιοῦτον γίνεται μὴ συνεργοῦντος εἰς τὴν τοιουτότητα τοῦ ὑποκειμένου τοῦτο γὰρ προσυπακούειν δεῖ), τὸ προστιθέμενον ἀξιοῖ καὶ πρότερον εἶναι τοιοῦτον, ἀλλ’ οὐκ εἴ τι ἐκ μίξεως τινων γίνεται τοιοῦτον, καὶ ἕκαστον τῶν μιγνυμένων τοιοῦτον εἶναι λέγει· ὁ γὰρ οἶνος ἐπιμιχθεὶς τῷ μέλιτι οἰνόμελι τὸ ὅλον ἐποίησεν οὐκ ὂν τοιοῦτον πρὸ τούτου. ὅτι δὲ μὴ τὸ τελευταῖον προστεθὲν αἴτιον τοῦ τοιοῦτον γεγο- νέναι τὸ ὅλον μόνον, δῆλον ἐκ τοῦ. κἄν τοῦτο ὑπαλλάξαντες ὑποθῶμεν, [*](1 πεποίηκε in ras D post alterum εὐῶδες add. ὁμοίως Β μὴ οm. B 2 γλυκὺ AP (corr. P2) αὐτὸ πεποίηκε D 3 ἐὰν Α σχῆμά τι σχήματί scripsi: σχῆμα τί AD σχήματι aBP: σχήματί τινι σχῆμα τί Paris. 1972 ante τρίγωνον add. τι aB 4 ποιεῖ ΑΒ 5 αὐτὴ scripsi: αὕτη libri 6 τοιῷδε a 7 ἡ] εἰ Α οὐγγία AD: οὐγκία aBP. itemque in sequentibus γγ sicribunt AD γκ aBP οὔσαις (scil. λίτρᾳ) scripsi: οὖσα libri προστεθεῖσα Brandis Schol. p. 271a28 προτεθεῖσα libri 8 αὕτη libri 8. 9 οὐγκία καὶ ἡ λίτρα a 9 τε om. D 10 οὐ in ras. D: om. A πρόα προστίθενται aA αἱ om. AB δὲ addidi 12 τὰς] τοῦ Α 13 αὐτῶν libri ἐπὶ Α ὅλων Ppr., corr. P1 aut P2 14 τῆς οὐγγίας τῆ D 15 Πλάτων] Phaedr. c. 54 p. 105 C. D 17 ὁ θάνατος Β post φάρμακα add. καὶ a 18 αὐτοῦ Α 19 τοιούτου μόνου Β καὶ post εἰπεῖν transposuit A 22 συντελούντων BD1: ἀποτελούντων aAB2P οὐδ’ Β 23 εἴ τι] ἤτοι ΑΒ τῆς τινὸς προσθέσεως Α 24 τοιουτότητα aP: ταὐτότητα ΑΒ: αὐτότητα D 25 προστιθέμενον D: προτιθέμενον aABP οὐκέτι a 20 λέγει BD: λέγεται aAP 27 οἰνόμελι] τοιοῦτον P ἐποίει a: ἐποίη P 27. 28 πρὸ τούτου τοιοῦτον D 28 μὴ δέ Β αἴτιον post 29 μόνον transposuit Β τοῦ οm. a, superscr. Β τοιοῦτον in ras. D: τοιούτου A 28. 29 γέ·‘αι (sic) Β 29 δῆλον om. P)
211
ἄλλο δέ τι τῶν τέως ὑποκειμένων ἀφελόντες ὕστερον προσθῶμεν, τὸ ὅλον ὅμοιον γίνεσθαι.

Καὶ ὁ μὲν πρῶτος τῶν ἀπὸ τῆς προσθέσεως τόπων τοιοῦτος. ὁ δὲ δεύτερος οὖτος· εἴ τινι προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον καὶ αὐτὸ ἔσιαι τοιοῦτον. δῆλον δὲ ὅτι καὶ οὗτος ὁ τόπος χρήσιμος ἐν οἷς ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον· εἰ γὰρ τὸ προστεθὲν γλυκεῖ τινι γλυκύτερον αὐτὸ πεποίηκε, καὶ αὐτὸ | γλυκὺ ἄν εἴη, καὶ εἰ λευκότερον, καὶ τοῦτο λευκόν, καὶ εἰ αἱρετώτερον, καὶ αὐτὸ αἱρετόν, καὶ εἰ βαρύτερον, καὶ αὐτὸ βαρύ, ὡς λέγομεν ἐπὶ τῆς οὐγγίας. οὕτως δεικνύοιτ᾿ ἂν ἕκαστον τῶν λεγομένων ἀδιαφόρων τε καὶ προηγμένων ὑπὸ τῶν νεωτέρων αἱρετόν τε καὶ ἀγαθόν· ἕκαστον γὰρ αὐτῶν προστιθέμενον τῇ ἀρετῇ τὸ ὅλον αἱρετώτερον τῷ σπουδαίῳ ποιεῖ. αἱρετώτερος γὰρ βίος ὁ κατ’ ἀρετήν, εἰ μεθ’ ὑγείας εἴη, καὶ εἰ μετὰ εὐπορίας, καὶ εἰ μετὰ ἀγαθῆς δόξης· τὰ γὰρ αἱρετὰ καὶ φευκτὰ κρίνεται τῇ τοῦ σπουδαίου αἱρέσει τε καὶ φυγῇ.

Εἰπὼν δὲ ‘εἰ τὸ προστεθέν τινι μᾶλλον αὐτὸ τοιοῦτον ποιεῖ᾿ προσέθηκεν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅτι μὴ μόνον ἐπὶ τοὐ ποιοῦ τοῦτο ἀλλὰ καὶ ἐπὶ τοῦ ποσοῦ· εἰ γὰρ τὸ προστεθὲν μεῖζον αὐτὸ ποιεῖ, καὶ αὐτὸ ἐν μεγέθει, καὶ εἰ πλεῖον, καὶ αὐτὸ ἐν πλήθει. ἢ εἰπὼν εἰ πρὸς τὸ ὑπάρχον προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον ὡς ἐπί τινος ἑνὸς καὶ ὡρισμένως, προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δεικνὺς ὅτι οὐκ ἐπὶ τούτου μόνον τοῦ μᾶλλον τοιούτου γινομένου πρόεισιν ὁ τόπος ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν οὕτως ἐχόντων.

Eἰσὶ δὲ οἱ προειρημένοι τόποι πρὸς κατασκευὴν μόνον χρήσιμοι, οὐκέτι δὲ καὶ πρὸς ἀνασκευήν· οὐ γάρ, εἰ προστεθέν τί τινι μὴ ποιεῖ αὐτὸ λευκὸν ἢ γλυκὺ ἢ λευκότερον ἢ γλυκύτερον, διὰ τοῦτο οὐδ’ αὐτὸ ἔσται λευκὸν ἢ γλυκύ. ὀλίγον γὰρ μέλιτος ἀψινθίῳ μιχθὲν οὐ ποιεῖ μὲν αὐτὸ γλυκύ, οὐ μὴν διὰ τοῦτο οὐδ’ αὐτὸ ἄν εἴη γλυκύ· οὐδέ, ἐπεὶ πλοῦτος προστικθέμενος κακίᾳ μὴ ποιεῖ τὸ ὅλον αἱρετόν, διὰ τοῦτο οὐκ ἔστιν αἱρετός· ἀλλ’ οὐδέ, ἐπεὶ ὁ γλυκὺς οἶνος μιγνύμενος τῷ μέλιτι μὴ ποιεῖ αὑτὸ γλυκύτερον, διὰ τοῦτο οὐδ’ αὐτός ἐστι γλυκύς. τὸ δὲ χρήσιμος δὲ οὐκ ἐν ἅπασιν ὁ τόπος, ἀλλ᾿ ἐν οἷς τὴν τοῦ μᾶλλον [*](1 δὲ δέ τι a ἀφελόντα A 3 προθέσεως ΑΒ 4 οὗτος aDP: οὕτως ΑΒ post οὗτος add. τοιοῦτος ΑD post εἰ add. γὰρ Α τι] τὸ Β 5 ὅτι AP: ὅτε aB: ὅ supra sciipto τ D 6 τινὶ γλυκεῖ Α 7 γλυκὺ ἄν καὶ αὐτὸ D λευκότερον] γλυκύτερον Β τοῦτο] fort, αὐτὸ 8 λευκόν] λευκότερον Β 9 fort. ἐλέγομεν (scil. p. 210,13—15) 9. 10 ἄν ἕκαστον τῶν λεγομένων om. P 10 ἀδιάφορόν a: διάφορόν P προηγμένον aAP 10. 11 αἱρετῶν τε καὶ ἄγα D 13 εἰ alterum om. Α 14 αἱρέσει corr. B 15 ποιεῖ τοιοῦτον Α 10 τοῦ om. aP 17 ἐπὶ om. Β τοῦ D: om. aABP τὸ D: om. aABP 18 πλέον Β καὶ tertium superscr. P2 εἰ alterum in ras. P2, ut videtur 19 ποιεῖ in mrg. P2 21 μόνον τούτου Β γινομένου D: γενομένου aABP πρόεισιν] εἰσιν in ras. P2 23 ἀνασκευὴν Bpr. 24 μὴ om. Β 20 ὀλίγου ex ὀλίγον corr. Β 28 ante πλοῦτος add. d a, superscr. P2 29 οὐδὲ ἐπεὶ D: οὐδὲ εἰ A: οὐδ᾿ εἰ a, corr. ex oὐδὲ P2: οὐ καὶ εἰ Β 30 μὴ D: οὐ aABP αὐτὸ D: τὸ ὅλον aABP)

212
ὑπεροχὴν συμβαίνει γίνεσθαι εἶπεν, ὅτι μὴ πάντα τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. οὐσία γὰρ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον· διὸ οὐκ ἔστιν ὁ τόπος πρὸς τοῦτο χρήσιμος· οὐδὲν γὰρ προστεθὲν οὐσίᾳ μᾶλλον αὐτὴν οὐσίαν ποιήσει. ἔτι τὴν τοῦ μᾶλλον ὑπεροχὴν ἐπὶ τούτων συμβαίνει γίνεσθαι, πρὸ τοῦ προστιθεμένου ἅ ἐστιν ἤδη τοιαῦτα, γλυκέα τὰ γλυκύτερα ἐσόμενα θερμὰ τὰ θερμότερα ἐσόμενα. ἐπεὶ δὲ τὸ μᾶλλον ἡ ποιότης ἐπιδέχεται, πρὸς τὰ ὑπὸ τὴν ποιότητα ἄν εἴη χρήσιμος. ἀλλὰ καὶ τὸ ἀγαθὸν κακῷ προστιθέμενον οὐκ ἐξ ἀνάγκης ἀγαθὸν τὸ ὅλον ποιεῖ. οὕτως εἶπεν, ἐπεὶ δύναταί ποτε ἀγαθὸν μέγα κακῷ μικρῷ προστεθὲν τὸ ὅλον αἱρετὸν ποιεῖν, οἷον ἀρετὴ πενίᾳ προστεθεῖσα· αἱρετὴ γὰρ ἡ ἀρετή, κἄν ᾖ μετὰ πενίας ἀλλὰ καὶ θανάτῳ κακῷ ὄντι τὸ ἀπ’ ἀνδρείας καλὸν προστεθὲν τὸ ὅλον αἱρετὸν ποιεῖ· διὰ τοῦτο γάρ τις θάνατος εὐκλεής. οὐ μὴν πᾶν ἀγαθὸν κακῷ προστεθὲν τὸ ὅλον ἀγαθὸν ποιεῖ· πλοῦτος γοῦν νόσῳ προστεθεὶς οὐ ποιεῖ τὸ ὅλον αἱρετόν. εἴη δ’ ἄν προσκείμενον τοῦτο οἰκειότερον τῷ πρὸ τούτου τόπῳ, δι’ οὗ ἠξιοῦτο, ἐὰν ἕτερον πρὸς ἕτερον προστεθὲν ποιῇ ἀγαθὸν ἡ λευκὸν μὴ ὂν πρότερον ἀγαθὸν ἢ λευκόν, τὸ προστεθὲν γίνεσθαι ἀγαθὸν λευκόν.

[*](p. 115b3)

Πάλιν εἴ τι μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἁπλῶς ὑπάρχει.

οὗτος ὁ τόπος καὶ αὐτὸς ἐπὶ τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων καὶ τὴν κατὰ τοῦτο σύγκρισιν χρήσιμος. καὶ ἔστιν ὁμοίως τοῖς πρὸ αὐτοῦ κατασκευαστικὸς μόνον, οὐκέτι δὲ καὶ ἀνασκευαστικός· ὃ γὰρ μᾶλλόν τι ἢ ἦττόν τινός ἐστι, τοῦτο καὶ ἀπλῶς ἐστιν, οὐχ ὡς τῇ αὑτοῦ φύσει ὄντος τοιούτου, ἀλλ’ ὡς ὑπάρχοντος αὐτῷ τούτου καθ’ ὃ μᾶλλόν τινος ἢ ἧττόν ἐστιν. οἷον εἰ μᾶλλόν τινός ἐστιν ἡ ἧττον τόδε τι γλυκύ, καὶ ἁπλῶς ἐστι γλυκύ· εἰ γὰρ μὴ ἦν ὅλως γλυκύ, οὐδ’ ἄν μᾶλλόν τινος ἢ· ·ἧττον γλυκὺ ἐλέγετο. οὐδὲν γὰρ μὴ μετέχον τινὸς μᾶλλον αὐτό τινος ἢ ἧττον λέγεται ἔχειν· οἷον εἰ μὴ μετέχει λευκοῦ, οὐδὲ μᾶλλόν τινος ἢ ἧττόν ἐστι λευκόν, τῷ ἧττον κυρίως ἡμῶν χρωμένων. εἴ δὲ τὸ μὴ μετέχον τινὸς οὐδενὸς κατ’ αὐτὸ τοῦτο μᾶλλον ἢ ἧττόν ἐστιν, ὃ μᾶλλον καὶ ἧττόν ἐστί τινος, [*](1 εἰπεῖν P1, corr. P2 post καὶ add. τὸ ΑΒ ’5 χρήσιμος πρὸς τοῦτο Α 4 οὐσίαν αὐτὴν Β 5 πρὸς D προτιθεμένου Β· τιθεμένου Ppr., corr. P1 6 θερμὰ—ἐσόμενα οm. Β 9 post δύναται add. τὸ aP ποτε om. D 11 ἀπ’ aBP: ὑπ᾿ ΑD 12 καλὸν ABD: κακὸν aP 13 τὸ ὅλον ἀγαθὸν ἀγαθὸν in ras.) D: τὸ πᾶν ἀγαθὸν Α: ἀγαθὸν τὸ ὅλον aBP 11 γοῦν οm. D 15 προκείμνον Β τούτου] τοῦ Β ἠξιοῦτο scripsi cf. p. 200.1: ἠξίου τὸ libri ἄν Α 16 ποιεῖ Ppr, corr. P1 aut P2 ἢ superscr. P 17 post πρότερον add. τοιοῦτον οἷον 1) λευκὸν ἢ ἀγαθόν (post πρότερον) Arist ἀγαθὸν ἢ λευκόν (post γίνεσθαι) D: inv. ord. aABP 18 19 καὶ ἀπλῶς ὑπάρχει om. Β 20 ante ἧττον add. τὸ Α 21 κατὰ τούτου B 23 ἡ superscr. P2 αὑτοῦ scripsi: αὐτοῦ aBDP: αὐτῆ Α 24 τούτου ΒP1: τούτω Α: compend. D: τοιούτου aP2 25 ἢ ἧττον ἐστὶ D 25. 26 καὶ ἀπλῶς ἐστι γλυκύ om. P 26 ἂν] ν in las. ras. lit. D ἢ ἧττόν τινος aBP γλυκὺ scripsi: γλυκέος libri, sed ante ἡ Α 27. 28 λέγεται ἔχειν] ἐστίν D 28 μετέχοι D 29 τῷ] τὸ A 30 ἐστιν—ἦττόν om. B)

213
τοῦτο καὶ ἁπλῶς ἐκείνου μετέχει. ὅταν οὖν ζητῶμεν εἰ ὑπάρχει τί τινι τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων, χρὴ ζητεῖν εἴ τινος τὸ προκείμενον κατὰ τοῦτο , καθ’ ὃ ζητοῦμεν εἰ ὑπάρχει αὐτῷ μᾶλλον ἢ ἧττόν ἐστιν· ἄν γάρ τι τούτων δειχθῇ, δεδειγμένον ἄν εἴη ὅτι καὶ ἁπλῶς αὐτὸ ἐκείνῳ ὑπάρχει. οἷον [εἰ ζητοῖτο] εἰ μᾶλλον αἱρετὸν ὑπγείας ἀρετή, αἱρετὸν ἀρετή, καὶ εἰ ἧττον λευκὸν ἱμάτιον χιόνος, λευκὸν καὶ αὐτό. δοκεῖ ἔνστασιν ὁ τόπος ἔχειν· | γῆ γὰρ γῆς κουφοτέρα λέγεται, καὶ οὐκ ἔστιν [*](113) ἁπλῶς αὐτῇ τὸ κοῦφον ὑπάρχον. ἢ οὐ κυρίως τὸ ‘καυφοτέρα’ ἐπὶ τῆς γῆς λέγεται, ἀλλ’ ἀντὶ τοῦ ‘ἧττον βαρεῖα᾿. ἀλλ’ οὐδὲ πενία ἁπλῶς αἱρετή, καίτοι αἱρετωτέρα λέγεται νόσου. ἢ οὐδ’ ἐπὶ τῶν τοιούτων τὸ αἱρετώτερον κυρίως, ἀλλ’ ἀντὶ τοῦ ἧττον φευκτοῦ. πρὸς μὲν οὗν κατασκευήν, ὡς εἶπεν, ὁ τόπος χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς ἀνασκευήν· οὐ γὰρ ἀληθὲς τὸ εἴ τι μὴ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τοῦτο μηδὲ ἀπλῶς εἷναι, ἢ εἴ τι ἁπλῶς ἐστι, τοῦτο καὶ μᾶλλόν τινος καὶ ἧττον εἶναι. οὔτε γὰρ ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται οὔτε τῶν ποσῶν τι, ὡς ἐν Κατηγορίαις δέδεικται· διὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἄνθρωπόν τινα, ἐπεὶ μή ἐστι μήτε μᾶλλον μήτε ἧττον ἄνθρωπος.

[*](p. 115b11)

Τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτε καὶ που.

Eἰπὼν τόπον τὸν ἀπὸ τοὺ μᾶλλον καὶ ἧττον κατασκευαστικόν (ὃ γάρ τι μᾶλλον καὶ ἦττόν ἐστί τινος, τοῦτο καὶ ἁπλῶς ἐστιν), ὡς ὁμοιότητά τινα· ἔχοντα τῷ προειρημένῳ τόπῳ παρατίθεται τόν τε ἀπὸ τοῦ κατά τι καὶ τὸν ἀπὸ· τοῦ ποτὲ καὶ τὸν ἀπὸ τοῦ πού· ὡς γάρ, ὃ μᾶλλόν τινι ὑπάρχει, καὶ ἁπλῶς ἐκείνῳ ὑπάρχει, οὕτως καὶ ὃ κατά τι ὑπάρχει τινὶ ἢ ποτὲ ἢ πού, δοκεῖ καὶ ἁπλῶς ὑπάρχειν ἐκείνῳ. κατά τι γὰρ βλέπον τὸ ζῷον καὶ ἁπλῶς βλέπει· ὁμοίως καὶ κατά τι ἀκοῦον καὶ κατά τι ὀσφραινόμενον ἢ γευόμενον. ἀλλὰ καὶ ἕκαστον τῶν γενητῶν σωμάτων ποτὲ. ὂν καὶ ἁπλῶς ἐστιν· ἀλλὰ καὶ εἴ πού ἐστιν Ἱπποκένταυρος ἢ Σκύλλα, καὶ ἁπλῶς ἂν εἴη· ἀλλὰ καὶ τὸ θέρους ὑγιαῖνον καὶ ἁπλῶς ὑγιαίνει, καὶ τὸ ἐν Ἑλλάδι ὑγιαῖνον καὶ ἁπλῶς ὑγιαίνει, καὶ τὸ σῶμά που ὂν καὶ ἁπλῶς [*](1 τί τινι D: τινὶ Α: τινί τι aBP 3 αὐτὸ Α 4 τούτῳ a αὐτῷ a αὐτῷ aB 5 ἐκεῖνο Β εἰ ζητοῖτο delevi εἰ alterum om. in lac. P ὑγείας ἀρετή scripsi: ἡ ὑγεία ὑγίεια aAP) ἀρετῆς libri 6 ante ἀρετή add. ἡ aB εἰ om. a 7 γῆς κουφοτέρα] τῆς κουφότητος Α 8 αὐτὴ ἁπλῶς D αὐτὴ Α τὸ prius om. B οὐ κυρίως] οὐκ ὀρθῶς D τῆς om. D 10 post καίτοι add. καὶ B τὸ om. AP 11 κυρίως post 10 τοιούτων transposuit D 12 ὡς εἶπεν post χρήσιμος transposuit Α: tort, ὡς εἶπον (scil. p. 212,21. 22) cf. p. 75,4 13 τοῦτο om. D μηδὲ] μὴ Β 14 post τι add. μὴ aB (delevit Waitz Organ. II p. Χ) 15 ante ἧττον add. τὸ Β 15. 16 ἐν Κατηγορίαις] c. 5 p. —4a9, c. 6 p. —25 16 ἀνάγκη Β 18 καὶ—πού om. 20 ante τόπον add. τὸν Β 22 τινα ἔχοντα BD: inv. ord. aP: ἔχοντός τινα Α περιτίθεται Β τοῦ] τῆς Α 24 ἐκεῖνο AB1 (corr. Β2) 25 βλεπτὸν Β 26 κατά τι ὁ ὀσφραινόμενον ἡ κατά τι ἀκοῦον D 27 γεννητῶν. aBP 28 σκύλ A)

214
ἐστιν. ἐπὶ μὲν οὗν τῶν τοιούτων παραδειγμάτων συνᾴδουσιν οἱ τόποι, οὐ ὡς ἰσχὺν ἔχουσι χρῆσθαι. ἡ δὲ πιθανότης αὐτῶν τῆς κατασκευῆς ἐστιν ᾗ ἐχρήσατο αὐτός· εἰ γὰρ τὸ ὅλως, τοῦτ’ ἔστιν ἁπλῶς ἀδύνατον ὑπάρχειν τινί, τοῦτο οὔτε κατά τι οὔτε ποτὲ οὔτε ποὺ οἷόν τε ὑπάρχειν αὐτῷ, εὔλογον δοκεῖ, ὃ κατά τι ἢ ποτὲ ἡ ποὺ ὑπάρχει· τινί, τοῦτο καὶ ἁπλῶς ὑπάρχειν. οὐ μὴν ἀληθὲς τοῦτο· οὐ γὰρ ἕπεται τῇ ἀντιστροφῇ τὸ ἁπλῶς ὑπάρχειν, ἀλλὰ τὸ δύνασθαι ὑπάρχειν, ὅ ἐστιν ἀληθές· ὃ γὰρ κατά τι ὑπάρχει τινί, δῆλον ὅτι καὶ δύναται ὑπάρχειν αὐτῷ ὁμοίως καὶ τὸ ποτὲ καὶ πού. ὥστε ἀληθὲς ἔσται τὸ κατά τι ὑπάρχον δύνασθαι καὶ ἁπλῶς ὑπάρχειν. ὅτι γὰρ μὴ ἀληθὲς τὸ ἁπλῶς ὑπάρχειν, δῆλον καὶ αὐτὸς ποιεῖ. ὅ τε γὰρ Αἰθίοψ πῄ λευκὸς ὤν κατὰ γὰρ τοὺς ὀδόντας) οὐκέτι καὶ ἀπλῶς ἐστι λευκός· ἁπλῶς γὰρ τοῦτο λέγεται, ὥς φησιν αὐτὸς διαβάλλων τὸν τόπον, ὃ χωρὶς προσθήκης λεγόμενον ἀληθές ἐστιν· ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθὲς εἶναι, τοῦτο οὐκ ἔστιν ἁπλῶς. διὰ τοῦτο ὁ Αἰθίοψ ἁπλῶς οὐκ ἔστι λευκός, ὅτι χωρὶς προσθήκης οὐκ ἔστιν ἀληθὲς τὸ <‘ό> Αἰθίοψ λευκός ἐστι᾿ · προστεθέντος δὲ τοῦ κατά ἀληθὲς γίνεται. ἀλλὰ καὶ κατά τι σπουδαῖοί τινές εἰσιν, οὓς οὐκ ἔστιν ἁπλῶς εἰπεῖν σπουδαίους· οἱ γὰρ φύσει ἐλευθέριοι ἡ κόσμιοι τὸ μὲν ὅλον φύσει κόσμιοι ἢ φύσει ἐλευθέριοι εἶεν ἄν, οὐ μὴν καὶ ἁπλῶς· ἐνδέχεται γὰρ αὐτοὺς πεφυκότας πρὸς ταῦτα καλῶς μοχθηροὺς εἶναι διὰ τὸ μοχθηρῶς τεθράφθαι· δεῖ μὲν γὰρ τὸν ἁπλῶς σπουδαῖον φρόνιμον εἶναι, οὐδεὶς δὲ γίνεται φρόνιμος φύσει, ὡς ἐν τοῖς Ἠθικοῖς δείκνυται. κατὰ δὲ τὴν λέξιν τῷ ἁπλῶς δὲ οὐκ εἰσὶ τὸ φύσει περισσῶς πρόσκειται· ἔστι γὰρ αὔταρκες τὸ ‘ἁπλῶς δὲ οὐκ εἰσὶ σπουδαῖοι᾿ ῥηθέν. πάλιν ἐπὶ τοὺ ποτὲ ποτὲ μὲν ἐνδέχεται τῶν φθαρτῶν τι μὴ φθαρῆναι, οὐ μὴν καὶ ἁπλῶς ἐνδέχεταί τι φθαρτὸν ὂν μὴ φθαρῆναι· καὶ ποτὲ μὲν μὴ ἀναπνεῖν τι ζῷον τῶν ἀναπνεθστικῶν ἐνδέχεται, οὐ μὴν καὶ ἁπλῶς μὴ ἀναπνεῖν. πάλιν ἐπὶ τοῦ ποὺ μὲν συμφέρει τοιαύτῃ διαίτῃ χρῆ. σθαι, οἷον ἐν τοῖς νοσώδεσι τόποις, οὐ μὴν καὶ ἁπλῶς· καὶ ποὺ μὲν ἕνα μόνον δυνατὸν εἶναι, οἷον ἐν θεάτρῳ ἕνα ἄνθρωπον μόνον δυνατὸν [*](2 post χρὴ add. καὶ D 3 post κατασκευῆς superscr. εὖ P2 4 ὑπάρχ Α 5 οὐδέ ter D 6 ἡ ποῦ ἢ ποτὲ aAP ὑπάρχειν Α: ὕπαρ Β 9 ὑπάρχειν (ante τινί) aB αὐτὸ A 10 post καὶ add. τὸ aP 11 γάρ om. Α 12 ὅ τε γὰρ—τινές εἰσιν (18) Suidas sub v. ἀπλῷ λόγῳ ποῦ D 14 ὃ] ἡ D λεγόμενον—προσθήκης (15) om. Α 15 πρὸς τὸ εἶναι (haec in ras.) ἀληθὲς D 16 ὁ D: om. aABP ἁπλῶς ex corr. add. D 17 ὁ addidi cf. vv. 12, 16 18 τινες σπουδαῖοι Α 19 σπουδαίους εἰπεῖν Α οἱ aBD: εἰ AP 19.20 ἢ κόσμιοι—ἐλευθεριοι iterat Α 21 post γὰρ add. καὶ aP αὐτοὺς om. D 22 τεθράφθαι scripsi: τετράφθαι libri 2)5 φρόνιμος γίνεται B ἐν τοῖς Ἠθικοῖς] VI 9 p. —16 24 τῷ DP, corr. τὴν aA 26 ποτε alterum om. Β post μὲν add. γὰρ aP 27 post ἁπλῶς add. ὃν Α μὴ alterum om. A 29 ποῦ. τῆ a διαίτη corr. ex διαιρέσει Β 30 τῆ a 31 μόνον prius om. Β: post δυνατὸν transposuit D εἶναι οm. D μόνον alterum transposuit ante ἄνθρωπον a, ante p. 215,1 οὐ Α)
215
εἶναι, οὐ μὴν καὶ ἁπλῶς ἕνα ἄνθρωπον μόνον δυνατὸν εἷναι. διὰ τὰς τοιαύτας ἐνστάσεις περὶ τῶν τόπων τούτων οὕτως εἷπε· τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτὲ καὶ πού, ἐνδεικνὐμενος ὅτι σκέψεως χρείαν ἔχουσι οἱ τόποι εἶ τε δεῖ χρῆσθαι [*](114) αὐτοῖς εἴτε μή. χρησάμενος δέ τισι παραδείγμασιν αὐτός, τῷ μὲν ὡς τοῦ ποὺ σημαντικῷ τῷ δὲ ὡς ἰοῦ ποτέ, ἐπηνωρθώσατο αὐτὰ ὡς οὐ τούτων ὄντα σημαντικά. τὸ γὰρ καλὸν εἶναι τὸν πατέρα θύειν ἔθηκε μὲν ὡς τοῦ ποὺ σημαντικόν ἐν γὰρ Τριβαλλοῖς), ἐπηνωρθώσατο δὲ αὐτὸ ὡς οὐ τὸ ποὺ σημαῖνον ἀλλὰ τὸ τισίν· ἔνθα γὰρ ἂν ὦι Τριβαλλοί, τοῦτο αὐτοῖς καλόν. ἔτι τὸ συμφέρειν φαρμακεύεσθαι τοῖς νοσοῦσιν ἔθηκε μὲν ὡς σημαντικὸν τοῦ ποτέ ὅτε γὰρ νοσοῦσιν), ἐπηνωρθώσατο δὲ αὐτὸ ὡς οὐ τοῦ ποτὲ σημαντικόν ἀλλὰ τοῦ πὼς διακειμένου· ἰῷ γὰρ οὕτως διακειμένῳ ἀεὶ ὑγιεινὰ ταῦτα, οὐ ποτέ. οὐδὲ τὸ τισὶ δὲ καλὸν καὶ ἁπλῶς καλόν, οὐδε τὸ τοῖς πὼς διακειμένοις τοῦτο καὶ πᾶσιν.

[*](p. 115b29)

Tὸ δὲ ἁπλῶς ἐστιν ὃ μηδενὸς προστεθέντος ἐρεῖς ὅτι καλον εστιν.

Εἰπὼν τὰς ἐνστάσεις πρὸς τοὺς προειρημένους τόπους καὶ γὰρ κατά τι ὄντες τινὲς σπουδαῖοι οὐκ εἰσὶν ἀπλῶς τοιοῦτοι, καὶ ποτὲ μὴ φθειρόμενόν τι οὐκ ἔστιν ἁπλῶς καὶ ἄφθαρτον, καὶ “ποὺ μὲν συμφέρει τοιαύτῃ χρῆσθαι διαίτη, ὡς ἐν τοῖς νοσώδεσι τόποις, ἁπλῶς δὲ οὔ”) ὅτι μηδὲν τούτων ἁπλῶς ἐστιν ἢ λέγεται δεικνὺς τὸ ἁπλῶς τί ποτ’ ἐστὶν ἐδήλωσε, τὰς προειρημένας ἐνστάσεις ὅτι ὀρθῶς εὕρηνται βεβαιῶν. ὃ γὰρ χωρὶς προσθήκης τινὸς ἀληθῶς ἔστιν εἰπεῖν εἶναι, ἁπλῶς τοῦτό ἐστι τοιόνδε. παραδείγματι δὲ τοῦ λεγομένου αὐτὸς τῷ καλῶ καὶ τῷ κακὼ ἐχρήσατο. ὃ γὰρ χωρὶς προσθήκης καλόν, τοῦτο ἁπλῶς λαλόν, καὶ ὃ καθ’ αὑτὸ κινεῖται χωρὶς προσθήκης, τοῦτο ἁπλῶς κινεῖται. ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθῶς αὐτοῦ κατηγορηθῆναι τὸ κινεῖσθαι, τοῦτο [*](1 ἕνα—εἶναι οm. Β δυνατὸν μόνον Α 2 εἶπεν aBP: εἰπεῖν Α 5 παραδείγματα Α: compend. DP 6 τῶ ποῦ om. Β τοῦ alterum om. Β ἐπηνορθώσατο P1, corr. P2 itemque vv. 8, 11 7 ὄντα om. D 7. 8 ἔθηκε μὲν D cf. vs. 11: ἐθήκαμεν aABP 8 τῶ ποῦ σημαντικῶ Α τὸ prius om. aP post ποῦ ras. 2 lit. P ἂν ΑP, corr. D: om. aB εἰσι Β 10 τριβα- λοί D τοῦτο αὐτοῖς καλόν om. D συμφέρον D 11 ἔθη(??)κε μὲν P ε add. P2): ἐθἠκαμεν Β 11. 12 ἐπανωρθήσατο ὡς τοῦ ποτὲ Α 13 αἰεὶ AP 14 κᾶόν δὲ Α τὸ om. Β 18. 19 τόπους· κατά τι γάρ τινες ὄντες Α 10 post ποτὲ add. μὲν D 19 20 post φθειρόμενόν add. ποτε Β 20 καὶ prius οm. aP 20. 21 χρῆσθαι τοιαύτῃ aP 21 ὡς om. Β 22 post ἢ add. ἔστι Β post δεικνὺς add. ὅτι Α 23 εὔρηνται DP: εὕρονται A: εἴρηται aB εἴρηνται Paris. 1972 24 κωρὶς post τινὸς transposuit Β προσθήκης—προσθήκης (26) om. Α post τοῦτο add. δὲ aBP: om. D 25 δὲ om. aP)

216
οὐχ ἁπλῶς κινεῖται· ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ κατά συμβεβηκὸς κινεῖσθαι καὶ μὴ οἷόν τε χωρὶς προσθήκης ἀληθῶς αὐτοῦ τὸ κινεῖσθαι κατηγορῆσαι, τοῦτο οὐ κινεῖται ἁπλῶς. καὶ ἐπὶ τῶν προειρημένων δή, οἷς μὲν μετὰ προσθήκης λεγομένοις τοῦ τινὶ ἢ ποὺ ἢ ποτὲ δυνάμεθα καὶ τὸ ἀπλῶς τὴν προσθήκην ἀφελόντες ἐπενεγκεῖν, ἀληθῶς ταῦτα καὶ ἀπλῶς λέγοιτ’ ἄν· οἷον κατὰ τοὺς ὀφθαλμοὺς ὁρᾶν ἀληθές, ἀλλὰ καὶ τοῦ κατὰ τοὺς ὁφθαλμοὺς ὁρῶντος τὸ ὁρᾶν χωρὶς προσθήκης ἀληθῶς κατηγορεῖται· οὐκέτι δέ, εἰ τὸ φύσει ἐλευθέριον ἀληθῶς κατηγορεῖται, πάντως καὶ τὸ ἀπλῶς ἐλευθέριον χωρὶς προσθήκης. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

[*](1. 2 κινεῖσθαι scripsi: κινεῖται libri 2 post χωρὶς add. τῆς aABP: om. D cf. vv. 4. 7. It et p. 215,24. 26. 27 P κατηγόρησε P post ἀπλῶς add. ὁμοίως Β προειρημένων ΒD: προκειμένων aAP 3. 4 δὴ οἶς aDP: δὴ οἷς εἰ Α: διοίσει Β 4 ἢ ποτὲ ἢ ποῦ Β 5 ἀφελόντες om. D ἐνε(??)γκεῖν Β 6 ὁρᾶν om. P 8 οὐκέτι—κατηγορεῖται om. ΑB 10 ΛΟΣ ΤΟΥ Β subscr. a)
217

Ἐκθέμενος ὲν τῷ δευτέρῳ τοὺς πρὸς τὸ συμβεβηκὸς τόπους, δι᾿ ὦν Δυνησόμεθα ἢ κατασκευάζειν τι ὡς συμβεβηκὸς ἄλλο ἄλλω ἁπλῶς ἢ ἀνασκευάζειν καὶ ὅτι μὴ συμβέβηκε τὸ λεγόμενον συμβεβηκέναι δεικύναι, ἐν τῷ τρίτῳ τόπους ἐκτίθεται δι’ ὧν δυνησόμεθα περὶ τῶν συγκτιτικῶν προβλημάτων διαλαμβάνοντες ἐπιχειρεῖν καὶ δεικνύναι ἢ μᾶλλόν τι ὑπάρχον ἄλλο ἄλλῳ ἢ ἧττον. εἶεν δ’ ἂν καὶ οὗτοι οἱ τόποι ἀπὸ τοῦ συμβεβηκότος, ὡς καὶ αὐτός γε φθάσας ἐν τῷ πρώτῳ τοῖς ἀπὸ τοῦ συμβηκότος προβλήμασι συνέταξε πάντα τὰ κατὰ σύγκρισιν λεγόμενα, προσθεὶς μετὰ τὸ περὶ τοῦ συμβεβηκότος εἰπεῖν “προσκεί | σθωσαν δὲ τῷ συμβεβηκότι [*](115) καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι.” καὶ ἄλλως δῆλον ὅτι ἡ σύγκρισις ἐν μόνοις γίνεται τοῖς συμβεβηκόσι· μόνον γὰρ μᾶλλον καὶ ἧττον ὑπάρχειν δύναταί τισι τὸ συμβεβηκός. οὔτε γὰρ τὸ γένος οἷόν τε τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχειν τῶν οἷς προσεχῶς ὑπάρχει οὔτε τὸ ἴδιον οὔτε ὁ ὁρισμός· τὸ δὲ συμβεβηκὸς τῷ ἔξωθεν εἶναι τῆς τοῦ πράγματος ᾧ συμβέβηκεν οὐσίας οἷόν τε καὶ μᾶλλον τινὶ ἢ τισὶ καὶ ἧττον ὑπάρχειν τὸ αὐτὸ καὶ ἄλλο ἄλλου μᾶλλον καὶ ἄλλο ἄλλου ἧττον, ὅπου γε καὶ κατά τι. ὕλη δὲ τοῖς συγκριτικοῖς προβλήμασίν ἐστι μὲν καὶ κατὰ φιλοσοφίαν πᾶσαν ὑποβε- βλημένη. καὶ γὰρ κατὰ τὴν ἠθικήν· τὰ γὰρ περὶ αἱρετωτέρου τὴν ζήτησιν ἔχοντα πάντα ἠθικά· ἡ γὰρ τῶν αἱρετῶν ἀναφορὰ ἐπὶ πρᾶξίν τε κ̣αὶ τὴν ἠθικὴν φιλοσοφίαν. ὅσα δὲ φυσικῶν τινων ποιεῖται τὴν σύγκρισιν, [*](1. 2 Ἀλεξάνδρου—τοπικῆς ἀριστοτέλους (inv. ord. D) πραγματείας AD: Ἀλεξάνδρου ἀφροδισιέως Τοῦ αὐτοῦ Β) εἰς τὸ γ τρίτον Β) τῶν τοπικῶν ἀριστοτέλους ὑπόμνημα aBP cf. p. 125,1. 2 3 post δευτέρῳ add. τόπω Α 4 ἀπλῶς om. Β 7 ἐπιχειρεῖ a 9 ἐν τῷ πρώτῳ] c. 5 p. 102b14 10 πρόβλημα in fine vs. P 13 ἡ AD: om. aBP 16 τῶν]’ τοῖς Β ὑπάρχειν (ante οὔτε) Α post οὔτε prius add. γὰρ Β 18 τῶ αὐτῶ Β: αὐτὸ D 18. 19 ἄλλος ἄλλον Β 19 ἄλλο ἄλλου D, Ppr.: ἄλλου ἄλλο aAB, P1corr. 20 post καὶ add. ἡ AD 21 κατὰ aBP1: περὶ AD, superscr. P5 αἱρετωτέρου aADP: ἀρετῶν Β 22 ἀρετῶν B)

218
φυσικὰ ταῦτα, ὡς ὅταν ζητῆται ποτέρα μείζων, ἡ σελήνη ἢ ἡ γῆ καὶ ποτέρα βελτίων, αἴσθησις ἢ ἐπιστήμη, καὶ ποτέρα κίνησις ἁπλουστέρα ἡ κυλλῷ ἢ ἡ ἐπ’ εὐθείας. ἔστιν ἔτι καὶ ἐν τῇ λογικῇ συγκριτικῶς τινα ζητούμενα, ὡς τὸ πότερον πειστικώτερον, ἐπαγωγὴ ἢ συλλογισμός, καὶ ποῖος πρῶτος συλλογιδμός, ὁ κατηγορικὸς ἢ ὁ ὑποθετκός, καὶ ·ποῖον σχῆμα πρῶτον ἢ βέλτιον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰς ἄλλας ἐπιστήμας τε καὶ τέχνας εὑρεῖν ἔστι τινὰ σωριτικῶς ζητούμενα. μουσικὸν γὰρ πρόβλημα ποτέρα ὀξυτέρα ἁρμονία, ἡ Λύδιος ἡ ἡ Φρύγιος· ἀλλὰ καὶ τὸ τῶν μέτρων κάλλιον εἶναι τὸ ἡρῷον ἐπὶ μουσικῆς ὕλης ἄν τις ζητήσειε. πάλιν δ’ αὖ ποτέρα θεραπεία αἱρετωτέρα, ἡ διὰ τομῶν ἢ ἡ διὰ φαρμακείας, συγκριτικὸν ὂν πρόβλημα ἰατρικὴν ὕλην ὑποκειμένην ἔχει ἡ μὲν οὑν ὕλη τῶν συγκριτικῶν προβλημάτων σχεδὸν καὶ κατὰ πᾶσαν ἐπιστήμην τε καὶ τέχνην. κατηγορίαι δέ, ἐν αἷς ἐστι τὰ κατὰ σύγκρισιν ζητούμενα, ἐννέα δοκοῦσιν εἶναι· κτὰ γὰρ τὴν οὐσίαν μόνην οὐ δοκεῖ συνίστασθαι συγκριτικὰ προβλήματα· κατὰ γὰρ συμβεβηκὸς ἡ σύγκρισις· οὐσία δὲ οὐδενὶ συμβέβηκε. πᾶσα μὲν οὖν σύγκρισις ὑπὸ τὸ πρός τι. καθ’ ἃ δὲ γίνεται, ποτὲ ποτὲ μὲν ποιότης ἐστίν, ὡς ὅταν ζητῆται περί τινων ποῖον λευκότερον ἢ θερμότερον ἢ κουφότερον ἢ μουσικώτερον ἤ τι τῶν τοιούτων· πάντα γὰρ τὰ τοιαῦτα κατὰ ποιότητα. κατὰ δὲ ποσότητα, ὅταν ζητῆται πότερον ἡ σελήνη μείζων ἢ ἡ γῆ κατὰ γὰρ τὸ ποσὸν ἡ ζήτησις ἡ τοιαύτη. κατὰ δὲ τὸ πρός τι, ὅταν ζητῆται πότερον μᾶλλον ἐπιστήμη γεωμετρία ἡ μουσική, καὶ ποία μᾶλλον αἴσθησις, ἁφὴ ἢ ἀκοή. κατὰ δὲ τὸ ποὺ ἡ ζήτησις, ὅταν ζητῆται ἐν ποτέρῳ μᾶλλον τὸ ἡγεμονικόν, ἐν καρδίᾳ ἢ ἐν ἐγκεφάλῳ. κατὰ δὲ τὸ ποτὲ ζητεῖ ὁ ζητῶν πότερον αἱρετώτερον πλεῖν μετὰ ἰσημερίαν ἡ θέρους· κατὰ δὲ τὸ ποιεῖν πότερος ἰᾶται μᾶλλον, ὁ τέμνων ἢ ὁ φαρμακεύων· κατὰ δὲ τὸ πάσχειν πότερον ἀπαθέστερον, σῶμα ἢ ψυχή· κατὰ δὲ τὸ ἔχειν πότερον μᾶλλον ἔχει ψυχὴν τὰ ζῷα ἢ τὰ φυτά. κατὰ δὲ τὸ κεῖσθαι, ὅταν ζητῆται [*](1 post ὅταν add. ἂν aD ζητῆιται P: ζητῆσαι Β: ζητεῖται a πότερα aAP: om. Β ἡ σελήνη μείζων Β ἡ alterum superscr. Β 1.2 supra καὶ ποτέρα ras. 7 lit. P 2 πότερα utroque loco a καὶ ποτέρα κίνησις—p. 219,9 συγκρινομένων om. P: signum appinxit P2, λείπει φύλλον (?) έν[. P3 3 ἐπευθίας a ἐστίν. ἔτι aA: ἐστίν. ἔστι B: οm. D συγκριτικά a 4 πότερα Α: compend. D πειστικώτερον BD: πιστικωτέρα A: πιστικώτερον a ante ἐπαγωγὴ add. ἡ, aute συλλογισμός add. ὁ D, at cf. p. 220,20 5 post ποῖος add. καὶ Α ὁ alterum om. Α 7 ἔστιν εὑρεῖν Β 8 πρόβλημα postea add. D πότερα a ἡ prius] ἢ a ἡ alterum om. aB 9 τὸ μέτρον Α κάλλων a ἄλλης Α 10 ἡ prius] ἢ a τομῶν aA: compend. BD ἡ alterum BD: om. aA 12 τῶν om. a καὶ om. D 13 τε om. a post ἐστι add. καὶ A 15 προβλήματα συγκριτικά Α 18 ἢ κουφότερον ἡ θερμότερον D 19 ἡ ἐπὶ τόν τοιούτων τι A τὰ οm. D 20 ante ὅταν add. ὡς (ut vs. 17) BD: om. aA γὰρ] δὲ Α 21 τὸ (ante ποσδν) om. 1) 22 πότερον aBD: ποτέρα Α ἐπιστήμη μᾶλλον D 25 πότε Α ἰσημέρου Α 26 πότερος D: πότερον aAB ὁ τέμνων μᾶλλον ἰᾶται aB 27 ἀπαθέστερον D: εὐπαθέστερον aAB post ἔχειν add. οἷον A 28 ante ὅταν add. ὡς Β)
219
κατ’ οὐσίαν γίνεσθαι σύγκρισις, ὅταν ζητῶμεν εἰ ἡ πρώτη οὐσία μᾶλλον οὐσία τῆς δευτέρας. ὧν δὲ ἡ σύγκρισις γίνεται, ποτὲ μὲν δύο ἐστὶ κατά τι συμβεβηκὸς ἓν συγκρινόμενα, ὡς ὅταν ζητῆται πότερον αἱρετώτερον ὑγεία ἢ πλοῦτος· κατὰ γὰρ τὸ αἱρετὸν ἀμφοτέροις ἡ πρὸς ἄλληλα σύγκρισις. ποτὲ δὲ πλειόνων πρὸς πλείω γίνεται σύγκρισις κατά τι κοινὸν ὑπάρχον αὐτοῖς, ὡς ὅταν ζητῆται πότερον αἱρετώτερον φρόνησις μετὰ πλούτου ἢ μετὰ σωφροσύνης ὑγεία. δύναται καὶ ἑνὸς πρὸς πλείω σύγκρισις γίνεσθαι, ἄν ζητῇ τις πότερον αἱρετώτερον φρόνησις ἢ· ὑγεία μετὰ πλούτου. γίνεται σύγκρισις καὶ ἑνὸς κατὰ δύο συμβεβηκότα, ὡς ὅταν ζητῶμεν πότερον ἡ φρόνησις πρακτικωτερα ἢ θεωρητικωτέρα. γίνεται δὲ καὶ δύο τινῶν ἅμα λαμβανομένων κατὰ συμβεβηκότα δύο σύγκρισις, οἷον ἂν ζητῇ τις πότερον ἡ φρόνησις ἡ μετὰ σοφίας πρακτικωτέρα ἢ θεωρητικωτέρα· ἀλλὰ καὶ δύο περὶ δύο, ὡς ὅταν ζητῆται πότερον ἡ φρόνησις πρακτικωτέρα ἢ ἡ σοφία θεωρητικωτέρα· ἀλλὰ καὶ δύο κατὰ πλείονα συμβεβηκότα, ἂν ζητῇ τις πότερον ἡ σοφία ἢ ἡ φρόνησις πρακτικωτέρα ἅμα καὶ θεωρη- τικωτερα.

Καὶ περὶ μὲν τῆς ὕλης τῶν συγκριτικῶν προβλημάτων καὶ τῶν κατηγοριῶν, καθ’ ἃς συνίσταται, καὶ τῶν συγρινομένων, κατὰ πόσους | τρόπους [*](116) ἀλλήλοις συντίθεταί τε καὶ συγκρίνεται, τοσαύτα. ἄξιον δὲ ζητῆσαι τί δή ποτε ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν συγκριτικῶν λέγων οὐ πάντας ἐτήρησε τοὺς συγκριτικοὺς τόπους εἰς τὸ βιβλίον τοῦτο, ἀλλ’ εἶπέ τινας καὶ ἐν τῷ πρὸ τούτου· συγκριτικοὶ γὰρ ἦσαν οἵ τε· ἀπὸ τοὐ μᾶλλον καὶ οἱ ἀπὸ τοῦ ὁμοίου καὶ ὁ ἕτερος τῶν ἐκ τῆς προσθέσεως δεικνύντων καὶ ὁ ἀπὸ τοῦ μᾶλλόν τι ἢ ἧττον ἄλλο ἄλλου λέγεσθαι δεικνὺς ὅτι καὶ ἁπλῶς. ἢ οὐ πρόκειται αὐτῷ ἐν τούτῳ περὶ συγκριτικῶν τόπων λέγειν ἀλλὰ περὶ συγκριτικῶν προβλημάτων· συγκριτικὰ δέ ἐστι προβλήματα ἐν οἷς συγκριτικὸν τὸ ζητούμενόν τε καὶ δεικνύμενον· περὶ ὧν πάντων, πῶς οἷόν τε αὐτὰ δείκνυσθαι κατασκευαστικῶς ἢ ἀνασκευαστικῶς, ἐν τούτῳ λέγει. οἷς δὲ ἐχρήσατο συγκριτικοις συγκριτικοῖς ὲν τῳ πρὸ τούτου, οὐκ ἦσαν συγκριτικόν [*](1 πότερος D: πότερον aAB προσγειότερον a aute σύγκρισις add. ἡ D (ut vs. 3) 2. 3 μᾶλλον οὐσία (haec iteravit, itciata dclcvit D) τῆς δευτέρας aD: μᾶλλον τῆς δευτέρας οὐσίας A et omisso μᾶλλον Β 4 αἱρετωτέρα Α 5 ἀμφοτέρων Α 7 ὅταν ζητῆται et 15 ante ἄν fort. addendum οἷον cf. vs. 12 9 ἢ om. Α 11 θεωρητικωτέρα D: ἠθικωτέρα aAB δὲ om. D συγκρίσεις 1) 14 καὶ oin. Β περὶ—δύο (15) ὡς ὅταν ζητῆται Α et omisso ὡς B: οἷον a 15. 16 ἂν IG πότερον D: ποτέρα aB: compeud. Α ἡ alterum om. 16. 17 πρακτικωτέρα—θεωρητικωτέρα aA: πρακτικώτερον—θεωρητικώτερον BD, at cf. vs. 11—18 προβλημάτων—συγκρινομένων (19) om. A 18. 19 κατηγοριῶν B: κατηγορικῶν aD 19 συνίσταται D: συνίστανται aB ποίους P 20 ἀλλήλων aP 22 εἰς] et A 22. 23 ἐν τῷ πρὸ τούτου] c. 10. 11 ’] τε om. D oi altoium om. D 24 προθέσεως P1, corr. P2 δεικνυόντων ἀλλὰ B ὁ alterum ABDP-: om. aP1 25 τι ἢ aBP: ἤ τε AD 26 αὐτὸ A post ἀλλὰ add. καὶ B 27 συγκριτικοῦ προβλήματος A 28 τε καὶ] τὸ B 30 τούτου] τοῦ B)

220
τι δεικνύντες ἀλλ᾿ ἁπλῶς ὑπάρχον ἢ μὴ ὑπάρχον· οὐ ταὐτὸν δὲ τὸ διὰ συγκριτικοῦ τι δεῖξαι καὶ τὸ συγκριτικόν, περὶ οὗ ἐν τούτῳ λέγει. ποιεῖται δὲ τὴν διδασκαλίαν τὴν περὶ τῶν συγκριτικῶν προβλημάτων ἢ τόπων ἐπὶ παραδείγματος τοῦ αἱρετοῦ, ἐπεὶ σαφεστέρα οὕτως ἤμελλεν ἡ παράδοσις αὐτῶν ἔσεσθαι, γινομένη ἐπί τινος ὡρισμένου. τὸ δὲ αἱρετώτερον προέχει· ρίσατο, ἐπεὶ πλεῖστα κατὰ φιλοσοφίαν τὰ κατὰ τοῦτο ζητήματα, καὶ χρησιμβτέρα ἡ γνῶσίς τε καὶ ἐπίκρισις τοῦ αἱρετωτέρου ἢ τοῦ μείζονος ἢ θερμοτέρου ἤ τινος τῶν τοιούτων· ἔτι δὲ διὰ πλείστων ἐπιχειρήσεών τε καὶ τόπων ἡ δεῖξις αὐτοῦ. μετὰ μέντοι τὴν ἐπὶ τούτου παράδοσιν τῶν τόπων δείξει ὅτι καὶ πρὸς τὰ ἄλλα συγκριτικὰ προβλήματα χρήσιμοι οἱ προει- ρημένοι τόποι, διδάσκων ἡμᾶς ὅτι οὐ πρὸς ἕν τι προβλημάτων εἶδος οἱ παραδιδόμενοι τόποι χρήσιμοι ἀλλὰ πρὸς πάντα τὰ συγκριτικῶς ζητούμενα.

[*](p. 116a3)

Πότερον δὲ αἱρετώτερον ἢ βέλτιον δυεῖν ἢ πλειόνων.

Οὐχ ὡς ἐκ παραλλήλου κειμένων ἰοῦ αἱρετωτέρου τε καὶ βελτίονος ἀκουστέον· ἐπὶ πλεῖον γὰρ τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱ- ρετώτερον ἐν τοῖς αἱρετοῖς καὶ μόνοις, τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις· καὶ γὰρ ἐν θεωρητικοῖς, καὶ φυσικοῖς καὶ λογικοῖς, ἡ ζήτησις ἡ τοῦ βελτίονος· ὁ γὰρ ζητῶν ποτέρα βελτίων οὐσία, ἡ ἀκίνητος ἢ ἡ κινουμένη, φτσικὸν μεταχειρίζεται πρόβλημα, λογικὸν δέ γε ὁ ζητῶν πότερον βέλτιον ἐπαγωγὴ ἢ συλλογισμός. τὸ δὲ δυεῖν ἢ πλειόνων εἶπεν, ἐπεί, ὡς προειρήκαμεν, ποτὲ μὲν περὶ δύο ἡ κατὰ τὴν σύγκρισιν ζήτησις γίνεται κατὰ ἓν συγκρινομένων, <οἶον> ποτὲ δὲ πλειόνων πρὸς πλείω ἢ ἑνὸς κατὰ πλείω συμβεβηκότα ἢ πλειόνων κατὰ πλείω. ἑνὶ γὰρ οὐ γίνεται σύγκρισις εἰ μὴ κατὰ χρόνον, ὅταν ζητῶμεν πότερον λευκότερον τόδε τι νὺν ἢ πρότερον. γίνεται δὲ καὶ ἐπὶ τούτων δύο πως τὰ περὶ ὧν ἡ ζήτησις, τῇ τοῦ χρόνου προσθήκῃ τὴν διαφορὰν λαμβάνοντα· ἄλλο γὰρ καὶ ἄλλο γίνεται τὸ αὐτὸ τῇ τῶν δ·ιαφερόντων χρόνων προσθέσει.

Καὶ τὰ μὲν συγκριτικά προβλήματα ἐν τούτοις τε καὶ τούτων καὶ κατὰ ταῦτα. πρὸ δὲ τῆς τῶν τόπων παραδόσεως πρῶτον, πῶς. ἔχειν [*](2 τι om. Β οὗ scripsi: ὧν libri 3 τὴν alterum om. D 4 τοῦ om. Β ἔμελλεν aAP 5 γενομένη Β 6 περὶ τούτου Α 6. 7 χρησιμωτέρα scripsi: χρησιμωτάτη libri 7 τε om. D ante ἐπίκρισις add. ἡ D ἢ prius in ras. 8 lit. P2 τοῦ alterum superscr. B ἢ alterum BD: καὶ aA, in ras. P2 8 τῶν τοιούτων] τοιούτου D 10 δείξει] c. 5 ἄλλα om. a 12 post ἀλλὰ add. καὶ aD πρὸς a: om. ABDP συγκριτικὰ Α 13 δυοῖν Β(Pf) 14 οὐχ om. Α 17 post ἐν add. τοῖς aB ἡ alterum postea add. D 18 πότερα P 19 γε om. D post γε add. καὶ Α βελτίων A 20 δυοῖν aAB cf. vs. 13 21 τὴν om. D γινεται D: om. aABP 22 δὲ] τὸ a κατὰ πλείονα aBP 23 συμβεβηκότα] -τα an -τος? D πλείω scripsi cf. p. 219,12: πλειόνων libri ἑνὶ—πρότερον (2.5) Suidas sub v. σύγκρισις 24 ante χρόνον add. τόν D οἷον addidi cf. p. 186,18 πότερον BD: πότε aAP Suid. 25 τῇ om. P 26 τοῦ iterat D ἄλλο prius ex ἄλλου corr. P2 28 τε om. D)

221
δεῖ τὰ συγκρινόμενα πρὸς ἄλληλα, ὑπογράφει, καὶ πρὸς τὰ πῶς ἔχοντα πρὸς ἄλληλα χρῆσθαι τοῖς παραδοθησομένοις τόποις· οὕτως αὐτῶν καὶ τὸ χρήσιμον δείκνυται. φησὶ δὲ ὅτι οὐκ ἐν τοῖς πολὺ διεστῶσιν ἀπ’ ἀλλήλων καὶ φανεράν τε καὶ μεγάλην πρὸς ἄλληλα διαφορὰν ἔχουσι χρὴ τὴν σύγκρισιν ποιεῖσθαι (πρόδηλος γὰρ πᾶσιν ἡ τῶν οὕτως ἐχόντων διαφορὰ καὶ οὐκ ἀξία ζητήσεως· διὰ τοῦτο γὰρ οὐδεὶς ἀπορεῖ πότερον ἡ εὐδαιμονία ἢ ὁ πλοῦτος αἱρετώτερον. οὐχ ὅτι μὴ ἀμφότερα αἱρετά, ἀλλ’ ὅτι φανερὰ καὶ πρόδηλος ἡ τῆς εὐδαιμονίας κατὰ τὸ αἱρετὸν ὑπερβολή· διὸ οὐδ’ ἄν εὐπορήσῃ τις ὑπεροχὴν κατά τι δεῖξαι τοῦ πλούτου πρὸς τὴν εὐδαιμονίαν, πιστεύεται), ἀλλ’ ἐν τοῖς σύνεγγυς οὖσιν ἀλλήλοις καὶ ἔχουσιν ἀμφισβήτησιν διὰ τὸ μὴ φανερὰν εἶναι τὴν τοῦ ἑτέρου αὐτῶν πρὸς τὸ ἕτερον ὑπεροχήν, ὡς ἐπὶ ὑγείας καὶ εὐεξίας καὶ τοῦ ὁρᾶν καὶ τοῦ ἀκούειν καὶ θεωρητικοῦ βίου καὶ πρακτκοῦ. ἐν γὰρ τοῖς οὕτω σύνεγγυς οὖσι καὶ διὰ τοῦτο ζητήσεως ἀξίοις δειχθείσης τινὸς ὑπεροχῆς, ἢ μιᾶς ἢ πλειόνων, διὰ δειχθέντα συγκατατίθεται ἡ διάνοια τέως πλανωμένη τῷ τὸ ἕτερον αὐτῶν τοῦ ἑτέρου ἢ ἐν τῷ αἱρετῷ ἢ ἐν ἄλλῳ τινί, καθ’ ὃ ἐζητεῖτό | τε καὶ ἐδείχθη, ὑπερέχειν. ὥσπερ δὲ [*](117) ἐν τῷ πρώτῳ περὶ τῆς τῶν διαφορῶν γνώσεως λέγων καὶ περὶ τῆς τῶν ὁμοίων ἐν τοῖς ἀξίοις ζητήσεως εἶπε δεῖν τὰς ἐκλογὰς ποιεῖσθαι ζητοῦνται δὲ αἱ μὲν διαφοραὶ ἐν τοῖς ἐγγὺς ἀλλήλων· τίνι γὰρ διαφέρει δαίμων καἰ θεός, ζητήσαι ἄν τις, ἀλλ’ οὐ τίνι θεὸς καὶ λίθος, καὶ τίνι διαφέρει λύκος καὶ κύων, ἀλλ’ οὐχ ἵππος καὶ κύων, καὶ τίνι ἐγκράτεια σωφροσύνης, ἀλλ’ οὐ σοφίας· ἡ δὲ ὁμοιότης “ἐν τοῖς πολὺ διεστῶσι”. τί γὰρ ὅμοιον ἔχει ἄνθρωπος ἵππῳ, ζητήσαι ἄν τις, ἀλλ’ οὐ τί ἀνθρώπῳ ἄνθρωπος), οὕτως καὶ τὰ συγκριτικὰ προβλήματα τὴν ζήτησιν ἔχειν λέγε·. ἐν τοῖς ἀφανῆ τὴν ὑπεροχὴν ἔχουσι· καὶ βραχεῖαν ἄν τις δείξας ὑπεροχὴν πιστὸς γίνεται. ἐπεὶ δὲ τὰ συγκριτικὰ προβλήματα οὐ μόνον ὕπαρξίν τινος ἀπαιτεῖ ἀλλὰ καὶ ὑπεροχήν, τοῦ μὲν ὑπερέχοντος καθ’ ὃ ἡ σύγκρισις γίνεται, τοῦ δὲ ὑπερεχομένου, δεῖ καὶ τὰς ἐπιχειρήσεις καὶ τοὺς τόπους τοῦτο ποιεῖν, μὴ ὑπάρχειν μόνον. δεικνύναι ἀλλὰ τοῦ μὲν ὑπεροχὴν τοῦ δὲ ἔλλειψιν· οὐ γὰρ ὁ δείξας τι ἀγαθὸν ἤδη καὶ αἱρετώτερον δέδειχεν, ἄν μὴ δείξῃ καὶ ὅτι μᾶλλον τοῦτο ἀγαθὸν τούτου ᾧ συγκρίνεται. [*](1 συγκριτικὰ D ὑπγράφει ΒD: ὑπογρ P: ὑπογράφεται aA 2 γάρ corr. ex αρ᾿ P2 7 ἡ et ὁ D A Arist.: om. aABP αἱρετώτερα Α 8 ἡ D: ante 9 ὑπερβολή transposuerunt aABP 9 ὑποβολή B δεῖξαι κατά τι Α 10 (πλού)του πρὸς τὴν εὐ(δαιμονίαν) in ras. D 11 ἀλλήλων Dpr. 14 τοῦτο corr. ex τὸ P2 15 ἢ alterum add. P2 συγκατατίθεσθαι P1, corr. P2 16 τε ὡς aBP αὐτοῦ Λ τοῦ] οῦ in ras. P2 τῶ alterum om. A 18 ἐν τῷ πρώτῳ] c. 16 17 p. 108a4 12 post πρώτῳ add. τόπῳ ABD 20 ἐν om. Α 22 post τίνι add. διαφέρει Α 23 ἐξεστῶσι Β 24 post ἔχει repetit ἐν τοῖς πολὺ διεστῶσιν Α 25 λέγεται Β 26 post ἔχουσι excidisse suspicor ἐν γάρ τοῖς οὕτως ἔχουσι; an ἐν οἷς scribendum est? ἂν fort. delendum δείξας om. Β 28 ἀπαιτεῖ add. P2: post ὑπεροχήν transposuit Β 30 ὑπάρχειν] ὑπεροχὴν, ut videtur, corr. D μόνον in ras. P2 32 καὶ postea add. D τοῦτο om. D)
222
[*](p. 116a13)
  1. Πρῶτον μὲν οὖν τὸ πολυχρονιώτερον ἢ βεβαιότερον αἱρετώτερον του ἧττον τοιούτου.

Πρῶτον τόπον παραδίδωσι δι’ οὗ δείξομεν ἄλλο ἄλλου ὂν αἱρετώτερον ἀπὸ τοῦ πολυχρονιωτέρου καὶ βεβαιοτέρου· τῶν γὰρ κατὰ τὰ ἄνα ὁμοίως δοκούντων ἔχειν ἂν τὸ ἕτερον τοῦ ἑτέρου δειχθῇ πολυχρονιώτερον ὂν ἢ βεβαιότερον, αἱρετώτερον ἄν εἴη διὰ τὴν κατὰ τοῦτο ὑπεροχήν. ἔστι δὲ οὐκ ἐκ παραλλήλου κείμενον τὸ πολυχρονιώτερον ἢ βεβαιότερον, ἀλλ᾿ ἔστιν ἐφ’ ὧν διαφωνεῖν δόξει· δύναται γοῦν ἄλλο ἄλλου βεβαιότερον εἶναι ἧττον ὂν αὐτοῦ πολυχρόνιον, ὡς ἐπιστήμη αἰσθήσεως· ἡ μὲν γὰρ αἴσθησις πολυχρονιώτερον· ἀπὸ πρώτης γὰρ ἡλικίας αἰσθανόμεθα· ἡ δὲ ἐπιστήμη γίνεται μὲν ἐν τελείοις. βεβαιοτέρα μέντοι καὶ δθσλομξτπτέρα τῆς αἰσθήσεως ἐστι. διὸ δεῖ, καθ’ ὃ ἄν ᾖ χρήσιμον ἡμῖν, μεταχειρίζεσθαι τὸν τόπον. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι αἱρετωτέραν πλούτου εὔκλειαν· ἀμφοτέρων γὰρ ὄντων αἱρετῶν ἡ μὲν εὔκλεια καὶ μετὰ θάνατον διαμένει, οὐδεὶς δὲ μηκέτι ὤν ἐστι πλούσιος. ἀρετῆς δὲ ἡ εὐδαιμονίας ἡ εὔκλεια, εἰ καὶ πολυχρονιώτερον δεχθείη, οὐκ ἤδη καὶ αἱρετώτερον τῷ φανερὰν εἶναι τῆς ἀρετῆς καὶ τῆς εθδαιμονίας τὴν ὑπεροχὴν ἣν ὑπερέχουσι τῆς εὐκλείας. εἰ μέντοι εἴη καὶ τὴν ἀρχὴν ἡ εὔκλεια ἐπ’ ἀρετῇ, καὶ κατὰ τοῦτο ἔσται τῆς εὐκλείας ἡ ἀρετὴ αἱρετωτέρα, ὅτι αὕτη καὶ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὴν <τὴν>εὔκλειαν αἰτία. δεικνύοιτο δ’ ἄν οὕτως καὶ ὑγεία εὐεξίας αἱρετώτερον. ἢ πάλιν παραφυλάσσειν δεῖ τὸ πολυχρονιώτερον ἐν τῷ ἔλαττον πολυχρονίῳ περιεχόμενον· ἄν γὰρ οὕτως ἔχωσιν, αἱρετώτερον γίνεται τὸ ὀλιγοχρονιώτερον τῷ ἔχειν ἐν αὑτῷ τό τε πολυχρονιώτερον, ᾧ συνεκρίνετο, καὶ ἔξωθεν προσθήκην αἱρετοῦ τινος. τοιοῦτον <δ᾿> ἡ εὐεξία· οὕτε γὰρ χωρὶς ὑγείας γίνεται, καὶ πρὸς τῇ ὑγείᾳ ἔχει τι καὶ ἄλλο αἱρετόν. ὅπου μὲν οὖν προσθήκη τινὸς αἱρετοῦ γίνεται, τὸ ὕστερον αἱρετώτερον, κἀν ὀλιγοχρονιώτερον ᾖ· ὅπου δὲ τὸ ἔτερον τοῦ ἑτέρου αἴτιον, τὸ πρῶτον πάλιν αἱρετώ- [*](1 ἡ Β Αrist. cf. vs. 7: καὶ aADP 2 τοιοῦτοι P 4 ante ἀπὸ add. τὸν aP βεβαιοτέρου καὶ πολυχροντωτέρου Β γὰρ οm. Β 6 ὂν post βεβαιότερον transposuit D ὄν—πολυχρονιώτερον (7) om. Β διὰ—βεβαιότερον (8) om. a 7 ἢ AD Arist.: καὶ BP cf. vs. 1 8 γοῦν AD: γὰρ aBP 9 αὐτὸ Β 10 πολυχρονιώτερον aDP2: πολυχρονιωτέρα ΒP1: πολυχρονιω Α 11 γίνεται post βεβαιοτέρα transponsuit Β μὲν om. Β 12 post μέντοι repetit γίνεται a δεῖ] δὴ A 13 μεταχειρίζεται aB τρόπῳ P 13. 14 χρώμενοι Α 15 καὶ om. Β 16. 17 πολυχρονιωτέρα δειχθῇ Α 17 αϊρετωτέρα Α φανερὰν] ἄν corr. P2 19 εἴη scripsi: ᾖ libri 20 ἡ ἀρετὴ ante τῆς εὐκλείας transposuerunt aAP: om. Β αὔτη AD: αὐτὴ aBP 20. 21 αὐτὴν τὴν addidi) εὔκλειαν ABD: αὐτῇ εὐκλείᾳ aP 24 αὑτῷ P2: ἑαυτῶ Α: αὐτῷ aBDP1 τε postea add. D συνεκρίνετο BDP1: συνεκτείνετο Α: συνεκτείνεται a, mrg. P3 25 προσθήκης Α ἡ εὐεξία· οὔτε γὰρ scripsi: γὰρ ἡ εὐεξία οὔτε libri 26 τι] τε a 27 προσθήκης A γίνεται τινὸς αἱρετοῦ D αἱρετώτερον post 28 ᾖ transposuit a 27. 28 ὀλιγοχρόνιον D 28 ὅπου—p. 223, 1 ᾖ om. B)

223
τερον, κἄν ὀλιγοχρονιώτερον ᾖ. <ἢ> κατὰ μὲν τὸ πολυχρονιώτερον ὑγεία, κατὰ δὲ ἄλλα τινὰ πάλιν ἡ εὐεξία. τῷ δὲ βεβαιοτέρῳ προσχρώμενοι ἐπιστήμην μὲν ὀρθῆς δόξης αἱρετωτέραν δείξομεν ὄντων ἀμφοτέρων αἱρετῶν, ἀρετὴν δὲ εὐτυχίας, καὶ τὸ κατὰ τέχνην τοῦ ἀπὸ τύχης γεγονότος, καὶ τὸ προβεβουλευμένον τοῦ ἀπροβουλεύτως κατορθωθέντος, καὶ τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου, ἄν ᾖ ἀμφότερα αἱρετά, καὶ τὸ ἐφ’ ἡμῖν τοῦ ἐπ’ ἄλλοις οὕτως εὐβουλία δόξης αἱρετώτερον· ἡ μὲν γὰρ ἐφ’ ἡμῖν, ἡ δὲ δόξα οὐκ ἐφ’ ἡμῖν διὸ καὶ ἡ μὲν βεβαιοτέρα, ἡ δ’ ἀβέβαιος) καὶ τὸν θεωρητικὸν βίον τοῦ πρακτικοῦ· πλείω γὰρ τὰ τὸν πρακτικὸν ἐμποδίζοντα. διὰ τὸ βεβαιότερον καὶ ὁ μέσος βίος αἱρετώτερος τοῦ ἐν ὑπερ- οχῃ · λέγεται γοῦν
  1. “πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι”.
  2. μαρτυροῖ ἄν τούτῳ καὶ τὸ Εὐριπίδου
  3. “ζηλῶ σε, γέρον,
  4. ζηλῶ δ’ ἀνδρῶν ὃς ἀκίνδυνον
  5. βίον ἐξεπέρασ’ ἀγνώς, ἀκλεής·
  6. τοὺς δ’ ἐν τιμαῖς ἧττον ζηλῶ”.
πολυχρονιώτερον καὶ μνήμη αἰσθήσεως καὶ συγγενὴς φίλου. ταῖς δ’ αὐταῖς ἀφορμαῖς χρωμένους ἔνεστι καὶ φευκτότερον ἄλλο ἄλλου δεικνύναι· τῶν γὰρ φευκτῶν τὸ πολυχρονιώτερον φευκτότερον, ὡς ἀδοξία πενίας, καὶ τὸ βεβαιότερον τοῦ ἧττον τοιούτου, ὡς ἔνδεια ἀσωτίας καὶ ἀνελευθερία βλακείας· δθσμετάβλητοι γὰρ οἱ ἀνελεύθεροι. κατὰ τοῦτο γὰρ καὶ δειλία ἀκολασίας φευκτοτέρα, τῷ τὴν μὲν ἀκολασίαν παρακμάζοντος τοῦ σώματος [*](118) παύεσθαι· παύονται γὰρ καὶ αἱ ἐπιθυμίαι, δι’ ἃς ἡ ἀκολασία· ἡ δὲ δειλία προϊούσης τῆς ἡλικίας ἐπίδοσιν λαμβάνει. οὕτω καὶ κακία δεικνύοιτο ἄν δυστυχίας μεῖζον καὶ φευκτότερον οὖσα κακόν.

[*](p. 116a14)

Καὶ ὃ μᾶλλον ἂν ἕλοιτο ὁ φρόνιμος ἢ ἕλοιτο ἢ ὁ νόμος ὁ ὀρθὸς ἡ οἱ σπουδαῖοι περὶ ἕκαστα αἱρούμενοι ᾗ τοιοῦτοι εἰσι.

Δεύτερον τόπον τῆς τὸῦ αἱρετωτέρου δείξεως παραδίδωσι τὸν ἐκ τῆς [*](1 ᾖ οm. in fine vs. D ἢ addidi post μὲν add. οὖν aP2; etiam τὸ add. P2 ἡ D: ἡ κατὰ μὲν τὸ πολυχρονιώτερον Β: οm. aAP 3 ὀρθῆς] ῆς compend. in ras. P2 αἱρετώτερον a 5 κατορθοῦντος Β 8 δόξα οm. P 10 βεβαιότερον BP1: ἀβεβαιότερον aADP2 10. 11 τοῦ ἐν ὑπεροχῇ αἱρετωτέρου Α 11 οὖν Β 12 πολλὰ—εῑναι] Phocylidi tribuitur Polit. IV 11 p. 1295b34 13 μαρτυροῖ ἄν scripsi: μαρτυρεῖ ἐν AD: μαρτυρεῖ aP: μαρτυρεῖν Β τούτω AD: τοῦτο aBP τὸ εὐριππίδιον A: τὸν εὐριπίδην Β Εὐριπίδου] Iphig. Aul. 16 14 ζηλῶ σε γέρον ex Eurip. scripsi: ζηλῶσαι ἕτερον ΑΒ et in loco, quem P1 vacuum reliquit, P2: ζηλῶ σ’ ἑταῖρε D: om. a 16 ἐξεπέρασ᾿ Eurip.: ἔξει πέρας libri ἁγνὸς εὐκλεής Α 17 ζηλοῖ Α 19 χρωμένους aBP: χρωμένοις D: χρώμενοι Α cf. ρ. 119,3. 188,19. 222,13 14 11 20 post φευκτότερον add. ἐστιν Β 21 ἀσώτου Α 22 ἀνελευθέριοι AD καὶ] ἡ Α 23 τῷ) τὸ Β μὲν BD: οm. aAP παρακμάζοντα Α 25 προιοῦσα Α λαμβάνειν Α κακίαν aBP δεικνύοιτ’ Β: δεικνύοι τις P: δεικνύῃ τις a 20 μείζων Α οὖσαν aP 27 ἄν om. A 28 ὁ alterum om. Α (pr. om. B) αἱρούμενος D ἡ add. P2 ἐκ] ἀπὸ D)

224
τῶν βελτιόνων αἱρεέσεώς τε καὶ κρίσεως· τὸ γὰρ τοῖς βελτίοσιν <αἱρετώτερον> αἱρετώτερον. βελτίους δὲ οἱ μὲν φρόνιμοι τῶν μὴ φρονίμων, οἱ δὲ ἀγαθοὶ τῶν μὴ ἀγαθῶν, ὁ δὲ ὀρθὸς νόμος τοῦ μὴ ὀρθοῦ, καὶ καθόλου οἱ περί τι σπουδαῖοι, καθ᾿ ὃ τοιοῦοτί εἰσιν, αἱρούμενοι αὐτὸ ἀξιοπιστότεροι τῶν περὶ ταῦτα μὴ σπουδαίων. οἱ γὰρ τεχνῖται περὶ τὰ κατὰ τὰς οἰκείας τέχνας τῶν ἀτέχνων βελτίους, καὶ ἔτι μᾶλλον, ἂν πάντες οἱ περὶ τὴν αὐτὴν τέχνην ταὐτὸν λέγωσιν· ἔνδοξον δὲ καί, ἃ πάντες ἢ οἱ πλεῖστοι τῶν κατὰ τὴν αὐτὴν τέχνην αἱροῦνται, αἱρετώτερα λέγειν τῶν μὴ πᾶσιν αἱρετῶν. ὥστε ἐπὶ τῶν κατὰ τὰς τέχνας, ἃ ἂν πάντες ἢ οἱ πλείους αἱρῶνται, αἱρετώτερα τῶν τοῖς ἀτέχνοις αἱρετωτέρων εἶναι δοκούντων ἢ τοῖς ἐλάττοσι τῶν κατὰ τὴν αὐτὴν τέχην. οὕτως καὶ ἁπλῶς, ἃ πᾶσιν ἢ τοῖς πλείστοις δοκεῖ, αἱρετώτερα ἂν εἴη· αἱρετώτερα γὰρ τά τε πᾶσι τῶν μὴ πᾶσι δοκούντων καὶ τὰ τοῖς πλείοσι τῶν τοῖς ἐλάττοσι. τὸ δὲ ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς οὐχ ὡς ἐκ παραλλήλου εἶπεν· οὐ γὰρ ἐπ᾿ ἴσης ὁ φρόνιμος καὶ ὁ ἀγαθός, ἀλλ᾿ ἐπὶ πλέον ὁ ἀγαθός· ἀγαθὸς μὲν γὰρ καὶ ὁ φρόνιμος, οὐ μὴν μόνος· καὶ γὰρ ὁ ἀνδρεῖος καὶ ὁ σώφρων ἀγαθός. ἴσον οὖν τὸ εἰρημένον τῷ ‘ὁ φρόνιμος ἢ ὅλως ἀγαθός᾿· πὰς γὰρ ὁ ἀγαθός, οὐ μόνον ὁ φρόνιμος, ἀξιοπιστότερος ἐν τοῖς περὶ τὰς αἰρεσεις τοῦ μὴ τοιούτου. δύναται καὶ τὸν μὲν φρόνιμον κατὰ τὴν λογικὴν ἀρετὴν εἰρηκέναι, τὸν δὲ ἀγαθὸν κατὰ τὴν ἠθικήν· ἰδίως γὰρ λέγει τοὺς κατὰ τὰς ἀρετὰς ταύτας ἀγαθούς, ὥσπερ πάλιν σοφοὺς τοὺς κατὰ τὰς λογικάς, ὅτι κατὰ ταύτας πρακτικώτεροι τῶν καλῶν· ἡ μὲν γὰρ φρόνησις κριτική, αἱ δὲ τοῦ ἤθοθυς ἀρεταὶ πρακτικαί. τὸ μὲν οὖν τοὺς ἀγαθοὺς δεῖν πρὸ τῶν ἄλλων τιμᾶν αἰρετώτερον, ὅτι τοῖς φρονίμοις οὕτως δοκεῖ· αὕτη γὰρ ἡ τοῦ φρονίμου κρίσις. ἀλλὰ καὶ τὸ δεῖν τὰ κοινὰ τῶν ἰδίων προτιμᾶν· “τὸ μὲν γὰρ κοινὸν συνδεῖ τὸ δ᾿ ἴδιον διασπᾷ τὰς πόλεις”, ὡς Πλάτων· καὶ ὡς Θουκυδίδης· “καλῶς μὲν γὰρ φερόμενος τὸ καθ᾿ αὑτὸν διαφθειρομένην τῆς πατρίδος οὐδὲν ἧττον διαφθείρεται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασώζεται.”. τὸ δὲ εὗ ποιεῖν μᾶλλον ἢ εὗ πάσχειν αἱρετώτερον, ὅτι τοῖς ἀγαθοῖς ἀνδράσιν αἱρετώτερων τοῦτο. ὁμοίως τὸ ἀδικεῖσθαι τοῦ [*](1 αἱρετώτερον addidi 3 ὁ om. A τι] ι in ras. 4 lit. P2 4 αὐτοὶ Β post ἀξιοπιστότεροι add. εἰσὶ D ante ταῦτα add. αὐτὰ aP 5 ερὶ τῶν Α: om. D 6 ἂν ante μᾶλλον transposuit a, supra μᾶλλον add. P1 ἅπαντες aP 7 ταῦτὰ Α ἃ scripsi: ὅ libri πάντα Α 8 αὐτὴν D: om. aABP αἱρετώτερα aAP: αἱρετώτερον BD λέγει AB 9 ἃ BD: ὃ aAP ἂν om. B 9. 10 αἱρετώτερον aP: αἱρετώτεροι A 10 αἰρετωτέρων om. aP 11 post καὶ add. ὁ aP ἃ πᾶσιν scripsi: ἃπασιν libri 12 αἱμετώτερα prius AB: αἱρετώτερον aP: compend. D εἴη ἄν D πᾶσί τε Β 13 ἤ—φρόνιμος (14) om. B ἢ] καὶ D 15 πλεῖον aABP ἀγαθὸς μὲν—ἀγαθός (16) om. B 16 οὖν postea add. D 17 ὅλως add. P2 post ὃλως add. ὁ aBP 18 ἐν τοῖς om. a 19 κατὰ] ἐν τοῖς περὶ in contextu, γρ. κατὰ τὴν λογικὴν ἀρετὴν εἰρηκέναι in mrg. D 21 τὰς om. B 22 πρακτικωτέρα Α γὰρ om. A 25 δεῖν] δοκεῖν Α 26 συνδεῖν Β Πλάτων] Leges IX 13 p. 875 A 26. 27 Θουκουδίδης] ΙΙ 60 27 post φερύμενος add νὴρ Thuc. κατ᾿ αὐτὸν Α 28 διαφθείρεται] ξυναπόλλυται Thuc. κακοτυχῶν AD Thuc. κακοτυχής a: non liquet P (ακοτυχ in ras. P2, compend. periit): κατὰ τύχην B εὐτυχοῦσι Β et, ut videtur, P1 (corr. P2) πολλῷ periisse videtur in p)
225
ἀδικεῖν αἱρετώτερον διὰ τὸ τοὺς ἀγαθοὺς τοῦτο μᾶλλον αἱρεῖσθαι. ἀλλὰ κ̣αὶ τὸ ἀποθνήσκειν εὐκλεῶς τοῦ ἀδόξως σώζεσθαι διὰ τὸ αὐτὸ αἱρετώερον, καὶ τὸ πένεσθαι δικαιοπραγοῦντα μᾶλλον ἢ ἀδικοῦντα πλουτεῖν. πάλιν ἐπεὶ οὐ πάντες οἱ νόμοι ὀρθοί, εἰσὶ δέ τινες καὶ ἐπαινούμενοι ὡς ὀρθοί, οἷον οἱ Λυκούργου, οἱ Ζαλεύκου, οἱ Σόλωνος, ὅταν ἀμφισβητούμενόν τι ᾖ τῶν ὑπὸ νόμων διωρισμένων, ὃ οἱ ὀρθοὶ νόμοι ὁρίζουσιν, αἱρετώτερον, [ἢ] ἐπεὶ καὶ οἱ ὀρθοὶ νόμοι κατὰ φρόνησιν κεῖνται. ἢ οὐ δεῖ ταὐτὸν ἡγεῖσθαι τὸ ‘ὁ φρόνιμος ἢ ὁ ὀρθὸς νόμος᾿ τὸ μὲν γὰρ τῶν νόμων ὥρισται καὶ περὶ ὡρισμένων λέγεται, τὰ δὲ τοῦ φρονίμου καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὰς περιστάσεις καὶ πρὸς τὰς τύχας ἁρμόζεται καὶ ἄλλα ἐπ’ ἄλλων ἐστίν. οὕτως οὖν δειχθήσεται τὰ συσσίτια αἱρετώτερα ἐν ταῖς πόλεσιν ὄντα, ἐπεὶ οἱ ὀρθοὶ νόμοι ὡρίκασιν αὐτὰ εἶναι, καὶ τὸ τοὺς ἀρετῇ ἀλλὰ μὴ πλούτῳ προέχοντας ἄρχειν. ἀλλὰ καὶ ἡ τοῦ ἐπιεικοῦς κρίσις δύναιτ’ ἄν χώραν ἔχειν ἀξιοῦντος μὴ πρὸς τὸ γεγραμμένον ἐν τοῖς νόμοις βλέπειν ἀλλὰ πρὸς τὴν διάνοιαν τοῦ γράψαντος καὶ τί ἄν ἐποίησεν ἐκεῖνος περιών τε καὶ κτὰ τὸν ὀρθὸν λόγον τε καὶ νόμον κρίνων ἀλλὰ μὴ κτὰ τὰ γεγραμμένα † αὐτοῦ μὴ πάντῃ ὑγιῶς ἔχει, ἄλλας προφάσεις ἔχων. αἱρετώτερα δὲ καὶ κατὰ μὲν πόλεμον ἃ οἱ περὶ ταῦτα ἀγαθοὶ αἱροῦνται, οἷον τὸ τὴν τάξιν φυλάσσειν καὶ μὴ προεξανίστασθαι, τὸ τῷ στρατηγῷ πείθεσθαι, τὸ ἔχειν πρὸ ὀφθαλμῶν τὸ
  1. “εῖς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.”
  2. τοιοῦτον καὶ τὸ τοῦ Ὀδυσσέως τὸ
  3. “οὐκ οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, |
  4. εἷς βασιλεύς.”
[*](119) κτὰ δὲ πολιτείαν ἃ οἱ περὶ ταῦτα ἀγαθοί. οὕτως τὸ μὴ τὰ κεχαρισμένα τοῖς πλήθεσι πρὸ τῶν συμφερόντων ποιεῖν αἱρετώτερον· τοῖς γὰρ περὶ ταῦτα ἀγαθοῖς αἱρετώτερον τοῦτο. ἀλλὰ καὶ κατὰ τὰς τέχνας αἱρετώτερα ὅσα ἢ πᾶσιν ἢ τοῖς πλείστοις δοκεῖ τῶν τεχνιτῶν. τὸ δὲ ᾗ τοιοῦτοι προσέθηκεν, ὅτι περὶ μὲν τῶν ἰατρικῶν τοῖς ἰατροῖς καὶ τῇ [*](1 μᾶλλον τοῦτο a ἀλλὰ om. B 2 ἀδόξως ABP: ἀδίκως aP τὸ alterum] τοῦτο A 6 εἴη B ὑπόνομον D 7 ἢ (delevi) ἐπεὶ ABD: εἰ aP οἱ om. AP1 (add. P2) post ὀρθοὶ add. δὲ aP ἢ οὐ δεῖ D: ἤδη ABP: οὐκ ἤδη a post ἡγεῖσθαι add. δεῖ aABP 8 ὁ alterum D: om. aABP fort. τὰ μὲν 10. 11 ἄλλω εἰσὶν Α 11 οὖν post δειχθήσεται transposuerunt AB: om. aP ἐν ταῖς πόλεσιν αἱρετώτερα Β 12 οἱ om. aP εἰρήκασι Α 13 προσέχοντας Α, Ppr. (corr. P1) καὶ Α: om. aBDP 14 ἔχειν (corr. ex ἄρχειν) χώραν Β ἐν τοῖς om. A 15 ἔννοιαν D ἐποίει a: ἐποίη P 16 λόγον τε (τε D: om. aP) καὶ νόμον κρίνων aDP: νόμον καὶ λόγον κρίνων A: νόμον κρίνων καὶ λόγον Β πάντα Α 17 αὐτός, οὗ conicio ἔχει] ἔχει] a ἀλλὰ A ἔχων ex ἔχει corr. P2, 17. 18 αἱρετώτερον Α 18 καὶ om. Α οἱ om. Α ἀγαθὰ ΑΒ 19 φυλάττειν aA 20 τό alterum om. B 21 εἶς—πάτρης] Ilias XII 243 ἀμύνασθαι Β 22 τό alterum D: om. aABP 23. 24 οὐκ—βασιλεύς] Ilias II 204. 5 25 ante πολιτείαν add. τὴν D τοῦτο D, at cf. vs. 18 τὸ μὴ τὰ] τε τὰ] μὴ Α 27 περὶ ex παρὰ corr. P αίρετωτέροις A post καὶ add. τἄ aBP τὰς om. D 27. 28 αἱρετώτερον a 28 τεχνικῶν a 29 τοιοῦτοι D Arist.: τοιοῦτον aAPP τῶν BD: om. aAP ιατροῖς ADP: ἰατρικοῖς aB)
226
τούτων αἱρέσει ἐπακολουθητέον, περὶ δὲ τῶν μουσικῶν τῇ τῶν μουσικῶν. ἂν γὰρ οἱ ἐν μουσικῇ προέχοντες περὶ τῶν ἐν ἰατρικῇ λέγωσί τι, οὐχ ᾗ μουσικοὶ ἐροῦσιν· ὁμοίως δὲ καὶ ἂν οἱ ἐν ἰατρικῇ περὶ τῶν ἐν πολέμῳ. τὸ μὲν οὖν αἱρετώτερα εἶναι καθ’ ἑκάστην τέχνην, ὅσα πάντες οἱ τεχνῖται τῆς τέχνης ἐκείνης αἱροῦνται, αὐτόθεν ὡς ἀληθὲς προσπίπτει. τὸ δὲ ὅσα οἱ πλείους ἔνδοξον μέν, οὐ μὴν καὶ ἀληθές· πολλάκις γὰρ ἡ ἑνὸς τοῦ βελτίονος κατὰ τέχνην αἵρεσίς τε καὶ κρίσις βελτίων τῆς τῶν ἄλλων ἁπάντων. διὸ ἐν τοῖς τοιούτοις πρὸς ἄμφω ἡ ἐπιχείρησις· καὶ γὰρ ἀπὸ τῶν πλειόνων καὶ ἀπὸ τοῦ βελτίονος. οὐ μόνον δὲ ἐπὶ τῶν κτὰ τὰς τέχνας, ἃ οἱ πάντες ἢ οἱ πλείους τῶν τεχνιτῶν λέγουσιν, αἱρετώτερα, ἀλλὰ καὶ ἀπλῶς, ἃ πάντες ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱροῦνται, αἱρετώτερα ἂν δεικνύοιτο ὧν μὴ πάντες. οὕτως τὸ εἶναι τοῦ μανθάνειν ἡ εἰδέναι αἱρετώτερον ἂν δεικνύοιτο· τὸ μὲν γὰρ εἶναι πάντες, μανθάνειν δὲ καὶ εἰδέναι οὐ πάντες αἱροῦνται. καὶ τὸ ἥδεσθαι τοῦ γυμνάζεσθαι· Πλατῶν γοῦν τούτῳ χρώμενος ὡς ὄντι ἐνδόξῳ τἀγαθὸν ἔλεγεν εἶναι οὗ πάντα ἐφίεται. ἀλλὰ καὶ Εὔδοξος ἐδείκνυε τὴν ἡδονὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀπὸ τοῦ πάντα μὲν τὰ ζῷα ταύτην αἱρεῖσθαι, μηδὲν δὲ τῶν ἄλλων ἀγαθῶν κοινὴν οὕτως ἔχειν τὴν αἵρεσιν. διὰ τοῦτο καὶ ὑγεία δόξης αἱρετώτερον, ὅτι πάντες μὲν ἄνθρωποι ὑγιαίνειν αἱροῦνται, οὐ πάντες δὲ τὴν δόξαν. ἀλλὰ καὶ οἱ πλείους πλοῦτον δόξης μᾶλλον αἱροῦνται· ὥστε δεικνύοιτ᾿ ἄν διὰ τούτου καὶ ὁ πλοῦτος δόξης αἱρετώτερος, ἀλλὰ καὶ τέχνας ἔχειν τοῖς πλείοσιν αἱρετώ- τερον τοῦ μή.

Δεῖν δέ φησιν ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι πρὸς ὅ ἐστι χρήσιμον· οὐ γὰρ πάντα πρὸς πάντα ἁρμόττει· οὐ. γὰρ διὰ τῶν αὐτῶν οἷόν τε τήν τε ἡδονὴν τῆς ἀρετῆς αἱρετωτέραν δεῖξαι καὶ τὴν ἀρετὴν τῆς ἡδονῆς, ἀλλὰ τὴν μὲν ἡδονὴν βουλόμενοι δεῖξαι τῇ πάντων αἱρέσει προσχρησόμεθα ἢ τῇ τῶν πολλῶν, τὴν δὲ ἀρετὴν τῇ τῶν σπουδαίων. ἐπεὶ δὲ περὶ αἱρετωτέρου τὸν λόγον ἐποιήσατο, οὐκ ἔστι δὲ πᾶσι τὸ αὐτὸ αἱρετώτερον, καὶ περὶ τούτου διαιρεῖται, καὶ λέγει τὰ μὲν ἀπλῶς εἷναι αἱρετώτερα τὰ δὲ τισίν, ἁπλῶς μὲν αἱρετώτερα τὰ κατὰ τὰς βελτίους ἐπιστήμας, οἷον εἰ [*](1 τῶν prius οm. A τῇ τοῦ μουσικοῦ aP 2 οἱ τῆ Β προσέχοντες A περὶ τῶν ἐν ἰατρικῇ iterat a 3 αἱροῦσιν A καὶ D: οm. aABP ἐὰν B ἐν ἰατρικῇ aP: ἰατρικοὶ ABD 4 οὖν om. P αἱρετώτερον aD 5 ἀληθὲς] ἐς supra ras. P2 προσπίπτει aBP: πρὸς πίστει Α: πρὸς πίστιν D τὸ add. P2: τὰ B καὶ om. Α 7 ante τέχνην add. τὴν Α τε om. aP 11 ἄπαντες aAB 12 ὧν—δεικνύοιτο (13) om. Β αἱρετώτερα Α 13 post ἄν add. τις aP μὲν om. Β δέ] τε B 14 Πλάτων] Phileb. e. 10 p. 20 D οὖν Β 15 ἐνδόξῳ ὄντι Α 16 Εὔδοξος] cf. Ethic. Nicom. Χ 2 p. 1172b9 sqq. ἀπὸ] ἐκ a τοῦ om. D 17 οὕτως om. Α: post 18 αἵρεσιν transposuit Β 18 post μὲν add. οἱ Α 20 μᾶλλον δόξης Β δεικνύοιτο a ABP ἂν ante καὶ transposuit Α: om. aP τούτου aBP: τοῦτο (ut vs. 18) AD ὁ fort, delendum, at cf. p. 242,13 21 ante δόξης add. τῆς a, superscr. P2 sive P1 24 διὰ τῶν] δι’ Β 25 τε om. Α αἱρετώτερον aP 26 μὲν om. Β βουλόμενος a 28 οὐκ ἔστι ABDP2 οὐκέτι aP1 τὸ αὐτὸ πᾶσιν aB 29 διαιρεῖται ABD: διαιρεῖ τε aP 30 τἄ D: om. aABP)

227
βελτίων ἐπιστήμη φιλοσοφία τεκτονικῆς.. καὶ ἁπλῶς αἱρετώτερα τὰ κατὰ φιλοσοφίαν τῶν κατὰ τεκτονικήν· τῷ μέντοι τέκτονι τὰ κατὰ τεκτονικὴν τῶν κατὰ φιλοσοφίαν, καὶ τῷ δεομένῳ τεκτονικοῦ τινος αἱρετώτερον τὸ τῷ τέκτονι δοκοῦν. δύναταί τις καὶ ὡς τόπῳ χρῆσθαι τῷ εἰρημένῳ πρὸς ἐπίκρισιν τοῦ ἁπλῶς αἱρετωτέρου.

[*](p. 116a23)

Ἔπετια τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει.

Τὸ ὅπερ αὐτῷ τοῦ κυρίως ἐστὶ δηλωτικόν, καὶ ᾧ ἄν προστεθῇ τὸ ὅπερ, τὸ κυρίως ἐκεῖνο εἶναι σημαίνει· οἷον ‘ὅπερ ἄνθρωπος᾿ ὁ κυρίως ἄνθρωπος, καὶ ‘ὅπερ ὄν᾿ τὸ κυρίως ὄν.. καὶ ‘ὅπερ ἀγαθόν᾿ τὸ κυρίως ἀγαθόν. καὶ τῶν κατηγορουμένων δὴ κατ’ ἄλλου ᾧ ἂν τὸ ὅπερ προστεθῇ, τὸ κυρίως τοῦτο ἐκείνου κατηγορεῖσθαι σημαίνει καὶ τὸ εἶναι τὸ ὑποκείμενον κυρίως ἐν τούτῳ τε καὶ τοῦτο. ἐπεὶ οὖν τὰ γένη τῶν ὑπ’ αὐτὰ κυρίως κατηγορεῖται, ἐν τῷ τί κατηγορούμενα, ἐν τῷ ὅπερ αὐτὰ κατηγορεῖσθαι λέγει, καὶ τὰ ὑπὸ τὸ γένος <ὅπερ τὸ γένος> εἶναί φησιν· οἶον τὸ χρῶμα ἐν τῷ ὅπερ τοῦ λευκοῦ κατηγορεῖται, καὶ τὸ λευκόν ἐστιν ὅπερ χρῶμα· πάλιν τὸ ζῷον τοῦ ἀνθρώπου ἐν τῷ ὅπερ, καὶ ὁ ἄνθρωπος ζῷον. ἐπεὶ οὖν τῶν κατηγορουμένων τὰ αὐτὰ τῶν μὲν ὡς γένη κατηγορεῖται τῶν δὲ ὡς συμβεβηκότα (τὸ γὰρ χρῶμα τοῦ μὲν ὡς χρώματος λευκοῦ ὡς γένος κατηγορεῖται, τοῦ δὲ σώματος τοῦ λευκοῦ ὡς συμβεβηκός), τόπον τινὰ ἀπὸ τούτου παραδίδωσιν ἡμῖν, δι’ οὗ τὸ αἱρετώτερον γνωρίσομεν. ἄν γὰρ ὧν τὴν σύγκρισιν ποιούμεθα, τὸ μὲν ὡς ἐν γένει τούτῳ, καθ’ ὃ ἡ σύγκρισις αὐτῶν, γίνηται, οἷον τῷ αἱρετῷ τε καὶ ἀγαθῷ, τὸ δὲ ὡς ἔχον συμβεβηκὸς αὐτό, αἱρετώτερον τὸ ὡς ἐν γένει ὂν αὐτῷ τὸ μὲν γὰρ ὡς ἐν γένει ὂν τῷ ἀγαθῷ ὅπερ ἀγαθὸν γίνεται καὶ ὅπερ αἱρετόν, ὃ τοῦ κυρίως ἐστὶ δηλωτικόν, τὸ δὲ μὴ ὂν ἐν αὐτῷ ὡς ἐν γένει ἀλλὰ συμβεβηκὸς ἔχον αὐτὸ οὐ | κυρίως αἱρετὸν οὐδὲ ὁμοίως ἀγαθόν. εἰ οὖν τὸ κυρίως αἱρετὸν τοῦ μὴ κυρίως αἱρετώτερον, καὶ τὸ ἐν γένει ὂν τῷ ἀγαθῷ τοῦ ἔχοντος μὲν τὸ ἀγαθὸν κατηγορούμενον μὴ ὡς γένος δὲ αἱρετώτερον· καθόλου γὰρ τῶν συγκρινομένων πρὸς ἄλληλα κατά τι μᾶλλόν ἐστι τὸ ὂν ἐν γένει τῷ καθ’ ὃ ἡ σύγκρισις τοῦ μὴ οὕτως ὄντος ἐν αὐτῷ ἀλλὰ συμβεβηκὸς ἔχον- [*](2 ante φιλοσοφίαν et ante τεκτονικήν prius add. τὴν Α 3 (δεο)μένῳ—5 αἰρε(τωτέρου) initio paginae P3 τεκτονικῆς a 4 χρήσασθαι Α προειρημένω A πρὸς] εἰς a 5 τοῦ supeiscr. Β 6 τόδε BP Arist.: τὸ δέ Α: δέ aD cf. p. 228,5 7 αὐτῷ aP: αὐτὸ ABD 7. 8 τοῦ—τὸ ὅπερ in mrg. P3 7 ὦ AD Brandis Schol. p. 278a14: ὡς aBP 8 τὸ ADP1: τοῦ aBP2 ἐκείνω D ὁ postea add. D 13 ἐν τῷ τί—λέγει (14) om. Β ante αὐτὰ ras. 1 lit. P 14 λέγει D: λέγεται aA. compend. P: oin. Coislin. 157 ὅπερ τὸ γένος addidi 19 τοῦ alterum om. Β 20 γὰρ om. D 21 ποιούμεθα Β: ποιώμεθα aADP τούτων aP aADP (τ in ras., ἡ supeiscr. P2): γίνεται Β cf. vs. 30 et p. 228,28 cf. vs. 21: αὐτοῦ libri 26. 27 τοῦ μὴ κυρίως αἱρετοῦ τὸ κυρίως D ras. P 28 κατηγορούμενον post δὲ transposuit Β 29 τὸ] τῶ D (corr. P2) 30 ὄντος οὕτως B post συμβεβηκὸς add. μὲν B)

228
τος αὐτό. μαλλοὶ γὰρ ποσὸν οὗ ὡς γένος τὸ ποσὸν κατηγορεῖται τοῦ κατὰ συμβεβηκὸς ποσοῦ, ὡς ἡ ἐπιφάνει τοῦ λευκοῦ, καὶ μᾶλλον ποιὸν οὐ ὡς γένος ἡ ποιότης κατηγορεῖται ἢ τοῦτο οὗ ὡς συμβεβηκός· ἡ γὰρ λευκότης μᾶλλον χρῶμα Τοῦ λευκοῦ. βραχέως δὲ εἶπε τὸν τόπον εἰπὼν τὸ ὅπερ τόδε τι τοῦ μὴ ὡς ἐν γένει διὰ τοῦ μὴ ἐν γένει. τοῦ δὲ δικαίου εἶπεν ἀνδρός, ἀλλ’ οὐ τοῦ κτὰ τῆς ἕξεως λεγομένου· τοῦτο γὰρ ὁμοίως τῇ δικαιοσύνῃ καὶ αὐτὸ ἐν γένει τῷ ἀγαθῷ. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν τὴν δικαιοσύνην καὶ ἑκάστην τῶν ἀρετῶν αἱρετώτερον καὶ μᾶλλον ἀγαθὸν οὖσαν τοῦ ἑκάστην ἔχοντος αὐτῶν, οἷον τοῦ δικαίου, τοῦ σώφρονος, τοῦ ἀνδρείου. τῶν μὲν γὰρ ἀρετῶν ἑκάστη ἐν γένει ἐστὶ τῇ ἀρετῇ καί, ὡς αὐτὸς κοινότερον νῦν γένος λαμβάνων τὸ ἀγαθὸν λέγει, ἐν τῷ ἀγαθῷ· διὸ καὶ ἑκάστη αὐτῶν ὅπερ ἀρετή ἐστι καὶ ὅπερ ἀγαθόν. τῶν δ’ ἐχόντων τὰς ἀρετὰς οὐδεὶς ἐν γένει ἐστὶ τῇ ἀρετῇ ἢ τῷ ἀγαθῷ’ ὁ γὰρ δίκαιος οὔτε ὅπερ ἀρετή ἐστιν οὔτε ὅπερ ἀγαθόν, ἀλλ’ ἔστιν ἀγαθός, ὅτι συμβεβηκυῖαν ἔχει τὴν ἀρετὴν καὶ τὸ ἀγαθόν. τὸ δὲ οὐδὲν γὰρ λέγεται ὅπερ τὸ γένος, ὃ μὴ τυγχάνει ἐν τῷ γένει ὄν, ἴσον ἐστὶ τῷ ‘οὐδὲν γὰρ λέγεται ὅπερ καὶ τὸ κατηγορούμενον αὐτοῦ εἶναι, εἰ μὴ εἴη ὡς ἐν γένει [ὄν] τῷ κατηγορουμένῳ᾿. τοῦ γὰρ λευκοῦ τὸ χρῶμα κατηγορεῖται, καὶ λέγεται ὅπερ χρῶμα εἶναι τὸ λευκόν, ὅτι ἐστὶν ὡς γένος αὐτοῦ τοῦ κατηγορούμενον· τοῦ δὲ λευκοῦ ἀνθρώπου κατηγορεῖται μὲν τὸ χρῶμα, οὐ μὴν διὰ τοῦτο ὅπερ χρῶμά ἐστιν ὁ ἄνθρωπος, ὅτι μὴ ὡς γένος αὐτοῦ ἀλλ’ ὡς συμβεβεηκὸς τὸ χρῶμα κατηγορεῖται. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν κατηγορουμένων· ὡς γὰρ τὸ χρῶμα τῶν μὲν ὡς γένος τῶν δὲ οὐχ ὡς γένος κατηγορεῖται, οὕτως καὶ ἐπὶ τῶν ἄλλων ἔχει. δύναται τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προσκείμενον δηλωτικὸν εἶναι τοῦ ὡς ἐπὶ τῶν αἱρετῶν καὶ ἀγαθῶν αἱρετώτερον τὸ ὡς ἐν γένει ὂν τῷ ἀγαθῷ τοῦ μὴ ὡς ἐν γένει ὄντος αὐτῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων μᾶλλον ἕκαστον ἐκεῖνο, ὃ ἐν γένει ἐστὶ τούτῳ καθ’ ὃ ἡ σύγκρισις αὐτοῖς, τοῦ ὄντος μὲν ἐν ἐκείνῳ, μὴ ὡς ἐν γένει δὲ [εἴη δὲ καὶ τὰ] ὡς ἐν εἴδει· καὶ τὰ εἴδη γὰρ ὧν ἐστιν εἴδη ἐν τῷ ὅπερ κατηγορεῖται· καὶ γὰρ φευκτὸν μᾶλλον τὸ ὡς ἐν γένει ὂν τῷ φευκτῷ τοῦ μὴ ὡς ἐν γένει ὄντος τῷ φευκτῷ.

[*](1 οὗ ex οὐ, ut videtur, coit. P2 2 λευκοῦ καὶ et ποιόν in ras. P2 3 οὗ prius corr. ex οὐχ P2 4 τοῦ λευκοῦ τὸ χρῶμα ΑΒ εἶπε om. Β 5 ὡς scripsi: ὧ D: om. aABP ἐγένει (ante διὰ) Β διὰ—γένει om. D 6 λέξεως ΒP 7 αὐτῶ Β τ τῷ (post γένει) P2 8 ἀρετῶν BD, corr. P: αἱρετῶν aA, Ppr. 10 μὲν om. B ἐν γένει ἑκάστω Α 12 καὶ prius om. D 14. 15 ἀγαθὸν aP 16 τυγχάνει om. Β ὄν ἐν τῷ γένει Β 17 τὸ om. a 18 ὃν ut e vs. 16 illatum delere quam in ἐν mutare malui, nam cf. vv. 7. 11. 13. 20. 28. 31 19 ὅτι ABD: ὅπερ aP 24 καὶ om. B ἔχει aDP2: ἔχειν ΑBP1 25 προκείμενον ΑΒ 2(; ἐν om. Α 27 ἐν om. AP1 (add. P2) αὐτοῦ Α 28 τούτῳ aBDP1: τούτου AP2 29 post μὲν add. ὡς B ἐν (post μὲν) aBP: om. AD ἐν γένει δὲ ΒD): γένει Α: γένος δὲ aP (δ)ὲ εἴη δὲ καὶ τὰ ὡς ἐν εἴδει supra ras. P2 ἢ addidi, εἴη—τὰ delevi 29. 30 ἐν εἴδει· καὶ καὶ om. Α) τὰ εἴδη (εἴδει a) aAP: εἴδη Β: ἐν εἴδει D 30 ὧν γὰρ B ante φευκτὸν add. τὸ ABD 31 ἐν prius om. B τῷ φευκτῷ—τῷ φευκτῷ aP τοῦ φευκτοῦ— φευκτότερον ABD ἐν alterum aBP2: om. ADP1)
229
[*](p. 116a29)

Καὶ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἕτερον αἱρετοῦ.

Φανερὸς καὶ οὗτος ὁ τόπος. ἐπεὶ γὰρ τῶν ἀγαθῶν τε καὶ αἱρετῶν τὰ μὲν δι’ αὑτά ἐστιν αἱρετά, ὡς ἡ εὐδαιμονία καὶ ὅσα τίμια, τὰ δὲ δι’ ἕτερον, οἷον τέμνεσθαι, γυμνάζεσθαι, χρηματίζεσθαι καὶ ὅλως τὰ ὠφέλιμα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα, ὡς αἱ ἀρεταί (καὶ γὰρ δι’ αὑτὰς καὶ διὰ τὴν εὐδαιμονίαν αἱρούμεθα), ὁμοίως ὑγεία, πλοῦτος καὶ ὅσα ὡς δυνάμεις ἀγαθά, δῆλον ὡς. αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρεῖταί τις τοῦ ὃ αἱρεῖται μέν, οὐ δι’ αὑτὸ δὲ ἀλλὰ δι’ ἕτερον, ὡς καὶ διὰ τῶν παραδειγμάτων γνώ- ριμον πεποίηκεν. εἰ γὰρ τὸ μὲν ὑγιαίνειν δι’ αὑτὸ αἱρούμεθα (ἔστι γἀρ τοῦτο τῶν δι’ αὑτὰ αἱρετῶν), τὸ δὲ γυμνάζεσθαι δι’ ἕτερον (διὰ γὰρ τὴν ὑγείαν ἢ διὰ τὸ ἀγωνίζεσθαί τε καὶ στεφανοῦσθαι βούλεσθαι), αἱρετώτερον ἡ ὑγεία τοῦ γυμνάζεσθαι. οὕτως καὶ εἰ τὸν μὲν φίλον αἱρούμεθα δι’ ἑαυτούς, εἴ γε ὁ φίλος ἕτερός ἐστιν αὐτός, τὰ δὲ χρήματα οὐ δι’ αὑτά, αἱρετώτερος ὁ φίλος τῶν χρημάτων· αὐτὸς γὰρ ἑαυτῷ ἕκαστος δι’ αὑτὸν αἱρετός, ὥστε καὶ <> φίλος. ἀλλὰ καὶ ὕπνου ἐγρήγορσις αἱρετώτερον, ᾗ ὁ ὕπνος ἐπὶ τὴν ἐγρήγορσιν ἔχει τὴν ἀναφοράν· ἵνα γὰρ δυνώμεθα ἐγρηγο- ἐγρηγορέναι, ὕπνου καὶ ἀναπαύσε δεόμεθα. οὕτως δεικνύοιτ’ ἄν καὶ φιλοσοφία ῥητορικῆς αἱρετώτερα.

Προστίθησι δὲ τῷ προειρημέμῳ τόπῳ καὶ ἄλλον, ὅτι τὸ καθ’ αὑτὸ αἱρετὸν τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερόν ἐστιν. ἔστι δὲ καθ’ αὑτὸ μὲν αἱοετὸν ὃ διὰ τὴν οἰκείαν φύσιν τε καὶ παρουσίαν ἐστὶν αἱρετόν, κατὰ συμβεβηκὸς δὲ ᾧ οὐκ ὄντι τῇ οἰκείᾳ φύσει αἱρετῷ συμβέβηκε κατά τινα περίστασιν εἶναι αἱρετῷ. καὶ αὐτὸς δὲ διὰ τῶν παραδειγμάτων, ὁποῖόν ἐστιν ἑκάτερον αὐτῶν, ἐδήλωσεν. τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι καθ’ αὑτό ἐστιν ’’ αἱρετόν· οὐ γὰρ δι’ ἡμᾶς οὐδ’ ἵνα τι ἡμῖν ἐκ [*](121) τούτου περιγένηται αἱρούμεθα αὐτό, ἀλλ’ ὅτι ἡ φιλία ἐστὶ βούλησις ἀγα- θῶν ἐκείνων χάριν, αἱρούμεθα τὰ ἀγαθὰ τοῖς φι)οις ὑπάρχειν· ἀγαθὸν δὲ καὶ ἡ δικαιοσύνη τῷ ἔχοντι. τὸ δὲ τοὺς ἐχ θροῦς δικαίους εἶναι αἱρε- τὸν ἡμῖν ἐστιν οὐκέτι καθ’ αὑτό· οὐ γὰρ οἰκεῖον τῆς ενχθρας ἡ βούλησις τῶν ἀγαθῶν τοῖς ἐχθροῖς ἐκείνων χάριν, ἐπεὶ ταὐτὸν ἄν ἦν ἔχθρα τε καὶ [*](1 αὐτὸ aP2: αὐτὸ ABDP1 3 αὐτά aP2: αὐτά ABDP1 4 ante τέμν., γυμν., χρημ. add. τὸ aP2 καὶ ὅλως — p. 230,28 ἀλλὰ καὶ om. B ὅλως τὰ] ὅσα D post ὠφέλιμα ras. 12 lit. P 5 καὶ (post δὲ) om. AD αὑτὰ aP: αὐτἀ D: αὐτὸ Α 6 διὰ add. P2 6. 7 δύναμις P1, corr. P2 7 et 8 αὐτὸ AD 7 τοῦ ὃ D: τοῦ A: οὗ aP αἱροῦνται (post ὃ) Α: non liquet P 8 δὲ om. A 9 (πεποίη)κεν εἰ in ras. P2 γὰρ τὸ—αὐτὸ AD: om. aP 10 αὐτὰD: αὐτ Α 12 εἰ μὴ τὸν Α 12. 13 δι’ ἑαυτούς AD: ὡς αὐτούς a, corr. ex . αὐτὸν P1: fort. δι’ ἑαυτόν 13 au εἴ γε—αὐτός post 15 φίλος trans- ponenda sunt? ἕτερος iterant AD ἐστιν om. aP αὑτὰ scripsi: αὐτοὺς A, Dpr. : αὐτοὺς aP, Dcorr. 14 γὰρ om. D αὐτῷ aP δι’ αὐτὸν scripsi: δι’ αὐτὸ A, postea add. D: δι’ αὐτό aP 15 ὁ addidi ἴππου a ἱρετὡτερον post 16 ἀναφοράν trans- posuit D ἦ AD: εἰ a et in ras. P2 16 δυναίμεθα a 19 τὸ superscr. P 20 post αἱρετώτερόν ras. 2 lit. P 21 ἐστὶν om. aP 22 post ᾦ add. ὡς aP 23 τῶν om. a 24 ἑκάτερον] ἔρον in ras. D αὐτῶν om. D 26 παραγένηται P 27 ἐκείνων scripsi cf. vs. 30: ἐκείνου libri)

230
φιλία. οὐ δὴ καθ’ αὑτὸ τοῦτο αἱρούμεθα ἀλλὰ κατὰ συμβεβηκός· ἐπεὶ γὰρ συμβέβηκε τοῖς δικαίοις τὸ μὴ ἀδικεῖν, ὡς μὴ ἀδικοῖεν ἡμᾶς οἱ ἐχ- θροί, αἱρούμεθα αὐτοὺς εἶναι δικαίους. εἰ δὲ τοῦτο μὲν κατὰ συμβεβηκὸς αἱρετόν, ἐκεῖνο δὲ καθ’ αὑτό, δῆλον ὡς τὸ καθ’ αὑτὸ αἱρετὸν τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερον.

Tὸν αὐτὸν δέ φησιν εἶναι τόπον τοῦτον, τὸν τὸ καθ’ αὑτὸ λέγοντα τοῦ κτὰ συμβεβηκὸς αἱρετώτερον εἶν·αι, τῷ πρὸ αὐτοῦ, τῷ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἄλλο αἱρετώτερον δεικνύντι, τῷ ταὐτὸν εἶναι τὸ μὲν δι’ αὑτὸ τῷ καθ’ αὑτὸ τὸ δι’ ἄλλο δὲ τῷ κατὰ συμβεβηκός. τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι καὶ καθ’ αὑτὸ καὶ δι’ αὑτὸ αἱρετόν, ὥσπερ καὶ ἡ ὑγεία· τὸ δὲ τοὺς ἐχθροὺς εἶναι δικαίους κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτοῖς δικαίοις γενομένοις μὴ βλάπτειν) καὶ δι’ ἄλλο· ἵνα γὰρ ἡμᾶς μὴ βλάπτωσιν. τοιοῦτον δὲ καὶ τὸ γυμνάζεσθαι· καὶ γὰρ δι’ ἄλλο διὰ γὰρ τὴν ὑγείαν) καὶ κατὰ συμβεβηκός, ὅτι συμβέβηκε τοῖς γυμναζομένοις τὸ ὑγιαίνειν. μόνον δὲ εἶναι αὐτοῖς τὴν διαφορὰν εἶπε κατὰ τὸν τρόπον τῆς ἐκφορᾶς, ὅτι ἐπὶ μὲν τοῦ τῷ δι’ αὑτὸ καὶ δι’ ἕτερον χρώμεθα, ἐπὶ δὲ τοῦ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ἢ ἐπὶ μὲν τῶν εἰρημένων παραδειγμάτων τῷ τρόπῳ μόνον τῆς ἐκφορᾶς ἡ διαφορά· ἐπὶ δὲ ἄλλων ἔστιν εὑρεῖν πλείονα κατὰ τὸν τῆς ἐκφορᾶς τρόπον τὴν διαφορὰν ἐν αὐτοῖς. ἔστι γὰρ ἃ καθ’ αὑτὰ μέν ἐστιν αἱρετά, οὐ μὴν δι’ αὑτά· τοῖς γοῦν ῥιγοῦσι καθ’ αὑτό ἐστιν αἱρετὸν ἡ θερμὴ ἐσθής· εἰ δὲ καθ’ αὑτό, οὐ κατὰ συμβεβηκός· οὐ μὴν καὶ δι’ αὑτήν ἐστιν αἱρετὴ ἀλλὰ δι’ ἄλλο· ὅτι γὰρ τὸ μὴ ῥιγοῦν ἐξ αὐτῆς περιγίνεται. κτὰ συμβεβηκὸς δὲ ἡ λευκὸν ἢ φαιὸν ἢ ὁτιοῦν χρῶμα ἔχει ἡ ἐσθής, ἣν καθ’ αὑτὴν ῥιγοῦντες αἱρούμεθα. ἀλλὰ καὶ τῷ ἱππικῷ καθ’ αὑτὸ μὲν αἱρετὸν ἵππος· οὕτως γὰρ ἐνεργήσει κατὰ τὴν ἱππικήν· οὐ μὴν καὶ δι’ αὑτό, ὅπου γε μηδὲ τὸ ἱππεύειν αὐτό, πρὸς ὃ ἡ τοῦ ἵππου χρεία, δι’ αὑτὸ αἱρετόν· κατὰ συμβεβηκὸς δὲ ὁ ξανθὸς ἢ ὁ μέλας. ἀλλὰ καὶ τὸ τρέφεσθαι τῷ δεομένῳ τροφῆς καθ’ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δὲ αἱρετὸν εἶναι δόξει. τοῖς μὲν οὖν δι’ αὑτὰ αἱρετοῖς οὖσιν ἀκολουθεῖ τὸ καθ’ αὑτὰ αἱρετοῖς εἶναι, οὐ μὴν ἔτι ἀντι- στρέφειν ἄν δόξειεν. ἢ ὅλως κατὰ συμβεβηκός ἐστιν ἀγαθὸν ὃ οὐκ ὂν [*](3 δικαίους εἶναι D fort. δὴ 6 τόπον εἶναι D 7 τοῦ πρὸ Α αὐτῶ a αὐτὸ P 8 τοῦ] τῶ Α post εἶναι add. μὲν P μὲν superscr. P2 αὑτὸ AP1 (corr. P2) 9 τῷ prius—τὸ prius corr. ex τὸ—τῷ P2 δὲ aP2, om. ADP1 10 καὶ δι’ αὐτὸ αὐτὸ aP) ex corr. add. D: post εἶναι collocant aAP ἡ om. a 11 εἶναι δικαίους om. D ante κατὰ fort, καὶ addendum cf. vs. 10 12 γενομένοις] ἐν et ς in ras. D: γινομένοις A καὶ] κἄν Α 13 καὶ alterum om. D γὰρ alterum om. aP 15 αὐτοῖς εἶναι D: εἶναι αὐτοῦ a 16 et 17 τούτῳ P1, distinxit P2 16 αὐτὸ aAP 18 ante ἄλλων add. τῶν D 19 ἡ addidi τρόπον τῆς ἐκφορᾶς D 20 γὰρ] δὲ a αὑτά alterum aP2: αὐτά ADP1 21 ἐσθής, εἰ δὲ in ras. P2 22 αὑτήν aP: αὐτήν Α: αὐτό D ἄλλου a 24 (ἔχ)ει ἡ ἐσθής, ἣν in ras. P2 25 οὕτως γὰρ] γὰρ οὗτος Α 26 αὐτό D cf. p. 231,6. 7: αὐτό A: αὐτόν aP 27 δι’ αὐτὸ aAP: καθ’ αὑτὸ D 28 ξανθός ’: λευκὸς a, superscr. P2 καὶ τὸ] τῷ a τῷ D: om. aABP 29 δι᾿ αὑτὸ aB: δι’ αὐτὸ aDP αὑτὰ D: αὐτὰ aAP: αὑτὸ Β 30 post μὴν add. καθολικώτερον τὸ καθ’ αὑτὸ τοῦ δι’ αὐτὸ Β 31 δόξειεν ἄν Β: ἂν δόξαι aP ἐστιν om. a, superscr. P ὃ in ras. P, ἢ superscr. P2)

231
ἀγαθὸν τῇ αὑτοῦ φύσει διά τι ἀγαθὸν συμβεβηκὸς αὐτῷ ἀγαθὸν λέγεται. οὕτως γὰρ τὸ τοὺς ἐχθροὺς δικαίους εἶναι, ὅτι μὴ ὄντι αὐτῷ ἀγαθῷ ἀγα- θόν τι συμβέβηκε (τὸ γὰρ μὴ ἀδικεῖσθαι ὑπ’ αὐτῶν, ἀγαθὸν οὐκ ἐκείνων ἕνεκεν ἀλλὰ ἡμῶν ὑπάρχον), κατὰ συμβεβηκὸς ἀγαθὸν φαίνεται, οὐχ ὡς ὁ πλοῦτος οὐδ’ ἄλλο τι τῶν ὀργανικῶν ἀγαθῶν ἀγαθὸν [ἀλλὰ] καθ᾿ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δέ· καθ’ αὑτὸ μὲν γὰρ ὁ πλοῦτος, ὅτι τῇ αὑτοῦ φύσει ὄργανόν ἐστιν ἐνεργειῶν καλῶν , οὐ δι’ αὑτὸ δέ, ὅτι πᾶν ὄργανον δι᾿ ἄλλο αἱρετόν. ἔσται οὖν τὸ μὲν κατὰ συμβεβηκὸς αἱρετὸν πάντως δι’ ἄλλο αἱρετόν, τὸ δὲ δι’ ἄλλο αἱρετὸν οὐ πάντως καὶ κατὰ συμβεβηκός· δι’ ἄνα μὲν γὰρ αἱρετὰ πολλὰ ἰῶν τῇ αὑτῶν φύσει ἀγαθῶν, κατὰ συμβεβηκὸς δὲ μόνα ἃ διά τι συμβεβηκὸς αὐτοῖς ἔχει τὸ αἱρετόν· οὕτως γὰρ αἱρετὸν γίνεταί ποτε καὶ πενία καὶ νόσος καὶ θάνατος. ὥστε, εἰ μὴ τὸ καθ’ αὑτὸ ταὐτὸν τῷ δι’ αὑτὸ μήτε τὸ δι’ ἄλλο τῷ κατὰ συμβεβηκός, οὐδ’ ἄν οἱ τόποι οἱ αὐτοὶ εἶεν.

[*](p. 116b1)

Καὶ τὸ αἴτιον ἀγαθοῦ καθ’ αὑτὸ τοῦ κατασυμβεβηκός.

Εἰπὼν τὸ καθ’ αὑτὸ αἱρετὸν αἱρετώτερον εἶναι τοῦ κατὰ συμβεβηκός, ἐπεὶ καὶ ἐν τοῖς αἰτίοις ἐστί τις τοιαύτη διαφορά (τα μὲν γάρ ἐστι καθ’ αὑτὰ τινῶν αἴτια, τὰ δὲ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ ὁ οἰκοδό- μος τῆς οἰκίας αἴτιος, κατὰ συμβεβηκὸς δὲ ὁ Ἀθηναῖος ἢ ὁ λευκός), τόπον τινὰ ἡμῖν καὶ ἀπὸ τῶν αἰτίων εἰς ἐπίκρισιν τοῦ αἱρετωτέρου παραδίδωσιν. ὅταν γὰρ δύο τινὰ ἀγαθὰ ἀγαθοῦ τινος καὶ αἱρετοῦ αἴτια ὄντα τὸ μὲν καθ’ αὑτὸ ᾖ αἴτιον τὸ δὲ κατὰ συμβεβηκός, αἱρετώτερον τὸ καθ αὑτό. ὁ δὲ τόπος οὗτος προάγοι ἂν ἐπὶ ὁμολογουμένῳ τῷ τὸ τοῦ αἱρετοῦ αἴτιον αἱρετὸν καὶ αὐτὸ εἶναι. οὕτως ἡ ἀρετὴ τῆς τύχης αἱρετω | τέρα· [*](122) ἡ μὲν γὰρ ἀρετὴ καθ’ αὑτὴν αἰτία τῶν ἐπ’ αὐτῇ κατορθωμάτων. ὅταν δὲ καὶ τύχη αἰτία γένηται, κατὰ συμβεβηκὸς ἄν εἴη· καθόλου γὰρ κτὰ συμβεβηκὸς ἡ τύχη αἰτία οὖσα ἐδείχθη. οὕτως τῆς τύχης καὶ ἡ ἰατρικὴ ἂν αἱρετωτέρα δεικνύοιτο, ὅταν ἀμφότεραι ὑγείας ὦσιν αἴτιαι. ἀλλὰ καὶ ὑγεία εὐχροίας αἱρετώτερον διὰ τοῦτο · ὑγεία μὲν γὰρ καθ’ αὑτήν, εὔ- [*](1 αὐτοῦ scripsi: αὐτοῦ libri 2 γὰρ τὸ] καὶ Β ὃν τί A 3 συμβέβηκέ τι D ἀπ’(??) P (ὑ superscr. P2) 4 ἕνεκα Α ἀλλὰ ἡμῶν ὑπάρχον mrg. D ὑμῶν B φαινε λέγεται D 5 ἀλλὰ delevi 6 δι’ αὐτὸ D: δι’ αὐτό aAP: δι’ ἑαυτὸ B καθ’ αὑτὸν aP αὐτοῦ libri 7 αὐτὸ BD: αὐτὸ A: αὐτὸν aP 8 ἔσται—αἱρετὸν om. BD 10 γὰρ add. P2 δὲ post κατὰ trausposuit B 11 τι] τε Β 12 ποτε ex corr. add. D immo μήτε 13 αὑτὸ Β: αὐτὸ aADP 16 εἰπὼν] ὢν comp. P3 αἱρετὸν om. D 17 ταῖς αἰτίαις P (αῖς et αις compend. P3) τις om. a 21 γὰρ om. D ἀγαθά τινα B 22 ἡ post ras. 3—4 lit. P2 τὸ alterum corr. ex τῶ B 23 οὗτος om. D τοῦ D: θὼ. aABP 24 τύχης] τ in ras. P2 αἱρετωτέρα ABDP1: αἱρετώτερον aP2 25 ἐπ’ αὐτὴν aP 27 δειχθῇ P1, corr. P2 ἐδείχθη] Phys. II 5 p. 197a5, Metaph. Χ 8 p. 1065a30 καὶ om. a 28 ἀμφότερα AP ὦσιν aP: εἰσὶν ABl) αἴτιαι Β: αἰτίαι aP: αἴτια Α: αἴτιοι D)

232
χροιὰ δὲ κατὰ συμβεβηκὸς ἀγαθοῦ αἰτία. καὶ τὸ γυμνάζεσθαι τοῦ <προσγυμνάζεσθαι> τῷδέ τινι· τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκὸς ὑγείας ποιητικόν· ὅτι γὰρ γυμνάζεται καὶ ὁ τῷδέ τινι προσγυμναζόμενος, δῆλον, ἀλλ’ οὐ διὰ τὸ γυμνάζεσθαι ἀλλὰ διὰ τὸ προσγυμνάζεσθαι.

[*](p. 116b4)

Ὁμοίως καὶ ἐπὶ τοῦ ἐναντίου.

Δεικνύοιτο ἂν κατὰ τὸν αὐτὸν λόγον καὶ φευκτότερον τὸ καθ’ αὑτὸ κακοῦ αἴτιον τοῦ κατὰ συμβεβηκός, ὡς κακία τύχης· καὶ κυβερνήτης χείρων ὁ αὐτὸς ἀνατρέψας τὴν ναῦν τούτου οὗ διὰ τὴν ἀπουσίαν ἡ ναῦς ἀνετράπη· κατὰ συμβεβηκὸς μὲν γὰρ οὗτος, ἐκεῖνος δὲ καθ’ αὑτὸν αἴτιος τῆς ἀνατροπῆς. ὅμοιος ὁ λόγος καὶ ἐπὶ στρατηγοῦ καὶ ἰατροῦ· οὗ γὰρ παρόν- τος ἀπώλετο τὸ στρατόπεδον στρατηγοῦ, χείρων οὗτος τοῦ διὰ τὴν ἀπουσίαν αἰτίου τῆς ἀπωλείας γενομένου· καὶ ἐπὶ ἰατροῦ τὸ αὐτό.

[*](p. 116b8)

Καὶ τὸ ἀπλῶς ἀγαθὸν τοῦ τινὶ αἱρετώτερον.

Ὡς ἐπὶ τῶν ὑγιεινῶν τὰ μὲν ἁπλῶς ὑγιεινά, <ἅ> τοῖς ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσι <πᾶσίν> ἐστι τοιαῦτα, ὡς περίπατοι, γυμνάσια, σιτία τοιάδε, δὲ ἁπλῶς μὲν οὐκ ἔστιν ὑγιεινά, τισὶ δέ, οἷον τοῖς νοσοῦσιν, ὡς τομαὶ τοῖς τούτων δεομένοις καὶ ἀσιτίαι καὶ ἡσυχίαι καὶ φαρμακεῖαι, οὕτω καὶ ἀγαθὰ τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά], ἃ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσίν ἐστι τοιαῦτα, τὰ δὲ τινί. οἶον ὑγεία μὲν ἁπλῶς ἀγαθόν· τοῖς γὰρ κατὰ φύσιν ἔχουσι πᾶσιν ἀγαθόν· νόσος δὲ ἁπλῶς μὲν κακόν, γένοιτο δ’ ἄν τινί ποτε ἀγαθόν, ὡς Θεάγει, εἴ γε τοῦτον “ἡ τοῦ σώματος νοσοτροφία” κατέσχεν ἐν φιλοσοφίᾳ, ὡς Πλάτων λέγει. ὁμοίως πλοῦτος μὲν καὶ δόξα ἁπλῶς ἀγαθόν· γένοιτο δ’ ἄν ποτέ τινι καὶ πενία ἀγαθὸν καὶ ἀδοξία, εἰ διὰ πενίαν καὶ ἀδοξίαν μὴ ἐπιβουλευθείη μηδὲ ἀναιρεθείη ὑπὸ τυράννου τινὸς ἀναιροῦντος τοὺς ἐνδόξους τε καὶ πλουσίους. τούτων δὴ οὕτως ἐχόντων αἱρετώτερά φησιν εἶναι τὰ ἁπλῶς ἀγαθὰ τῶν μὴ ἁπλῶς ἀλλὰ τισὶ καὶ ποτέ. καὶ ὁ τόπος σαφής. εἴη δ’ ἄν ὁ αὐτὸς οὗτος τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἀπὸ τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός.

[*](1 τοῦ D: om. aABP 1.2 προσγυμνάζεσθαι addidi 2 et 3 τῶνδε P1, corr. P2 2 post τινι add. ex Arist. τοῦ τέμνεσθαι aB γὰρ postea add. D 4 προγυμνάζεσθαι Β 5 ὁμοίως καὶ ἐπὶ τοῦ ἐναντίου AD: om. Β: ὁ a et in fine versus P, μοίως κτλ. in mrg. addiderat P4, sed οίως—τοῦ perierunt 6 post δεικνύοιτο add. δ’ BDP: τ’ a: om. Α κατὰ τὸν αὐτὸν λόγον ex corr. add. D 7 αἴτιον κακοῦ Β 8 ναῦ P1, ν add. P2 8. 9 ἀνετράπη ἡ ναῦς D 9 αὑτὸν P: αὐτὸ aBD: ἑαυτὸ A 10 ὁμοίως aP ὁ om. A ante ἰατροῦ repetunt ἐπὶ aABP 11. 12 ἀ)πουσίαν periit in D 12 post ἀπωλείας add. αὐτῶν aABP γινομένου Β 14 ἁ addidi cf. vs. 18 15 πᾶσίν addidi cf. vv. 18. 20 γυμνασία aABD 16 post ἀπλῶς add. τὰ Β τομὴ A 17 δευομένοις D 18 ἀγαθά delevi 19 τὰ] ταῦτα B τινι] ί add. P2 21 θεαγένει aB τοῦτον om. D ἡ ex corr. add. D post νοσο eras. 6 lit., supra νοσο eras, accent. P 22 Πλάτων] Respubl. VI 10 p. 496 B. C 24 ἀναιρεθῇ A τινὸς BD: τὶς aAP 25 τε καὶ] καὶ τοὺς D αἱρετώτερόν aP 26 ante φησιν add. μὲν D ἁπλῶς τὰ Α 27 πρὸ ὀλίγου] p. 116a31)
233
[*](p. 116b10)

Καὶ τὸ φύσει τοῦ μὴ φύ·σει; οἷον ἡ δικαιοσύνη τοῦ δικαίου.

Ἔσι μὲν καὶ οὗτος ὁ τόπος δυνάμει ὁ αὐτὸς τῷ πρὸ αὐτοῦ· τὰ̣ γὰρ τῇ αὑτῶν φύσει ἀγαθὰ καὶ ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ ἐπίκτητα οὐχ ἀπλῶς οὐδὲ πᾶσι. διαφέροι δ’ ἂν τῇ ἐπιβολῇ· οὐ γὰρ διότι ἀπλῶς, ἀλλὰ διότι τῇ αὑτοῦ φύσει τοιοῦτον. καθόλου δὲ τὰ φύσει συνεστῶτα τῶν μὴ φύσει ἀλλὰ ἐπικτήτων τε καὶ κατὰ τέχνας καὶ νενομισμένων βελτίω · τά τε γὰρ κατὰ τὰς τέχνας μιμήματα ὄντα τῆς φύσεως δεύτερα ἄν εἴη ἰῆς φύσεως, ἀλλὰ καὶ τὰ κατὰ ἔθη τε καὶ συνθήκας καὶ νόμους δεύτερα τῶν φύσει· τοῖς μὲν γὰρ ἡ φύσις ἡ οἰκεία αἰτία τοῦ τοιούτοις εἷναι, τοῖς δὲ ἡ περὶ αὐτῶν συνθήκη τῶνδέ τινων ἢ ἔθος. καὶ τῶν ἀγαθῶν δή, ὅσα τῇ ἑαυτῶν φύσει ἐστὶν ἀγαθά, αἱρετώτερα τῶν μὴ φύσει τοιούτων. οἷον ἡ μὲν δικαιοσύνη , ὡσπεοοῦν καὶ πᾶσα ἀρετή , τῇ φύσει τῇ αὑτῶν ἀγαθά· τὸ μέντοι παρ’ ἑκάστοις δίκαιον οὐ τῇ αὑτοῦ φύσει τοιοῦτον , ἀλλὰ ἢ κατ’ ἔθος ἢ κατὰ νόμον· ἄλλα γὰρ παρ’ ἄλλοις νόμιμα, καὶ ἔστιν ἑκάστοις τᾲ οἰκεῖα νόμιμα ἀγαθά τε καὶ αἱρετά. ὄντων δὲ ἀμφοτέρων ἀγαθῶν , καὶ τῆς δικαιοσύνης καὶ τῶν δικαίων τῶν νενομοθετηuι ἔνων, ἡ κατὰ φύσιν δικαιοσύνη τοῦ δικαίου τοῦ τοιούτου αἱρετωτέρα, ὅτι ἡ μὲν φύσει τὸ δὲ οὐ φύσει. δίκαιον γὰρ νῦν τὸ μὴ φύσει λαμβάνει, ἐπεὶ ἔστι τι καὶ φύσει δίκαιον, κατὰ δικαιοσύνην γινόμενον τό ὄυτον. ἢ τοῦ δικαίου λέγει τοῦ τὴν δικαιοσύνην ἔχοντος · ἐπίκτητον γὰρ τούτῳ [τὸ] ἀγαθόν ἡ δικαιοσύνη καὶ οὐ φύσει, εἴ γε μὴ φύσει δίκαιοι οἱ δίκαιοι· ἡ δὲ δικαιοσύνη τῇ αὑτῆς φύσει ἀγαθόν.

[*](p. 116a12)

Καὶ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ αἱρετώτερον, οἷον θεῷ ἢ ἀνθρώπῳκαὶψυχῇ ἢ σώματι.

Σαφὴς μὲν ὁ τόπος· λέγει γὰρ δι’ αὐτοῦ ὅτι τὸ τοῦ βελτίονος ἀγαθὸν αἱρετώτερον τοῦ ἀγαθοῦ ὃ τοῦ χείρονός ἐστιν. οὐ γάρ ἐστι τὸ λεγόμενον, ὡς ἄν δόξαι, ὅτι τὸ τῷ βελτίονι αἱρετώτερον τοῦτο καὶ αἱρετώτερον · [*](3 ὁ ajterum add. P2 5 διαφέρει A ἐπιβουλὴ Β διά τι Β 7 ἐπικτήτων P1, corr. P2 8 τὰς om. Α τῶν φύσεων (post ὄντα) Β 9 φύσεων Α: compend. P 10 ἡ alteium Β et ex corr. D: om. aAP τοῦ BD: τὸ aAP τοιούτους Β: οις in ras. P2 11 ἢ ora. B 12 μὲν om. D 13 καὶ πᾶσα ἀρετὴ] ras. P τῇ prius om. D αὐτῶν P2: αὐτῶν aABDP1 14 αὐτοῦ aP2: αὐτοῦ BDP1: αὐτῆ Α 16 αἱρετά τε κα ἀγαθά D καὶ alterum om. B 17 ἡ om. P 18 ante δικαιοσύνη add. ἡ AP τοῦ τοιούτου δικαίου Α τοῦ alterum add. P2 ἡ om. Α τὸ] τῶ Α 19 φύσιν (ante λαμβ.) Α 20 post δίκαιον add. γὰρ aABP 21 τοῦτο Β τὸ delcvi ἡ δικαιοσύνη supcrscr. Β 22 δίκαιον οἱ aB 22.23 τῆς—φὐσεως A 23 αὐτῆς D 24 post βελτίονι add. ὑπάρχον aB: post τ‘μιωτἐρῳ Arist. 25 καὶ] ἣ D 27 ὃ] ἢ B ou] oὕ τ D 28 noli conicere ὅτι ὃ, nam cf. p. 252,26, 256,26. 27 ἁ ρετὸν (ante τοῦτο) A)

234
οὐ γὰρ ποιεῖται τὴν σύγκρισιν τούτων ἃ τῷ αὐτῷ ἐστιν ἀγαθὰ ἡ αἱρετά, ἀλλ’ ἃ διαφερούσαις φύσεσι. δεῖται μέντοι διαστολῆς τινος ὁ τόπος. εἰ μὲν γὰρ ἁπλῶς τῇ ἑαυτοῦ φύσει τὸ αἱρετώτερον λαμβάνειν ἔοικεν ἀλλὰ μὴ τῷ τὴν ἐπίκρισιν αὐτοῦ ποιουμένῳ, ἁπλῶς ἀληθὴς ὁ τόπος, ἐπειδὴ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ, καθ’ ὃ βελτίων ἐστὶ καὶ τιμιώτερος, αἱρετὸν αἰρετώτερον τοῦ αἱρετοῦ τῷ μὴ τοιούτῳ καὶ μᾶλλον ἀγαθόν· τὰ γοῦν τοῖς θεοῖς αἱρετὰ ἀπλῶς αἱρετώτερα καὶ βελτίω τῶν τοῖς ἀνθρώποις αἱρετῶν, οἷον ἀθανασία ἢ ἡ τῶν ὅλων διακόσμησις καὶ ἀπάθεια σοφίας, ὑγείας, ἀρετῆς, πλούτου, φιλοσοφίας, τῶν τοιούτων ἃ τοῖς ἀνθρώποις ἐστὶν αἱ· ρετά. εἰ δ’ ἡ κρίσις τοῦ αἱρετωτέρου τῷ αἱρουμένῳ γίνοιτο. οὐκέτ’ ἂν ἁπλῶς ὁ τόπος ὑγιὴς εἴη· οὐ γὰρ τὰ τοῖς θεοῖς αἱρετὰ αἱρετώτερα ἡμῖν τῶν ἡμῖν αἱρετῶν, εἴ γε ἀδύνατα μὲν ἡμῖν πολλὰ τῶν ἐκείνοις αἱρετῶν, ἠλιθίου δὲ τὸ αἱρεῖσθαι τὰ ἀδύνατα. διὸ δέοιτο ἄν προσθήκης τῆς ‘δυνατῶν ὄντων ἀμφοτέρων᾿ . εἰ γὰρ εἴη ἄμφω δυνατὰ τῷ τὴν τοῦ αἱρετωτέρου ποιουμένῳ ἐπίκρισιν, αἱρετώτερον τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ αἱρετόν, οἷον τὸ κοινωφελὲς τοῦ ἰδιωφελοῦς αἱρετώτερον· ἀμφότερα γὰρ δυνατὰ νατὰ τῷ ἀνθρώπῳ, καὶ τοῖς θεοῖς τὸ κοινωφελὲς αἱρετόν τε καὶ κτὰ ὁμοίως καὶ τὸ εὗ ποιεῖν τοῦ εὗ πάσχειν· τοῖς γὰρ θεοῖς αἱρετὸν τὸ εὗ ποιεῖν, καὶ ἄμφω δυνατὰ τῷ ἀνθρώπῳ. οὕτως καὶ εἰ τῇ ψυχῇ μὲν αἱρετὸν τὸ φρονεῖν καὶ ὅλως αἱ ἀρεταί, σώματι δὲ τὸ ὑγιαίνειν καὶ τὸ ἰσχύειν, αἱρετώτερον τὸ φρονεῖν καὶ αἱ ἀρεταί, <εἴ γε> τὰ τῷ τιμιωτέρῳ τε καἰ βελτίονι· ψυχὴ γὰρ βελτίων σώματος. ὁμοίως καὶ τὸ ἐπίστασθαι τοῦ αἰσθάνεσθαι αἱρετώτερον, ἐπεὶ τὸ μὲν αἰσθάνεσθαι σωματικώτερον διὰ γὰρ σώματος), τὸ δ’ ἐπίστασθαι οἰκεῖον καὶ ἴδιον τῆς ψυχῆς. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ ἤδη εἰρημένου τοῦ “καὶ ὃ μᾶλλον ἄν ἕλοιτο ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς ἀνήρ”, ὅτι ἐν ἐκείνῳ μὲν ἀπὸ τοῦ μᾶλλον αἱρετοῦ τῷ βελτίονι ἡ ἐπιχείρησις ἐγίνετο, ἀμφοτέρων ὄντων αἱρετῶν τῷ αὐτῶ, ἐνταῦθα δέ, ὅταν ἄλλο μὲν ᾖ τῷ βελτίονι αἱρετὸν ἄλλο δὲ τῷ χείρονι, τὸ τῷ βελτίονι δείκνυται αἱρετώτερον, ὡς ἔχει ἡ ψυχὴ καὶ [*](1 τούτων om. D ἀγαθῶ Β 2 ἀλλ’ d scripsi: ἀλλὰ libri διὰ συστολῆς A 3 ἑαυτοῦ D: αὑτοῦ aAP: αὐτοῦ Β post ἔοικεν ras. 9 lit. P 4 μὴ ex corr. add. D αὐτοῦ scripsi: αὐτῶν libri ἀπλῶς om. Β ἐπεὶ δὴ D: ἐπεὶ δὲ aABP2: om. P1 5 τῷ in ras. P2 6 τῶ μὴ τοιούτω D: τοῦ μὴ τοιούτου aAP2 τοῦ μὴ τοιούτου καὶ corr. ex τῷ ἧττον εἰ γε τό P2): μὴ τοιούτου, sed ante αἱρετοῦ, B post μᾶλλον add. ἐστὶν B post ἀγαθὸν delevit καὶ αἱρετώτερόν P 7 αἱρετῶν] αἱρει in ras. D 8 καὶ om. ΒP1 (add. P2) ἀπαθείας A σοφίας supra scripto φιλο Β 10 αἱρετωτέρα Β τοῦ αἱρουμένου Α 11 ὁ τόπος post εἴη transposuit Α, post ὑγιὴς aBP 12 αἱρετῶν prius ex ἱμερτῶν corr. P2 13 τῆς Brandis Schol. p. 273b30: τὸ aABDP2: τῶν P1 16 ἰδιωφελοῦς] διαφέροντος A 19 δυνατὸν Α: non liquet D εἰ om. Β τῇ om. aP 20 μὲν scripsi: μόνον AD: μόνῃ aBP 21 τὸ prius om. aBP τὸ alterum corr. P2: τοῦ B εἴ γε addidi cf. Alex. De an. mantiss. 166,10 21. 22 καὶ αἱ—τὰ in ras. P2: καὶ αἱρετὸν τὰ αἱρετὰ, τουτέστιν ἀγαθὰ Β 22 τε om. Β 23 τοῦ αἰσθάνεσθαι τὸ ἐπίστασθαι Α 24 post οἰκεῖον add. νοὶ (sic) D 2.0 διαφέροιτο Β τῶ—εἰρημένω A τοῦ ἤδη εἰρημένου] p. 116a14 27 post αἱρετοῦ ras. —3 lit. P ἐγένετο Β ante ἀμφοτέρων καὶ B 28 ἄλλο prius ex ἄλλῳ, ut videtur, corr. P2 τὸ pro altero τῷ Α)
235
τὸ σῶμα· οὐ γὰρ ἄμφω ἑκατέρῳ αἱρετά· καὶ ἐκεῖ μὲν ἐζητεῖτο τὸ τῷ αἱρουμένῳ αἱρετώτερον, ἐνταῦθα δὲ τὸ ἁπλῶς αἱρετώτερον, οὐ τὸ τινί.

Καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἢ τὸ τοῦ χείρονος.

Παραδοὺς τόπον ἀπὸ τοῦ τῷ βελτίονι αἱρετοῦ συνιστάντα τὸ αἱρετώτερον, ἐπεὶ οὐ πάντως τὸ αἱρετόν τινι ἤδη καὶ ἴσιόν ἐστιν αὐτοῦ ὑγεία αἱρετὸν μὲν ἀνθρώπῳ, οὐ μὴν καὶ ἴδιον τὸ ὑγιαίνειν ἀνθρώπου), νῦν ἀπὸ τοῦ ἰδίου τόπον παραδίδωσι τὸ γὰρ τοῦ βελτίονος ἴδιον βέλτιον τοῦ ὃ ἴδιόν ἐστι τοῦ χείρονος), οὐκέτι κατὰ τὸ αἱρετώτερον τὴν σύγκρισιν ποιούμενος κατὰ τὸ βέλτιον ἁπλῶς· τὸ γὰρ τοῦ βελτίονος ἴδιον, εἰ μὴ δυνατὸν τῷ χείρονι, οὐδ’ ἂν αἱρετώτερον αὐτῷ εἴη. ἢ τὸ βέλτιον ἁπλῶς καὶ αἱρετώτερον ἁπλῶς εἶναι λαμβάνει, εἰ καὶ <ὡς> αὐτοῖς χρῆται· οὐ γὰρ τὴν σύγκρισιν ποιεῖται τοῦ αἱρετωτέρου τινὶ ἀεί, ἀλλὰ [καὶ] τοῦ ἀπλῶς καὶ κατὰ τὴν οἰκείαν φύσιν, ὥσπερ ἐποίησε καὶ ἐπὶ τοῦ πρὸ τούτου τόπου. ὅτι δὲ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον, ἔδειξε διὰ τοῦ εἶναι μὲν τὸ βέλτιον καὶ κατά τι αὑτοῦ βέλτιον· ἀλλὰ κατὰ μὲν τὰ κοινὰ καὶ τὰ ὅμοια τῷ τε χείρονι καὶ τῷ βελτίονι οὐδέτερον οὐδετέρου ὑπερέχει· οὐδὲ γὰρ διαφέρει· λείπεται κατὰ τὰ ἴδια αὐτῶν εἶναι τὴν διαφορὰν καὶ κατὰ τοῦτο τὸ βέλτιον ὑπερέχειν τοῦ χείρονος. εἰ δὲ κατὰ ταῦτα ἥ τε διαφορὰ αὐτοῖς καὶ ἡ ὑπεροχή, καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἂν εἴη. οἷον εἰ ζῷα ὁ θεὸς καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος, κατὰ μὲν τὸ γένος τὸ κοινὸν οὐδὲν ἀλλήλων διαφέρουσιν· ἐπεὶ δὲ βελτίων ὁ μὲν θεὸς τοὐ ἀνθρώπου. ὁ δὲ ἄνθρωπος τοῦ ἵππου, λείπεται τὴν διαφορὰν αὐτῶν εἶναι κατὰ τὰ ἴδια· εἰ οὖν θεοῦ μὲν ἴδιον ἀθανασία, ἀνθρώπου δὲ τὸ ἐπστήμης δεκτικόν, ἵππου δὲ τὸ χρεμετικστικόν, ἡ ἀθανασία μὲν βελτίων τοῦ ἐπιστήμης δεκτικοῦ, τὸ δὲ ἐπιστήμης δεκτικὸν τοῦ χρεμετιστικοῦ. οὕτως καὶ 45 εἰ ψυχῆς μὲν ἴδιον ὁρμή, σώματος δὲ ῥοπή, εἴη ἄν ὁρμὴ ῥοπῆς βελτίων, ἐπεὶ καὶ ψυχὴ σώματος. δοκεῖ δέ μοι τὸ βέλτιον καὶ τὸ χεῖρον ἐν τοῖς ὁμογενέσι λαμβάνειν, ἐπειδὴ καὶ ἡ σύγκρισις ἐν τοῖς κοινωνίαν ἔχουσι πρὸς ἄλληλα· διὸ καὶ εἶπε κατὰ μὲν γὰρ τὰ κοινὰ ἐν ἀμφοτέροις [*](1 post ἄμφω add. ἑκάτερον Α, δείκνυται· D μὲν om. D 3 καὶ—ἴδιον iterat Α βέλτιον om. Β 4 post τόπον add. τὸν aP2 τὸ in ras. 5 lit. P 4. 5 αἱρετώτερον] ἕτερον Α 5 τινι] τῳ P αὐτοῦ ἐστιν D 6 ἀνθρώπου aABP: ἀνθρώπω D 8 post οὐκέτι add. δὲ Α 10 ἴδιον οm. a αὐτὸ Α ἢ aBP2 (om. P1): εἰ μὴ D: ἢ εἰ μὴ Α τὸ om. Α 11 εἰ scripsi: διὸ libri ὡς addidi 13 καὶ delevi ante κατὰ add. τοῦ D ἐποίησε BD: ἐποίη P: ἐποίει aA 14 πρὸ τούτου scripsi: πρώτου libri βέλτιον om. B 15 αὐτοῦ libri βέλτια (post αὑτοῦ) Β post ἀλλὰ add. καὶ Α κατὰ] κα ex corr. add. D τὰ om. B 17 οὐδὲν Α: οὐ Β γὰρ ex corr. add. D διαφέρειν Α εἷναι ex corr. add. D 19 περιοχὴ Α ἂν ante transposuerunt aABP 20 ζῶον D ὁ alterum om. A post ἵππος add. καὶ τὸ ζῶον ὁ κύων Α, καὶ ὁ κύων D μὲν] δὲ A 21 ἀλλήλοις διαφέρει Α μὲν ὁ aAP 25 δεκτικὸν (ante τὸ) Α 20 μὲν om. B βελτίων ΑΒD, Ppr.: βέλτιον a, corr. P1 28 ἐπεὶ Α ἡ σύγκρισις post 29 ἄλληλα transposuit Α 29 καὶ om. Α post εἶπε add. ταῦτα P2 τὰ om. P)

236
οὐδὲν διαφέρει, ὡς τῶν συγκρινομένων ἐφειλόντων ἔχειν | τινά καὶ κοινὰ.

[*](p. 116b17)

Καὶ τὸ ἐν βελτίοσιν ἢ προτέροις ἢ τιμιωτέροις βέλτιον.

Ὁ τόπος τοιοῦτος· εἰ τῶν συγκρινομένων πρὸς ἄλληλα κτὰ τὸ αἱρετὸν τὸ μὲν ἐν βελτίοσιν εἴη τὸ δὲ ἐν χείροσιν, ἧτό μὲν ἐν προτέροις τὸ δὲ ἐν ὑπέροις, ἢ τὸ μὲν ἐν τιμιωτέροις τὸ δὲ ἐν ἧττον τοιούτοις, βέλτιον τὸ ἐν τοῖς ὑπερέχουσιν. οἷον εἰ ζητοῖτο πότερον ἐπιστήμη ἢ ὑγεία αἱρετώτερον, δεικνύοιτο ἂν ὅτι ἐπιστήμη ἀμφοτέρων ὄντων αἱρετῶν, ὅτι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ, ἡ δὲ ὑγεία ἐν σώματι, βελτίων δὲ ψυχὴ σώματος. πάλιν εἰ ζητοῖτο πότερον αἱρετώτερον ὑγεία ἡ ἰσχὺς ἢ κάλλος, δεικνύοιτο ἂν ἡ ὑγεία, ὅτι ἐν προτέροις, εἴ γε ἡ μὲν ὑγεία ἐν συμμετρίᾳ τῶν πρώτων σωματικῶν δυνάμεών ἐστιν, ἅ ἐστι θερμότης, ψυχρότης, ὑγρότης, ξηρότης, ἐκείνων δὲ ἡ μὲν ἰσχὺς ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν, νεύρων τε καὶ ὀπῶν καὶ πνεύμονος, τὸ δὲ κάλλος ἐν συμμετρίᾳ τῶν ἀνομοιομερῶν ἐν ἡμῖν μερῶν, προσώπου, τραχήλου, χειρῶν , τῶν ἄλλων μερῶν, ἅ ἐστι ὕστερα τῶν πρώτων ἐν ἡμῖν δυνάμεων. τῷ δὲ αὐτῷ λόγῳ πάλιν δεικνύοιτο ἄν καὶ ἡ ἰσχὺς αἱρετωτέρα τοῦ κάλλους· πρῶτα γὰρ τὰ ὁμοιομερῆ ἐν ἡμῖν, ἐν οἷς ἡ ἰσχύς, τῶν ἀνομοιομερῶν, ἐν οἷς τὸ κάλλος· ἕκαστον γὰρ τῶν ἀνομοιομερῶν ἐκ τῶν ὁμοιομερῶν σύγκειται, οἷον τὸ πρόσωπον ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν· διὸ καὶ συναναιρεῖται μὲν ἀναιρουμένων, οὐ συναναιρεῖ δὲ ἀναιρούμενον. πάλιν εἰ ζητεῖται πότερον αἱρετώτερον θεωρία ἢ πρᾶξις, δεικνύοιτο ἄν ὅτι θεωρία τῷ εἶναι περὶ τὰ τιμιώτερα τὴν ἐνέργειαν αὐτῇ ἡ μὲν γὰρ πράξις περὶ τὰ πρακτά τε καὶ ἐφ’ ἡμῖν, ἡ δὲ θεωρία περὶ τὰ θεῖα), καὶ ἐπειδὴ τῷ τιμιωτάτῳ τῆς ψυχῆς γίνεται· τιμιώτατον γὰρ ὁ νοῦς τῶν τῆς ψυχῆς δυνάμεων, οὗ ἐνέργεια ἡ θεωρία.

[*](1 ἔχειν—κοινά (2) add. P2 2 ante κοινὰ add. τὰ Α 3 βέλτιον om. aP 4 post τόπος add. οὗτος D 7 ἐπιστήμην Α 7. 8 αἱρετωτέρα A 8 post δεικνύοιτο add. δ’ a ἐπιστήμη—ὅτι om. B 9 βέλτιον aP 10 αἱρετωτέρα Α ἡ om. A 11 ὅτι om. Β ὑγεία alterum] οἰκία A τῶν—συμμετρίᾳ (13) om. Α πρώτων] ὤ in ras. 2 lit. P2 προ(??)τέρ(??)ων D 12 σωμάτων BP1 (corr. P2) ἐστιν om. aP ἁ (add. P2) ἐστι] τουτέστι τῶν στοιχείων. οἷον Β 14 πνεύμονος D: πνεύματος aABP τὸ δὲ κάλλος— ἀναιρούμενον (21) Suidas sub v. κάλλος ὁμοιομερῶν P1, corr. P2 15 ante τῶν add. καὶ B 15. 16 ὕστερά ἐστιν aBP Suid. 16 πρώτων corr. ex πρὸ τῶν P2 ἐν ἡμῖν D: om. aABP Suid. πάλιν om. D Suid. 17 ἡ D Suid.: om. aABP αἱρετώτερον aA ἀνομοιομερῆ A 21 ἀναιρούμενον ΑΒ Suid.: ἀναιρου D: ἀναιρούμενα aP πάλιν—θεωρία (26) Suidas sub θεωρία εἰ D: ἂν aBP: om. Α ζητῆται aBP αι in ras. P2): fort. ζητοῖτο cf. vv. 7. 10 p. 238, 19 23 ante τὴν add. τῶν Α αὐτῇ ante τὴν transposuit B: αὐτῆς A Suid. πρακτά τε aBP: πρακτέα AD: πρακτέα τε Suid. 24. 25 γίνεται τῆς ψυχῆς D 25 τιμιώτερος Α 25. 26 ἡ θεωρία ἐνέργεια A)
237
[*](p. 116b22)

Καὶ τὸ τέλος τῶν πρὸς τὸ τέλος αἱρετώτερον.

Σχεδὸν οὗτος ὁ τόπος ἐμπεριέχεται τῷ ἤδη εἰρημένῳ πρὸ ὀλίγου, τῷ “καὶ > δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἕτερον αἱρετοῦ” τὸ μὲν γὰρ τέλος δι’ αὑτὸ αἱρετόν, τὸ δὲ πρὸς τὸ τέλος δι’ ἕτερον· διὰ γὰρ τὸ τέλος. διαφέροι δ’ ἄν, ὅτι ἐκεῖ οὐ τὰ πρὸς τὸ τέλος συνεκρίνετο τῷ τέλει, ἀλλὰ τοῖς δι’ αὑτὰ αἱρετοῖς τὰ ὁπωσοῦν δι’ ἄλλα αἱρετὰ καθόλου καὶ ἃ μὴ δι’ αὐτὸ τοῦτο ὡς ὄντα τέλος αὐτῶν ἦν αἱρετά, διὰ δέ τι ἄλλο, ἐνταῦθα δὲ τῶν τελῶν καὶ τῶν πρὸς αὐτὰ ἡ σύγκρισις. οὕτως ὑγεία μὲν αἱρετωτέρα γυμνασίων, περιπάτων, σιτίων, ὅλως διαίτης, ὅτι ἡ μὲν τέλος, ταῦτα δὲ ἐκείνης χάριν· καὶ εὐδαιμονία ἀρετῆς, ὑγείας, πλούτου, τῶν ἄλλων ἀγαθῶν· ἡ μὲν γὰρ τέλος, ταῦτα δ’ ἐκείνης χάριν· καὶ τὸ εἰδέναι τοῦ μανθάνειν, καὶ τὸ κατὰ τὰς ἕξεις ἐνεργεῖν τοῦ τὰς ἕξεις ἔχειν.

[*](p. 116b23)

Καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους.

Ὁ τόπος ἐν τοῖς πρὸς τὸ τέλος συντελοῦσιν ἔχει τὴν σύγκρισιν· εἰ γὰρ εἴη δύο τινὰ ἔχοντα πρὸς ἕν τι τέλος τὴν ἀναφοράν, τὸ ἐγγύτερον τοῦ τέλους τοῦ πορρωτέρω αἱρετώτερόν τε καὶ ἄμεινον. οἷον ὑγείας αἴτιον καὶ τὸ κείρεσθαι καὶ τὸ γυμνάζεσθαι· ἀλλ’ ἐπεὶ τὸ γυμνάσιον ἐγγύτερον τῆς ὑγείας, ἄμεινον καὶ αἱρετώτερον· τὸ γὰρ ἐγγυτέρω τοῦ τέλους δοκεῖ τὸν αὐτὸν λόγον ἔχειν πρὸς τὸ πρὸ αὐτοῦ αἴτιον ὃν τὸ τέλος πρὸς αὐτό· τέλος γάρ πως καὶ τοῦτο ἐκείνου. οὕτως καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τῆς ἕξεως αἱρετωτέρα· ἐγγυτέρω γὰρ τῆς εὐδαιμονίας, ὃ τέλος ἐστὶν ἀμφοῖν. δόξαι δ’ ἄν οὕτως καὶ τὰ ὑγείας φυλακτικὰ αἱρετώτερα εἶναι τῶν ποιητικῶν αὐτῆς· τὰ μὲν γὰρ συνυπάρχει τῇ ὑγείᾳ. τὰ δὲ πρὸ αὐτῆς ἐστιν. οὕτως ἱππικὴ μὲν ἀμείνων χαλινοποιητικῆς ἀμφοτέρων συντελουσῶν πρὸς στρατηγίαν, ὅτι ἐγγυτέρω ἡ ἱππική· τεκτονικὴ δὲ ὑλοτομικῆς ἀμφοτέρων χρησίμων οὐσῶν πρὸς ναυπηγίαν, καὶ ἰατρικῆς γυμναστικὴ ἀμφοτέρων πρὸς εὐεξίαν συντελουσῶν.

[*](1 post αἱρετώτερον add. δοκεῖ εἶναι Arist. (om. C, pr. u) 2 πρὸ ὀλίγου] p. 116a29 3 τὸ ex Arist. addidi αὑτὸ prius Β, corr. D: αὐτὸ aAP, Dpr. αἱρετοῦ] αἱρετω D αὑτὸ alterum D corr., P2: αὐτὸ aABP1, Dpr. 4 τὸ alterum add. P2 διαφέρει Α αὑτὰ D: αὐτὰ aAP: αὑτὸ Β 6 τι (ante ἄλλα) A ἃ D: οm. aABP 7 ὡς ὄντα ex ὅσον, ut videtur, corr. P2 8 ante ὑγεία add. ἡ Α αἱρετώτερον Α 11 τελεία Α 14 post τέλος add. τοῦτο Β: ras. 5 lit. P συντελοῦσαν Β: om.. sed signo correcturae posito, D 15 πρὸς ἐν τι τέλος ante ἔχοντα transposuerunt aBP: om. A 15 et 17 ἐγγυτέρω aBP 16 καὶ alterum om. Α 17 κείρεσθαι εσ in ras. P2) καὶ τὸ om. B καὶ om. Α 19 ὧν Α post alterum τὸ eras. 1 lit. P αὐτό D αὐτόν Α: αὐτὸ τοῦτο aBP 21 αἱρετώτερον aAP ἐγγύτερα Α 22 δόξη Α ὑγείας scripsi: ὑγιεινὰ ABDP1: ὑγιεινὰ φάρμακα ὡς aP2 23 τὸ μὲν D πρὸς aAP 25 στρατείαν aP ἐγγύτερα Α 26 χρησίμων D: om. aABP οὐσῶν] συντελουσῶν, sed post ναυπηγίαν, Β)
238
[*](p. 116b24)

Καὶ ὅλως τὸ πρὸς τὸ τοῦ βίου τέλος αἱρετώτερον μᾶλ- λον ἡ τὸ πρὸς ἄλλο τι.

Ἃ γὰρ πρὸς τὸ τελειότατον τέλος συντελεῖ, αἱρετώτερα τῶν πρός ἄλλο τι συντελούντων· τελειότατον δὲ τέλος ἐστὶν ἡ εὐδαιμονία· πάντα γὰρ τὰ ἄνα ἐπὶ ταύτην τὴν ἀναφορὰν ἔχει. εἰ οὗν καὶ τῶν ἄλλων τὰ τέλη πρὸς εὐδαιμονίαν ἔχει τὴν ἀναφοράν, δῆλον ὅτι καὶ ὅσα πρὸς ἐκείνων τι συντελεῖ, δεύτερα ἂν εἴη τῶν πρὸς εὐδαιμονίαν συντελούντων. δυνάμει δὲ καὶ οὗτος ὁ τόπος ἐστὶν ἐν τῷ πρὸ αὐτοῦ· ἐπεὶ γὰρ ἓν τὸ τελειότατόν ἔτι τέλος καὶ γὰρ τὰ ἄλλα, ὅσα δοκεῖ τέλη ἄλλων εἶναι, τοῦ τελειοτάτου τέλους χά | ριν ἐστί), καὶ τὰ ἄλλων τινῶν τέλη καὶ αὐτὰ τοῦ τελείου [*](125) τέλους χάριν δῆλον ὅτι ὄντα· διαφορὰ δὲ αὐτῶν ἐστιν, ὅτι τὰ μὲν ἐγγὺς τοῦ τελειοτάτου τέλους ἐστὶ τὰ δὲ πόρρω. οἷον εὐδαιμονία μὲν τὸ τελειότατον τέλος, φρόνησις δὲ τέλος καὶ αὐτὴ ἄλλου τινὸς οὖσα τῆς εὐδαιμονίας χάριν ἐστὶ καὶ αὐτή· γίνεται οὖν καὶ αὐτὴ καὶ τὰ δι’ αὐτὴν τέλος ἔχοντα τὴν εὐδαιμονίαν, ἀλλ᾿ ἡ μὲν φρόνησις ἐγγὺς τῆς εὐδαιμονίας προσεχῶς γὰρ τέλος αὐτῆς αὕτη), τὸ δὲ φρονήσεως ποιητικόν, οἷον παιδεία, προσεχὲς μὲν τέλος ἔχει. τὴν φρόνησιν, ἔσχατον δὲ τὴν εὐδαιμονίαν· ἐγγυτέρω γὰρ ἡ φρόνησις τῆς εὐδαιμονίας παιδείας τε καὶ τῶν φρονήσεως ποιητικῶν· εὐλόγως οὗν αὐτῶν ἐστι καὶ αἱρετωτέρα. εἰ τοίνυν ζητοῖτο πότερον αἱρετώτερον ὑγεία ἢ πλοῦτος, ἐπεὶ ἡ μὲν ὑγεία πρὸς τὸ τοῦ βίου τέλος τὴν ἀναφορὰν ἔχει, τοῦτ’ ἔστι πρὸς εὐδαιμονίαν, ὁ δὲ πλοῦτος πρὸς τὰς κατ’ ἐνευθεριότητα ἐνεργείας, αἵτινες καὶ αὐταὶ ἐπὶ τὴν εὐδαιμονίαν ἔχουσι τὴν ἀναφοράν, εἴη ἄν ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα. ἀλλὰ καὶ τῶν φρονήσεως ποιητικῶν αἱρετωτέρα ἡ κατὰ δικαιοσύνην ἐνέργεια· ποιητικὴ γὰρ εὐδαιμονίας αὕτη. δεικνύοιτο δ’ ἄν διὰ τοῦ τόπου τούτου ἡ ἀρετὴ αἱρετωτέρα τῆς παρὰ βασιλέως τιμῆς, εἴ γε τῆς μὲν ἀρετῆς εὐδαιμονία τέλος. τῆς δὲ παρὰ βασιλέως τιμῆς τὸ ἔθνους ἄρξαι τινός.

[*](1 πρὸ aP τὸ alterum om. aAP 3 τὸ om. aP αἱρετώτερον Β: αἱρετώτερ’ ἄν P: αἱρετώτερον ἂν a 4 δὲ D: γὰρ aABP post τέλος add. ὅπέρ aABP 6 τὴν ἀφορᾶν ἔχει Β: om. Α πρό (ante ἐκείνων) aP ἐκεῖνα D τι om. Β 7 δεύτερος Β 8 ἓν τὸ] P2, post τό eras. 1 lit. p 9 γὰρ delendum esse notavit in Aldino exemplo Brandis ante ἄλλων add. τῶν D εἶναι ἄλλων A 10 ἐστὶ χάριν Β τὰ aAP: τῶν BD 10. 11 τελείου τέλους] τελειοτάτου Β: fort. τελειοτάτου τέλους 11 δῆλά ἐστιν conicio ἐστιν D: om. aABP 12 τέλους om. Β 13 τελεία (post δὲ) Α αὐτὸ Β ἄλλου ABP: ἀλλ’ οὔ aD 14 καὶ αὐτή om. Α αὕτη utrobique Β καὶ alterum om. A τέλη A 16 αὐτῆς τέλος aBP αὐτή P1 (corr. P2): ἐστι Α 18 ἐγγυτέρω ΑΒD: ἐγγυτέρα P α P3): ἐγγυτέος a γάρ ἡ ἡ D: om. aAP) φρόνησις] οὖσαν Β τε] δὲ Β 19 οὖν ΑD: οm. aAP αὐτῶν] ῶν P3: αὐτὴ a καὶ DP: om. aAB 22 αὗται aABP 23 ἡ D: om. aABP 24 τῶν φρονήσεως] ν φρονή in ras. 6 lit. P2 24. 25 ποιητικὸν D: compend. B 25 εὐδαιμονία A δ’ ἄν om. D ἡ D: om. aABP 20 παρὰ D: περὶ aABP μὲν om. Α, ex corr. add. D 27 post δὲ add. τοῖς P βασιλέως ΑΒ: βασιλεῦσι aDP ἄρξαι ἔθνους Α)
239
[*](p. 116b26)

Καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου.

οὐκέτι τοῦτο ἁπλῶς αἱρετώτερον ἀλλὰ τῷ αἱρουμένῳ. σαφὴς δὲ ὁ τόπος· εἰ γὰρ τῶν συγκρινομένων εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, αἱρετώτερον τὸ δυνατὸν τούτῳ ᾧ τὸ ·ἕτερον ἀδύνατον. οἷον ἐπεὶ μακροβιότης μὲν ἀνθρώπῳ δυνατὸν ἀθανασία δὲ ἀδύνατον, αἱρετώτερον ἂν εἴη ἀνθρώπῳ μακροβιότης ἀθανασίας· ὁμοίως καὶ μετριοπάθεια ἀπαθείας. ἁπλῶς μὲν γὰρ ἀθανασία ἄν εἴη αἱρετώτερον καὶ ἀπάθεια, ἐπεὶ τῷ βελτίονι ταῦτα αἱρετά, θεῷ. ὅτι γὰρ καὶ ἀδύνατα αἱρετὰ λέγει, οὐ τούτοις οἷς ἐστιν ἀδύνατα, ἀλλ’ ἁπλῶς, εἰ εἴη τοιαῦτα, ἔδειξε διὰ τοῦ τὴν σύγκρισιν ποιήσασθαι τὴν κατὰ αἱρετώτερον καὶ ἐπὶ ἀδυνάτου· τοῦτο γὰρ αἱρετώτερον. ἁπλῶς μὲν οὖν δύναται καὶ τὸ ἀδύνατον αἱρετώτερον ὂν δείκνυσθαι τοῦ δυνατοῦ· τῶ δὲ αἱρουμένω τὸ δυνατὸν αἱρετώτερον.

[*](p. 116b26)

Ἔτι δύο ποιητικῶν, οὗ τὸ τέλος βέλτιον.

Ἀσαφῶς εἴρηται διὰ βραχύτητα ὁ τόπος. ἔστι δὲ τοιοῦτος· εἰ δύο εἴη τινὰ δύο τελῶν ποιητικά τινων, οὗ τὸ τέλος βέλτιον καὶ αἱρετώτερον, καὶ αὐτὸ βέλτιον. οὕτως παιδεία γυμνασίων δεικνύοιτ’ ἂν ἀμείνων, εἴ γε γυμνάσια μὲν ὑγείας ἐστὶ ποιητικά, παιδεία δὲ φρονήσεως. καὶ ἔστιν ἡ φρόνησις τῆς ὑγείας αἱρετώτερον. πάλιν τὸ γυμνάζεσθαι τοῦ χρηματέξεσθαι αἱρετώτερον· τὸ μὲν γὰρ πλούτου, τὸ δὲ ὑγείας ποιητικόν, βέλτιον δ’ ὑγεία πλούτου. δῆλον δὲ ὅτι, εἰ ἀμφότερα ποιητικὰ τῶν οἰκείων τελῶν λαμβάνοιτο ἢ ὁμοίως γε, ὁ τόπος ὑγιής. ἐὰν γὰρ τὸ μὲν τοῦ ἧττον αἱρετοῦ τέλους προσεχῶς ποιητικὸν ᾖ, τὸ δὲ τοῦ αἱρετωτέρου πορρωτέρω, οὐ πάντως τὸ τοῦ αἱρετωτέρου ποιητικὸν αἱρετώτερον· οὐ γὰρ αἱρετώτερον τὸ κείρεσθαι τοῦ χρηματίζεσθαι, καίτοι τὸ μὲν ἐπὶ ὑγείαν, τὸ δ’ ἐπὶ πλοῦτον ἄγει· ἀλλὰ πλεῖον ἀφέστηκε τὸ κείρεσθαι τῆς ὑγείας ἢ τὸ χρηματίζε- σθαι τοῦ πλούτου.

[*](3 αδύνατον—δυνατόν (add. P2) aP 6 μακροβίοτος ἀθανασία Α μετριοπαθεῖ aP 7 ἄν ἀθανασία αἱρετώτερον εἴη Β 7. 8 ἐπεὶ τὸ βέλτιον εἰ Α 8 γὰρ καὶ ABD: καὶ in ras. 3 lit. P2: γὰρ a 9 εἰ om. ΑΒ 10 τὴν aAP: τῶν BD ante ἀδυνάτου add. τοῦ aB 1.5 post ἔτι add. εἰ aBP post ποιητικῶν add. ὄντων aB (Cf, re. c) post βέλτιον add. καὶ αὐτό Β καὶ αὐτὸ βέλτιον Cf) 14 βραχύτητος Α δέ ἐστι aP 15 τινῶν post δύο transposuit Β, at cf. p. 240,2. 14: οm. aAP 16 παίδων Α 17 ποιητικά ἐστι ΑΒ ἐστιν] ἔτι B αἱρετωτέρα AB 19 δ᾿ Α: δὲ Β: ἡ aP: δ᾿ ἡ D γὰρ οm. A 22 τέλος aP 23 οὐ εἰ P2) γὰρ αἱρετώτερον ADP2: οὐχ αἱρετώτερον γὰρ aB: om. P1 (??)γει 24 κείρεσθαι aD: κείρασθαι B: alterumutrum P1: κεῖσθαι AP2 25 ἀεί D τὸ κείρεσθαι om. D: ut vs. 24 aABP)
240
[*](p. 116b27)

Ποιητικοῦ δὲ καὶ τέλους ἐκ τοῦ ἀνάλογον.

εἰπὼν διὰ τοῦ πρὸ τούτου τόπου τὸ τοῦ βελτίονος ποιητικὸν τέλους βέλτιον εἶναι, ὡς ἀναλογίαν ἐχόντων πρὸς ἄλληλα τῶν τελῶν καὶ τῶν ποιητικῶν αὐτῶν ὅσῳ γὰρ ἂν τὸ τέλος τοῦ τέλους ὑπερέχῃ, τοσοῦτον. καὶ τὸ ποιητικὸν τοῦ ποιητικοῦ), ταύτῃ τῇ ἀναλογίᾳ προσχρώμενος τόπον τινὰ ἡμᾶς διδάσκει, ᾧ προσχρώμενοι δυνησόμεθα συγκρίνειν τέλος τινὸς καὶ ποιητικόν τι ἄλλου τέλους. πάνυ δὲ γλαφυρὰ ἡ τοῦ τόπου τούτου εὕρεσις· φησὶ γὰρ ὅτι ἐκ τοῦ ἀνάλογον εὑρήσομεν καὶ ἐν τούτοις τήν τε ὑπεροχὴν καὶ τὸ αἱρετώτερον. ἄν γὰρ λάβωμεν καὶ τὸ τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τῷ τέλει οἰκεῖον τέλος, οὗ ἐστι ποιητικόν, καὶ πάλιν τοῦ τέλους τ οὐ συγκρινομενου τῳ ποιητικῷ τὸ οἰκεῖον ποιητικὸν καὶ εὕρωμεν πόσῳ υπερέχει τὸ τέλος τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τέλους αὐτῷ, δῆλον ὅτι ἔχοιμεν ἄν καὶ ὅσῳ τὸ συγκρινόμενον ποιητικὸν ὑπερέχει τοῦ ποιητικοῦ, ὅ ἐστι τοῦ συγκρινομένου ποιητικὸν τέλους· ὡς γὰρ τὸ τέλος πρὸς τὸ τέλος, οὕτως καὶ τὸ ποιητικόν, ὡς ἐδείχθη διὰ τοῦ πρὸ τούτου τόπου. τούτων τοίνυν οὕτως ἐχόντων, ἂν τὸ τέλος τοῦ τέλους πλέον ὑπερέχῃ ἢ | τὸ ὑπερεχόμενον τέλος τοῦ ἰδίου ποιητικοῦ, εἴη ἄν καὶ τὸ ποιητικὸν [*](126) τοῦ ὑπερέχοντος τέλους πλεῖον ὑπερέχον τοῦ ποιητικοῦ τοῦ ὑπερεχομένου τέλους ἢ τὸ τέλος τὸ ὑπερεχόμενον τοῦ οἰκείου ποιητικοῦ. εἰ γὰρ ὅσον τὸ τέλος τοῦ τέλους ὑπερεῖχε, τοσοῦτον καὶ τὸ ποιητικὸν τοῦ ποιητικοῦ, πλείονι δὲ τὸ τέλος τοῦ τέλους ἢ τὸ ὑπερεχόμενον τέλος τοῦ ἰδίου ποιητικοῦ, δῆλον ὅτι καὶ τὸ ποιητικὸν πλείονι ὑπερέχει τοῦ ποιητικοῦ ἢ τὸ ἴδιον αὐτοῦ τέλος. τὸ δὲ τοῦ αὐτοῦ πλείονι ὑπερέχον τοῦ ἐλάττονι ὑπερέχοντος βέλτιον· ὑπερέξει ἄρα καὶ τὸ ποιητικὸν τοῦ τέλους ᾧ συνεκρίνετο, καὶ αἱρετώτερον αὐτοῦ ἔσται. οἷον ἔστω ποιητικὸν εὐδαιμονίας ἡ φρόνησις, καὶ ζητείσθω πότερον αἱρετώτερον ἡ φρόνησις οὖσα ποιητικὸν εὐδαιμονίας ἢ ἡ ὑγεία, ἥτις καὶ αὐτὴ τέλος ἐστίν. ἄν δὴ λάβωμεν τήν τε εὐδαιμονίαν, ἧς ἡ φρόνησίς ἐστι ποιητική, καὶ τὸ τῆς ὑγείας οὔσης τέλους ποιητικόν, οἷον τὸ γυμνάσιον, ἔσται ὡς τὸ τέλος πρὸς τὸ τέλος, ἡ εὐδαιμονία πρὸς [*](2 τοῦ prius aDP: τὸν Α: τὸ Β τόπον Α τοῦ alterum om. Α 3 ἀναλόγου Α 4 ὑπερέχει aP τοσούτω B 5 χρώ D 5. 6 ἱμὰς διδάσκει τινά Β 7 δὲ ABDP2: γὲ P1: γὰρ a τούτου AD: om. aBP post, εὕρεσις add. ἀνθηρὰ λαμπρὰ τερπνὴ Β 8 τούτου a (corr. iam Brandis Schol. p. 274. a38) τὴν τε in ras. P2 10 τέλους in ras. D 11 συγκρινομένῳ B πόσον Β 11. 12 ὑπάρχει aB 12 αὐτοῦ A 14 ὅ ex ὦ corr. Β τέλους ante ποιητικόν transposuerunt aBP: om. Α πρὸς τὸ τέλος AD: om. aBP 16 οὕτως τούτων τοίνυν τοίνυν Β πλεῖον aABP ὑπάρχῃ a 17 supra τὸ prius add. παρὰ P2 18 fort. πλείονι sive πλέον cf. vv. 16. 21—23, p. 9—27 ὑπερέχον transposuit Α: ὑπάρχον a 19 τέλους ADP: τέλος aB 21 πλείονι aBP: πλεῖον AD 22 ὑπάρχει A: ὑπερέξει aP 23 ὑπερέχοντος mrg. D 24 βέλτιον add. P2 ὑπάρξει P 20 ἡ φρόνησις—φρόνησίς (28) initio paginae P3 ἡ alterum om. BD 27 ἥτις] ὅτι Β 28 ποιητικόν (post ἐστι) B τέλους aP: τέλος ABD ποιητικόν] ὄν in ras. P2 29 τὸ alterum om. D)

241
τὴν ὑγείαν, οὕτως καὶ τὸ ποιητικὸν πρὸς τὸ ποιητικόν, ἡ φρόνησις πρὸς τὸ γυμνάσιον· ὥσπερ γὰρ ἔχει ἡ εὐδαιμονία πρὸς τὴν φρόνησιν, τὸ ἴδιον ποιητικόν, οὕτως ἔχει καὶ ἡ ὑγεία πρὸς τὸ ἴδιον ποιητικόν, ὅ ἐστι τὸ γυμνάσιον. οὕτως δ’ ἐχόντων καὶ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἡγούμενον, ἡ εὐδαιμονία πρὸς τὴν ὑγείαν, οὕτως τὸ ἑπόμενον πρὸς τὸ ἑπόμενον, ἡ φρόνησις πρὸς τὸ γυμνάσιον· ὅσῳ δὴ αἱρετωτέρα εὐδαιμονία ὑγείας, τοσούτῳ καὶ φρόνησις γυμνασίου. κειμένων τούτων ἐξετάσωμεν πάλιν εἰ ἴσον ὑπερέχει ἡ εὐδαιμονία τῆς ὑγείας καὶ ἡ ὑγεία τοῦ γυμνασίου, ὃ ἦν αὐτῆς ποιητικόν, ἢ πλέον ἢ ἔλαττον. ἂν μὲν γὰρ πλέον ὑπερέχῃ ἡ εὐδαιμονία τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνασίου, ἔσται καὶ ἡ φρόνησις ἡ ποιητικὴ τῆς εὐδαιμονίας πλέον ὑπερέχουσα τοῦ γυμνασίου ἤπερ ἡ ὑγεία· εἰ δὲ πλέον τοῦ αὐτοῦ ὑπερέχει, δῆλον ὅτι καὶ αἱρετωτέρα ἐστὶ τῆς ὑγείας· πλείονι γὰρ τοῦ αὐτοῦ ὑπερέχουσα ὑπερέχοι ἂν καὶ ταύτης. εἰ δὲ ἴσον ἥ τε εὐδαιμονία τῆς ὑγείας καὶ ἡ ὑγεία τοῦ γυμνασίου ὑπερέχει, ἴσον ἄν καὶ ἡ φρόνησις τοῦ γυμνασίου ὑπερέχοι καὶ ἡ ὑγεία· εἰ δὲ ἴσον, ὁμοίως ἄν εἴη καὶ αἱρετὴ αὐτῇ. εἰ δὲ ἔλαττον ἡ εὐδαιμονία ὑπερέχει τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνασίου, ἔλαττον ἂν καὶ ἡ φρόνησις ὑπερέχοι τοὐ γυμνασίου ἤπερ ἡ ὑγεία· ἔλαττον δὲ ὑπερέχουσα δῆλον ὡς καὶ ἔλαττον [ἄν] αἱρετὴ αὕτη. καὶ οὕτως ἂν εἴη τέλος αἱρετώτερον δεδειγμένον ἡ ὑγεία τοῦ ποιητικοῦ, τοῦτ’ ἔστι τῆς φρονήσεως, ᾧ συνεκρίνετο. δεικνύοιτο δ’ ἂν ἡ εὐδαιμονία πλέον ὑπερέχουσα τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνάζεσθαι διὰ τὸ μὴ οὕτως δεῖσθαι τὴν εὐδαιμονίαν τῆς ὑγείας, ὡς δεῖται ἡ ὑγεία τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ γυμνάζεσθαι ποιητικὸν τῆς ὑγείας, ἡ δὲ ὑγεία, εἰ καὶ συντελεῖ πρὸς εὐδαιμονίαν, ἀλλ’ οὐχ ὡς ποιητικὸν αὐτῆς ἀλλὰ πορρωτέρω. ὥστε πλείονι ὑπερέχοι ἂν ἡ εὐδαιμονία τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνάζεσθαι· πλείονι ἄρα καὶ ἡ φρόνησις τοῦ γυμνάζεσθαι ἢ ἡ ὑγεία· τὸ δὲ τοῦ αὐτοῦ πλείονι κατὰ τὸ ἀγαθὸν ὑπερέχον καὶ αἱρετώτερον. οὐ μόνον δὲ εὗρε τὸν τόπον περιττῶς, ἀλλὰ καὶ ἡρμήνευσεν ἰσχυρῶς τε καὶ βραχέως.

[*](1 ποιητὸν (ante πρὸς) P 2 ὡς a et ante ras. 3 lit. P γὰρ om. Α ἔχει add. P2 τὴν Β: om. aADP 3 οὕτως—γυμνάσιον addiderat in mrg. P3 sed pleraque abscisa sunt ἔχει D: om. aAB ἡ AD: om. aB τὸ alterum om. A 4 ἡ om. B 5 τὴν Α: om. aBDP αἱρετώτερον ἡ A 7 ἐξετάζομεν Α: ἐξετάσομεν P πάλιν om. Β ἴσον ABD: ὅσον aP 8 et 9. 10 τῆς ὑγείας ἡ εὐδαιμονία D 10 ἡ (post ἢ) om. Β 11 πλείονι (ante ὑπερέχ.) Β εἴπερ D πλέον alterum D: πλεῖον aABP 12 ἐστὶ ΒD: έσται. aAP 13 ὑπάρχοι A: ὑπερέχοιεν B ἄν—ὑπερέχει (14) om. D ἶσα Β 14 ἡ prius om. Β ὑπερέχει ΑΒ: ὑπερέχοι aP ἴσον—ὑπερέχοι (15) om. Α 15 ὑπερέχῃ Β εἰ—ὑγείας (16) om. Β εἴη post 16 αὐτῇ transposuit D 16 αὐτῇ P2: αὕτη aADP1 ὑπερέχει ἡ εὐδαιμονία D εἰ—ὑγείας repetit, sed eodem atque aAP ordine, D ἡ alterum om. Β 17 καὶ ἡ φρόνησις ἂν ἔλαττον Α ὑπερέχῃ B 18 post δῆλον add. οὖν Β ἂν ex corr. add. D: ut e vs. 17 illatum delevi αἱρετὴν a ἢ addidi 19 post τέλος add. ἔλαττον aB 21 πλεῖον aABP ἡ om. BD διὰ—τοῦ γυμνάζεσθαι (23) in mrg. addiderat P3, sed ut vs. 3 pleraque perierunt 23 post ποιητικόν add. ἐστι Β 24 αὐτὴ AP 2.1 πλέονι ἂν ὑπερέχοι D ἡ alterum ΑΒ: om. aDP 26 πλείονι D: πλεῖον AB: πλείων aP ἡ alterum om. Α, ex corr. add. D 27 ὑπάρχον Α 28 τε in α 9 ras. D βραχέως D (voluit fortasse εὐθέως))
242
[*](p. 116b37)

Ἔτι τὸ κάλλιον καθ’ αὑτὸ καὶ τιμιώτερον καὶ ἐπαινετωτερον.

Κοινότερον τοῖς ὀνόμασι νῦν χρῆται, τῷ τε καλλίονι καὶ τῷ τιμιωτέρῳ καὶ ἐπαινετωτέρῳ. ἐν μὲν γὰρ τῇ τῶν ἀγαθῶν διαιρέσει τίμια μὲν τῶν ἀγαθῶν εἶπεν εἶναι τὰ ἀρχικώτερα, ὡς θεούς, γονεῖς, εὐδαιμονίαν, καλὰ δὲ καὶ ἐπαινετὰ τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας, δυνάμεις δὲ οἷς ἔνεστιν εὖ καὶ κακῶς χρῆσθαι, ὠφέλιμα δὲ τὰ τούτων ποιητικὰ τῶν ἀγαθῶν καὶ εἰ ταῦτα συντελοῦντα. νῦν δὲ τὸ καλὸν καὶ τὸ ἐπαινετὸν καὶ τὸ τίμιον ἔοικε καὶ κατὰ τῶν ὡς δυνάμεων ἀγαθῶν φέρειν. ὁ δὲ τόπος τοιοῦτος. τὸ καθ’ αὑτὸ κάλλιον, τοῦτ’ ἔστι τὸ τῇ ἑαυτοῦ φύσει κάλλιον, καὶ τιμιώτερον καὶ ἐπαινετώτερον [καὶ αἱρετώτερον] τοῦ ἦττον τοιούτου τῇ ἑαυτοῦ φύσει αἱρετώτερον. κάλλιον γὰρ τῇ αὑτοῦ φύσει καὶ τιμιώτερον καὶ ἐπαινετώτερον ἡ φιλία τοῦ πλούτου.‘ ὁμοίως καὶ ἡ δικαιοσύνη ἰσχύος· πλοῦτος μὲν γὰρ καὶ ἰσχύς, εἰ καὶ καθ’ αὑτὰ ἀγαθά τε δοκεῖ κὰλ καλὰ καὶ τιμῆς καὶ σπουδῆς ἄξια εἷναι, ἀλλ’ ἐφ’ ἕτερον ἡ ἀναφορὰ τῆς αἱρέσεως αὐτῶν τοῦ μὲν πλούτου ἐπὶ τὴν χρῆσιν, τῆς δὲ ἰσχύος ἐπὶ τὸ τὸ προκείμενον ποιεῖν ἀνεμποδίστως· ἡ δὲ φιλία καὶ ἡ δικαιοσύνη δι’ αὑτὰ τιμᾶται. ἐπιζητήσαι | δ’ ἄν τις τίνι διαφέρει οὗτος ὁ τόπος τοῦ πρὸ [*](127) ὀλίγου ῥηθέντος, ἐν ᾧ ἔλεγε τὰ καθ’ αὑτὰ αἱρετὰ τῶν κατὰ συμβεβηκὸς αἱρετώτερα εἶναι ἢ τὰ δι’ αὑτὰ τῶν δι’ ἄλλα. ἢ ἐν ἐκείνοις μὲν τὰ δι’ αὑτὰ αἱρετὰ τῶν δι’ ἄλλα ἔλεγεν αἱρετώτερα εἶναι καὶ τὰ καθ’ αὑτὰ αἱρετὰ τῶν κατὰ συμβεβηκός, τὰ ὠφέλιμα τῶν ἀγαθῶν συγκρίνων τοῖς δι’ αὑτὰ αἱρετοῖς· οὐ γὰρ δεῖ τοὺς τόπους ἀπὸ τῶν παραδειγμάτων κρίνειν· ἐνταῦθα δὲ τῶν καλῶν καὶ τιμίων τά δι’ αὑτὰ τὸ κάλλιον ἔχοντα καὶ τιμιώτερον καὶ ἐπαινετώτερον αἱρετώτερά φησιν, ὡς ἀμφοτέρων μὲν ἐχόντων τὸ δι’ αὑτό, μᾶλλον δὲ τῶν ἑτέρων. οὕτως δὲ ἄν διαφέροι οὗτος ὁ τόπος καὶ ἐκείνου δι’ οὗ ἔλεγε “καὶ τὸ φύσει τοὐ μὴ φύσει” ἐνταῦθα γὰρ ἀμφότερα φύσει· φιλία γὰρ καὶ δικαιοσύνη πλούτου καὶ ἰσχύος κτὰ τὸ [*](3 νῦν οm. AD τῷ alterum ante 4 ἐπαινετωτέρῳ collocant aABP 4 τῇ ex corr. add. D ἐν τῇ τῶν ἀγαθῶν διαιρέσει] fr. XVIII 113 Rose3 cf. Arist. Pseud, p. 127 5 εἶπεν om. D 6 καθ’ αὑτὰς D 7 δὲ prius om. Α ἔστιν Α καλῶς ΑΒ 8 post δὲ add. καὶ aBP καλὸν καὶ τό ἐπαινετὸν] ποιητικὸν Β 10 τὸ prius superscr. P1 post κάλλιον add. ἐστι Β τὸ alterum om. Β αὐτοῦ BP: αὐτὴ A: αὑτοῦ a καὶ αἱρετώτερον delevi (cf. ad vs. 13 A) 12 αὑτοῦ aDcorr.: αὐτοῦ AP, Dpr.: ἑαυτοῦ Β 12. 13 καὶ ἐπαινετώτερον καὶ τιμιώτερον Β 13 post ἐπαιν. add. ex vs. 11 τοῦ ἧττον τοιούτου Α 14 μὲν οm. D δοκεῖ ἀγαθά τε D 16 τὸ τὸ aDP2: τό ABP1 17 αὑτὰ DP2: αὐτὰ aABP1 18 οὗτος om. D 18. 19 πρὸ ὀλίγου] p. 116a29—31 20 αὐτὰ aABP ἄλλων a ἢ alterum D: om. aABP ἐν om. Β 21 τῶν om. A αἱρετώτερα ἔλεγεν Β 21. 22 αἱρετὰ] δὲ A 23 αὐτὰ aABP 24 αὑτὰ aBDP2: αὐτὰ P1: αὐτὸ A 25 ante τιμιώτερον add. τὸ P post αϊρετώτερά ras. 3 lit. P 20 τὸ] καὶ Β αὐτὸ BDP2: αὐτὸ aAP1 δὲ alterum D: δ᾿ aBP: τε A διαφέρη Α 27 δι᾿ ADP: δ᾿ aB ἔλεγε] p. 116b10 ἐνταῦθα scripsi cf. vs. 24: ταῦτα libri 28 κατὰ] καὶ Α)

243
καλλίω εἶναι δι’ αὑτὰ καὶ τιμιώτερα καὶ ἐπαινετώτερα αἱρετώτερά ἐστιν, ὄντων καὶ ἐκείνων αἱρετῶν τῇ αὑτῶν φύσει. τὸ δὲ οὐδεὶς γὰρ τιμᾷ τὸν πλοῦτον δι’ αὑτὸν ἀλλὰ δι’ ἕτερον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ τῇ αὑτοῦ δύσει αἱρετὸν εἶναι τὸν πλοῦτον. καθ’ ὅσον μὲν γὰρ ὄργανον, τοιοῦτο· καθ’ ὅσον δὲ ἐν τῇ αὑτοῦ φύσει ἔχει τὸ εἶναι τῷ σπουδαίῳ πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον, ἀλλ᾿ οὐχ ὑπὸ τοῦ σπουδαίου πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον γίνεται, καθ’ αὑτόν ἐστιν ἀγαθός τε καὶ αἱρετός· ἔχει γὰρ ἐν τῇ αὑτοῦ φύσει τὸ εἶναι χρήσιμος. ὅτι γὰρ μὴ ὁ σπουδαῖος τοιοῦτον αὐτὸν ποιεῖ, δῆλον ἐκ τοῦ μὴ ποιεῖν αὐτὸν τὴν πενίαν τοιαύτην, καίτοι χρώμενον καὶ ταύτῃ, καὶ ἔτι αἱρεῖσθαι αὐτὸν πρὸ πενίας πλοῦτον.

[*](p. 117a5)

Ἔρι ὅταν δύο τινὰ αὑτοῖς σφόδρα ᾐ παραπλήσια. Τόπον ἡμῖν παραδίδωσιν ἀπὸ τῶν παρεπομένων. ὅταν γάρ, ὧν τὴν σύγκρισιν ποιούμεθα ζητοῦντες πότερόν ἐστιν αὐτῶν αἱρετώτερον, ἐὰν] παραπλήσια ἀλλήλοις ᾖ καὶ διὰ τοῦτο δύσκριτον καὶ δυσφώρατον ἔχῃ τὴν ὑπεροχήν, δεῖν φησιν ἐκ τῶν παρεπομένων αὐτοῖς τὴν ἐπίκρισιν ποιεῖσθαι· ᾧ γὰρ ἕπεται μεῖζον ἀγαθὸν τῶν ἄλλων ὁμοίων ὄντων αὐτοῖς, τοῦτο αἱρετώτερον. ἐὰν δὲ κακὰ ᾖ τὰ ἑπόμενα αὐτοῖς οὐδὲν γὰρ κωλύει καὶ αἱρετοῖς τισιν οὖσιν ἕπεσθαί τινα δυσχερῆ τε καὶ φευκτά), ᾧ ἕπεται τὸ ἔλαττον κακόν, τοῦτο ἔσται αἱρετώτερον. οἷον ἐὰν ζητῶμεν πότερον τὸ μανθάνειν ἢ τὸ γυμνάζεσθαι αἱρετώτερον, λαμβάνομεν τὰ ἑπόμενα αὐτοῖς· ἕπεται δὲ τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι, τῷ δὲ γυμνάζεσθαι τὸ ὑγιαίνειν· * * * μεῖζον ἀγαθόν, ἐροῦμεν τὸ μανθάνειν τοῦ γυμνάζεσθαι αἱρετώτερον. * * * καὶ τὸ ἀνενδεὲς τοῦ δεομένου, ὅταν ζητῶμεν πότερον αἱρετώτερον τὸ εὗ ποιεῖν ἢ τὸ εὗ πάσχειν, ἐπεὶ τῷ μὲν εὖ ποιεῖν ἕπεται τὸ ὅμοιον θεῷ καὶ τοῖς ἀνενδεέσιν εἶναι, τὸ δὲ εὖ πάσχειν τῶν θνητῶν τε καὶ ἐνδεῶν, τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν ἐροῦμεν αἱρετώτερον. οὕτως δειχθή- [*](1 αὐτὰ ΑP1 (corr. P2) 2 αὑτῶν a: αὐτῶν ABDP 3 αὐτόν AP 4 et 5 αὑτοῦ a: αὐτοῦ BDP: αὐτὴ A 4. 5 τοιοῦτον AB 5 ἐν om. D τῷ σπουδαίῳ] utrumque ᾦ in ras. P 3 7 post γίνεται add. τοιοῦτος aP. corr. ex τοιοῦτον Β 8 αὑτοῦ a: αὐτοῦ ABDP ὅτε B ὁ μὴ Α 9 τοιοῦτος Α αὑτὸν (ante ποιεῖ) a 10 καὶ prius om. B πρὸς Β 12 αὐτοῖς BD παραπλήσιον Α 13 τόπον iterat Β γὰρ] ras. 1 lit. P 14 ποιούμεθα A: ποιώμεθα aBDP ζητοῦνται Α αἱρετώτερα A ἐὰν, quod ut e vs. 18 illatum delevi, AD: ἂν aB: ἐπὰν P 14. 15 post παραπλήσια add. αὐτοῖς Β 15 δυσφώρατον scripsi cf. Lobeck Paral. 38: δυσφορώτατον ώ in ras. 2 lit. P2) aABP: δυσφωρότατον ωρό in ras.) D ἔχει Β 16 αὐτοῖς τὴν ἐπίκρισιν D: τὴν ἐπίκρισιν αὐτῶν aABP 17 ὄντων ex corr. add. D 18 ἦ κατὰ Β 19 δυσχερῆ τέ τινα Β 20 ἐστὶν B αἱρετώτερον ἔσται D ἂν aABP ζητοῦντες aP, sed οῦντες in ras. P2 21 post γυμνάζεσθαι add. ἐστιν compend. Β post αἱρετώτερον add. καὶ τὸ ἀνενδεὲς τοῦ δεομένε (sic) ex vs. 24 a λαμβάνομεν] supra o scripsit ω P 22 δὲ prius οm. P μὲν om. Α 23 supple ἐπεὶ οὖν ὅ ἐπίστασθαι τοῦ ὑγιαίνειν post μεῖζον add. οὑν Β γυμνάζεσθαι] γυμνά in ras. P2 post γυμνάζεσθαι add. καὶ aABD: om. P 24 supple ὁμοίως ἐπεὶ αἱρετώτερον ἐνδεὲς Α 25. 26. ὁμοίως τοῖς θεοῖς aBP 26 ante καὶ τοῖς add. τὲ P fort. τῶν ἀνενδεῶν εἶναι, τῷ δὲ om. A 27 τὸ ex τοῦ sive τῶ corr. P)

244
σεται καὶ ἐγκράτεια καρτερίας αἱρετώτερον, εἴ γε τῇ μὲν ἐγκρατείᾳ ἕπεται τὸ νικᾶν τῇ δὲ καρτερίᾳ τὸ μὴ ἡττᾶσθαι, αἱρετώτερον δὲ τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι. ἂν δὲ ᾖ τὰ ἑπόμενα κακά, τὴν ἐπίκρισιν τοῦ αἱρετωτέρου ἀπὸ τοῦ ἐλάττονος ποιησόμεθα κακοῦ · ἄν γὰρ ζητῶμεν πότερον αἱρετώτερον θεραπεύεσθαι ἢ πλεῖν, ἐπεὶ τῷ μὲν πλεῖν ἕπεται τὸ ναυτιᾶν τῷ· δὲ θεραπεύεσθαι τὸ καίεσθαί τε καὶ τέμνεσθαι, καὶ ἔστι μεῖζον κακὸν τοῦτο τοῦ ναυτιᾶν, ἐροῦμεν αἱρετώτερον τὸ πλεῖν τοῦ θεραπεύεσθαι. ἐπὶ δὲ τῶν αὐτῶν τούτων καὶ ἀπὸ τῶν ἑπομένων αὐτοῖς ἀγαθῶν ἔστι τὴν ἐπίκρισιν ποιεῖσθαι· ἐπεὶ γὰρ τῷ ἂν θεραπεύεσθαι ἕπεται ἡ ὑγεία τῷ δὲ πλεῖν ἢ κέρδος ἢ ἱστορία, μεῖζον δὲ ἀγαθὸν ἡ ὑγεία τούτων, ἔσται κατὰ τοῦτο τὸ θεραπεύεσθαι τοῦ πλεῖν αἱρετώτερον. ἔνεστι τούτῳ προσχρωμένους τῷ τόπῳ καὶ τὸν θεωρητικὸν βίον αἱρετώτρον δεικνύναι τοῦ πρακτικοῦ· ἕπεται γὰρ τῷ μὲν θεωρητικῷ τὸ ὑπερορᾶσθαί τε καὶ ἀμελεῖσθαι καὶ καταφρονεῖσθαι, τῷ δὲ πρακτικῷ τὸ φθονεῖσθαί τε καὶ ἐπιβουλεύεσθαι μείζονα ὄντα τοῦ ὑπερορὰσθαι καὶ καταφρονεῖσθαι κακά. δεικνύοιτο δ’ ἄν καὶ δόξα πλούτου αἱρετώτερον, ἐπεὶ τῇ μὲν δόξῃ χαυνότης ἕπεται τῷ δὲ πλούτῳ ὕβρις μεῖζον ὂν κακὸν χαυνότητος. καὶ οὕτως μὲν τοῖς συγκρινομένοις αἱρετοῖς οὖσιν ἔνεστι δεικνύναι ἑπόμενα κακά τινα. ἔνεστι δὲ ἀπὸ τῶν παρακολουθούντων κακῶν καὶ φευκτῶν ὄντων ἄλλο ἄλλου φευκτότερον δεικνύναι. ἐπεὶ γὰρ τῷ μὲν ἀδικεῖν ἕπεται τὸ μι | σεῖσθαι τῷ δὲ ἀδικεῖσθαι τὸ ἐλεεῖσθαι, [*](128) καὶ ἔστι μεῖζον κακὸν τὸ μισεῖσθαι τοῦ ἐλεεῖσθαι, ἔλλαττον φευκτὸν τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν. πάλιν εἰ τὸ τοὺς οἰκείους ἀλλήλοις ἐπιβουλεύειν μεῖζον κακὸν ἢ τὸ τοὺς ἀλλοτρίους, ἕπεται δὲ τῇ μὲν στάσει τὸ τοὺς οἰκείους ἀλλήλοις ἐπιβουλεύειν τῷ δὲ πολέμῳ τὸ τοὺς ἀλλοτρίους, ἔλαττον φευκτὸν τὸ πολεμεῖν ἄν εἴη τοῦ στασιάζειν. οὕτω δειχθήσεται καὶ μανία ὀργῆς ἦττον κακόν, εἴ γε τῇ μὲν μανίᾳ ἕπεται τὸ ἀτυχεῖν τῇ δὲ ὀργῇ τὸ ἁμαρτάνειν μεῖζον <ὂν> τοῦ ἀτυχεῖν κακόν. λέγει δὲ καὶ διαφοράν τινα ἑπομένων τισίν· τὰ μὲν γὰρ πρότερά ἐστι τῷ χρόνῳ αὐτῶν, οἷς λέγεται ἕπεσθαι, τὰ δὲ ὕστερα. καὶ ἔστιν ὡς ἐπὶ τὸ πολὺ τῶν ἑπομένων τοῖς αἱρετοῖς τὰ ὕστερα τῶν πρώτων βελτίω· τῷ γὰρ μανθάνειν ὡς μὲν πρῶτον [*](4 κακοῦ ποιησόμεθα D 5 τὸ aB: om. ADP 6 τε] τινα Β post μεῖζον add. ἔλαττον Β τοῦτο om. aP 7 τοῦ prius corr. ex τὸ P2 post ναυτιᾶν add. τὸ κάεσθαι aP τὸ—τοῦ corr. ex τοῦ (?)—τὸ P2 9 ἢ om. B: in ras. P2 vs. 10 10 μεῖζον corr. ex μείζων P1 ἡ ὑγίεια ἀγαθὸν a post τὸ add. δὲ B 11 αἱρετωτέρου Α προσχρώμενοι Α 11 τὸ φρονεῖσθαι Α 15 post ὑπερορᾶσθαι add. τὲ ut vs. 13 Β 16 τοῦ πλούτου αἱρετωτέρα Α supra χαυνότης scripsit τύφ P3 18 post δὲ add. καὶ P. 19 ὄντων om. P1: ὂν P5 21 καὶ—ἀδικεῖν (22) om. Β 22 τοῦ—τὸ Ppr., corr. P1 aut P2 τὸ alterum om. aA 22. 23 post ἐπιβουλεύειν add, τῶ δέ—ἔλαττον φευκτὸν (sic) τὸ πο | ex vv. 24. 25 Β 23 μεῖζον κακὸν mrg. D ἢ τὸ ABD: τοῦ aP 24 ἐπιβουλεύειν ἀλλήλοις ἀλλήλους Α) aABP 24. 25 φευκτὸν ἔλαττον Β 25 τὸ πολεμεῖν post στασιάζειν transposuit D 20 τὸ alterum] τοῦ Β 27 ὂν addidi cf. vs. 17 28 αὐτῶι aABP: αὐτοῖς D: fort, τῶν 29 τὸ aBP: om. AD 30 ὡς μὲν (haec ex corr.) πρῶτον D: μὲν πρῶτον Β: μὲν πρότερον Α: πρῶτον μὶν aP μὲν add. P5 aut P3))
245
ἕπεται· τὸ ἀγνοεῖν (εἰ γὰρ μανθάνει, ἠγνόει· ἐν ὑποθέσει γὰρ ἡ ἀκολουθία), ὡς δὲ ὕστερον τὸ ἐπίστασθαι (εἰ γὰρ μεμάθηκεν, ἐπίσταται) καὶ τῷ ὡς μὲν πρῶιον τὸ νοσεῖν (εἰ γὰρ θεραπεύεται, νοσεῖ) ὡς δεύτερον τὸ ὑγιαίνειν (εἰ γὰρ θεραπεύεται, ὑγιανεῖ), καὶ τῷ ὡς μὲν πρῶτον ἡ πενία, ὡς δὲ δεύτερον τὸ ἔχειν χρήματα, [καὶ τῷ καὶ τοῖς γινομένοις ὡς μὲν πρότερον τὸ μὴ εἶναι, ὡς δ’ ὕστερον τὸ εἶναι. καὶ ἔμπαλιν ἐπὶ τοῦ φθείρεσθαι καὶ ὅλως ἐπὶ τῶν φευκτῶν· καὶ γὰρ τῇ νόσῳ ὡς μὲν πρῶτον ἡ ὑγεία, ὡς δ’ ὕστερον ἡ φθορά, καὶ τῇ ἀπωλείᾳ ὡς μὲν πρῶιον ἡ κτῆσις, ὡς δ’ ὕστερον ἡ ἀπορία, καὶ ἐπὶ τῶν ἀνδραποδιζομένων πρότερον μὲν ἡ ἐλευθερία, ὕστερον δὲ ἡ δουλεία. ὥστε ἔστιν ἐφ’ ὧν τὸ μὲν πρῶτον βέλτιον, χεῖρον δὲ τὸ δεύτερον.

Δείξας δὲ τὸ διττὸν τῶν ἑπομένων δεῖν φησιν ἀεὶ τοῦτο λαμβάνειν τῶν ἑπομένων ὃ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν χρήσιμον. ἐκ μὲν γὰρ τῶν ὕστερον ἑπομένων ἀγαθῶν δείξομεν τὸ μανθάνειν τοῦ ὑγιάζεσθαι αἱρετώτερον, ἐπεὶ τῷ μὲν ἐπιστήμη τῷ δὲ ὑγεία ἕπεται, μεῖζον δὲ ἀγαθὸν ὑγείας ἐπιστήμη, τὸ δὲ ἐπίστασθαι τοῦ ὑγιαίνειν, ἐπεὶ τῷ μὲν ἕπεται τὸ εὗ διακεῖσθαι τὴν ψυχήν, τῷ δὲ τὸ εὖ τὸ σῶμα ἔχειν ἔλαττον ὂν ἐκείνου. πάλιν δὲ ἐκ τῶν κακῶν τῶν ἑπομένων ὕστερον δειχθήσεται τὸ φιλοθέωρον εἶναι τοῦ ἰσχύειν τῷ σώματι αἱρετώτερον· ἕπεται γὰρ τοῖς μὲν φιλοθεώροις κακὸν ἡ τῶν ἀναγκαίων ἀμέλεια καὶ ἄγνοια, ἰοῖς δ’ ἰσχυροῖς τὰ σώματα θρασύτης καὶ ἀδικία μεῖζον οὖσα κακὸν τῆς τῶν ἀναγκαίων ἀμελείας τε καὶ ἀγνοίας. ἐκ δὲ τῶν ὕστερον ἑπομένων ἀγαθῶν τε καὶ κακῶν δεικνύοιτ᾿ ἂν τὸ πολεμοῦντα ἀποθνήσκειν αἱρετώτερον τοῦ φεύγοντα δουλεύειν· τοῖς μὲν γὰρ ἐν πολέμῳ ἀποθανοῦσιν ἕπεται ἀγαθὸν μὲν ἡ εὔκλεια, κακὸν δὲ τὸ ἐλεεῖσθαι, τοῖς δὲ φυγοῦσιν ἀγαθὸν μὲν τὸ ζῆν, κακὸν δὲ ἡ δουλεία· εἰ δὴ καὶ ζωῆς εὔκλεια μεῖζον ἀγαθὸν καὶ τὸ ἐλεεῖσθαι δουλείας ἔλαττον κακόν, κατ’ ἄμφω ἄν αἱρετώτερον εἴη πολεμοῦντα ἀποθνήσκειν τοῦ φεύγοντα δουλεύειν. διὰ δὲ τῶν πρώτων ἑπομένων ἀγαθῶν τε καὶ κακῶν δεικνύοιτ’ ἂν πάλιν τὸ μανθάνειν τοῦ ὑγιάζεσθαι αἱρετώτερον· τοῦ μὲν γὰρ ἡγεῖται τὸ βουλεύεσθαι ἀγνοίας ἀπαλλαγῆναι, τοῦ δὲ τὸ νόσου, [*](1 μανθάνοι Β ἠγνόει] τὸ ἀγνοούμενον, ἠγνόει ἄρα Α 2 ὡς δὲ scripsi: ὥστε aABD: ὡς τ P ε in ras. Ρ2) ἐπίσταται, καὶ τὸ—4 ὑγιανεῖ, (incipit fol.) καὶ τῷ om.) χρῆμα P3 3 εἰ—νοσεῖ om. P3 4 ὑγιανεῖ] ὑγιάνῃ D 5 πρότερον—ὕστερον Β καὶ τῷ χρόνῳ delevi 6 πρότερον BD cf. vs. 10: πρῶτον aAP μὴ superscr. B2 δεύτερον Α 7 καὶ primum om. aP ὅλως post φευκτῶν transposuit Α 8 πρότερον Β δεύτερον ΑΒ ἀπολείᾳ a 9 πρῶτον μὲν Α δεύτερον Β ἀπορία aABP: πενία D 10 πρῶτον aP ἡ alterum om. P 11 ἀφ’ Β 12 αἰεὶ aBP 13 ὃ om. Ρ1, τὸ Ρ2 ὑποκειμένου a ἐκ scripsi cf. vv. 18. 22: ἐπὶ libri μὲν om. Β 14 fort. τὸ > μανθάνειν γυμνάζεσθαι Α 17 εὖ priuw] ᾧ a τῷ ABD: τῇ aP 19 τοῦ] τῶ Β φιλοθεωροῖς ΑΒ 23 τὸ in ras. Ρ2 πολεμοῦντα scripsi cf. vs. 27: πολεμοῦντας libri φεύγοντα AD cf. vs. 28: φυγόντας aBP 25 φυγοῦσιν aP: φεύγουσιν ABD 25. 26 ἡ δουλεία AD: τὸ δουλεύειν aBP 26 δὴ καὶ] δὲ D ζωὴ εὐκλείας a 27 αἱρετώτερον ἂν A 28 ἑπομένων om. Α 29 πάλιν om. Α 30 γὰρ μανθάνειν ἡγεῖτο aP βούλεσθαι Dpr. τοῦ—ἀπαλλαγῆναι αἱρετώτερον (p. 246,2) in mrg. P2 τοῦ δὲ τὸ a: inv. ord. Β: τὸ om. ADP2 νόσων Β)

246
καὶ ἔστιν ἀμφοτέρων αἱρετῶν ὄντων τὸ βουλεύεσθαι ἀγνοίας ἀπαλλγῆναι αἱρετώτερον· ὥστε καὶ τὸ ᾧ τοῦτο ἕπεται αἱρετώτερον. ἔμπαλιν δὲ ἔχει τὰ ἡγούμενα αὐτῶν κακά· τοῦ μὲν γὰρ μανθάνειν ἄγνοια ἡγεῖται, τοῦ δὲ ὑγιάζεσθαι νόσος, καὶ ἔστιν ἔλαττον κακὸν νόσος ἀγνοίας· ὥστε κατὰ τοῦτο αἱρετώτερον ἂν φαίνοιτο τὸ ὑγιάζεσθαι τοῦ μανθάνειν. ἢ οὐ κυρίως ταῦτα ἑπόμενα· διὸ ὑπάγοιτο ἂν τόπῳ ἄλλῳ τῳ ἀξιοῦντι αἱρετώτερον εἷναι δι’ οὗ μείζονός τις κακοῦ παύεται ἢ δι’ οὗ ἐλάττονος. ἔνεστι δὲ πρὸς τὸ χρήσιμον τοῦ προκειμένου καὶ ἐναλλὰξ λαμβάνειν τοῦ μὲν τὸ πρότερον ἑπόμενον τοῦ δὲ τὸ ὕστερον. ἐπιστήμην γὰρ ἡδονῆς αἱρετωτέραν δείξομεν λαμβάνοντες τῆς μὲν ἐπιστήμης τὸ πρότερον ἑπόμενον αὐτῇ (τοῦτο δέ τὸ μανθάνειν) τῆς δὲ ἡδονῆς τὸ ὕστερον· ἔστι δὲ τοῦτο τὸ ἀπολελαυκέναι· καὶ ἐπεὶ αἱρετώτερον τὸ μανθάνειν τοὐ ἀπολελαυκέναι, εἴη ἂν καὶ ἐπιστήμη ἡδονῆς αἱρετωτέρα.

[*](p. 117a 16)

Ἔτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων, ἢ ἁπλῶς, ἢ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις ἐνυπάρχῃ.

Τὰ πλείω φησὶν ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα εἰνὶ, ἢ ἀπλῶς, ὅταν διαφέροντα ἀλλήλων λαμβάνηται, οἷον ὑγεία καὶ εὐγένεια καὶ πλοῦτος καὶ μνήμη τιμης καὶ ἰσχύος (ἁπλῶς γὰρ ταῦτα εἴληπται ἀλλήλων I τῷ ἐν τοῖς ἑτέροις μηδὲν τῶν ἑτέρων εἶναι), ἢ οὐχ [*](129) ἁπλῶς, ἀλλ᾿ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις, τὰ [δὲ] ἐλάττω ἐν τοῖς πλείοσιν ᾖ περιεχόμενα. δοκεῖ δὲ τοῦτο ἀληθέστερον εἶναι. ἐπὶ γὰρ τῶν ἁπλῶς καὶ πάντῃ ἑτέρων οὐκ ἀληθές· δύναται γὰρ τὰ ἐλάττω κατ’ ἀριθμὸν τῶν πλειόνων αἱρετώτερα εἶναι, ἄν ᾖ τὰ μὲν ἐλάττω μείζω τὰ δὲ πλείω μὴ τοιαῦτα· δικαιοσύνη γὰρ μετὰ φρονήσεως αἱρετωτέρα ὑγείας, πλούτου, ἰσχύος, κάλλους, εὐγενείας, ἅμ λαμβανομένων. οὐκέτι δὲ τοῦτ’ ἂν γένοιτο, εἰ τὰ ἐλάττω ἐν τοῖς πλείοσιν· ὑγεία γὰρ καὶ πλοῦτος καὶ τιμὴ καὶ εὐγένεια αἱρετώτερα ὑγείας καὶ πλούτου.

Εἰπὼν δὲ τὸν τόπον ἔνστασίν φησιν ἔχειν αὐτόν· μὴ γὰρ πάντως τὰ πλείω τῶν ἐλαττόνων εἶναι αἱρετώτερα, ἄν τὰ μὲν περιέχῃ, τὰ δὲ περιέχηται. ὅταν γὰρ λαμβάνηται δύο ἀγαθά, τὸ τέλος καὶ τὸ ἐκείνου χάριν, οἷον τὸ ὑγιάζεσθαι καὶ ἡ ὑγεία, καὶ συγκρίνηται πρὸς τὴν ὑγείαν, ἥτις ἐνυπῆρχε τοῖς πρώτοις ῥηθεῖσιν ἀγαθοῖς δύο, οὐκ ἔστι τῆς ὑγείας [*](1 ἀμφοτέρων αἱρετῶν ὄντων post 2 αἱρετώτερον prius tiausposuit Α 2 ἔσεται B δὲ D: om. aABP ἔχει ante ἔμπαλιν collocat Α 4 νόσος ἀγνοίας mutavit in νόσου ἄγνοια D 6 φαίνοιτο ἂν Β τοῦ—τὸ A 6 τῷ libri 8 προκειμένου ex ἀ. ομένου corr. Ρ2 μὲν] μὴ A 9 ἑπόμενος a. τὸ om. A αἱρετώτερον aP 10 μὲν om. Α 11 τὸ tertium om. D 12 καὶ prius D: om. aABP τοῦ—τὸ Α 13 αἱρετώτερον 15 ἐν om. Arist. (sed praebent BCPcf) 18 καὶ, quod post εἴληπται collocant libri, post πλοῦτος reposui μνήμη scripsi: μνήμης aADP et post τιμῆς B τιμῆς] ῆς compend. superscr. P2: τινὰ Α 20 δὲ delevi 21 ᾖ scripsi: εἴη libii δὲ scripsi: γὰρ libri 22 καὶ πάντῃ] πάντη τε A ἀλήθει A 24 fort. τοσαῦτα 25 post κάλλους add. τε καὶ A ἅμα] ἀλλὰ A 26 καὶ τιμὴ] τιμή τε A 28. 29 πάντως τὰ] πὰν supra scripto τ Α 29. 30 περιέχηται—περιέχη Β 31 τό om. aP ἡ om. P 32 οὐκ ἔστι] οὐδέντι P)

247
ἕνεκεν αἱρούμεθα. ὁμοίως ἡ ἐπιστήμη μετὰ ταῦ μανθάνειν οὐκ ἔστιν αἱρετωτέρα τῆς ἐπιστήμης μιᾶς οὔσης δύο ὄντα, ὅτι τὸ μανθάνειν διὰ τὴν ἀπιστήμην αἱρούμεθα. ἀλλ’ οὐδὲ εὐδαιμονία μετὰ τῶν ἀρετῶν αἱρετωτέρα τῆς εὐδαιμονίας μόνης. ἔπει ἐν τῇ εὐδαιμονίᾳ περιέχονται καὶ αἱ ἀρειᾶί. καὶ ἐν τῷ πόλιν εὐεργετεῖν περιέχεται τὸ καὶ τοὺς οἰκείους, ὥστε οὐκ ἄν εἴη ἀμφότερα αἱρετώτερα τοῦ ἰὴν πόλιν εὖ ποιεῖν. καὶ ἡ εὐεξία δὲ ἐν αὑτῇ τὴν ὑγείαν περιέχουσα οὐ γίνεται ταύτῃ αἱρετωτέρα. οὐ γὰρ συναριθμεῖται τοῖς περιέχουσί τινα τὰ περιεχόμενα ὑπ’ αὐτῶν, ὡς ἐν τῷ πρώτῳ τῶν ᾿Ηθικῶν ἐρρέθη, τοῦτ’ ἔστιν οὐ συγκρίνεται· διὸ δεῖ προσδιορίζεσθαι τὸ ἐν τούτοις εἶναι τὰ πλείω καὶ περιέχοντα ἀγαθὰ αἱρετώτερα τῶν ἐλαττόνων καὶ περιεχομένων, ἐν τοῖς συναριθμεῖσθαι πεφυκόσι.

[*](p. 117a21)

Καὶ μὴ ἀγαθὰ δὲ ἀγαθῶν οὐδὲν κωλύει εἶναι αἱρετώτερα.

Λέγει ὅτι καὶ ἀγαθόν τι μετὰ μὴ ἀγαθοῦ οὐδὲν κωλύει πλειόνων ἀγαθῶν αἱρετώτερον εἶναι· οὐ γὰρ πάντα μὴ ἀγαθὰ ληφθέντα ἀγαθῶν αἱρετώτερα ἂν εἴη, ἀλλ’ εἰ ἀγαθῷ μὴ ἀγαθόν τι συντεθείη· ἐκεῖνο γὰρ ἀδύνατον. δυνάμει δὲ τὴν ἔνστασιν, ἣν ἡμεῖς εἰρήκαμεν πρὸς τὸ πρῶιον εἰρημένον, τὸ ὅτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων ἁπλῶς αἱρετώτερα, τίθησι διὰ τούτων. σωφροσύνη γὰρ μετά τινος ἀδιαφόρου, οἷον ληκυθίου ἢ ἰόνθου ἢ οὐλότητος τριχῶν ἢ στάσεως ἢ τοῦ περιπατεῖν, ἢ καὶ κακοῦ τινος τῶν μικρῶν, οἷον ἀδοξίας, ὑγείας καὶ πλούτου καὶ ἰσχύος αἱρετώτερον· εἰ δὲ καὶ μετὰ κακοῦ τινος οὖσα ἡ σωφροσύνη αἱρετωτέρα ὁμοῦ πλειόνων ἀγαθῶν, οἷον πλούτου, εὐγενείας, δόξης, δῆλον ὅτι καὶ μόνη ἄν εἴη αὐτῶν αἱρετωτέρα· οὕτως δ’ οὐκέτ’ ἄν τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα εἴη, οὐδ’ ἂν μὴ τέλος ᾖ τῶν πλειόνων τὸ ἀντιτιθέμενον αὐτοῖς ὁμοίως δὲ καὶ εὐδαιμονία μετά τινος ἀδιαφόρου αἱρετωτέρα δικαιοσύνης καὶ ἀνδρείας.

[*](p. 117a23)

Καὶ τὰ αὐτὰ μετὰ ἡδονῆς μᾶλλον ἢ ἄνευ ἡδονῆς.

Oὐκ ἄλλων πρὸς ἄλλα σύγκρισιν ὁ τόπος οὗτος ποιεῖται, ἀλλ’ αὐτῶν [*](1 πλείω aABP ἐπειδὴ] ἐπὶ Β τῆς aP Arist.: om. ABD 3 μιᾶς οὔσης mrg. D 4 οὐδὲ add. P2: fort, οὐδ’ ἡ αἱρετῶν AP1 (corr. P3) 6 ἐν τῷ τὴν P τῷ et ἢν superscr. P3) περιέχεται om. Β καὶ τὸ Β οἴκους Β 7 ἀμφοτέροις P ἡ om. AD αὐτῇ aBDP: ἑαυτῇ A 8 τὴν ὑγείαν aute 7 ἐν transposuit Α 9. 10 ἐν τῷ πρώτῳ τῶν ᾿Ηθικῶν] c. 6 p. 1097b 16. 17 10 ἐρρέθη D: ἐρρήθη aABP cf. p. 94, 29 δεῖ προσ add. Ρ2 προσδιορίζεσθαι δεῖ Β 11 αἰρετώτερα om. D 12 τῶ—πεφυκότι B: οἷς— πεφύκασι conicio συναριθεῖσθαι D 15 αἱρετώτερα A 16 ἐκεῖνο] ~ et ὁ corr. Ρ2 17 εἰρήκαμεν] p. —25 18 τὸ om. aB 19 λυκυ Α 19. 20 ἴθου ADP 20 τριχῶν D: τριχὸς aABP στάσεως ABDP1: διαστάσεως aP2 καὶ om. aB 21 αἱρετώτερα Β 23 ante δόξης add. καὶ D δοξῶν A αὐτῶν εἴη D αὐτῆς Α 24. 25 εἴη αἱρετώτερα D 26 καὶ prius om. B αἱρετωτέρου Β 27 ἀνδρίας ut semper Α 28 τὰ αὐτά ABD: ταῦτα aP (pr. Β))

248
πρὸς αὐτά· τὰ γὰρ αὐτὰ ἀγαθὰ μεθ’ ἡδονῆς αἱρετώτερα ἢ χωρὶς ἡδονῆς, οἷον ἀνδρεία μεθ’ ἡδονῆς αἱρετωτέρα ἢ χωρὶς ταύτης. ἢ εἰ καὶ ἡ ἡδονὴ εἴη τῇ αὑτῆς φύσει ἀγαθόν, εἴη ἂν καὶ ἐνταῦθα τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα δεικνὺς τῷ τὰ ἐλάττω ἐν τοῖς πλείοσι περιέχεσθαι. εντι καὶ εἰ μὴ μετὰ ἡδονῆς τὰ αὐτὰ ἀγαθὰ εἴη ἀλλὰ μετὰ ἀλυπίας; αἱρετώτερα γίνεται, καὶ εἰκότως· τὰ γὰρ αὐτὰ ἀγαθὰ ἔλαττον αἱρετώτερα γίνεται μετὰ κακοῦ τινος ἢ εἰ χωρὶς τούτου λαμβάνοιτο. δῆλος δέ ἐστι τὴν ἀλυπίαν ἄλλο τι τῆς ἡδονῆς λέγων.

[*](p. 117a 26)

Καὶ ἕκαστον ὲν ᾧ καιρῷ μεῖζον δύναται.

Διὰ τούτου τοῦ τόπου δείκνυσιν ὅτι τῶν αἱρετῶν ἕκαστον αἱρετώτερόν ἐστιν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ πλεῖον δύναται. δύναται δὲ ἕκαστον πλεῖον, ὅτε καὶ μάλιστά ἐστιν αὐτοῦ χρεία· δείκνυσι γὰρ τὴν ἑκάστου δύναμιν ἡ χρεία μάλιστα. καὶ εἰκότως. τὸν γὰρ πεπληρωμένον ἤδη οὔτε ἥδεσθαι οὔτε λυπεῖσθαι λέγει, ἥδεσθαι δὲ τὸν ἐν ἐνδείᾳ τρεφόμενον. καὶ ὁ μὲν μὴ ὁρῶν τι ἡδὺ ἢ μὴ ἀκούων τινὸς τοιούτου οὗτε ἥδεται οὔτε λυπεῖται, ἥδεται δὲ ὁ ἐν τούτοις ὤν. οἷον ἐπεὶ αἱρετὸν ἡ ἀλυπία, εἰσὶ | δὲ οἱ γέροντες τῶν νέων ἐπιλυπότεροι (ἡ γὰρ νεότης φαιδρότητα ἔχει [*](130) σύμφυτον), ἐν τῷ γήρᾳ ἡ ἀλυπία αἱρετωτέρα ἢ ἐν νεότητι· πλεῖον γὰρ ἰσχύει τότε· κατισχύει γὰρ τῆς λύπης ἐν τούτοις οὔσης πλείονος, καὶ μᾶλλον αὐτῆς χρεία τότε. ἀλλὰ καὶ ἡ φρόνησις αἱρετὴ οὖσα αἱρετωτέρα ἐστὶν ἐν τῷ γήρᾳ· μᾶλλον γὰρ ταύτης χρεία τοῖς γεγηρακόσιν, ἐπεὶ οὗτοι καὶ ἀπαιτοῦνται τοῦτο, καὶ ἐγχειρίζεται τούτοις ὅσα δεῖται φρονήσεως (τοὺς γὰρ νέους οὐδὲν ἀπαιτοῦσι τοιοῦτον), καὶ ἀκριβὴς ἰσχύος] τῆς φρονήσεως ἐξέτασις ἐπὶ τούτων γίνεται. πάλιν ἡ ‘ἀνδρεία τοῖς νέοις καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ αἱρετωτέρα· μᾶλλον γὰρ χρεία τοῖς νέοις τούτου, καὶ τοῦτο ἀπαιτοῦνται ὡς προσῆκον αὐτοῖς. ὁμοίως καὶ ἡ σωφροσύνη μᾶλλον ἐν τοῖς νέοις ἰσχύει· οὗτοι γάρ εἰσιν οἱ ὑπὸ ἡδονῶν ἐνοχλούμενοι μάλιστα, πρὸς ἃς σωφροσύνης δεῖ. τούτῳ δὲ τῷ λόγῳ δεικνύοιτο ἄν καὶ πενία μὲν ἐν γήρᾳ φευκτότερον (διὰ γὰρ ἀσθένειαν τὸ γῆρας δεῖται), ἀσθένεια δὲ ἐν νεότητι· μάλιστα γὰρ οὗτοι ἰσχύος δέονται.

[*](1 χωρὶς] ἄνευ Β 2 αἱρετώτερον aA ἡ om. ΑΒ 3 ἄν om. Α 4 τῷ aAP: τό BD 5 ἔτι—εἴη lemma in Α ἀγαθὰ om. aP εἴη scripsi: ᾖ libri 6 post γίνεται ίνε in ras. D) add. μετὰ—λαμβάνοιτο (haec ex vs. 7 illata), εἰ μετὰ λύπης εἴη aP καὶ—γίνεται om. Α ἀγαθὰ BD: om. aP 7 τὴν om. Α 10 post ὅτι add. καὶ Β 12 aute ὅτε add. τότε ΑΒ ὅτε] ὅ in ras. 2 lit. P καὶ om. aP 12. 13 δύναμιν post μάλιστα trausposuit Β 13 χρει B πεπηρωμένον Β 14 λέγει] an Plato Gorg. p. 494 Α? sed suspecta τὸν (13) —ὤν (16). δὲ om. A 15 ἢ μὴ aAP: μήτε D: ἢ Β 16 ὁ om. Β 17 ἀλυπότεροι Β 18 γήρᾳ scripsi: γηρᾶν libri αἱρετώτερον a 19 post τούτοις add. τοῖς γέρουσιν ABDP5: om. aP1 22 ἀπαιτοῦντο aB αὐτοῖς D 23. 24 τῆς ἰσχύος delevi 24 τούτων scripsi: τούτου aADP: compend. B 25 αὐτὴ B 27 ἐν τοῖς νέοις μᾶλλον D 27. 28 μᾶλλον ἑλκόμενοι πρὸ (?) B 28 ἃ Α: om. Β 29 ἄν om. D μὲν om. Β φευκτοτέρα ΑΒ 30 post γὰρ add. ἂν Α)
249
[*](p. 117a35)

Καἰ ὃ ἐν παντὶ καιρῷ ἢ ἐν τοῖς πλείστοις χρησιμώτερον.

Εἰπὼν ἐν παντὶ ἀσφαλέστερον ἐποίησε τὸ λεγόμενον προσθεὶς τὸ λοις αἱρετῶν εἶναι δοκούντων αἱρετώτερον οὗ ἐν παντὶ καιρῷ δεόμεθα ἢ οὗ μή. οὕτως δικαιοσύνη καὶ σωφροσύνη ἀνδρείας αἱρετωτέρα δεικνύοιτο ἄν, ὅτι δικαιοσύνης μὲν καὶ σωφροσύνης ἐν παντὶ καιρῷ χρεία (καὶ καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνη), ἀνδρείας δὲ ἐν πολέμω μόνω. εἴη δ’ ἂν (??) οὐκ ἀμφοτέρας ἅμα συγκρίνων τῇ ἀνδρείᾳ, τὴν δικαιοσύνην τὴν σωφροσύνην, ἀλλὰ ἰδίᾳ ἑκατέραν. οὕτως ἂν αἱρετωτέρα δεικνύοιτο ἡ φρόνησις τῶν ἄλλων ἀρετῶν ἁπασῶν· ἐκείνων μὲν γὰρ ἑκάστη περὶ ἀφωρισμένα τινά, ἡ δὲ φρόνησις περὶ πάντα. οὐ περὶ τῶν τελείων δὲ ἀρετῶν λέγοι ἄν· ἐκεῖναι γὰρ ἅμα εἰσὶν ἀλλήλαις. ἡ εἰ καὶ ἅμα, ἀλλ’ οὐχὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι ἅμα οὐδὲ ἡ χρεία αὐτῶν.

[*](p. 117a 37)

Καὶ ὃ πάντων ἐ·χόντων μηδὲν θατέρου δεόμεθα.

Δύο τινῶν αἱρετῶν εἰ τὸ μὲν τοιοῦτον εἴη ὥστε, εἰ πάντες αὐτὸ ἔχοιεν, ἀναιρεῖσθαι τὴν τοῦ ἑτέρου χρείαν καὶ μηδὲν αὐτοῦ δεῖσθαι, τὸ δὲ τοιοῦτον εἴη ὥστε, κἂν πάντες αὐτὸ ἔχωσι, χρείαν αὐτοὺς ἔχειν καὶ τοῦ ἑτέρου, αἱρετώτερόν φησιν εἶναι τοῦτο ὃ ἔχοντες οὐδὲν ἔτι τοῦ ἑτέρου δεόμεθα. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύειν αἱρετώτερον ἀνδρείας δικαιοσύνην. δικαίων μὲν γὰρ πάντων ὄντων οὐδὲν ἀνδρείας δεῖ, εἴ γε πρὸς πολέμους μὲν ἡ ἀνδρεία χρήσιμος, ἀναιρεῖται δὲ ὁ πόλεμος, εἰ πάντες εἶεν δίκαιοι· καρτερίας γὰρ ἀλλ’ οὐκ ἀνδρείας δοκεῖ εἶναι τὸ πρὸς τομὰς καὶ ἀλγηδόνας ἀντέχειν· πάντων μέντοι ἀνδρείων ὄντων χρεία δικαιοσύνης· οὐ γὰρ ἀναιρεῖται τὰ συναλλάγματα, πρὸς ἃ δικαιοσύνης χρεία, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς πολέμους χρεία δικαιοσύνης. ὅτι δὲ μὴ τὰς τελείας ἀρετὰς λαμβάνει, διὰ τῶν παραδειγμάτων δῆλον. οὕτως πάλιν φιλία δικαιο- [*](1 ἐν alterum om. H 3 ἐποίη τὸ P τὸ λεγόμενον mrg. D om. a 5 εἶναι δοκούντων αἱρετῶν Α 6 οὐ] οὐ Α αἱρετώτερον a 8 καὶ prius D: om. aABP μόνον Α 9 συγκρίνων post ἀνδρείᾳ transposuerunt aBP, ante 10 ἀλλὰ A ἀνδρείῳ a 9. 10 καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην A 10 ἄν om. D αἱρετώτερον a 11 αἱρετῶν Α ἁπασῶν ἀρετῶν D ἐκείνη D 12 post οὐ add. μὴν δὲ A post περὶ add. δὲ Β δὲ alterum om. A (non om. B) 12. 13 λέγοι ἂν ἀρετῶν Β: λέγει ἀρετῶν Α 13 ἡ add. P2 εἰ om. a 14 κατὰ ταύτας aBP ἡ om. B 15 μηθὲν D: μηδὲ Β 16 τὸ μὲν τοιοῦτον] τοιοῦτος a 17 ἔχωσιν Α καὶ—δεῖσθαι om. Β an μηδένα? 19 ἑτέρου prius] αἱρετωτέρου Α 20 τρόπῳ aP 21 μὲν om. 1) 22 δὲ om. Β εἰ aBP: ἡ Α: εἴ γε D 23 τὸ D: om. aABP 24 post χρεία add. καὶ aABP: om. D δικαιοσύνη a 25 χρεία δικαιοσύνης aBP 26 μὴ in ras. P2: δὴ A 27 πραγμάτων Α an δηλοῖ?)

250
σύνης αίρετωτέρα· οί μὲν γὰρ φίλοι οὐδὲν δικαιλσύντης δέονται, οί δὲ δίκαιοι φιλίας δέονται.

[*](p. 117b 3)

Ἔτι ἐκ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν καὶ τῶν γενέσεων καὶ τῶν λήψεων καὶ τῶν ἐναντίων.

Τόποις ἐχρήσατο ἐν τῷ δευτέρῳ εἰς κατασκευὴν τοῦ ἡ αἱρετόν τι εἶναι ἢ φευκτὸν τοῖς ἀπὸ τῶν φθορῶν καὶ τῶν γενέσεων καὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν οὕτως· οὗ τὰ φθαρτικὰ φευκτά. τοῦτο αἱρετόν, καὶ οὗ τὰ ποιητικὰ αἱρετά, καὶ αὐτὸ αἱρετόν· ἔμπαλιν δέ, οὗ μὲν τὰ φθαρτικὰ αἱρετά, αὐτὸ φευκτόν, οὗ δὲ τὰ ποιητικὰ φευκτά, φευκτὸν καὶ αὐτό. τούτους δὴ ἐπὶ συγκριτικὸν μεταφέρει· εἰ γὰρ οὗ τὸ φθαρτικὸν φευκτόν, τοῦτο αἱρετόν, καὶ οὗ τὸ φθαρτικὸν φευκτότερον τοῦτο αἱρετώτερον. οὕτως δεικνύοιτο ἄν ὑγείας ἐπιστήμη αἱρετώτερον· φευκτότερον γὰρ ἡ λήθη, τὸ τῆς ἐπιστήμης φθαρτικόν, τῆς νόσου, ἡ ἦς ὑγείας ἐστὶ φθαρτικόν. ἀλλὰ καὶ ἐπιστήμης πλοῦτος, εἴ γε φευκτότερον ἀσωτία φθαρτικὴ οὖσά πλούτου λήθης, ἣ ἐπιστήμης ἐστὶ φθαρτική. τὸ δὲ τῶν ἀποβολῶν ἤτοι ἐκ παραλλήλου εἶπε τῷ τῶν φθορῶν (τὰ γὰρ αὐτὰ ἐπὶ τῶν φθορῶν καὶ ἐπὶ τῶν ἀποβολῶν), ἢ φθοραὶ μὲν ἄν εἶεν τούτων ὧν οὐκ ἔστ·ιν ἐπάνοδος οὐδὲ ἀνάληψις, ὡς ἐπὶ τῶν στερήσεων, ἀποβολαὶ δὲ τούτων ἃ καὶ ἀναλαβεῖν πάλιν οἷόν τε τὸν ἀποβαλόντα. τυφλότης μὲν γὰρ καὶ κωφότης φθοραί· διό, εἰ ἡ τῆς ὄψεως φθορὰ φευκτοτέρα τῆς φθορᾶς τῆς ἀκοῆς, αἱρετωτέρα ἂν ἡ ὄψις τῆς ἀκοῆς δεικνύοιτο. ἀποβολαὶ δὲ [καὶ] ὑγείας καὶ πλού|του, ἃ καὶ ἀναληφθῆναι ἀποβληθέντα δύναται· εἰ γὰρ ἡ [*](131) τῆς ὑγείας ἀποβολὴ τῆς τοῦ πλούτου φευκτοτέρα, εἴη ἄν ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα. ἀλλ᾿ εἰ ἐπὶ τούτων αἱ φθοραί, πῶς ἄν ἔτι εἶεν αἱ· ρεταί τινες φθοραί; αὗται γὰρ ἔσονται τῶν στερήσεων φθαρτικαί· οὐχ οἷόν τε δὲ στερήσεων εἰνὶ φθοράν. μήποτ’ οὗν φθορὰ μὲν ἐπὶ τῶν ἀχωρίστων λέγεται, ὧν ἡ ἀποβολὴ διὰ φθορὰς γίνεται διὰ τὸ μὴ δύνασθαι αὐτὰ σώζεσθαι χωρισθέντα τῶν ἐν οἷς ἐστι· τοιαῦται δέ εἰσιν αἵ τε ποιότητες καὶ αἱ ἕξεις. ἡ δὲ ἀποβολὴ ἐπὶ τῶν χωρίζεσθαι δυναμένων, ὁποῖά ἐστι τὰ κτήματα· εἰ γὰρ ἡ τοῦ χωρίου ἀποβολὴ φευκτοτέρα τῆς [*](3. 4 καὶ τῶν γενέσεων om. 1) 5 ἐν τῷ δευτέρῳ] c. p. 114b 16 —24 εἰς] εἰ a 7 τε om. aBP οὕτως corr. P2 τοῦτο corr. P2 8 τὰ alterum om. Α 9 τὰ om. Β καὶ τοῦτο Β 10 δὲ Β συγκριτικὰ Α: συγκριτικῶν B 11 αἱρετώτερον] αἱρετὸν Β οὕτως—αἱρετώτερον (12) om. D 12 αἱρετωτέρα. φευκτοτέρα A 13 ἣ τῆς ΑΒ: ἥτις aDP 14 πλούτου οὖσα φθαρτικὴ D 15 λήθη Β ἡ DP: ἢ aA: δὲ B 16 τῷ om. aP 17 ἐν ταῖς ἀποβολαῖς A φθορὰ aB 18 post ὡς add. καὶ a ἀποβολαὶ scripsi: ἀποβολὴ libri 19 ἀναλαβεῖν ἀποβάλλοντα ἀποβάλοντα Β) πάλιν οἶόν τε aBP: ἀποβάλλοντα πάλιν ἀναλαβεῖν οἷόν τε Α 20 φθοραί ex πλευραί corr. superscr. Α post εἰ et post φθορᾶς add. καὶ Β 21 τῆς corr. ex τῆ B δεικνυμένη Β καὶ delevi ἐπὶ superscr. P 22 ἀποβαλόντα Β 23 φευκτοτέρα τῆς τοῦ πλούτου aP 24 post φθοραί ras. —24 lit. P 24. 25 αἱρεταί AB, Ppr.: ἀρεταί ab, P corr. 27 λέγοιτο Β διαφθορὰ 1) 28 δέ D: om. aABP 29 αἱ om. aAP 30 ἡ post χωρίον transposuit a: om. P φευκτότερον D)

251
ἀποβολῆς τῆς οἰκίας, τὸ χωρίον τῆς οἰκίας αἱρετώτερον. προσέθηκε δὲ τὸ καὶ τῶν ἐναντίων, ὅτι ὡς ἐπ’ ἐκείνων οὕτως ἔχει καὶ ἐπὶ τῶν ἐναντίων πάλιν· ἐπεὶ γὰρ τῶν ἀποβολῶν αἱ μὲν δι’ ἐναντίων παρουσίαν γίνονται, αἱ δὲ αὐτὸ <τοῦτο> μόνον εἰσίν, ἀποβολαί, προσέθηκε ταῖς ἀποβολαῖς τὰ ἐναντία. ἀσπίδος μὲν γὰρ ἀποβολὴ οὐ δι᾿ ἐναντίου· ἀλλ’ οὐδὲ τὸ ἐπιλανθάνεσθαι ἐναντίον ἐστὶ τῷ εἰδέναι, ἀποβολὴ ὂν ἐπιστήμης, ὥσπερ οὐδὲ τὸ ἐμπίπλασθαι, ἀποβολὴ ὂν ὑγείας, ἐναντίον ἐστὶν αὐτῇ· καὶ εἰ τὸ ἐπιλανθάνεσθαι τοῦ ἐμπίπλασθαι φευκτότερον, καὶ ἐπιστήμη ὑγείας αἱρετώτερον. εἰ δὲ ἡ τῆς νόσου ἀποβολὴ αἱρετωτέρα τῆς ἀποβολῆς τῆς ἀγνοίας, φευκτοτέρα νόσος ἀγνοίας· πάλιν εἰ ἡ τῆς ἀρετῆς ἀποβολὴ φευκτοτέρα τῆς τῆς ὑγείας ἀποβολῆς, καὶ ἀρετὴ ὑγείας αἱρετώτερον. νόσος δὲ καὶ πενία ἐναντία ὑγείας καὶ πλούτου· καὶ ὡς ἐπὶ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν, οὕτως καὶ ἐπὶ τούτων καὶ τῶν τοιούτων ἔχει. ὧν γὰρ τὰ ἐναντία φευκτότερα, ὡς ὧν αἱ φθοραὶ ἢ ἀποβολαὶ [ἢ τὰ ἐναντία] φευκτότερα, ταῦτα αἱρετώτερα, καὶ ὧν αἱρετώτερα τὰ ἐναντία, ταῦτα φευκτότερα, προσκειμένου τοῦ ῾ ἂν μὴ συνεπιφέρηται τὸ ἕτερον τῷ ἑτέρῳ·’ διὰ τοῦτο γὰρ νόσου φευκτοτέρας οὔσης ἡ καχεξίας οὐκ ἔστιν ὑγεία αἱρετωτέρα εὐεξίας, ὅτι ἡ εὐεξία συνεπιφέφει τὴν ὑγείαν. οὕτως, ἐπεὶ ἀδικία ἀσωτίας φευκτοτέρα, καὶ δικαιοσύνη ἐλευθεριότητος αἱρετωτέρα.

Ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεων τε καὶ λήψεων ἔχει μόνον, ὡς καὶ αὐτὸς λέγει· ὧν γὰρ αἱ γενέσεις τε καὶ αἱ λήψεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα, καὶ ὧν φευκτότεραι, καὶ αὐτὰ φευκτότερα. εἰ γὰρ τὸ μανθάνειν τοῦ γυμνάζεσθαι αἱρετώτερον, καὶ ἔστι τὸ μὲν μανθάνειν ἐπιστήμης γένεσις τὸ δὲ γυμνάζεσθαι ὑγείας, καὶ ἐπιστήμη ὑγείας αἱρετώτερον. καὶ εἰ τὸ γυμνάζεσθαι τοὐ χρηματίζεσθαι αἱρετώτερον, εἴη ἂν καὶ πλούτου ὑγεία αἱρετωτέρα. καὶ εἰ τὸ αἰδημόνως <καὶ> ὀφειλόντως τοὐ καταφρονητικῶς καὶ ἀναισχύντως αἱρετώτερον, καὶ ἔστι τὸ μὲν φιλοσόφου βίου ποιητικὸν τὸ δὲ ἀγοραίου, καὶ ὁ φιλόσοφος τοῦ ἀγοραίου αἱρετώτερος. καὶ εἰ τὸ χαίρειν μᾶλλον τῷ εἰδέναι ἡ τῷ φαίνεσθαι <τοῦ> ἧττον τῷ εἰδέναι ἡ τῷ φαίνεσθαι> αἱρετώτερον, καὶ τὸ μὲν ἤθους ἐστὶ ποιητικὸν τὸ δὲ σοφιστικοῦ, καὶ τὸ φιλόσοφον εἷναι τοῦ σοφιστὴν αἱρετώτερον. πάλιν εἰ τὸ ἐπιλανθάνεσθαι τῶν αἰσχρῶν [*](1 τῆς prius om. Α οἰκήσεως (ante αἱρετώτερον) aP 2 τὸ καὶ aP; καὶ τὸ ABD 4 τοῦτο addidi ἀποβολαί εἰσιν Β 6 ἐστὶ—ὂν scripsi: ὂν—ἐστιν libri post εἰδέναι add. ὃ ABP: καὶ ὃ a: om. D ἔ ἐστὶν corr. ex ὂν Β αὐτὴ scripsi: αὐτῷ libri εἰ om. Α 8. 9 αἱρετωτέρα A 9 εἰ—αἱρετώτερον (11), quae ante 20 ἔμπαλιν collocant libri, hue reposui δὲ scripsi: γὰρ libri 10 εἰ ἡ ABDP1: εἰ εἴη aP5 aut P2 11 τῆς om. DP1 (add. P5 aut P2) αἱρετωτέρα Α 13 τούτων superscr., καὶ om. Β 14 ὡς ὦν—ἐναντία, quae post αἱρετωτέρα collocant libri, hue reposui ἢ τὰ ἐναντία delevi post ὡς add. δὲ aBP ὧν om. D ante ἀποβολαὶ add. αἱ Β ταῦτα] τούτων Α 16 συνεπιφέρηται scripsi: συνεφιφέρῃ libri τῶ ἑτέρω D: τοῦ ἑτέρου AP5: om. aBP1 17 ante ὑγεία add. ἡ AD 18 ante ἀδικία add. ἡ D ἀσωτία Β 20 ἐπὶ om. in fine vs. D 23 μὲν post μανθάνειν transposuit D: om. aP 26 αἱρετώτερον aBP καὶ ὀφειλόντως scripsi: ὀφεῖλον libri 27 καταφρονητικοῦ καὶ ἀναισχουν (supra scripto τ) Α post ἀναισχύντως add. ἄν aBP 29. 30 τοῦ—φαίνεσθαι addidi)

252
αἱρετώτερον τοῦ ὑγιάζεσθαι, ἡ ἄγνοια τῶν αἰσχρῶν αἱρετώτερον ὑγείας. καὶ εἰ τὸ ὑπέχειν δίκην ἁμαρτάνοντα τοῦ ὑγιάζεσθαι αἱρετώτερον <,καὶ δικαιοσύνη ὑγείας αἱρετώτερον>· πάλιν δέ, εἰ τὸ λαμβάνειν βιαίως τὰ ἀλλότρια τοῦ νόσον λαμβάνειν φευκτότερον, καὶ ἀδικία νόσου φευκτότερον. καὶ εἰ τὸ μανθάνειν τοῦ χρηματίζεσθαι αἱρετώτερον, καὶ ἐπιστήμη πλούτου· ἄμφω γὰρ λαμβάνειν τί ἐστι, καὶ τὸ μανθάνειν καὶ τὸ χρηματίζεσθαι. αὐτὸς μέντοι τοῖς τόποις ἐχρήσατο πρὸς μόνην τὴν τῶν αἱρετωτέρων δεῖξιν.

[*](p. 117b 10)

Ἄλλος τόπος, τὸ ἐγγύτερον τοῦ ἀγαθοῦ βέλτιον καὶ αἱρετώτερον, καὶ τὸ ὁμοιότερον τῷ ἀγαθῷ.

οὗτοι εἰ ὡς δύο τόποι λαμβάνοιντο, εἴη ἂν πρῶτος, ὁ λέγων τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ βέλτιον, ὁ αὐτὸς τῷ ἤση προειρημένῳ τῷ ‟καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους”· ἴσον γὰρ τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ καὶ τὸ ‟ἔγγιον τοῦ τέλους. δῆλον γὰρ ὅτι τοὐ ἀγαθοῦ ὡς τέλους λέγει· πῶς γὰρ ἄλλως ἐγγυτέρω ἄν ἡ δικαιοσύνη ληφθείη τῷ ἀγαθῷ εἰ μή τις λέγοι ὅτι τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ; ἢ δὴ τούτῳ ὁ αὐτὸς ἔσται ἢ τῷ προειρημένῳ τῷ ‟ἔπειτα δὲ τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει”· καὶ γὰρ τὰ παραδείγματα, οἷς ἐπ’ αὐτοῦ χρῆται, τοιαύτα εἶναι δοκεῖ. ἡ γὰρ δικαιοσύνη, φησί, τοὐ δικαίου ἐγγυτέρω τοῦ ἀγαθοῦ· τοῦτο δέ ἐστιν, ὅτι ἡ μὲν δικαιοσύνη ἐν γένει ἐστὶ τῇ ἀρετῇ καὶ τῷ ἀγαθῷ, ὁ δὲ δίκαιος οὐκέτι. ἢ οὐ τοῦτον δίκαιον λέγει τὸν ἔχοντα τὴν δικαιοσύνην, ἀλλὰ δίκαιόν τι, ὃ δύναται θέσει καἰ νόμῳ καὶ οὐ φύσει εἶναι τοιοῦτο. καὶ οὕτως δὲ ἡ διαφορὰ αὐτοῖς, ὅτι ἡ μὲν δικαιοσύνη ἐν γένει τῷ ἀγαθῷ, τὸ δὲ δίκαιον οὐ πάντως. καὶ οὗτος δὲ ὁ τόπος προείρηται, ὡς εἶπον. εἰ δὲ εἷς εἴη ὁ [*](132) τόπος, λέγοι ἄν δι᾿ αὐτοῦ τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ βέλτιον· ἐξηγούμενος δέ, πῶς ἐγγυτέρω εἶπε, προσέθηκε καὶ τὸ ὁμοιότερον ὂν τῷ ἀγαθῷ· τὸ γὰρ οὕτως ἐγγυτέρω ὡς ὁμοιότερον αὐτῷ εἷναι, τοῦτο αἱρετώτερον. εἰ δὲ τοῦτο εἴη λέγων, τὰ παραδείγματα αὐτῷ δοκεῖ εἶναι [ἢ] ὅτι ἡ δικαιοσύνη ὁμοιότερόν ἐστι τῷ ἀγαθῷ, τοῦτ’ ἔστι τῇ εὐδαιμονίᾳ, ἢ τὸ δίκαιον πρᾶγμα [*](1 αἱρετώτερον prius om. D τοῦ ὑγιάζεσθαι αἱρετωτέρου A 2 ἐπέχειν Α ἁμαρτάνοντος Α 2. 3 καὶ δικαιοσύνη ὑγείας αἱρετώτερον addidi 4 φευκτοτέρα (post νόσου) Α 5 γὰρ scripsi: δὲ libri 6 ante τοῖς add. τοιούτοις B, post τοῖς a 7 μόνην om. A 8 ἐγγυτέρω aP 9 ὅμοιον Β 10 fort, εἴς, ὁ 11 et 12 ἐγγύτερον Α 11 τῷ ἤδη προειρημένω] p. 116b 23 ἤδη om. Α 12 τῶ pro altero τὸ D 13 ἀγαθοῦ ὡς scripsi: inv. ord. libri τέλος (post ὠς) aA 14 πῶς—15 εὐδαιμονίᾳ, quae post 23 πάντως collocant libri, hue rcposui ἂν post γὰρ transposuit Α 15 λέγει D εἰ δὴ τοῦτο Β 16 τῷ προειρημένῳ] p. 116 a 23 post προειρημένῳ add. ἢ Β τι om. Α 17 αὐτὸ aP 18 ἐγγύτερα Α: compend. D 19 τῷ om. a 20 τοῦτον] τὸν P λέγει] ἔχει D 21 καὶ (ante οὐ) om. P τοιοῦτον B; compend. D 21. 22 καὶ ἡ διαφορὰ αὐτοῖς οὕτως Β 22 ἐν γένει] ἔγγιον A 23. 24 ὁ τόπος εἴη B 24 post αὐτοῦ add. ὅτι aP 25 ἐγγύτερον A ὂν om. Arist. cf. vs. 9 26 ὡς] καὶ a ὁμοιότης Α 27 αὐτοῦ Β δοκεῖ scripsi cf. vs. 17: δύο libri ἢ, quod delevi, aABD: τοῦ P)

253
ἢ ὁ δίκαιος· καὶ γὰρ οὐδὲ εἶπε ῾τὸ ἐγγυτέρω ἀγαθοῦ᾿, ἀλλὰ τοῦ ἀγαθοῦ καὶ τὸ ὁμοιότερον τῷ ἀγαθῷ, ὃ σημαίνοι ἂν τὸ κυριώτατον τῶν ἀγαθῶν· ἔτι ὁ μετὰ τοῦτον τόπος ἐστὶν ἀπὸ τῆς πρὸς τὰ ἄλλα ἀγαθὰ ὁμοιότητος. οὕτως ἄν δεικνύοιτο καὶ ἀρετὴ εὐτυχίας αἱρετώτερον· ἐγγυτέρω γὰρ καὶ ὁμοιότερον εὐδαιμονίᾳ· καὶ εὔκλεια ἡδονῆς· ὁμοιότερον γὰρ τῷ καλῷ. ἀλλὰ καὶ τὸ τοὺς φίλους εὖ ποιεῖν τοῦ βλάπτειν τοὺς ἐχθροὺς ὁμοιότητα μᾶλλον πρὸς τὸ καλὸν ἔχει. [καὶ] εἰ διαιροῖτο δὲ ὁ τόπος, εἴη τοῦ μὲν ἐγγυτέρω τοῦ ἀγαθοῦ παράδειγμα ἡ κατ’ ἀρετὴν ἐνέργεια καὶ αὐταὶ αἱ ἕξεις· ἐγγυτέρω γὰρ εὐδαιμονίας αἱ ἐνέργειαι· τοῦ δὲ ὁμοιοτέρου τὸ εὗ ποιεῖν τοῦ εὖ πάσχειν· ὁμοιότερον γὰρ δὴ εὐδαιμονίᾳ τὸ εὗ ποιεῖν.

Προστίθησι δὲ τῷ προειρημένῳ τόπῳ ἄλλον, τὸν λέγοντα ὅτι καὶ τὸ τῷ βελτίονι ἀμφοτέρων τῶν συγκρινομένων ὁμοιότερον βέλτιον καὶ αἱρετώτερον. ὃ γνώριμον διὰ τοῦ παραδείγματος ἐποίησεν· ἐπεὶ γὰρ τοῦ Αἴαντος καὶ τοῦ ᾿Οδυσσέως βελτίων ὁ ᾿ Αχιλλεύς, ὁ τούτων τῷ Ἀχιλλεῖ ὁμοιότερος βελτίων· διὸ Αἴας ᾿Οδυσσέως· ὁμοιότερος γὰρ Ἀχιλλεῖ. ἔνστασιν δὲ πρὸς τὸ τῷ τόπῳ προκείμενον φέρει· εἰ γὰρ μή, ᾗ βελτίων ἐστίν, ὁμοιότερός τις εἴη αὐτῷ, μὴ εἶναι τοῦ ἑτέρου τοῦ ἧττον ὁμοίου βελτίονα, ἄν ἐκεῖνος αὐτῷ, καθ’ ὃ βελτίων ἐστίν, ὅμοιος ἡ. οἷον Ἀχιλλεὺς ἦν μὲν καὶ ἀνδρεῖος καὶ κατὰ τοῦτο βελτίων τοῦ τε Αἴαντος καὶ τοῦ Ὀδυσσέως, ἦν δὲ καὶ ὀργίλος· ἄν δὴ τῶν συγκρινομένων πρὸς ὁ μὲν πάνυ αὐτῷ κατὰ τὸ ὄργιον ὅμοιος ᾖ, ὁ δ’ ἠρέμα κατὰ τὸ ἀνδρεῖον, οὐκ ἐπεὶ ὁμοιότερος αὐτῷ ὁ ὀργίλος, διὰ τοῦτο βελτίων τοῦ ἑτέρου. δεῖ δὲ καὶ τῆς λέξεως ἀκούειν τῆς τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δὲ ὡς λεγούσης τὸ μὴ ὁμοίου δὲ ἀντὶ τοῦ ῾μὴ ἐπ’ ἴσης δὲ ὁμοίου᾿ · οὕτως γὰρ τὸ συγκριτικὸν σώζοιτο ἄν. ἢ δύναται καὶ ἁπλῶς εἰρῆσθαι· καὶ γὰρ ἐπὶ τοῦ ἐπιφερομένου οὐχ ἧττον λέγει τὸν ἵππον τῷ ἀνθρώπῳ ὅμοιον εἶναι τοὐ πιθήκου, ἀλλὰ τὸν μὲν πίθηκον ἐπὶ τὰ γελοιότερα ὅμοιον, τὸν δ’ ἵππον οὐδ’ ὅλως ὅμοιον. δύναται γάρ τις, ὥς φησιν, [*](1 τὸ] τῶ a ἀγαθῶ ΑΒ 1. 2 ἀλλὰ τοῦ ἀγαθοῦ om. aP 2 τῷ ἀγαθῷ aB. corr. P1, ut videtur: τοῦ ἀγαθοῦ AD, Ppr. ἃ aBP 4. 5 αἱρετωτέρα· ἐγγυτέρα— ὁμοιοτέρα A 6 τοῦ] τὸ Β 7 ἔχον conicio καὶ delevi 8 τοῦ prius P: τῶ aABD αὗται aAP 9 ἐγγύτεραι Α ὁμοιότερον Α 10 ποιεῖν τοῦ εὖ om. Β immo καὶ τὸ εὖ πάσχειν δὴ AD: ἡ aBP τὸ altemin ADP: τοῦ aB ποιεῖν εὖ ABP 11 τόπον Α: om. D ὅτι—ὁμοιότερον (12) lemma in Α 12 ἀμφοτέρων—13 ἐπεὶ γὰρ τοῦ, initium paginae, P3 βέλτιον καὶ] βελτιόνων ἀμφοτέρων P3 13 ἐποιήσατο a 15 γὰρ postea add. Ρ1, ut videtur 16 τὸ om. aB τῷ supersor. Ρ1, ut videtur προκείμενον ADP1: προσκείμενον Ρ2: προσκειμένην aB εἰ—τις ὢν (17) in contextu correcturis obscurata in mrg. lepetit D μὴ ᾗ corr. D ἐστίν—βελτίονα (18) om. B 17 τις ex corr. add. D εἴη scripsi: ὢν libri 17. 18 τοῦτον βελτίονα scripsi: τούτου βελτίων D: τούτῳ βελτίων aP: βελτίων αὐτῶ Α 18 αὐτῶ ex corr. add. D post βελτίων delevit αὐτῶ Β ἐστίν] εἶναι Β ante ἀχιλλεύς add. ὁ Β 19 καὶ (post μὲν) om. Β 20 ἦν δὲ καὶ ὀργίλος ex corr. add. D δὴ] δὲ Β 21 ᾖ aAP: ἣν BD δὲ add. Ρ2 22 ὁ om. Β, snperscr. P 23 καὶ om. aAP ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δέ (24) lemma in Α μὲν ἀγαθοῦ ὄντος B 24 ὡς ex corr. add, D 26 οὐχ ἧττον λέγει] i. e. οὐ λέγει ἧττον)

254
ὅμοιός τινι εἶναι καὶ ὲπὶ τὸ γελοιότερον, ὡς πίθηκος ἀνθρώπῳ, ὃς οὐκ ἐπεὶ οὓτως ὅμοιός ἐστιν ἀνθρώπῳ βελτίονι ὄντι καὶ τοῦ πιθήκου καὶ τοῦ ἵππου, ἤδη βελτίων ἔσται τοῦ ἵππου. δεῖ οὗν τὴν ὁμοιότητα ἐπὶ τὰ εἶναι καὶ μὴ ἐπὶ τὰ γελοιότερα, εἰ μέλλοι ὁ ὁμοιότερος τῷ βελτίονι βελτίων εἶναι. οὕτως ὁ διδοὺς τοῦ λαμβάνοντος δεικνύοιτ’ ἄν βελτίων· ὁμοιότερος γὰρ θεῶ· καὶ θεωρία πράξεως διὰ τὸ αὐτό.

[*](p. 117b 20)

Πάλιν ἐπὶ δυοῖν, εἰ τὸ μὲν τῷ βελτίονι τὸ δὲ τῷ χεί- ρονι ομοιοτερον.

Εἰπὼν τόπον τὸν ἀπὸ τῆς ὁμοιότητος ἑνὸς ὄντος πρὸς ὃ ἡ ὁμοιότης ἐλαμβάνετο τῶν συγκρινομένων ἀλλήλοις, προστίθησιν ἄλλον, εἰ μὴ ἓν εἴη ᾧ τὸ ὁμοιότερον ζητεῖται, ἀλλὰ δύο, καὶ εἴη τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ ἧττον τοιοῦτον. καὶ εἰ τῶν συγκρινομένων τὸ μὲν τῷ βελτίονι ὅμοιον εἴη τὸ δὲ τῷ χείρονι, τὸ τῷ βελτίονι ὅμοιον βέλτιον. δεῖ δὲ καὶ ἐνταῦθα εἰ μέλλοι τις τὰς ἐνστάσεις φυλάσσεσθαι, κατά τε τὸ βέλτιον τὴν ὁμοιότητα εἶναι καὶ μὴ τοῦ μὲν ἠρέμα τοῦ δὲ μᾶλλον τὴν ὁμοιότητα λαμβάνεσθαι. εἴτε γὰρ μὴ ἐπὶ τὸ βέλτιον εἴη ὅμοιόν τι αὐτῶν, οὐ βέλτιον (διὰ τοῦτο οὐκ ἔστι βελτίων πίθηκος ἵππου· καίτοι ὁ μὲν ἀνθρώπῳ ὅμοιός ἐστιν, ὁ δὲ ὄνῳ· ἀλλ’ ὁ μὲν ἐπὶ τὸ χεῖρον καὶ οὐχὶ βέλτιον, ὁ δὲ ἐπὶ τὸ βέλτιον), εἴτε πάλιν τὸ τῷ μὲν βελτίονι ὁμοιότερον ἠρέμα εἴη ὅμοιον αὐτῷ τὸ δὲ τῷ χείρονι σφόδρα, οὐδὲ οὕτως βέλτιον πάντως τὸ τῷ βελτίονι ὅμοιον. εἰ γὰρ ὁ μὲν ᾿Οδυσσεὺς ἠρέμα εἴη τῷ Νέστορι ὅμοιος ὄντι τοῦ Ἀχιλλέως βελτίονι, ὁ δὲ Αἴας σφόδρα τῷ Ἀχιλλεῖ, οὐκ ἤδη ὁ ᾿Οδυσσεὺς βελτίων ἄν εἴη τοῦ Αἴαντος. αὐτὸς μέντοι διὰ τοῦ παραδείγματος ὡς βελτίονα τὸν ᾿Αχιλλέα τοῦ Νέστορος λαβὼν οὕτως τὴν σύγκρισιν πεποίηται. δεῖ δὲ λαμβάνεσθαι τὰς ὁμοιότητας καθ’ ἑκάτερον τῶν πρὸς ἃ ἡ ὁμοιότης ἔχει τι ἀγαθόν. οὕτως ἔνεστι δεικνύναι ὑπεροψίαν * * * * ὁμοιότερον μεγαλοψυχία, ἡ δὲ θρασύτης ἀνδρείᾳ· κεῖται γὰρ ἡ μεγαλοψυχία βελτίων ἀρετὴ εἶναι. καὶ τὸ εὐεργετεῖν τοῦ εὐεργετεῖσθαι, εἴ γε [*](133) τὸ μὲν τῷ ἀνενδεεῖ τὸ δὲ τῷ δεομένῳ ἔοικε. καὶ ἡ κατ’ ἐνέργειαν ἀρετὴ τῆς ἐν ἕξει· ἔοικε γὰρ ἡ μὲν τοῖς ἐνεργείᾳ οὖσιν, ἡ δὲ τοῖς δυνάμει.

[*](2 ἐπειδὴ Β οὕτως corr. P2: οὗτος AD et. ut videtiir. P1: οὕτω, sed post ἐστιν, aB ante ἀνθρώπῳ add. τῷ aB 2. 3 καὶ τοῦ πιθήκου καὶ τοῦ ἵππου aBP: πιθήκου D: πιθήκῳ Α 3 ἐπὶ corr. Ρ2 τὰ om. BP1 (add. P2) 3. 4 βελτίω aAB et ante ras. 1 lit. P 4 μὴ om. B μέλλει aB 7 δυσὶν D 9 ὅ BP: ὅν aAD ἡ om. a 10 ἄλλο AP 11 καὶ εἴη scripsi: inv. ord. ABD: καὶ aP 12 συγκρινόντων Β 14 μέλλει B φυλάττεσθαι Β 16 ὅμοιόν τι εἴη D αὐτῶν scripsi: αὐτῶ libri 17 οὐκέτι Β 18 ἐστιν om. Β ὁ μὲν aB: om. ADP 19 τῷ add. P2: om. aP1 μὲν om. aB ὁμοιότερον (post εἴη) Β 21 μὲν om. Β 22 snpra βελτίονι scriptum φρονήσει Β οὐκ] οὐκέτι Β ὁ altonim om. aP 23 αὐτὸς scripsi: οὗτος libri 25 ἑκάτερα Β 26 supple θρασύτητος αἰρετωτέραν· ἡ μὲν γάρ ὑπεροψία 27 ἀνδρία semper Α 28 post ἀρετὴ eras. 1 lit. P 29 δεομένῳ] δε corr. ex ἐν Β 30 τῆς aP: τῆ AD: τε Β)
255
[*](p. 117b 28)

Ἄλλος, τὸ ἐπιφανέστερον τοῦ ἧττον τοιούτου.

Δύο αἱρετῶν τὰ ἄλλα ἐπ’ ἴσης ἐχόντων τὸ ἐπιφανέστερόν φησι τοῦ ἧττον τοιούτου αἱρετώτερον εἶναι. εἴη δ’ ἂν ἐπιφανέστερον τὸ πόλιν εὖ ποιῆσαι τοῦ ἕνα καὶ τὸ ἄρχοντα τοῦ ἰδιώτην, τὸ εὗ ποιεῖν τοῦ πλουτεῖν, τὸ δημηγορεῖν τοῦ δίκας λέγειν, ἀνδρεία σωφροσύνης, μεγαλοπρέπεια ἐλευθεριότητος. οὕτως δεικνύοι τις ἂν καὶ τὴν πρᾶξιν τῆς θεωρίας αἱρετωτέραν· ἐπιφανέστερος γὰρ ὁ πρακτικὸς βίος τοῦ θεωρητικοῦ. προστίθησι δὲ τῷ προειρημένῳ αἱρετώτερον εἶναι καὶ τὸ χαλεπώτερον τοῦ ῥᾳδίου· τὰ γὰρ σπάνια καὶ δυσπόριστα καὶ χαλεπὰ κτηθῆναι τῶν ἀγαθῶν μᾶλλον ἀγαπᾶταί τε καὶ σπουδάζεται. οὕτως ἀρετὴ πλούτου καὶ ὑγείας αἱρετώτερον <ἂν> δεικνύοιτο· σπάνιον γὰρ καὶ χαλεπὸν ληφθῆναι· ‟τῆς γὰρ κατὰ τὸν ῾Ησίοδον ‟ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν”. καὶ θεωρία πράξεως· χαλεπωτέρα γὰρ ἡ τῶν θεῶν γνῶσις. καὶ κάλλος πλούτου· χαλεπώτατα γὰρ καὶ σπάνια τὰ τοιαῦτα τῶν κτημάτων. ἔτι καὶ τὸ ἰδιαίτερόν φησιν αἱρετώτερον εἶναι τοῦ κοινοτέρου. ἰδιαίτερον δέ ἐστιν ὃ μόνῳ ἢ μετ’ ὀλίγων ὑπάρχει. οὕτως ἀνθρώπῳ αἱρετώτερον φρόνησις ὑγείας· τὸ μὲν γὰρ ἴδιον αὐτοῦ, τὸ δὲ κοινὸν αὐτῷ καὶ πρὸς τὰ ζῷα τὰ ἄλλα· καὶ ἐπιστήμη ἰσχύος, καὶ λόγος κάλλους. ἀγαπᾶται δὲ καὶ ἡ εὐγένεια τῶν χρημάτων μᾶλλον· ἰδιαίτερον γὰρ τῶν ἐχόντων ἄμφω. ἀλλὰ καὶ κάλλος πλούτου ἰδιαίτερον. ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰδιαίτερον ἀρετὴ χρημάτων· τῶν μὲν γὰρ χρημάτων καὶ οἱ κακοὶ κοινωνοῦσιν, ἀρετῆς δὲ οὐδαμῶς. οὕτω καὶ ὅσα αὐτοὶ εὑρίσκουσί τινες κατ’ ἐπιστήμας ἢ τέχνας, μᾶλλον ἀγαπῶσιν. ἀλλὰ καὶ τὸ τοῖς κακοῖς ἀκοινωνητότερον αἱρετώτερόν φησιν. οὕτω δεικνύοιτ' ἂν σωφροσύνη ἐγκρατείας αἱρετώτερον· ἡ μὲν γὰρ σωφροσύνη ἐκτὸς πάσης ἐπιθυμίας φαύλης, ἡ δὲ ἔχει φαύλας τε καὶ σφοδρὰς ἐπιθυμίας. καὶ ὁ θεωρητικὸς τοῦ πρακτικοῦ· ἄμικτος γὰρ τῶν περιστατικῶν ἐνοχλήσεων καὶ ἧττον ἐνοχλεῖται. δεικνύοιτο δ’ ἄν οὕτω καὶ ὑγεία πλούτου αἱρετώτερον, τῷ τὸν πλοῦτον εἶναι μετὰ φόβου· ἀλλὰ καὶ σωφροσύνη ἀνδρείας, εἴ <γε> τῇ ἀνδρείᾳ ἕπονται πόνοι καὶ τραύματα, καὶ κάλλους

[*](2 ἄλλα om. B 3 τοιούτου ἧττον Α αἱρετώτερα τυγχάνειν A τὸ] τοῦ Α 4 εὖ ποιεῖν τοῦ πλουτεῖν aABP: εὖ ποιεῖν τοῦ εὑ πάσχειν D: fortasse πλουτεῖν τοῦ εὐπορεῖν 5 τὸ—λέγειν om. P 6 καὶ τὴν om. D 6. 7 αἱρετώτερον compend. D 8 τὸ om. Β 10 τε om. Β ante ἀρετὴ add. ἡ P 10. 11 αἱρετωτέρα Α 11 ἂν addidi 12 κατὰ τὸν ABD: καθ’ aP3: κατ’ P1 κατὰ τὸν ῾Ησίοδον] Opera et dies 289 14 χαλεπώτατον—σπάνιον Ρ3 post τὰ add. γὰρ Ρ2 post κτημάτων add. σπάνια P ἔτι] τι Λ 15 δέ ἐστιν] φησιν D 16 ὑπάρχον Β αἱρετωτέρα Α 17 αὐτῷ scripsi: αὐτοῦ aABP: compend. D 18 κάλλους λόγος B 19 ἰδιαιτέρα Α 20 post ἰδιαίτερον prius add. γὰρ aB ἰδιαίτερα (post ἀγαθοῖς) Α 21 μὲν om. D ἀρετῶν Β 22 αὐτοὶ] τοιαῦτα D τινας Bpr. 23. 24 ἀλλὰ—φησιν lemma in A 23 ἀλλὰ et τοῖς om. B ἀκοινώνητον Β 23. 24 φησι μᾶλλον αἱρετώτερον D 24 δ’ ἂν δεικνύοιτο D αἱρετωτέρα Α 26 πραγματικοῦ D παραστατικῶν Α 27 ἐνοχλεῖται] τᾶι addidisso videtnr P2 δ’ om. ABP 28 αἱρετωτέρα Α τὸν om. P 29 γε addidi φόνοι supra φ scripto π D)
256
[*](p. 117b33)

Ἔτι εἰ ἔτι εἰ ἁπλῶς τοῦτο τούτου βέλτιον, καὶ τὸ βέλτιστον τῶν ἐν τούτῳ βέλτιον τοῦ ἐν τῷ ἑτέρῳ βελτίστου.

Ο τόπος τοιοῦτος· εἰ [τι] ἁπλῶς γένος τι γένους τινὸς ἢ εἶδός τι τινὸς βέλτιον, καὶ τὸ ἐν τῷ βελτίονι γένει ἢ εἴδει ἄριστον βέλτιον ἔσται τοῦ ἐν τῷ ἐλάττονι ἀρίστου. δεῖ δὲ ἀκούειν τοῦ ἐν τούτῳ ὡς ‘ἐν γένει ἡ εἴδει᾿ . οἷον εἰ τὸ ἔμψυχον πάν γένος παντὸς τοῦ ἀψύχου βέλτιον, καὶ τὸ ἄριστον τῶν ἐμψύχων τοῦ ἀρίστου τῶν ἀψύχων βέλτιον· καὶ εἰ ἀπλῶς ὁ ἄνθρωπος τοῦ ἵππου βελτίων, καὶ ὁ ἄριστος ἄνθρωπος τοῦ ἀρίστου ἵππου βελτίων· καὶ εἰ ψυχὴ σώματος βελτίων, καὶ ἡ ἀρίστη ψυχὴ τοῦ ἀρίστου σώματος βελτίων· καὶ εἰ ἀνὴρ γυναικὸς βελτίων, καὶ ὁ ἄριστος ἀνὴρ τῆς ἀρίστης γυναικὸς βελτίων. καὶ εἰ τὸ βέλτιστον δὲ τῶν ἔν τινι γένει τοῦ βελτίστου τῶν ἐν ἄλλῳ γένει βέλτιον, καὶ ἁπλῶς τὸ γένος τοῦ γένους βέλτιον ἔσται. ἔστι δὲ τοῦτο ἀντιστροφὴ τοῦ πρώτου τόπου. εἰ γὰρ ὁ ἄριστος ἀνὴρ τῆς ἀρίστης γυναικὸς βελτίων, καὶ ἀνὴρ γυναικὸς βελτίων· καὶ εἰ ὁ ἄριστος ἄνθρωπος τοῦ ἀρίστου ἵππου βελτίων, καὶ ἄνθρωπος ἵππου βελτίων. ἐνίσταιτο δ’ ἄν τις τῆ ἀντιστροφῇ λέγων τὸν μὲν ἄριστον θάνατον τοῦ ἀρίστου περιπάτου βελτίονα εἶναι, οὐ μὴν καὶ ἀπλῶς θάνατον περιπάτου αἱρετώτερον. ἢ οὐκ ἔστιν ὁ ἄριστος θάνατος ἐν εἴδει τῷ θανάτῳ, ὡς <ὁ> ἄριστος ἄνθρωπος ἐν εἴδει τῷ ἀνθρώπῳ. ὁ μὲν γὰρ ἄριστος μάλιστα ἄνθρωπος (κατὰ γὰρ τὴν ἀνθρώπου ἀρετήν, καὶ πᾶν ἔν τινι γένει ἄριστον μάλιστά ἐστιν ἐκεῖνο), ὁ δὲ ἄριστος θάνατος οὐκ ἔστι μάλιστα θάνατος· τὸ γὰρ εὗ ἐπὶ τοῦ θανάτου οὐκ ὲν αὐτῷ τῷ θανάτῳ γίνεται, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλὰ ἐν ἄλλῳ τινὶ τὸ ἐν θανάτῳ εὗ, καὶ οὐ καθ’ ὃ θάνατος, ὠὰ κατά τινος ἄλλου παρουσίαν· κατὰ γὰρ ἀρετήν, οὐ τὴν θανάτου ἀλλὰ τὴν τοῦ ἀποθνήσκοντος· μέμικται γὰρ ὁ ἄριστος θάνατος ἔκ τε ἀρετῆς ἀνθρώπου καὶ ἐκ θανά|του. τῷ οὗν <τὸ> προσκείμενον [*](134) τῷ θανάτῳ ὄντι κακῷ, τὴν ἀρετήν, μέγα ἀγαθὸν εἶναι, τούτῳ τοῦ ὑγιεινοῦ τε καὶ τοῦ ἀρίστου περιπάτου ἀμείνων· προείρηται γὰρ ὅτι ἀγαθόν τι μετὰ μὴ ἀγαθοῦ οὐδὲν κεκώλυται ἀγαθῶν πλειόνων αἱρετώτερον εἶναι, μήτι γε ἀγαθοῦ μικροῦ, ὁποῖόν ἐστι τὸ ὑγιεινόν, τοῦ περιπάτου ὄντος μεσου.

[*](3 τι primum delevi ἁπλῶς] ῶς in ras. 2—3 lit. Ρ2 τι alterum om. P post τι habuisse videtur ἢ P 6 παντὸς post βέλτιον transposuit D 8 τοῦ prius AD τοῦ τοῦ post ras. 7 lit. P: τοῦ ἁπλῶς aB 9 post εἰ add. ἡ aB 10 βελτίων prius D: om. aABP post εἰ add. ὁ D 12 ἀπλῶς] ῶς ut vs. 3 in ras. Ρ2 13 βέλτιστον BD 14 καὶ ἀνὴρ— ἵππου βελτίων (15) om. A 15 καὶ εί—βελτίων om. D 16 ἐνίστατο Β 17 (ante τοῦ) a μὲν Α 18 ὁ ἄριστος mrg. D 19 ὁ prius addidi 20 γὰρ post ἀνθρώπου transposuit Α ante ἀνθρώπου add. τοῦ B fort. <ὡς> καὶ sive ὡς 21 ἄριστον Α 22 τῶ θανάτω Β 23 τό] τῶ D 24 οὐ om. a 25 ante θανάτου add. τοῦ Β 26 τῶ AD: τό aBP τὸ addidi: om. libri, sed ras. 1—2 lit. P 26. 27 BP: προκείμενον aAD 28 ὑγιαίνειν D τοῦ alterum aDP2: om. ABP1 προείρηται] p. 117a 21 γὰρ scripsi: δὲ libri 29 μὴ μετὰ Β πλεόνων aABP 30 μήτοι Β: μήτε a μικτοῦ Β ὑγιεινόν scripsi cf. vs. 28: ὑγιαῖνον libri)
257
[*](p. 118a 1)

Ἔτι ὧν ἔστι τοὺς φίλους μετασχεῖν.

Τῶν ἐπ’ ἴσης ἀλλήλοις αἱρετῶν εἶναι δοκούντων αἱρετώτερά φησιν εἶναι ὧν μετασχεῖν οἷόν τέ ἐστι καὶ τοὺς φίλους τῶν μή. οὕτως δειχθήσεται ἀρετὴ μὲν ὑγείας αἱρετωτέρα, πλοῦτος δὲ εὐγενείας· τῶν μὲν γὰρ μετασχεῖν ἔστι καὶ τοὺς φίλους, τῶν δὲ οὐχ οἷόν τε κοινωνῆσαι ἄλλοις. οὕτως καὶ παιδεία ἡδονῆς αἱρετώτερον ἄν δεικνύοιτο· μόνος γὰρ ὁ ἡδόμενος ἡδονῆς ἀπολαύει· καὶ ἐλευθεριότης πραότητος, εἴ γε πραότης αὐτὸν μόνον τὸν ἔχοντα πραύνει πρὸς ὀργάς· καὶ ἰσχὺς κάλλους, εἴ γε τὸ μὲν κάλλος αὐτοῦ μόνου ἐστὶ τοῦ ἔχοντος αὐτὸ κόσμος, ἡ δ’ ἰσχὺς καὶ τοῖς φίλοις χρησιμωτάτη. ἀλλὰ καὶ ἃ πρὸς τὸν φίλον πρᾶξαι μᾶλλον βουλόμεθα ἡ πρὸς τὸν τυχόντα, καὶ ταῦτα αἱρετώτερα. οὕτω δεικνύοιτ’ ἄν τὸ τὰ δίκαια ποιεῖν τοὺ δοκεῖν ποιεῖν τὰ δίκαια αἱρετώτερον· πρὸς μὲν γὰρ τοὺς φίλους αἱρούμεθα τὰ δίκαια ποιεῖν ἀληθῶς, πρὸς δὲ τοὺς τυχόντας καὶ τὸ δοκεῖν ποιεῖν τὰ δίκαια ἐξαρκεῖν ἡγούμεθα. χρὴ δὲ μεμνῆσθαι ὅτι ἔνδοξοι καὶ πιθαναὶ ἐπιχειρήσεις εἰσί. δεικνύοι δ’ ἄν τις οὕτως καὶ τὸ χαρίσαι τοῦ δανεῖσαι αἱρετώτερον· ἡ μὲν γὰρ χάρις πρὸς τοὺς φίλους, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας· καὶ τὸ διδάσκειν τοῦ ἐπιδείκνυσθαι· διδάσκειν μὲν γὰρ τοὺς φίλους αἱρούμεθα, ἐπιδείκνυσθαι δὲ καὶ τοῖς τυχοῦσιν.

[*](p. 118a 6)

Καὶ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων βελτίω.

Τίνα ἐστὶ τὰ ἐκ περιουσίας καὶ τίνα τὰ ἀναγκαῖα, πρῶτον δεῖ· οὕτως γὰρ ἐνέσται χρῆσθαι τῷ τόπῳ. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ [οὖσα] ἀναγκαία, καὶ αὐτὸς ἐρεῖ, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσία οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον ὄν. βελτίω δὴ τὰ ἐκ περιουσίας τῶν [*](3 τέ om. Β ἐστι om. aP τῶν ADP: ἢ ὧν aB ὧν ex (ὧν corr. Β) Arist., at p. 265,23. 269,10 4 αἱρετώτερον aB 5 κοινωνῆσαι D: κοινωνεῖν aABP ἀλλήλοις aB 6 αἱρετωτέρα Α 7 ἡδονῆς om. D ante πραότης supersor. ἡ A2, lit videtur 8 τὸν ἔχοντα om. Α post πρὸς ras. 3 lit. P καλοὺς aB 8. 9 τοῦ μὲν κάλλους Β 9 μόνον A κόσμος] κάλλος Α 10 ἀλλὰ—αἱρετώτερα (11) lemma in A μᾶλλον πρᾶξαι D(C) 11 post ἢ add. ἃ Β Arist. πρὸς om. D 13 ἀληθῆ Α 15 μεμνῆσθαι] γινώσκειν Β ἔνδοξοι] non liquet Α fort. πιθαναὶ <αἱ> δεικνύοιτο Β 16 χαρίσαι BD: χρίσαι P: aA χάρις BD: χρῆσις aAP 21 ἐστὶ] δὲ compend., ut videtur, Β τὰ alterum om. ABP 22 ἂν ἔσται D ἀναγκαῖα—αἱρετώτερον (p. 2.58,11) Suidas sub V. ἐκ περιουσίας 23 οὖσα delevi 24. 25 προκατασκευάζηται Α 25 ante τῶν add. τις Arist. καλλῶν Α 25. 26 τὸ δὲ εὖ ζῆν ἐκ περιουσίας D 26 τῆ τοῦ εὖ γὰρ Α)

258
ἀναγκαίων εἶναί φησι· βέλτιον γὰρ τὸ μὲν εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐχὶ δὲ καὶ αἰεὶ ἡμῖν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρετώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετώτερον. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερον. ἐστιν, ὥσπερ τὸ εὖ λέγειν τοῦ λέγειν, τὰ δὲ βελτίω μέν ἐστιν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γοῦν φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδεία οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι· κατὰ γὰρ τὸν Φωκυλίδην ‟δεῖ ζητεῖν βιοτήν, ἀρετὴν δ’, ὅταν ᾖ βίος ἤδη”.

οὕτω δὲ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον ἄν εἴη. διὸ καὶ σχεδόν φησι βελτίω μὲν εἶναι τὰ ἐκ περιουσίας. αἱρετώτερα δὲ τὰ ἀνάγκαι, τὸ σχεδὸν οὐ τοῖς βελτίοσι προσθεὶς ἀλλὰ τοῖς αἱρετωτέροις. καὶ γὰρ δοκεῖ κατὰ φύσι εἶναι ἡ τῶν ἐκ περιουσίας αἵρεσις μετὰ τὰ ἀνανγκαῖα· πρῶτον μὲν γὰρ εἶναι δεῖ, εἶθ’ οὕτως αἱρεῖσθαι τὰ ἐκ περιουσίας· πρὸς δὲ τὸ εἶναι τὰ ἀναγκαῖα συντελεῖ. ὡς γὰρ εὐεξία ἐπὶ ὑγείᾳ γίνεται καὶ ὀξυδερκία ἐπὶ ὄψει καὶ ταχυτὴς ἐπὶ κινήσει καὶ καθόλου τὸ καθ’ ἕκαστον εὖ ἐπὶ προϋπάρχοντι ἐκείνῳ, οὕτω καὶ τὰ ἐκ περιουσίας ἐπὶ προϋπάρχουσι τοῖς ἀναγκαίοις ἔχειν δοκεῖ τὴν αἵρεσιν· οὐδὲν γὰρ τούτων ὄφελος ἄνευ ἐκείνων, εἴ γε μηδὲ εἶναι οἷόν τε χωρὶς αὐτῶν.

[*](p. 118a 16)

Καὶ ὃ μὴ παρ’ ἄλλου ἔστι πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ’ ἄλλου.

Δοκεῖ τὰ σπανιώτερα τῶν κοινοτέρων αἱρετώτερα εἶναι· διὰ τοῦτο, ὃ μὴ οἷόν τε παρ’ ἄλλου πορίσασθαι, ἀλλ’ ἢ μόνος τις ἔχει ἢ παρ᾿ αὐτοῦ μόνου κτήσασθαι δύναται, αἰρετώτερον τῶν παρ’ ἄλλου γενέσθαι δυναμένων. οὕτως δείξεις τὰς μὲν ἀρετὰς τῶν τυχηρῶν ἀγαθῶν αἱρετωτέρας (τῶν μὲν γὰρ δι’ ἡμῶν μόνων ἡ κτῆσις, τῶν δὲ πολλαὶ προφάσεις [*](1 εἶναι D: om. aABP Suid. μὲν om. ΑΒ Suid. δὲ om. Β 2 οὐχὶ δέ AD: οὕτω a et in ras. P2: om. Β: οὐκ omisso καὶ Suid. αἰεὶ ἡμῖν scripsi: ἡμῖν aADP: εἰ μὴ B: ἀεὶ μὲν Suid. τὰ AD Suid.: τὰ τινὶ aP (τὰ add. Ρ2, post τινὶ ras. 2 lit. Ρ): τινα τὰ Β om. Β 3 post δυνατῶν add. ἄλλως a, ἄλλω Β: ras. P 4 οὐχὶ (ante αἱρετώτερα) A μὲν om. Β ἡμῖν οὐχ] οὐχὶ καὶ ἡμῖν Β 5 αἱρετωτέρα Α Suid. 6 τοῦ (corr. P1) λέγειν τὸ εὖ λέγειν aP Suid. 7 τὸ γοῦν (γὰρ Suid.) —αἱρετώτερον (8) om. AD βέλτιον aP: βελτίω Β 8 αἱρετώτερον aP: αἱρετώτερα Β ἐν add. Ρ2 9 τὸν om. D φωκυλλίδην ΑΒ 10 δεῖ ζητεῖν aD: δεῖ ζητεῖσθαι ABP: δίζεσθαι Diogenian. Prov. IV 39 cf. Bergk fr. 10 βίοτον Β ἤδη] ἥδιστος Β 11 τῷ νοσοῦντι post εἴη transposuerunt aP ἄν εἴη αἱρετώτερον Β 13 προστιθεὶς ΑΒ 14 τὰ om. A 15 αἱρεῖσθαι] αἰ et et in ras., ρ (ex ο?) corr. P2 16 ὑγιείας P 17 ὀξυδορκία ABP 18 προϋπ. add. τῷ BD καὶ] ras. 2 lit. P ἐπὶ alteram om. Β 19 οὐδὲ aAP 20 ἄνευ AD: ἀπόντων Β: ἀπ’ aP μηδὲ] δὲ superscr. P1 οἷόν τε εἶναι Β 21 ἔστι παρ’ ἄνου Arist., Alex. p. 259,18 21. 22 ἢ—ἄλλου om. Α 24 παρ’ ἄλλου om. D 25 αὐτοῦ ΑΒ, Dpr. μόνον Α δύναται κτήσασθαι aP αἱρετώτερα BD post τῶν add. καὶ AB 26 μὲν om. D post τυχηρῶν add. καὶ aABP: om. D)

259
αἰτίαι τῆς κτήσεως), πάλιν δὲ τὴν εὐγένειαν πλούτου· πλούτου μὲν γὰρ πολλαὶ ὁδοὶ καὶ παρὰ πολλῶν οἷός τε περιγενέσθαι, εὐγένειαν δὲ παρ’ [*](135) οὐδενὸς ἔστιν ἐπικτήσασθαι. οὕτως καὶ τῶν κτημάτων καὶ βιβλίων περὶ ταῦτα μᾶλλον σπουδάζομεν, ἃ μὴ ἔστι παρ’ ἄλλου λαβεῖν, [καὶ] ἄν τῶν κοινοτέρων τε καὶ παρὰ πλείοσιν ὄντων· διὸ καὶ περὶ τὰ ἴδια συγγράμματα πλείστη σπουδή. οὕτως ἄν δεικνύοιτο καὶ τὸ γυμνάζεσθαι αἱρετώτερον τοῦ ἰατρεύεσθαι καὶ τὸ περιγινομένους τῶν ἀνταγωνιστῶν στεφανοῦσθαι τοῦ κατὰ σπουδήν. λέγει δὲ καὶ αὐτὸς τοῦτο πεπονθέναι τὴν δικαιοσύνην πρὸς τὴν ἀνδρείαν. γίνοιτο δ' ἄν τὸ λεγόμενον σαφές, εἰ πρῶτον εἴη γνώριμον τί παρ’ ἑκατέρας ἡμῖν τῶν ἀρετῶν τούτων γίνεται. δοκεῖ δὴ παρὰ μὲν τῆς ἀνδρείας ἡμῖν περιγίνεσθαι ἡ ἐκ τῶν κινδύνων σωτηρία, παρὰ δὲ τῆς δικαιοσύνης τὸ τοῦ ἴσου διανεμητικοῖς εἶναι· τούτων δ’ ἡ μὲν σωτηρία παρὰ τῆς ἀνδρείας γινομένη δύναται καὶ παρ’ ἄλλων ἡμῖν περιγενέσθαι μὴ οὖσιν αὐτοῖς ἀνδρείοις, τὸ δὲ διανεμητικοῖς εἶναι τοῦ ἴσου χωρὶς τῆς οἰκείας δικαιοσύνης οὐκ ἄν τινι περιγένοιτο· διὸ αἱρετωτέρα ἀνδρείας δικαιοσύνη. δύναται καὶ ἔμπαλιν λέγεσθαι· τὸ μὲν γὰρ ἐκ τῶν κινδύνων σωθῆναι δι’ αὐτῶν, τὸ δὲ παρὰ τῆς δικαιοσύνης ἴσον παρ’ ἄλλων. δύναται τὸ καὶ ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι λέγεσθαι ἐπὶ τούτων, ἃ μηκέτι δύναταί τις ἀποβαλὼν κτήσασθαι τῷ μηκέτι εἶναι τὸν ποιήσαντα, οἷον εἰ βιβλίον οὗ μὴ ἔστιν ἀντίγραφον, ἢ τεχνίτου τινὸς μηκέτ’ ὄντος ἔργον.

[*](p. 118a 18)

Καὶ εἰ τόδε μὲν ἄνευ τοῦδε αἱρετόν.

Δύο τινῶν ὄντων αἱρετῶν, ἄν τὸ μὲν ἕτερον αὐτῶν χωρὶς τοῦ ἑτέρου μὴ ἡ αἱρετόν, τὸ δὲ ἕτερον αἱρετὸν ᾖ καὶ καθ’ αὑτὸ καὶ χωρὶς τοῦ ἑτέρου, αὐτοῦ αἱρετώτερόν ἐστιν. οὕτως φρόνησις δυνάμεως εἴη ἄν αἱρετωτέρα, εἴ γε δύναμις μὲν χωρὶς φρονήσεως οὐχ· αἱρετή, φρόνησις δὲ καὶ χωρὶς δυνάμεως αἱρετή. οὐ μόνον δὲ ἐπὶ τῆς ἰδίως δυνάμεως λεγομένης τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἃ ἔθος αὐτῷ δυνάμεις λέγειν, ὅμοιος ὁ λόγος· οὐδὲν γὰρ αὐτῶν αἱρετόν ἐστι χωρὶς φρονήσεως. δεικνύοις [*](1 κτίσεως Α 1. 2 πολλαὶ μὲν γὰρ ὁδοὶ πλούτου D 2 περὶ (post καὶ) P 3 καὶ prius corr. ex αἱ P2 ante βιβλίων add. τῶν aB 4 μᾶλλον D: μάλιστα aABP ἄλλου] ὅλου B καὶ delevi 4. 5 ἀπολίπηται ΑΒ 5 τῶν περὶ (sic) πλείοσι τὲ ὄντων καὶ κοινοτέρων Α καὶ alterum om. aP 6 ἄν] οὖν Β 7 περιγενομένους a 8 δὲ καὶ] γὰρ καὶ καὶ Α 9 γένοιτο Β 10 ἐκατέρων Α 11 δὲ Β ἐκ ex corr. add. D 12 παρὰ δικαιοσύνης δὲ Α διανεμητικοῖς aB cf. vs. 14: ἀπονεμητικοῖς DP: ἀπονεμητικὸν Α 12. 13 τοῦτο Β 13. 14 παραλλήλως Α 14 περιγίνεσθαι aP2: παραγίνεσθαι P1 διανεμητικοῦ A: νεμητικοῖς Ρ1, δία add. Ρ5 15 οἰκείας] ἰδίας D περιγίνοιτο Α 16 post δύναται add. δὲ Α 17 αὑτῶν aDP περὶ Α 18 τὸ om. BP1, add. P2 19 ὅσα B 21 μὴ aBP 23 δύο—αἱρετῶν om. Β ὄντων D: om. aAP μὲν τὸ Α 24 αἱρετὸν alterum om. A 25 αὐτοῦ Α: αὐτῶν ut vs. 23 aBDP ἂν εἴη Β 26 καὶ om. B αἱρετόν Β ἐπὶ om. A αὐτῆς Β 29 ὁ om. P αἱρετώτερόν Β )

260
δ’ ἄν καὶ ἀρετὴν ἡδονῆς οὕτως αἱρετωτέραν· ἡδονὴ μὲν γὰρ χωρὶς ἀρετῆς οὐχ αίρετή, ή δὲ ἀρετὴ καὶ χωρὶς ήδονῆς αίρετή. ἀλλὰ καὶ ὑγεία ἡδονῆς· ὑγιαίνειν μὲν γὰρ καὶ χωρὶς ἡδονῆς αἱρετόν, ἥδεσθαι δὲ χωρὶς τοὐ ὑγιαίνειν τὰς τῶν νοσούντων ἡδονὰς οὐκ ἄν ἕλοιτό τις. οὕτως καὶ τὸ ὑγιαίνειν τοῦ πλουτεῖν ἢ ἐν δόξῃ εἶναι δεικνύοιτ’ ἂν αἱρετώτερον· οὐδὲν μὲν γὰρ τούτων βλαβείσης ὑγείας αἱρετόν, ὑγιαίνειν δὲ καὶ χωρὶς τούτων αἱρούμεθα.

[*](p. 118a20)

Καὶ δυοῖν εἰ θάτερον ἀρνούμεθα, ἵνα τὸ λοιπὸν δόξῃ ἥμιν ὑπάρχειν·

Εἰ δύο ὄντων αἱρετῶν τὸ ἕτερον ἀρνούμεθα παρεῖναι ἡμῖν ὑπὲρ τοῦ δόξαι τὸ ἕτερον ἡμῖν παρεῖναι, ὃ βουλόμεθα μᾶλλον δοκεῖν παρεῖναι ἡμῖν αἱρετώτερον. οὕτως εὐφυΐα δεικνύοιτο ἄν φιλοπονίας αἱρετωτέρα· ἀρνούμεθα γὰρ εἶναι φιλόπονοι βουλόμενοι δοκεῖν εὐφυεῖς εἶναι. τοῦτο ὁμοίως μὲν ἐπὶ μαθημάτων, ὁμοίως δὲ ἐπὶ γυμνασίων. ἀλλὰ καὶ καλλωπίζεσθαι ἀρνοῦνται αἱ γυναῖκες, φύσει καλαὶ δοκεῖν εἶναι αἱρούμεναι. οὕτως καὶ τοῦ ἥδεσθαι τὸ ἐγκρατεύεσθαι καὶ τοῦ μὴ πονεῖν τὸ καρτερεῖν αἱρετώτερον ἂν δεικνύοιτο· καὶ γὰρ ἡδονῶν προσποιούμεθα ὑπερορᾶν ὑπὲρ τοῦ δοκεῖν ἐγκρατεῖς εἶναι, καὶ πόνων ὑπὲρ τοῦ καρτερικοὺς φαίνεσθαι.

[*](p. 118 a 24)

Ἔτι οὗ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον δυσφοροῦσι, τοῦτο αἱρετώτερον.

᾿Επεὶ τῶν δυσφορούντων ἐπί τισιν ἀποῦσι τῶν αἱρετῶν τοῖς μὲν εὔλογον ἐπιτιμᾶν μᾶλλον τοῖς δὲ ἧττον, ὧν τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον, ταῦτα αἱρετώτερα τῶν ἐφ᾿ οἷς ἄξιον ἐπιτιμᾶν μᾶλλον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ. ἀλλὰ καὶ ὧν ἐπὶ τῇ ἀπουσίᾳ τοῖς μὴ δυσφοροῦσιν ἄξιον ἐπιτιμᾶν μᾶλλον, καὶ ταῦτα αἱρετώτερα τῶν ἐφ’ οἷς ἧττον ἄξιόν ἐπιτιμᾶν τοῖς μὴ δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ αὐτῶν. οἷον ἐπεὶ ἧττον ἐπιτιμῶμεν τοῖς δυσφοροῦσιν ἐπὶ τέκνων ἀποβολῇ ἢ χρημάτων, αἱρετώτερα τὰ τέκνα τῶν χρημάτων. καὶ ὑγεία δὲ ἡδονῆς τῷ αὐτῷ λόγῳ αἱρετωτέρα· ἧττον γὰρ ἐπιτιμήσεως ἄξιοι οἱ δυσφοροῦντες ἐπὶ τῇ τῆς ὑγείας ἀποβολῇ τῶν ἐπὶ ἡδονῆς ἀποβολῇ δυσφορούντων. καὶ ὁ ἐπὶ τῇ τῶν ἀναγκαίων ἀποβολῇ δυσφορῶν τοῦ ἐπὶ τιμῆς ἢ δόξης ἀπο- [*](2 καὶ prius om. Β 4 ἂν ἕλοιτό scripsi: ἀνέχοιτό aP (supra ἁ ras., ἑ in las. P2): ἂν ἀνάσχοιτό ABD 6 μὲν om. D βλαβείσης AD: ἀπούσης aB, post ras. 2 lit. P 8 αἱρούμεθα A 10 τὸ ἕτερον iterat Β 12 ἂν om. D αἱρετωτέραν (post φιλοπ.) A: αἱρετώτερον a 14 post δὲ add. καὶ aA καλωπίζεσθαι a 15 αἱρούμεναι] ἀρνούμεναι Β 16 τοῦ (ante ἐγκρ.) Α 16. 17 ἂν δεικνύοιτο αἱρετώτερον D 18 ἐγκρατὴς Α καρτερικοὺς] cf. Ind. Arist. p. —18 21 ἀπουσιῶν A 22 δὲ—τοῖς om. B 24 ἀλλὰ καὶ ὧν aDP2: καὶ ἃ P1: καὶ αὖ Β: om. Α ἐπὶ τῆ ἀπουσία alterum Ι): om. aABP 25 ante ἐπιτιμᾶν add. ἐστιν aAP: post ἐπιτιμᾶν Β μᾶλλον om. aBP 28 τῶν aP: om. ABD 29 αἱρετώτερον a 30 καὶ add. Ρ2 31 τιμῆς ἢ ABD: τῇ τῆς aP)

261
δὲ καὶ πλοῦτος δόξης δεικνύοιτ᾿ ἂν αἱρετώτερος· ἧττον γὰρ ἐπιτιμῶμεν τοῖς ἐπὶ πενίᾳ δυσφοροῦσι τῶν ἐπ’ ἀδοξία. καὶ φίλοι χρημάτων· ἧττον γὰρ | ἐπιτιμᾶν ἄξιον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ τῶν φίλων ἀποβολῇ τῶν [*](136) δυσφορούντων ἐπὶ τῇ τῶν χρημάτων ἀφαιρέσει. ἀλλὰ καὶ οὗ τῇ ἀπουσίᾳ μὴ δυσφοροῦντι μᾶλλον ἐπιτιμητέον, καὶ τοῦτο αἱρετώτερον. οὕτως ἐπιστήμη ὑγείας αἱρετώτερον· μᾶλλον γὰρ ἐπιτιμῶμεν τοῖς μὴ δυσφοροῦσιν ἐπὶ ἀγνοίᾳ τῶν ἐπὶ νόσῳ μὴ δυσφορούντων. πάλιν ὑγεία πλούτου αἱρετωτέρα· τοῖς γὰρ ταύτης ἀμελοῦσιν μᾶλλον ἐπιτιμῶμεν. ἀλλὰ καὶ ἡ τῶν κοινῶν ἐπιμέλεια τῆς τῶν ἰδίων αἱρετωτέρα· μᾶλλον γὰρ ἐπιτιμῶμεν τοῖς μὴ δυσχεραίνουσιν ἐπὶ τῇ τῶν κοινῶν ἀμελείᾳ τῶν μὴ δυσχεραινόντων ἐπὶ τῇ τῶν ἰδίων ἀμελείᾳ. καὶ γονέων δὲ ἐπιμέλεια κατὰ τοῦτο αἱρετωτέρα τῆς τῶν τέκνων ἐπιμελείας· μᾶλλον γὰρ ἐπιτιμήσεως ἄξιοι οἱ μὴ δυσφοροῦντες ἐπὶ τῇ τῶν γονέων ἀμελείᾳ. καὶ τὸ παιδεύεσθαι τοὐ γυμνάζεσθαι· μᾶλλον γὰρ ἐπιτιμῶνται οἱ παιδείας ἢ οἱ γυμνασίων ὀλιγω- ρουντες.

[*](p. 118a 27)

Ἔτι τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος αἱρετώτερον.

᾿Επεὶ ἡ οἰκεία ἀρετὴ ἑκάστου ἀκρότης ἐστὶ καὶ τελειότης τῆς οἰκείας φύσεως αὐτοῦ, πὰν δὲ αἱρετώτερον τέλειον ἁπλῶς, εἰκότως τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ τὴν οἰκείαν ἔχον ἀρετὴν αἱρετώτερον τοῦ μή. οὕτως ἄνθρωπος μὲν ὁ τὴν ἀρετὴν ἔχων τὴν ἀνθρώπου τοῦ μὴ τὴν ἀρετὴν ἔχοντος αἱρετώτερος· ὑπὸ γὰρ ταὐτὸν εἶδος πάντες ἄνθρωποι. ἵππος δ’ ἵππου καὶ κύων κυνός, ἀλλὰ καὶ σκεῦος σκεύους τὸ τὴν οἰκείαν χρείαν παρεχόμενον, πρὸς ἣν πεποίηται, αἱρετώτερον· αὕτη γὰρ ἀρετὴ σκεύους. διὰ τοῦ τόπου τούτου δείξεις ἔκπωμα μὲν τὸ πρὸς τὸ πίνειν επιτηοειοτερον αιρετώτερον τοῦ χρυσοῦ τε καὶ ἀργυροῦ (αὕτη γὰρ ἐκπώματος ἀρετή, ἀλλ’ οὐχ ἡ πολυτέλεια), οἰκίαν δὲ τὴν πρὸς σκέπην ἐπιτηδειοτέραν αἱρετωτέραν τῆς λιθοικοδομήτου μὲν οὐχ ὁμοίως δὲ τὸ ἀπὸ σκέπης εὔχρηστον παρεχομένης. ὁ αὐτὸς καὶ ἐπὶ ἐσθῆτος λόγος· ἡ γὰρ θερμαίνουσα, οὐχ ἡ πορφυρᾶ ἢ [*](1 ἄξιος ἐπιτιμήσεως A 3 εὐδοξία B 4 φίλων] φίλ in ras. P 6 ante μὴ add. τῶ D 7 αἱρετωτέρα Α μὴ om. Α 8 ante ἀγνοίᾳ add. τῆ Α 9 ταῦτα Α 9. 10 ἀλλὰ—ἐπιτιμῶμεν om. B 12 ἐπιμελείας Α post τοῦτο dplevit μᾶλλον 1) 13 αἱρετώτερον Α τέκνων] κοινῶν Α 15 παῖδες Α οἱ alteium Β: om. aADP 18 αἱρετὴν Α αἱρετώτερον om. Arist. (habet C) 21 αἱρετωτέραν Α 22 τὴν alteram AD: τοῦ aBP 23 αἱρετώτερον A: compend. D τὸ αὑτὸ Β 24 ἄλλον Α 25 αὐτὴ Bpr. 26 ἐπιτήδειον Α: ἐπιτηδειότατον Β 26. 27 αἱρετώτερον post ἀργυροῦ traiisposnit D 27. 28 οὐχ ἡ] οὐχὶ A. 28 ante σκέπην add. τὴν A αἱρετωτέραν post 29 παρεχομένης transposuit D post τῆς add. τοῦ Β 29 μὲν om. Β παρεχόμενος aA 30 post αὐτὸς add. δὲ D ante ἐσθῆτος add. τῆς A οὐχ ἡ—p. 262,2 αἱ(ρετώτερον), initium pag., Ρ3 οὐχ ἡ] οὐχὶ Ρ3 ἢ ABP3; οὐδ’ ἡ D: ᾖ a)

262
χρυσόσημος· καὶ ἐπὶ ξίφους· οὐ γὰρ τὸ ἐλεφαντόκωπον ἀλλὰ τὸ πρὸς τὴν διακονίαν τοῦ ξίφους αἱρετώτερον. ἀκριβῶς δὲ προσέθηκε τὸ τῶν ὑπὸ τὸ αὐτὸ εἶδος· οὕτως γὰρ ἀληθὴς ὁ τόπος· οὐ γὰρ ἔτι ἀληθὲς τὸ λέγειν ‘τῶν ὑπὸ τὸ αὐτὸ γένος τὸ ἔχον τὴν οἰκείαν ἄμεινον τοῦ μὴ ἔχοντος᾿. οὐ γὰρ λαγωὸς ἔχων τὴν οἰκείαν ἀρετὴν ἀμείνων ἀνθρώπου μὴ ἔχοντος τὴν οἰκείαν ἀρετήν· οὐδεὶς γὰρ λαγωὸς ἀνθρώπου καλλίων. τῶν δέ γε ὁμοειδῶν καὶ τῶν τῆς αὐτῆς ἀρετῆς δεκτικῶν τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος βέλτιον. εἰ δ’ ἀμφότερα ἔχοι τὰ ὑπὸ ταὐτὸν εἶδος τὴν οἰκείαν ἀρετήν, τὸ μᾶλλον ἔχον δῆλον ὅτι αἱρετώτερον· αἱρετωτέρα γὰρ ὄψις μὲν ἡ ὀξυδερκεστέρα, ἀκοὴ δὲ ἡ εὐηκοντέρα, ἵππος δὲ ὁ εὐπειθέστερός τε καὶ δρομικώτερος, καὶ ἐπιστήμη ἡ ἀκρι- βεστέρα.

[*](p. 118a29)

Ἔτι εἰ τὸ μὲν ποιεῖ ἀγαθὸν ἐκεῖνο ᾧ ἄν παρῇ, τὸ δὲ μὴ ποίει, τὸ ποιοῦν αἱρετώτερον.

᾿Επεὶ τὰ ἀγαθὰ πολλαχῶς λέγεται καὶ τὰ μὲν αὐτῶν ποιεῖ ἀγαθοὺς τῇ ἑαυτῶν παρουσίᾳ τοὺς ἔχοντας αὐτά, ὡς αἱ ἀρεταί, τὰ δὲ οὔ, ὡς πλοῦτος, εὐγένεια, ἡδονή, τὰ τοιαῦτα, αἱρετώτερα τῶν ἀγαθῶν ἃ ἀγαθοὺς παρόντα ποιεῖ. οὕτως πᾶσα ἀρετὴ αἱρετωτέρα πάσης ἡδονῆς καὶ πάσης εὐτυχίας τῶν ἐκτός τε καὶ σωματικῶν ἀγαθῶν δεικνύοιτ’ ἄν * * * * * τὸ δὲ μᾶλλον ἀγαθὸν καὶ αἱρετώτερον εἶναι, ὡς τὸ θερμαῖνόν τε καὶ θερμὰ ποιοῦν τοῦ μὴ <θερμότερον>· θερμότερον γὰρ τὸ πῦρ τῆς χιόνος, ἐχούσης καὶ θερμότητα, ὅτι τὸ μὲν θερμαίνει ἡ δ’ οὔ, ἢ τὸ μὲν μᾶλλον ἡ δ’ ἧττον. εἰ δὲ ἀμφότερα ἀγαθοὺς ποιεῖ τῇ παρουσίᾳ τὰ συγκρινόμενα, αἱρετώτερον τὸ μᾶλλον ποιοῦν ἀγαθόν. εἴη δ’ ἂν καὶ κατὰ τοῦτο ἡ τέλειος ἀρετὴ τῆς φυσικῆς δεικνυμένη αἱρετωτέρα· ἄμφω μὲν γὰρ ἀγαθοὺς ποιοῦσι τοὺς ἔχοντας, ἀλλὰ μᾶλλον ἡ τέλειος ἀρετή. ἀλλὰ καὶ ὃ τὸ βέλτιον ἀγαθὸν ποιεῖ τοῦ ποιοῦντος τὸ χεῖρον ἀγαθὸν αἱρετώτερον. οὕτως ἀρετὴ ὑγείας καὶ ἰσχύος αἱρετωτέρα· ἡ μὲν γὰρ ἀρετὴ τὴν ψυχὴν ἀγαθήν, αἱ δὲ τὸ σῶμα ποιοῦσι· βέλτιον δὲ ψυχὴ σώματος. οὕτω καὶ σοφία σωφροσύνης αἱρετωτέρα· ἡ μὲν γὰρ τὸν νοῦν, ἡ δὲ τὸ ἐπιθυμητικὸν ἀγαθὸν ποιεῖ· βέλτιον δὲ ὁ νοῦς τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς μέρους.

[*](1 χρήσιμος a ἐλεφαντικώτερον a 1. 2 χρησιμώτερον ΑΡ3: χρησιμώτατον aB: χρήσιμον D 2 πρὸς om. Β τοῦ ABDP3: τὴν a 5. 6 οὐ γὰρ—ἔχοντος om. B 5 οἰκείαν ἀρετὴν D: λαγωοῦ ἀρετὴν AP: ἀρετὴν λαγωοῦ a ὔ ἔχοι] ἔχει Β 9 τὸ αὐτὸ Β 10 αἱρετώτερον a ὀξυδορκεστέρα Α 11 εὐηθέστερός D 15. 16 ποιεῖ— παρουσία D: τῇ οἰκείᾳ παρουσία ἀγαθοὺς ποιεῖ aABP 16 αἱ ἀρεταί] αἱρεταί Β 17 ante τὰ add. καὶ D 19 ἐκτός τε] ἑ ex σ corn, κτός τε in ras. 5 lit. Ρ1 ἀγαθῶν A DP: ἡδονῶν Β: ὧν a desideratiir τῷ μᾶλλον ἀγαθὸν εἶναι τὸ ἀγαθὸν ποιοῦν τὸν ἔχοντα αὐτὸ τοῦ μὴ 20 ὡς add. Ρ2: fort, ὡς <καὶ> 21 θερμότερον 22 τὸ pro altero ἡ Α 24 et 26 τελεία Β 25 μᾶλλον αἱρετωτέρα δεικνυμένη D ἀγαθὰ supra scripto οὑς D 26 ἀλλὰ alteram om. Α 27 τοῦ] τοῦτο Α ὑγεία Β 28 ἀγαθή Α: ἀγαθόν hB 29 βελτίων A σοφία post 30 αἱρετωτέρα transposuit Α 30 ποιεῖ ἀγαθόν D)
263
[*](p. 118a 34)

Ἔτι ἀπὸ τῶν πτώσεων καὶ τῶν χρήσεων καὶ τῶν πράξεων καὶ τῶν ἔργων.

Ὥσπερ τὸ αἱρετὸν ἐν τῷ πρὸ τούτου ἀπλῶς ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων ἔδειξε δείκνυσθαι δυνά|μενον, οὕτω καὶ τὸ αἱρετώτερον· [*](137) κοινοὶ γὰρ οἱ τόποι καὶ οὗτοι, ὥσπερ γε καὶ οἱ ἀπὸ τῶν γενέσεων τε καὶ φθορῶν ἐδείχθησαν. εἰ γάρ τινων κατὰ πτῶσιν ἐκφερομένων τὸ κατὰ τὴν ἑτέραν πτῶσιν τοῦ κατὰ τὴν ἑτέραν αἱρετώτερον, καὶ τὸ ἁπλῶς λεγόμενον τοῦ ἁπλῶς λεγομένου ὧν ἦσαν αἱ πτώσεις αἱρετώτερον. ἔστι δὲ πτῶσις μὲν τὸ δικαίως, τὸ ἀνδρείως καὶ ὅσα οὕτω τὴν λέξιν ἐσχημάτισται· ὧν δὲ αὗται πτώσεις ἡ δικαιοσύνη, ἡ ἀνδρεία. εἰ δὴ τὸ δικαίως τοῦ ἀνδρείως αἱρετώτερον, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα· καὶ ἀνάπαλιν, εἰ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα, καὶ τὸ κατὰ τὴν πτῶσιν τῆς δικαιοσύνης τοῦ κατὰ τὴν πτῶσιν τῆς ἀνδρείας αἱρετώτερον. ὡς δὲ ἐπὶ τῶν πτώσεων, οὕτως καὶ ἐπὶ τῶν χρήσεων. εἰ γὰρ τὸ δικαίως τοῦ ἀνδρείως αἱρετώτερον, καὶ ἡ δικαία χρῆσις τῆς ἀνδρείας χρήσεως αἱρετωτέρα, τοῦτ’ ἔστιν ὁ χρώμενος τῇ δικαιοσύνῃ, ὅπερ ἐστὶν ὁ δίκαιος, τοὐ χρωμένου τῇ ἀνδρείᾳ, ὅπερ ἐστὶν ὁ ἀνδρεῖος. καὶ ἡ δικαία πρᾶξις καὶ τὸ δίκαιον ἔργον αἱρετώτερον τῆς τε ἀνδρείας πράξεως καὶ τοῦ ἀνδρείου ἔργου· ἔστι γάρ τις καὶ πρᾶξις καὶ ἐνέργεια δικαία καὶ ἔργον δίκαιον. ὁμοίως καὶ ἐπὶ ἀνδρείας. καὶ ἀντιστρέφει πάντα ἀλλήλοις· ὅ τι γὰρ ἄν ἐξ αὐτῶν αἱρετώτερον εἶναι ληφθῇ ἑνός, καὶ τἆλλα τῶν ἄλλων. καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ ἀπὸ τῶν συστοίχων· ἦν δὲ σύστοιχα δικαιοσύνη, δίκαιος, δίκαιον, δικαίως. καθόλου γὰρ οὗ ἡ χρῆσις αἱρετωτέρα, καὶ ὁ χρώμενος τοὐ χρωμένου καὶ ἡ ἕξις τῆς ἕξεως καὶ τὸ ἔργον τοῦ ἔργου, καὶ ἔμπαλιν. δύναται καὶ ἄλλος μὲν εἶναι τόπος ὁ ἀπὸ τῶν πτώσεων, ἄλλος δὲ ὁ ἀπὸ τῶν πράξεων, καὶ ἄλλος ὁ ἀπὸ τῶν ἔργων. καὶ γὰρ αἰ χρήσεις κυρίως λέγονται τῶν χρησίμων· τινὸς γὰρ χρῆσις ἡ χρῆσις· ἐνέργεια γάρ ἐστί τις ἢ περὶ τὸ χρήσιμον ἢ τοῦ χρησίμου· χρήσιμα δὲ λέγεται τῶν ἀγαθῶν ἰδίως τὰ ὀργανικά. ὧν οὖν αἰ χρήσεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα· εἰ γὰρ ἡ χρῆσις τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος αἱρετωτέρη καὶ ὁ πλοῦτος [*](1. 2 πράξεων—χρήσεων D 2 ἔργων] ἐνεργειῶν Β 3 ante ὥσπερ add. λέγει ὅτι Β ἐν τῷ πρὸ τούτου] c. 9 p. 114a 26 4 γίνεσθαι, sed in mrg. γρ. δείκνυσθαι D 5 γε D: om. aABP καὶ (add. P2) ὁ P 6 ante φθορῶν add. τῶν Α ἐδείχθησαν] p. 117 b 3 7 πτῶσιν om. D 8 αἱρετώτεραι A: compend., bed ante αἱ, 1) καὶ ἐστι omisso δὲ Α (καὶ utrum D habuerit necne liquet) 9 τὸ ἀνδρείως καὶ τὸ δικαίως D 10 post δικαιοσύνη add. καὶ D ἡ alterum superscr. B: ἢ Α 11. 12 καὶ ἀνάrαλιν—αἱρετωτέρα om. Α 12 et 13 τὴν om. D 17 ὁ om. Α καὶ alterum om. Α 18 αἱρετώτερα Β ἀνδρείας] δικαίας Β 18. 19 τοῦ ἔργου τοῦ ἀνδρείου Α 19 καὶ (post τις) om. Β 20 ante πάντα add. τὰ Β 21 τὰ ἄλλα aP 24 ὀρέξεως A 25 ὁ prius BD: om. aAP 26 καὶ γὰρ—p. 264, 1 αἱρετώτερος Suidas sub v. χρῆσις αἱ add. P2: om. Β 28 ἢ—ἢ scripsi: ἡ (ex εἰ corr. —καὶ libri τοῦ Α: om. aBDP 29 αὐτὰ in ras. 6 lit. P)

264
τῆς ἰσχύος αἱρετώτερος· καὶ ἀναστρέψαντι, εἰ ὁ πλοῦτος τῆς ἰσχύος, καὶ ἡ χρῆσις ἡ τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος. ἄλλος πάλιν ὁ ἀπὸ τῶν πράξεων· ἔστι δὲ πρᾶξις κοινότερον μὲν πᾶσα λογικὴ ἐνέργεια, ἰδίως δὲ καὶ κυρίωτερον ἡ κατὰ προαίρεσιν, τοῦτ’ ἔστιν ἡ κατ’ ἀρετὴν ἢ κακίαν ἐνέργεια γινομένη. ὦν οὖν αἱ πράξεις αἱρετώτεραι, ταῦτα αἱρετώτερα· οἷον εἰ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα πράσσειν αἱρετώτρον, καὶ ἡ δικαιοςύνη τῆς ἀνδρείας αἱρετωτέρα· καὶ ἔμπαλιν, εἰ ἡ δικαιοςύνη τῆς ἀνδρείας αἱρετωτέρα, καὶ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα αἱρετώτερον. ὁμοίως δὲ καὶ ὁ ἀπὸ τῶν ἔργων τόπος. οὗ γὰρ τὸ ἔργον αἱρετώτερον, καὶ αὐτό. οἷον εἰ τὸ οἰκοδομικῆς ἔργον τοῦ τεκτονικῆς αἱρετώτερον, καὶ οἰκοδομικὴ Τεκτονικῆς αἱρετώτερον· καὶ ἔμπαλιν, εἰ οἰκοδομικὴ τεκτονικῆς, καὶ τὸ ἔργον τοῦ ἔργου. καὶ ἐπεὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἔμπαλιν, ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον. καὶ εἰ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεὶν τοὺς πολεμίους, καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου, καὶ ἡ ἐλευθεριότης τῆς ἀνδρείας αἱρετώτερον· * * * * * * καὶ ἀναστρέψαντι πάλιν, εἰ ὁ ἰατρὸς οἰκοδόμου βελτίων, καὶ τὸ τοῦ ἰατροῦ ἔργον τοῦ οἰκοδόμου βέλτιον. ἔστι δὲ πρᾶξις μὲν ἡ πρὸς τὸ τέλος τείνουσα ἐνέργεια, ἔργον δὲ τὸ τέλος.

[*](p. 118 b 1)

Ἔτι εἴ τινος τοῦ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον. Ὡς τὸ [τοῦ] μείζονός τινος μεγέθους μεῖζον καὶ τοῦ ἐλάττονός ἐστι μεῖζον (εἰ γὰρ τὸ τρίπηχυ τοῦ διπήχεος μεῖζόν ἐστι, δῆλον ὅτι καὶ τοῦ [*](1 ἀναστρέψαντι aBP : ἀναστρέψαντος A : ἀντιστρέψαντι D, sed cf. vs. 19 2 τῆς pirus om. A 3 πρᾶξις—αἱρετωτέρα (7) Suidas sub v. πρᾶξις κοινοτέρα A : καινότερον D 4 κυριώτερον ABDP3 (P1 non liquet) Suid.: κυρίως a 5 ταῦτα] τὰ αὐτὰ A οἶον P3 (evan. P1) 6 τὰ prius om. A αἱρετώτερα A 7 αἱρετώτερον Abp, post quod delevit καὶ ἡ δικαιοςύνη τῆς ἀνδρείας αἱρετωτέρα (sic) P 8 αἱρετώτερον] αἱρετώτερα A 10 τοῦ τεκτονικῆς αἱρετώτερον A : αἱρετώτερον τοῦ (τῆς add. D) τεκτονικῆς aBDP 10. 11 καὶ οἰκοδομικὴ τεκτονιῆς αἱρετώτερον D : καὶ ἡ οἰκοδομικὴ τῆς τεκτονικῆς αἱρετωτέρα A : om. aBP (signum, cui in mrg. Nihil respondet, add. P4) 11 post ἔμπαλιν add. καὶ A 12 τὸ primum ex corr. add. D καὶ ἐπεὶ—ἀνδρείου (18) Suidas sub v. εὔνους 13 ante φιλία add. ἡ A τοῦ] τὸ B ante ἔργον add. τὸ AD ἡ] εἰ A ante βουλήσεως add. τῆς aP 14 πράξει A 15 ἐπεὶ (τῆς delevit) φιλίας B ante εὐνοίας add. τῆς aABP : om. D Suid. αἱρετωτέρα Α 16 εἰ om. aP. Suid. 17 πολεμίους ex φίλους corr. B : ἐχθρούς A 18 τοῦ ἀνδρείως Α τῆς Α : om. aBDP 19 αἰρετωτέρα Α supple καὶ ἀναστρέψαντι, εἰ ἐλευθεριότης ἀνδρείας αἱρετώτερον, καὶ τὸ τῆς ἐλευθεριότητος ἔργον τοῦ τῆς ἀνδρείας αἱρετώτερον, καὶ εἰ τὸ ἰατρεύειν τοῦ οἰκοδομεῖν βέλτιον, καὶ ἰατρὸς οἰκοδόμου βελτίων ἀναστρέψανβέλτιον D : om. aABP ἔστι δὲ—τέλος (21) Suidas sub v. πρᾶξις 21 συντείνουσα D 23 post αἱρετώτερον add. ἐστι B 24 τοῦ pius delevi ἐστι ante καὶ transposuit B 25 τρίπηχυ corr. ex δίπηχυ A διπήχους aABP ἐστι μεῖζον D)

265
πηχυαίου, ὃ ἔλαττόν ἐστι τοῦ διπήχεος, μεῖζον ἄν εἴη), οὕτως καὶ εἴ <τι> μεῖζον ἀγαθὸν καὶ αἱρετώτερόν ἐστι, τὸ αὐτὸ τοῦτο καὶ ὧν τὸ ἔλαττον αὐτοῦ μεῖζον ἀγαθὸν καὶ αἱρετώτερον. οὕτως δειχθήσεται ἀρετὴ ἡδονῆς αἱρετωτέρα, ἐπεὶ τῆς ὑγείας, ἥ ἐστι τῆς ἡδονῆς αἱρετωτέρα, ὑπερέχει τῷ αἱρετῷ. ὁμοίως καὶ ὁ θεωρητικὸς βίος τοῦ ἀπολαυστικοῦ αἱρετώτερος, ἐπεὶ· καὶ τοῦ πρακτικοῦ, ὅς ἐστι τοῦ ἀπολαυστικοῦ αἱρετώτερος. ἀλλὰ καὶ εἰ δύο τινὰ ἑνός τινος εἴη αἱρετώτερα, τὸ μᾶλλον αἱρετώτερον αὐτοῦ τοῦ ἧττον αἱρετωτέ|ρου αἱρετώτερον· τῶν γὰρ ὑπερεχόντων [*](138) τινὸς τὸ μείζονι ὑπερέχον μεῖζον. οἷον ἐπεὶ πλούτου ἀρετὴ καὶ ὑγεία αἱρετώτερα, πλείων δὲ ἡ τῆς ἀρετῆ·ς ὑπεροχὴ ἢ ἡ τῆς ὑγείας, ἡ ἀρετὴ τῆς ὑγείας αἱρετωτέρα. οὕτω καὶ ἐπιστήμη ὀρθῆς δόξης αἱρετωτέρα· ἄμφω μὲν γὰρ αἰσθήσεως αἱρετώτερα, μᾶλλον δὲ τὸ ἐπίστασθαι τοῦ ὀρθοδοξεῖν.

[*](p. 118b4)

Ἔτι οὗ ἡ ὑπερβολὴ τῆς ὑπερβολῆς αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον.

Οὗ ἡ ἀκρότης, φησί, καὶ ἡ ὑπερβολὴ αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον· οἷον ἐπεὶ ἡ ἐν φιλίᾳ ἀκρότης τῆς ἐν πλούτῳ ἀκρότητος αἱρετωτέρα, καὶ φιλία πλούτου αἱρετωτέρα. καὶ ἐπειδὴ ἡ ἐν ὑγείᾳ ἀκρότης τῆς ἐν ἡδονῇ αἱρετωτέρα, καὶ ὑγεία ἡδονῆς· ἔστι γὰρ ὑγείας μὲν ἀκρότης εὐεξία, ἡδονῆς δὲ τὸ πρὸς λύπην ἄμικτον.

[*](p. 118b7)

Καὶ οὗ μᾶλλον ἄν ἕλοιτο αὐτὸς αὑτῷ αἴτιος εἶναι ἢ οὐ ἕτερος.

Ὃ δι’ αὑτοῦ τις μᾶλλον κτήσασθαι αἱρεῖται, τοῦτο αἱρετώτερον τοῦ δι’ ἄλλου οἷον φίλους δι’ αὑτῶν μᾶλλον αἱρούμεθα κτήσασθαι ἢ δι’ ἄλλων, χρήματα δὲ παρ’ ἄλλων διαδέξασθαι μᾶλλον βουλόμεθα ἢ αὐτοὶ πορίσαι· αἱρετώτεροι ἄρα οἱ φίλοι τῶν χρημάτων. οὕτως δεικνύοιντ’ ἄν καὶ [*](1 πηχυαίου aABP: διπηχυαίου, μονο superscr. man. rec, D διπήχους aABP τί addidi 2 καὶ alterum superscr. B 4 αἱρετώτερον (ante ἐπεὶ) Α: utroque loco a 5 post βίος dolevit ὑπερέχει D 6 ἐπεὶ—αἱρετώτερος om. Α ἐστιν post ἀπολαυστικοῦ transposuerunt aBP post ἐστι add. καὶ D 8. 9 ὑπαρχόντων Β 9 μείζονι D: μεῖζον aABP ἐπὶ Β ante ἀρετὴ add. ἡ Β 10 αἱρετώτερα D: αἱρετωτέρα aBP: αἱρετώτερον A 11 αἱρετώτερον idque ante ἡ ἀρετὴ Β 11. 12 αἱρετώτερον aBP 12 αἱρετωτέρα A: αἱρετώτερον D 14 αἱρετωτέρα τῆς ὑπερβολῆς D αἱρετώτερον Β 16 φησί post ὑπερβολὴ transposuit D 17 οἷον om. Β 18 καὶ prius om. Α post φιλία add. ἂν εἴη Α ἐπεὶ ἐν ἡ γεία (sic) Β 19 ἐν ἡδονῇ] ἡδονῆς B fort. ἔστι δὲ μὲν om. Β 21 ἕλοιτο ἄν Α αὐτῶ A, Dpr. 22 ἕτερον contra libros Waitz Bekkerum secutus 23 αὐτοῦ libri μᾶλλον om. D αἱρεῖσθαι Β fort, οὗ sive τοῦ <οὗ> at cf. p. 257,3. 269,10 24 φιλίαν A αὐτῶν aAP, Bpr. cf. p. 266,2. κτᾶσθαι aP 25 μᾶλλον παρ’ ἄλλων δέξασθαι D αὐτοὶ scripsi: αὐτοὺς AB, αὐτοὺς Dcorr.: αὑτὸν aP 25. 26 πορίσασθαι D 26 αἱρετώτεροι Α: αἱρετώτερον aBDP post χρημάτων add. μᾶλλον Β δεικνύοιντο οὕτως ἄν B)

266
αἱ καλαὶ πράξεις νίκης αἱρετώτεραι· τῶν μὲν γὰρ καλῶν ἐνεργειῶν αὐτοὶ ἑαυτοῖς αἴτιοι βουλόμεθα εἶναι, νικῆσαι δὲ καὶ δι’ ἄλλων αἱρούμεθα. ἀλλὰ καὶ ὁ θεωρητικὸς βίος τοῦ πολιτικοῦ αἱρετώτερος· τὴν μὲν γὰρ θεωρίαν ἡμῖν ὑπάρχειν αἱρούμεθα καὶ δι’ ἡμῶν γίνεσθαι τὴν κατ’ αὐτὴν ἐνέργειαν, πολιτεύεσθαι δὲ καὶ τὰ πολιτικὰ εὖ διοικεῖν ἄλλους· οὕτω γὰρ ἕξομεν πλείω πρὸς τὸ θεωρεῖν σχολήν. καὶ εἰ τὸ μὲν ἐλευθερῶσαι τὴν πατρίδα δι’ αὑτῶν, τὸ δὲ πλουσίαν ποιῆσαι δι’ ἄλλων, αἱρετώτερον ἐλευθέρα πατρὶς ἢ πλουσία. οὐκ ἔστι δὲ ὁ τόπος οὗτος ὁ αὐτὸς τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ‟καὶ ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ’ ἄλλου”· ἐκεῖ μὲν γὰρ ‘ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι ἀλλὰ δι’ αὑτοῦ ἐνταῦθα δὲ ῾οὗ αἴτιος αὐτὸς ἑαυτῷ μᾶλλον ἢ οὗ ἕτερος· καὶ γὰρ τῶν δυναμένων δι’ ἄλλου ἔστιν ἃ αἱρούμεθα μᾶλλον τῶν δι’ αὐτῶν ἡμῶν.

[*](p. 118b 10)

Ἔτι ἐκ τῆς προσθέσεως, εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλον αἱρετώτερον ποιεῖ.

῾Ο τόπος οὗτος· εἰ προστίθοιτο τῷ αὐτῷ ἐν μέρει ἄλλο καὶ ἄλλο καὶ γίνοιτο τὸ ὅλον μετὰ τῶν προστιθεμένων ποτὲ μὲν αἱρετώτερον ποτὲ δὲ ἧττον. οὗ τῇ προσθήκῃ αἱρετώτερον γίνεται, ἐκεῖνο αἱρετώτερον τῶν ἄλλων τῶν προστιθεμένων αὐτῷ. οἷον εἰ τῷ πλούτῳ ἀρετῆς προστιθεμένης καὶ πάλιν ὑγείας αἱρετώτερος ὁ πλοῦτος ὁ μετὰ τῆς ἀρετῆς τοῦ μετὰ τῆς ὑγείας γίνεται, καὶ ἀρετὴ ὑγείας αἱρετωτέρα ἐστί. καὶ ἐπεὶ τῷ ζῆν ποτὲ μὲν τοῦ δικαίως ποτὲ δὲ τοῦ ἡδέως προστιθεμένων τὸ δικαίως ζῆν αἱρετώτερον τοῦ ἡδέως ζῆν, καὶ τὸ δικαίως τοῦ ἡδέως αἱρετώτερον· οὕτως δὲ καὶ ἡ δικαιοσύνη ἡδονῆς. πάλιν εἰ τῷ ἀποθανεῖν τοῦ τε ἀλύπως προστιθεμένου καὶ τοῦ ἐνδόξως αἱρετώτερον τὸ ἀλύπως ἀποθανεῖν τοῦ ἐνδόξως, καὶ ἀλυπία δόξης αἱρετωτέρα. δεικνύοιτο δ’ ἄν ὁμοίως καὶ λύπη ἀδοξίας φευκτότερον διὰ τοὐ τὸ λυπούμενον ἀποθανεῖν φευκτότερον εἶναι τοῦ ἀγνοούμενον· ὡς γὰρ οὗ τῇ προσθήκῃ τι αἱρετώτερον γίνεται, ἐκεῖνο αἱρετώ- [*](1. 2 αὐτοὶ ἑαυτοῖς D: αὐτοῖς aAB: αὑτοῖς P cf. vs. 11 2 βουλόμεθα] γινόμεθα Α post βουλόμεθα iaduxit ἢ αὐτοὺς πορίσαι (ex p. 265,25 translata) Β 3 αἱρετωτέρου Α 6. 7 δι’ αὐτῶν τὴν πατρίδα Α 7 fort. > αἱρετώτερον αἱρετωτέρα ΑΒ ὢ post αἱρετώτερον add. ἄρα D 8 πρὸ ὀλίγου] p. 118a 16 όλίγ Α εἰρημένῳ πρὸ ὀλίγου D 9 ἢ om. Α καὶ alterum om. Β 10 δι’ ἑαυτοῦ Α: διὰ τὸ αὐτὸ Β μόνου D: μόνον aABP 11 αὐτὸς ἑαυτῶ D Arist.: αὐτῶ ΑΒ: αὐτὸς P: αὑτὸς a οὗ alterum ex corr. add. D 11. 12 τῶν δυναμένων scripsi: τοῦ δυναμένου libri μένου δι’ ἄλλου ex corr. add. D) 12 αὐτῶν D 13 προθέσεως A(C) 15 οὗτος aP2: om. ABDP1 τῷ add. P2 19 τῆς alterum ex corr. add. D 20 ἐπεὶ xuj AD: ἐπὶ τοῦ aBP 21 ποτὲ δὲ—23 ἡδονῆς, initio paginae, add. P3 προστιθεμένου A ante τὸ add. εἰ aABD: om. P3 22 τοῦ—αἱρετώτερον om. P3 23 ἡ] cf. p. 264,19 24 αἱρετώτερον—ἐνδόξως om. Α τὸ corr. ex τῶ B 25 αἱρετώτερον uBP 25. 26 δόξης λύπη φευκτοτέρα Α 26 τοῦ prius corr. D: τὸ aABP, Dpr. τὸ om. Α: τὸν B post τοῦ alterum add. ὡς D: eras. —2 lit. P 27 τῆς προσθήκης αἱρετώτερόν τι Α)

267
τερον, οὕτω καὶ οὗ τῇ προσθήκῃ γίνεταί τι φευκτότερον, ἐκεῖνο φευκτότερον. οὐκ ἐπὶ πάντων δὲ δόξει ὁ τόπος ἀληθὴς εἶναι. οὐ γάρ, ἐπεὶ ἡ ἐλευθεριότης ἡ μετὰ πλούτου αἱρετωτέρα τῆς μετ’ ἰσχύος ἐλευθεριότητος, ἤδη καὶ πλοῦτος ἰσχύος αἱρετώτερος· οὐδὲ πάλιν, ἐπεὶ ἰσχὺς μετὰ ἂνδρείας αἱρετωτέρα ἢ πλοῦτος μετὰ ἀνδρείας, διὰ τοῦτο πάλιν ἰσχὺς αἱρετωτέρα πλούτου. εἴη γὰρ ἄν τὸ αὐτὸ τοῦ αὐτοῦ ἧττον αἱρετώτερον καὶ μᾶλλον, εἴ γε ἐπὶ μὲν τῆς ἐλευθεριότητος ὁ πλοῦτος τῆς ἰσχύος, ἐπὶ δὲ τῆς ἀνδρείας ἡ ἰσχὺς αἱρετωτέρα τοῦ πλούτου, ὅπερ ἄτοπον. ἀλλ’ οὐδέ, εἰ ἰσχὺς μετὰ ἀνδρείας αἱρετώτερον ἢ μετὰ σωφροσύνης, ἤδη καὶ ἀνδρεία σωφροσύνης αἱρετωτέρα. αἴτιον δὲ τοῦ μὴ ἐπὶ πάντων ἀληθῆ γίνεσθαι τὸν τόπον, ὅτι ἐπὶ πολλῶν τὸ κοινόν, ᾧ ἡ προσθήκῃ γίνεται, τῷ ἑτέρῳ τῶν προστιθεμένων ἢ χρῆται ἢ ὅλως ἐστὶν αὐτῷ συνεργόν· διὸ οὐκ ὄντος αὐτοῦ αἱρετωτέρου ὁμοίως τὸ ὅλον αἱρετώτερον γίνεται. τῷ μὲν γὰρ πλούτῳ ἡ ἐλευθεριότης χρῆται, μὴ χρωμένη τῇ ἰσχύι κατὰ τὴν οἰκείαν ἐνέργειαν· πάλιν δὲ τῇ ἰσχύι ἡ ἀνδρεία, μὴ χρωμένη τῷ πλούτῳ· καὶ ἡ ἰσχὺς τῇ μὲν ἀνδρείᾳ συνεργός ἐστι, τῇ δὲ σωφροσύνῃ οὐδαμῶς. διὸ καὶ αὐτὸς εἶπε δεῖν εὐλαβεῖσθαι τὰ τοιαῦτα προτείνειν | ἐφ’ ὧν τῷ μὲν ἑτέρῳ [*](139) τῶν προστιθεμένων χρῆται τὸ κοινὸν ἢ ἄλλως πως συνεργόν ἐστι, τῷ δὲ λοιπῷ μὴ χρῆται μηδὲ συνεργόν ἐστιν. οὐ γάρ, εἰ πρίων μετὰ τεκτονικῆς αἱρετώτερον δρεπάνου μετὰ τεκτονικῆς, διὰ τοῦτο ἀνάγκη πρίονα δρεπάνου εἶναι αἱρετώτερον· διότι γὰρ ὄργανον τῆς τεκτονικῆς ἐστιν ὁ πρίων, οὐκέτι δὲ καὶ τὸ δρέπανον, διὰ τοῦτο αἱρετώτερον· ἐπεὶ καὶ τὸ δρέπανον πάλιν μετὰ ἀμπελουργικῆς αἱρετώτερον ἢ ὁ πρίων. ἐφ’ ὧν οὖν τὰ προστιθέμενα ὁμοίως ἔχει πρὸς τὸ κοινόν, ἐπὶ τούτων ὁ τόπος ἀληθής.

[*](p. 118b 16)

Πάλιν εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον μεῖζον ποιεῖ.

῾Ο τόπος τοιοῦτος· τὸ τῷ ἐλάττονι ἀγαθῷ προστιθέμενον καὶ τὸ ὅλον μεῖζον ἀγαθὸν ποιοῦν αἱρετώτερον τοῦ τῷ μείζονι προστιθεμένου καὶ τὸ ὅλον τοῦ ὅλου ἔλαττον ποιοῦντος. ἂν γὰρ ᾖ δύο τινὰ ἀγαθά, τὸ μὲν μεῖζον τὸ δὲ ἔλαττον, καὶ προστεθῇ τινα ἑκατέρῳ αὐτῶν, ὡς γίνεσθαι διὰ τὴν [*](2 ἀληθὴς ὁ τόπος D ἡ BD: om. aAP 4 ante πλοῦτος add. ὁ Α 5 αἱρετώτερον aP 5. 6 αἱρετωτέρα D: αἱρετώτερον aABP 6 αὐτοῦ om. Β 6. 7 μᾶλλον—ἧττον B 8 τοῦ om. Β 9 αἱρετωτέρα Α 10 αἱρετώτερον Β 11. 12 τῶν προστιθεμένων τῶ ἑτέρω D 12 ἐστὶ συνεργὸν αὐτῶ D ὃν B 13 ὅμως fort, recte aP 15 ἡ prius aBP: om. AD 20 αἱρετώτερος Α: αἱρετώ D μετὰ τεκτονικῆς alterum AD: om. aBP 21 πρίονι Α 22 οὐκ ἐστι aB 23 post αἱρετώτερον add. τὸ δρέπανον πάλιν aP ὁ B: om. aADP 26 ἔλαττον P1, corr. P2 τι om. aDP (sed προστεθέν D) ὅλον] ὃ Β 27 τῶ om. aP 28 ποιοῦν ἀγαθὸν D τῷ om. aBP 29 post ἀγαθὰ repetit τινὰ D 30 ἑκάτερα A)

268
πρόσθεσιν αὐτῶν τό τε ὡς ἔλαττον ἀγαθὸν μεῖζον τὸ δὲ ὡς μεῖζον ἀγαθὸν ἔλαττον, τὸ τῷ ἐλάττονι προσκείμενον αἱρετώτερον τοῦ τῷ ἑτέρῳ τῷ μείζονι προσκειμένου. δύο γὰρ ἀγαθὰ ἡ εὐεξία καὶ ἡ ὑγεία· προσκείσθω οὗν τῇ μὲν ὑγείᾳ ἐλάττονι οὔσῃ ἀγαθῷ ἀρετή, τῇ δὲ εὐεξίᾳ μείζονι ἀγαθῷ οὕσῃ πλοῦτος· ἐπεὶ οὖν ἡ ὑγεία μετὰ ἀρετῆς μεῖζον ἀγαθὸν εὐεξίας μετὰ πλούτου, καὶ ἀρετὴ πλούτου αἱρετωτέρα. πάλιν ἐπεὶ τοῦ λέγειν καὶ τοῦ σιωπάν δύο ὄντων καὶ αἱρετωτέρου ὄντος τοῦ λέγειν, ἐπεὶ καὶ πολὺ χρηστότερον, προστεθέντων τῷ μὲν σιωπᾶν τοῦ σωφρόνως τῷ δὲ λέγειν τοῦ ῥητορικῶς τὸ σωφρόνως σιωπᾶν αἱρετώτερον τοῦ ῥητορικῶς λέγειν, καὶ σωφροσύνη ῥητορικῆς αἱρετωτέρα. καὶ ἐπεὶ εὐεξία μὲν ὑγείας μεῖζον ἀγαθόν. προστεθέντων δὲ τῇ μὲν ὑγείᾳ τοῦ θεωρεῖν τῇ δὲ εὐεξίᾳ τοῦ πράσσειν αἱρετώτερον θεωρία μετὰ ὑγείας πράξεως μετὰ εὐεξίας, καὶ θεωρία πράξεως αἱρετωτέρα.

[*](p. 118a 17)

῾Ομοίως δὲ καὶ ἐκ τῆς ἀφαιρέσεως.

῾Ομοίως φησὶ δεῖν ἐπιχειρεῖν ὥσπερ ἀπὸ τῆς προσθέσεως οὕτω καὶ ἀπὸ τῆς ἀφαιρέσεως· εἰ γὰρ τῶν ἐπ’ ἴσης αἱρετῶν ἀφαιρουμένων τινῶν τὸ καταλειπόμενον τῇ τοῦ ἑτέρου ἀφαιρέσει ἔλαττον γίνοιτο ἢ τῇ τοῦ ἑτέρου, οὗ τῇ ἀφαιρέσει ἔλαττον γίνεται, ἐκεῖνο αἱρετώτερον. οὐ μόνον δὲ ἄν δύο τινὰ ὁμοίως αἱρετὰ ληφθῇ, ἀλλὰ κἂν ἕν τι αἱρετόν, ἔπειτα ἀφαιρεθῇ αὐτοῦ δι’ ἃ αἱρετώτερον, εἰ εἴη δύο τινὰ καὶ εἴη τῇ τοῦ ἑτέρου αὐτῶν ἀφαιρέσει μειζόνως κατὰ τὴν αἵρεσιν ἐλαττούμενον, οὗ τῇ ἀφαιρέσει ἧττον αἱρετὸν τὸ αὐτὸ γίνεται, ἐκεῖνο αἱρετώτερον τοῦ ἑτέρου, οὗ μετὰ τὴν ἀφαίρεσιν αἱρετώτερον. τοῦτο δὲ προδηλότατον μὲν ἐπὶ μεγεθῶν τε καὶ ἀριθμῶν ἐστιν· ἐλαττοῦται γὰρ τὰ δέκα καὶ τῇ τῶν τριῶν καὶ τῇ τῶν πέντε ἀφαιρέσει· ἀλλ’ ἐπειδὴ μᾶλλον ἐλαττοῦται τῇ τῶν πέντε ἀφαιρέσει ἢ τῇ τῶν τριῶν, τὰ πέντε τῶν τριῶν πλείω. ὁ αὐτὸς καὶ ἐπὶ τῶν μεγεθῶν λόγος. ἐπὶ δὲ τῶν αἱρετῶν, ἐφ’ ὧν ποιεῖται τὸν λόγον, οὕτως ἂν δεικνύοιτο· εἰ ἀπὸ ὑγείας καὶ πλούτου καὶ κάλλους, ἅμα τῶν τριῶν ὄντων, ἔλαττον τὰ καταλειπόμενα δύο αἱρετὰ γίνεται ὑγείας ἀφαιρεθείσης ἢ [*](1. 2 τὸ δὲ (om. ὡς) μεῖζον ἀγαθὸν ἔλαττον D: τὸ δὲ(δὲ compend. in ras. P2) ἔλαττον AP: τὸ δὲ ἔλαττον τὸ (δὲ add. Β) ὡς μεῖζον aB 2 τῷ ἐλάττονι] τούτῳ P post add. ἤτοι D 3. 4 προσκείσθω οὖν AD: προσκείσθωσαν γοῦν Β. αἷς προσκείσθωσαν aP 4 οὔσῃ ἀγαθὴ Α: ἀγαθῶ οὔσῃ Β 4. 5 οὔσῃ ἀγαθῶ Α 5 οὖν AD: om. aBP 6 ante ἀρετὴ add. ἡ Β αἱρετώτερον a πάλιν—αἱρετωτέρα (10) om. B τοῦ—τοῦ scripsi: τὸ—τὸ(om. A)aADP 7. 8 χρηστοτέρου A D post τὸ add. δὲ Α 12 αἱρετωτέρα Α 13 αἱρετώτερον Β 15 ἐπὶ Β: ἐκ D 16 ἀπὸ] ἐπὶ Β 17 γένοιτο a 18 αἱρετωτέρου Α 19 ὁμοίως om. Β τι αἱρετώτερον D 20 ἃ scripsi: ὃ libri εἰ εἴη scripsi: ἡ εἰ aADP: ἢ εἰ ἡ Β καὶ om. a: ras. 3 lit. P τοῦ om. D 21 αἵρεσιν scripsi: ἀφαίρεσιν libri ἐλαττόμενον aB: ἐλαττουμένου Α 23 αἱρετωτέρου Α 25 ἀλλ’ ἐπειδὴ ante ras. 1 lit. add. Ρ2 26 τῶν tertium AD: om. aBP 28 εἰ] καὶ Β 29 post ἔλαττον add. δὲ B δύο om. B)

269
πλούτου, ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα· ἔλαττον γὰρ αἱρετὸν πλοῦτος μετὰ κάλλους ἢ κάλλος μετὰ ὑγείας. καὶ οὕτως μὲν ἐπὶ τοῦ αὐτοῦ. ἔνεστι δὲ καὶ οὕτως δεῖξαι· εἰ ἐπ’ ἴσης αἱρετῶν ὄντων πλούτου μετὰ ἰσχύος καὶ ὑγείας μετὰ εὐγενείας, ἀφαιρεθέντων τοῦ μὲν πλούτου τῆς ἰσχύος τῆς δὲ ὑγείας τῆς εὐγενείας ἔλαττον αἱρετὸν ὁ πλοῦτος τῆς ὑγείας, δῆλον ὡς αἱρετώτερον ἰσχὺς εὐγενείας· τὸ γὰρ ἐπ’ ἴσης αἱρετὸν ἧττον αἱρετώτερον γίνεται ἀφαιρουμένων τινῶν ἀπ’ αὐτῶν, ὅταν μᾶλλον αἱρετὸν ᾖ τὸ αφαιρουμενον.

[*](p. 118b 20)

Καὶ εἱ τὸ μὲν δι’ αὑτὸ τὸ δὲ διὰ τὴν δόξαν αἱρετόν.

Αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρούμεθα τοῦ διὰ τὴν ἀπὸ τῶν ἄλλων δόξαν. οὕτως ὑγεία κάλλους αἱρετωτέρα· τὴν μὲν γὰρ ὑγείαν δι’ αὑτὴν αἱρούμεθα, κἂν μηδεὶς εἴσεσθαι μέλλῃ, τὸ δὲ κάλλος διὰ τὴν ἐπ’ αὐτοῦ δόξαν· μάταιον γοῦν δοκεῖ τὸ κάλλος εἶναι μὴ γνωριζόμενον. ὡρίσατο δε καὶ το προς δοξαν αιρετον· ο γαρ μηοενος συνειοοτος μὴ ὰνσπου- δάσαι τις ὑπάρχειν αὑτῷ, τοῦτ᾿ ἔστι τὸ διὰ δόξαν αἱρετόν. οὕτως δεικνύοιτ᾿ ἄν ὁ πλοῦτος τιμῆς αἱρετώτερος, καὶ οἰκία εὐοίκητος τῆς κεκοσμημένης, καὶ ἐσθὴς ἡ χρησιμωτέρα τῆς πολυτελοῦς, καὶ τῶν κτημάτων τὰ προσόδους φέροντα τῶν ἐν ἐπιφανέσι καὶ αἰεὶ διοδευομένοις ὄντων χωρίοις.

[*](p. 118b 22)

Καὶ εἰ τὸ μὲν δι’ αὑτὸ καὶ τὴν δόξαν αἱρετόν, τὸ δὲ | διὰ θάτερον μόνον.

[*](140)

[Αἱρετώτερόν φησιν εἶναι τὸ δι’ ἀμφότερα αἱρετὸν τοῦ διὰ μόνην, οἶμαι καὶ τοῦ δι’ αὑτό, ἐὰν ἐπὶ τοῦ αὐτοῦ παραληφθῇ· τὸ γὰρ δι’ ἄμφω αἱρετώτερον πρόδηλον.] ἐπεὶ καὶ τὸ δι’ αὑτὸ μόνον τοῦ πρὸς δόξαν αἱρετώτερον, καὶ τὸ δι’ ἄμφω, φησί, τοῦ πρὸς θάτερον μόνον· τὸ γὰρ διὰ δύο τοῦ διὰ τὸ ἕτερον αὐτῶν αἱρετοῦ αἱρετώτερον. οὕτως ἡ μετὰ [*](1 ἢ B 4 ἀφαιρεθέντος τοῦ πλούτου μὲν Α 5 αἱρετὸν ἔλαττον Β 6 αἱρετωτέρα ἰσχὺς Α αἱρετώτερον alterum ABD cf. p. 248,6 265,7. 8: αἱρετὸν aP 7 ἀφαιρουμένων BD: ἀφαιρούντων aAP τὸ om. Β 8 ἀφαιρούμενον D: ἀφῃρημένον aABP 9 αὑτὸ P: αὐτὸ aABD post τὴν add. ἀπὸ τῶν ἄλλων e vs. 10 D αἱρετόν om. B 10 αἱρετώτερον—αἱρούμεθα lemmati continuat Α αὐτὸ BD τοῦ] fort, οὖ, at cf. p. 205,23 11 αὐτὴν ABD 12 ἔσεσθαι Β μέλλοι D; λέγη B απ᾿ D αὐτοῦ Β: αὐτῷ aAP: compend. D 13 post γνωριζόμενον add. τὸ γὰρ a: ὅτι τὸ κάλλος μάταιόν ἐστι μὴ γνωριζόμενον· τὸ γὰρ μηδενὸς συνειδότος μὴ ἄν σπουδάσαι τίς ὑπάρχειν αὐτῷ· ὅτι τὸ διὰ δόξαν αἱρετὸν εἰ μὴ γνωρίζοιτο, οὐδεὶς σπουδάζει ἔχειν αὐτό Β 14 πρὸς τὸ Α 14. 15 ὃ—αἰρετόν om. A 15 αὐτῶ aB 16 ὁ] cf. p. 266,23 17 τὰ] τἀς Β 18 ἐν DP2: om. aABP1 19 αὐτὸ AB 21 αἱρετώτερον—23 πρόδηλον delevi αἱρετωτέρως Α ἀμφοτέρων Α 22 μόνην] non liquet Α οἷμα—παραληφθῇ in mrg. add. P3 (sed pleraque perierunt) aA γὰρ om. BP1 (add. P2) 23 immo αἱρετώτερον <ὂν> αὑτὸ aDP2: ABP1 24 αἱρετωτέρα Α 25 ante δύο add. τὰ D τὸ] του Α)

270
τοῦ χρησίμου τὸ κεκοσμημένον ἔχουσα οἰκία αἱρετωτέρα τῆς μόνον τὸν κόσμον· περικειμένης ἢ μόνον τὸ χρήσιμον ἐχούσης. ὁμοίως δὲ καὶ ἐσθὴς ἢ σκεῦος. ἀλλὰ καὶ ἵππος αἱρετώτερος ὁ πρὸς τῷ εὐπειθής τε καὶ ταχὺς εἶναι καὶ ὀφθῆναι καλὸς ὢν τοῦ τὸ ἕτερον ἔχοντος μόνον. ἀλλὰ καὶ τὰ ἄλλα κτήματα ἄμφω ἔχοντα τῶν μόνον τὸ ἕτερον. δεικνύοιτο δ’ ἄν οὕτω καὶ τὸ ἐν ὄψει τῶν πολλῶν τὰ καλὰ προσεῖναι αἱρετώτερον ὂν τοῦ λανθάνοντα, καὶ τὸ πρὸς τῷ εἶναι δίκαιον καὶ τὸ δοκεῖν ἔχειν τοῦ μόνον εἶναι. καὶ ἐπὶ τῶν ἄλλων αἱρετῶν ὁμοίως· ὅθεν εἴρηται καὶ τὸ ‟ἄγνωστον μηδὲν ἔχοιμι καλόν”. ὁμοίως δ’ ἄν δεικνύοιτο καὶ φευκτότερον, ὃ καὶ δι’ αὑτὸ καὶ διὰ τὴν δόξαν φευκτόν ἐστι, τοῦ διὰ θάτερον μόνον· φευκτότερον γὰρ τὸ φανερῶς ἀδικεῖν τοῦ κρύφα· καὶ τὸ ἀκολασταίνειν ὁμοίως.

[*](p. 118b 24)

αὶ ὁπότερον μᾶλλον δι’ αὑτὸ τίμιον, τοῦτο καὶ βέλτιον καὶ αἱρετώτερον.

Ωσπερ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ διὰ δόξαν αἱρετώτερον καὶ τὸ δι’ αὑτὸ καὶ διὰ δόξαν τοῦ διὰ θάτερον, οὕτω καὶ τῶν δι’ αὑτὰ αἱρετῶν τε καὶ τιμίων τὸ μᾶλλον δι’ αὑτὸ αἱρετὸν καὶ τίμιον αἱρετώτερον. οἷον εἰ μᾶλλον δι’ αὑτὸ τίμιον θεωρία πράξεως (πᾶσα γὰρ πρᾶξις τοῦ ἐπανορθῶσαί τι γίνεσθαι δοκεῖ, ἡ δὲ θεωρία αὐτὴ δι’ αὑτήν), αἱρετώτερον. καὶ εἰ μᾶλλον δι’ αὑτὴν ἡ φρόνησις τῆς ἀνδρείας τιμία, καὶ αἱρετωτέρα· τῆς μὲν γὰρ πανταχοῦ, τῆς δὲ ἐν τοῖς κινδύνοις ἡ ἐνέργει. ὡρίσατο δὲ καὶ τὸ δι’ αὑτὸ τιμιώτερον, τοῦτ’ ἔστιν αἱρετώτερον, ὥσπερ καὶ τὸ πρὸς δόξαν αἱρετὸν προολίγου· ὃ γὰρ μηδενὸς ἄλλου μέλλοντος ὑπάρξειν δι’ αὑτὸ αἱρούμεθα μᾶλλον, τοῦτ’ ἔστι καθ’ αὑτὸ καὶ δι’ αὑτὸ τιμιώτερον. οὕτω τιμιώτερον ὑγεία πλούτου καὶ εὐγενείας καὶ ἰσχύος καὶ κάλλους.

[*](1 τοῦ om. a 1. 2 τὸν κόσμον om. Α 2 περικείμενον Α δὲ om. Β 3 τὸ Α εὐπαθής aA τε om. D 4 κάλλος Α 5 τῶν superscr. Β: τῶν τῶν πρὸς Α μόνον in μόνων mutavit Β οὕτω om. Α 6 καὶ om. D ὂν postea add. D 6. 7 λανθάνοντα aP: λανθάνοντος BD: ἀποθανόντος Α 7 ἔχει a 8 εἴρηται] Callim. fr. 422 Schn. μηδὲ P δι’ om. ΑΒ: postea add. P1 αὑτὸ a: αὐτὸ ABDP 10 καὶ om. Α 11 τὸ alterum scripsi cf. vv. 2. 3; τοῦ libri 12 μᾶλλον om. D αὐτὸ DP καὶ alterum om. D 14 αὐτὸ Α αἱρετωτέρου Α 15 αὑτὸ aBP2: αὑτὸ ADP1 θατέρου Α δι’ αὑτά aD, Bpr.. in ras. P2: δι’ αὐτὰ Α, Bcorr. 16 αὐτὸ AP1 (corr. P2) καὶ τίμιον αἱρετώτερον scripsi: αἱρετώτερον ἢ ἢ P: ᾖ aBD) καὶ τιμιώτερον aBDP: αἱρετωτέρα καὶ τιμιώτερον Α οἶον om. Β 17 αὐτὸ ABP1 (corr. P2) 18 ἀνορθῶσαί B αὐτὴ] ’in ras. P2 18 et 19 αὐτὴν AP1 (corr. P2) 18. 19 αἱρετωτέρα Α 19 τίμιος P1, corr. P2 21 αὐτὸ ADP1 (corr. P2) 22 πρὸ in ras. P2 πρὸ ὀλίγου] p. 118b21 23 δι’] καθ’ D 23 et 24 δι’ αὐτὸ AP1 (corr. P2) ante καθ’ add. καὶ Α 24 δι’ αὑτὸ αἱρετώτερον a οὕτως ὑγείας τιμιώτερον (compend.) καὶ πλούτου Α καὶ εὐγενείας om. Α)
271
[*](p. 118 b 27)

Ἔτι διελέσθαι ποσαχῶς τὸ αἱρετὸν λέγεται καὶ τινῶν χάριν.

Δεῖν φησι καὶ ἐκ τῆς διαιρέσεως τοῦ αἱρετοῦ ἀφορμὰς λαμβάνειν· ἂν γὰρ διελώμεθα ποσαχῶς λέγεται τὸ αἱρετόν, ἐπεὶ μὴ μοναχῶς, εὐπορήσομεν ἐπιχειρημάτων πρὸς τὴν τοῦ αἱρετωτέρου κατασκευήν. λέγεται δὴ τὸ αἱρετὸν τριχῶς· καὶ γὰρ τὸ καλὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον αἱρετά. ᾧ δὴ πάντα ταῦτα ὑπάρχει καὶ διὰ πάντα ἐστὶν αἱρετόν, τοῦτο τῶν μὴ πάντα ἐχόντων αἱρετώτερον· καὶ ᾧ τὰ πλείω τῶν οἷς τὰ ἐλάττω, ἄν τὸ ὁμοίως αὐτοῖς ὑπάρχῃ ἐπειδὴ δύναταί γε τὸ κατὰ τὶ ὂν σφόδρα αἱρετὸν τοῦ κατὰ πάντα μὲν μὴ μέντοι σφόδρα αἱρετοῦ αἱρετώτερον εἶναι· ἡ γοῦν φρόνησις δι’ αὑτὴν μόνον οὖσα αἱρετὴ αἱρετωτέρα ἐστὶν ἰσχύος διὰ πάντα οὔσης αἱρετῆς· καὶ γὰρ δι’ αὑτὸ ἡ ἰσχὺς αἱρετὸν εἶναι δοκεῖ καὶ ὡς καλὸν καὶ ὡς συμφέρον καὶ ὡς ἡδύ, ἀλλ’ ὑπερέχει τῷ δι᾿ αὑτὸ αἱρετῷ ἡ φρόνησις τούτων ἀπάντων. ἀλλὰ κἄν τὸ μὲν δι’ αὑτὸ ᾖ αἱρετόν, τὸ δὲ διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, τὸ δι’ αὑτὸ αἱρετὸν καίτοι δι᾿ ἓν ὂν αἱρετὸν αἱρετώτερον ἂν εἴη [καὶ] τοῦ δι᾿ ἐκεῖνα αἱρετοῦ καίτοι διὰ ὄντος αἱρετοῦ. σωφροσύνη γοῦν δι’ αὑτὴν μόνον οὖσα αἱρετὴ αἱρετωτέρα ἐστὶ τιμῆς καὶ διά τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον οὔσης αἱρετῆς. ἢ πᾶσα ἀρετὴ καὶ δι’ αὑτὴν καὶ διὰ τὸ ἡδύ ἐστιν αἱρετή, ὅτι ἡδεῖαι καθ’ αὑτὰ αἰ κατ’ ἀρετὴν ἐνέργειαι· διὸ καὶ εἰ κατὰ πλείω τι εἴη αἱρετὸν οὐκ ὂν ἀρετή, τῷ καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδὺ ἐλαττοῦσθαι τῆς ἀρετῆς ἔλαττον αὐτῆς ἔσται αἱρετόν. ἔσται οὖν αἱρετώτερον τὸ κατὰ πάντα τοῦ κατὰ τινὰ καὶ τὸ κατὰ πλείω τοῦ κατὰ ἐλάττω, ἄν ᾖ τὸ κατὰ πλείω ὁμοίως τῷ κατὰ ἐλάττω καθ’ ἕκαστον τῶν αἱρετῶν αἱρετὸν καὶ ἔτι τὰ ἐλάττω ἐν τοῖς πλείοσι περιέχηται. οὕτως ἐν ᾿Ηθικοῖς ἔδειξε τὴν διὰ τὸ καλὸν φιλίαν αἱρετωτέραν οὖσαν τῆς τε διὰ τὸ ἡδὺ καὶ τῆς διὰ τὸ χρήσιμον· ἡ γὰρ διὰ τὸ καλὸν πρὸς τῷ διὰ τὸ καλὸν αἱρετὴ εἶναι καὶ τὸ ἡδὺ καὶ τὸ [*](3 καὶ om. Β 4 μὴ om. a 5 αἱρετοῦ Β λέγεται—αἱρετώτερον (8) Suidas sub V. αἱρετόν λέγω Β 7 ταῦτα πάντα ΑΒ Suid. διὰ πάντων Α 8 αἱρετώτερα Α ᾦ] τῶ Β 8. 9 ἐλάττ)ω (in ras.) ἂν τὸ Ρ2 9 ἄν om. Β ὑπάρχει B, Ppr. (corr. P1) ἐπεὶ D ὂν ABD: ἓν aP 10 μέντοι] ἐπί τι Β 11 γοῦν corr. ex γὰρ Β αὐτὴν AP1 (corr. P2) μόνη οὖσα αἱρετὸν Β 12 πάντων Α αὐτὸ P1 (corr. P2): αὐτά Α εἶναι δοκεῖ AD: εἰνὶ Β: ras. 3 lit. P: om. a 13, 14, 15 αὐτὸ ΑΡ1 (corr. Ρ2) 13 καλλ Α 14 ἡ φρόνησις αἱρετῷ D αἱρετὸν ἡ Α 15 διὰ τὸ corr. ex δι’ αὐτὸ P2 τὸ (auto χρησ.) om. D καίτοι δι’ ἓν (i. e. δι’ α΄) scripsi: καὶ τὸ ἰδίᾳ libri 16 αἱ)ρετὸν—17 αἱρε(τὴ), initium pag., P3 καὶ delevi (ἐ)κεῖνα in ras. D: ἐκεῖνο Β καίτοι scripsi: καὶ τοῦ aADP3: καὶ 17 αὐτὴν A, Dpr. μόνη Β 18 διὰ alterum om. P 19 αὐτὴν P1, corr. P2 ὅτι scripsi: ἔτι libri ἴδιαι Β 20 εἰ καὶ D εἴη τι Α ὂν aAB: ἄν D et, ut videtur, P 21 τῷ (τὸ Α: om. Β) καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδὺ ABD: τῷ καὶ δι’ καὶ διὰ τὸ ἡδὺ a: τῶ καὶ δι’ αὐτὸ καὶ διὰ supra τὸ διὰ τὸ ἡδὺ Ρ2 24 τῶ aAP: τοῦ BD ἕκαστα aP αἱρετῶν aP: ἀρετῶν ABD post ἔτι add. εἰ aADP2: om. BP1 25 περιέχηται aAP: περιέχεται BD post ἐν add. τοῖς aP ἐν ᾿Ηθικοῖς] Nicom. X 4. b τῶν καλῶν A 26 τῆς alterum om. D 27 ἀρετὴ Β)

272
χρήσιμον ἔχει. καὶ ἰσχὺς δὲ πλούτου αἱρετωτέρα ἄν δεικνύοιτο τῷ διὰ τὰ πλείω αἱρετὴ εἶναι [καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἔχειν]· ὁ μὲν γὰρ τὸ συμφέρον μόνον, ἡ δὲ καὶ τὸ καλὸν καὶ τὸ ἡδὺ ἔχειν δοκεῖ. ἀλλὰ καὶ ὑγεία ἡδονῆς· καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον ἔχει. εἰ δὲ εἴη τὰ συγκρινόμενα διὰ τὰ αὐτὰ αἱρετά, ᾧ μᾶλλον ὑπάρχει ταῦτα, ἐκεῖνο αἱρετώτε|ρον ἔσται. οὕτω σωφροσύνη ἐγκρατείας· διὰ τὰ αὐτὰ μὲν γὰρ ἄμφω, [*](141) ἀλλὰ μᾶλλον ἡ σωφροσύνη. καὶ τὸ μανθάνειν δὲ τοῦ γυμνάζεσθαι αἱρετώτερον, καίτοι ἄμφω διὰ τὸ συμφέρον αἱρετά· ἀλλὰ μᾶλλον ὑπάρχει τοῦτο τῷ μανθάνειν. οὕτω δειχθήσεται καὶ ἀνδρείας δικαιοσύνη αἱρετωτέρα· ἀμφότεραι μὲν γὰρ καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδύ, ἀλλ’ οὐχ ὁμοίως ἡ ἀνδρεία τὸ ἡδὺ ἔχει διὰ τὰ τραύματα καὶ τὰς ἀναιρέσεις. ἀλλά καὶ τὸ τοὺ βελτίονος χάριν αἱρετὸν αἱρετώτερον, οἷον τὸ μανθάνειν τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ ἐπιστήμης χάριν, τὸ δὲ ἰσχύος. ἀλλὰ καὶ τὰ χρηστὰ ἤθη τῆς ἀσκήσεως τοῦ σώματος· τὰ μὲν γὰρ διὰ φιλοσοφίαν, ἡ δὲ διὰ ἄθλησιν αἱρετή. καὶ τοῦ πανηγυρίζειν τὸ παιδεύεσθαι· τὸ μὲν γὰρ ἀρετῆς χάριν, τὸ δὲ ἡδονῆς. ὁ δὲ τόπος δυνάμει ἤδη καὶ ἐν τοῖς πρώτοις εἴρηται· ὧν γὰρ τὰ τέλη αἱρετώτερα, καὶ αὐτὰ αἱρετά. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν φευκτῶν· καὶ γὰρ καὶ ἐπὶ τούτων φευκτότερον τὸ πλειόνων ἀγαθῶν ἐμποδιστικὸν καὶ τὸ τῶν μᾶλλον ἀγαθῶν ἀναιρετικόν. οὕτω νόσος αἴσχους· πλειόνων γὰρ ἡ νόσος ἐμποδιστική· καὶ γὰρ ἡδονῆς καὶ τοῦ σπουδαῖον εἶναι· τὸ δὲ ἡδονῆς μόνης. καὶ πενία ἀδοξίας, καὶ ἡ τῆς ψυχῆς ἀφυία τῆς τοῦ σώματος· τοῦ γὰρ μᾶλλον αἱρετοῦ ἐμποδιστικόν. καὶ άποβολὴ μαθημάτων ἀποβολῆς χρημάτων· βελτίονος γὰρ ἀναιρετικόν. εἴη δ’ ἄν τὸ διὰ τὴν δόξαν αἱρετὸν ἢ ὑπὸ τὸ ἡδὺ ἢ ὑπὸ τὸ συμφέρον.

[*](p. 118b 37)

Ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτὸν καὶ αἱρετόν.

Ηττον αἱρετὸν τὸ ὁμοίως αἱρετόν τε καὶ φευκτὸν τοῦ μόνον αἱρετοῦ. οἷον εἰ τὸ μὲν πολιτεύεσθαι καὶ αἱρετὸν καὶ φευκτόν· (φευκτὸν διά τε τὰς ἐνοχλήσεις καὶ τὰς ἐπηρείας), τὸ δὲ φιλοσοφεῖν αἱρετὸν μόνον, αἱρετώτερον τὸ φιλοσοφεῖν. καὶ εἰ δόξα μὲν καὶ κάλλος καὶ πλοῦ- [*](1. 2 ἔχει—χρήσιμον om. Β: καὶ—ἔχειν om. a 1 ἄν δεικνύοιτο DP: ἀναδεικνύοιτο Α 2 καὶ—ἔχειν ut e p. —272,1 illatum delevi post καὶ prius ras. D ὁ ADP: ἡ aB καὶ τό ἡδὺ ἔχειν καὶ τὸ καλὸν D 5 ὃ Α 6 τὰ αὑτὰ ABD: ταῦτα aP 9 τοῦτο τῶ Β: τούτω τὸ Α, ex τοῦ τῶ corr. D: τοῦ γυμνάζεσθαι τὸ aP ante ἀνδρείας add. τῆς ABD 10 ἀμφοτέρα Α: ἄμφω D 11 post τὰ add. αὐτὰ Β 11. 12 τό τοῦ] τοῦτο Α 12 τοῦ prius ex corr. add. D 13 post δὲ add. καὶ Α 14 τὰ o ABD: τὸ aP 15 ἀρετή. καὶ τὸ—τοῦ Β 16 ἤδη] ἡδϊ Α ἐν τοῖς πρώτοις] c. 1 p. 116b 26 τοῖς om. Β 17 καὶ αὐτὰ ἁρετά om. signo appicto P 18 καὶ γὰρ καὶ D: καὶ γὰρ καὶ γὰρ B: καὶ γὰρ aAP 21 σπουδαίου Α μόνον Α 22 εὐφυία Β 23 βέλτιον Α 24 τὴν om. D 2(5 ἧττον αἱρετόν leinmati continuat Α post ἧττον add. γὰρ aB 27 post αἱρετὸν add. τε aP 29 post αἱρετώτερον add. γὰρ Β)

273
ὅς καὶ αἱρετὰ καὶ φευκτά (διὰ γὰρ τὰς δι’ αὐτὰ ἐπιβουλὰς ἔχει τι φευκτόν), ὑγεία δὲ καὶ ἰσχὺς αἱρετὰ μόνον, αἱρετώτερα ταῦτα ἐκείνων τῶν αἱρετῶν καὶ φευκτῶν. εἴη ἂν καὶ τὸ πλεῖν τε καὶ ἐμπορεύεσθαι διὰ τοὺς κινδύνους τοὺς κατὰ θάλατταν πρὸς τῷ αἱρετῷ καὶ τὸ φευκτὸν ἔχοντα, τὸ δὲ γεωργεῖν αἱρετὸν μόνον.

[*](p. 119a 2)

Οἱ αὐτοὶ δὲ τόποι χρήσιμοι καὶ πρὸς τὸ δεικνύναι ότιοῦν αἱρετὸν ἡ φευκτὸν.

Παραδοὺς τοὺς τόπους, δι’ ὧν οἷόν τέ ἐστι τὰς κατὰ τὸ αἱρετὸν συγκρίσεις ποιεῖσθαι, τοὺς αὐτοὺς τόπους φησὶν ἁρμόζειν καὶ πρὸς τὸ δεικνύναι ὅτι ἀπλῶς τί ἐστιν αἱρετόν. ἐπεὶ γὰρ τὸ αἱρετώτερον καὶ αἱρετόν, ὥσπερ τὸ χρησιμώτερον καὶ χρήσιμον καὶ τὸ κάλλιον καὶ καλόν, ἂν τὰς ὑπεροχὰς καὶ τὰς συγκρίσεις τὰς πρὸς ἄλληλα ἑκάστου αὐτῶν ἀφαιρῶμεν, δεικνύοιμεν ἄν αὐτὰ δῆλον ὅτι καὶ ἁπλῶς ὄντα τοιαῦτα διὰ τῶν αὐτῶν τόπων. τῷ γὰρ τὸ τίμιον αἱρετὸν εἶναι, τούτῳ καὶ τὸ τιμιώτερόν τινος αἱρετώτερον ἐκείνου· ὥστε ἐν τῷ λαβεῖν ὅτι τίμιον εἴη ἂν καὶ ὅτι αἱρετὸν λαμβάνων· ὁμαίως καὶ τὸ χρησιμώτερον αἱρετώτερον, ὅτι τὸ χρήσιμον αἱρετόν. ἀφελόντας οὖν χρὴ τὴν πρὸς ἄλληλα σύγκρισιν λαμβάνειν πᾶν τὸ τίμιον αἱρετόν, ἀρχὴ δὲ φέρε εἰπεῖν τίμιον, ὥστε καὶ αἱρετόν᾿· ὁμοίως καὶ ἐπὶ τοῦ χρησίμου τὸ χρήσιμον αἱρετόν, πλοῦτος δὲ χρήσιμον᾿. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, καθ’ ἃ τὸ αἱρετώτερον δείκνυται, ὅσα τῷ ὁμολογουμένως αἱρετὰ εἷναι, καθ’ ἃ ἡ σύγκρισις αὐτοῖς, αἱρετώτερα εἶναι δείκνυται· οὐ γὰρ μόνον τὸ τιμιώτερον καὶ τὸ χρησιμώτερον αἱρετώτερον, ἀλλὰ καὶ τὸ ἀλυπότερον, ἄν οὕτως τύχῃ, καὶ τὸ ἥδιον καὶ ὃ ὁ σπουδαῖος ἂν ἕλοιτο μᾶλλον· καὶ καθ’ ὅσα ἄλλα τοιαῦτα ἡ κατὰ τὸ αἱρετὸν ὑπεροχὴ γίνεσθαι δέδεικται, κατὰ πάντα, ἂν ἀφελόντες τὴν πρὸς ἄλληλα σύγκρισίν καὶ ὑπεροχὴν τὸ ἀπλῶς λαμβάνωμεν, εἴημεν ἄν αἱρετὸν ἕκαστον αὐτῶν δεικνύντες. ἐπ’ ἐνίων δέ φησιν εὐθέως ἐν τῇ πρὸς ἕτερον συγκρίσει περιέχεσθαί τε καὶ ἐλέγχεσθαι καὶ τὸ ἑκάτερον αὐτῶν αἱρετὸν εἶναι, ἡ τὸ ἕτερον γε φανερῶς. πάντως μὲν γὰρ ἄμφω δει εἶναι [*](1 αὐτὰ DP1 αὑτὰ aABP2 3 πλεῖν] πλουτεῖν Β τε καὶ] δὲ καὶ τὸ D 4 τῶ φευκτῷ Α 8 τοὺς om. D αἱρετόν Β cf. p. 275,21, 279,2: αἱρετώτερ·ον aADP 9 τόπους aBD: τούτους AP post φησὶ add. τόπους aAP 10 δεικνύναι—γὰρ τὸ om. Α καὶ αἱρετόν om. aP1; signum, cui in mrg. nihil respondet, posuisse videtur P2 11 καὶ χρήσιμον D: om. aABP ἄν om. Β 12. 13 ἀφαιροῦντες Β 13 δείκνυμεν AD δηλονότι καὶ om. aP 14 τὸ γὰρ omisso τῷ A τὸ alteium om. Β 15 an εἴην sive εἴης? 16 λαμβάνων aBP: λαμβάν(??) Α: λαβεῖν D 18 post εἰπεῖν add. τὸ aABDP2: om. P1 19 δὲ χρήσιμος Α 20 λόγος καὶ ἐπὶ obscurata D: δὲ καὶ ἐπὶ Β καθ’ ἃ BD: καθὸ aAP 21 καθ’ ἃ scripsi: καθὸ iibri αὐτὰ αἱρετώτερα εἶναι δείκνυσθαι—τύχῃ καὶ τὸ (23), initium paginae, Ρ3 22. 23 αἱρετώτερον om. Ρ3 23 ἴδιον Α ὃ ὁ D: ὃ aB: ὁ A: non liquet P 24 αἱρετὸν D: αἱρετώτερον aABP 25 γίνεσθαι δέδεικται] γίνεται καὶ P 29 post γὰρ add. ἂν A)

274
τοιαῦτα τὰ συγκρινόμενα, προδήλως μέντοι τὸ ἕτερον [τὸ προσκείμενον] εἶναι τίθεται· ᾧ γὰρ πρόσκειται τὸ ἀγαθόν, προδήλως τοῦτο ἔχει καὶ τὸ αἱρετὸν προσκείμενον. οὐκέθ’ ὁμοίως φανερῶς τὸ αἱρετὸν ἐν τῇ κατὰ τὸ χρήσιμον συγκρίσει περιέχεται. ἔστιν οὖν ὃ λέγει, ὅτι ἐπ’ ἐνίων οὐ δεῖ κατασκευῆς πρὸς τὸ δεῖξαι αἱρετὸν τῶν κατὰ τὴν σύγκρισιν λεγομένων. ἴσως μὲν γὰρ πρὸς τὸ δεῖξαι τὸ χρήσιμον αἱρετὸν ἢ τὸ ἡδὺ ἢ τὸ | ἄλυπον [*](142) ἢ τὸ πολυχρόνιον λόγου δεῖ· ἐν οἷς δὲ κατὰ τὸ ἀγαθὸν ἡ σύγκρισις, ταῦτα προδήλως τὸ αἱρετὸν ἔχει· τὸ γὰρ αἱρετὸν ἀγαθόν. ἢ οὐ τοῦτ’ ἔστι τὸ λεγόμενον διὰ τοῦ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν· ἀλλ’ ἐπεὶ ἔνια τῶν κατὰ σύγκρισιν λεγομένων οὐ πάντως καὶ τὸ ἁπλῶς ἐμφαινόμενον ἔχει (οὐ γάρ, εἰ τὸ ἑνὶ ὑπερέχον τινὸς πλεῖον ἐκείνου καὶ διὰ τοῦτο τὰ τοία τῶν δύο πλείω, ἤδη καὶ τὸ πολλὰ εἶναι τὰ τρία οἷόν τε διὰ τοῦ κειμένου τόπου δεικνύναι, ἀφελόντας αὐτοῦ τὴν πρὸς τὰ δύο ὑπεροχήν· ἀλλ’ οὐδ’, ἐπεὶ πᾶν τὸ ληφθὲν μέγεθος, κἄν ᾖ μικρόν. ὑπερέχει τινός, τὸ δ’ ὑπερέχον τινὸς μεῖζον, ἤδη, διότι μεῖζον, καὶ μέγα), διὰ τοῦτο οὖν προσέθηκε τὸ ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν. τοιαύτην δὲ ἔχει τὰ αἱρετώτερον ἄλλο ἄλλου δεικνύντα τι τῷ πολυχρονιωτέρῳ ἀγαθῷ, τῷ βεβαιοτέρῳ, τοῖς τοιούτοις. ὁ γὰρ λέγων τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει ἀγαθοῦ αἱρετώτερον εἶναι, τῷ τὸ ἀγαθὸν αἱρετὸν εἶναι ἐπ’ ἀμφοτέρων δὲ αὐτὸ λαμβάνειν καὶ ὅτι ἀμφότερά ἐστιν αἱρετὰ τίθησιν· καὶ γάρ, εἴ τι φύσει ἀγαθόν ἐστι, τοῦτο αἱρετόν· κἂν μὴ φύσει δὲ ᾖ τι, ἀγαθὸν δέ, καὶ τοῦτο αἱρετόν· πᾶν γὰρ ἀγαθὸν αἱρετόν. συγκρίνοντες μὲν οὑν ἐροῦμεν ‘τὸ φύσει ἀγαθὸν τοὺ μὴ φύσει αἱρετώτερον· καὶ ἔστι φύσει μὲν ἀγαθὸν ἡ ὑγεία, οὐ φύσει δὲ τὸ νικᾶν μαχόμενον· αἱρετώτερον ἄρα ὑγεία τῆς ἐν πολέμῳ νίκης᾿. δεικνύντες δὲ αἱρετὸν ἐροῦμεν ῾τὸ φύσει ἀγαθὸν αἱρετόν, φύσει δὲ ἀγαθὸν ἡ ὑγεία, καὶ αἱρετὸν ἄρα', καὶ πάλιν ῾πᾶν ἀγαθὸν αἱρετόν, ὥστε καὶ τὸ μὴ φύσει᾿ ὁμοίως καὶ ἐπὶ ἰοῦ τιμιωτέρου· εἰ τοῦτο τούτου τῷ τιμιώτερον εἶναι αἱρετώτερόν ἐστιν, ἐπεὶ τὸ τίμιον αἱρετόν, τὸ δὲ τιμιώτερόν τινος τίμιον (οὐ γὰρ ἂν ἦν τιμιώτερον μὴ ὂν τίμιον), τόδε ἄρα αἱρετόν. ὁμοίως, εἰ τόδε τῷ πολυχρονιώτερον ἀγαθὸν εἶναι τοῦδε αἱρετώτερον, τὸ αὐτὸ τοῦτο [*](1 τὰ συγκρινόμενα τοιαῦτα D πρόδηλον Α τὸ prius om. Β τὸ προσκείμενον delevi 2 τούτων Α 3 αἱρετὸν prius scripsi: ἕτερον libri φανερῶ (sic) Α 5 αἱρετὸν scripsi: αἱρετώτερον libri τὴν om. Β 7 δὲ] γὰρ B 9 διὰ τὸ Β 11 ἑνὶ corr. ex ἔνιοι sive ἔνιον B ὑπάρχον Β 12 πλείω τῶν δύο B 13 τὰ corr. ex τῶν Β αὐτὴν P1, corr. P2 14 ἀλλ᾿ om. D 15 τὸ δ’ ὑπερέχον τινὸς om. Α 16 οὖν om. Α τὴν σύγκρισιν, quod post 17 ἔχει collocant libri, hue reposui 17 τὰ scripsi: τὸ libri δεικνύντα δεικνύντα Β: δεικνύναι aDP τι] cf. p. 277,14 19 αἱρετώτερον (post ἀγαθὸν) Β εἶναι, τῶ—αἱρετώτερον (23) initio paginae iterat D 20 ἐπ’ ἀμφοτέροις P: corapend. D λαμβάνειν D: λαμβάνει aABP 21 post αἱρετόν add. ἐστιν aBP κἀν] καὶ B 22 δὲ prius om. Β δὲ alterurn add. Ρ2 πᾶν—αἱρετόν om. B 24 μὲν φύσει Α 24. 25 αἱρετωτέρα B 2.5 ante ὑγεία add. ἡ Β 2() ἡ om. aP 28. 29 αἱρετωτέρα Α 29 τιμιώτερόν] τιμϊ Α 30 ἄν om. B ὁμοίως om. D post ὁμοίως add. δέ A 31 τῴ] τό B εἶναι τοῦδε]. ἔστι τούτου B)
275
τῷ πολυχρόνιον εἶναι αἱρετὸν ἄν εἴη. δῆλον οὖν πῶς οἷόν τε τοῖς συγκριτικοῖς τόποις χρῆσθαι καὶ πρὸς τὴν τοῦ ἁπλῶς αἱρετοῦ δεῖξιν. ἐπιζητήσαι δ’ ἄν τις εἰ ἐπὶ πάντων ὑγιὲς ·τὸ τὸ μᾶλλόν τι ὂν καὶ ἁπλῶς εἶναι· λέγεται γὰρ καὶ γῆ γῆς κουφοτέρα οὐκ οὖσα ἁπλῶς κούφη, καὶ πῦρ πυρὸς βαρύτερον οὐκ ὂν ἁπλῶς βαρύ. ἢ οὐ κυρίως ἐπὶ τούτων τὰ συγκριτικὰ λέγεται τῶν μὴ ἀναδεχομένων τὸν λόγον τοῦ καθ’ ὃ ἡ σύγκρισις· οὔτε γὰρ ἡ 77; τὸν τοῦ κούφου λόγον ἐπιδέχεται, ἥ γε ἁπλῶς ἐστι βαρεῖα (κοῦφον δέ ἐστι τὸ ἐξ ἑαυτοῦ φερόμενον εἰς τὸν ἄνω οὔτε τὸ πῦρ <τὸν> τοῦ βαρέως. οὐ λέγεται γὰρ ἡ γῆ κουφοτέρα τῷ ἐξ αὑτῆς ἄνω φέρεσθαι, ἀλλὰ τῷ εὐβιαστοτέρα εἶναι· καὶ ῥᾷον ἄνω βιάζεσθαι, ὃ οὐκ ἔστι κούφου· ὁμοίως καὶ πῦρ βαρύτερον λέγεται τὸ ῥᾷον κάτω σπώμενον. καθ’ ὁμοιότητα οὖν τινα ταύτα λέγεται οὐ κυρίως.

[*](p. 119a 12)

Ληπτέον δὲ ὅτι μάλιστα καθόλου τοὺς τόπους

Περὶ τοῦ μᾶλλον καὶ τοῦ μείζονος καὶ ὅλως τῶν ἐν συγκρίσει παραδοὺς ἡμῖν τοὺς συγκριτικοὺς τόπους ἐπὶ ὡρισμένου τινός (ἐπὶ γὰρ αἱρετοῦ· πάντες γὰρ κατὰ τοῦτο τὴν σύγκρισιν ἐποιοῦντό, ἐπειδὴ εὐπαρακολουθητοτέρα ἡ τῶν τόπων παράδοσις ἐπὶ ὡρισμένου τινός [ὡς τὸ φύσει ἀγαθὸν αἱρετόν, φύσει δὲ ἀγαθὸν ἡ ὑγεία, ἡ ὑγεία φύσει αἱρετόν. ἔστι δέ τινα φύσει αἱρετὰ οὐ πάντως ἀγαθά· οἷον ἀγαθὸν ἄρα ἡ ὑγεία πρώτη πρότασις, ὡς εἴπομεν, γινομένη]), ἐπεὶ μὴ γίνεται ἡ σύγκρισις κατὰ τὸ αἱρετὸν μόνον, πάνυ ἐμμεθόδως ὑποδείκνυσιν ἡμῖν δι’ ὧν προστίθησι, πῶς τοῖς αὐτοῖς τούτοις τόποις καθόλου καὶ πρὸς τὰ ἄλλα πάντα, καθ’ ἃ ἡ σύγκρισις γίνεται, χρῆσθαι δυνησόμεθα. ἐπεὶ γὰρ τὸ μᾶλλον συγκριτικὸν ὄν, καὶ τὸ μεῖζον ὁμοίως, οὐκ ἐν ἀγαθοῖς μόνον καὶ αἱρετοῖς ἐστιν ἀλλὰ καὶ ἐν ἄλλοις (μᾶλλον γὰρ καὶ ἐπὶ θερμοῦ καὶ βαρέος καὶ λευκοῦ μυρίων ἄλλων λέγεται· ὁμοίως καὶ τὸ μεῖζον συγκριτικὸν <ὂν> οὐκ ἐπὶ μόνον ἢ κακῶν καὶ αἱρετῶν τε καὶ φευκτῶν λέγεται ἀλλὰ καὶ ἐπ’ ἄλλων· μάλιστα μὲν γὰρ ἐπὶ μεγεθῶν, καὶ ἐπὶ ἀριθμῶν δὲ καὶ βαρέων καὶ ἐπ’ [*](1 τῷ] τὸ Β πολυχρονιώτερον D αἱρετὸν ἂν εἴη ante τῷ transposuit A 3 τὸ alterum om. D 4 post κούφη add. ἐπεὶ Α 5 οὐκ ὃν D: καὶ οὐκ ἔστιν aARP ἡ in mrg. P2: καὶ Α ἐπὶ τούτων οὐ κυρίως A 7 (οὔ)τε γὰρ in ras. 2 lit. ἥ γε aADP2: εἴτε ΒΡ1 8 immo γάρ ἐστι ἑαυτοῦ D: αὐτοῦ aABP1: αὑτοῦ P2 9 τὸν addidi 10 αὐτῆς Α, Ppr. (corr. P1 aut P2) τῶ] τὸ Β 11 ῥᾷον om. Β 12 ἑπόμενον aP τινα om. Β 13 καθόλου ex corr. add. D 14 ὅλων D 15 περὶ (post τόπους) Β τινὶ ένου non liquet) Α τοῦ om. D 16 πάντα Α: καὶ Β 17 ὁρισμοῦ Β ὡς τὸ—2o γινομένη ut notam ad p. 274,20 pertinentem delevi 18 ἀγαθὸν αἱρετόν D: inv. ord. aABP ἡ utrumque om. aAP, alterum superscr. D 19 ἡ om. B πρῶτον Α 20 ἡ om. B 21 εὐμεθόδως Β ἀποδείκνυσιν D προστίθησισ (sic) Β 24 τὸ μεῖζον—μόνον (κ)αὶ, prima summi versus verba, perierunt in P οὐκ ἐν—συγκριτικὸν (26) om. a ἀγαθῶ Α μόνοις Β 25 ἐν om. D καὶ (post γὰρ) om. Β καὶ (post λευκοῦ) BP: ἢ AD 26 ὂν addidi cf. vs. 24 27 μόνων A καὶ primum evanuit D τε om. Β 28 γὰρ D: om. aABP δέ om. Β)

276
ἄλλων μυρίων ἡ κατὰ τὸ μεῖζον γίνεται σύγκρισις), δεῖν φησι τοὺς συγκριτικὺς τόπους, ὡς ἐδήλωσε τῇ προσθέσει τῇ περὶ τοῦ μᾶλλον καὶ μείζονος. καθολικωτέρους λαμβάνειν· οὕτως γὰρ λαμβανόμενοι πρὸς πλείω χρήσιμοι ἔσονται καὶ οὐ μόνον πρὸς τὰ αἱρετὰ καὶ φευκτά, πρὸς ἃ νῦν αὐτοῖς κεχρήμεθα. εἰπὼν δὲ τοῦτο, πῶς οἷόν τε τοὺς προειρημένους τόπους καθόλου ποιεῖν, ὑποτίθεται. ἄν γὰρ μικρὸν παραλλάσσωμεν ἐν τῇ ἐκθέσει αὐτῶν, τὸ κοινότερον ἀντὶ τοῦ εἰδικωτέρου προστιθέντες, γίνοιτ’ ἂν τὸ προειρημένον. καὶ πῶς | τοῦτο γίνοιτ’ ἂν, διὰ παραδειγμάτων δηλοῖ ἐπὶ [*](143) τόπων, πρῶτον μὲν τοῦ ‘τὸ φύσει ἀγαθὸν τοὐ μὴ φύσει αἱρετώτερον’. οὕτώς μὲν γὰρ ῥηθεὶς οὗτος ὁ τόπος ἐπὶ ἀγαθῶν μόνον καὶ ἰῆς τούτων συγκρίσεως χρήσιμος γίνεται· ἐπεὶ δὲ οὐ μόνον τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει ἀγαθοῦ μᾶλλον ἀγαθὸν καὶ αἱροτώτερον, ἀλλὰ καὶ τὸ φύσει φευκτὸν τοῦ μὴ φύσει φευκότερον καὶ τὸ φύσει λευκὸν τοῦ μὴ φύσει λευκότερον (καὶ ἐπὶ ὑγιεινοῦ δὲ καὶ γλυκέος καὶ τῶν ὁμοίων τούτοις ὁ αὐτὸς λόγος), ἂν δὴ εἴπωμεν ἀντὶ τοῦ ‘τὸ φύσει ἀγαθὸν <τοῦ μὴ φύσει ἀγαθοῦ μᾶλλον ἀγαθόν’> τὸ φύσειτοιοὗτον τοῦ μὴ φύσειτοιούτου μᾶλλον τοιοὗτον καθόλου τε ποιήσομεν τὸν τόπον κἂ χρῆσθαι αὐτῷ πρὸς πάντα δυνησύμεθα ἐν οἶς ἐστι τὸ φύσει καὶ μὴ φύσει· πάντα γὰρ συγκεχώρηται οὕτως τεθέντος τοῦ τόπου. πάλιν κείσθω τὸ ποιοῦν τῇ παρουσίᾳ ἀγαθοὺς αἱρετώτερον τοῦ μὴ ποιοῦντος· ἂν δὴ ἀντὶ τοῦ TO ποιοδν ἀγαθοὺς αἱρετέτερον τοῦ μὴ ποιοὗντος’ εἰδικῶς εἰρημένου λάβωμεν TO ποιοῦν τὸ ἔχον αὐτὸ τοιόνδε τι τοῦ μὴ ποιοῦντος μᾶλλόν ἐστι τοιοὗτον’, κθόλου τε ποιήσομεν τὸν τόπον καὶ πρὸς πολλὰ αὐτῷ χρῆσθαι δυνησόμεθα. αὐτὸς δὲ οὕτως ἔθηκε τὸν τόπον· εἰ τὸ μὲν ποιεῖ τὸν ἔχοντα αὐτὸ τοιοῦτον, ᾧ ἂν ὑπάρχῃ, τόδε μὴ ποιεῖ, μᾶλλον τοιοὗιον ὅ ποτε ποιεῖ ἢ ὃ μὴ ποιεῖ. οὕτω γὰρ καὶ τὸ ποιοῦν θερμὸν τοῦ μὴ ποιοῦντος θερμότερον καὶ τὸ ποιοῦν γλυκὺ καὶ τὸ ποιοῦν καλὸν καὶ τὸ ποιοῦν ἡδὺ * * * *. [*](1 γίνεσθαι aB post δεῖν add. οὖν B: ras. 2 lit. P 2 ἐν τῆ προθέσει Β 3 μείζονος Β Arist.: μεῖζον AD: μεῖζον ὡς aP καθολικώτερον A: ὡς καθολικωτάτους coll. Arist. coniecerat Waitz Organ. II p. Χ λαμβανόμενον Α 4 ἔσονται χρήσιμοι Β 5 κεχρήμεθα αὐτοῖς Β 7 ἰδικωτέρου D: ἰδικώτερον Β 7 et 8 γένοιτ’ aB 8 παραδείγματος D 9 μὲν] οὖν Β τοῦ prius om. a: ras. 2 lit. P τοῦ altenim corr. ex τὸ B 12 ἀγαθοῦ] τοιούτου Β 12. 13 φευκτὸν—φευκτό(τερον) in mrg. P4: ras. 5 — 6 lit. P1 l3 ante λευκὸν add. ἀγαθὸν Α λευκοτέρου AP 14 ὁμοίως D τούτων Β 15 δὲ Β τὸ Αρ: om. ABD 15. 16 τοῦ μὴ—ἀγαθόν addidi 16 (??) Β 17 καθόλου corr. ex καθό P2 τε ποιήσομεν scripsi cf. vs. 23: τε ἐποιήσαμεν libri (??) Β 18 ante μὴ add. τὸ aP2, sed cf. p. 278,7 20 τὸ oni. a ποιεῖν B 20. 21 ἀγαθὸν αἱρετωτέρου Α 21 ἰδικῶς ADP1 (corr. P2) λάβωμεν τὸ ποιοῦν post ποιοῦντος tiansposuit Α 23 post πρὸς ras. 2 lit. P 25 w ἂν ὑπάρχῃ om. P1. add. P2 (ἢ add. Aristot. cod., del. ΑC, om. cf, ἢ — ὑπάρχῃ delevit Waitz cf. comment p. 470) ὅ ποτε corr. P2: ὅπερ Β 26 γὰρ om. Β θερμὸν ποιοῦν Β 27 deesse videtiir γλυκύτερον καὶ κάλλιον καὶ ἥδιον τοῦ μὴ ποιοῦντος γλυκὺ καὶ καλὸν καὶ ἡδύ)
277
εἰ δὲ ἀμφότερα ποιεῖ τὸ αὐτό, τὸ μᾶλλον ποιοῦν τοιοῦτο μᾶλλον, οἷον εἰ ἀμφότερα ποιεῖ τὸ ἔχον γλυκὺ ἢ θερμὸν ἢ ἀγαθὸν ἢ μεῖζον. ἡ γὰρ εἰς τὸ γενικώτερον, ὅπερ ἐστὶ τὸ τοιοῦτον, μετάθεσις κοινότερον ἐποίησε τὸν τόπον ·καὶ πολυχρηστόερον.

[*](p. 119a20)

Ἔτι εἰ τοῦ αὐτοῦ τινος τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον.

Παρέδωκέ τινα καὶ τοιοῦτον τόπον ἱεῖ τινος τοὐ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον”· οὕτως γὰρ εὐεξία πλούτου αἱρετωτέρα, ὅτι τῆς ὑγείας ἡ μὲν εὐεξία αἱρετωτέρα, ὁ δὲ πλοῦτος ἧττον αἱρετός. πῶς οὖν καὶ τοῦτον καθολικώτερον ποιήσομεν τῇ ἐκθέσει τε καὶ προσηγορίᾳ, λέγει. οὕτω γὰρ ῥηθείς ‘εἰ τοὺ αὐτοῦ τινος τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον, μᾶλλον τοιοῦτον ὃ τοῦ αὐτοῦ μᾶλλόν ἐστι τοιοῦτον᾿ καθόλου [γὰρ] ἔσται, λαβόντων ἡμῶν ἀντὶ τοῦ ‘ἀγαθόν᾿ τὸ τοιοῦτον· κειμένου γὰρ τούτου καὶ μεῖζόν τι ἄλλο ἄλλου καὶ πλεῖον καὶ θερμότερον καὶ γλυκύτερον καὶ πάντα τὰ τούτοις ὅμοια δεικνύναι δυνησόμεθα τῷ πᾶσιν αὐτοῖς ἐφαρμόζειν τὸ τοιοῦτον.

Καὶ εἰ τὸ μὲν μᾶλλον τοιούτου τοιοῦτον τὸ δὲ μὴ τοιοῦτον, δῆλον ὅτι τὸ πρῶτον ῥηθὲν μᾶλλον τοιοῦτον. τοῦ τόπου τοῦ λέγοντος ‘εἰ τὸ μὲν ἀγαθοῦ τινος μεῖζον εἴη ἀγαθόν, τὸ δὲ ἀγαθὸν μὲν εἴη μηδενὸς δὲ ἀγαθοῦ μεῖζον, αἱρετώτερον τὸ ἀγαθοῦ τινος μεῖζον᾿ [καὶ] καθόλου ἐστὶν ὃν ἐκτίθεται· δυνάμεθα γὰρ δι’ αὐτοῦ καὶ θερμότερον ἄλλο ἄλλου δεικνύναι καὶ γλυκύτερον καὶ ἄλλα μυρία τῷ τὸ τοιοῦτο πολλοῖς ἐφαρμόζειν καὶ μὴ τοῖς αἱρετοῖς μόνοις. ἔοικε δὲ ἄλλος τις παρὰ τοὺς εἰρημένους ὁ τόπος οὗτος εἶναι, ἄν οὕτως τις αὐτοῦ ἀκούῃ. τὸ γὰρ θερμόν, εἰ τοῦ μᾶλλον θερμοῦ θερμότερον, πολλῷ μᾶλλον θερμόν, καὶ τὸ τοῦ μᾶλλον γλυκέος <γλυκύτερον πολλῷ μᾶλλον γλυκύ>· ὁμοίως καὶ ἐπὶ ψυχροῦ καὶ πικροῦ καὶ τῶν τοιούτων.

[*](p. 119a 22)

Ἔτι ἑκ τῆς προσθέσεως.

Δείκνυσι, πῶς καὶ οἱ ἐκ τῆς προσθέσεως τε καὶ ἀφαιρέσεως τόποι, οὓς ἐξέθετο, καὶ αὐτοὶ γίνοιν·τ’ ἂν καθολικώτεροι. οὓς μὲν οὖν ἐξέθετο [*](1 ποιοῖ P τοιοῦτον Β: compend. ubique D 2 ποιοῖ aBP post μεῖζον excidisse suspicor γλυκύτερον ἢ θερμότερον ἢ βέλτιον ἢ μεῖζον ἂν εἴη τὸ μᾶλλον ποιοῦν γλυκὺ ἢ θερμὸν ἢ ἀγαθὸν ἢ μεῖζον 3 γενικώτατον aB τὸ alterum om. aB 4 πολὺ χρηστότερον aAB 5 ἔτι ex ὅτι corr. Ρ2 6 τοιοῦτον om. D 7 παρέδωκε] c. 3 p. 118b 1 post τὸ μὲν delevit μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον D 9 ὅτι—αἱρετωτέρα om. Α μὲν ἡ D 10 τοῦτον ex τὸν corr. P2 11 ante προσηγορίᾳ add. τῆ D 12 μᾶλλον τοιοῦτον om. Β 13 γὰρ delevi 14 τοιοῦτο P 15 καὶ γλυκύτερον om. D 17 εἰ om. Β τοιούτου μᾶλλον Arist. τοιούτου om. Β μὴ τοιοῦτον AD: μὴ τοιούτου P: μὴ τοιούτως τοιοῦτον aB: μὴ τοιούτου τοιοῦτον Arist. 18 πρώτως Β 20 καὶ deleni 21 post ἄλλου add. ὂν aBP 22 τοιοῦτον Β ἐφαρμόττειν Β καὶ (ante μὴ) ABD Brandis Schol. p. 276b 16: εἰ aP 23 οὗτος ὁ τόπος D 25 πολλῷ BD: om. aAP 25. 26 γλυκύτερον—γλυκύ addidi 26 πικροῦ—ψυχροῦ Α 28 προθέσεως Α 29 οὑν om. ΑΒ ἐξέθετο] c. 3 ρ, 118b 10, 16)

278
ἐκ τῆς προσθέσεως, ἦσαν οὗτοι· ‟εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλοι αἱρετώτερον ποιεῖ”, καὶ ‟εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον ·μεῖζον ποιεῖ”. εἰς οὓς δὲ νῦν μετατίθησιν αὐτούς, εἰσὶν οὗτοι· εἰ τῷ αὐτῷ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτον (τὸ γὰρ μᾶλλον καθολικώτερον τοῦ ‘αἱρετώιερον’, ἁρμόζον καὶ ἐπὶ λευκοῦ καὶ γλυκέος καὶ κακοῦ καὶ τῶν τοιούτων) καὶ εἰ τῷ ἧττον τοιούτῳ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτον· τὸ γὰρ ἧττον τοιοῦτο καὶ μᾶλλον τοιοῦτο καθολικώτερα τοῦ ἧττον αἱρετοῦ καὶ μᾶλλον αἱρετοῦ. πάλιν ἐκ τῆς ἀφαιρέσεως ὁ μὲν εἰρημένος ἦν ἐπὶ τοῦ αἱρετοῦ ‟οὗ γὰρ ἀφαιρεθέντος ἀπὸ τοῦ αὐτοῦ τὸ λειπόμενον ἔλαττον, ἐκεῖνο μεῖζον ἂν εἴη, ὁπότε ἀφαιρεθὲν τὸ λειπόμενον ἔλαττον ἐποίει”. εἰς ὃν δὲ νῦν μεταλαμβάνει ἔστιν οὗτος· οὗ ἀφαιρεθέντος τὸ λειπόμενον ἧττον τοιοῦτον,. αὐτὸ μᾶλλον τοιοῦτον· τοῦ γὰρ ἔλαττον καὶ μεῖζον, οἷς ἐχρήσατο τότε, τὸ ἧττον τοιοῦτον καὶ μᾶλλον τοιοῦτον κοινότερά τε καὶ καθολι|κώτερα. διὸ οὕτω [*](144) κειμένῳ τῷ τόπῳ ἔνεστιν ἐπὶ πλειόνων χρῆσθαι.

[*](p. 119a 27)

Καὶ τὰ τοῖς ἐναντίοις ἀμιγέστερα μᾶλλον τοιαῦτα.

Οὗτος μετενήνεκται ἐπὶ τὸ καθολικώτερον ἀπὸ τοῦ τὸ ἄμικτον ἀγαθὸν αἱρετώτερον εἶναι τοῦ μεμιγμένου· τὰ γὰρ αὐτὰ εἶπε μετὰ ἀλυπίας αἱρετώτερα εἶναι ἢ μετὰ λύπης. καθόλου γὰρ μᾶλλον τοιαῦτα [ὁποῖα] εἶναι λέγεται τὰ ἀμιγέστερα τοῖς ἐναντίοις· λευκόν τε γὰρ μᾶλλον τὸ ἀμιγέστερον τῷ ἐναντίῳ καὶ γλυκύ ἀλλά καὶ ἡδύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷς ἐστί τι ἐναντίον. δύναται καὶ ἀπὸ τοὐ τελευταίου εἰρημένου τόπου οὗτος μετενηνέχθαι τοῦ ‟ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτόν”.

[*](p. 119a 28)

Ἔτι παρὰ τὰ εἰρημένα πρότερον τὸ μᾶλλον ἐπιὸεχό- μένον τὸν οἰκεῖον τοῦ προκειμένου λόγον.

Παρὰ τοὺς παραδεδομένους τόπους συγκριτικοὺς τοῦτον νῦν [*](1 ἐκ τῆς προσθέσεως post p. 277,29 οὖν transposuit A τι D Arist.: om. aABP(A) 2 αἱρετώτερον—τὸ ὅλον (4) om. Α εἰ D Arist.: oid. aBP ἔλαττον D τι D Arist.: om. aBP 3 εἰσὶν] εἰσὶ δὲ Β 4 μᾶλλον ποιεῖ D 5 post τοῦ add. τὸ D aute γλυκέος add. ἐπὶ P 7 τοιοῦτον (et post ἧττον et post μᾶλλον) B post καὶ add. τὸ aB 8 καθολικώτερα aP: compend. AD: om. Β τοῦ ἧττον—ἀπὸ τοῦ (10), summi versus verba deleta, non, ut solet, restituit P3 ἧττον αἱρετοῦ καὶ μᾶλλον αἱρετοῦ Α: μᾶλλον αἱρετοῦ καὶ ἧττον αἱρετοῦ ΒD: ἧττον τοιούτου καὶ μᾶλλον τοιούτου a 8. 9 πάλιν ἐκ τῆς ἀφαιρέσεως lemmatis loco praebent libri 9 ὁ μὲν εἰρημένος] p. 118b 17 10. 11 ἐκεῖνο—ἔλαιτον om. D 11 ποιεῖ Arist. νῦν ex corr. add. D 12 τοιοῦτον ἧττον B 13 τοιοῦτο aP τοῦ corr. ex οὐ P2: οὗ Β ἐχρήσατό τε aA 13. 14 τοιοῦτο aAP 14 τοιοῦτο aP κοινότερόν τε καὶ καθολικώτερον Α post διὸ add. καὶ Α 16 τοιαῦτα μᾶλλον Α 17 οὕτω B ante ἐπὶ add. καὶ a A 18 εἶναι] εἶ in ras. D εἶπε] c. 2 p. 117a24 19 post καθόλου add. μὲν Α post γὰρ add. εἶπε aB ὁποῖα delevi 21 ἀλλὰ μὲν a ὁμοίως, quod post γλυκύ collocant libri, transposui 22 τοῦ τελευταίου εἰρημένου] c. 3 p. 118b 37 23 οὕτως Α ἐκ τοῦ ex Arist. Waitz Organ. II p. X: εἰ τῶ BD: εἰ τὸ aAP 24 εἰρημένα ὒ Arist,: προειρημένα aABP 26 περὶ Β)

279
τὸ αἱρετὸν συγκρίσεως. τὸ γὰρ ἐπιδεχόμενον μᾶλλον τὸν ὁρισμὸν τὸν τοῦ προκειμένου μᾶλλον τοιοῦτον. λευκὸν μὲν γὰρ μᾶλλον τὸ τὸν τοῦ λευκοῦ λόγον ἐπιδεχόμενον μᾶλλον· τὸ γὰρ χρῶμα· τὸ μᾶλλον διακριτικὸν ὄψεως μᾶλλον λευκόν, ἐπεὶ τὸ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. ὁμοίως καὶ γλυκύτερον τὸ μᾶλλον ἐπιδεχόμενον τὸν τοῦ γλυκέος λόγον. καὶ αἱρετώτερον δὲ κατὰ τὰ αὐτὰ ἄν εἴη τὸ μᾶλλον τὸν τοὺ αἱρετοῦ λόγον ἐπιδεχόμενον, καὶ ἥδιον τὸ τὸν τῆς ἡδονῆς. ὃν ἴσως οὐ παραδέδωκε τόπον ἐπὶ τῶν τὸ αἱρετώτερον δεικνύντων τόπων, ὅτι μήτε τοῦ αἱρετοῦ μήτε τοὺ ἀγαθοῦ εἷς ἦν ὃ λόγος· τῶν γὰρ πολλαχῶς λεγομένων τὰ ἀγαθὰ καὶ αἱρετά.

[*](p. 119a 32)

᾿Εὰν δὲ ἐπὶ μέρους καὶ μὴ καθόλου τὸ πρόβλημα τεθῇ.

Εἰπὼν ἐν τῷ δευτέρῳ καὶ ἐν τούτῳ περὶ τῶν καθόλου προβλημάτων ὅσα τοῦ συμβεβηκότος ἔχεται. ἢ ἁπλῶς τὴν ζήτησιν ἔχοντα ἢ συγκριτικήν, τίνες ἁρμόζουσι πρὸς αὐτὰ τόποι, νῦν περὶ μὲν τῶν συγκριτικῶν προβλημάτων οὐκέτι λέγει, δείκνυσι δὲ πῶς οἷόν τέ ἐστι τοῖς παραδεδομένοις χρῆσθαι καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους προβλημάτων κατασκευήν τε καὶ ἀνασκευήν. καὶ πρῶτόν γε δείκνυσιν, ὃ καὶ κατὰ τὴν ἀρχὴν εἶπε τοῦ δευτέρου, ὅτι οἱ καθολικῶς λεγόμενοι τόποι οὐ μόνον εἰσὶ πρὸς τὰ καθολικὰ προβλήματα χρήσιμοι ἀλλὰ καὶ πρὸς τὰ ἐπὶ μέρους· τῷ γὰρ τοῦ καθόλου κατασκευαστικῷ καὶ τὸ ἐπὶ μέρους συγκατασκευάζεται, καὶ πάλιν τῷ καθόλου ἀνασκευαστικῷ καὶ τὸ ἐπὶ μέρους ἀνασκευάζεται. εἰ καὶ ἐπὶ μέρους ·οὖν εἴη τὸ πρόβλημα κείμενον, χρήσιμοι οἱ καθόλου τόποι. ζητουμένου γὰρ εἰ. ἥδε ἡ ἡδονὴ ἀγαθόν, ὁ δείξας πᾶσαν ἡδονὴν ἀγαθὸν ἔδειξεν ὅτι καὶ ἡ ζητουμένη· πάλιν εἰ εἴη προκείμενον δεῖξαι τήνδε τινὰ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν, ὁ δείξας μηδεμίαν οὖσαν ἡδονὴν ἀγαθὸν ἔδειξεν ὅτι μηδὲ ἡ προκειμένη. τούτων δὲ ἐμνημόνευσεν, ὡς εἶπον, καὶ τοῦ δευτέρου ἀρχόμενος δι’ ὧν εἶπεν ‟ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν κοινὰ τὰ καθόλου κατασκευαστικὰ καὶ ἀνασκευαστικά”. νῦν δὲ σαφέστερον ἐξείργασται.

[*](1 προτίθησιν D 2 τὸν aitetum aAP: om. BD 3 γὰρ D: om. aABP 4 μᾶλλον ἐπιδεχόμενον λόγον Β μᾶλλον prius om. D 5 τὸ μᾶλλον mrg. P: om. a λευκόν prius om. Β 6 γλυκύτερον—αἱρετώτερον scripsi: γλυκὺ—αἰρετὀν libri 7 δὲ ABD: τε aP τὰ αὐτὰ D: ταὐτὰ Α: ταῦτα ΒΡ1: ταῦτα τοῦτ’ aP2 ἂν om. D αἱρετὸν Α: ἑτέρου Β 8 τὸ prius om. Β τῆς om. A 8. 9 τὰ αἱρετώτερα aP 9 post τόπων add. καὶ Β ἀγαθοῦ εἷς μήτε τοῦ a 10 ὁ om. a 13 ἔχοντα ἢ aP: ἔχουσι ΑΒ: ἔχει D 14 ἁρμόζουσι AD: ἁρμόσουσι aBP αὐτὸ Β μὲν περὶ ΑΒ 17 ὃ D: ὅτι aABP εἶπε] p. 109a 1 cf. vs. 27 19 τὰ] τὸ A τοῦ add. P2 20 συγκατασκευαστικῶ Α τὸ DP: τῶ A: τά aB ante ἐπὶ add. τοῦ D, post ἐπὶ Β κατασκευάζεται D 21 τὸ ADP: τὰ aB an αυνανασκευάζεται? post εἰ add. δὲ Β 22 οὑν om. aP 22. 23 ζητουμένου] οὐ ante ras. 1 lit. P2 23 εἰ om. B 24 καὶ ὅτι Β οὐδὲ D)
280

Εἰπὼν δὲ πάντας τοὺς καθόλου χρησίμους εἶναι καὶ πρὸς τὰ ἐπὶ μέρους προβλήματα (πᾶν γὰρ τὸ καθόλου δειχθὲν συναποδείκνυσι καὶ τὸ αὐτό) μάλιστα ἐπικαίρους καὶ κοινούς φησιν εἶναι τόπους πρός τε τὰ καθόλου καὶ τὰ ἐπὶ μέρους προβλήματα, ὡς δύνασθαι μὴ μόνον τῷ τὰ καθόλου δεδεῖχθαι συναποδείκνυσθαι καὶ τὰ ἐπὶ μέρους ἀλλὰ ἀπὸ τῶν καθόλου καὶ πρὸς τὰ ἐπὶ μέρους μεταφέρεσθαι, τούς τε ἐκ τῶν ἀντικειμένων καὶ τῶν συστοίχων καὶ τῶν πτώσεων. οὐ γὰρ πάντα τὰ ἐπὶ μέρους οἷόν τε διά τῶν καθόλου δείκνυσθαι, τῷ εἶναί τινα τῶν ἐπὶ μέρους καὶ καθ’ αὑτὰ ἀληθῆ τε καὶ ψευδῆ· διὸ δεῖ πρὸς αὐτὰ καὶ ἰδίων τινῶν τόπων. πρὸς γὰρ τὸ δεῖξαι τινὰ ἄνθρωπον μουσικὸν οὐχ οἷόν τε χρῆσθαι τῷ πάντα εἶναι μουσικόν, ὅτι μὴ ἀληθὲς τοῦτο, οὐδὲ πρὸς τὸ τινὰ μὴ εἶναι γραμματικὸν τῷ μηδένα. καὶ ἐπεὶ τετραχῶς λέγεται τὰ ἀντικείμενα, ἐφ’ ἑκάστου εἴδους ἀντιθέσεως χωρὶς τῶν κατὰ ἀντίφασιν ἀντικειμένων δείκνυσιν ὅτι ὁ αὐτὸς τόπος ὁμοίως ἁρμόσει καθόλου τε ὄντος τοῦ προβλήματος καὶ ἐν μέρει, μεταφερόμενος ἐπὶ ταῦτα ἀπ’ ἐκείνων. καὶ πρῶτόν γε ἐπὶ τῶν ἐναντίων δείκνυσι τοῦτο. ὁμοίως γάρ, φησίν, ἔνδοξον τό τε ζητουμένου εἰ πᾶσα λύπη κακὸν ἀξιῶσαι, εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ πᾶσαν λύπην εἶναι κακόν, ὅς ἐστι τόπος ἀπὸ τῶν ἐναντίων καθόλου, καὶ τὸ ζητουμένου εἴ τις λύπη κακὸν ἀξιῶσαι, εἰ ἡδονή τις ἀγαθόν, καὶ λύπην τινὰ εἶναι κακόν· εἴη γὰρ ἄν ἡ· ἐπὶ ταῖς καλαῖς | ἐνεργείαις ἡδονὴ ἀγαθὸν καὶ ἡ ἐπὶ ταῖς αὐταῖς ἐνεργείαις λύπη [*](145) κακόν. καθόλου μὲν γὰρ ὄντος τοῦ προβλήματος καὶ ζητουμένου εἰ πᾶσα λύπη κακόν, ἔνδοξον τὸ ἐκ τοῦ ἐναντίου τὴν ἐπιχείρησιν ποιήσασθαι οὕτως· εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ πᾶσα λύπη κακόν. εἰ δὲ ἐπὶ μέρους εἴ τὸ πρόβλημα, ζητουμένου πότερον λύπη τις κακὸν ἢ οὓ, οὐδὲν ἔλαττον ἔνδοξον ἀξιοῦν, εἰ ἡδονή τις ἀγαθόν, καὶ λύπην τινὰ εἶναι κακόν. πάλιν τῷ ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων τόπῳ ὁμοίως ἔνεστι χρῆσθαι καὶ πρὸς τὰ καθόλου προβλήματα καὶ πρὸς τὰ ἐπὶ μέρους. αὐτὸς δὲ τῶν ἐπὶ μέρους μόνον ἐμνημόνευσεν ὡς ἐν τοῖς πρώτοις εἰρηκὼς περὶ τοῦ καθόλου. ἔστι μὲν γὰρ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα αἴσθησις καὶ ἀναισθησία· λέγων δὲ ἐπὶ τῶν ἐν μέρει, εἴ, φησίν, [*](1. 2 μέρη Α 2 προβλήματα om. Β 3 καὶ κοινοὺς post τόπους transposuit A 4 ὡς δύνασθαι—6 μεταφέρεσθαι om. a, delevit P2 5 τὸ P μέρος ut in sequentibus ubique Α 5. 6 ἀλλὰ—μέρους om. BP 6 τοὺς] τοῖς A 7 καὶ τῶν συστοίχων καὶ τῶν evan. D 8 δεδεῖχθαι aB 12 γραμματικὸν] γνώριμον Α 13 εἶδος Α 15 ἐπὶ corr. ex ἐπεὶ P1 τὰ αὐτὰ D ἐκείνων P: ἐκείνου aABD ζητούμενον Α post κακὸν add. τὸ AP 18 πᾶσα λύπη εἴη aP ὡς ἔστι Β 19 ζητούμενον D ante ἡδονή add. ἡ aB 20 ἡ om. Β, superscr. P 21 ἡ om. aB 22 πᾶσα in ras. P2 23 ante ποιήσασθαι add. καθόλου ΑΒ, post ποιήσασθαι aP: om. D 26 ζητούμενον D ἔλαττον ADP: ἧττον aB 26 εἶναι τινὰ Β 27 τῷ ἀπὸ scripsi: ἐπὶ ABl) et ante ras. 2 lit. P1: ἐπεὶ aP2 τοῖς κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένοις aP post κατὰ add. τὴν Β τόπῳ ὁμοίως scripsi cf. p. 284,10: τόπων οἷς οὕτως ABD: τόποις οὕτως aP 29 αὐτὸς δὲ τῶν ἐπὶ μέρους D: om. aABP 31 φησιν aBP: om. AD)

281
δεικνύοιμεν ἄν λαβόντες ὅτι τις αἴσθησις οὐκ ἔστι δύναμις. εἰ δὲ ἦν προκείμενον ἡμῖν δεῖξαι τὸ πρόβλημα καθόλου, πάσαν ἀναισθησίαν ἀδυναμίαν μίν οὖσαν, καθόλου ἄν καὶ τὸ ἀντικείμενον λαβόντες ἐπὶ τῆς ἕξεως, ὅτι πᾶσα αἴσθησις δύναμις, εἴημεν ἂν δεδειχότες ὅτι καὶ πᾶσα ἀναισθησία ἀδυναμία· ὁμοία γὰρ ἡ ἀξίωσις ἐφ’ ἑκάστου τῶν προβλημάτων. καὶ πάλιν, εἰ ἐβουλόμεθα δεῖξαι ὅτι μηδεμία ἀναισθησία ἀδυναμία, ἐλαμβάνομεν ἄν ὅτι οὐδεμία αἴσθησις δύναμις. τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ παράδειγμα, ὃ παρέθετο· εἴ τις αἴσθησις δύναμις μή ἐστι, καὶ ἀναισθησία οὐκ ἔστιν ἀδυναμία· ἧς γὰρ <ἂν> αἰσθήσεως ἡ ἕξις ληφθῇ μὴ δύναμις, ταύτης οὐδὲ ἡ στέρησις εἴη ἄν ἀδυναμία. παρατίθεται δὲ παράδειγμα καὶ τῶν κατὰ πρός τι ἀντικειμένων ἐπὶ μέρους, δεικνὺς ὅτι ἔστι μεταφέρειν τὸ καθόλου ἐπὶ τὸ κατὰ μέρος. ζητουμένου γὰρ εἴ τις ὑπόληψις ἐπιστήμη, ἀπὸ τοῦ ἀντικειμένου οὕτως ἄν ἐπιχειρήσαι τις· εἴ τι ὑποληπτὸν ἐπιστητόν, καί τις ὑπόληψις ἐπιστήμη· ἡ γὰρ ὑπόληψις ὑποληπτοῦ ὑπόληψις. εἰ δὲ ἦν καθόλου τὸ πρόβλημα καὶ ἐζητεῖτο εἰ πᾶσα ὑπόληψις ἐπιστήμη, ἐλαμβάνετο ἂν καὶ τὸ ἀντικείμενον τῇ ὑπολήψει, τὸ ὑποληπτόν, καθόλου οὕτως· εἰ πᾶν ὑποληπτὸν ἐπιστητόν, καὶ πᾶσα ὑπόληψις ἐπιστήμη. οὐκέτι δὲ ἐμνημόνευσε τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικειμένων, ὅτι μηδὲ ἔστιν ἐν μέρει ἀντίφασις· τῷ γὰρ τὶ εἶναι τὸ τὶ μὴ εἶναι οὐκ ἀντίκειται· αἱ γὰρ κατὰ ἀντίφασιν ἀντιθέσεις τῶν καθόλου τοῖς ἐπὶ μέρους ἀντιτιθεμένων γίνονται. διὸ ὁ μὲν δείξας, ὅτι ψευδὴς ἡ καθόλου κατάφασις ἐπί τινος, δείκνυσιν ὅτι ἀληθὴς ἡ ἐπὶ μέρους ἀπόφασις ἐπὶ τοῦ αὐτοῦ· κἂν δείξῃ ψευδῆ τὴν ἐπὶ μέρους ἀπόφασιν, ἔδειξεν ἀληθῆ τὴν καθόλου κατάφασιν. ὁμοίως καὶ ἐπὶ τῆς καθόλου ἀποφάσεως καὶ τῆς ἐπὶ μέρους καταφάσεως. οὐκέτι μέντοι ὁ δείξας τὸ ἐπὶ μέρους καταφατικὸν ψεῦδος ἔδειξεν ἴδη τὸ ἐπὶ μέρους ἀποφατικὸν καθ’ αὑτό, ἀλλά, εἴπερ ἄρα, τῷ ὑπὸ τὸ καθόλου αὐτὸ εἶναι· οὐ γὰρ ὁ δείξας ψεῦδος τινὰ ἄνθρωπον μουσικὸν δέδειχεν ἤδη καὶ τὸ τινὰ ἄνθρωπον μὴ εἶναι μουσικὸν.

[*](1 τις alterum om. D 3 λαβόντες om. D 4 ἡμῖν ante προκείμενον transposuerunt aP, post δεῖξαι B 6 καὶ om. D 7 ἑκάστῳ aP 8 βουλόμεθα Α μηδεμιᾶ Β 9 μηδεμία Α τοῦτο a 10 ὅπερ ἔθετο Α 11 ἄν addidi 12 ἡ om. B 12. 13 παραδείγματα a 13 post, κατά add. τά ABD ἔστι superior. P 15 ἐπιχειρήσῃ Α 16 post καὶ ras. 2 lit. P 16. 17 ὑπόληψις om. A 17 ὑπόληψις om. a τό] δὲ a πρόσλημμα Β 19 πᾶι ἐπίληπτόν Α 20 δὲ add. Ρ2 20. 21 καὶ ἀπόφασιν om. Β 21 τῷ ex τό corr. P1 22 οὐκ om. B ἀπόφασιν Α 23 τοῖς AP: τῶν aBD ἀντιτιθεμένοις AP γίνεται Β 24 δείκνυσιν om. Β 28 καταφατικὸν aABP: ἀποφατικὸν D ψεῦδος ἔδειξεν ἤδη τὸ ἐπὶ μέρους καταφατικὸν (ἀποφατικὸν scripsi) D: om. aABP ante καθ’ add. τὸ Β, 29 τῷ aP: τό ABD τὸ aP: post καθόλου transposuit D: τῶν Α: om. Β εἶναι αὐτό· ὁ γὰρ δείξας Β ψεῦδος (ψευδὴς Α), quod post 27 δείξας habent libri, hue 30 τὸν B)
282

Εἰπὼν δὲ περὶ τῶν ἀτικειμένων καὶ δείξας πῶς ἔνεστι τοῖς αὐτοῖς τόποις καὶ ἐπὶ τῶν καθόλου χρῆσθαι καὶ ἐπὶ τῶν ἐπὶ μέρους, πάλιν δείκνυσιν πῶς τῷ ἀπὸ τῶν πτώσεων καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων οἷόν τε χρῆσθαι. πτῶσις μὲν γὰρ τὸ ἀδίκως, τὸ ἄδικον. ζητουμένου δὲ ἐπὶ μέρους εἴ τι ἄδικον ἀγαθόν, ἀπὸ τῶν πτώσεων οὕτως ἄν ἐπιχειρήσαι τις· εἴ τι τῶν ἀδίκως γινομένων ἀγαθόν, καί τι ἄδικον ἀγαθόν. εἰ δὲ καθόλου ἐζητεῖτο εἰ τὸ ἄδικον ἀγαθόν, ἁπλῶς ἄν ἐλαμβάνετο ἡ πτῶσις· εἰ τὸ ἀδίκως ἀγαθῶς, καὶ τὸ ἄδικον ἀγαθόν· ὅμοιον γὰρ ὡς ἐπὶ τοῦ καθό. λοῦ τὸ καθόλου, οὕτω καὶ ἐπὶ τοῦ ἐπὶ μέρους τὸ ἐπὶ μέρους λαμβάνειν. ἑξῆς δὲ τὸν ἀπὸ τῶν συστοίχων τόπον δείκνυσιν ἐφαρμόζοντα τοῖς ἐπὶ μέρους. σύστοιχα δὲ ἀλλήλοις ἀνδρεία, ἀνδρεῖος, ἀνδρείως, ἀνδρεῖον, πάλιν ἡδονή, ἡδόμενος ἡδέως, ἡδὺ καὶ πάντα τὰ οὕτω πρὸς ἄλληλα ἔχοντα, ὡς ἐν τοῖς πρώτοις εἴρηται. εἰ ζητούμενον <μὲν οὖν> εἴη ἐπὶ μέρους πότερόν τις ἡδονὴ φευκτὸν ἢ οὔ. ἀπὸ τοῦ συστοίχου οὕτως ἡ ἐπιχείρησις ἔσται· εἴ τι τῶν ἡδέων φευκτόν <,καί τις ἡδονὴ φευκτόν> [ἢ οὔ, ἀπὸ | τοῦ ἡδέος [*](146) ἡ ἐπιχείρησις]· καὶ ὁμοίως, εἴ τι ἡδὺ ὠφέλιμον, καὶ ἡδ.ονή τις ἀγαθόν· τὸ γὰρ ὠφέλιμον ἀγαθόν. εἰ δὲ ἁπλῶς καθόλου ἐζητεῖτο περὶ πάσης ήὸονῆς εἰ φευκτή, καθόλου ἂν ἐλαμβάνετο, εἰ πάντα τὰ ἡδέα φευκτά, καὶ πᾶσα ἱιδονὴ φευκτόν.

[*](p. 119b8)

Καὶ ἐπὶ τῶν φθαρτικῶν δὲ καὶ τῶν γενέσεων καὶ φθορῶν.

Ὁμοίως φησὶ τοῖς ἀπὸ τῶν ἀντικειμένων καὶ τῶν πτώσεων καὶ τιῶ συστοίχων τόποις καὶ τοὺς ἀπὸ τῶν φθαρτικῶν καὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ἐπικαίρους καὶ κοινοὺς εἶναι καὶ πρὸς τὰ ἐπὶ μέρους προβλήματα καὶ τὸ ἔνδοξον ὅμοιον ἔχειν ἐπί τε τῶν καθόλου προβλημάτων καὶ ἐπὶ τῶν ἐπὶ μέρους. ὡς γὰρ ἔνδοξον τὸ καθόλου τὸ εἰ πᾶν τὸ ἡδονῆς φθαρτικὸν ἀγαθόν ἐστι, καὶ πᾶσαν ἡδονὴν κακὸν εἶναι, οὕτως ἔνδοξον καὶ τὸ εἰ τὸ τινὸς ἡὸονῆς φθαρτικὸν ἀγαθόν ἐστιν, τὸ τινὰ ἡδονὴν κακὸν εἶναι· ἔκειτο γάρ, ὧν μὲν τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν εἶναι, ὧν δὲ κακά, αὐτὰ τῶν ἀγαθῶν. ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεων. ὡς δὲ ἐπὶ τῶν φθαρτικῶν, οὕτω καὶ ἐπὶ τῶν φθορῶν. ἔστι δὲ φθαρτικὸν μὲν ἐπι- στήμης, ἂν οὕτω τύχῃ, λήθη, φθορὰ δὲ ἄγνοια, καὶ φθαρτικὸν μὲν ὑγείας [*](2 ἐπὶ μέρος Α: ἐπὶ κατὰ μέρος D 4 πτώσεις A γὰρ τοῦ D fort. δὴ 5 ἐπιχειρήση A 9 post καὶ add. τὸ Β τοῦ ἐπὶ om. B: ἐπὶ om. A τὸ alterum iterat B 11 ἀνδρείως om. Α 12 ἡδέως, ἡδόμενος Β 13 ἐν τοῖς πρώτος (scil. II 9 p. 114 a 27 — 29) aBDP; tῶ πρώτω Α 14 ἐστιν a 15 καί—φευκτόν addidi ἢ οὔ—16 ἐπιχείρησις ut librarii aberratioue orta delevi τοῦ ἡδέως aP 16 post ἡδὺ add. καὶ D 18 εἰ πάντα—21 ἀπὸ τῶν, siunma paginae verba, partira deleta sunt in P cf. p. 278,8 20 φθαρτῶν a τῶν alterum posteu add. D 22 post τοὺς add. τῶν A 23 ante φθορῶν add. τῶν A ἐπὶ καίρους Bpr., D καὶ (ante κοινοὺς) AD: om. aBP (sed sequens κοι corr. ex καὶ Β) 24 ἔχειν D: ἔχει aABP 2.3 ἐπὶ jnius urn. Β τὸ prius om. aBP 25. 26 ante ἡδονῆς add. τῆς Β 26.27 καὶ—ἀγαθόν ἐστιν om. B 26 οὕτως— 28 εἶναι om. AD 28 ἔκειτο] II 9 p. 114b16—24 29 δὲ (post ὡς) om. A 30 φθαρτικὸν Β: φθαρτικὴ A: φθαρτικὰ aDP .31 δὲ in ras., sequens ἄ superscr. p2)

283
τὸ ἐμπίπλασθαι, φθορὰ δὲ νόσος. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης λόγος· ὡς γὰρ ἔνδοξον καθόλου τὸ εἰ τὸ ἐπιστήμης φθαρτικὸν ἀγαθόν, ἡ ἐπιστήμη κακόν, οὕτως ἔνδοξον καὶ ἐπὶ μέρους λαμβανόμενον· εἰ γὰρ τὸ τινὸς ἐπιστήμης φθαρτικὸν ἀγαθόν, καὶ τὶς ἐπιστήμη κακόν. καὶ ταῦτα μὲν τοῦ ἀπὸ τῶν φθαρτικῶν τόπου παραδείγματα. τῶν δὲ ἀπὸ τῶν φθορῶν τε καὶ γενέσεων τόπων καθόλου μὲν παραδείγματα εἴη ἂν τοιαῦτα· εἰ ἡ τῆς ἐπιστήμης φθορὰ ἀγαθόν, ἡ ἐπιστήμη κακόν, καὶ εἰ ἡ γένεσις τῆς· ἐπιστήμης τῶν κακῶν, ἡ ἐπιστήμη κακόν. ἔστι γὰρ τόπος ὁ μὲν· ἀπὸ τῶν φθορῶν ‘οὗ ἡ φθορὰ ἀγαθόν, αὐτὸ κακόν, καὶ οὗ ἡ κακόν, αὐτὸ ἀγαθόν᾿, ὡς εἷπον, ὁ δὲ ἀπὸ τῶν γενέσεων ‘οὗ ἡ κακόν, καὶ αὐτὸ τοιοῦτον, καὶ οὐ ἡ γένεσις ἀγαθόν, καὶ αὐτὸ ἀγαθόν᾿. τὰ μὲν οὖν καθόλου τῶν τόπων παραδείγματα τοιαῦτα· αὐτὸς δὲ οὐκέτι παρατίθεται τῷ φθάνειν εἰρῆσθαι περὶ αὐτῶν. τὰ δὲ ἐπὶ μέρους, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται δεικνὺς ὁμοίως καὶ πρὸς ταῦτα χρησίμους ὄντας τοὺς τόπους, ταῦτα· εἰ ἡ φθορὰ τῆς ἐπιστήμης τῶν ἀγαθῶν ἢ ἡ γένεσις τῶν κακῶν, ἔστι τις ἐπιστήμη τῶν κακῶν· ἅμα γὰρ ἀμφοτέρων τῶν τόπων εἴη ἄν τὸ παράδειγμα. εἰ γὰρ τὸ ἐπιλανθάνεσθαι τῶν πραχθέντων τινὶ αἰσχρῶν ἀγαθόν, τὸ ἐπίστασθαι τὰ πραχθέντα αἰσχρὰ κακόν. καὶ τοῦτο μὲν ἰοῦ ἀπὸ τῶν φθορῶν τε καὶ φθαρτικῶν τὸ παράδειγμα· φθαρτικὸν μὲν γὰρ ἐπιστήμης τε καὶ γνώσεως τὸ ἐπιλανθάνεσθαι· κοινότερον γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι ἀντὶ τῆς γνώσεως χρῆται· φθορὰ δὲ εἴη ἄν τὸ ἐπιλελῆσθαι. τοῦ δὲ ἀπὸ τῶν γενέσεων· εἰ τὸ ἀναμιμνήσκεσθαι τῶν αἰσχρῶς πραχθέντων κακόν, καὶ τὸ ἐπίστασθαι αὐτὰ κακόν· τὸ γὰρ ἀναμιμνήσκεσθαι γένεσίς τις. ὡσαύτως δέ φησι καὶ ἐπὶ τῶν ἄλλων ἔχειν· ὅμοιον γὰρ τὸ ἔνδοξον ἐπί τε τῶν καθόλου προβλημάτων καὶ ἐπὶ τῶν καθ’ ἕκαστα. τὸ δὲ τῶν ἄλλων ἤτοι πρὸς τὰ παραδείγματα εἴρηκεν (οὐ γὰρ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ὲπὶ τῶν ἄλλων, ἃ ἄν προχειρισώμεθα, ἀληθὲς τὸ οὗ τὸ φθαρτικὸν αἱρετόν, αὐτὸ φευκτὸν εἶναι, καὶ οὗ ἡ γένεσις τῶν κακῶν, καὶ αὐτὸ κακόν, οὐκ ἐπὶ τῆς ἐπιστήμης μόνης), ἢ ἐπὶ τῶν ἄλλων λέγει τῶν παρεπομένων ταῖς γενέσεσι καὶ ταῖς φθοραῖς, οἷον τῶν ποιητικῶν, τῶν χρήσεων, τῶν λήψεων. ἔκειτο γὰρ οὗ τὸ ποιητικὸν ἀγαθόν, καὶ αὐτὸ τοιοῦτον, καὶ [*](1 ἐμπιπλᾶσθαι AP1 (corr. P2) 2 post ἐπιστήμης add. κακῆς aB ἡ D: τίς aABP 4 καὶ prills D: om. aABP 5 post μὲν add. τὰ D 5. 6 τῶν—τόπων aBP: τοῦ— τόπου ΑD 5 δὲ] μὴ Α 6 παραδείγματα AD: τὰ παραδείγματα aP: τὸ παράδειγμα Β 6. 7 τοιαῦτα corr. ex ταῦτα D 8 τῶν superscr. Β post ἔστι add. μὲν Β ante τόπος add. ὁ Α 9 καὶ οὗ τῇ φθορᾷ P 11 αὐτὸ alterum D: τοῦτο aABP 12 τ)οιαῦτα evan. D 13 δὲ] γὰρ B 15 εὶ φθορά τις Arist. ἡ om. aP(P) 16 ἔστι om. A: ἔστι Arist. 17 εἴη ἂν Diels cf. vs. 6: ἐς ὧν libri 18 αἰσχρῶν] ῶν supra ras. 2 lit. P ἀγαθόν om. B 18. 19 αἰσχρὸν κακὸν Ρ1: τῶν (in mrg.) αἰσχρῶν τῶν κακῶν P2 19 φθορῶν] φθαρτῶν B 23 αἰσχρῶς D: αἰσχρῶν A: αἰσχρῶν τῶν aBP 24 post ἀναμιμνήσκεσθαι add. τε B 27 εἴρηκεν Paris. 1972 Brandis Schol. p. 277a 23: εἰρηκέναι aABDP 28 ἃ om. aP ante οὐ add. γὰρ AD, οὖρ aP: om. B 30 τῆς ΑD: om. aBP μόνης D: μόνον aABP)
284
οὖ ή χρῆσις ἢ ή λῆφις αίρετή, καὶ σὐτὸ αίρετόν· ἔτι ὤσπερ οὐ τὸ φθαρτικὸν ἀγαθόν, αὐτὸ κακόν , οὕτως καὶ ἔμπαλιν, οὗ τὸ ·φθαρτικὸν κακὸν ἢ ἡ φθορά, αὐτὸ ἀγαθόν. καὶ ἐπὶ τούτων <οὖν> φησιν ὅμοιον τὸ ἐπί τε τῶν καθόλου καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων εἶναι.

[*](p. 119b 17)

Ἔτι μᾶλλον καὶ ἧττον καὶ ὁμοίως.

Καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως παραδεδομένοι τό- ποι, ὁ μὲν ἐκ τοῦ μᾶλλον ἀνασκευαστικὸς μόνον (εἰ γὰρ τὸ μᾶλλόν τι ὂν μή ἐστιν, οὐδ’ ἄν τὸ ἧττον εἴη), ὁ δὲ ἐκ τοῦ ἧττον κατασκευαστικός (εἰ γὰρ τὸ ἧττόν τι ὄν ἐστι,, καὶ τὸ μᾶλλον τὸ αὐτὸ εἴη ἄν), καὶ ὁ ἀπὸ τοῦ ὁμοίου ὁμοίως πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν (εἰ γὰρ τὸ ὁμοίως τινί <τι> ὄν ἐστιν ἐκεῖνο, καὶ τὸ τὸ αὐτὸ | εἴη ἄν, καὶ εἰ τὸ ὁμοίως [αὐτῷ] τινί τι ὂν μή ἐστιν, οὐδ’ ἄν τὸ [*](147) ὁμοίως αὐτῷ τὸ αὐτὸ εἴη ἄν), φησὶ δὴ καὶ τούτους τοὺς τόπους ὁμοίως καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων τὸ πιθανὸν ἔχειν ὡς καὶ ἐπὶ τῶν καθόλου. οὐκέτι δὲ τῆς διαφορᾶς αὐτῶν μνημονεύει, ἥν, ὅτε τὴν παράδοσιν αὐτῶν ἐποιεῖτο, ἐξέθετο εἰπὼν ἢ ἓν περὶ <ἑνὸς ἢ ἓν περὶ> δύο ·λέγεσθαι ἢ δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο· φθάνει γὰρ εἰρῆσθαι. χρῆται μέντοι παραδείγματι ἐν ᾧ ἓν περὶ δύο λέγεται· τὸ γὰρ ἀγαθὸν περὶ ἐπιστήμης καὶ ἡδονῆς διὰ τοῦ παραδείγματος λέγεται. ἔνεστιν ὁμοίοις χρήσασθαι, καὶ εἰ δύο περὶ ἑνὸς λέγοιτο· εἰ γὰρ μᾶλλόν τις ἀδικία συμφέρον ἢ ἡδὺ οὖσα οὐκ ἔστι συμφέρον, οὐδ’ ἄν ἡδὺ εἴη. ἀλλὰ καὶ εἰ δύο περὶ δύο λέγοιτο· εἰ μᾶλλόν τις ἀσωτία ἐλευθεριότης ἢ ἠλιθιότης τις σωφροσύνη, εἰ μὴ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον. οὐκέτ’ ἄν ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων ἔχοι χώραν ὁ πρῶτος τῶν ἀπὸ τοῦ μᾶλλον τόπων παραδοθείς, οὗ ἦν παράδειγμα ‘εἰ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ ἁπλῶς ἡ ἡδονὴ ἀγαθόν᾿. πάλιν δὲ καὶ ἐπὶ τούτων τῶν μὲν καθόλου οὐ μνημονεύει ὡς εἰρηκὼς ἤδη περὶ αὐτῶν, δείκνυσι δὲ τὴν τῶν ἐπὶ μέρους [ἐν] αὐτοῖς ὁμοιότητα. ποιεῖται δὲ [*](1 ἢ] καὶ Α 3 οὑν addidi ὅμοιόν φησι Β 5 ἔτι in ras. Ρ2 6 οἱ om. ΒΡ1 (add. Ρ2) aute ἧττον add. τοῦ B τοῦ alterum ex corr. add. D: ἀπὸ τοῦ aABP οὐδ᾿—ἧττόν τι om. A 8 οὐδ᾿ ἂν] οὐδὲ Β ante εἴη add. ὂν aP, ἂν Β 9 ἄν εἴη D ὁ om. D 10 ὁμοίως scripsi cf. p. 280, 27: οὕτως aADP2: οὗτος B et, ut videtur, P1 10. 11 καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν om. P 10 πρὸς tertium D: om. aAB 11 τι addidi αὐτῶ corr. ex αὐτὸ D 12 ἄν εἴη D αὐτῷ ut ex vs. 11 sive 13 illatum delevi (τι)νί evan. D 13 ἂν εἴη D δὴ P: δὲ aAB; δεῖν D 16 αὐτῶν om. B εἰπὼν] II 10 p. 114b 37 sq. post εἰπὼν evanuerunt —3 lit. in Α ἡ primum om. aP ἑνὸς ἢ ἓν περὶ addidi cf. p. 205,4 17 εἰρῆσθαι ABD: ἐνὶ χρῆσθαι a: . . ἧσθαι P 19 τοῦ Paris. 1972: om. aABDP ἔνεστιν aABP: ἔνι δὲ D ὁμοίοις aAP: ὁμοίως BD 21 οὐδ’ ἂν scripsi: οὐδὲ libri at. alterum om. a 22 ἢ superscr. Ρ2 τις om. Β 23 fortasse οὐκέτι > ἔχοι χώραν D: χώραν ἔχοι aP: χώρησιν ἔχει Α: ἔχοι Β 24 τόπων DP: τόπος AB: τόπον a παράδειγμα] p. 114bb9 25 ἀγαθὸν μᾶλλον Β ἡ ἡδονὴ ἀπλῶς a ἡ alterum om. Β 26 καὶ ὁ ΑΒ 27 ἐν delevi)

285
δεῖξιν πρῶτον ἐπὶ τοῦ τόπου τοῦ ἀπὸ τοῦ μᾶλλον ὄντος ἀνασκευαστικοῦ. τοῦ μὲν οὗν καθόλου προβλήματος εἴη ἂν παράδειγμα καθόλου· εἰ μᾶλλον εἴη. τοῦ δὲ ἐπὶ μέρους αὐτὸς οὕτως μνημονεύει· εἰ γὰρ μᾶλλον μὲν τῶν ἐξ ἄλλου γένους τι τοιοῦτον, ἐκείνων δὲ μηδέν ἐστιν, οὐδ’ ἄν τὸ εἰρημένον εἴη τοιοῦτον. τί δέ ἐστι τὸ ἐξ ἄλλου γένους, αὐτὸς διὰ τοῦ παραδείγματος ἐδήλωσεν εἰπὼν οἷον εἰ μᾶλλον μὲν ἐπιστήμη τις ἀγαθὸν ἢ ἡδονή, μηδεμία δὲ ἐπιστήμη ἀγαθόν, οὐδ᾿ ἂν ἡδονὴ εἴη· ἄλλο γὰρ γένος ἡ ἐπιστήμη καὶ ἄλλο ἡ ἡδονή. εἰ μὲν οὗν ἦν ἁπλῶς εἰλημμένον ‘εἰ μᾶλλον ἐπιστήμη ἀγαθὸν ἢ ἡδονή᾿, καθόλου ἦν λεγόμενον ἐπὶ διαφερόντων γενῶν, ὥσπερ καὶ εἰ ἐλέγετο εἰ μᾶλλον μὲν τόδε γένος τοῦδε τοιοῦτον', οἷον ἐπιστήμη ἡδονῆς· νὺν δὲ προσκείμενον τῷ μὲν τὸ τὶ τῷ δὲ τὸ ·τὶς ἐπὶ μέρους αὐτὰ ποιεῖ. ἐπὶ μέρους δὲ ὄντος τοῦ προβλήματος ἀνασκευάζων αὐτὸ καθόλου λέγει οὐδεμία δὲ ἐπιστήμη ἀγαθόν, ὅτι μὴ ἔστιν ἄλλως ἀνασκευάζειν τὰ ἐπὶ μέρους καταφατικά, εἰ ἁπλῶς ἀνασκευάζοιτο ἀορίστως τιθέμενα, ἢ διὰ τοῦ καθόλου ἀποφατικοῦ, ὡς καὶ αὐτὸς προελθὼν ἐρεῖ. ἔστι δὲ οὐ μόνον ἐπὶ διαφερόντων γενῶν ὁ τόπος προϊὼν ἀλλὰ καὶ ἐπὶ τῶν ὑπὸ τὸ αὐτό. ἄν γὰρ τῶν ἐν ταὐτῷ γένει τὸ μάλιστα τοιοῦτον εἶναι δοκοῦν λαμβάνων τις δεικνύῃ μὴ τοιοῦτον ὄν, ἀνασκευάσει τὸ καὶ ἄλλο τι τῶν ὑπ’ αὐτὸ τοιοῦτον εἷναι. οἷον εἰ ·τὸ ἐν τῷ γένει μάλιστα τοιοῦτον εἶναι δοκοῦν μή ἐστι τοιοῦτον, οὐδ’ ἄν ἄλλο τι τῶν ἐν τῷ γένει τοιοῦτον εἴη. εἰ γὰρ ἡ μάλι.στα ἂν δόξασα ἡδονὴ τὸ ἄριστον εἶναι (αὕτη δέ ἐστιν ἡ τ·ῆς ψυχῆς) μή ἐστι τό οὐδ’ ἄν ἄλλη τις ἡδονὴ τὸ ἄριστον εἴη. πάλιν εἰ ὃ μάλιστα τοῦ ἐνδεχομένου ἐπιστητὸν φαίνεται, μή ἐστιν ἐπιστητόν, οὐδ’ ἂν ἄλλο τι ἐνδεχόμενον ἐπιστητὸν εἴη· μάλιστα δὲ τοῦ ἐνδεχομένου ἐπιστητὸν ἄν δόξαι εἶναι τὸ ὡς ἐπὶ τὸ πολύ· εἰ οὖν τοῦτο οὐκ ἔστιν ἐπιστητόν, οὐδ’ ἄλλο τι ἄρα ἐνδεχόμενον. οὕτως οὐδὲ αἴσθησις τις ἐπιστήμη, ἐπεὶ οὐδ’ ἡ μάλιστα, οἷον ἡ ὄψις. ἀλλ’ οὐδὲ ἀπαθής τις ἄνθρωπος, ἐπεὶ οὐδ’ ὁ μάλιστα ἄν δόξας. οὗτος δέ ἐστιν ὁ σπουδαῖος. καὶ αὐτὸς δέ, ὅτι ἔστι καὶ ἐπὶ τοῦδε τοῦ [*](1 τοῦ τόπου BD: τόπου P: τὸ A: τούτου a 3 ante ἡδονὴ add. ἡ D 6 γένος 7 τοῦ om. D μὲν om. D 8 ἢ ex ἡ corr. P2 itemque vs. 10: ἢ ἡ D post ἡδονὴ delevit ἀγαθὸν D: ras. 1 lit. P δὲ superscr. P 9 ante ἡδονὴ add. ἡ D εἴη] εἰσ Α 10 ἦν om. Α εἰ] καὶ Α 11 ἦν postea add. D 12 ἐπιστήμη] ιστή in ras. 4 lit. Ρ2 14 προβλήματος aABP: παραδείγματος D 16 post ἀνασκευάζοιτο add. τι ABD τιθέμενα aBP: τιθέμενον A: compend. D ἢ διὰ—p. 303,0 μόνον τῶν om. D, in quo octo folia videntur excidisse; H i. e. Paris. 1832 et Z i. e. Paris. 1972 passim notati sunt 17 ἐρεῖ] p. 120a6 sq. 18 προϊὼν] οϊὼν in ras. 3 lit. Ρ2 19 ταὐτῷ aAP: αὐτῶ Β post δεικνύῃ add. καὶ a 20 post εἶναι ras. 2 lit. Ρ 20. 21 οἷον εἰ—εἶναι δο- in mrg. in ras. P2 (sed pleraque perierunt) 21 ἐν τῷ γένει om. a τοιοῦτο (post ἐστι) ρ 22 τι om. Β τοιοῦτον εἴη τῶν ἐν τῶ γένει Α μᾶλλον A 23 αὐτὴ Α 24 εἰ om. Β 26 ἄν BP: ὂν a: om. Α δόξαι scripsi: δόξει Α: δόξῃ aBP 28 αἰσθήσεως A)
286
ὡς δὲ τῷ ἀπὸ τοῦ μᾶλλον τόπῳ, φησίν, ἔνεστι χρῆσθαι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων ἀνασκευάζοντα, οὕτως καὶ τοῖς ἀπὸ τοῦ ὁμοίως τε καὶ ἧττον ἔσται καὶ τὰ ἐπὶ μέρους ἀναιρεῖν τε καὶ κατασκευάζειν. διοίσει δέ, ὅτι ὁ μὲν ἀπὸ τοῦ ὁμοίως τόπος, ὡς προείρηται, καὶ ἀνασκευαστικός ἐστι καὶ κατασκευστικός, ὁ δὲ ἀπὸ τοῦ ἧττον κετασκευαστικὸς μόνον, ὥσπερ καὶ ὁ ἀπὸ τοῦ μᾶλλον μόνον ἀνασκευαστικός. καὶ παρατίθεται δὲ παραδείγματα, δι’ ὧν σαφῶς δείκνυσι τὸν μὲν ἀπὸ τοῦ ὁμοίως καὶ κατασκευαστικὸν ὄντα καὶ ἀνασκευαστικὸν ὥσπερ ἐπὶ τῶν καθόλου προβλημάτων οὕτως καὶ ἐπὶ τῶν ἐπὶ μέρους, τὸν δὲ ἀπὸ τοὺ ἧττον κατασκευαστικὸν μόνον· ὅτι γὰρ μὴ οἷόν τε τῷ ἀπὸ τοῦ ἧττον πρὸς ἀνασκευὴν χρήσασθαι, ἔδειξε. κειμένου γὰρ τοῦ εἰ ἧττον δύναμίς τις ἀγαθὸν | ἢ ἐπιστήμη, [*](148) ἂν μὲν προσληφθῇ τὸ ἔστι δέ τις δύναμις ἀγαθόν, δείκνυται καὶ κατασκευάζεται ὅτι καὶ ἐπιστήμη· ἄν δὲ προσληφθῇ τὸ μηδεμίαν δύναμιν ἀγαθὸν εἶναι, οὐ δείκνυται τὸ μηδὲ ἐπιστήμην· οὐ γὰρ ἀνάγκη, εἰ τὸ ἧττόν τι ὂν μή ἐστι, μηδὲ τὸ μᾶλλον ὂν εἶναι, ὥσπερ ἀνάγκη εἰ τὸ ἧττόν τι ὄν ἐστι, καὶ τὸ μᾶλλον [τι] ὂν εἶναι. τὸ δὲ παράδειγμα καὶ ἐπὶ τούτων, ᾧ κέχρηται, ἔχει ἓν περὶ δύο λεγόμενον· τὸ γὰρ ἀγαθὸν περὶ δυνάμεως καὶ ἐπιστήμης.

[*](p. 119b 31)

Οὐ μόνον δὲ ἐξ ἄλλου γένους ἔστιν ἀνασκευάζειν.

῾Οτι τῶ ἀπὸ τοῦ μᾶλλον τόπω ὄντι ἀνασκευαστικῶ οὐ μόνον ἔστιν ἐπὶ διαφερόντων γενῶν χρῆσθαι, ὡς φθάσας εἶπεν, ἀλλὰ καὶ ἐπὶ τοῦ αύτοῦ, λέγει· ἐφθάσαμεν δὲ ἤδη τοῦτο δεδειχέναι διὰ πλειόνων παραδειγμάτων. διὰ δὲ τοῦ παραδείγματος κοινότερον περὶ τῶν ἀρετῶν ὥσπερ ἐπιστημῶν οὐσῶν εἶπε. εἴη δ’ ἄν μᾶλλον ἁρμόζον τὸ παράδειγμα, εἰ δει- κνύοι τις τὰς ἀρετὰς μὴ οὔσας επιστημας διὰ του τὴν μάλιστα δοκοῦσαν αὐτῶν ἐπιστήμην εἶναι (αὕτη δέ ἐστιν ἡ φρόνησις) δεικνύναι ὅτι μή ἐπιστήμη. τὸ δὲ ὑπ’ αὐτοῦ εἰρημένον εἴη ἄν ἴσον τῷ ῾εἰ εἴη τὸ πρόβλημα εἴ τις ἐπιστήμη ἀγαθόν᾿, ὃ ἴσον ἂν εἴη τῷ ῾εἴ τις ἀρετὴ ἀγαθόν, ἄν δειχθῇ ὅτι ἡ μάλιστα ἐπιστήμη, τοῦτ’ ἔστιν ἡ μάλιστα ἀρετή, μή ἐστιν ἀγαθόν, οὐδ’ ἄν ἄλλη τις ἀρετὴ ἀγαθὸν εἴη᾿.

[*](1 ὀλίγον προελθὼν] p. 119b 31 4 ἔσται aP: ἐστι AB τὰ ABP: τὰς a 5 ὁμοίως Β, P1 corr.: ὁμοίου aA Ppr, προείρηται] p. 284,8 —11 6 ἐσςι καὶ κατασκευαστικός om. Ρ 7 παρατίθεται ΒΡ: προτίθεται aA 8 σαφὲς a ὁμοίως Α: ὁμοίου aBP καὶ om. Β 12 ἢ ex ἡ corr. P2 13 προβληθῇ Β 14 ἄν aP: ἐὰν ΑΒ 10 ὂν prius Β: om. aAP post τὸ alterum ras. 1 lit. P 17 τι alterum delevi 18 τούτων ᾧ aAP: τούτω τῶ τόπω Β 20 γένους] τινὸς Β 21 οὐ add. Ρ2 22 καὶ ἐπὶ τῶν διαφερόντων B εἶπεν] p. 119b 18 23 ἐφθάκαμεν (sc. p. 285, 17 sq.) Α δἑ—εἴη (25), summi versus verba, perierunt in P 25 οὐσῶν om. Β εἴη δ’ ΑΒ: τὸ, οὐδ’ a 26 τις Z: om. aABP τὴν τοῦ Α 28 εἰ om. Α 29 ἄν alterum om. Α 30 ἡ prius om. Β)
287
[*](p. 119b35)

Ἔτι ἐξ ὑποθέσεως, ὁμοίως ἀξιώσαντα, εἰ ἑνί, καὶ πᾶσιν.

Ἐκθέμενος τίνες εἰσὶ χρήσιμοι τόποι πρὸς τὰ καθ᾿ ἕκαστα προβλήματα, καὶ πρῶτον μὲν δείξας ὅτι καὶ δι’ ὧν τὰ καθόλου δείκνυται, διὰ τούτων καὶ τὰ ἐν μέρει τῷ ὑπὸ τὰ καθόλου εἶναι, δεύτερον ἐκθέμενος τοὺς τόπους, οἳ ὅμοιον τὸ ἔνδοξον ἔχουσιν ἐπί τε τῶν καθόλου καὶ τῶν ἐπὶ μέρους λεγόμενοι, καὶ δείξας ὅτι ὁμοίως ἀπ’ αὐτῶν πρὸς ἀμźότερα ἔστιν ἐπιχειρεῖν, νῦν περὶ τῶν ἐξ ὑποθέσεως λέγει, οὓς καὶ αὐτοὺς δείκνυσιν ἁρμόζοντας ὥσπεο τοῖς καθόλου οὕτως δὲ καὶ τοῖς καθ’ ἕκαστα· χρηστέον γάρ φησι τῷ ἐξ ὑποθέσεως τόπῳ καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων. τίς δέ ἐστιν ὁ ἐξ ὑποθέσεως τόπος, ἐδήλωσεν προσθεὶς ὁμοίως ἀξιώσαντας, εἰ ἑνί, καὶ πᾶσιν ὑπάρχειν ἢ μὴ ὑπάρχειν. καὶ γὰρ κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς οὗτος ὁ ἐξ ὑποθέσεως τόπος. ἂν μὲν γὰρ ἦ ζητούμενον εἰ πᾶσα ψυχὴ ἀθάνατος, καθόλου τε τὸ πρόβλημα καὶ χρησόμεθα τῷ ἐξ ὑποθέσεως τόπῳ ἀξιώσαντες, εἰ μία δειχθείη, καὶ πάσας οὓτως ἔχειν· δείξαντες γὰρ ὅτι ἡ τοῦ ἀνθρώπου καὶ πάσας ἂν εἴημεν διὰ τὴν ὑπόθεσιν δεδειχότες. εἰ δὲ ἀνασκευάζοιμεν, λαβόντες ὅτι, εἰ μία μή ἐστιν ἀθάνατος, οὐδὲ ἄλλη, δείξαντες ἢ τὴν τοῦ ἀνθρώπου ἢ ἄλλην τινὰ μὴ οὖσαν ἀθάνατον καθόλου ἄν εἴημεν δεδειχότες ὅτι οὐδεμία. εἰ δὲ εἴη ζητούμενον εἴ τις ψυχὴ ἀθάνατος, οἷον ἡ τοῦ ἀνθρώπου, ἐπὶ μέρους μὲν ἔσται τὸ πρόβλημα· ὁμοίως δὲ χρησάμενοι τῷ ἐξ ὑποθέσεως τόπῶ καὶ λαβόντες τὸ ‘εἰ τὶς ἀθάνατος, καὶ πᾶσα ψυχή ἐστιν ἀθάνατος᾿, δείξαντές τινα ἀθάνατον καὶ διὰ τούτου τὸ καὶ πᾶσαν ἀθάνατον εἶναι λαβόντες εἴημεν ἂν καὶ τὸ τὴν τοῦ ἀνθρώπου ἀθάνατον εἶναι δεδειχότες, ὃ ἦν ἐν τῷ προβλήματι. τὸ ἀντικείμενον πάλιν, ὅτι οὐκ ἔστιν ἀθάνταος * * * * δείξαντες καὶ ὅτι μηδεμία ενχοιμa-αν ἄν· ἐξ οὗ συνάγοιμεν ἂν ὅτι οὐὸὲ ἡ τοῦ ἀνθρώπου, περὶ ἧς ἡ ζήτησις ἦν. ὅτι δὲ τὸν οὕτως δεικνύντα ἀνάγκη τὸ καθόλου δεικνύναι, εἰ καὶ τὸ πρόβλημα ἐπὶ μέρους εἴη, γνώριμον· οὐ γὰρ οἷόν τε ἄλλως τῇ ἐξ ὑποθέσεως χρήσασθαι δείξει· ἀξιῶσαι γὰρ δεῖ ὅτι ὁμοίως, εἰ. ἑνί, καὶ πᾶσιν.

[*](1 ἀξιώσαντα εἰ corr. ex ἀξιώσαντε (supra ι et ἂν ras.) P2: ἀξιώσαντας εἰ Β post ἑνί add. καὶ δύο Β 6 οἳ ΒP: οἶον aΑ 7 ὁμοίας Α 8 ἐπιχειρῆσαι Α περὶ τῶν Η: τῶν A, Bcorr.: τὸν aP, Bpr. αὐτὸς Α 10 καὶ A: om. aBP πραγμάτων Β 11 τρόπος P ἐδήλωσεν om. Α post προσθεὶς add. τὸ H 11. 12 ἀξιώσαντα aP Arist. cf. vs. 1 12 post πᾶσιν add. ὁμοίως aB ὑπάρχει (post πᾶσιν) A ἢ (καὶ H) μὴ ὑπάρχειν Η Arist.: om. aABP post γὰρ add. καὶ Η 13 ὁ om. aP τρόπος P 14 ἀθάνατον Β 15 τρόπω P ἀξιώσαντες εἰ μία corr. ex ἀξίως ἄντε σημει “P2 δειχθείη] εἰ P2 πάσας corr. P2 16 καὶ om. aP 17 τῆς ὑποθέσεως Β εἰ altenim om. a εἰ τίς Α: εἰ ἡ τίς Β: εἰ ἡ P: εἰ a 21 τρόπω BP 22 post δείξαντες aild. δὲ aP 23 καὶ τὸ Β 23. 24 λαβόντες—εγναι om. Β 24 ὃ soripsi: οὗ libri 25 τὸ om. Α supple velut οὕτως δείξομεν· λαβόντες, εἰ μία μὴ ἐστιν ἀθάνατος, μηδ ἄλλην εἶναι, τὴν τῶν φυτῶν ψυχὴν ἡ τὴν τῶν ζῴων ὅτι οὐκ ἐστιν ἀθάνατος 26 ἄν altenim H: om. aABP. 28 post £t add. δὲ Β 29 χρήσασθαι A: χρῆσθαι aBP)
288
[*](p. 119b 37)

Εἰ μὲν οὖν ὑπάρχειν τινὶ κεῖται.

Τὸ λεγόμενόν ἐστιν ὅτι, εἰ εἴη καταφατικὸν ἐπὶ μέρους κείμενον, ὃ βουλόμεθα ἀνασκευάσαι, δεῖ πειρᾶσθαι τῷ ἐξ ὑποθέσεως χρωμένους τόπῳ τὸ τινὶ μὴ ὑπάρχειν δεικνύναι. αἰτησαμένους τὸ εἰ δειχθείη ὅτι τινὶ μὴ ὑπάρχει, ἔσεσθαι δεδειγμένον καὶ τὸ μηδενί· δι’ οὗ ἀναιρεθήσεται καὶ τὸ τινὶ ὑπάρχειν, ὃ ἀνελεῖν βουλόμεθα. εἰ δέ τινι μὴ ὑπάρχειν εἴη κείμενον, ἀνάπαλιν τὸ ἐπὶ μέρους καταφατικὸν δεικνύναι καὶ διὰ τούτου λαμβάνειν ἐκ τῆς ὑποθέσεως τὸ καὶ παντί. δῆλον δέ ἐστιν ὅτι ὁ ὑποτιθέμενος καθόλου ποιεῖ τὸ πρόβλημα, ὃ ἴσον ἐστὶ τῷ ἴδιά τὴν ὑπόθεσιν τὸ καθόλου δείκνυσι διὰ τοῦ ἐπὶ μέρους᾿, καίτοι προκειμένου τὸ ἐπὶ μέρους ἀνελεῖν, ἐπεὶ ἦν τὸ πρόβλημα ἐπὶ μέρους.

[*](p. 120a 6)

Ἀδιορίστου μὲν οὖν ὄντος τοῦ προβλήματος.

Καὶ ταῦτα ἔτι περὶ τῶν ἐπὶ μέρους προβλημάτων· τὰ μὲν γὰρ [*](149) ἁπλῶς καὶ ἀδιορίστως λέγεται, τὰ δὲ μετὰ διορισμοῦ τινὸς ἢ καὶ πλειόνων. δείκνυσιν οὖν πῶς μὲν τὰ ἀδιόριστα ἐπὶ μέρους ἀνασκευάζειν τε καὶ κατασκευάζειν οἷόν τε, πῶς δὲ τὰ διωρισμένα, καὶ τούτων πῶς μὲν τὰ ἧττον, πῶς δὲ τὰ μᾶλλον, καὶ ὅτι τὰ ἀδιόριστα κατασκευασθῆναι ῥᾷον ἢ ἀνασκευασθῆναι. εἰκότως δὲ ἐν τοῖς περὶ τοῦ συμβεβηκότος λεγομένοις καὶ περὶ τῶν ἐπὶ μέρους προβλημάτων ἐπέξεισιν· ὡς γὰρ ἤδη πλεονάκις ἐρρήθη, ἐν μόνῳ τῷ συμβεβηκότι μάλιστα τὰ ἐπὶ μέρους ἐστὶ προβλήματα. ἔστι δὲ ἐπὶ μέρους μὲν ἀδιόριστα προβλήματα τὸ ‘τὶς ἡδονὴ ἀγαθόν᾿, μὲν καταφατικόν, ἀποφατικὸν δὲ πάλιν τὸ ῾τὶς ἡδονὴ οὐκ ἔστιν ἀγαθόν᾿. ἐπὶ μέρους μὲν γὰρ καὶ τὸ ‘ἡ τοῦ ἀκολάστου ἡδονὴ ἀγαθόν᾿, ἀλλὰ τὸ οὕτως ἐπὶ μέρους διωρισμένον καὶ οὐχ ἁπλῶς λεγόμενον· ὡς δὲ ἴσον δυνάμενον ‘ἡδονὴ ἡδονὴ ἀγαθόν᾿, ὃ κυρίως ἀδιόριστον λέγεται, καὶ ‘τὶς καὶ πάλιν ἡδονὴ οὐκ ἔστιν ἀγαθόν᾿ καὶ <τὶς> ἡδονὴ οὐκ ἀγαθόν᾿, αὐτοῖς χρῆται. διὰ τοῦτο γὰρ καὶ <αἱ> οὕτως ἐπὶ μέρους ἀδιόριστοι, ταύταις τῶν ἐπὶ μέρους αἰ ἀδιόριστοι ἴσον δύνανται. προειπὼν γὰρ οἷον εἴ [*](1 ὑπάρχει Β 3 χρωμένω Α τρόπω AP 4 ὅτι ΑΒ: ὃ aP 6 ὑπάρχει utroque loco Β δέ τι Β 7 post ἀνάπαλιν add. δὲ Β: ras. —3 lit. P an <δεῖ> καὶ διὰ τούτου A: τὸ τινὶ διὰ τὸ Β: καὶ δι’ αὐτοῦ aP 8 δῆλον—ὅτι om. P δῆλον δὲ aB Arist.: καὶ δῆλον Α ὁ (corr. ex ὃ P2) ὑποτιθέμενος aP Arist.: ὁ ὑποθέμενος B: ὃ ὑπεθέμεθα Α 9 ὃ H: om. aABP τὸ alterum om. BP1 (add. P2) 11 ἀνελεῖν—μέρους om. Β 12 ἀορίστου ΑΡ1 (corr. Ρ2) οὖν om. Β 13 ταῦτα AP: τὰ αὐτά aB ἔτι ΑΡ2: ἐστι aBP1 γὰρ om. BP1 (add. P2) 14 καὶ prius om. Β post δὲ add. καὶ Β ἢ in ras. P2 15 οὖν add. P2 ἐπὶ μέρους ἀδιόριστα Α 17 μᾶλλον—ἧττον Α ῥάω a et ante ras. 1 lit. P 19 διέξεισιν aP 19. 20 ἐρρήθη] velut p. 128,19sq. 20 τῶ συμβεβηκότι μόνω Β τὰ om. B ἐστὶ add. Ρ2 21 ἔστι—προβλήματα om. B τοῦτο] τῶ τὸ Α 22 τῆς ἡδονῆς Α οὐκ ἔστιν Β: ἐστιν οὐκ aAP 23 μὲν om. Α 24 ἐπὶ μέρους, quod post διωρισμένον coUocant aABP, transposui cf. vs. 27: om. H 24. 25 fort. δυναμένων 26 post πάλιν add. ἡ ΑΒ καὶ τὶς addidi) ἡδονὴ οὐκ ἀγαθὸν H: om. aABP 27 αὐτοῖς ΑΒ: αὐτῷ aP διὰ om. in lac. P αἱ addidi οὕτως ΑΒ; οὗτοι aP 28 τῶν in ταῖς mutavit P)

289
τις ἔφησεν ἡδονὴν ἀγαθὸν εἶναι ἢ μὴ ἀγαθόν, τῷ μὲν ἡδονὴν ἀγαθὸν εἶναι ὡς ταὐτὸν λαμβάνει τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι, τῷ δὲ μὴ εἶναι ἀγαθὸν ἡδονὴν τὸ τινὰ ἡδονὴν μὴ εἶναι ἀγαθόν· λέγει γὰρ ὁμοίως δὲ καὶ εἴ τινα ἔφησεν ἡδονὴν μὴ εἶναι ἀγαθόν. αὗται μὲν οὖν ἐπὶ μέρους ἀδιόριστοι, [καὶ] διότι οὐ διώρισται πότερον διὰ τὸ ἢ καθ’ αὑτὰ·ς τιθέασι τὸ ἐν μέρει. διωρισμένας. δὲ ἐπὶ μέρους λέγει τήν τε λέγουσαν ῾τὶς μὲν ἡδονὴ ἀγαθόν, τὶς δ’ οὔ’ καὶ τὴν μίαν μόνην ἀγαθὸν καὶ τὴν θεωρητικὴν ἡδονὴν μόνην ἀγαθόν.

Οὐσῶν δὴ διαφορῶν τούτων ἐν ταῖς ἐπὶ μέρους, πρῶτον μὲν περὶ τῆς ἀδιορίστου ἐπὶ μέρους τὸν λόγον ποιεῖται, καί φησι τὴν τοιαύτην ἐπὶ μέρους ἀνασκευάζεσθαι μὲν μοναχῶς, κατασκευάζεσθαι δὲ διχῶς. τὴν γὰρ λέγουσαν ‘τὶς ἡδονὴ ἀγαθόν᾿ ἀνασκευάσαι μόνως ἔστι δείξαντας καθόλου ὅτι μηδεμία ἡδονὴ ἀγαθόν· ὁ γὰρ δείξας τινὰ ἡδονὴν μὴ οὖσαν ἀγαθὸν οὐκ ἀνεσκεύακε τὸ τινὰ ἀγαθὸν εἶναι διὰ τὸ δύνασθαι καὶ ταύτην ἀληθῆ εἶναι δειχθείσης ἐκείνης. ὁμοίως καὶ τὴν λέγουσαν τινὰ ἡδονὴν μὴ εἶναι ἀγαθὸν μόνως ἔστιν ἀνασκευάσαι δείξαντας ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· οὐδέπω γὰρ ὁ δείξας τινὰ ἡδονὴν ἀγαθὸν ἀνῄρηκε τὸ μὴ εἶναί τινα ἀγαθόν. αὐτὸς δὲ εἰπὼν περὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ὅτι διὰ τῆς καθόλου καταφατικῆς μόνης ἀναιρεῖται, προσέθηκεν ἐὰν γὰρ δείξωμεν ὅτι ἐστί τις ἡδονὴ οὐκ ἀγαθόν, οὔπω ἀναιρεῖται τὸ προκείμενον, οὐκ ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς τοῦτο λέγων, ἀλλὰ περὶ τῆς ἐπὶ μέρους καταφατικῆς, περὶ ἧς φθάσας προειρήκει. οὐκέτι δὲ τὸ ὅμοιον παρατίθεται ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς, δεικνὺς ὅτι ὑπὸ τῆς ἐπὶ μέρους καταφατικῆς οὐκ ἀναιρεῖται, ὡς γνωρίμου γεγονότος καὶ τούτου διὰ τοῦ εἰρημένου ἐπὶ τῆς ἐπὶ μέρους καταφατικῆς. κατασκευάζειν δὲ διχῶς φησιν εἶναι ἑκάτερον τῶν οὕτως ἐπὶ μέρους. καὶ γὰρ καθόλου δείξανιες πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ ἐπὶ μέρους τινὰ ἡδονὴν ἀγαθὸν κατεσκευακότες ἄν εἴημεν τὸ ἐπὶ μέρους καταφατικόν. ὁμοίως δὲ καὶ τὸ ἐπὶ μέρους ἀποφατικὸν κατασκευάζοιτο ἄν, εἰ δειχθείη μηδεμία ἡδονὴ ἀγαθόν (εἰ γὰρ μηδεμία, τίς), καὶ εἰ τὶς μὴ εἴη ἀγαθόν· ἀμφοτέρως γὰρ γίνεται δεδειγμένον ὅτι τις ἡδονὴ οὐκ ἔστιν ἀγαθόν.

[*](2 λαμβάνεται A τὸ] τῶ Α, Ppr. post ἡδονὴν add. ἔφησεν B: ras. 4 lit. P 3 τὸ ex τῶ corr. Ρ1 5 καὶ delevi ὅτι Β 6 post ἢ add. τὸ Β ante διωρισμένας add. δωρισμένης δὲ τῆς θέσεως (συνθέσεως Β) lemma ΑΒ, superscr. add. Ρ2) 7 τε om. aP 7. 8 καὶ—ἡδονὴν ἀγαθὸν om. a fort. μία μόνη ἡδονὴ— θεωρητικὴ ἡδονὴ μόνη 8 καὶ τὴν—ἀγαθόν om. signo appicto, eui in mrg. nihil respondet, P δὴ ΑΡ: δὲ a: om. B ἐν superscr. B 11 μὲν om. B τὶς ἡδονὴ Α· τινὰ ἡδονὴν aBP δείξαντας Η: δείζαντα aBP: δείξαντες Α cf. vs. 16 14 ἀνασκεύασε Α: ἀνεσκεύασε a ἀγαθὴν Β 16 δεῖξαν supra scripto τ A 17 post εἶναί τινα add. ἡδονὴν BHZ 20 οὐκ add. Ρ2 (om. C: οὐκ ἀγαθὸν ἢ ἀγαθόν Arist.) οὐκ scripsi: καὶ libri 21 λέγει a: λόγω ω supra compend. manus primae P2) P ἀλλὰ περὶ scripsi: πολλὰ περὶ aABP: ὃ ἐπὶ Z 22 προείρηκεν Α περιτίθεται Β 23 ὑπὸ scripsi: ἐπὶ libri 23. 24 ἀποφατικῆς Α 27 ἀγαθὸν prius om. A κατασκευακότες aAP 28. 29 κατασκευάζοιτο aP: ἀνασκευάζοιτο ΑΒ 29 ἐπιδειχθείη aP post δειχθείη add. ἄν Β 30 ἡ Α ὅτι aP: εἰ ΑΒ)
290
[*](p. 120a20)

Διωρισμένης δὲ τῆς θέσεως.

Εἰ δὲ διωρισμένον εἴη τὸ πρόβλημα, ὃ θέσιν εἶπε, καὶ εἰ εἴη διορισμὸς τοιοῦτος ἐν τῷ προβλήματι, ἐι τὶς μὲν ἡδονὴ ἀγαθόν, τὶς δὲ οὔ (δοκεὶ δέ μοι τὸ ‘τὶς δὲ οὔ’ προστεθεικέναι οὐχ ὡς πάντως ὀφεῖλον ἐν τῇ προτάσει κεῖσθαι, ἀλλ’ ὡς δηλωτικὸν ὂν τοῦ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι καθ’ αὑτὴν μόνον ἀλλὰ μὴ διὰ τὴν καθέλου, ὑφ’ ἥν ἐστι, μηδὲ ἀδιορίστως· καὶ γὰρ εἰ εἶεν δύο προτάσεις κείμεναι, οὐκέτι ἡ μία πρότασις διχῶς ἀναιρεθήσεται, ἀλλὰ δύο οὖσαι ὑπὸ δύο, ἡ μὲν καταφατικὴ ὑπὸ τὴς καθόλου ἀποφατικῆς, ἡ δὲ ἀποφατικῆ ὑπὸ τῆς καθόλου καταφατικῆς), διχῶς δή, φησίν, ἐνδέχεται τὴν οὕτω διωρισμένην ἐπὶ μέρους ἀναιρεῖσθαι. καὶ γὰρ πάσης ἀγαθῆς δειχθείσης ἀναιρεῖται τὸ τινὰ μὲν εἶναι τινὰ δὲ μή, καὶ εἰ μηδεμία ἐγα|θὸν οὖσα δειχθείη· οὐ γὰρ οἷόν τε μηδεμιᾶς οὔσης [*](150) ἡδονῆς ἀγαθῆς τινὰ μὲν εἶναι ἀγαθὸν τινὰ μή. εἰ δὲ οὕτως ἔχοι ὁ τῆς ἐπὶ μέρους διορισμός, εἰ μία μόνη ἡδονὴ ἀγαθόν, τριχῶς ἡ ἀναίρεσις αὐτῆς ἔσται. καὶ γὰρ ἂν πᾶσα ἡδονὴ ἠγαθὸν οὖσα δειχθῇ, ἀναιρεῖται τὸ ‘μία μόνη’, κἂν μηδεμία· εἰ γὰρ μηδεμία ἀγαθόν, οὐκ ἀληθὲς οὐδὲ τὸ ‘μία μόνη’· ἀλλὰ κἂν δειχθῶσιν πλείους οὖσαι ἀγαθαί, καὶ οὕτως ἀναιρεῖται τὸ μίαν μόνην ἀγαθὸν εἶναι. εἰ δὲ ἔτι ἐπὶ πλεῖον ὁ διορισμὸς τοῦ ἐπὶ μέρους προβλήματος γένοιτο καὶ ἔχοι οὕτως, εἰ ἡ φρόνησις μόνη τῶν ἀρετῶν ἐπιστήμη, τετραχῶς ἡ ἀναίρεσις αὐτῆς ἔστι. καὶ γὰρ ἂν ὅτι πᾶσα ἀρετὴ ἐπιστήμη ἐστὶ δειχθῇ, κἂν ὄτι οὐδεμία ἀρετὴ ἐπιστήμα, κἂν ὅτι πρείους, οἷον ἡ δικαιοσύνη (οὐδέτι γὰρ μόνη), κἂν ὅτι ἡ φρόνησις οὐκ ἔστιν ἐπιστήμη, δῆλον ὅτι ἄλλης τινὸς οὔσης· κἂν γὰρ ἄλλαι τινὲς ὦσιν, αὔτη δὲ μή, ἀναιρεῖται τὸ κείμενον. ἀλλὰ καὶ εἰ κείμενον εἴη τρεῖς μόνας τάσδε τινὰς ἀρετὰς ἐπιστήμας εἶναι, πενταχὼς ἂν ἀναιρῖτο κατὰ τὸν ὑφηγούμενον τρόπον· καὶ γὰρ διὰ τοῦ ‘πᾶσα’ καὶ διὰ τοῦ ‘οὐδεμία’ καὶ διὰ τοῦ ‘πλείους’ καὶ διὰ τοῦ ‘ἐλάττους’ καὶ διὰ τοῦ ‘οὐ καὶ αὗται αἱ τρεῖς αἳ ἦσαν ὠνομασμέναι ἐν τῷ προβλήματι’. περὶ τούτων καῖ Θεόφραστο ἐπὶ τέλει τοῦ Περὶ καταφάσεως δοκεῖ πεποιῆσθαι λόγον.

[*](2 εἰ alterum om. P ante διορ. add. ὁ aP 4 προστεθεικέναι Brandis Schol. p. 277b24: προστέθεικεν aP2: προστέθηκεν AP1: προσέθηκεν B ὡς πάντως] ἁπλῶς Β τῆ superscr. B 5 ὂν A: οὐ aP: om. B τοῦ aBP2: om. AP1 5. 6 ἀληθῆ εἶναι καθ’ αὑτὴν A: καθ’ αὑτὴν μὴ εἶναι ἀληθῆ B: μὴ εἶναι καθ’ αὑτὴν (ras. 8 lit. P) ἀληθῆ aP 6 ἀλλὰ μὴ scripsi (i. e. μὴ, quod ante εἶναι collocant aBP, transposui): ἀλλ’ οὐ A: ἀλλὰ aBP 6. 7 μὴ ἀδιορίστως δὲ Α 9 ἀποφατικῆς—καταφατικῆς scripsi: καταφατικῆς- ἀποφατικῆς libri 13 εἶναι ἀγαθὴν aP δὲ prius om. A ἔχοι P: ἔχει aAB 15 καὶ γὰρ ἂν AB: κἂν γὰρ aP δειχθείη B ἀνῄρηται aP 16 εἰ aP: κἂν ΑΒ 17 ἀγαθαὶ Β: ἀγαθὸν aAP 18 ante μίαν add. τὴν Α ἀγαθὸν P: ἀγαθν aAB πλεῖον aP: πλειώ ΑΒ 19 ἔχει Β ἀρετῶν ΑΒ: αἱρετῶν aP 22 ἡ alterum add. P2 23 οὔσης] ἐπιστήμης Α 23. 24 αὗται μὴ ἀναιρεῖται δὲ Α 25 ἂν om. A 25. 26 an ὑφηγημένον? 26. 27 διὰ τοῦ] τοὺς Α 27 διὰ τοῦ οὐ scripsi: δι’ αὐτοῦ (restituit P2) οὗ libri καὶ tertium et αἳ om. A 28 εἰσὶν Β 29 ante τέλει add. τῶ Α παρὰ Β περὶ—καθάπερ ἐν (p. 209,2), infimi versus verba, perierunt in P λόγον A: om. aB)
291
[*](p. 120a32)

Χρήσιμον δὲ καὶ τὸ ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα, ἐν οἷς ὑπάρχειν τιὴ μὴ εἴρηται, καθάπερ ἐν τοῖς καθόλου προβλήμασιν.

῾Ως ἐν τῷ δευτέρῳ ἠξίου περὶ τῶν καθόλου προβλημάτων τεθέντος τοῦ προβλήματος ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα ἡ τὰ ὑπὸ τὸ καθόλου, καὶ εἰ μὲν μηδενὶ εὑρίσκοιτο ὑπάρχον τὸ τιθέμενον καθόλου ὑπάρχειν πολλὰ τῶν ὑπ’ αὐτὸ προενέγκασιν, καθόλου λαμβάνειν ὅτι μηδενὶ ὑπάρχει, ἢ ἐὰν πολλοῖς φαίνηται ὑπάρχον, τιθέναι ὅτι πᾶσιν ἢ φέρειν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως, οὕτως φησὶ δεῖν ποιεῖν καὶ ἐπὶ τῶν ἐν μέρει προβλημάτων· τοῦτο γὰρ εἶπε διὰ τοῦ ἐν οἷς ὑπάρχειν τι ἢ μὴ εἴρηται. ἐὰν γὰρ ᾖ κείμενον ὅτι τις ἡδονὴ ἀγαθόν, χρὴ ἐπιβλέπειν ἐπὶ τὰς ἐν μέρει ἡδονάς, ὥσπερ καὶ εἰ ἦν κείμενον καθόλου ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· κἀν μὲν εὑρίσκηται ἐν τῇ τοιαύτῃ ἐπιβλέψει τις ἡδονὴ οὖσα ἀγαθόν, δεδειγμένον ἂν εἴη τὸ προκείμενον· ἐὰν δὲ ἐπὶ πολλῶν μὴ οὕτως ἔχον εὑρίσκηται, τὸ καθόλου ἀξιώσομεν, τὸ μηδεμίαν εἶναι ἀγαθόν. οὕτως δὲ ἐσόμεθα καὶ τὸ προκείμενον ἐπὶ μέρους ὂν ἀνεσκευακότες, ὥστε καὶ τοῦτο κοινὸν τοῖς ἐπὶ μέρους προβλήμασιν.

[*](p. 120a 34)

Ἔτι δὲ ἐν τοῖς γένεσιν ἐπιβλεπτέον διαιροῦντα κατ’ εἴδη μέχρι τῶν ἀτόμων, καθάπερ εἴρηται πρότερον.

Ἦν καὶ τοῦτο ἐπὶ τῶν καθόλου προβλημάτων εἰρημένον ἐν τῷ δευτέρῳ, ὅτι, ἐν οἷς προβλήμασιν γενικόν· τι εἴληπται, χρὴ τὴν διαίρεσιν αὐτοῦ εἰς τὰ εἴδη ποιεῖσθαι καὶ πάλιν εἰς τὰ ὑπὸ τὰ εἴδη καὶ μέχρι τῶν ἀτόμων ἐπισκοπεῖν, εἰ ἑκάστῳ αὐτῶν ὑπάρχει τὸ τῷ γένει ἐν τῷ προβλήματι τεθὲν ὑπάρχειν. εἰ γὰρ εἴη πρόβλημα πότερόν ἐστι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη ἢ οὔ, ἐπεὶ τὰ ἀντικείμενα πλεοναχῶς, ἠξίου ἕκαστον αὐτῶν ἰδία λαμβάνειν, εἶτα τὰ ὑπὸ ἕκαστον αὐτῶν ἰδία καὶ ἐπισκοπεῖν εἰ ἐφ’ ἑκάστου αὐτῶν ἡ αὐτὴ ἐπιστήμη· χρήσιμον γὰρ τοῦτο καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν. ὡς δὴ ἐπὶ τῶν καθόλου, οὕτως φησὶ δεῖν ποιεῖν καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων, ὅταν τι γενικὸν ἐν αὐτοῖς ᾖ. οἷον εἰ εἴη τὸ πρόβλημα εἴ τινων ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, διαιρετέον ὁμοίως τὰ ἀντικείμενα καὶ ἐφ’ ἕκαστον ἐπιβλεπτέον, αὐτό τε καὶ [*](2 ὑπάρχει Α 4 ἐν τῷ δευτέρῳ] c. 2 p. 109 b 26 —29 5 ἐπιβλέπων, om. ἐπὶ lac. rel. P ἕκαστον a ἡ τὰ ὑπὸ in ras. 5—6 lit. P2 7 τινὰ τῶν αὐτὰ Β ὑπάρχειν aA 9 τίνων Β οὕτως aitenun BZ: τοῦτο H: om. aAP δεῖ Β 12 εἰ add. P2 15 ἔχον om. Β 16 δὲ] οὖν B ὂν ἐπὶ μέρους aP ἀνασκευακότες aAP 19 post εἴρηται add. καὶ Β 20 περὶ Α ἐν τῷ δευτέρῳ] c. 2 p. 109b 13 sq. 23 ἐπισκοπεῖ A 24. 25 τῶν ἀναγκαίων αὕτη ἡ Β 26 ἴδια (ante καὶ) libri 27 post χρήσιμον add. μὲν aBP 28 πρὸς aP: om. ΑΒ 31 post καὶ prius ras. 3 lit. P ὑποβλεπτέον Β τε scripsi: γε aAP: δὲ Β)

292
τὰ ὑπ’ αὐτό· κἂν μὲν ἐπὶ πολλῶν φαίνηται οὕτως ἔχον , κατασκευάζειν τὸ πρόβλημα ὡς καθόλου πᾶσιν ὑπάρχοντος τοῦ τινὶ αὐτῶν ὑπάρχειν κειμένου· ἄν δὲ ἐπὶ πολλῶν μὴ οὕτως ἔχον εὑρίσκηται, ἀπὸ τούτων ὀρμωμένους ἀξιωτέον πάλιν ὅτι οὐδενί. καὶ οὕτως ἀνασκευαστέον τὸ ἐπὶ μέρους καταφατικὸν πρόβλημα. ὁμοίως, κἄν λέγῃ τις τινὰ ἀρετὴν ἐπιστήμην εἶναι, διαιρετέον τὰς ἀρειάς, πρῶτον μὲν εἰς τὰς λογικὰς καὶ τὰς ἠθικάς, εἶτα πάλιν τὰς λογικὰς ἰδίᾳ καὶ τὰς ἠθικὰς καθ’ αὑτάς, δεικνύντας ἐπὶ τῶν ἀεὶ προχειριζομένων ὅτι μὴ ἐπιστῆμαι, τὸ καθόλου λαμβάνειν, ὅτι μηδεμία, καὶ οὕτως ἀνασκευάζειν τινὰ εἶναι ἐπιστήμην. ἔστι δὲ οὐ πολὺ διαφέρων οὗτος τοῦ πρὸ αὐτοῦ, πλὴν ὅτι οὗτος μὲν τοῦ γένους τὴν | διαίρεσιν [*](151) εἰς εἴδη πρῶτον ἠξίου ποιεῖσθαι, εἶθ’ οὕτως ἐπὶ τὰ ὑπὸ τὰ εἴδη τῇ τάξει προϊόντας ἐπὶ τὰ καθ’ ἕκαστα ἔρχεσθαι, ὁ δὲ πρὸ τούτου, εἰ καὶ μὴ γένος ἦν τὸ λαμβανόμενον, κοινὸν δέ τι, ἠξίου ἐπιβλέπειν εὐθὺς ἐπὶ τὰ ὑπ’ αὐτὸ ἄτομα.

[*](p. 120a 38)

Ἔτι ἐφ’ ὧν ἔστιν ἢ εἴδει ἢ ἀριθμῷ διορίσαι τὸ συμ- βεβηκός.

Εἰπὼν δὲ δεῖν διαιρεῖν τὸν ὑποκείμενον ὅρον ἐν τοῖς προβλήμασι τοῖς ἀπὸ τοῦ συμβεβηκότος ὁμοίως ἔν τε τοῖς καθόλου καὶ τοῖς ἐν μέρει, καὶ ἐὰν ᾖ γενικόν, εἰς τὰ εἴδη ἕως τῶν ἀτόμων, νῦν λέγει περὶ τοῦ κατηγορουμένου καὶ συμβεβηκέναι λεγομένου <ὃ> καὶ αὐτὸ εἶπεν τῶν καθόλου. καὶ γὰρ ἐπὶ τῶν ἐπὶ μέρους, ἐφ’ ὧν οἷόν τέ ἐστι, δεῖν φησι καὶ τοῦτον διαιρεῖν καὶ ὁρίζειν ἢ κατ’ εἶδος ἢ κατ’ ἀριθμὸν καὶ ὁρᾶν εἴ τι τῶν ἐκ τῆς διαιρέσεως ὑπάρχει τῷ ὑποκειμένῳ· ἂν μὲν γὰρ ὑπάρχον εὑρίσκηταί τι αὐτῶν τῷ ὑποκειμένῳ, κατεσκευασμένον ἔσται τὸ πρόβλημα ἐπὶ μέρους ὄν, εἰ δὲ μηδὲν εὑρίσκοιτο, ἀνεσκευασμένον. οἷον εἰ ζητοῖτο πότερον ὁ χρόνος κινεῖται ἢ οὔ, ἐπεὶ ἡ κίνησις πολλαχῶς λέγεται, διαιρετέον καὶ ληπτέον τὰ εἴδη τῆς κινήσεως. ἐπεὶ τοίνυν πᾶσα κίνησις ἢ κατὰ τόπον ἐστὶν ἢ κατὰ ποσὸν ἡ κατὰ ποιότητα, ἑκάστην τῶν κινήσεων ληπτέον καὶ ζητητέον εἰ κατά τινα αὐτῶν οἷόν τε κινεῖσθαι τὸν χρόνον. καὶ εἰ φαίνοιτο μήτε· κατὰ τόπον κινούμενος (οὐ γὰρ ἀλλάσσει τόπον· γὰρ τὸ μὴ ὑπομένον οἷόν τε ἀλλάσσειν τόπον;), ἀλλὰ μηδὲ κατὰ μέγεθος [*](1 κατασκευάζει Α 2 πᾶσιν ὑπάρχοντα A 4 πάλιν ἀξιωτέον B 5 τινὰ ΑΒ: τὴν aP 7 λογικὰς—ἠθικὰς Β: λογικὰς—λογικὰς Α· ἠθικὰς—λογικὰς aP ante καθ ras. —3 lit. P 8 ἐπιστήμη Β 10 πρὸ add. Ρ2 11 πρῶτον εἰς εἴδη Α ὑπὸ τὰ om. aP 12 προέρχεσθαι Β 17 εἰπὼν δὲ AB: ἀνωτέρω εἰπὼν a et in ras. 8 lit. Ρ2: εἰπὼν 11 τὸν ὅρον τὸν ὑποκείμενον Β 18 τοῖς (ante ἀπὸ) om. Α 18. 19 ἐν τοῖς ἐπὶ μέρους Η 19 ἂν aP γενικὸν Α: γενικῶς Β: γενικὸς aP (comp. ὃς in ras. Ρ2) ἕως] ὡς Α περὶ] ἐπὶ Β 20 ὃ addidi εἶπεν] II 3 22 τούτων Α διορίζειν Β 23 εἶ τι] ἐπὶ Β ἐκ τῆς] ἑκάστης Β, Ppr. ὑπάρχειν Β 24 τοῦ ὑποκειμένου Α 25 εὑρίσκηται Α 26 πολλαχῶς om. Β 28 ἢ κατὰ ποσὸν om. Α 31 μὴ om. Α post μέγεθος repetit ὑπομένον οἷόν τε ἀλλάσσειν τόπον aABP: om. Z)

293
(ὑπομένοντος γὰρ καὶ ἡ κατὰ ποσὸν κίνησις), μήτε κατὰ ποιότητα κατ’ ἄλλο τι κινήσεως εἶδος, ἀνασκευάζοιτο ἄν τὸ τὸν χρόνον κινεῖσθαι. εἰ δὲ ζητοῖτο εἰ κίνησις ὁ χρόνος, γενικὸν ἂν τὸ πρόβλημα γίνοιτο. δεικνύοιτο δ’ ἄν ὅτι μή ἐστιν κίνησις, ὅτι μήτε τοπική ἐστι μήτε ἀλλοιωτικὴ μήτε κατὰ ποσόν· εἰ γάρ τις τούτων ἦν, πᾶν ἄν τὸ ἐν χρόνῳ ὂν ἐν κινήσει τούτων τινὶ ἦν τῇ αὐτῇ τε καὶ συνεχεῖ. ὁμοίως ὁ λόγος καὶ ἐπὶ ψυχῆς, εἰ ζητοῖτο πότερον κινεῖται ἢ οὔ. ἀλλὰ καὶ εἰ ζητοῖτο πότερον ἡ ψυχή τις ἀριθμός ἐστιν ἡ οὔ, ἐπεὶ πᾶς ἀριθμὸς ἢ περιττὸς ἢ ἄρτιος, ἂν ἡ ψυχὴ μήτε περιττὸς ἀριθμὸς ᾖ μήτε ἄρτιος, οὐδ’ ἄν ἀριθμὸς εἴη. καὶ αὕτη μὲν κατὰ εἴδη γενικώτερα ἡ διαίρεσις· κατὰ δὲ ἄτομα <ἂν> εἴη, εἰ διαιροῦντες πάλιν ἑκάτερον τούτων εἰς τοὺς ὑπ’ αὐτοὺς ἀριθμοὺς δεικνύοιμεν. εἰ μὲν γὰρ ἄρτιος, ἢ δύο ἔσται ἢ τέσσαρα ἢ ἓξ ἢ ὀκτὼ ἢ δέκα, εἰ δὲ περιττός, ἡ τρία ἢ πέντε ἢ ἑπτὰ ἢ ἐννέα· ὧν ἀριθμῶν λέγειν τινὰ τὴν ψυχὴν εἶναι ἄτοπον· οὔτε ἄρα περιττὸς ἀριθμὸς οὔτε ἄρτιος ἡ ψυχή· εἰ δὲ μὴ τούτων τις, οὐδὲ ἀριθμὸς ὅλως. δοκεῖ μέντοι αὐτὸς διὰ τῶν παραδειγμάτων τῶν καθόλου προβλημάτων ἀλλ’ οὐ τῶν ἐπὶ μέρους ἔτι μνημονεύειν. |

[*](1 aute ποσὸν add. τὸ aAP 3 εἰ δὲ aAP δὲ superscr. P): καὶ εἰ Β γίνοιτο BPZ: γένοιτο aA 4 δ’—κίνησις, initium paginae, periit in P ὅτι altenun superscr. Β μήτε prius om. Α ἐστι om. a 5 ante κατὰ add. ἡ Β ἧ Β 6 ὁμοίως ὁ corr. ex ὅμοιος Ρ2 καὶ alterum aP: om. ΑΒ 7 κινοῖτο Α 8 ἀριθμός τις Β 9 μήτε prius ΑΒ: μὴ aP ᾖ aP: εἴη ΑΒ μήτε ἄρτιος post περιττὸς transposuit B 9. 10 καὶ—εἴη εἰ om. Α 10 ἂν addidi εἴη om. Β εἰ superscr. P 11 post διαιροῦντες add. δὲ Α αὐτοῦ Β ἀριθμητοὺς Α 12 γὰρ om. Β 13. 14 τινα τὴν ψυχὴν λέγειν Α 14 εἶναι om. aP 14. 15 εἶναι— ἡ ψυχή iterat Β 15 οὔτε A 17 ΤΕΛΟΣ TOY Γ subscr. a)
294
295

τὰ γενικὰ προβλήματα, ἐπεὶ μετὰ τὸ συμβεβηκὸς κοινότερον τῶν ἄλλων τὸ γένος. τὸ μὲν γὰρ συμβεβηκὸς κοινότατόν τε καὶ ἁπλούστατον τῶν προβλημάτων· ἐν γὰρ ὑπάρξει μόνῃ τούτῳ τὸ εἶναι· ταῦτα δέ, τὸ γένος καὶ τὸ ἴδιον καὶ ὁ ὁρισμός, ἐν ποιᾷ ὑπάρξει πάντα. οὐ γὰρ αὔταρκες τὸ μόνον ὑπάρχειν πρὸς τὸ ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρον ὑπάρχειν, ὥσπερ ἦν αὔταρκες ἐπὶ τοῦ συμβεβηκότος, ἀλλὰ δεῖ καὶ τὸν οἰκεῖον τρόπον τῆς ὑπάρξεως ἑκάστου αὐτῶν ἐν τῇ κατασκευῇ δείκνυσθαι· οἰκειότητα γάρ τινα τὰ οὕτως ὑπάρχειν λεγόμενα πρὸς τὰ ὑποκείμενα ἔχει. ἀλλὰ τὸ μὲν γένος κοινότερον· κατὰ πλειόνων γὰρ τὸ γένος· τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐ κατὰ πλειόνων καὶ διαφερόντων κατὰ τὸ εἶδός ἐστιν ἀλλὰ προσεχῶν μιᾷ τινι φύσει. ὥστε, ἐπεὶ τὰ κοινὰ τῶν ἰδίων πρῶτα, κοινότερον δὲ τὸ γένος ἐκείνων, εἰκότως πρῶτον τοὺς πρὸς τὰ ἀπὸ τοὐ γένους προβλήματα τόπους παραδίδωσι. συντάσσει δὲ τοῖς ἀπὸ τοὐ γένους προβλήμασι καὶ τὰ ἀπὸ τῶν διαφορῶν, ὡς εἶπε καὶ ἐν τῷ πρώτῳ, διὰ τὸ τὴν διαφορὰν οὖσαν ἐν τῇ οὐσίᾳ τοῦ πράγματος, οὗ ἐστι διαφορά, ὥσπερ καὶ τὸ γένος κοινὴν καὶ αὐτὴν εἶναι καὶ ἐπὶ πλεῖον ὁμοίως τῷ γένει. ὑπάγοιτο δ’ ἂν τοῖς γενικοῖς προβλήμασι καὶ τὰ ἀπὸ τῶν εἰδῶν προβλήματα, εἴ τινα εἴη, ἐπεὶ καὶ τὸ εἶδος κατὰ πλειόνων τε καὶ ἐν τῷ τί ἐστι.

[*](p. 120b12)

Μετὰ δὲ ταῦτα περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἐπισκεπτέον.

Μετὰ τοὺς πρὸς τὸ συμβεβηκὸς τόπους δεῖν φησι περὶ τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπισκέψασθαι τόπων. καὶ διὰ τί περὶ τούτων πρῶτον, ὕστερον δὲ περὶ τῶν πρὸς τὸν ὁρισμόν, προσέθηκε τὸ ἔστι δὲ ταῦτα στοιχεῖα τῶν πρὸς τοὺς ὅρους· οἱ γὰρ τόποι, δι’ ὧν πρὸς τὸ γένος καὶ τὸ ἴδιον ἐπιχειροῦμεν ἢ κατασκευάζοντες ἢ ἀνασκευάζοντες, στοιχεῖα καἴ ἀρχαί εἰσι τῶν πρὸς τοὺς ὁρισμοὺς ἐπιχειρημάτων. ἐπεὶ γὰρ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ γένος ἔχειν ἐν αὑτῷ ἀλλὰ καὶ ἴδιον εἶναι τοῦ πράγματος, οἵ τε τῶν γενῶν κατασκευαστικοὶ καὶ τῶν ἰδίων τόποι συντελοῖεν ἂν καὶ πρὸς τὴν τῶν ὁρισμῶν κατασκευήν· ὁ γὰρ δείξας, ὅτι καὶ τὸ ἀποδοθὲν ἐν τῷ λόγῳ γένος καὶ ὁ λόγος ἴδιος τοῦ πράγματος, εἴη ἄν καὶ ὅτι ὁρισμός ἐστιν ὁ ἀποδεδομένος λόγος δεδειχώς. ἀλλὰ καὶ οἱ τῶν γενῶν τε καὶ τῶν ἰδίων ἀνασκευαστικοὶ τόποι καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀνασκευὴν [*](1 τὸ alterum om. Β 2 τε om. aP 3 ante γένος add. τε aP 4 ποία aP1 (corr. P2) post ποιὰ add. μὲν aAP: om. Β 8 ὑπάρχειν om. Β 9 γὰρ πλειόνων A 10 προσεχῶν scripsi: προσεχεῖ aAP2 et post μιᾷ B: προσέχει P1: προσεχῶς Η 11 δὲ om. Β 12 τοὺς in ras. P2 πρὸς τὰ superscr. Β 13 τὰ ΑΒ: τὸ aP 14 ἐν τῷ πρώτῳ] c. 4 p. 101 b 18 15 κοινὸν Α 21 post φησι add. καὶ A 22 πρότερον Β 23 περὶ τῶν aP2: τῶν AP1: τὰ Β τὸ aAP: ἐν τῶ B: conicio τῷ. ante διὰ τί addere maiit δείξων Diels 24 οἱ τόποι γὰρ Β 25 ἡ prius om. Β ἀνασκευάζοντες ἡ κατασκευάζοντες B 26 ἐπιχειρήσεων aP ἐπειδὴ Β 27 μὴ μόνον superscr. P3 ἑαυτὼ Α 29 καὶ alterum Α: κατὰ aP: om. Β 30 καὶ alterum ΑΒ: om. aP 32 τῶν prius om. a: οἱ τῶν P)

296
χρήσιμοι· ὁ γὰρ δείξας, ὅτι μὴ γένος τὸ ὡς γένος ἀποδοθὲν ἐν τῷ | λόγῳ, [*](153) ἀνῄρηκε καὶ τὸ ὁρισμὸν αὐτὸν εἶναι· ὁμοίως καὶ ὁ δείξας ὅτι μὴ ἴδιον. καθ’ ὃ δὴ συμβάλλονται οἱ πρὸς τὸ γένος καὶ τὸ ἴδιον τόποι καὶ πρὸς τὰ ὁρικὰ προβλήματα καί εἰσιν ἀρχαὶ τῆς τε κατασκευῆς τῶν ὁρισμῶν καὶ τῆς ἀνασκευῆς, ἐπειδὴ καὶ τὸ γένος καὶ τὸ ἴδιον στοιχεῖα τῶν ὁρισμῶν δεῖ γὰρ καὶ ταῦτα τὸν ὁρισμὸν ἔχειν), εἰκότως ἄν καὶ οὗτοι στοιχεῖα λέγοιντο τῶν πρὸς τοὺς ὁρισμοὺς τόπων· καὶ ἐπεὶ τὰ στοιχεῖα πρῶτα τούτων ὧν ἐστι στοιχεῖα, εἶεν ἄν καὶ οἱ πρὸς ταῦτα τόποι πρῶτοι οἱ πρὸς τὰ γένη]. αὐτῶν δὲ τούτων πάλιν πρῶτοι οἱ πρὸς τὰ γένη, ἐπειδὴ καὶ τὸ γένος τοῦ ἰδίου κοινότερον, ὡς εἶπον. λέγει δὲ ὀλιγάκις περὶ τῶν ἀπὸ γένους καὶ ἰδίου καὶ ὁρισμοῦ προβλημάτων γίνεσθαι τὸν λόγον τοῖς διαλεκτικοῖς· τὰ γὰρ πλεῖστα τῶν διαλεκτικῶν προβλημάτων περὶ συμβεβηκότος τινὸς τὴν ζήτησ.ιν ἔχει. ζητεῖται γὰρ ἐν τοῖς πλείστοις τῶν διαλεκτικῶν προβλημάτων τὰ τοιαῦτα, οἷον εἰ αἱρετὸν τὸ γαμεῖν ἢ τὸ πολιτεύεσθαι, εἰ ἀγαθὸν ὁ πλοῦτος ἢ ἡ ὑγεία· τὰ δὲ περὶ τῶν γενῶν τε καὶ τῶν ἰδίων καὶ τῶν ὁρισμῶν προβλήματα ἀκριβεστέρας ἢ κατὰ διαλεκτικὴν μεθόδου χρῄζει καὶ ἐπιστημονικωτέρας.

[*](p. 120b15)

Ἐὰν δὴ τεθῇ γένος τινὸς τῶν.

Ὁ πρῶτος τῶν πρὸς τὸ γένος τόπων παραδιδόμενος τοιοῦτός ἐστιν· ἐπεὶ τὸ γένος κατὰ πάντων τῶν ὁμοειδῶν ὁμοίως κατηγορεῖται, φησὶ δεῖν, ὅταν ἀποδοθῇ τί τινος ὡς γένος, ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ, τοῦτ’ ἔστι τὰ τῆς αὐτῆς φύσεως καὶ ὑπὸ τὸ αὐτὸ ἀποδεδομένα γένος, ὡς ἐποιοῦμεν καὶ ἐπὶ τοῦ συμβεβηκότος· καὶ γὰρ ἐπὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων ἠξίου ἐπιβλέπειν ἐπὶ πάντα τὰ τῆς αὐτῆς φύσεως ὄντα. ἀλλ’ ἐπ’ ἐκείνου μὲν ἦν αὔταρκες εἰς κατασκευὴν τοὐ προβλήματος τὸ κἄν ἑνὶ ἐξ αὐτῶν εὑρεῖν ὑπάρχον τὸ τιθέμενον ὡς συμβεβηκός, εἰ μὴ καθόλου τὸ πρόβλημα ἦν καὶ ἀνασκευάζειν πάλιν, εἰ μηδενὶ ὑπῆρχεν]· ἐπὶ δὲ τοῦ γένους, εἰ μὴ πᾶσιν ὑπάρχει τοῖς ὁμοειδέσι τῷ προκειμένῳ τὸ ἀποδεδομένον γένος, οὐχ οἷόν τε γένος αὐτὸ εἶναι, κἄν ὑπάρχῃ τισί. δεικνύοι τις ἄν οὕτως τῆς ἡδονῆς μὴ ὂν γένος τὸ ἀγαθόν, ὅτι μὴ πάσῃ ὑπάρχει· οὐ [*](1 γένος pvius BP: τὸ γένος Α: γένει a 2 τὸ] τὸν a 3 δὴ ora. B συμβάλονται Α 4 ὁρικὰ aP: ὁριστικὰ ΑΒ post ὁρικὰ add. καὶ a 6 καὶ prius om. Β 7 τόπους a 8. 9 οἱ (om. aBP) πρὸς τὰ γένη illata a librario ad alteram πρῶτοι aberrante delevi 9 αὐτῶν—γένη om. Β ἐπεὶ Α 10 εἶπον (scil. p. 295,8 sq.) Α: εἶπεν aBP 11 γενέσθαι Β 12 περὶ—14 προβλημάτων om. Β 14 γαμεῖν aP: γῆμαι ΑΒ 15 εἰ AB: ἢ aP ἡ om. A: superscr. Β τε om. Α 16 τῶν prius om. A 17 μέθοδον Α 18 ἄν Β Arist. post γένος add. τι Α 19 ἀποδιδόμενος Β: om. Z 20 ὁμοιοειδῶν Α 21 τί Α: cm. aBP ὡς γένος τινὸς Β τὰ συγγενῆ πάντα Α 22 καὶ om. A τὸ ΑΒ: τοῦτο aP 24 ἠξίου] II 2 p. 109b13; 13; III 6 p. 25 ἦν om. aP post εἰς add. τὴν B 26 ἓν B εὑρεῖν om. AH ὑπάρχειν Η: compend. Α μὴ scripsi: μὲν aBP: om. Α 27 καὶ—ὐπῆρχεν delevi 28 ὑπάρχον a: compend. P 29 δεικνύῃ Β 30 πᾶσιν Α, Bpr. ὑπάρχῃ ΑΒ)

297
γὰρ ἀγαθὸν αἱ τῶν ἀκολάστων ἡδοναί. οὕτως καὶ Πλατῶν ἐπεχείρησεν ἐν Φιλήβῳ λαβὼν ‘‘ἥδεσθαι μὲν τὸν ἀκολασταίνοντα, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα, ἥδεσθαι δ’ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν”· οἷς ἐπήνεγκεν ὅτι ἀνόητος ἄν φαίνοιτο ἐνδίκως ὁ ἀνομοίους αὐτὰς οὕτως ἑαυταῖς οὔσας εἰς ἓν γένος συνάγων τὸ ἀγαθόν. οὕτων δεικνύοιτο ἄν καὶ τῆς ἀρετῆς μὴ ὂν γένος ἡ ἐπιστήμη· ἡ μὲν γὰρ ἐπιστήμη τῶν ἀναγκαίων τε καὶ ἀιδίων καὶ μὴ ἐνδεχομένων ἄλλως εἶναι, τῶν δὲ ἀρετῶν τὴν μὲν σοφίαν τοιαύτην εἶναι, τὴν δὲ φρόνησιν καὶ τὰς ἠθικὰς λεγομένας ἀρετὰς περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν συνίατασθαι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν χρήσιμος· οὔπω γάρ, εἰ πᾶσιν ὑπάρχει τοῖς ὁμοειδέσιν, ἀνάγκη αὐτὸ γένος εἶναι· δεῖ γὰρ πρὸς τούτῳ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι αὐτό.

[*](p. 120b21)

Ἔτι εἰ μὴ ἐν τῷ τί ἐστι κατηγορεῖται.

Ὥσπερ ἐπὶ τοῦ συμβεβηκότος ἔλεγε δεῖν ἐπισκοπεῖν “εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν” ὁ γὰρ λέγων τῷ λευκῷ συμβεβηκέναι τὸ χρῶμα ἢ τὸ λευκὸν κεχρῶσθαι οὐχ ὑγιῶς ἀπεδίδου· τὸ γὰρ ὡς γένος ὑπάρχον συμβεβηκέναι ἔλεγεν), οὕτως καὶ ἐπὶ τοῦ γένους φησὶ δεῖν ἐξετάζειν μὴ τὸ συμβεβηκὸς ὡς γένος ἀποδέδωκεν· δύναται γάρ τι πᾶσι μὲν τοῖς ὁμοειδέσιν ὑπάρχειν, μὴ ὡς γένος δὲ ἀλλ’ ὡς συμβεβηκός. ἔστι δὲ οἰκεῖον τοῦ γένους ὡσπεροῦν καὶ τοῦ εἴδους τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· ἂν δὴ τὸ ἀποδεδομένον μὴ οὕτως κατηγορῆται, δεικνύοιτ’ ἄν ὅτι μή ἐστι γένος. οὕτως δειχθήσεται μήτε τὸ λευκὸν γένος ὂν τῆς χιόνος μήτε ἡ κίνησις ἢ ἡ αὐτοκινησία τῆς ψυχῆς, ὡς δοκεῖ Πλάτωνι· οὔτε γὰρ τῆς χιόνος ἐν τῷ τί ἐστι τὸ λευκόν οὐ γάρ ἐστιν ἡ χιὼν ὅπερ λευκόν), ὁμοίως δὲ οὐδὲ τῆς ψυχῆς ἡ αὐτοκινησία· οὔτε γὰρ ὁ τοῦ λευκοῦ ὁρισμὸς κατὰ τῆς χιόνος ἐν τῷ τί ἐστιν οὔτε ὁ τῆς κινήσεως κατὰ τῆς ψυχῆς. εἰ γὰρ ἡ χιὼν ὅπερ λευκόν, τὸ δὲ λευκὸν ὅπερ χρῶμα, τὸ δὲ χρῶμα ὅπερ ποιότης, ἔσται ἡ χιὼν ὅπερ ποιότης· ὅταν γὰρ ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· καθ’ ὑποκειμένου δὲ [*](2 ἐν Φιλήβῳ] c. 3 p. 12 D memoriter citat δὲ om. Β post καὶ add. εἰς Α 3 δ’ αὖ] δὲ Β 4. 5 ὁ ἀνομοίους Η: ἀνομοίας aAP: ἀνομίας Β 5 αὐτὰς om. Β αὑταῖς aP γένος ἓν A 6. 7 fort. 003E; τὴν μὲν ἡ μὲν evan., sed spatium maius videtur in A) γὰρ] ἐπιστήμην—x003E; εἶναι 7 ἀιδίων καὶ om. Β 7 et 9 ἄλλης A 8 τοιαύτην Β et, ut videtur, Α, in quo τὴν εἶναι τὴν peiicrunt: τοιοῦτον aP 10 οὔπω Z: οὕτω aBP: evan. Α post εἰ (evan. A) add. μὴ Β: fort. εἶ τι 11 γὰρ] δὲ Β 13 ἔτι ΑΒ (AB, corr. u): εἶτα aP Arist. 14 ἔλεγε] II 2 p. 109 a 34 22 γένος prius ABP: λέγε a post γένος prius add. οὗ Α 23 μήτε om. B ἢ add. P2 ἡ alterum om. Β Πλάτωνι] Phaedr. c. 24 p. 245 C—E 24 τὸ om. Α ἐστιν om. aP 25 οὑδὲ ora. 27 δὲ alterum om. Α 28 έστιν aP 29. 30 τοῦ ὑποκειμένου—τοῦ κατηγορουμένου a 30 τοσαῦτα B; ταῦτα aAP καθ’ ὑποκειμένου δὲ] κατηγορούμενα γὰρ Β)

298
τὰ ἐν τῷ τί ἐστι λεγόμενά τινος κατηγορεῖται αὐτῷ. ὁμοίως δὲ καὶ [*](154) εἰ ἡ ψυχὴ ὅπερ αὐτοκινησία, ἡ δὲ αὐτοκινησία ὅπερ κίνησις, ἡ δὲ κίνησις ἀτελὴς ἐνέργεια, ἔσται ἡ ψυχὴ ἀτελὴς ἐνέργεια. ὅτι δὲ μὴ γένος ἡ αὐτοκινησία τῆς ψυχῆς, δεικνύοιτ’ ἄν καὶ ἐκ τούτου· εἰ ἡ αὐτοκινησία γένος τῆς ψυχῆς, δεῖ αὐτὴν καὶ κατ’ ἄλλων τινῶν ὡς εἰδῶν κατηγορεῖσθαι ἀντιδιῃρημένων τῇ ψυχῇ ὡντινωνοῦν. οὐ μὴν κατὰ τοῦτο νῦν ὅτι μὴ γένος δείκνυσιν, ἀλλ’ ὅτι μὴ ἐν τῷ τί ἐστιν· ἄλλος γὰρ οὗτος τόπος. τὸ δὲ οὔτε ἡ ψυχὴ ὅπερ κινούμενον εἴη ἄν λέγων ἀντὶ τοῦ ‘ὅπερ κινήσις’.

[*](p. 120 b 26)

Ἕτι τὸ κινούμενον οὐ τί ἐστιν.

Ὅτι μὴ γένος ἡ κίνησις τῆς ψυχῆς ἢ ὅλως οὐσίας τινός, καὶ οὕτως δείκνυσιν· [εἰ] τὸ μὲν γένος τί ἐστι σημαίνει, ἡ δὲ κίνησις καὶ ἡ αὐτοκινησία οὐ τί ἐστιν ἡ ψυχὴ σημαίνει, ἀλλὰ τί ποιεῖ ἢ πάσχει· καθ’ ὅσον μὲν γὰρ κινεῖσθαι λέγεται, πάσχει, καθ’ ὅσον δὲ ὑφ’ αὑτῆς, ποιεῖ. δύναται τὸ ἀλλά τι ποιοῦν ἢ πάσχον ἐπὶ τοῦ κινουμένου εἰρηκέναι ὡς τοῦ κινουμένου ἢ ποιοῦντος ἢ πάσχοντος ἐν τῷ κινεῖσθαι. ἔτι κατηγορεῖται μὲν ἡ κίνησις τῶν κινουμένων· εἰ δὲ εἴη ἡ ψυχὴ ὅπερ κίνησις ἢ ὅπερ αὐτοκινησία, οὐκέτ’ ἄν κινοῖτο· οὕτως γὰρ ἂν εἴη κίνησις κινουμένη. πρῶτοω μὲν οὖν εοειξεν ὅτι μὴ ὲν τῳ τι ἐστιν ἄπο του τὸ ὑποκείμενον μὴ λέγεσθαι ὅπερ τοῦτο ὃ ὡς γένος αὐτοῦ κατηγορεῖται, τὸ δεύτερον δὲ ἀπὸ τοῦ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορούμενον τί ἐστι τὸ ὑποκείμενον αὐτῷ σημαίνειν, ταῦτα δὲ μὴ τί ἐστι σημαίνειν τὸ ὑποκείμενον, ἀλλ’ ὁποῖόν τι ἤ τι ποιοῦν ἢ πάσχον. ὁμοίως δεικνύοιτο ἂν ὅτι οὐδὲ τὸ γλυκὺ μέλιτος γένος, οὐδὲ τὸ πικρὸν ἀψινθίου, οὐδὲ ἡδονὴ τοῦ καλοῦ καὶ γὰρ εἰ ἀχώριστον τὸ ἡδὺ τοῦ καλοῦ, ἀλλ’ οὐκ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι δι’ ἐκείνου μὲν ὲδείκνυτο τὸ ὑποκείμενον μὴ ὂν ὅπερ τὸ κατηγορούμενον, ἐν τούτῳ δὲ ἔμπαλιν τὸ κατηγορούμενον μὴ σημαῖνον τί ἐστι τὸ ὑποκείμενον.

[*](p. 120b30)

Μάλιστα δὲ ἐπὶ τὸν τοῦ συμβεβηκότος ὁρισμὸν εἰ ἐφαρμόττει ἐπὶ τὸ ῥηθὲν γένος.

Μάλιστα δεῖν φησιν ἐπὶ τὸν ὁρισμὸν ἐπιβλέπειν τοῦ συμβεβηκό- [*](3 ἔσται—ἐνέργεια om. a: sigiium tlefectus P 4 εἰ ante γένος transposuerunt aP ante γένος add. ἔστι Β 5 τῆς om. B καὶ om. Α 6 post μὴν add. καὶ Α post γένος add. τῆ ψυχὴ Α, τῆς ψυχῆς H 7 γὰρ om. Α post οὗτος add. ὁ Z 8 ante κίνησις add. ἡ B 9 ἔτι ex ὅτι corr. P2 10 οὐσίας soripsi: οὐσία libri post τινὸς repetit ἡ κίνησις τῆς ψυχῆς B II εἰ delevi 12 ἡ om. Α 13 πάσχειν—ποιεῖν Α 14 ἀλλὰ] ἁ in ras. P2 πάσχων a, Ppr. (corr. P1) post πάσχον add. τί B 17 ante αὐτοκ. add. ἡ AP ἀκινησία B post κινοῖτο add. ἢ οὗ Β 19 ὃ] ἢ Β κατηγορεῖσθαι Β 21 αὐτοῦ A σημαίνει (post αὐτῷ) Β τί om. Β σημαίνει (post ἐστι) A 22 τι prius om. a 23 ante ἡδονὴ add. ἡ Β 24 αὐτοῦ om. P: post κατηγορεῖται transposuit Z 26 τὸ alterum aAP-: om. ’ 27 μὴ om. Β 29. 30 εἰ—συμβεβηκότος om. Α)

299
τος, εἴ τινι ὑπάρχει τῶν ἀποδοθέντων ὡς γενῶν. ἔστι δὲ τοῦ συμβεβηκότος ὁρισμὸς τὸ οἷόν τε ὑπάρχειν τε καὶ μή· εἰ δὴ τῷ λευκῷ, ὃ ὡς γένος ἀπεδόθη τῆς χιόνος, ἢ τῇ αὐτοκινησίᾳ, ὃ τῆς ψυχῆς, ὑπάρχει ὃ τοῦ συμβεβηκότος ἔκειτο λόγος, τὸ οἷόν τε ὑπάρχειν καὶ μή, οὐκ ἄν εἴη οὐδέτερον αὐτῶν γένος. ἐπιζητήσαι δ’ ἄν τις πῶς ἢ τῇ χιόνι τὸ λευκὸν ἢ τῇ ψυχῇ τὸ αὐτοκίνητον οἷόν τε ὑπάρχειν τε καὶ μὴ κατὰ τοὺς ἀεικίνητον τιθεμένους τὴν ψυχήν. ἢ οὐ τούτοις αὐτὰ λέγει οἷά τε ὑπάρχειν τε καὶ μή, ἀλλὰ καθόλου τε κα ἁπλῶς πάσῃ οὐσίᾳ [ὑπάρχει]· εἰ γὰρ τούτοις ὡς εἴδεσι, καὶ ταῖς ἄλλαις ἄν οὐσίαις δέοι αὐτά, αἷς ὑπάρχει, ὡς εἴδεσιν ὑπάρχειν. εἰ δὲ ἔστιν αἷς οἷά τέ ἐστιν ὑπάρχειν τε καὶ μή, οὐκ ὄντα ἐκείνων γένη, οὐδ’ ἄν τούτων εἴη τῶν ἐκείνοις ὄντων ἀνάλογον. ὥσπερ δὲ τὸ λευκὸν ὑπάρχον τισὶν οὐσίαις οἷόν τε καὶ μὴ ὑπάρχειν, οὕτως καὶ αὐτοκινησία τὰ γὰρ ζῷα αὐτοκίνητα ὄντα οὐκ ἀεὶ κινεῖται), ὡς εἶναι τὸ λεγόμενον ἴσον τῷ μηδὲν τῶν οἵων τέ τισιν ὑπάρχειν τε καὶ μὴ γένος τινῶν οἷς ὑπάρχει εἶναι δύνασθαι, εἰ καί τισιν αὐτῶν οὕτως ὑπάρχει ὡς εἶναι αὐτῶν ἀχώριστον· τὸ γὰρ χρῶμα γένος οὐ τούτων τινὸς οἷς ὑπάρχει, ἀλλὰ ὧν ἐστιν ἐν τῇ οὐσίᾳ. ἢ οὐ χρὴ τοῦ εἰρημένου ἀκούειν ὡς ἐπὶ τούτων τῶν παραδειγμάτων λεγομένου, ἀλλ’ ἐπεὶ δύναταί ποτε καὶ τοιοῦτον καὶ οὕτως ὑπάρχον τινὶ ὡς γένος ἀποδοθῆναι, τὸ τοιοῦτον ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συμβεβηκότος, ὅτι μὴ γένος ἐστίν, ἐλέγχειν δεῖ. καὶ γὰρ τὰ νῦν εἰρημένα ὅτι μή ἐστιν ἐκείνων γένη οἷς ἐνδέχεται ὑπάρχειν αὐτὰ καὶ μή, ἀπὸ τοὐ ὁρισμοῦ τοῦ συμβεβηκότος ἂν δεικνύοιτο· οὔτε γὰρ τοῦ ζῴου τὸ αὐτοκίνητον γένος καίτοι ὄντος αὐτοκινήτου, ὅτι ἔστιν ὅτε μὴ ὑπάρχει αὐτῷ τὸ αὑτὸ κινεῖν, οὔτε τὸ λευκὸν ἐκείνου ᾧ οἷόν τε αὐτὸ καὶ ὑπάρχειν καὶ μή. οὕτως οὐδὲ τὸ αἰσθάνεσθαι ἀνθρώπου γένος· οἷόν τε γὰρ αὐτὸν καὶ αἰσθάνεσθαι καὶ μή· οὐ γὰρ ταὐτὸν τὸ αἰσθητικὸν καὶ 45 τὸ αἰσθανόμενον.

[*](p. 120b36)

Ἔτι μὴ ἐν τῇ αὐτῇ διαιρέσει τὸ γένος τὸ εἶδος.

Δεῖ ἐν τῇ αὐτῇ κατηγορίᾳ καὶ τῷ αὐτῷ γένει καὶ τῇ αὐτῇ διαιρέσει εἶναι ἄτε γένος καὶ τὸ εἶδος· τῆς γὰρ αὐτῆς φύσεως δεῖ ἄμφω εἶναι. [*](1 ὑπάρχειν a 2 δὴ A: δὲ aBP τὸ λευκὸν Β 3 τῆ αὐτοκινήσει A: ἡ αὐτοκινησία omisso ὃ Β ὑπάρχει P: ὑπάρχειν ἔκειτο ΑΒ: ἔκειτο γένος a ὃ alteruin scripsi: ὁ aAP: w ὁ Β 4 ἔκειτο P: ἁρμόζει aB: ἁρμόζοι Α 5 ἡ oorr. ex εἰ P2 6 τε aheruin aBP: oin. Α 7 τούτους Α 8 τε prius aBP: om. Α πᾶσιν A ὑπάρχει dflevi II γὰρ oni. B αὐτὸ B 11 τῶν ἐκείνων Α 12 οἷόν τε ὑπάρχειν τε καὶ μὴ aP 13 κινοῦνται A 14 οἴων AB: οἷόν aP τε alterum mil. Β 15. 16 ὑπάρχοι οὕτως Z 16 post ἀχώριστον ras. 16 lit. P 18 εἰρημένου aP 19 post alteriun quoque τοιοῦτον add. καὶ aAB 20 ὅτι—συμβεβηκότος (22) otn. A ante γένος add. τὸ B 22 γὰρ add. P2 24 αὐτοκινεῖν Β 24. 25 αὐτῶ ὑπάρχειν τὲ καὶ μὴ Β 26 αὑτόν αὐτοῖς A) καὶ αἰσθάνεσθαι aAP: αἰσθάνεσθαι αὐτὸ Β ταὐτὸν τὸ Β: τὸ αὑτὸ aAP 27 τό om. A 21) ἐν τῆ τοιαύτη ΑΒ γένει om. B 30 εἶναι piius om. Α, post εῖδος transposuit H τό τε γένος τὸ γένος τε A: τό τε γεγονὸς a) καὶ τὸ εἶδος aAP: τε τὸ εἶδος καὶ τὸ γένος Β)

300
εἰ δὴ τὸ ἀποδεδομένον γένος τινὸς ὑπ’ ἄλλην κατηγορίαν εἴη καὶ ὑπ’ ἄλλην τὸ εἶδος οὗ ὡς γένος ἀπεδόθη, οὐκ | ἔσται τὸ ἀποδεδομένον γένος· εἰ γὰρ τὸ μὲν [*](155) οὐσία εἴη, ὡς ἡ χιὼν καὶ ὁ κύκνος, τὸ δὲ ποιόν, ὡς τὸ λευκόν, οὐχ οἷόν τε τὸ λευκὸν εἶναι γένος χιόνος ἢ κύκνου. διὰ ταῦτα δὲ οὐδὲ τῆς ψυχῆς ἡ κίνησις ἂν εἴη γένος, εἴ γε ἡ μὲν ψυχὴ οὐσία, ἡ δὲ κίνησις οὐκ οὐσία ἀλλ’ ἢ πάθος τι καὶ ποιότης ἢ πρός τι ἡ ποσόν. ἀλλ’ οὐδὲ τῆς ἐπιστήμης τὸ ἀγαθὸν ἂν εἴη γένος ἡ τὸ καλόν, εἴ γε τὸ μὲν καλὸν ποιόν, ἡ δὲ ἐπιστήμη τῶν πρός τι. ἐπιζητήσαι δ’ ἄν τις πῶς ἡ ἐπιστήμη γένος ἔσται γεωμετρίας καὶ μουσικῆς καὶ τῶν ἄλλων ἐπιστημῶν, εἴ γε ἡ μὲν ἐπιστήμη πρός τι, ἐκεῖναι δὲ ποιότητες. ἢ οὐδὲν κωλύει τὴν ἐπιστήμην καὶ ποιότητα εἶναι ἕξιν οὖσαν καὶ πρός τι καὶ εἶναι αὐτήν, καθ’ ὃ ποιότης ἐστί, γένος τῶν προειρημένων. ὁμοίως καὶ ἡ ἀρετὴ σωφροσύνης καὶ ὰνδρείας γένος οὐ καθ’ ὃ πρός τι ἀλλὰ καθ’ ὃ ποιότης. καὶ ἴσως ἐπὶ τοῦ πρός τι τοῦτο ἐνδέχεται μόνον τῷ τὸ πρός τι σχέσιν τινῶν σημαίνειν † ἅτινα, ὧν ἡ σχέσις πρός τί ἐστιν, οὐκέτι ἐκεῖνα πρός τι. συμβαίνει γὰρ ὑπὸ δύο πίπτειν γένη κατὰ τοῦτο τὰ πρός τι, ὑπὸ μὲν τὸ πρός τι κατὰ τὴν σχέσιν, ὑπὸ δὲ ἄλλο τι, ὑφ’ ὅ ἐστιν ἐκεῖνα χωρὶς τῆς σχέσεως λαμβανόμενα, κατὰ τὴν αὑτῶν φύσιν. ὂν γάρ τι πρῶτον, ἔπειτα τὴν πρὸς ἄλλο σχέσιν ἔχει· διὸ καὶ ὑπ’ ἐκεῖνο τὸ γένος ἔσται. οὐδὲν δὴ κωλύει καὶ τὸ ἀγαθὸν ὑπὸ τὴν ποιότητα ὂν ἢ τὸ καλὸν γένος εἶναι τῆς ἐπιστήμης, καθ’ ὅσον καὶ ἡ ἐπιστήμη ποιότης καὶ αὐτή. ὡς γὰρ πρός τι οὖσα ἡ ἐπιστήμη γένος ἐστὶ τῶν ὑπ’ αὐτήν, γεωμετρίας καὶ μουσικῆς καὶ τῶν ἄλλων οὐ πρός τι ὄντων, τῷ μὴ κατὰ τὸ πρός τι γένος αὐτῶν εἶναι, οὕτως οὐδὲν κωλύει πάλιν τῆς ἐπιστήμης οὔσης πρός τι γένος εἶναι ἢ τὸ ἀγαθὸν ἢ τὸ καλὸν ὄνια ποιά, οὐ καθ’ ὃ πρός τί ἐστιν ἡ ἐπιστήμη, γενῶν αὐτῆς τούτων λαμβανομένων, ἀλλὰ καθ’ ὃ ποιόν· οὐ γὰρ πρός τι μόνον ἡ ἐπιστήμη. διὸ χρὴ ἐπὶ τῶν ἄλλων γενῶν παραφυλάττειν τοῦτο· οὐ γὰρ οἷόν τέ ἐστι κατ’ ἐκείνας τὰς κατηγορίας ὑπὸ πλείους τὸ αὐτὸ εἷναι. δεικνύοις δ’ ἄν ὁρμώμενος ἀπὸ τοῦ τόπου τούτου ὅτι μηδὲ ἡ σιμότης ῥίς ἐστι κοίλη, εἴ γε ἡ μὲν ῥὶς οὐσία, ἡ δὲ σιμότης οὐκ οὐσία ἀλλὰ ποιότης· πάθος γάρ τι ἡ σιμότης· διὸ εὐλογώτερον αὐτὴν κοιλότητα λέγειν ἐν ῥινί. δεικνύοιτο δ’ ἄν μηδὲ ὁ ψόφος ἢ ἡ φωνὴ ἀὴρ πεπληγώς, εἴ γε ὁ μὲν ἀὴρ [*](1 δὴ] post δ ras. 1—2 lit. P ἀποδιδόμενον Α εἶναι Β 2 οὗ ὡς ἀπεδόθη aBP: om. AHZ οὐκ ἔσται] οὐ κεῖται Β γένος] γεγονός a post γένος add. τινός A εἰ om. Α 4 δὲ om. B 7 ἄν om. Α ποιόν aAP: ποιότης Β 10 ποιότης Α οὐδὲ Α 12 τῶν προειρημένων γένος P 14 fort, μόνου ἅτινα—18 φύσιν sic restituerim: πρός τινα· ὧν <οὖν>—οὐκέτι ἐκεῖνα χωρὶς τῆς σχέσεως λαμβανόμενα πρός τι—ὑπὸ δὲ ἄλλο τι ὑφ’ ὅ ἐστιν ἐκεῖνα] κτὰ τὴν αὐτῶν φύσιν 15 ἐκεῖνα οὐκέτι Β συμβαίνειν a: σημαίνει B 16 γένη πίπτειν B τὸ scripsi: τὰ libri τὴν om. Β 18 αὐτῶν libri πρὸς] εἰς B ἄλληλα Α 19 δὲ B 20 ὂν ex εἶναι corr. ’ 22 καὶ prius om. Α: καὶ xitrumque om. P 24 πάλιν om. B post γένος add. οὖσα B 25 ἡ om. P γενῶν(ῶν in ras. P2) αὐτῆς aP:γένος αὐτῶν AB τούτων om. B ἡ om. B 29 τούτου om. B 32 δεικνύοιτ’ ἄν Β ἀνὴρ (post μὲν) Α)
301
οὐσία, ὁ δὲ ψόφος οὐκ οὐσία· πάθος γάρ τι καὶ ποιότης· ἀλλὰ εύλογώτερον λέγειν αὐτὸν πληγὴν ἐν ἀέρι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν μόνον χρήσιμος· εἰ μὲν γὰρ μὴ εἴη ὑπὸ τὴν αὐτὴν διαίρεσιν τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, οὐκ ἄν εἴη γένος τὸ κατηγορούμενον· οὐ μέντοι, εἰ ἄμφω εἴη ἐκ τοῦ αὐτοῦ γένους, ἤδη ἀνάγκη τὸ ἕτερον τοῦ ἑτέρου γένος εἶναι.

[*](p. 121a10)

Πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος.

Τί μέν ἐστι μετέχειν, αὐτὸς ἐδήλωσε· τὸ γὰρ ἐπιδέχεσθαι τὸν τοῦ μετέχεσθαι λεγομένου λόγον μετέχειν ἐστὶν αὐτοῦ. τὸ δὲ τιθέμενον ἐν τῷ γένει ἐστὶ τὸ εἶδος, οὗ τὸ ἀποδιδόμενον ὡς γένος ἀποδίδοται. ἐπεὶ τοίνυν κεῖται τὰ μὲν εἴδη τὸν τῶν γενῶν ἐπιδέχεσθαι λόγον, τὰ δὲ γένη τὸν τῶν εἰδῶν οὐκέτι, τὰ μὲν εἴδη μετέχοι ἄν τῶν γενῶν, οὐκέτι δὲ καὶ τὰ γένη τῶν εἰδῶν. οὕτως τοίνυν τούτων ἐχόντων, εἰ τοῦ τεθέντος ὡς ἐν γένει τινὶ τὸ κατηγορηθὲν ὡς γένος αὐτοῦ τὸν λόγον τε καὶ ὁρισμὸν ἢ ἐπιδέχεται ἢ οἷόν τε ἐπιδέχεσθαι, οὐκ ἄν εἴη γένος τὸ εἰλημμένον. οἷον ἄν λέγῃ τις τοῦ ὄντος γένος τὸ] τι εἶναι ἢ τοῦ ἑνός· τὸ γὰρ τούτων τινὸς ἀποδοθὲν ὡς γένος πάντως ἐπιδέξεται τόν τε τοῦ ὄντος λόγον καὶ τὸν τοῦ ἑνός· πᾶν γὰρ τὸ ἐν ὑπάρξει ὂν καὶ ὂν καὶ ἕν ἐστιν. οὕτω δεικνύοις ἂν ὅτι μὴ καλῶς τὸ τὶ οἱ ἀπὸ τῆς Στοάς γένος τοῦ ὄντος τίθενται· εἰ γὰρ τί, δῆλον ὅτι καὶ ὄν· εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον. ἀλλ’ ἐκεῖνοι νομοθετήσαντες αὑτοῖς τὸ ὂν κατὰ σωμάτων μόνων λέγεσθαι διαφεύγοιεν ἄν τὸ ἠπορημένον· διὰ τοῦτο γὰρ τὸ τὶ γενικώτερον αὐτοῦ φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον ἀλλὰ καὶ κατὰ ἀσωμάτων. ἀλλ’ ἐπεὶ γενικώτατον τὸ τί, εἴη ἂν ὑπ’ αὐτὸ καὶ τὸ ἕν· ἀλλ’ ἔστι καὶ τοῦ τινὸς αὐτοῦ τὸ ἓν κατηγορῆσαι· ὥστε οὐ γένος τὸ τὶ τοῦ ἑνός, ἐπιδεχόμενον αὐτοῦ τὸν λόγον. δεικνύοις ἂν οὕτως μηδὲ τοὐ ἀριθμοῦ τὸ πλῆθος γένος ὄν· καὶ γὰρ τὸ πλῆθος ἀριθμός, ·καὶ ἐφαρμόζει αὐτῷ ὁ τοῦ ἀριθμοῦ λόγος. εἰ δὲ τοῦτο, οὐ καλῶς οἱ ὁριζόμενοί φασι τὸν ἀριθμὸν πλῆθος μονάδων· καὶ γὰρ αὐτὸ τὸ πλῆθος μονάδες εἰσὶ πολλαί. τοῦ δὲ ὄντος καὶ τοῦ | ἑνὸς εἶπε λόγους καὶ ὁρισμοὺς εἶναι, ἤτοι κοινότερον [*](156) καὶ ἐνδοξότερον, ἢ ὅτι ἀρέσκει αὐτῷ τῶν οὕτω πολλαχῶς λεγομένων, ὡς λέγεται τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, καὶ ὁρισμοὺς εἶναι (τοιαῦτα δὲ τό τε [*](3 μὴ add. P2 4 τὸ κατηγορούμενον γένος B 5 ἤδη] εἴδη Β 7 εἰ ἀνάγκη add. P2 ante ἡ add. ἡ Β 10 λεγομένου] λεγο in ras. —5 litteranun, quarum prima fuit δ, P2 12 τὸν superscr. B 13 τὸν om. Β 14 εἰ ΑΒ: ἄν aP 16 ἐπιδέχεται Β: ἐπιδέχηται aAP 17 λέγοι Β τὸ prius delevi post τί add. ἢν a 18 πάντως om. B 20 οἱ] ὃ Β τοῦ γένους τοῦ Α 21 εἰ prius] τὸ P 22 κατὰ] καὶ Β 23 τοῦτο in τούτου mutavit P2 24 κατὰ alterum om. aP 25 ἀλλ’ ἐπεὶ aBP: ἐπεὶ δὲ Α 26 τὸ τὶ] τοῦ Β post ἑνὸς add. μὴ Β 27 ἑαυτοῦ Α, Ppr. 28 ἀριθμοὶ P 29 φασι oin. P 32 τῶν οὕτω om. Β 33 τε prius om. Β καὶ alterum in mrg. P3)

302
ὂν καὶ τὸ ἕν), ἢ ὅτι κατὰ τοὺς ἀποδιδόντας τούτων τι ὡς γένος, κατ’ ἐκείνους εἴη ἂν καὶ τούτων γένη.

[*](p. 121 a 20)

Ἔτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή.

[*](5)

Ἐπεὶ τὸ γένος τοῦ οἰκείου εἴδους καθ’ ὑποκειμένου κατηγορεῖται, ἀνάγκη αὐτὸ καὶ ὧν τὸ εἶδος τὸ ὑπ’ αὐτὸ κατηγορεῖται, καὶ τούτων κατηγορεῖσθαι. μέρος γάρ πως τὸ εἶδος τοῦ γένους ἐστί· τὰ δὲ τῶν μερῶν μέρη καὶ τῶν ὅλων ἐστὶ μέρη. ὅταν οὗν τι ὡς γένος τινὸς ἀποδεδομένον ῇ, χρὴ ἐπισκέπτεσθαι καὶ εἰ ὧν τὸ ὑποκείμενον ὡς εἶδος κατηγορεῖται, πάντων καὶ τὸ ὡς γένος ἀποδεδομένον κατηγορεῖτασι· ἂν γὰρ μὴ κατὰ πάντων κατηγορῆται, οὐκ ἔσται γένος τούτου. οὕτω δειχθήσεται τοῦ δοξαστοῦ μὴ ὂν γένος μήτε τὸ ὂν μήτε τὸ ἓν μήτε τὸ ἐπιστητόν, ἐπεὶ τὸ μὲν δοξαστὸν καὶ ἐπὶ τοῦ μὴ ὄντος κατηγορεῖται (δοξάζομεν γὰρ καὶ περὶ τοῦ μὴ ὄντος ὅτι οὐκ ἔστιν, ὡς εἶπε καὶ ἐν τῷ Περὶ ἑρμηνείας “δόξα γὰρ αὐτοῦ ἐστιν, ὅτι οὐκ ενστιν”), οὐ μὴν τὸ ὂν ἢ τὸ ἓν ἢ τὸ ἐπιστητὸν ἔτι κατὰ τοῦ μὴ ὄντος ἀληθεύεται. δεικνύοιτο δ’ ἄν οὐδὲ τῆς ἡδονῆς γένος ὃν τὸ ἀγαθόν, ὅτι ἡ μὲν ἡδονὴ καὶ κατὰ τῆς τῶν ἀκολάστων· ἀληθεύεται, τὸ δὲ ἀγαθὸν οὔ. ἀλλ’ οὐδὲ ἡ ἐπιστήμη γένος ἄν εἴη τῆς ἀρετῆς, ὅτι ἡ μὲν ἀρετὴ καὶ κατὰ τῶν ἐδεχομένων ἄλλως ἔχειν (περὶ γὰρ τὰ τοιοῦτα ἡ ἠθικὴ ἀρετή), ἐπιστήμη δὲ κατ’ οὐδενὸς τῶν ἐνδεχομένων ἄλλως ἔχειν ὰληθεύεται. ἔστι δὲ ὁ τόπος ἀνασκευαστικὸς καὶ αὐτός.

[*](p. 121 a 27)

Πἀλιν εἰ μηδενὸςτῶν εἰδῶν ἐνδέχεται μετέχειν.

Ἐπεὶ τὰ γένη διαιρεῖται εἰς τὰ προσεχῆ εἴδη, διαιρεῖται δὲ καὶ τὰ ὑπὸ τὸ γένος εἴδη πάλιν καὶ αὐτὰ ὄντα γένη τινῶν (οὐδὲν γὰρ κωλύει εἴδη τινῶν ὄντα ἄλλων πάλιν αὐτὰ εἶναι γένη, ὡς ἔχει τὸ ὄρνεον, μὴ εἰς γένη ἀλλ’ εἰς ετῃο τοῦτ’ ἔστι τὸν κόρακα καὶ τὰ ὅμοια, διαιρούμενον, ταῦτα δὲ πάλιν εἰς τὰ ἄτομα πάντα), δῆλον ὅτι τὰ ὑπὸ τὸ γένος ὄντα μὴ κατὰ τὴν ἓν καὶ τὸ ὂν [*](1 καὶ τὸ ἓν ΑΒ: μὴ τὸ ἓν (superscr. P3) ἔτι — ἀληθεύεται (e vs. 3, sed pleraque perierunt) P: om. a post τούτων add. τὸ aB 2 ἄν εἴη Β τούτων sciipsi: ταῦτα libri 5 τοῦ οἰκείου εἴδους τὸ γένος A 7 τὰ τῶν δὲ μερῶν Α 8 τινὸς aBP: αὐτῶν Α ἀποδεδομένον aP2 cf. vs. 10: ἀποδιδόμενον ABP’ 9 ἡ post 8 τι transposuerunt aBP ὧν om. Β κα(??)ύμενον B 10 πάντως καὶ Β μὴ κατὰ πάντων aB: κατὰ πάντων μὴ AP 11 τοῦτο H 12 ἐπεὶ ΑΒ: ἐπειδὴ aP 14 Περὶ ἑρμηνείας] c. 11 p. 21 a 53: δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι έστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν 14. 15 ἐστιν αὐτοῦ a 18 ἡ prius om. Α 19 περὶ— ἔχειν (20) AZ: om. aB et signo appicto P 23 ἐπεὶ in ras. 6 lit., qiiarutn prima fuit ὁ, P2 τὰ γἐνη om. P1: ante εἰς add. P2 δὲ aBP1 : γὰρ P2: om. AB 24 καὶ (in mvg.) αὐτὰ ὄντα corr. P2 γὰρ superscr Β 25 ὄντων Bpr. 27 ἄτομα aBP: ὅμοια Α post ὅτι add. καὶ aP2)

303
πρώτην διαίρεσιν ἀλλ᾿ ὑπό τι τῶν τοῦ γένους εἰδῶν ἀναγκαῖον τῶν εἰδῶν τινος μετέχειν καὶ ἀναδέχεσθαι τὸν τῶν εἰδῶν λόγον τῶν ὄντων ὑπὸ τὸ γένος τὸ ἀποδεδομένον. τὰ μὲν γὰρ προσεχῆ τοῖς γένεσιν εἴδη μόνων τῶν γενῶν μετέχει καὶ τὸν τούτων μόνων ἐπιδέχεται λόγον· τὰ δὲ μὴ προσεχῆ ἀλλὰ πλέον ἀφεστῶτα πρῶτον εἴδους τινὸς τῶν ὑπὸ τὸ γένος ὄντων ἀγαγκαῖον αὐτὰ ἐπιδέχεσθαι λόγον, εἰ μέλλοι γένος αὐτῶν τὸ ἀποδοθὲν εἶναι. ἂν δή τι ώς γένος τινὸς ἀποδοθῇ, ζητητέον εἰ τοῦτο, οὖ τὸ γένος ἀπεδόθη, μήτε κατὰ τὴν πρώτην διαίρεςίν ἐστι τοῦ ἀποδεδομένου γένους μήτε τινὸς τῶν εἰδῶν ἀυτοῦ μετέχει· ἂν γὰρ οὕτως ἔχῃ, ἀδύνατον αὐτοῦ γένος εἷναι τὸ ἀποδεδομένον. οὗον εἰ λέγοι τις τὴν ἡδονὴν ἐν γένει εἷναι τῇ κινήσει, ἐπεὶ μὴ κατὰ τὴν πρώτην διαίρεσιν τῆς κινήσεώς ἐστιν ἡ ἡδονή (διαιρεῖται γὰρ προσεχῶς ἡ κίνησις εἴς τε τὴν κατὰ τόπον καὶ εἰς τὴν κατὰ ποςὸν καὶ εἰς τὴν κατὰ ποιότητα καὶ εἰς τὴν κατ᾿ οὐσίαν, ἀλλ᾿ οὐκ εἰς ἡδονήν), δεῖ τὴν ἡδονήν, εἰ ἔστιν ὑπὸ τὸ γένος, τὴν κίνησιν, τούτων τινὸς μετέχειν τῶν εἰδῶν τῆς κινήσεως καὶ εἶναι ἢ ὑπὸ τὴν κατὰ τόπον μεταβολὴν ἢ ὑπὸ τὴν κατὰ ποςὸν ἢ ὑπὸ τὴν κατὰ ποιότητα ἢ ὑπὸ τὴν κατ᾿ οὐσίαν· κείσθωσαν γὰρ νῦν καὶ ἡ γένεσις, καὶ ἡ φθορὰ κινήσεις εἰναι. ἄν δὴ ὑπὸ μηδεμίαν τούτων ᾗ, οὐδ᾿ ἂν ὑπὸ τὴν κίνησιν ὡς ὑπὸ γένος εἴη. κοινότερον δὲ νῦν εἴδη τῆς κινήσεως λέγοιτ᾿ ἂν τὰ εἰρημένα· οὐ γὰρ γένος ἡ κίνησις, ἀλλὰ τῶν πολλαχῶς λεγομένων. ἀλλὰ μὴν ἡ ἡδονὴ οὔτε φορά ἐστιν οὐδὲ ἐπιδέχεται τὸν τῆς τοιαύτης κινήσεως λόγον. οὔτε αὔξησις ἤ μείωσις, οὔτε ἀλλοίωσις, οὔτε γένεσις ἢ φθορά· οὐδὲ κίνησις ἄρα. ὅτι μὲν γὰρ οὐκ ἔστι φθορὰ οὐδὲ αὔξησις ἢ μείωσις, πρόδηλον. ἀλλ᾿ οὐδὲ γένεσις ἢ φθορά· οὐ γὰρ κατ᾿ οὐσίαν ἐστὶ μεταβολή. ἀλλ᾿ οὐδὲ οὕτως γένεσις, ὡς λέγεται ἡ ἀναπλήρωσις· οὐ ταὺτὸν γοῦν τό τε ἡδόμενον καὶ τὸ ἀναπληρούμενον· ἡ μὲν γὰρ ἀναπλήρωσις σωμάτων ἐστίν, ἡ ἡδονὴν δὲ τῆς ψυχῆς. ἔτι οὐδὲ πᾶσα ἐπὶ ἀναπληρώσει· αἱ μὲν γὰρ ἐπὶ ἀναπληρώσει προλυπηθεῖσιν ἐπιγίνονται, οὐ πᾶσα δὲ ἡδονὴ προλυπηθέντων. ἀλλ᾿ οὐδὲ ἀλλοίωςίς ἐστιν ἡ ἡδονὴ κατὰ πάθος οὗσα μεταβολή, ὡς ἂν δόξαιαιεν· οὐ γάρ, εἰ πάθος, ἤδη καὶ κατὰ πάθος μεταβολή. οὐ γὰρ ταὐτόν· ἡ γοῦν [*](1 τι aBP: τὴν A 1.2 τινος τῶν εἰδῶν A 3 μόνων AB: μόνον aP 4 γενῶν] hinc iterum D μόνων AD: μόνον aBP 5 πλεῖον AP 7 ζητεῖται A 9 αὐτοῦ B: αὐτὸ aADP 10 εἴναι prius om. A 11 ἡ om. A 12 κατὰ τὸ ποιὸν D 13 ante ποσὸν add. τὸ BD, sed cf. vs. 16 εἴς—ποιότητα] κατὰ τόπον D 14 fort. ὑπὸ [τὸ] γένος τὴν 15 εἰδῶν om. P 16 ante ποσὸν add. τὸ A ὑπὸ τὴν καὰ alterum om. aP 17 ὁποκείσθωσαν B post γὰρ add. καὶ AB 18 ᾖ om. AD γένος] γεγονὸν (sic) a 19 εἴη scripsi: οὕτε A 22 οὐδε— φθορά(24) om. A 23 φορὰ B, Peorr.: φθορὰ aD, Ppr. 24 ἐστὶ om. B 25 post γένεσις add. ex vv. 23—25 ἀλλ᾿ οὐδὲ—γένεσις A λέγει A ἢ (post λέγεται) P 26 post ἀναπλ. add. τί Α 27. 28 ἡ ἡδονὴ δὲ τῆς ψυχῆς D: τῆς ψυχῆς δὲ (τῆς δὲ ψυχῆς a) ἡ (superser. P1) ἡδονὴ aABP 28 ἔτι—30 ἡδονὴ om. B 30 κατὰ] καὶ τὸ B 31 ante μεταβολή add. ἡ aABP οὐ γὰρ ταυτόν om. P)
304
λευκότης πάθος ὂν οὐκ ἔστιν ἀλλοίωσις, ἀλλ’ | ἡ λεύκανσις· οὐ ταὐτὸν [*](157) δὲ λευκότης καὶ λεύκανσις· ὁμοίως δὲ οὐδὲ ἡ θερμότης ἀλλοίωσις, ἀλλὰ ἡ θέρμανσις· αὕτη γάρ ἐστιν ἡ μεταβολή. οὕτω τοίνυν οὐδ’ ἡ ἡδονὴ ἀλλοίωσις, ἐπεὶ πάθος· οὐ γὰρ τὸ πάθος ἀλλοίωσις· ἀλλὰ κατὰ πάθος τὴν ἡδονὴν εἴη τις ἄν ἀλλοίωσις, εἴπερ ἄρα, μεταβολὴ εἰς ἡδονὴν. οὖσα, ἀλλ’ οὐχ ἡδονὴ ἡ μεταβολή.

[*](p. 121a36)

οὐδὲ τῶν ἀτόμων.

Eἰπὼν ὅτι μὴ εἶδος ἡ ἡδονὴ τῆς κινήσεως, προσέθηκεν ὅτι ἀλλ’ οὐδὲ τῶν ἀτόμων τι τῶν· ὑπὸ τὴν κίνησιν ἡ ἡδονή· ὑπὸ γὰρ τὰ εἴδη τῆς κινήσεως τὰ ἄτομα τὰ ἐν αὐτῇ. εἰπὼν δὲ οὐδὲ τῶν ἀτόμων, ἐκ παραλλήλου εἶπε τὸ οὐδὲ τῶν ὑπὸ τὸ εἶδος τῆς κινήσεως ὄντων· πάντα γὰρ τὰ ἐν κινήσει ἄτομα. οεικνυοιτ ἂν μηοε τῆς ψύχης ὁ ἀοιθ- μὸς γένος ὤν· οὔτε γὰρ ὑπὸ τὴν πρώτην διαίρεσιν τοῦ ἀριθμοῦ ἡ ψυχή πρώτη γὰρ ἀριθμοῦ διαίρεσις τὸ περιττὸν καὶ τὸ ἄρτιον, ἀλλ’ οὐ ψυχὴ ἢ περιττὸν ἢ ἄρτιον), οὐδὲ τούτων τινὸς ἡ ψυχὴ μετέχει· οὕτε γὰρ τὸν τοῦ περιττοῦ οὔτε τὸν τοῦ ἀρτίου λόγον ἐπιδέχεται. ἀλλ’ οὐδὲ τὸ σημεῖον ἢ τὸ νῦν ποσά, τῷ μήτε συνεχές τι αὐτῶν εἶναι μήτε διωρισμένον, εἰς ἃ πρῶτα ἡ τοῦ ποσοῦ διαίρεσις. οὕτως οὐδὲ τοῦ θεοῦ γένος ἄν εἴη τὸ ζῷον, εἰ ὁ θεὸς μήτε πεζόν ἐστι ζῷον μήτε πτηνὸν μήτε ἔνυδρον.

[*](p. 121b1)

Ἔτι εἰ ἐπὶ πλέον λέγεται τοῦ γένους τὸ ἐν τῷ γένει τεθέν.

Ὅτι τὸ γένος ἐπὶ πλέον τοῦ εἴδους λέγεται, γνώριμον· ἂν δὴ τὸ ἀποδοθὲν εἴδους τινὸς γένος ἐπ’ ἔλαττον λέγηται τοῦ εἴδους, δῆλον ὣς ἀδύνατον αὐτὸ ἐκείνου, οὗ ἐπ’ ἔλαττον κατηγορεῖται, γένος εἶναι. οὕτως δεικνύοις ἂν μὴ δυνάμενον τὸ ζῷον τοῦ ἐμψύχου γένος εἶναι· ἐπὶ πλέον γὰρ τὸ ἔμψυχον τοῦ ζῴου, εἴ γε τὸ ἔμψυχον καὶ κατὰ φυτῶν, ἃ οὐκ έστιν αἰσθητικά, ἀλλ’ οὐδὲ τὸ ὂν τοῦ δοξαστοῦ, εἴ γε τὸ δοξαστὸν καὶ κατὰ τοῦ μὴ ὄντος. δοκεῖ δὲ ὁ τόπος οὗτος ὁ αὐτὸς εἶναι τῷ πρὸ ὀλίγου εἰρημένῳ [*](1. 2 οὐ—λεύκανσις om. Α 2 δὲ alterum om. D ἀλλοίωσις om. D 3 οὕτω] οὐ P ἡ alterum om. Α 4 ἐπὶ aP τὸ om. Α ἀλλὰ scripsi: ἀλλ’ ἡ (ut vs. 1) libri 5 τὴν ἡδονὴν D: ἡδονή aABP εἴη τις ἄν scripsi: ἢ εἴ τις εἴ τις in ras. P2) οὖν aBP: ἡ ἡτισοῦν Α: ἡτισοῦν D οὖσαν a 8 ἡ om. Α ὅτι alterum om. B 10 ἄτομα τὰ ἐν αὐτῇ in spatio vacuo relicto P2 τὰ alterum om. aP ἀτόμων] ἀτόπων Brandis Schol. p. 278b 41 ex typothetae videlicet errore, quem corr. Waitz Organ. II p. X 12 post κινήσει add. ὄντα A μηδὲ aAP: μὴ BD 12. 13 ὁ ἀριθμὸς] ὁρισμὸς a 14 τὸ alterum AD: om. aBP 15 ἡ prius om. a: ras. P οὑδὲ] fort. οὗτε 16 τοῦ alteram om. D οὐδὲ B: οὔτε aADP 17 ἢ ΑΒ: οὗτε aD, in ras. P2 19 iramo εἴ x003E; of. p. 255,29, 305,27 22 λέγεται τοῦ εἴδους Β 23 γένος om. Β post γένος add. ὃν D λέγηται B: λέγεται aP: γένηται AD 24 post ἔλαττον ras. 4 lit. P 26 εἰ γὰρ Β 27. 28 καὶ ἐπὶ μὴ ὄντων B 28 δοκεῖ BD: δόξει AP Brandis 1. c. b 45: δόξεις a οὗτος ὁ τόπος Β πρὸ ὀλίγου] p. 121a20)

305
τῷ “ἕτι εἰ κατά τινος τὸ ἀποδοθὲν εἶδος ἀληθεύεται, τὸ δὲ γένος μή”, καὶ μάλιστα, ἐπεὶ καὶ τῷ αὐτῷ παραδείγματι ἐπ’ ἀμφοτέρων κέχρηται. οὐ μὴν ἀλλ’ εἴη ἄν τις αὐτῶν διαφορά. ἐπὶ μὲν γὰρ τοῦ πρώτου ῥηθέντος τόπου οὐ τῷ ἐπὶ πλέον λέγεσθαι τὸ εἶδος τοῦ γένους ἀνῃρεῖτο τὸ γένος, ἀλλὰ τῷ μὴ ἐφ’ ὧν τὸ εἶδος, καὶ τὸ γένος. δύναται δὲ ἐπὶ πλειόνων μὲν λέγεσθαι τὸ ἀποδοθέν τινος ὡς γένος, μὴ μέντοι πάντων κατηγορεῖσθαι καθ’ ὧν καὶ τὸ εἶδος, ἀλλὰ κατ’ ἄλλων τινῶν. τὸ γοῦν συνεχὲς ποσὸν ἐπὶ πλειόνων μὲν κατηγορεῖται τοῦ ποσοῦ τοῦ μὴ ἐξ ἐχόντων θέσιν συγκειμένου· τὸ μὲν γὰρ συνεχὲς κατὰ πέντε, γραμμῆς, ἐπιφανείας, σώματος, τόπου, χρόνου· τὸ δὲ μὴ ἐξ ἐχόντων θέσιν κατὰ τριῶν, ἀριθμοῦ γὰρ καὶ χρόνου καὶ λόγου. οὐ μήν, ὧν τὸ μὴ ἐξ ἐχόντων θέσιν κατηγορεῖται, καὶ τὸ συνεχὲς πάντων· οὔτε γὰρ τοῦ ἀριθμοῦ οὔτε τοῦ λόγου. διὸ οὐχ οιον τε τὸ συνεχὲς αὐτοῦ γένος εἶναι. τὸ δὲ νυν ἀναίρεσιν ποιεῖται τοὺ γένους τῷ ἐπὶ πλέον αὐτοῦ λέγεσθαι τὸ ὡς εἶδος λαμβανόμενον, ὡς τὸ ἔμψυχον τοῦ ζῴου. διὸ καὶ οἰκειότερον ἄν εἴη τούτῳ τῷ τόπῳ μᾶλλον τὸ τοῦ ὄντος καὶ τοῦ δοξαστοῦ παράδειγμα· ἐπὶ πλέον γὰρ τὸ δοξαστόν, εἴ γε καὶ κατὰ τῶν ὄντων πάντων καὶ τῶν μὴ ὄντων. εἰ δὲ μὴ πάντα τὰ ὄντα δοξαστά, ἐκείνου ἄν εἴη τοῦ τόπου τὸ παράδειγμα οἰκεῖον.

[*](p. 121 b 4)

Πἀλιν εἰ ἐπὶ ἴσων.

Καὶ ὁ ἑξῆς δὲ οὗτος τόπος γνώριμος. εἰ γὰρ ἐπὶ ἴσων ἀμφότερα κατηγοροῖτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ ὡς εἶδος ληφθέν, ἀδύνατον γένος τὸ ἀποδοθὲν εἶναι· δεῖ γὰρ ἐπὶ πλέον τὸ γένος εἶναι ὡς περιληπτικόν. διὰ τοῦτο οὔτε τὸ ὂν τοῦ ἑνὸς οὔτε τὸ ἓν τοὐ ὄντος οἷόν τε γένος εἶναι· ἑκάτερον γὰρ αὐτῶν τῷ πᾶσι τοῖς οὖσι παρέπεσθαι ἐπ’ ἴσων κατηγορεῖται. ὁμοίως δεικνύοιτ’ ἄν ὅτι μήτε ἡ ἀρχὴ τοῦ πρώτου μήτε τὸ πρῶτον τῆς ἀρχῆς γένος, εἰ ἥ τε ἀρχὴ καὶ πρῶτον καὶ τὸ πρῶτον ἀρχή. οὕτως τὸ ζῷον τοῦ αἰσθητικοῦ· καὶ γὰρ ταῦτα ἐπ’ ἴσης. οὐ μόνον δὲ τὸ γένος τοῦ εἴδους ἐπὶ πλέον ἀλλὰ καὶ τῆς διαφορᾶς, ὥς φησιν· εὐλόγως· τέμνεται γὰρ τὰ γένη ὑπὸ τῶν διαφορῶν, καὶ ὑπὸ ἑκάστης διαφορᾶς εἶδός τι περι- [*](1 ἀποδοθὲν P (superscr. P1): εἶδος ἀποδοθὲν a 3 μὲν om. A 4 οὐ] καὶ Α ἀνῃρεῖτο Dcorr.: ἀνῄρητο aBP et, ut videtur, Dpr.: ἀνήρηται Α 4. 5 εἶδος A 5 post δὲ add. καὶ Α πλέον Α 6 μὲν] μὴ Β itemque vs. 9 λαμβάνεσθαι Α 7 καὶ om. P 10 χρόνου, σώματος, τόπου B post τριῶν add. κατ’ Β 11 καὶ λόγου καὶ χρόνου Α θέσιν ex corr. add. D 13 τὸ prius om. Α γένος αὐτοῦ Β 14 ἐπὶ ex ὡς sive ὡς ex ἐπὶ corr. Β 15 τὸ superscr. P 17 καὶ prius om. Α πάντων τῶν ὄντων Β τῶν alteram om. Α τῶν μὴ ὄντων superscr. P2 20 lemma om. P 21 οὗτος post τόπος transposueruut aB: om. P χρήσιμος Α ἴσων ἀμφότερα] τῶν ἀμφοτέρων corr. (non liquet unde) P2 23 ὥσπερ ληπτικὸν a: περιληπτικὸν P post διὰ add. τοι A 27 εἰ ἥ τε aABD: εἰ δὲ ἡ τε P ἥ τε superscr. P2): fort, εἰ] ἡ τε x003E; ex Arist. scribendum sive εἴ x003E; ἡ τε cf. p. 304,19 28. 29 τὸ εἶδος τοῦ γένους omisso ἐπὶ πλέον D)

306
γράφεται. διὸ καὶ εἶπε στοιχεῖον εἶναι καὶ ἀρχὴν τῶν τοιούτων τόπων τὸ ἐπὶ πλέον ὀφείλειν λέγεσθαι τὸ γ·ένος τοῦ εἴδους καὶ τῆς διαφορᾶς.

[*](p. 121 b 15)

Ὁρᾶν δὲ καὶ εἴ τινος τῶν ἀδιαφόρων τῷ εἴδει μή ἐστι τὸ εἰρημένον γένος μὴ δόξαι ἄν.

Ὁ τόπος εἰ τὸ ἀποδοθέν τινος ὡς γένος τῶν ὁμοειδῶν αὐτῷ ἀδιαφόρων | κατ’ εἶδος εἰ] μὴ εἴη γένος, οὐδ’ ἂν. τούτου, οὗ ἀπεδόθη ὡς [*](158) γένος, εἴη γένος· πάντα γὰρ τὰ ἀδιάφορα κατ’ εἶδος ἀλλήλοις ὑπὸ ταὐτὸν γένος. οἷον εἴ τις τὸ μέλαν τοῦ Αἰθίοπος γένος λέγοι, ἐπεὶ ἀδιάφοροι κατ’ εἶδος οἱ Αἰθίοπες ἄνθρωποι τοῖς Γαλάταις, διότι καὶ πάντες ἄνθρωποι ἀλλήλοις, μὴ κατηγορεῖται δὲ τῶν Γαλατῶν τὸ μέλαν, οὐδ’ ἄν τῶν Αἰθιόπων ὡς γένος κατηγοροῖτο. δεῖ δ’ ἐν ἀτόμοις εἴδεσι ζητεῖν τὸ εἰρημένον εἰ ἔστιν· ἐπεὶ ἐπί γε τῶν ὡς γενῶν εἰδῶν οὐδὲν κωλύει τινὸς τῶν ὑπὸ τὸ εἶδος γένος τι ληφθῆναι μὴ πάντων ὂν τῶν ὁμοειδῶν αὐτῷ γένος.· τὰ γὰρ πτηνὰ ζῷα ὁμοειδῆ μὲν πάντα ἀλλήλοις, καθ’ ὃ πτηνά· γένος μέντοι τὸ σχιζόπτερον ἀετοῦ ἐστιν, οὐ πάντων ὂν τῶν πτηνῶν γένος. ἡ εἰ γένος ἀετοῦ ἀπεδόθη δεῖ τῷ ἀετῷ, καθ’ ὃ ἀετός, ζητεῖν τι ὁμοειδές, οὐ καθ’ ὃ πτηνόν· εἰ μὲν γὰρ ἐπὶ πτηνῶν ἀπεδόθη, ἐπὶ πτηνῶν ἔδει ζητεῖν, εἰ δὲ ἀετοῦ, ἐπὶ ἀετῶν. εἴη δ’ ἄν οὗτος ὁ τόπος ὑπὸ τὸν πρῶτον τῶν εἰρημένων ἐν τούτῳ τῷ βιβλίῳ, δι’ οὗ ἠξίου “ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ” τοῦ ζῴου] οὗ γένος ἀπεδόθη· ἄν γάρ τινι αὐτῶν μὴ ὑπάρχῃ, οὐδ’ ἄν τούτου γένος εἴη· εἰ γάρ τις ἡδονὴ μὴ ἀγαθόν, οὐδ’ ἄν τινος ἡδονῆς τὸ ἀγαθὸν εἴη γένος. ἢ ἐκεῖ μὲν ἁπλῶς ἀποδοθέντος τοῦ γένους ὡς πᾶσιν ὑπάρχοντος ἠξίου ἐπὶ τὰ ὁμοειδῆ βλέπειν, εἴ τινι ἐξ αὐτῶν μὴ ὑπάρχει· ἐνταῦθα δέ, εἰ καὶ ἀφορίσας τινὰ τῶν ἐκ τοὐ αὐτοῦ εἴδους καὶ χωρίσας ἐκείνων γένος λέγοι τοῦτο τὸ ἀποδεδομένον, ἀξιοῖ δείξαντας καὶ τἆλλα, καθ ὧν οὐ κατηγορεῖται τὸ ἀποδοθὲν γένος, ὁμοειδῆ τοῖς ὧν ἀποδέδωκε τὸ γένος, οὕτως τὸ γένος ἀναιρεῖν. οὕτως γὰρ ὅτι μὴ τῶν ἀτόμων γραμμῶν ἐστι γένος τὸ ἀδιαίρετον δεικνύοιτ’ ἄν, οὐχ ὡς ἀποδοθέντος μὲν πασῶν τῶν γραμμῶν γένους τοῦ ἀδιαιρέτου, οὐκ ἐφαρμόζοντος δὲ αὐτοῦ πάσαις, [*](1 περιγράφεται] π λόγ Α 2 τὸ εἶδος τοῦ γένους Β 3 τῶ om. Arist. (sed habent Ccuf) 4 δόξαι AD (ABP): δόξαιεν Β: δόξειεν aP Arist. 5 adde τοιοῦτος sive οὗτος cf. p. 266,15, 267,27 6 εἰ ABDP: om. a 8 λέγοι BD: λέγει aAP ἀδιάφορα Α 9 ταῖς Α 10 post μέλαν add. (sed deletum videtur) ὡς γένος D 12 τινὸς post 13 εἶδος transposuit D 13 γένος prius in ras. P 14 πάντα om. B ἀλλήλοις ex corr. add. D 15. 16 ἢ εἰ γένος ἀετοῦ in ras. P 15 εἰ om. Α: εἰς D 16 ἀετοῦ aDP: αὐτοῦ Α, Bpr.: αὐτῶ Bcorr. δεῖ—ἀπεδόθη (17) om. defectus signo posito P ἀετός] ἀετῷ A τι AD: τὸ aBP 18 ante ἀετοῦ add. fort, recta ἐπὶ B, ἐπεὶ a τὸν] τὸ Β 18. 19 τῶν εἰρημένων D Waitz Organ. II p. Χ: τὸν εἰρημένον aABP 19 διὸ B ἠξίου] p. 120b16 ξυγγενῆ Β 20 τοῦ ζῴου delevi οὐ scripsi: ὦ Β: ὧν 23 ἐξ om. aP ὑπάρχῃ aB 24 ἐξ αὐτοῦ αὐτοῦ B 25 ἐκείνω B τούτων aB ἀποδιδόμενον aBP 26 οὐ om. B ἀπέδωκε B 27 οὕτε (ante τὸ) Β 28 ante γένος· add. τὸ Β πᾶσιν Α)

307
ἀλλ’ ὅτι ὧν ἀπέδωκε γένος αὐτό, αὗται ὁμοειδεῖς εἰσι ταῖς διαιρεταῖς· πᾶσα γὰρ γραμμὴ πάσῃ ὁμοειδής· πασῶν δὲ οὐχ οἷόν τε τὸ ἀδιαίρετον κατηγορεῖν. ἀνασκευάζειν μὲν οὖν οὕτως ἔστι· κατασκευάζειν δὲ δείξαντας ἑνός τινος τῶν ὁμοειδῶν τὸ ἀποδεδομένον γένος. εἰ γὰρ ἑνός, ἀνάγκη καὶ πάντων· εἰ γὰρ τοῦ Γαλάτου ἀνθρώπου γένος, εἴη ἄν καὶ πάντων, ἐπεὶ πάντες ἄνθρωποι ἀδιάφοροι κατ’ εἶδος ἀλλήλοις.

[*](p. 121b24)

Σκοπεῖν δὲ καῖέ τι ἄλλο γένος ἐστὶ τοῦ ἀποδοθέντος εἴδους.

Ἐπεὶ μὴ δοκεῖ δύνασθαι τοῦ αὐτοῦ γένη δύο εἶναι, εἰ μὴ εἴη τὸ ἕτερον αὐτῶν ὑπὸ τὸ ἕτερον διὰ τοῦτο γὰρ τοῦ ἀετοῦ καὶ τὸ ὄρνεον καὶ τὸ ζῷον γένη, ὅτι τὸ ὄρνεον ὑπὸ τὸ ζῷόν ἐστι), φησὶ δεῖν, ὅταν τι ὡς γένος τινὸς ἀποδοθῇ, ζητεῖν εἴ τι τοῦ αὐτοῦ γένος ἄλλο ἐστὶν ὁμολογούμενον, καὶ ἂν τὸ ἀποδεδομένον αὐτοῦ γένος μήτε περιέχῃ τὸ ὁμολογούμενον αὐτοῦ γένος μήτε περιέχηται ὑπ’ αὐτοῦ, ἀναιρεῖν καὶ ἀποδεικνύναι ὅτι μὴ γένος τὸ ἀποδοθέν. οἷον εἰ λέγοι τις τῆς δικαιοσύνης γένος τὴν ἐπιστήμην, ἐπεὶ ὁμολογουμένως ἡ ἀρετὴ αὐτῆς ἐστι γένος καὶ οὔτε ἡ ἀρετὴ ὑπὸ τὴν ἐπιστήμην ἐστίν οὐ γὰρ πᾶσα ἀρετὴ ἐπιστήμη) οὗτε ἡ ἐπιστήμη ὑπὸ τὴν ἀρετήν ἡ γὰρ γεωμετρία ἐπιστήμη οὖσα οὐκ ἔστιν ἀρετή), οὐκ ἄν εἴη τῆς δικαιοσύνης ὀρθῶς γένος ἀποδοθὲν ἡ ἐπιστήμη. πρὸς τοῦτο ἔνστασιν φέρει· δοκεῖ γὰρ ἡ φρόνησις καὶ ἐπιστήμη καὶ ἀρετὴ εἶναι καὶ ὑπ’ ἀμφότερα τὰ γένη, καίτοι ἐκείνων οὐκ ὄντων ὑπ’ ἄλληλα. πρὸς ἣν ἔνστασιν πρῶτον μὲν λέγει ὅτι μὴ ὁμολογούμενόν ἐστι τὸ τὴν φρόνησιν ἐπιστήμην εἶναι· εἰ γάρ ἐστι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οὐκ ἄν εἴη ἐπιστήμη ἡ φρόνησις. εἶτά φησιν ὅτι, εἰ καὶ συγχωρηθείη εἶναί τι ἐν δύο γένεσι μὴ οὖσιν ὑπ’ ἄλληλα καὶ γὰρ εἰ μὴ ἡ φρόνησις ἀρετὴ οὖσα συγχωρεῖται ἐπιστήμη εἶναι, ἀλλ’ ἥ γε σοφία ὑπ’ ἄμφω ἐστί· καὶ γὰρ καὶ ἀρετὴ καὶ ἐπιστήμη ἐστίν, ἃ οὐκ ἔστιν ὑπ’ ἄλληλα. δοκεῖ δὲ καὶ ὁ ἄνθρωπος καὶ ὑπὸ τὸ ζῷον λογικὸν γένος εἶναι καὶ ὑπὸ τὸ πεζὸν ζῷον, καὶ οὐδέτερον ὑπ’ οὐδέτερόν ἐστιν, εἴ γε λογικοὶ καὶ οἱ θεοί· οὐ γὰρ ὑπὸ τὸ πεζὸν οἱ θεοί. εἰ δὲ μὴ ὑπό τι τούτων οἱ [*](1 ἀποδέδωκε D αὐτῶν Α τοῖς διαιρετοῖς Β 2 πάση] πᾶσιν A 3 οὖν DP: γὰρ A: om. aB δείξαντες a 4 ὁμοιοειδῶν A 5 post ἀνθρώπου add. τῷ τὸ Β) ἀδιάφορον αὐτὸ aHP, αὐτὸ A εἴη ἂν scripsi: εἴη ἄρα D: εἶναι aABP καὶ πάντων η in mrg. P4 7 post δὲ add. ἔτι Α 9 γένους Α δύο εἶναι AD: εἶναι δύο aBP 10 ἑαυτῶν Α post γὰρ atld. καὶ D 11 δεῖν oin. a 12 ζητῆσαι A γένος ἄλλο AD: ἄλλο γένος B: γένους ἄλλο aP 13 καὶ—ὁμολογούμενον om. Β ἐὰν Α περιέχει Α 14 περιέχεται Α 15. 15. 16 περὶ ἐπιστήμης Α 19 ἡ om. Β 22 λέγει πρῶτον μὲν D 23 ἐπιστήμης Bpr. ’I’o εἶναι ἐπιστήμη D γε aP: τε ABD 27 καὶ (post γὰρ) D: oui. aABP ἐστὶν ἁ D: μὲν superscr. P: om. aAB 28 καὶ (post δὲ) AD: orn. aB: ras. P καὶ alterum om. D εἶναι γένος aB 29. 30 εἴ γε λογικοὶ καὶ οἱ θεοί, quae post 28 εἶναι collocaut libri, transposui εἴ τε Β 30 πεζὸν] ζῶον Β εἰ δὲ ex εἰ corr. P)

308
θεοί, ἢ ὑπὸ τὸ πεζὸν ἢ ὑπὸ τὸ πτηνὸν ἢ ὑπὸ τὸ ἔνυδρον, οὐδ’ ἄν ὑπὸ τὸ ζῷον εἶεν. καὶ εἴη ἄν ἁρμόζον τὸ παράδειγμα τοῦτο τῷ πρὸ ὀλίγου εἰρημένῳ τόπῳ τῷ “καὶ πάλιν εἰ μηδενὸς τῶν εἰδῶν ἐνδέχεται μετέχειν τὸ τεθὲν ἐν τῷ γένει”, ὡς καὶ ἡμεῖς παρεθέμεθα), καὶ ἐπὶ τούτων δή φησι δεῖν, εἰ καὶ μὴ ὑπ’ ἄλληλά ἐστι τὰ γένη, ἐν οἷς ἐστί τι κοινὸν ἀμφοτέροις, ἀλλ’ ἄμφω γε τὰ γένη ὑπό τι ἓν κοινὸν εἶναι, ὥσπερ καὶ ἡ ἀρετὴ καὶ ἡ ἐπιστήμη ἔχουσιν· οὐκ ἔστι μὲν γὰρ ὑπ’ ἄλληλα, ὑπὸ κοινὸν μέντοι γένος ἐστὶν ἄμφω, τὴν γὰρ ἕξιν καὶ διάθεσιν, | ὃ ποιότητός ἐστιν εἶδος. ἄν [*](159) δὴ μήτε ὑπ’ ἄλληλα ἡ τὰ γένη μήτε ἀμφότερα ὑπό τι ἓν κοινόν, ἀδύνατον τοῦ προκειμένου ἀμφότερα εἶναι γένη. τούτῳ τῷ τόπῳ χρώμενος ἂν δεικνύοις ὅτι μήτε ἡ μονὰς ποσὸν μήτε οὐσία· καίτοι δοκεῖ, καθ’ ὃ μέν ἐστι ποσοῦ ὄντος τοῦ ἀριθμοῦ αὐξητική, ποσὸν εἶναι, εἴ γε πᾶν τὸ αὐξόμενον ὁμογενεῖ αὔξεται, ᾗ δὲ ἓν ὂν τῷ ἀριθμῷ δεκτικόν ἐστι τῶν ἐναν τίων, ταύτῃ οὐσία· ἐν γὰρ τῇ αὐτῇ τριάδι ἡ μέση μονὰς καὶ πέρας ἐστὶ τῆς πρώτης δυάδος καὶ ἀρχὴ τῆς δευτέρας. ἀλλ’ ἐπεὶ μήτε ἡ οὐσία ὑπὸ τὸ ποσὸν μήτε τὸ ποσὸν ὑπὸ τὴν οὐσίαν μήτε ἀμφότερα, ἡ οὐσία καὶ τὸ ποσόν, ὑπὸ ταὐτὸν γένος, οὐκ ἄν ἐν ἀμφοτέροις εἴη τοῖς γένεσιν ἡ μονάς. οὕτως δεικνύοι τις ἄν μηδὲ τὴν ἐπιστήμην καὶ ὑπὸ τὸ ποιὸν οὖσαν καὶ τὸ πρός τι. ἡ λύοιτο ἄν τοῦτο τῷ εἰρῆσθαι ὅτι κατ’ ἄλλο καὶ ἄλλο.

[*](p. 122 a 3)

Σκοπεῖν δὲ δεῖ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους.

Ὁ τόπος σαφής· ἐπεὶ γὰρ τό τινος γένος καὶ τῶν ὑπ’ ἐκεῖνο τὸ εἶδος [ἤτοι γένος] πάντων ἐν τῷ τί ἐστι κατηγορεῖται τὸ γὰρ τοῦ ὀρνέου γένος πάντων καὶ τῶν ὑπὸ τὸ ὄρνεον εἰδῶν τε καὶ ἀτόμων, οὐ μόνον τοῦ ὀρνέου), κατηγορεῖται κατὰ τοῦ τεθέντος ἐν τῷ γένει αὐτό τε καὶ τὰ τούτου πάλιν γένη, ἀλλὰ καὶ ἐν τῷ τί ἐστι. κἄν που διαφωνῇ καί τι τῶν κατηγορου- μένων τοῦ ἀποδοθέντος γένους μηκέτι καὶ κατὰ τοῦ τεθέντος ἐν τῷ γένει τούτῳ κατηγορῆται ἐν τῷ τί ἐστιν, οὐ ῥητέον γένος αὐτοῦ εἶναι τὸ ἀποδοθέν. οὕτως δειχθήσεται τῆς αἰδοῦς οὐκ ὂν γένος ἡ ἀρετή· τῆς γὰρ ἀρετῆς γένος ἡ ἕξις οὖσα οὐ κατηγορεῖται τῆς αἰδοῦς· οὐ γὰρ ἕξις ἡ αἰπρὸ [*](2 ὀλίγου] p. 121 a 27 3 τῷ καὶ om. P (καὶ om. Arist.) μετέχειν om. A 4 ῥηθὲν D παρεθέμεθα] p. 304,18 δή om. Α: δεῖ 5 καὶ om. Β τὰ om. aP post οἷς add. οὐκ D 6 γε om. BD τι] τε Α ἡ alteram om. aB 8 τὴν μὲν οὖν ἕξιν τε καὶ Α 9 ἓν evan. Β 10 post ἀμφότερα add. αὐτὰ aAP, αὐτῶ Β ante γένη add. τὰ P 11 immo ποσὸν ἡ μονὰς ante οὐσία add. ἡ aP 12 post ἀριθμοῦ add. καὶ Α 13 ἦ in las. P: εἰ Α 14 ταύτῃ—15 ἡ οὐ(σία), summus versus, Periit in P ταύτῃ τῆ οὐσία Β: ταύτῃ δὴ οὐσίᾳ a τῇ αὑτῇ aA: αὐτὴ τῆ D: τῆ Β καὶ] τὸ Α 15 δυάδος AD: μονάδος aB 16. 17 τὸ ποσὸν καὶ ἡ οὐσία D 18 ἄν om. Α καὶ prius om. aB 19 ante τὸ add. ὑπὸ aP τῷ εἰρῆσθαι] ρ. 300,10—27 20 δεῖ om. aP (Pc, pr. u) cf. p. 309,28 22 ἤτοι γένος ὰ ἐν 25 γέν ἀλλ in ras. P2 post που delevit πάλιν D καί τι] καίτοι Α 20 καὶ aBP: om. AD post τεθέντος ras. 2 lit. P 20. 27 ἐν τούτω τῶ γένει Β 27 post γένει add. e vs. 24 αὐτό τε καὶ τὰ τούτου Α κατηγορεῖται Α εἶναι αὐτοῦ D 29 ἡ prius om. Α post γὰρ add. ἡ Β)

309
δὼς ἀλλὰ πάθος. ἀλλ’ οὐδὲ τῆς ἐγκρατείας ἡ ἀρετή, ἐπεὶ ἡ βελτίστη ἕξις οὐ κατηγορεῖται αὐτῃς· οὐ γὰρ βελτίστη ἕξις ἡ ἐν φαύλαις ἐπιθυμίαις, κατὰ δὲ πάσης ἀρετῆς ἡ βελτίστη ἕξις ἐν τῷ τί ἐστιν· οὐ γὰρ μόνον ἕξις ἡ ἀρετὴ ἀλλὰ καὶ βελτίστη, ἐπεὶ ἕξις γε καὶ ἡ κακία. ἀλλ’ οὐδὲ τῆς χιόνος τὸ λευκόν, ὅτι μηδὲ ἡ ποιότης, ὅ ἐστι γένος τοῦ λευκοῦ· οὐδὲ τὸ γλυκὺ μέλιτος, ὅτι μηδὲ ὁ χυμός. τοῦτο μὲν οὖν ὑγιὲς τὸ τὰ τοῦ ἀποδοθέντος γένους γένη πάντως ὀφείλειν ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τοῦ ὑπὸ τὸ γένος. οὐ μὴν ἀντιστρέφει· οὐ γάρ, εἴ τι τῶν ἐπάνω ἐν τῷ τί ἐστί τινος κατηγορεῖται, ἤδη καὶ πάντα τὰ ὑπ’ αὐτὸ ἐν τῷ τί ἐστι τοῦ αὐτοῦ κατηγορηθήσεται. τῷ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸ εἶναι γένος τῶν ἐναντίων κατηγορηθήσεται ἓν ἐν τῷ τί ἐστι, οὐ μὴν καὶ τὰ ἐναντία ἄμφω ὧν γένος ἐκεῖνο. εἰ γὰρ καὶ τοῦ λευκοῦ τὸ μὲν χρῶμα ἐν τῷ τί ἐστι κατηγορεῖται, οὐ μὴν καὶ τὸ μέλαν· καίτοι καὶ κατὰ τοῦ μέλανος τὸ χρῶμα· γένος γὰρ οὐδὲν ἧττον κἀκείνου. ὁμοίως καὶ ἀδικίας ἡ μὲν ἕξις κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἀρετὴ οὖσα ὑπὸ τὴν ἕξιν, ὅτι ἡ κακία.

[*](p. 122a7)

Πάλιν εἰ μετέχει τὸ γένος τοῦ εἴδους, ἢ αὐτὸ ἢ ἐπάνω τι γενῶν.

Δείκνυσι διὰ τούτου ὅτι, εἰ εἴη τὸ γένος τὸ ἀποδοθὲν ἤ τι τῶν τοῦ ἀποδοθέντος ὡς γένους γενῶν μετέχον τοῦ ὡς εἴδους τεθέντος καὶ ἐπιδέχεται αὐτοῦ τὸν λόγον, ἀδύνατον τὸ ἀποδοθὲν αὐτοῦ γένος εἶναι τῷ μηδὲν τῶν ἐπάνω τὸν ·τῶν ὑπ’ αὐτὰ λόγον ἀναδέχεσθαι. οὐ γὰρ οἷόν τε τὸν ἀετὸν γένος τοῦ ζῴου λέγειν, ὅτι μὴ μόνον ὁ ἀετὸς τοῦ ζῴου μετέχει ἀλλά καὶ τὰ γένη αὐτοῦ, τό τε ζῷον πτηνὸν καὶ τὸ ὄρνεον. φθάνει δὲ τὸν τόπον τοῦτον προειρηκέναι δι’ ὧν εἶπε “πάλιν εἰ ἀνάγκη ἢ ἐνδέχεται τοῦ τεθέντος ἐν τῷ γένει μετέχειν τὸ γένος”. πρόσκειται δὲ ἐν τούτῳ τὸ ‘κἂν τῶν ἐπαναβεβηκότων τι τοῦ ἀποδοθέντος ὡς γένους’. δοκεῖ δὲ καὶ ἔξωθεν παρεμβεβλῆσθαι ὁ τόπος οὗτος· τὰ γὰρ ἐπιφερόμενα ἀκόλουθά ἐστι τῷ πρὸ τούτου εἰρημένῳ τόπῳ τῷ “σκοπεῖν δὲ καὶ τὸ γένος τοῦ ἀποδοθέντος γένους”. εἰπὼν γὰρ δι’ ἐκείνου τὴν ἀνασκευὴν τοῦ γένους, πῶς ἄν [*](2 οὐ prius om. B ἐν τῷ τί ἐστιν om. a γὰρ om. A 4 γε om. B ἡ alterutn om. a 5 ὅ ADP: ὅπερ aB τοῦ λευκοῦ γένος Β 6 οὐδὲ D οὖν om. aB τὰ superscr. P 7 γένη γένους D 8 μὲν a 9 ὐπ’ αὐτὸ aP: ὑπὸ ταὐτὸ AD: ὑπὸ τὸ αὐτὸ Β 10 ταὐτὸ D: ταυτὸν aABP γένους Α: γένη a 11 ἓν scripsi: ras. —2 lit. P cf. vs. 15 et p. 280, 27: om. aABID 12 εἰ γὰρ in ras. P2 εἰ δὲ B καὶ superscr. P2: om. Β μὲν om. in fine versus D 13 καίτοι—μέλανος om. A καίτ)οι καὶ in ras. P καὶ alterum ex corr. add. I) 15 καὶ om. Α ὑπὸ τὴν ἕξιν οὔσα D ἡ alterum scripsi: μὴ aAB, supra ras. 1 lit. P2 cf. vs. 11 καὶ ἡ D 16 τοῦ εἴδους τὸ γένος Α 18 γένος τὸ om. Α 19 εἶδος Β 19. 20 an ἐπιδέχοιτο? 20 τῶ corr. ex τὸ Β 21 ἐπάνω τὸν τῶν om. Β τὸν prius om. Α 22 ὁ Paris. 1972: om. a.VBDP μετέχη Β 24 εἶπε] p. 121. a 10 ἢ om. ABP 26 ἐπαναβεβηκότων ἐπάνω συμβεβηκότων AD γένος Β καὶ om. Α 27 οὗτος ὁ τόπος Β 29 ἐκείνων A)

310
γένοιτο λαμβανομένων τῶν τοῦ ἀποδοθέντος γένους γενῶν, ἑξῆς ἐπιφέρει δεικνὺς πῶς οἶόν τε δι᾿ αὐτῶν τούτων πάλιν κατασκευάζειν ὅτι τὸ ἀποδοθέν ἐστι γένος.

[*](p. 122a9)

Ἀνασκευάζοντι μὲν οὗν καθάπερ εἴρηται χρηστέον.

Πάνυ ἐντέχνως δείκνυσι τὴν τοῦ γένους κατασκευὴν ἔμπαλιν τῇ ἀνασκευῇ γινομένην τῇ προειρημένῃ πρὸ τοῦ τελευταίου κειμένου τόπου. ἡ μὲν γὰρ ἀνασκευὴ ἦν· εἴ τι τῶν τοῦ ἀποδοθέντος ὡς γένους ἐν τῷ τί ἐστι κατηγορουμένων μὴ κατηγοροῖτο καὶ κατὰ τοῦ ἐν γένει τεθέντος αὐτῷ, οὐκ ἂν εἴη τὸ ἀποδοθὲν γένος αὐτοῦ. ἡ δὲ κατασκευὴ ἡ νῦν λεγομένη· εἰ τὸ ἀποδοθὲν γένος τινὸς κατηγοροῖτο μὲν αὐτοῦ, ζητοῖτο δὲ εἴ ὡς γένος καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται, | ζητητέον εἴ τι τῶν τοῦ κατηγορουμένου ἐν [*](160) τῷ τί ἐστι κατηγορουμένων, τοῦτ’ ἔστιν εἴ τι γένος ὂν αὐτοῦ κατηγορεῖται ἐν τῷ τί ἐστι κατὰ τοῦ ὑποκειμένου αὐτῷ· ἂν γὰρ οὕτως τι κατηγορούμενον αὐτοῦ εὑρεθῇ, καὶ τὸ ἀποδεδομένον αὐτοῦ ὡς γένος ἐν τῷ τί ἐστι κατηγορηθήσεται. οὗ γὰρ κατηγορούμενον ἐν τῷ τί ἐστί <τι> κατηγορεῖται κατά τινος ὑποκειμένου αὐτῷ ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ αὐτὸ τοῦτο ἐν τῷ τί ἐστιν ἐκείνου τοῦ ὑποκειμένου αὐτῷ κατηγορεῖσθαι. ἂν γὰρ ἕν τι ἢ τῶν ἐπάνω τε καὶ γενῶν τοῦ ἀποδοθέντος ὡς γένους ἢ τῶν ὑπ’ αὐτὸ καὶ εἰδῶν αὐτοῦ κατηγορούμενον δειχθῇ τινος ἐν τῷ τί ἐστιν, ἀνάγκη καὶ τὰ· ἄλλα πάντα πρὸς ἄλληλα οὕτως ἔχειν ὡς τὰ μὲν γένη εἶναι τὰ δὲ εἴδη καὶ ἐν τῷ τί ἐστι τοῦ αὐτοῦ κατηγορεῖσθαι, δῆλον ὅτι ἄν ὅλως ᾖ κατηγορούμενά τε καὶ ἀληθευόμενα κατ’· αὐτοῦ· ὃ ἐδήλωσε καὶ αὐτὸς πάλιν διὰ τοῦ προσθεῖναι τὸ ὧνπερ κατηγορεῖται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, δι’ ἐπαγωγῆς φησι δεῖν δεικνύναι· οὐδαμοῦ γὰρ διαφωνοῦν εὑρεθήσεται. οὕτως δεικνύοιτ’ ἄν τῆς ἀρετῆς γένος ἡ διάθεσις· κατηγορεῖται μὲν γὰρ αὐτῆς· ὅτι δὲ καὶ ἐν τῷ τί ἐστι, δῆλον ἐκ τοῦ τὴν ποιότητα γένος οὖσαν τῆς διαθέσεως καὶ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορουμένην κατηγορεῖσθαι καὶ τῆς ἀρετῆς ἐν τῷ τί ἐστιν· ἡ γὰρ ἀρετὴ ποιότης. καὶ [*](1 γίνοιτο Α λανθανομένων P post γένους add. ὡς aB 2 τὸ ABD Brandis Schol. p. 279a45: δὲ aP 4 ἀνασκευάζοντας A 5 Πάνυ] πάλιν 7 ἢν· εἰ] ἢν D ὡς] εἰς Α γένος Β 8 κατηγορουμένων scripsi cf. p. 308,25. 26: κατηγορούμενον aBDP: κατηγορεῖται Α κατηγοροῖτο Β cf. vs. 10: κατηγορεῖτο aP: κατηγορεῖται Α: κατηγορῆται D τοῦ BD: τοῦ ὡς Α: τούτου aP γένει scripsi cf. p. 308,27: εἴδει iibri 9 αὐτοῦ γένος D 10 τινὸς om. D εἰ ova. ΑΒ post ὡς add. εἰς B 11 κατηγοροῖτο Α τῶν κατηγορουμένων B 12 κατηγορουμένων D: κατηγορούμενον aABP 13 αὐτῷ] ὑπ’ αὐτοῦ Α κἄν Α τι om. Α 14 ante αὐτοῦ prius add. κατ’ Α post ἐστι add. καὶ ὡς γένος aP 15 κατηγορούμενον scripsi: κατηγορουμένου Iibri ἐστι—ἐν τῷ τί (16) om. Β τι addidi 18 ἢ prius Α et corr. ex εἴη D: ἡ· B: ὂν ἡ ἢ superscr. P2) aP τε καὶ] αὐτοῦ Α 19 καὶ prius aP: om. ABD τὰ] τὸ Α 21 κατηγορεῖται a 22 κατὰ τοῦτο· (omisso ὃ) P 23 τὸ scripsi: τὰ Iibri ἄνπερ κατηγορῆται Arist. 24 διαφωνοῦντος B 27 κατηγορούμενον P)

311
τὸ ὄρνεον τοῦ ἀετοῦ γένος, ὅτι τὸ τοῦ ὀρνέου γένος, τὸ ζῷον, ἐν τῷ τί ἐστι τοῦ ἀετοῦ κατηγορεῖται.

[*](p. 122a19)

Εἰ δὲ τὸ ἁπλῶς ὑπάρχειν ἀμφισβητεῖται.

Δείξας, εἰ ὑπάρχειν μὲν ὁμολογοῖτο τὸ ἀποδοθὲν ὡς γένος τινός, ἀμφισβητοῖτο δὲ εἰ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται, πῶς οἷόν τε δεῖξαι ὅτι καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται, δείκνυσιν, εἰ καὶ αὐτὸ τοῦτο ἀμφισβητοῖτο τὸ ὑπάρχειν τὸ ἀποδοθὲν γένος, πῶς δυνησόμεθα αὐτὸ δεῖξαι ὑπάρχον τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. εἰ γὰρ εἴη τοῦ κατηγορεῖσθαι τεθέντος ὡς γένους ἐν τῷ τί ἐστί <τι> κατηγορούμενον, φησὶ δεῖν ζητεῖν εἰ μὴ ἄλλο τι τῶν εἰδῶν τῶν ὑπὸ τὸ γένος τὸ ἀνωτέρω ἐν τῷ τί ἐστι τοῦ προκειμένου κατηγορούμενον ὑπάρχει τε καὶ κατηγορεῖται αὐτοῦ. εἰ γὰρ μηδὲν ἄλλο τῶν ἐκείνου τοῦ γένους εἰδῶν ὑπάρχοι αὐτῷ, τὸ ἀποδοθὲν ἄν ὡς γένος ὑπάρχοι τε αὐτῷ καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγοροῖτο, ἐπειδὴ δέδεικται ὅτι τὸ ὑπὸ τὸ γένος ὂν ἀνάγκη τινὸς τῶν εἰδῶν αὐτοῦ μετέεχειν, εἰ μὴ εἴη τῶν ἐκ τῆς πρώτης διαιρέσεως τοῦ γένους. ὥστε καὶ τὸ προκείμενον, εἰ δοίημέν τινος μετέχειν τῶν εἰδῶν τοῦ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορουμένου, ἐπειδή ἐστιν ὑπὸ τὸ κοινὸν γένος, οὐδενὸς δὲ ἄλλου μετέχει, τούτου ἄν μετέχοι τοῦ ἀποδοθέντος αὐτοῦ ὡς γένους, καὶ εἴη ἄν αὐτοῦ γένος τοῦτο. οἷον εἰ τῆς βαδίσεως γένος ἀπέδωκε τὴν φορὰν καὶ εἴη ζητούμενον εἰ κατηγορεῖται ὅλως ἡ φορὰ τῆς βαδίσεως, ἄν τὸ γένος λαβόντες· τῆς φορᾶς τοῦτο δέ ἐστιν ἡ κίνησις) εὕρωμεν καὶ τὴν κίνησιν ἐν τῷ τί ἐστι τῆς βαδίσεως κατηγορουμένην, καὶ ἐπὶ τούτοις λαβόντες τὰ ἄλλα εἴδη τῆς κινήσεως τὰ ἀντιδιαιρούμενα τῇ φορᾷ δείξωμεν ὅτι μηδὲν αὐτῶν ὑπάρχει τῇ βαδίσει (οὔτε γὰρ ἡ ἀλλοίωσις οὔτε ἡ αὔξησις οὔτε ἡ μείωσις οὔτε ἡ γένεσις οὔτε ἡ φθορὰ ὑπάρχει αὐτῇ), δεδειχότες ἄν εἴημεν ὅτι ἡ φορὰ ὑπάρχει τε αὐτῇ καὶ ἐν τῷ τί ἐστιν αὐτῆς κατηγορεῖται καὶ ἔστιν αὐτῆς γένος. καὶ ἔχοι ἄν ὁ λόγος οὕτως· ἡ βάδισις, ἐπεί ἐστι κίνησις, εἴη ἄν ἤτοι αὔξησις ἢ μείωσις ἢ ἀλλοίωσις ἢ γένεσις ἢ φθορὰ ἢ φορά· οὐκ ἔστι δὲ οὔτε αὔξησις οὔτε μείωσις οὔτε [*](3 δὲ τό ABD: δ’ aP Arist. 5 αὐτῶ B post κατηγορεῖται delevit δείκνυσιν ex vs. 6 illatum B 6 καὶ prius om. B 7 τό (ante ὑπ.) D: orn. aABP 8 post εἴη add. τῶν ’: τί (superscr. P-j τῶν aP2 9 τεθέντων Α 10 τὸ (aute ἀνωτ.) aBP: τῶν AD post ἀνωτέρω add. τὸ BP 11 τῷ om. Β ὑποκειμένου D 12 ὑπάρχοι aP: ὑπάρχει ΑΒ: compend. D 13 ὑπάρχοι τε αὐτῶ Α: ὑπάρχοι τε αὐτοῦ aBP: αὐτοῦ ὑπάρχοι τε D αὑτοῦ. orn. D 14 δέδεικται] p. 302,23 sq. ὂν om. B 16. 17 τοῦ—κατηγορουμένου scripsi: τῶν κατηγορουμένων libri 18 μετέχει δὲ οὐδενὸς ἄλλου D μετέχει] μετέχοι A αὐτῶ D 19 γένους D: γένος aABP ante τῆς add. τις Arist. (om. Pf) 20—24 φθορὰν, φθορὰ, φθορᾶς, φθορᾶ Α 22 ἐν τῶ τί ἐστι καὶ τὴν κίνησιν A κατηγορουμένοι (sic) a 23 post κινήσεως repetit κατηγορουμένην καὶ ἐπὶ τούτοις Β 24 δείξωμεν 1) et aute 23 τῇ B: δείξομεν aAP γὰρ om. D αὐτῶ A 26 ἡ om. aP τε] τῆ A 28 εἴη] ἔστιν A ἢ, τοι B: ἢ A)

312
ἀλλοίωσις οὔτε γένεσις οὔτε φθορά· φορὰ ἄρα ἐστίν. εἰ γὰρ μὴ φορά, οὐδὲ κίνησις· τὸ γὰρ ἐν γένει τινὶ ὂν ἀνάγκη τινὸς μετέχειν αὐτοῦ τῶν εἰδῶν· ἔστι δὲ κίνησις· φορὰ ἄρα. ἁπλούστερον δὲ χρὴ πάλιν ἀκούειν τῆς τε κινήσεως ὡς γένους καὶ τῶν ὑπ’ αὐτὴν ὡς εἰδῶν. δεικνύοιτο δ’ ἂν οὕτως ἡ δικαιοσύνη ἀρετή, ἐπειδὴ ἡ ἕξις μὲν ἡ προαιρετικὴ αὐτῆς ἐν τῷ τί ἐστι κατηγορεῖται, οὖσα δὲ ἕξις προαιρετικὴ οὐκ ἔστι κακία, ἕξεως δὲ εἴδη ἀρετή τε καὶ κακία. καὶ ὁ τρία δὲ περιττὸς ἀριθμός ἐπεὶ ἀριθμὸς ὢν οὐκ ἔστιν ἄρτιος. ἔτι ἡ ψυχὴ εἶδος, ἐπεὶ οὐσία οὖσα οὐκ ἔστιν ὕλη.

[*](p. 122a31)

Πάλιν ἐφ᾿ ἐφ’ ὧν τὸ εἶδος τὸ τεθὲν ὡς γένος κατηγοῤεῖται.

Δείξας ἀπὸ τῶν τοῦ ὡς γένους ἀποδοθέντος γενῶν πῶς ἂν ἢ ἀνασκευάζοιτο ἢ κατασκευάζοιτο τὸ γένος εἶναι τοῦ προκειμένου τὸ ἀποδοθέν, νῦν ἔμπαλιν ἀπὸ τοῦ ὡς εἴδους ἀποδοθέντος παραδίδωσι τόπους, δι’ ὧν καὶ ἀνασκευάζειν καὶ κατασκευάζειν δυνησόμεθα τὸ ἀποδοθὲν αὐτοῦ γένος. εἰ γὰρ | τὸ εἶδος τὸ ὡς ἐν γένει τινὶ τεθὲν αὐτὸ εἴη τινῶν [*](161) γένος, χρὴ ἐπιβλέπειν εἰ ὧν τοῦτο γένος ἐστί, τούτων καὶ τὸ ἀποδοθὲν αὐτοῦ γένος. εἰ γὰρ ἢ αὐτὸ τὸ γένος τὸ ἀποδοθὲν μὴ κατηγορεῖται ἢ] προδήλως τῶν εἰδῶν ἢ] ἐν τῷ τί ἐστι τῶν τοῦ ὑποκειμένου αὐτῷ ὡς εἴδους ἢ τῶν γενῶν τι τῶν τούτου, δῆλον ὅτι οὐκ ἄν εἴη τὸ ἀποδοθὲν γένος. εἰ γὰρ ἦν γένος τοῦ προκειμένου, φανερὸν ὡς καὶ αὐτὸ καὶ τὰ τούτου γένη πάντα ἂν ἐν τῷ τί ἐστι τῶν τῷ εἴδει ὑποκειμένων κατηγορεῖτο ὥσπερ καὶ τὸ ὡς εἶδος κείμενον· πάντα γὰρ τὰ γενικώτερα τῶν ἐσχάτων καὶ ὑπ’ αὐτὰ ἐν τῷ τί ἐστι κατηγορεῖται. πρὸς μὲν οὖν ἀνασκευὴν χρήσιμον εὑρεθὲν τὸ ὡς γένος ἀποδοθὲν μὴ κατηγορούμενον τῶν ὑπὸ τὸ ἀποδοθὲν εἶδος εἰδῶν ἐν τῷ τί ἐστιν ἢ αὐτὸ ἢ τῶν τούτου γενῶν τι. εἰ γὰρ τῶν ὑπὸ τὴν ἀρετὴν εἰδῶν μὴ κατηγορεῖται ἡ ἐπιστήμη, οὐκ ἄν εἴη γένος τῆς ἀρετῆς, οἷον ἢ ἀνδρείας ἢ σωφροσύνης ἤ τινος ἄλλης ἀρετῆς. πρὸς δὲ κατασκευὴν χρήσιμον εὑρεθὲν τὸ ἀποδοθὲν γένος ἐν τῷ τί ἐστι κατηγορούμενον τῶν ὑπὸ τὸ κείμενον εἶδος εἰδῶν. εἰ γὰρ καὶ τὸ [*](1 οὔτε γένεσις om. P 2 μὴ δὲ Β post ὂν add. οὐκ Α 2. 3 τῶν εἰδῶν αὑτοῦ B 3 ἁπλουστέρως A 4 τε τῆς Α ·ὡς prius om. aP δ’ om.B 5 an οὕτως x003E;? 7 ὁ om. P τρία] cf. p. 293,12. 13 7. 8 ἐπεὶ ἀριθμὸς ὢν aAB, rarg. D: ἐπεὶ περιττὸς ὢν in cpntextu D: ἐπεὶ περιττὸς π. superscr. P2) ἀριθμὸς ὢν P 8 ἔτι—ὕλη erasit P post ἔτι add. εἰ AD 11 post γένους ras. 14 Jit. P ἀποδοθέντος D: ἀποδοθέντων aABP 11. 12 ἀνασκευάζοι P ἢ κατασκευάζοιτο om. Β 13 post τοῦ add. τὸ Β εἶδος D ἀποδίδωσι Α 14 αὐτῶν Α 15 ἐν om. Α 17 ἡ αὐτοῦ γένος Α post κατηγορεῖται add. καὶ δὲ καὶ Α) τὰ αὐτοῦ γένη aABD, in mrg. signo appicto P4: om. P1 18 ἢ utrumque delevi τῶν alterum ex corr. add. D 19 post ἀποδοθὲν ras. 3 lit. P 20 γένος prius om. Β 21 τῶν add. P2 21. 22 κατηγοροῖτο aB 22 ὡς om. Β, superscr. P 23 οὖν om. Β 24 κατηγορούμενον—26 ἀρετὴν εἰδ(ῶν) initio paginae P3 25 ἡ alterum om. Α 26 ὑπὸ] ἐπὶ Α μὴ post γὰρ transposuit D ἡ om. Β 29 ὑπὸ τὸ ὑποκείμενον aB εἰδῶν om. aP)

313
ὡς εἶδος κείμενον εἴη αὐτῶν ἐν τῷ τί ἐστί· κατηγορούμενον καὶ τὸ ἀποδοθὲν ὡς γένος τοῦ εἴδους τούτου, δῆλον ὡς ἐκεῖνα ὑπὸ δύο γένη ἔσται, ἃ δεήσει ὑπ’ ἄλληλα εἶναι· ὅταν γάρ τι ᾖ ἐν πλείοσι γένεσιν, ἐκεῖνα ἐδείχθη ὑπ’ ἄλληλα ὄνια. εἰ δὴ καὶ τὰ δύο γένη τῶν αὐτῶν ὄντα δεῖ ὑπ’ ἄλληλα εἶναι καὶ οὐκ ἔστιν ὑπὸ τὸ εἶδος τὸ ἀποδοθὲν αὐτοῦ γένος, λείπεται τοῦτο ἐκείνου γένος εἶναι· εἰ δὲ τοῦτο οὕτως, εἴη ἂν αὐτοῦ γένος τὸ ἀποδεδομένον. οἷον εἰ εἴη ἀποδεδομένον τοῦ ὀρνέου τὸ πτηνὸν ζῷον γένος καὶ εἰ ἔστι ζητοῖτο, ἐπεὶ τὸ ὄρνεον γένος ἐστὶ τοῦ τε κόρακος <καὶ τοὐ ἀετοῦ> καὶ τῶν ἄλλων τῶν τούτοις ἀντιδιαιρουμένων καὶ τούτων ἐν τῷ τί ἐστι καὶ τὸ πτηνὸν ζῷον κατηγορεῖται ὥσπερ καὶ τὸ ὄρνεον, δῆλον <ὡς> καὶ τὸ πτηνὸν ζῷον γένος ἄν εἴη τοῦ ἀετοῦ· ἔστι δὲ αὐτοῦ γένος καὶ τὸ ὄρνεον· δεῖ ἄρα τούτων, τοῦ τε ὀρνέου καὶ τοῦ ζῴου πτηνοῦ, ἐπεὶ τοῦ αὐτοῦ γένη ἐστί, τὸ ἕτερον ὑπὸ τὸ ἕτερον εἶναι. οὐκ ἔστι δὲ τὸ ζῷον πτηνὸν ὑπὸ τὸ ὄρνεον· ἐπὶ πλέον γάρ ἐστιν αὐτοῦ· λείπεται ἄρα τὸ ὄρνεον ὑπὸ τὸ ζῷον πτηνὸν ὡς ὑπὸ τὸ γένος εἶναι. ὁ μὲν οὖν ἀνασκευαστικὸς ἐπὶ τῶν προειρημένων τόπος δόξει ὁ αὐτὸς εἶναι τῷ πρώτῳ πάντων μᾶλλον εἰρημένῳ, δι’ οὗ ἠξίου ἐπιβλέπειν ἐπὶ πάντα τὰ συγγενῆ τῷ ὡς εἴδει τινὸς γένους τεθέντι, εἴ τινος αὐτῶν τὸ ἀποδοθὲν γένος μὴ κατηγορεῖται. προσκείμενος δὲ αὐτῷ ὁ κατασκευαστικὸς ἄλλον αὐτὸν ἐποίησεν.

[*](p. 122b7)

Σκοπεῖν δὲ καὶ τοὺς λόγους τῶν γενῶν.

Δείξας δὲ τὸ προκείμενον ἀπὸ τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι ἢ μὴ κατηγορεῖσθαι, ἐπεὶ τὰ γένη τῶν εἰδῶν οὐ μόνον ἐν τῷ τί ἐστι κατηγορεῖται ἀλλὰ καὶ συνωνύμως, δεῖν φησι καὶ τοὺς λόγους λαμβάνειν τοῦ τε ὡς εἴδους ἀποδοθέντος καὶ τοῦ ὡς γένους, κἄν μὲν φαίνωνται κατὰ τῶν τοῦ ἀποδοθέντος ὡς εἴδους εἰδῶν ἀμφότεροι οἱ λόγοι κατηγορούμενοι, ὅ τε τοῦ εἴδους καὶ ὁ τοῦ ὡς γένους ἀποδοθέντος, ἔτι δὲ καὶ οἱ τῶν τοῦ ἀποδοθέντος ὡς γένους γενῶν καὶ αὐτοί, περαίνεσθαι ὑπολαμβάνειν καὶ δείκνυσθαι τὸ προκείμενον γένος ὅν, εἰ δέ που ἀντιπίπτοι, ἀνασκευάζεσθαι. ἄν μὲν [*](2 ἐκεῖνα om. a 3 τι om. Α 4 ἐδείχθη (scil. p. 307,9 sq.) scripsi: δὲ δειχθῇ libri εἰ δὴ scripsi: εἴδη libri post δύο add. τὰ aBP 6 τοῦτο alterum corr. P2 (nescio unde) οὕτως om. aP αὐτοῦ ADP: ἀετοῦ aB 6. 7 τὸ ἀποδεδομένον γένος A 7 οἷον εἰ εἴη ἀποδεδομένον oui. P, sisrnum appinxit P2 οἶον] ὃ Α post γένος adtl. (ut vs. 6) εἶναι ABD 8 post εἰ add. οὐκ D ζητοῖτο ἔστι Α 8. 9 καὶ τοῦ ἀετοῦ addidi 10 δῆλον—ὄρνεον (12) om. Β ὡς addidi 11 ante αὐτοῦ add. τοῦ D καὶ alteram om. a 12 τε add. P2 13 οὐκ ἔστι δὲ τὸ in ras. 8 lit. P2 14 ἐπὶαὐτοῦ om. B 15 ante πτηνὸν add. τὸ B ὁ μὲν οὖν—γένοθς λόγον (p. 315,5) om. P, signum appinxit P2, λείπει ἁ τῆ θ (scil. τετράδι) in ras. P3 16 εἰρημένων aB τόπων aB δείξει Α μᾶλλον πάντων Α 17 ἠξίου] p. 120 b 16 ἐπὶ AD: ἢ aii εἴδη Α 18 τεθέντος Α 18. 19 προσκείμενον aB ἐποίησεν αὐτόν D 20 lemma, quod ante δεῖν (23) habent AD, om. aB, huc reposui 23 καὶ prius om. Α 24 μὲν AD: μὴ aB τῶν om. a 25 post ἀποδοθέντος add. λόγου B οἵ τε Α 26 ὁ aB: om. AD ὡς om. aB οἱ] εἰ Α 27 ὑπολαμβάνει aB δεικνύεσθαι aAB 28 ὤν B: ἄν A)

314
γὰρ ὥσπερ ὁ τοῦ ὀρνέου λόγος κατηγορεῖται τοῦ ἀετοῦ, οὕτως καὶ ὁ τοῦ ζῴου πτηνοῦ καὶ ὁ τοῦ ζῴου, ὃ ὡς γένος ἐστὶ τοῦ ζῴου πτηνοῦ, εἴη ἄν δεικνύμενον τὸ ζῷον πτηνὸν γένος ὂν τοῦ ὀρνέου. εἰ δὲ ὁ τοῦ ζῴου πτηνοῦ λόγος μὴ ἐφαρμόζοι τῷ ἀετῷ ἢ ὁ τοῦ ζῴου, οὐδ’ ἄν τὸ ζῷον πτηνὸν γένος εἴη τοῦ ὀρνέου. οὕτως ἄν δεικνύοιτο ὁ ἀριθμὸς οὐκ γένος τῆς ψυχῆς, ὅτι οὐδεμιᾷ ψυχῇ λόγος ὁ τοῦ ἀριθμοῦ ἐφαρμόζει· οὐδεμία γὰρ ψυχὴ πλῆθός ἐστιν ἐκ μονάδων συγκείμενον· ὁ μέντοι τῆς ψυχῆς λόγος, ὅς τις ἄν ἡ, ἑκάστῃ τῶν ψυχῶν ἐφαρμόζει. τῆς δέ γε ἀλλοιώσεως δεικνύοιτο ἄν γένος ἡ κίνησις, ὅτι ὁ λόγος αὐτῆς ἐφαρμόζει πᾶσι τοῖς ὑπὸ τὴν ἀλλοίωσιν· καὶ γὰρ κατὰ τοῦ λευκαίνεσθαι καὶ κατὰ τοῦ μελαίνεσθαι ὁ τῆς κινήσεως κατηγορεῖται λόγος, ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων ἀλλοιωσεων.

[*](p. 122b 12)

Πάλιν εἰ τὴν διαφορὰν ὡς γένος ἀπέδωκεν.

Ὀ τὴν διαφορὰν τὴν εἰδοποιόν τινος ὡς γένος αὐτοῦ λαμβάνων ἁμαρτάνει· τὸ μὲν γὰρ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ποιόν τί ἐστι τὸ ὑποκείμενον ἀλλ’ οὐ τί ἐστι σημαίνει. οὕτως ἁμαρτάνει ὁ τοῦ θεοῦ γένος τὸ ἀθάνατον ἀποδιδούς· διαφορὰ γάρ ἐστι ζῴου διαιρετικὴ [*](162) τὸ ἀθάνατον, εἰδοποιὸς τοῦ θεοῦ· τῶν γὰρ ζῴων τὰ μὲν θνητὰ τὰ δὲ ἀθάνατα. δείξας δὲ ὅτι διαφορά, ὡς ἑπόμενον τούτῳ λαμβάνει τὸ ῾ἡ δὲ διαφορὰ οὐ γένος’· οὐδεμία γὰρ διαφορά, ὡς εἶπε, γένος ἐστίν. ὅτι δ’ οὕτως ἔχει, ἔδειξε διὰ τοῦ τὴν διαφορὰν μὴ τί ἐστι σημαίνειν ἀλλὰ μᾶλλον ποιόν. τὸ δὲ μᾶλλον προσέθηκεν, ὅτι μή ἐστιν ἁπλῶς ποιὸν ἡ διαφορά· ἡ γὰρ ἐν οὐσίᾳ διαφορὰ περὶ οὐσίαν μὲν τὸ ποιὸν ἀφορίζει, οὐ μὴν ποιόν ἐστιν ἀλλὰ οὐσία. λέγοι δ’ ἄν διαφορὰν ποιὸν τὴν χωρὶς τοὐ ὑποκειμένου καὶ τῆς ὕλης λαμβανομένην. διὰ ταῦτα οὐδὲ τοῦ ἀνθρώπου τὸ θνητὸν ἔσται γένος. διὰ ταῦτα οὐδὲ τὸ περιττὸν τριάδος· διαφορὰ γὰρ ἀριθμοῦ.

[*](p. 122b18)

Καὶ εἰ τὴν διαφορὰν ὡς εἶδος εἰς τὸ γένος ἔθηκεν.

Ὁμοίως ἁμαρτάνει, φησί, καὶ ὁ τὴν διαφορὰν ὡς εἶδος ἐν τῷ γένει [*](1 γὰρ om. Α κατηγορῆται aA 2 ὡς om. aB 3 ὂν] ἐστὶ Α 4 ἐφαρμόζοιτο αὐτῶ Α 5 εἴη] ἤδη Α ὁ om. aB 7 μονάδος A 7. 8 λόγος iterat Α 8 ὅστις ἂν ἡ ex corr. add. D) post ἐφαρμόζει delevit ὁ δὲ Β τῆς AB: τὴν aD δέ γε superscr. B 9 ὅτι—πᾶσι aAB: πᾶσι γὰρ ἐφαρμόζει ὁ λόγος αὐτῆς D 10 post γάρ add. καὶ ΑΒ 14 τινος ὡς oin. Α 16 τί prius om. aA τ 19 τού D: τοῦτο aAB τὸ] ὃ A ἡ D: om. aAB 20 ὡς εἶπε aB: inv. ord. AD ἐστίν AD: εἶπεν Β: oin. a 25 ὑπολαμβανομένην aB 25 et 26 fort. ταὐτὰ 26 διὰ ταῦτα om. A ante οὐδὲ add. δὲ a 28 ὡς εἶδος aBD (C et post ἔθηκεν f): om. Α Arist.)

315
τιθεὶς οὗ ἐστι διαιρετικὴ ἡ διαφορά. οἷον ὁ λέγων τὸ περιττὸν ἀριθμὸν εἶναι· οὐ γὰρ εἶδος ἀριθμοῦ τὸ περιττὸν καθ’ αὑτὸ ἀλλὰ διαφορά· εἶδος γὰρ οὐ τὸ περιττὸν καθ’ αὑτό, ἀλλὰ τὸ περιττὸν μετὰ τοῦ ἀριθμοῦ συντεθέν. ἡ δὲ διαφορὰ οὐ μετέχει τοῦ γένους, τοῦτ’ ἔστιν οὐκ ἐπιδέχεται τὸν τοῦ γένους λόγον· τὸ γάρ τινος ἐπιδεχόμενον λόγον ἢ εἶδός ἐστιν αὐτοῦ ἢ ἄτομον· ἡ δὲ διαφορὰ οὐδέτερον τούτων. οὕτως οὔτε τοῦ ἀθα·νάτου τὸ ζῷον κατηγορηθήσεται ὡς γένος οὔτε τοῦ ἀρτίου ὁ ἀριθμὸς οὔτε τῆς κατὰ μῆκος ἐπιδόσεως ἡ αὔξησις· διαφορὰ γὰρ αὐξήσεως ἡ κατὰ μῆκος ἐπίδοσις. αἴτιον δὲ τοὐ τὸ γένος μὴ κατηγορεῖσθαι τῆς διαφορᾶς ἐπὶ τῆς συσιας, ὅτι τὸ μὲν γένος συναμφοτερον τί ἐστιν, ἡ δὲ διαφορὰ χωρὶς του γένους λαμβανομένη οὐ συναμφότερον. εἰ οὗν μὴ μετέχει τοῦ γένους ἡ διαφορά, τοῦτ’ ἔστιν εἰ μὴ ἐπιδέχεται τὸν λόγον αὐτοῦ, οὐδ’ ἄν εἶδος αὐτοῦ εἴη. τὸ δὲ ὥστε οὐδὲ τὸ περιττὸν εἶδος ἂν εἴη ἀλλὰ διαφορά, ἐπειδὴ οὐ μετέχει τοῦ γένους, δοκεῖ μοι ἔμπαλιν εἰρῆσθαι· οὐ γὰρ διότι οὐ μετέχει, διὰ τοῦτο διαφορά, ἀλλ’ ὅτι διαφορά, διὰ τοῦτο οὐδὲ μετέχει τοῦ γένους· γνωριμώτερον γὰρ τὸ διαφορὰν αὐτὸ εἶναι ἡ τὸ μὴ μετέχειν τοῦ ἀριθμοῦ· ἔτι καὶ αὐτὸς ὡς ὁμολογούμενον τὸ διαφορὰν αὐτὸ εἶναι λαβὼν προσέθηκε τὸ οὐ δοκεῖ δὲ μετέχειν ἡ διαφορὰ τοῦ γένους.

[*](p. 122 b 25)

Ἔτι εἰ τὸ γένος εἰς τὸ εἶδος ἔθηκε.

Πρόδηλος ἡ ἁμαρτία τοῦ τὸ γένος ὑποτάσσοντος τῷ εἴδει καὶ κατηγοροῦντος αὐτοῦ τὸ εἶδος ὡς γένος· τὸ γὰρ ἐπ’ ἔλαττον λεγόμενον γένος ἀποδίδωσι τοῦ ἐπὶ πλέον ὄντος.. οὕτως ἁμαρτάνει ὁ τῆς συνάψεως γένος τὴν συνοχὴν ἀποδιδούς· εἶδος γὰρ τῆς συνάψεως ἡ συνοχή. οὐ γὰρ πᾶν τὸ συναπτόμενον συνέχεται· συνάπτεται γὰρ καὶ τὰ ἁπτόμενα μόνον, οὐ μὴν καὶ συνέχεται· πάν μέντοι τὸ συνεχόμενον συνάπτεται· ὥστε ἐπὶ πλέον τὸ συνάπτεσθαι τοῦ συνέχεσθαι. ἀλλὰ καὶ ὁ τῆς μίξεως τὴν κρᾶσιν γένος λέγων τὸ γένος ὑποτίθησι τῷ εἴδει· ἐπὶ πλέον γὰρ ἡ μῖξις τῆς κράσεως. εἰ μὲν γάρ τι κέκραται, καὶ μέμικται τοῦτο, οὐ μὴν πᾶν τὸ μεμιγμένον [*](1 τιθεὶς aB cf. p. 316,19: θεὶς AD διαφορᾶ διαιρετική D τὸ om. Α 3 μετὰ τοῦ om. A 4 ἡ διαφορὰ δὲ Α 5 τὸ γάρ τινος ἐπι(δεχόμενον) in ras. P2 ἐπιδεχόμενόν τινος Β 7 κατηγορηθήσεται τὸ ζῶον Β ζῶ)ιον κατηγορηθήσεται ὡς P2 (evan. P1) 8 post κατὰ prius add. τὸ A 10 11 τοῦ λόγου Β 12. 13 εἴη αὐτοῦ εἶδος Β 13 ἄν oin. D εἴη alterum om. Β 14 οὐ prius om. a μοι] μὲν a ἔμπαλιν] ἐν πᾶσιν Α 15 ἀλλ’ ὅτι AD: ἀλλὰ διότι aPiP ante alterum διαφορά add. οὐ P 17 post ἔτι add. ὅτι τι AD: ὁ Β 18 λαβὼν εἷναι Β 23 οὕτως—συνέχεσθαι (27) Suidas sub v. συνοχή 23. 24 τὴν σύναψιν γένος τῆς συνοχῆς Β 24 εἶδος] γένος Β 25 τὰ ἑπόμενα Β 26 ante πᾶν add. οὐ AP, ἀλλὰ Β μέντοι] μὲν Β τὸ om. a συναπτόμενον συνέχεται Β 27 τοῦ συνάπτεται τὸ Β ἀλλὰ καὶ—κρᾶσις (p. 316,1) Suidas sub v. μῖξις τὴν κρᾶσιν τῆς μίξεως Β post γένος add. εἶναι Β 27. 28 λέγων γένος D 28 ὑποτίθησι τὸ γένος τῶ εἴδει Α: τῶ εἴδει ὑποτίθησι τό γένος D 29 εἴ τι μὲν γὰρ Β τοῦτο om. aP Suid.)

316
καὶ κέκραται· ἡ γὰρ τῶν ξηρῶν μῖξις οὐκ ἔστι κρᾶσις. ἀλλὰ καὶ ὁ τῆς κατὰ τόπον κινήσεως γένος λέγων τὴν φορὰν τὸ γένος ἐν τῷ εἴδει τίθησιν. ποιεῖ δὲ τοῦτο καὶ Πλατῶν· ὁριζόμενος γὰρ τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτήν φησιν εἶναι· ἀλλ’ ἡ φορά ἐστι τῶν ἀψύχων τε καὶ ἀκουσίως ἀμειβομένων τόπον ἐκ τόπου. εἶπε δὲ τὸ ἀκουσίως ἀντὶ τοῦ ‘οὐχ ἑκουσίως’· * * * * μὲν κινεῖται, οὐ μὴν καὶ ἀκουσίως. εἰ οὖν τινά ἐστιν οὐχ ἑκουσίως κατὰ τόπον μεταβάλλοντα, ἔστι δέ τινα καὶ ἑκουσίως τοῦτο ποιοῦντα, ὡς τὰ βαδίζοντα, εἴη ἄν ἐπὶ πλέον ἡ κατὰ τόπον κίνησις· οὐ πᾶσα γὰρ κατὰ τόπον κίνησις φορά. συμβαίνει μὲν οὖν τοὺς τοῦτο ποιοῦντας τὸ ἐπ’ ἔλαττον λεγόμενον τοῦ ἐπὶ πλέον λεγομένου γένος λέγειν. οὐ μὴν ἀλλὰ διαφέροι ἄν οὗτος ὁ τόπος ἐκείνου, ὅτι τὸ εἶδος αὐτοῦ <τοῦ> οὗ εἶδός ἐστι γένος ἀποδιδόμενον δείκνυσιν, ὃ πλέον ἐστὶ τοῦ ἐπ’ ἔλαττον λέγεσθαι. Πλάτωνος δὲ ἐμνημόνευσεν ὑπὲρ τοῦ ἐνδοξότερον ποιῆσαι τὸν τόπον καὶ τὸ χρήσιμον ἐνδείξασθαι αὐτοῦ, ὡς καὶ ἐνδόξων τινῶν κατὰ τοῦτο εὐθύνεσθαι δυναμένων, ὡσανεὶ καὶ αὐτοῦ· καὶ γὰρ αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς εἰπὼν ἀνώνυμον εἶναι τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτὴν ὀνομάζει.

[*](p. 122 b 37)

Πάλιν εἰ τὴν διαφορὰν εἰς τὸ εἶδος ἔθηκεν.

Ὥδπερ ὁ τὸ γένος εἰς τὸ εἶδος τιθεὶς ἁμαρτάνει τὸ γὰρ ἐπὶ πλέον ὂν ὑποτίθησι τῷ ἐπ’ ἔλαττον | ὄντι), οὕτως ἁμαρτάνει καὶ ὁ τῆς διαφορᾶς [*](163) ἀποδιδοὺς γένος τὸ εἶδος ἢ ὅλως κατηγορῶν αὐτῆς τὸ εἶδος τὸ ὑπ’ αὐτῆς εἰδοποιούμενον· κατὰ γὰρ τοῦτο καὶ εὐθύνει τὴν ἁμαρτίαν. δέδεικται μὲν γὰρ ὅτι μηδὲ ὅλως τῆς διαφορᾶς τι ὡς γένος κατηγορεῖται τούτων ὧν ἐστι διαφορά, εἴ γε πᾶν τὸ ὑποκείμενον γένει ἢ εἶδος ἢ ἄτομόν ἐστιν, ὧν οὐδέτερόν ἐστιν ἡ διαφορὰ τοῦ τεμνομένου ὑπ’ αὐτῆς γένους. πολὺ δὲ ἀτοπώτερον τὸ κατηγορεῖν αὐτῆς τὸ εἶδος τὸ ὑπ’ αὐτῆς εἰδοποιούμενον· ὁ γὰρ τοῦτο ποιῶν ἁμαρτάνει, καθ’ ὃ τὸ ἐπὶ πλέον λεγόμενον ὑποτάσσει τῷ ἐπ’ ἔλαττον λεγομένῳ· ἐπὶ πλέον γὰρ ἡ διαφορὰ τοῦ εἴδους, [*](1 καὶ prius om. aP Suid. post ἡ add. μὲν Β Suid. 2 ante λέγων add. εἶναι aP διαφορὰν A 3 Πλατῶν] Theaet. c. 28 p. 181 D 4 post φορὰ add. μὲν aBP 6 supple velut τὰ γὰρ ἄψυχα οὐχ ἑκουσίως ’ μὲν κινεῖται—οὐχ ἑκουσίως (7) om. Β καὶ ona. A ἀκουσίως aD: ἑκουσίως AP 7 ο)ὐχ ἑ in ras. P2 8 post ποιοῦντα add. κατὰ καὶ κατὰ D) τόπον μεταβάλλοντα aABD: om. P τὰ om. D γὰρ scripsi: δὲ libri ante κατὰ add. ἡ aP post οὖν add. καὶ aB et in ras. P2 τοὺς τοῦτο] τοῦτο corr. ex τοὺς P2 10 τὸ superscr. Β γένους a λέγειν γένος B: γένος εἶναι D 1 1 post ἀλλὰ add. καὶ aB διαφέρῃ Α ὁ τόπος οὗτος Β τοῦ addidi οὐ] ὃ Β ιοπ 12 πλεῖον aP 13 τὸν λόγον ποιῆσαι Β 14 post ἐνδόξων add. αὐτῶν Β 15 ὡσανεὶ—ἐν ABDP: ἔλαθε δὲ καὶ ἑαυτὸν εὐθύνων· ἐν γὰρ a 15. 16 ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς] c. 3 p. 226a32 20 τοῦ ἐπ’ ἔλαττον ὑποτίθησιν aP 21 τὸ (post γένος) om. Β ὅμως a 22 τὴν τιμωρίαν Α δέδεικται] p. 315,4—11 23 μηδὲν 25 ὑπ’ αὐτῆς τεμνομένου Β)

317
κἂν λαμβάνηται ἡ διαφορὰ ὡς ἡ συναμφότερος. οὕτως ἁμαρτάνει ὁ τοῦ ἀθανάτου. κατηγορῶν τὸν θεόν διαφορὰ μὲν γὰρ τὸ ἀθάνατον, εἶδος δὲ ὁ θεός, καὶ ἐπὶ πλέον τὸ ἀθάνατον, εἴ γε μὴ πᾶν τὸ ἀθάνατον θεός) καὶ ὁ τοῦ λογικοῦ τὸν ἄνθρωπον.

[*](p. 122 b 38)

Συμβήσεται γὰρ ἐπὶ ἴσον ἢ ἐπὶ πλέον τὸ εἶδος λέγεσθαι.

Εἶπεν οὐχ ὅτι τὸ γένος ἐπ’ ἴσης ποτὲ λέγεται τῷ εἴδει, ἀλλ’ ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ἀληθῶς ἢ ἐπ’ ἴσης ἐστὶν αὐτῷ ἢ ἐπὶ πλέον. εἰ οὖν καὶ τὸ εἶδος τῆς διαφορᾶς τις κατηγορεῖ, λέγοι ἄν ἢ ἐπ’ ἴσης ἢ ἐπὶ πλέον εἶναι τὸ εἶδος τῆς διαφορᾶς. ἔχει δὲ οὐχ οὕτως· ἡ γὰρ διαφορὰ ἢ ἐπ’ ἴσης ἐστὶ τῷ εἴδει οὗ κατηγορεῖται, ὅταν ἡ ἰδίως καὶ προσεχῶς εἰδοποιοῦσα τὸ εἶδος ληφθῇ, ὡς τὸ πεζὸν εἰδοποιὸς οὖσα διαφορὰ τοῦ πεζοῦ ζῴου εἶδος γὰρ τοῦτο τοῦ ζῴου) ἐπ’ ἴσης ἐστὶν αὐτῷ, ἢ ἐπὶ πλέον, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν ἢ τὸ λογικόν. εἴη δ’ ἂν ἐπ’ ἴσης τῷ ἀνθρώπῳ τὸ ἐπιστήμης δεκτικόν, ὂν διαφορὰ καὶ τοῦτο. ἔτι εἰ τῆς διαφορᾶς τὸ εἶδος κατηγορεῖται, τοῦ δὲ εἴδους τὸ γένος, καὶ τῆς διαφορᾶς ἂν τὸ γένος ἐν τῷ τί ἐστι κατηγοροῖτο· δέδεικται δὲ τοῦτο ἀδύνατον ὂν τῷ μὴ μετέχειν τοῦ γένους τὴν οιαφοραν. ἔοικε δὲ νυν τὴν διαφορὰν ὡς τὸ συναμφότερον λαμβάνειν.

[*](p. 123a1)

Ἔτι εἰ γένος εἰς τὴν διαφορὰν.

Φανερῶς ἁμαρτάνει καὶ ὁ τοῦ γένους τὴν διαφορὰν κατηγορῶν· ἐπ’ ἔλαττόν τε γὰρ ἡ διαφορὰ τοῦ γένους, καὶ ἔτι οὐδὲ τὸ γένος τῆς διαφοράς τὴν ἀρχὴν ἐν τῷ τί ἐστι κατηγορεῖται καίτοι οὔσης ὑπ’ αὐτό· εἰ δὲ τοῦτο, πολὺ ἄν ἔτ’ ἔλαττον ἡ διαφορὰ τοῦ γένους. ἀντέστρεψε δὲ ἀμφοτέρους τοὺς τόπους τοὺς πρώτους ἀποδοθέντας, τόν τε ἐν ᾧ ἡ διαφορὰ τοῦ εἴδους ὡς γένος ἀπεδίδοτο (ὁ γὰρ τὴν διαφορὰν ἐν τῷ εἴδει τιθεὶς ἀντέστραπται ἐκείνῳ) καὶ τὸν ἐν ᾧ τὸ γένος τῆς διαφορᾶς ὡς εἴδους τις κατηγορεῖ· ὁ [*](1 ἡ συναμφότερος DP: ἡ συναμφότερον aAB: fort, τὸ συναμφότερον ut vs. 18 post ἁμαρτάνει add. καὶ ex corr. D 5 γὰρ aBP Arist.: δὲ AD ἐπὶ ἶσοι BDP (u, b39 CP): ἐπὶ ἧσσον Α: ἐπίσης a Arist. 7 ante εἶπεν add. τοῦτο aP2 9 τί BP1 (corr. P2) κατηγορήσει P, sed σεῖ in ras. P2 ἢ prius om. Β 11 ἡ P2: ἢ P1 12 ληφθῇ τὸ εἶδος aAP ὡς D: οὕτως ΑΒ: οὕτω aP 13 post αὐτῷ add. εἰ οὖν ἐπίσης τὸ πτηνὸν ABP, ἢ οὖν ἐπίσης ὡς τὸ πτηνὸν a: om. D 14 δ᾿ D: γὰρ a: om. ABP 15 ov scripsi: εἰ aBP: ἢ AD 16 τὸ δὲ εἶδος Bpr. 17 δέδεικται] cf. ad p. 310,22 τῷ] τὸ Β 20 ἔθηκεν om. Arist. (habet C, corr. u) 21 τὴν διαφορὰν om. initio folii versi D post κατηγορῶν add. ἣ Α, ἢ Β, ἧ D 22 τε γὰρ ἡ scripsi: cf. p. 318,28—319,1: τῆς γὰρ Α: τε ἡ BP: τε εἴ γε D: γὰρ ἡ a διαφορὰ τοῦ γένους] διαφορᾶς τὸ γένος Α 23 κατηγοροῖτο BP1 (corr. P2) 24 ἔτ’ scripsi: ἐπ’ libri 25 πρώτους (i. e. p. 122b12,18) ABD: πρώτως aP (ως in ras. P2) 26 ὡς γένος aD: καὶ γένους ABP2: γένος, ut videtur, P1 ἀντέστρεπται a 27 τὸν aDP2: τῶ Α: τὸ BP1)

318
γὰρ τὸ γένος εἰς τὴν διαφορὰν τιθείς, περὶ οὗ νῦν λέγει, ἀντεστραμμένος ἐκείνῳ. οὕτως ἁμαρτάνει ὁ τοῦ χρώματος κατηγορῶν τὸ συγκριτικόν· τὸ μὲν γὰρ χρῶμα γένος, τὸ δὲ συγκριτικὸν διαφορὰ χρώματος· τῶν γὰρ χρωμάτων τὰ μὲν συγκριτικά, ὡς τὰ μέλανα, τὰ δὲ διακριτικά, ὡς τὰ λευκά. ὁμοίως ἁμαρτάνει καὶ ὁ τοῦ ἀριθμοῦ τὸ περιττὸν κατηγορῶν· διαφορὰ γὰρ ἀριθμοῦ γένους ὄντος τὸ περιττόν.

[*](p. 123a3)

Καὶ εἷτό γένος ὡς διαφορὰν εἶπε.

Πρόδηλος καὶ αὕτη ἁμα·ρτία, εἴ τις τὸ γένος τινὸς διαφορὰν αὐτοῦ λέγοι. οὕτως ἁμαρτάνοι ἄν ὁ λέγων κράσεως τὴν μῖξιν διαφοράν· ἔστι γὰρ ἡ μὲν κρᾶσις εἶδος, γένος δὲ αὐτῆς ἡ μῖξις, ὡς εἴρηται καὶ πρὸ ὀλίγου. ὁμοίως καὶ ὁ λέγων τῆς φορᾶς διαφορὰν εἶναι τὴν κατὰ τόπον μεταβολήν· τὸ γὰρ ἐπὶ πλέον τινὸς λεγόμενον καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον ὡς διαιροῦν αὐτὸ λαμβάνουσιν. ἐπιζητήσειε δ’ ἄν τις τίνι διαφέρει τοῦ τὸ γένος εἰς τὸ εἶδος θεῖναι τὸ τὸ γένος ὡς διαφορὰν τοῦ εἴδους ἀποδοῦναι· ὅσον γὰρ ἐπὶ τοῖς παραδείγμασι τὸ γένος ὡς εἶδος εἴληπται τοῦ ἰδίου εἴδους. ἢ διαφέροι ἄν, εἰ εἴη προστιθέμενον τὸ τῆς διαφορᾶς ὄνομα τῷ γένει, ὡς μὴ λέγειν τὴν μίξιν κρᾶσιν ἀλλὰ τὴν μῖξιν διαφορὰν τῆς κράσεως. τοιοῦτον δόξειεν ἂν ἁμάρτημα εἶναι καὶ τὸ ἀποδοῦναι τὸν πηλὸν γῆν ὑγρῷ φυραθεῖσαν· τὸ γὰρ φύραμα οὐ διαφορὰ τοῦ πηλοῦ ἀλλὰ γένος. ὁμοίως καὶ ὁ λέγων τοῦ ὀρνέου διαφορὰν τὸ πτηνὸν ζῷον. πάντα μέντοι φησὶ τὰ τοιαῦτα δεῖν ἐπισκοπεῖν διὰ τῶν αὐτῶν. καὶ τίνα ἐστὶ δι’ ὧν χρὴ ἐπισκοπεῖν τε αὐτὰ καὶ ἐλέγχειν, κοινῶς λέγει· τῷ τε γὰρ ἐπὶ πλέον λέγεσθαι τὸ γένος τῆς διαφορᾶς δεῖ χρῆσθαι καὶ τῷ μὴ ἐπιδέχεσθαι τὸν τοῦ γένους λόγον τὴν διαφοράν.

[*](p. 123a8)

Οὕτω δὲ ἀποδοθέντος οὐδέτερον τῶν εἰρημένων συμβαίνειν.

οὕτως, εἴ τις τοῦ γένους τὴν διαφορὰν γένος ἀποδοίη, ὡς ὁ τὸ χρῶμα συγκριτικὸν ὄγεως λέγων· ἐπ’ ἔλαττόν τε γὰρ ῥηθήσεται τὸ γένος τῆς [*](1 ἀντεστραμμένος aBP: ἀντεστραμμένως Α: ἀντέστραπται (ut p. 317,26) D 3 γὰρ prius om. Α τὸ συγκριτικὸν δὲ Α 4 τὰ μέλανα] μέλαν D δὲ κριτικὰ Α 8 post αὕτη add. ἡ aB 9 λέγει D: compend. Α ἁμαρτάνει Bpr.: οἱ ἄν corr., ut videtur, etiam D post μῖξιν add. εἶναι A 9. 10 ἔστι μὲν ἡ Β 10 κρίσις Α καὶ πρὸ ὀλίγου (scil. p. 315, 27 sq.) εἴρηται Β 11 ante φορᾶς ras. 3 lit. P 12 post καὶ add. τὸ aBP 13 ἐπιζητήσαι aP τίνι διαφέρει om. Β τοῦ om. Α 13. 14 τὸ γένος post θεῖναι transposuit D 14 εἰς] ὡς Β τὸ τὸ DP: τὸ aAB 17 λέξῃ Α 18 τοιοῦτον—γένος (19) Suidas sub v. φύραμα ἄν δόξειεν Β ὑγρῷ] γρ in ras. D 19 ὅμοιον D 20 φησὶ μέντοι A 22 τό τε P γὰρ om. Α πλεῖον aAP 25. 26 lomma textui continuant libri δύναται D συυ 26 λαμβάνειν (sic) Β 27 ὁ om. ΑΒ)

319
διαφορᾶς, καὶ ἔτι ἐπιδέξεται τὸν λόγον αὐτῆς. ἀλλὰ | καὶ ὁ τὸ γένος ὡς [*](164) διαφορὰν ἀποδιδούς, ὡς νῦν λέγεται. ἐπ’ ἔλαττον ποιεῖ τὸ γένος τῆς διαφορᾶς. εἰ γὰρ γένος μὲν νῦν ἡ κρᾶσις, διαφορὰ δὲ ἡ μῖξις αὐτῆς εἴληπται, ἐπεὶ ἡ κρᾶσις ἐπ’ ἔλαττόν ἐστι τῆς μίξεως, ἔσται τὸ γένος ἐπ’ ἔλαττον τῆς διαφορᾶς· ἔτι ἐπεὶ ἡ μῖξις ἐν τῷ τί ἐστι τῆς κράσεως κατηγορεῖται, μεθέξει τὸ γένος τῆς διαφοράς. τοιοῦτόν ἐστι τὸ εἰρημένον νῦν, οὐ τῷ τὴν διαφορὰν μὴ μετέχειν τοῦ γένους, ὃ πρότερον ἐρρήθη, ἀλλὰ τῷ τὸ γένος τῆς διαφορᾶς· τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ καὶ μὴ μετέχειν τῆς διαφορᾶς, ὃ ἴσον ἄν εἴη τῷ ‘καὶ μὴ ἐν τῷ τί ἐστι τὴν διαφορὰν κατηγορεῖσθαι τοῦ γένους’. καὶ οἱ ἄλλοι δὲ οἱ προειρημένοι τόποι περὶ τῶν διαφορῶν τε καὶ τῶν εἰδῶν καὶ τῶν γενῶν τῶν οὐ δεόντως ἐπαλλασσομένων τούτων τισὶ προσχρώμενοι δεικνύουσιν· ἢ γὰρ τῷ τὸ ἐπ’ ἔλαττον λεγόμενον ἐπὶ πλέον λαμβάνεσθαι ἡ τῷ τὸ μὴ μετέχον τινὸς ὡς μετέχον τίθεσθαι. ὥστε ἐπικοινωνοῦσιν ἀλλήλοις κατὰ τὰ αὐτά.

[*](p. 123a11)

Πἀλιν εἰ μηδεμία διαφορὰ κατηγορεῖται τῶν τοῦ κατὰ τοῦ ἀποδοθέντος εἴδους.

Ἐπεὶ ἐκ τοῦ γένους διαιρουμένου κατὰ τὰς διαφορὰς ἡ τῶν εἰδῶν αὐτοῦ γένεσις, δῆλον ὡς πᾶν εἶδος γένους τινὸς ἔχει καὶ διαφορὰν τινὰ ἢ τινὰς τῶν τοῦ γένους κατηγορουμένας αὐτοῦ· διὰ τοῦτο γὰρ καὶ ὁ τῶν εἰδῶν ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν. οἷον τοὺ ἀνθρώπου τὸ ζῷον γένος· διὰ τοῦτο καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ζῴου οὖσαι διαφοραὶ κατηγοροῦνται αὐτοῦ. ὅσαι γὰρ τοῦ κατηγορουμένου κατηγορουμένου ὡς εἶπεν ἐν Κατηγορίαις, “τοσαῦται καὶ τοῦ ὑποκειμένου ἔσονται”· αἱ γὰρ τοῦ γένους διαφοραὶ ἐν τοῖς ὑποκειμένοις αὐτῷ πᾶσιν, ἄλλαι ἐν ἄλλοις δῆλον ὅτι, καθ’ ἃς εἰδοποιεῖται ἕκαστον τῶν ὑπ’ αὐτό. ὅταν οὖν τι γένος ἀποδοθῇ τινος, ζητητέον τίνες τῶν τοῦ ἀποδοθέντος γένους διαιρετικῶν διαφορῶν κατηγοροῦνται τοῦ ὡς εἴδους τεθέντος· ἄν γὰρ μηδεμία τοῦ γένους διαφορὰ κατηγορῆται αὐτοῦ, οὐδ’ ἄν γένος αὐτοῦ τὸ ἀποδεδομένον εἴη. οὕτως πάλιν [*](1 ὁ τὸ—3 ἡ μί(ξις), summus versus, periit in P 2 ἀποδιδοὺς D: ἀποδοὺς aAB λέγεται D: ἐλέγετο aAB 3 αὐτῆς—μίξις (5) om. Α 4 ἔστι corr. ex ἔτι D τὸ γένος—διαφορᾶς (5) mrg. D 5. 6 κατηγορεῖται τῆς κράσεως Β 7 τὴν om. AP1 (add. P2) πρότερον] p. 122b20 ἐρρέθη aB cf. p. 8 τῷ add. P2 9 τῷ prius aP: om. ABD μὴ om. Α 11. 12 ἀπαλλασσόμενοι A 12 τούτων ex τῶν corr. Β τὸ om. Α ἐπ’ om. Β 13 λεγομένων A τὸ τῶ Α 14 post μετέχον repetunt τινὸς aABP ἀλλήλοις aP: ἀλλήλων ABD 18 γένος Α 19 τινὰ—κατηγορούμενα P1 (corr. P2, ut videtur) 20 διαφορᾶς Α 21 ante ζῴου add. τοῦ Α 22. 23 ἐν Κατηγορίαις] c. 3 p. 1b23 23 post καὶ add. αἰ Β 24 τῶ ὑποκειμένω αὐτῶν ἐν alterum superscr. Β 25 ἕκαστα P 26 ζητεῖται Α τίνος B τῶν] ὁ τὸν a τῶν τῶν ἀποδοθέντων γεν διαφορῶν διαιρετικὸν A 27 τεθέντος εἴδους omisso ὡς b 27. 28 κατηγορεῖται aDpr. 28 οὐδ’ ἄν aDP: οὐδὲ A: οὐδ’ in fine versus Β πάλιν om. D)

320
δειχθήσεται τῆς ψυχῆς μὴ ὢν ὁ ἀριθμὸς γένος· οὐδεμία γὰρ τῶν τοῦ ἀριθμοῦ διαφορῶν κατηγορεῖται τῆς ψυχῆς. διαφοραὶ μὲν γὰρ τοῦ ἀριθμοῦ τὸ περιττὸν καὶ τὸ ἄρτιον· οὐδέτερον δὲ τούτων κατὰ ψυχῆς. δεικνύοι τις ἂν ἐνδόξως ὅτι μηδὲ ὁ κόσμος ζῷον ἢ τῶν ἄστρων τι, ὅτι μηδεμία τῶν τοῦ ζῴου διαφορῶν κατηγορεῖται αὐτῶν· πᾶν γὰρ ζῷον ἢ πτηνὸν ἡ ἔνυδρον ἢ χερσαῖον, οὐδὲν δὲ τούτων κατ’ ἐκείνων. ἢ ἄλλη διαφορὰ τοῦ ἐν γενέσει ζῴου καὶ τοῦ αἰσθητικοῦ· ὁμωνύμως γὰρ τὰ θεῖα τούτοις ζῷα· ἄνη γὰρ ἡ ἐκείνων ζωή. ἡ δεῖξις οὗν ὅτι μὴ ἐν τοῖς ζῴοις τούτοις. δεικνύοιτ’ ἂν ὅτι μηδὲ ὁ χρόνος κίνησις, ἐπεὶ διαφοραὶ μὲν κινήσεως τάχος καὶ βραδυτής, οὐδετέρα δὲ κατὰ χρόνου. ἀλλ’ οὐδὲ κατὰ ἡδονῆς· ὥστε οὐδὲ ἡδονὴ κίνησις. ὁμοίως οὐδὲ ἡ μονὰς ποσόν, ἐπεὶ μήτε συνεχὲς μήτε διωρισμένον. εἴη δ’ ἂν ὁ τόπος καὶ κατασκευαστικός· ἂν γάρ τινες φαίνωνται τοῦ ἀποδοθέντος γένους διαφοραὶ κατηγορούμεναι τοῦ ὑποκειμένου, δεικνύοιτ’ ἂν εἶδος αὐτοῦ. οὐ χρὴ δὲ ἀκούειν τοῦ κατηγορεῖσθαι τοῦ εἴδους τὴν διαφορὰν ὡς ἐν τῷ τί ἐστι λέγοντος αὐτοῦ· ἔδειξε γὰρ ὅτι οὔτε ἡ διαφορὰ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινων τῶν ὑπὸ τὸ γένος, ὅταν καθ’ αὐτὴν λαμβάνηται, οὔτε τι τῶν ὑπὸ τὸ γένος ἢ τὸ γένος αὐτῆς τῆς διαφορας.

[*](p. 123a14)

Ἔτι εἰ πρότερον φύσει τὸ εἶδος καὶ συναναιρεῖ γένος.

Σαφὴς δὲ καὶ οὗτος ὁ τόπος. γνώριμον γὰρ ὅτι τὰ γένη τῶν εἰδῶν πρότερα τῇ φύσει· συναναιρεῖ μέν γὰρ * * * * * αὐτὸ μὴ συναναιρούμενον δὲ οὐκ ἄν αὐτοῦ εἶδος εἴη. οὕτως οὕτε τῆς μίξεως ἡ κρᾶσις γένος, οὔτε τῆς κατὰ τόπον μεταβολὴς ἡ φορά, οὔτε τῆς συνάψεως ἡ συνέχεια, οὔτε τῆς πληγῆς ὁ ψόφος. ἀναιρουμένης μὲν γὰρ τῆς κατὰ τόπον μεταβολῆς ἀναιρεῖται καὶ ἡ φορά· τῇ δὲ φορᾶ οὐ συναναιρεῖται ἡ κατὰ τόπον μεταβολή· ἡ γὰρ βάδισις κατὰ τόπον οὖσα μεταβολὴ οὐκ ἔστι φορά, ὡς εἶπεν. ἔστι δὲ δυνάμει ὁ αὐτὸς οὗτος τόπος τῷ ‘εἰ τὸ γένος τις εἰς τὸ εἶδος θείη’· διαφέρει δὲ τῷ τρόπῳ τῆς ἀνασκευῆς. ἔστι δὲ μόνον ἀνασκευαστικὸς [*](1 ὁ superscr. Β 2 μὲν om. D 3 ψυχὴν Α 4 ἀστέρων Α 5 αὐτοῦ aP (3 δὲ] τὸ a ἄ)λλη in ras. P2 7 ὁμώνυμα Α 10 χρόνον Α: compeud. P1, οὐ add. P2 ἀλλ’ οὐ Α 11 ante ἡδονὴ add. ἡ aB μόνον omisso ἡ Α 12 τινος Β 4 post εἶδος add. ὃν aBP 15 ἔδειξε] p. 122 b 15, 22, 37 οὐδὲ D 19 ante φύσει add. τῆ Α 19. 20 εἶδος—γένος ABD Arist.: γένος—εἶδος aP, superscr. D 21 δὲ om. Α: δὲ καὶ om. a ὁ τόπος οὗτος Β 21. 22 πρό(??)ερα τὰ γένη (??)ῶν εἰδῶν τῆ φύ(??)ει D 22 αὐτὸ BDP: αὐτὰ aA μὴ συναναιρούμενον δὲ ABDP: οὐ συνανερεῖται (sic) δὲ ὑπ’ αὐτῶν τὰ γένει (sic). εἰ οὖν τὸ ὑποτεθὲν εἶδος συναναιρεῖ τὸ ὡς γένος ἀποδοθὲν αὐτοῦ defectum supplens a 23 οὔτε prius scripsi: οὐδὲ libri 25 μὲν om. Β 26 οὐ συναναιρεῖται δὲ ἡ κ. τ. μ. τῆ φορᾶ Β 27 ὥσπερ Β εἶπεν] p. 122b32 28 ὁ τόπος οὗτος δυνάμει αὐτὸς D τῶ εἰ τό γένος κτλ.] p. 122 b 25 post γένος add. τινὸς D τιθείη, sed post γένος, Β)

321
ὁ τόπος, οὐκέτι δὲ καὶ κατασκευαστικός· οὐ γάρ, εἴ τί τινος πρότερον τῇ φύσει, ἤδη καὶ γένος αὐτοῦ· ἡ γοῦν οὐσία προτέρα τῶν ἄλλων γενῶν τῇ φύσει καὶ οὐκ ἔστι γένος αὐτῶν, καὶ ἡ μονὰς παντὸς ἀριθμοῦ πρώτη οὖσα οὐκέτι ἐστὶν αὐτοῦ γένος, καὶ ἡ θρεπτικὴ ψυχὴ τῶν ἄλλων πρώτη μέν, οὐ μὴν καὶ γένος.

[*](p. 123a15)

Ἔτι εἰ ἐνδέχεται ἀπολιπεῖν | τὸ εἰρημένον γένος ἢ τὴν διαφόραν.

Ἐπεὶ καὶ τὸ γένος καὶ ἡ διαφορὰ ἡ οἰκεία ἑκάστου ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ διὰ τοῦτο γὰρ καὶ ὁ ὁρισμὸς ἐκ τούτων), τὰ δὲ ἐν τῇ οὐσίᾳ ἑκάστου ἀχώριστα, <δεῖν> φησιν, εἰ γένος τι ἀποδοθείη ἢ διαφορά, ζητεῖν εἰ ἐνδέχεται αὐτοῦ χωρισθῆναι καὶ χωρὶς αὐτοῦ εἶναι τοῦτο οὗ ἀπεδόθη τὸ γένος ἢ ἡ διαφορά. οὕτως, εἰ τῆς ψυχῆς τὸ κινεῖσθαι χωριστόν, οὐκ ἄν αὐτῆς οὔτε γένος εἴη οὔτε διαφορά, ὡς οἴονται οἱ λέγοντες αὐτὴν οὐσίαν αὐτοκίνητον· ἐνδέχεται γὰρ αὐτὴν καὶ χωρὶς τοῦ κινεῖσθαι εἶναι, ἐπεὶ κατὰ συμβεβηκὸς κινεῖται· τοῦ γὰρ σώματος μεταβαίνοντος, ἐν ᾧ ἐστιν· ὅταν <δ᾿> ἠρεμῇ τὸ σῶμα, δῆλον ὅτι οὐδ’ ἂν ἡ ψυχὴ κινοῖτο. πάλιν, εἰ ἔστι τις δόξα μήτε ἀληθὴς μήτε ψευδής, οὐκ ἄν εἴη διαφορὰ δόξης τὸ ἀληθὲς ἢ ψεῦδος· δοκεῖ δὲ ἡ τῶν μελλόντων δόξα τοιαύτη εἶναι τῷ μηδέτερον αὐτῶν ἀφωρισμένως ἔχειν. ἀλλ’ οὐδὲ σώματός ἐστι διαφορὰ τὸ κοῦφον ἢ βαρύ, ἐπεὶ ἐνδέχεται σῶμα εἶναι καὶ μηδέτερον τούτων ἔχον. ἢ τὰ ὕστερα παραδείγματα οὐ τοῦ ἀπολείπειν ἐστὶν ἀλλὰ τοῦ μὴ ἐπὶ πάντων κατηγορεῖσθαι.

[*](p. 123a20)

Σκοπεῖν δὲ καὶ τὸ ἐν τῷ γένει κείμενον εἰ τινος εναντιου τῳ γενει.

Éπεὶ ἀδύνατόν ἐστιν ἅμα τι τοὺς τοῦ ἐναντίου ἐπιδέχεσθαι λόγους, ἔστι δὲ καὶ τὸ γένος ἀχώριστον ἐκείνου οὗ ἐστι γένος, δεῖν φησιν, ὅταν ἀποδοθῇ τι ὡς γένος τινός, ἐπισκοπεῖν εἰ τὸ ὑποκείμενον ὡς εἶδος καὶ τοῦ ἐναντίου τῷ ἀποδοθέντι γένει ἐστὶν ἐπιδεκτικόν. εἰ γὰρ τοῦτο, οὐκ [*](1 ὁ τόπος postea add. D οὐκ ἔστι A τινός τι D 2 πρότερον Α 3 αὐτῶν] τῶν in ras. P2 6 ἀπολιπεῖν D Arisl.: ἀπολείπειν aABP(Cf) 8 καὶ τὸ γένος post ἑκάστου trausposuit Β ἡ allenim om. aAP 9. 10 ἑκάστη A 10 δεῖν addidi cf. vs. 20 p. 324,3. 18, 32(5, 11, 327,4 εἰ γένος τί τινός φησιν a γένος] γέ Α διαφορὰν Α εἰ altenira om. a 11 αὐτοῦ prius scripsi: αὐτὸ BDP: αὐτὰ aA χωρισθῆναι καὶ om. p αὐτοῦ alterum A: αὐτῶν aBDP τούτου Α: τ τού D ἀποδοθὲν Α 13 εἴη om. D ὡς AD: καθὼς aBP 16 δ’ addidi κοινοῖτο a 17 τις oui. I) 18 post ἡ add. τὸ aP 20 post ἢ piius add. τὸ D ἔχοι B: ἔ D 21 ἀπολιπεῖν AD 23 εἰ post καὶ collocat Arist. 24 ἐναντίου τῷ γένει om. aP 27 jiost τι ras. 3 lit. P γένους corr. ex γένος Α 28 ἐστὶ δεκτικὸν Α)

322
ἂν εἴη τὸ ἀποδοθὲν γένος αὐτοῦ· ἅμα γὰρ ἂν τὰ ἐναντία ἐπιδέχοιτο οὕτως τῷ, εἰ τὸ ἐναντίον τῷ κειμένῳ αὐτοῦ γένει ἐπιδέχεταί ποτε, καὶ τὸ γένος αὐτοῦ ἐπιδέχεσθαι, ἐπεὶ ἀχώριστον τὸ γένος τοῦ εἴδους. οὕτω δειχθήσεται τὸ ἀναγκαῖον μὴ ὂν ἐν γένει τῷ δυνατῷ, ἐπεὶ τὸ ἀναγκαῖον ἐπιδεκτικόν ἐστι καὶ τοῦ ἀδυνάτου, ὃ ἐναντίον ἐστὶ τῷ δυνατῷ· τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι ἀδύνατον εἶναι. ἀλλ’ οὐδὲ ἡ γένεσις ἐν συγκρίσει, ἐπεὶ γίνεταί τις καὶ ἐκ διακρίσεως, <ὡς> ἡ ἐκ τῶν παχυτέρων σωμάτων εἰς τὰ μεταβολή. ἀλλ’ οὐδὲ ὁ ἔρως ἐν τῷ φιλεῖν, ἐπεὶ καὶ μισοῦσί ποτε οἱ ερωντες.

[*](p. 123 a 23)

Ἔτι εἴ τινος κοινωνεῖ τὸ εἶδος, ὃ ἀδύνατον ὑπάρχειν τοῖς ὑπὸ τὸ γένος.

Εἰ οὗ μετέχει, φησί, τὸ εἶδος, ἀδύνατον ὑπάρχειν τοῦτο τῶν ὑπὸ τὸ ἀποδοθὲν γένος τινί, οὐδ’ ἄν γένος εἴη αὐτοῦ· πάντων γὰρ περιεκτικὸν τὸ γένος τῶν ἐν τοῖς εἴδεσιν ὄντων. οὕτως οὐκ ἂν τῆς ψυχῆς γένος ὁ ἀριθμὲς εἴη, ὅτι ἡ μὲν ψυχὴ ζωῆς κοινωνεῖ, οὐδεὶς δὲ ἀριθμὸς ζωῆς ἐπιδεκτικός. ἀλλ’ οὐδὲ τῆς ἀρετῆς ἡ ἐπιστήμη, εἴ γε ἡ μὲν ἀρετὴ πράξεως μετέχει (αἱ γὰρ ἀρεταὶ πρακτικαί), ἐπιστήμη δὲ οὐδεμία. ἀλλ’ οὐδὲ ἡ ἀρετὴ διὰ τὸ τὴν ἐγκράτειαν μετέχειν φαύλων ἐπιθυμιῶν, ἀρετὴν δὲ μηδεμίαν. οὐχ ἡγητέον δὲ διαβολὴν εἶναι τοῦ τόπου τὸ λαβόντα τὸ ἴδιόν τινος τῶν ὑπὸ τὸ γένος δεικνύναι τοῦτο ὅτι μηδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ γένος ὑπάρχει· τὸ γὰρ γελαστικὸν οὐδενὶ ἄλλῳ τῶν ὑπὸ τὸ ζῷον, ἀλλ’ οὐ διὰ τοῦτο ἄνθρωπος οὐκ ἔστιν ὑπὸ τὸ ζῷον. ὁ γὰρ τόπος ἀξιοῖ καθόλου ἐπιβλέπειν εἰ μὴ φύσει ἔχει τῶν ἐν τῷ ἀποδοθέντι γένει τι ὄντων κοινωνεῖν τοιούτου τινός, ὃ μὴ οἷόν τε εἶναι ἐν τοῖς ὑπὸ τὸ γένος τῷ ἀλλότριον εἶναι τοῦ γένους πᾶν τὸ τοιοῦτον· τὸ γὰρ τοῖς ὑπὸ τὸ ἴσον ἐστὶ τῷ ‘παντὶ τῷ γένει καὶ πᾶσι τοῖς ὑπὸ τὸ γένος’.

[*](p. 123 a 27)

Σκεπτέον δὲ καὶ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει.

Κεῖται ὅτι τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται καὶ ἐπιδέχεται τὰ εἴδη τὸν τῶν γενῶν λόγον. ἄν οὖν τὸ ἀποδοθέν τινος ὡς γένος ὁμώνυμον ᾖ καὶ μὴ ἔχῃ τινὰ λόγον, ὃς κατηγορηθήσεται κατὰ τοῦ ὡς ἐν εἴδει αὐτῷ τεθέντος, ἀλλὰ μόνον ὀνόματος αὐτῷ κοινωνῇ οὐ γένος ἔσται τὸ ἀποδεδο- [*](1 τὸ ἀποδοθὲν om. a, signum posuit P οὕτως τῷ scripsi: ὥστε libri 2 ἐνδέχεται Α 3 τὸ εἶδος τοῦ γένους B 4 post ἐν add. τῶ Α 6 ἐν] οὐ Β post ἐπεὶ delevit οὐ Β τι Β 7 ἐκ alterum om. aP τῶν om. Β 12 τὸ εἶδος φησιν D 13 αὐτοῦ εἴη Β 14 ὁ om. Α 15 ὅτε ΑΒ 18 ἀρετὴν D: ἀρετῆς aABP 19 μηδεμιᾶς aP τὸ] ὁ in ras. 3 lit. P2 21 ἀλλ’ οὐ— καθόλου (23) mrg. D 22 ante ἄνθρωπος add. ὁ Β τὸ om. Α 23 τι ὄντων aBP: inv. ord. D: τί ὃν tw Α 24 εἶναι post γένος transposuit Β 26 τῷ prius postea add. D τῷ alterum om. Β 28 συνωνύμως τὰ γένη Β 30 μὴ om. A αὐτοῦ Α 31 κοινωνῇ aP2: κοινωνεῖ ABP1: compend. D)

323
μένον. στοιχείοις δὲ χρησόμεθα πρὸς τὴν γνῶσιν τοῦ ὁμώνυμα αὐτὰ εἶναι τοῖς εἰρημένοις, φησί, πρὸς τὴν ὁμωνυμίαν, ἤτοι λέγων τοῖς ἐν τῷ ὁρισμῷ τοὐ ὁμωνύμου λεγομένοις, ἢ μᾶλλον τοῖς ἐν τῷ πρώτῳ παραδεδομένοις τόποις πρὸς τὴν τῶν ὁμωνύμων εὕρεσίν τε καὶ γνῶσιν. τὸν γὰρ λέγοντα τῆς λευκῆς φωνῆς τὸ λευκὸν εἶναι γένος ἐλέγξει τις δείξας τὸ λευκὸν ὁμωνύμως λεγόμενον καὶ μὴ ἔχον ἕνα λόγον· ἄλλο γὰρ τὸ ἐν χρώματι τοῦ ἐν φωνῇ. λήψεται δὲ καὶ εὑρήσει αὐτὸ ὁμώνυμον ἀπό τε τοῦ ἐναντίου, ἐπεὶ καὶ τὸ ἐναντίον αὐτῷ, τὸ μέλαν, ὁμώνυμον, ἀλλὰ καὶ ἀπὸ τοῦ δεῖξαι ὅτι τοῦ μὲν λευκοῦ καὶ μέλανος τῶν ἐν χρώμασίν ἐστί τινα μεταξύ, τῶν δὲ ἐν φωνῇ οὔ. ὁμοίως δὲ ἄν δεικνύοι καὶ ἀπὸ τῶν ἄλλων τόπων, οὗς παρέδωκε πρὸς τὴν εὕρεσιν τῶν ὁμωνύμων, εἰ ὁμώνυμον τὸ εἶδος τῷ ὡς γένει ἀποδοθέντι, ὃ ἴσον ἐστὶ τῷ ‘σκεπτέον εἰ ὁμωνύμως | αὐτοῦ κατηγορεῖται καὶ μὴ συνωνύμως’. ὅτι γὰρ τὸ εἰ ὁμώνυμον τὸ εἶδος τῷ γένει εἴρηκεν ἀντὶ τοῦ ἱεῖ ὁμωνύμως αὐτοῦ κατηγορεῖται’, δῆλον ἐξ οὗ ἐπήνεγκεν εἰπὼν συνώνυμον γὰρ τὸ γένος καὶ τὸ εἶδος. οὕτως δεικνύοιτ’ ἄν ὅτι τοὐ ἐν μελῳδίᾳ χρώματος καλουμένου οὐκ ἔστι γένος τὸ χρῶμα· ὁμώνυμον γὰρ αὐτῷ. πῶς οὖν οὐκ, ἐρεῖ τις, τὸ μέλαν χρῶμα τοῦ μέλανος, ᾧ γράφομεν, γένος; ἢ κατ’ ἄλλο αὐτοῦ γένος, οὐ καθ’ ὃ ὁμώνυμον· οὐ γὰρ συνώνυμον, ἀλλὰ συνωνύμως τὸ γένος κατηγορεῖται.

[*](p. 123 a 30)

Ἐπεὶ δὲ παντὸς γένους εἴδη πλείω.

Καθαίρεινεἷται ἡμῖν γένος εἶναι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον". ἀνάγκη οὖν, εἴ τι γένος ἐστί, πλείω αὐτὸ εἴδη ἔχειν. εἰ οὖν τοῦ ἀποδοθέντος ὡς γένους μὴ ἐνδέχεται ἄλλο τι εἶδος εἶναι, δῆλον ὅτι μὴ γένος τὸ ἀποδοθέν. οὕτω δειχθήσεται τῆς γραμμῆς μὴ ὂν τὸ μῆκος γένος, ὡς οἱ λέγοντες αὐτὴν μῆκος ἀπλατές· οὐδὲν γὰρ ἄλλο μῆκος παρὰ τὴν γραμμήν· ἡ γὰρ ἐπιφάνεια μῆκος μὲν ἔχει, οὐκ ἔστι δὲ μῆκος ἀλλ’ ἐκ μήκους καὶ πλάτους.

[*](2 τὴν ὁμωνυμίαν aABDP(C): τὸ ὁμώνυμον Arist. λέγει Α 3 τῷ prius] τῇ a ἐν τῷ πρώτω] c. 15 3. 4 παραδιδομένοις BD post γένος add. ζ ἀὼς Β ἐλέγχει Α 6 ἕνα λόγον] ἀναλογίαν Α 7 post αὐτὸ add. τὸ aB τε om. A 8. 9 ἀλλὰ γὰρ καὶ ἀπὸ μὲν τοῦ B 9 τῶν ABD: τοῦ aP 10 οὕ om. a δεικνύῃ D 12 γένος Α σκεπτέον—13 κα(τηγορεῖται), summus versus, periit in P ἐπισκεπτέον D: fort, delendum post σκεπτέον add. δὲ a 13 αὐτῶν aP γὰρ postea add. D 14 τὸ γένος τῶ εἴδει D ὁμωνύμων aP 16 μελῳδίαις Α 19 καθό D: καθὰ aBP: καθὲν Α ὁμώνυμον aAP: ὁμώνυμα D: συνώνυμον B συνώνυμον aAP (sed ὂν corr. P2): συνώνυμα BD 22 post κεῖται superscr. δὲ P ἡμῖν κεῖται Β τὸ κατὰ κτλ.] I 5 p. 102 a 31 23 εἴ τινος B αὐτὸ aP (sed ὁ corr. P2): αὐτοῦ ABD 24 οὖν ABD: δὴ aP 26 post ὡς addendum videtur οἴονται ut p. 321,13, 357,8, at cf. p. 361,24. 25 οὐδὲν ADP: οὐδὲ a: οὐ Β 27 post μῆκος prius delevit ἀπλατὲς D)
324
[*](p. 123 a 33)

Σκοπεῖν δὲ καὶ εἰ τὸ κατὰ μεταφορὰν λεγόμενον ὡς γένος ἀποδέδωκεν.

Δεῖν φησιν ἐπισκοπεῖν εἰ τὸ ἀποδοθέν τινος ὡς γένος τῶν μεταφορικῶς λεγομένων ἐστὶ κατ’ αὐτοῦ· εἰ γὰρ εἴη οὕτως λεγόμενον ἐπ’ αὐτοῦ, οὐκ ἂν εἴη γένος. ἐπεὶ γὰρ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ κατὰ μεταφορὰν λεγόμενον οὐχ οἷόν τέ τί ἐστι τὸ καθ’ οὗ κατηγορεῖται δηλῶσαι, οὐκ ἄν εἴη γένος τι κατὰ μεταφορὰν λεγόμενον. οὔτε γὰρ * * * * κατὰ τῆς ὑπωρείας οἱ πόδες ἐν τῷ τί ἐστι. διὸ δεικνύοιτ’ ἄν ὅτι οὔτε τῆς σωφροσύνης γένος ἡ συμφωνία (μεταφορικῶς γὰρ ἐπὶ σωφροσύνης ἡ κυρίως γὰρ ἡ συμφωνία ἐν φθόγγοις) οὔτε ἀγροικίας σκληρότης, ὥς τινες ὁριζόμενοι αὐτὴν λέγουσι σκληρότητα ἤθους· ἡ γὰρ σκληρότης κυρίως ἐπὶ σωμάτων· πάθος γὰρ σώματος. ἁμαρτάνουσι δὲ οἱ τὴν σωφροσύνην συμφωνίαν λέγοντες, καὶ ὅτι μὴ ἐκ τῆς αὐτῆς διαιρέσεως τε καὶ κατηγορίας τὸ εἶδος καὶ τὸ γένος λαμβάνουσιν· ἡ μὲν γὰρ σωφροσύνη ποιοτης· ἕξις γὰρ· ἡ οε συμφωνία πρὸς τι· τινων γὰρ.

[*](p. 123 a 1)

Ἔτι ἐὰν ᾖ ἐναντίον τινὶ τὸ εἶδος, σκοπεῖν. ἔστι δὲ πλεοναχῶς ἡ σκέψις.

Δεῖν φησι σκοπεῖν εἰ τὸ ὡς εἶδος κείμενον ἐναντίον τινί ἐστιν· εἰ γὰρ εἴη τινὶ ἐναντίον τὸ τιθέμενον ὡς εἶδός τινος, πλείους ἔστιν ἀφορμὰς τόπων λαβεῖν. εἷς μὲν γὰρ τόπος ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός, εἰ μὴ εἴη τὸ ἐναντίον τῷ ἐν τῷ γένει τιθεμένῳ καὶ αὐτὸ ὑπὸ τὸ αὐτὸ γένος, μὴ ὄντος τῷ ὡς γένει τιθεμένῳ ἐναντίου τινός. ἀνάγκη γάρ, ἄν τὸ ἕτερον τῶν ἐναντίων ὑπό τι γένος ᾖ ᾧ μηδέν ἐστιν ἐναντίον, καὶ τὸ ἕτερον τῶν ἐναντίων ὑπὸ ταὐτὸ εἶναι γένος· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἢ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη. γένος μὲν οὖν οὐκ ἄν εἴη τὸ κείμενον ἐν γένει· ἀλλ’ οὐδὲ ἐν ἐναντίῳ γένει, εἰ μὴ γένος εἴη τῷ ἀποδοθέντι γένει ἐναντίον· λείπεται ἄρα καὶ τὸ ἐναντίον τῷ τεθέντι ὡς εἴδει ἐν τῷ αὐτῷ εἶναι γένει. ἄν οὖν ἐκεῖνο μὴ ᾖ, οὐδ’ ἄν τοῦτο εἴη· ἐν ᾧ γὰρ τὸ λευκόν, ἐν τούτῳ καὶ τὸ μέλαν· ἐν γὰρ χρώματι ἀμφότερα, ἐπεὶ τῷ χρώματι μηδέν ἐστιν ἐναντίον. ὁμοίως, ἐπεὶ τὸ περιττὸν ἐν ἀριθμῷ, ἐναντίον <ὂν> [*](1 κατὰ μεταφορὰν ABD(CPfcu): μεταφορᾷ aP Arist. 2 ἀπέδωκε AB(u) 3 ἐπισκοπεῖν δεῖ φησι Β τινος ὡς oin. D 5 τὸ γένος om. Β 7 excidit velut κατὰ τῶν ὑπερειδόντων τὴν κλίνην εἴποι δ’ ἄν τις μεταφορικῶς καὶ τὴν ὑπώρειαν πόδα τοῦ ὄρους καὶ τὰ ὑπερείδοντα τὴν κλίνην πόδας Leo Mag.) 8 οὔτε a: μήτε ABP: om., sed post τῆς σωφροσύνης οὐκ ἔστι D 11 ἤθους] ἤθ ex corn B οἱ] ἡ a 13 xe om. A 14 κατηγορίας] ἀγροικίας Β 16 ἂν Arist. ἐὰν Pcu) ἐναντίον τι τῷ εἴδει Arist. τὸ εἶδος ἐναντίον τινὶ C) ἔστι—σκοπεῖν (18) om. Β 19 ἐναντίον τινὶ Β εἶδος τινὶ Β 21 τῶ ἐν—τιθεμένω D: τῶν (om. a) ἐν—τιθεμένων aABP 22 τιθεμένου Bpr. 23 τι] τὸ D 24 τὸ αὐτὸ aP γένος εἶναι D 25 ἐναντίοις corr. ex αὐτοῖς D κινούμενον Β 26 ἐν alterum aDP2: om. ABP1 εἰ μὴ γένος add. P2 28 μὴ εἴη Β 29 καὶ om. A 30 ἐπεὶ] εἰ, sed post ras. 2—3 lit. (’ fecit P2) ἐν om. A ὃν addidi of. p. 327,25, 328,11)

325
καὶ τὸ ἄρτιον ἐν ἀριθμῷ. διὰ τούτου δεικνύοι τις ὅν μὴ οὖσαν τὴν φιλίαν ὑπὸ γένος τὴν ὁμοήθειαν, ὅτι ἡ ἔχθρα ἐναντίον οὖσα αὐτῇ οὔτε ὑπὸ τὴν ὁμοήθειάν ἐστιν οὔτε ὑπὸ τὴν ἐναντίαν τῇ ὁμοηθείᾳ. δεύτερος τόπος· ἄν ᾖ τι καὶ τῷ γένει τῷ λαμβανομένῳ ἐναντίον, σκοπεῖν χρὴ εἰ τὸ ἐναντίον τῷ λαμβανομένῳ ὡς εἴδει ὑπὸ τὸ ἐναντίον τῷ ὡς γένει λαμβανομένῳ ἐστί. δεῖ γὰρ τὰ ἐναντία ὑπὸ ταὐτὸν μὲν εἶναι γένος, εἰ μηδὲν τῷ γένει εἴη ἐναντίον, ὑπὸ τὰ ἐναντία δέ, ἐὰν ᾖ καὶ τῷ γένει τι ἐναντίον· οὐ γὰρ ἔτι οἷόν τε ἐναντίωσιν ἐχόντων τῶν γενῶν τὰ ἐναντία ἀλλήλοις ὑπὸ ταὐτὸν εἶναι γένος. οὕτως ἡ δικαιοσύνη ἐν ἀρετῇ ἐστιν ὡς ἐν γένει, ἐπεὶ καὶ ἡ ἀδικία οὖσα ἐναντία αὐτῇ ἐν κακίᾳ ἐστίν, ἥ ἐστιν ἐναντία τῇ ἀρετῇ. οὕτως δεικνύοις ἄν ὅτι ἡ ἀδικία οὐκ ἔστιν εὐβουλία, ὡς ᾤετο Θρασύμαχος, ὅτι τὸ ἐναντίον τῆς ἀδικίας, τοῦτο δέ ἐστιν ἡ δικαιοσύνη, οὔτε ὑπὸ τὴν εὐβουλίαν οὔτε ὑπὸ τὸ ἐναντίον τῇ εὐβουλίᾳ, τὴν κακοβουλίαν. ἀλλὰ καὶ ὅτι ἡ ἀκρασία οὐκ ἔστι κακία, δεικνύοιτ’ ἄν, ὅτι τὸ ἐναντίον αὐτῇ, ἡ ἐγκράτεια, μήτε ὑπὸ τὴν κακίαν ἐστὶ μήτε ὑπὸ τὸ ἐναντίον τῇ κακίᾳ, τὴν ἀρετήν· οὐ γὰρ ἀρετὴ ἡ ἐγκράτεια διὰ τὰς μοχθηρὰς ἐπιθυμίας. ἀλλ’ οὐδὲ ἡ ἀρετὴ ἐπιστήμη, ὅτι μηδὲ ἡ κακία ἄγνοια.

[*](p. 123 b 8)

Πάλιν εἰ ὅλως ἐν μηδενὶ γένει τὸ τῷ εἴδει ἐναντίον ἀλλ’ αὐτὸ γένος.

Ἄλλον τόπον παραδίδωσιν ἀπὸ τοῦ ἐπισκέπτεσθαι εἰ τῷ ἀποδο|θέντι [*](167) εἴδει ἐστί τι· ἐναντίον· εἰ γὰρ τὸ τῷ ἀποδοθέντι εἴδει ἐναντίον ἐν μηδενὶ γένει ἐστίν, οὐδ’ ἂν τὸ ἐναντίον αὐτῷ τὸ εἶδός τινος γένους εἰλημμένον ἐν γένει τῷ τιθεμένῳ εἴη. ὧν γὰρ ἐναντίων τὸ ἕτερον ὑπὸ μηδέν ἐστι γένος, τούτων ἀνάγκη καὶ τὸ ἕτερον ὑπὸ μηδὲν εἶναι γένος ἐπεὶ τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἡ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη ἐστίν, ὡς ἐν Κατηγορίαις εἴρηται. ἐπεὶ οὖν τὸ ἀγαθὸν μή ἐστιν ἐν γένει τινί, ἀλλ’ αὐτό ἐστι γένος, οὐδ’ ἂν τὸ κακὸν ἐν γένει τινὶ εἴη. ἔθος δὲ αὐτῷ καὶ τὸ ἀγαθὸν καὶ τὸ κακὸν γένη λέγειν καίτοι ὁμωνύμως λεγόμενα, ὡς [*](1 post καὶ add. γὰρ D διατοῦτο Β 1.2 τὴν φιλίαν postea add. D 2 ante γένος add. τὸ aDP τὴν] τό siiperscr. Β ἐναντίον aD: ἐναντία ABP 3 post δεύτερος add. δὲ D, sed cf. p. 329,23, 330,2, 366, 2. 7 4 ᾖ sciipsi: εἴη libri cf. vs. 7 τι BDP: τὸ Α: ὄντος δὲ ἐναντίου τῷ γένει ex Arist. a καὶ en. Α τῷ λαμβανομένῳ] λαμβανόμενον Β χρὴ om. a 4. 5 εἰ τὸ om. Β: τὸ superscr. P2 5. 6 λαμβανομένῳ ὡς γένει D 7 ἡ aBP: εἴη AD 8 ἔτι om. B 9 ἐστιν ὡς ἐν γένει in ras. P2 10 ἐναντία οὖσα D 11 ἀβουλία D Θρασύμαχος] Plat. Respubl. I 20 p. 348 D 12 τοῦτο δέ ἐστιν ABP: τουτέστιν a: τοῦτο — δικαιοσύνη cm. D post δικαιοσύνη add. ἢ Β ὑπὸ ex corr. add. D 16 ἡ ἐγκράτεια periisse videtur in D 19 αὐτὸ] οὐ a 20 δίδωσιν Β ἐπισκέψασθαι a εἰ periit in P 21 γάρ τοι a ἐν BDP: εἰ aA 22 οὐδ’ ἂν—23 εἴη] οὐδ’ αὐτὸ τὸ ἀποδοθέν ὡς εἶδος γένους τινὸς, ἐν γένει εἴη τῷ τιθεμένῳ a 23 ἐναντίων BD: ἐναντίον aP: τὸ ἐναντίον Α 23. 24 μηδενὸς ἐστὶ γένους Α 24. 25 τἀναντία —ταυτῶ Α 25 γένος (post αὐτά) D 26 ἐν Κατηγορίαις] 0. 11 p. 14 a 19 cf. p. 324,24. 25 28 λεγόμενον Α)

326
ἐν Ἠθικοῖς ἔδειξεν. εἴη δ’ ἄν παραδείγματα τῶν ὡς γενῶν ἐναντίων καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν· ταῦτα γὰρ ἐναντία ὄντα [εἴ γε] οὔτε ταὐτόν ἐστι γένος οὔτε ὑπὸ ἐναντία γένη· οὐδὲ γὰρ ὅλως ὑπό τι γένος ἐστί τι αὐτῶν, ἀλλ’ αὐτὰ γένη ἐστὶν ἐν τοῖς πρώτοις δέκα. ἐντεῦθεν ὁρμωμένους ἔστιν ἀντιστρέψαντας δεικνύναι ὅτι μὴ ἐναντίον ἡ στέρησις τῷ εἴδει· εἰ γὰρ τὸ μὲν εἶδος ἐν τῇ οὐσία, ἡ δὲ στέρησις ἐν οὐδενὶ γένει (τὸ γὰρ ἁπλῶς μὴ ὂν οὐχ οἷόν τε ἐν γένει τινὶ εἶναι), οὐδ’ ἂν ἐναντίον τῷ εἴδει, διότι μηδέν ἐστι τῇ οὐσίᾳ ἐναντίον, ὑφ’ ἣν τὸ εἶδος ἦν.

[*](p. 123 b 12)

Ἔτι εἰ ἐναντίον τινὶ καὶ τὸ γένος καὶ τὸ εἶδος.

Εἰ καὶ τῷ εἴδει ἐστί τι ἐναντίον καὶ τ·ῷ ἀποδεδομένῳ αὐτοῦ γένει, δεῖν φησι ζητεῖν πάλιν εἰ ὁμοίως τά τε ἔτῃ ἀλλήλοις ἐναντία καὶ τὰ γένη. τὸ δὲ ὁμοίως ἐστίν, εἰ ἀμφότερα τῶν ἀμέσων ἐστὶν ἐναντίων ἢ ἀμφότερα τῶν ἐμμέσων· εἰ γὰρ τῶν μέν ἐστί τι μέσον τῶν δὲ μηδέν, οὐ δόξει τὰ ἀποδοθέντα εἴδη ὑπὸ τὰ ἀποδεδομένα εἶναι γένη. δοκεῖ γὰρ ἔνδοξον εἶναι τὸ ὁμοίως ἐπ’ ἀμφοῖν ἔχειν, ὡς ἔχει ἐπὶ δικαιοσύνης καὶ ἀδικίας καὶ ἀρετῆς καὶ κακίας· ἑκατέρα γὰρ ἡ ἐναντίωσις ἔμμεσος. εἰ γὰρ τῶν μὲν γενῶν ἔσται τι ἀνὰ μέσον τῶν δὲ ὑπὸ ταῦτα εἰδῶν μηκέτι, τίνων κατηγορηθήεσται τὸ τῶν γενῶν ἀνὰ μέσον; δεῖ γὰρ αὐτό, εἰ ἔστι, κατηγορεῖσθαί τινων· οὐ γὰρ δὴ ἄτομόν τί ἐστιν· ἀλλὰ μὴν τῶν ἐναντίων εἰδῶν οὐδενὸς κατηγορηθήσεται· τὰ γὰρ ἐναντία γένη κατ’ ἐκείνων. εἰ δὲ τῶν μὲν εἰδῶν ἔσται τι ἀνὰ μέσον, μηκέτι δὲ καὶ τῶν γενῶν, ὑπὸ τί ἔσται γένος τὸ τῶν ἐναντίων εἰδῶν ἀνὰ μέσον; οὐ γὰρ ὑπό τι τῶν ἐναντίων γενῶν· τὰ γὰρ ἐναντία εἴδη ὑπὸ ταῦτα. ἔνστασιν πρὸς τὸν τόπον ὡς πιθανὸν μόνον οὐκέτι δὲ καὶ ἀληθῆ ἐπιφέρει τὸ ὑγείας μὲν καὶ νόσου μηδὲν εἶναι μεταξύ, ἀγαθοῦ δὲ καὶ κακοῦ ἐναντίων ὄντων γενῶν, ὑφ’ ἃ ἥ τε ὑγεία καὶ ἡ νόσος, εἶναί τινα μεταξύ [αὐτῶν]· τὸ γὰρ οὔτε ἀγαθὸν οὔτε κακὸν μεταξὺ δεῖ δὲ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ ἀκούειν τῶν σωματικῶν ἀλλὰ μὴ τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ τούτων ἐστί τινα ἔμμεσα· καὶ γὰρ εὐεξία καὶ καχεξία σωματικὰ ὄντα, τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν, ἔμμεσά ἐστι (μέσον γὰρ αὐτῶν τὸ ὑγιαίνειν), καὶ αἶσχος καὶ κάλλος, καὶ ἰσχὺς καὶ ἀσθέ- [*](1 post ἐν add. τοῖς D ἐν Ἠθικοῖς] I 4 p. —29 2 τὸ alteram ora. D ἐναντία om. aB εἴ γε delevi post εἴ γε add. ἐναντία ADP 3 ταὐτό Β ante ἐναντία add. τὰ A γὰρ ora. Α τι ABD: τὸ aP 5 ἀντιστρέψαντας aB: om. ADP, sed inter δεῖ et κνύναι eras. 10 lit. P ἐναντία Α 7. 8 ἐναντία τῶ εἴδει εἴη D 8 ὅτι a et post ras. P ἐναντίον τῆ οὐσία Α ἦν scripsi: εἴη libri 9 εἰ om. Α 10 τί ἐστιν A 11 δεῖ Β ἀλλήλοις] ὁμοίως Β τῶ γένει Α 14 ἀποδεδομένα] ἀποδοθέντα D 15 ἔχειν] εἶναι Α 16 εἴτε γὰρ post ras. 1 lit. P 17 ἔστι Β οὐκέτι D 18 αὐτό scripsi: αὐτά libri 19 οὐδενὸς] οὐδὲ γένος Α 21 μηκέτι—μέσον (22) om. Β 23 ταὐτά Β 24 τἀληθῆ Α ἐπιφέρει AD: ὑποφέρει aBP μὲν om. Α οὐδὲν Β 25 δὲ om. Β ἡ alterum om. Α 26 τι D αὐτῶν prius delevi τὸ γὰρ — αὐτῶν om. Α 27 μὴ om. Α 28 ἔστι τούτων Β)

327
νεῖα. ἢ ταῦτα οὐ γένη τῶν προκειμένων, οὐδὲ κατὰ ἀπόφασιν τῶν ἄκρων τὰ μέσα ὡς τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ.

[*](p. 123 b 18)

Ἔτι εἰ ἔστι μέν τι ἀμφοῖν ἀνὰ μέσον.

Δεῖν φησι καὶ τοῦτό πως ἐπιζητεῖν, εἰ ἀμφοτέρων, καὶ τῶν ἐναντίων γενῶν καὶ τῶν ἐναντίων εἰδῶν, ἔστι τινὰ ἐν μέσῳ καὶ εἰ ὁμοίως ἐστὶν αὐτῶν· εἰ γὰρ μὴ ὁμοίως ἀλλὰ τῶν μὲν κατὰ ἀπόφασιν τῶν ἄκρων τῶν δὲ καταφάσει δηλουμένων, οὐκ ἄν εἴη τὰ ἕτερα ὡς ἐν γένεσι τοῖς ἑτέροις. δοκεῖ γὰρ ἔνδοξον εἶναι τὸ ὁμοίως ἐπ’ ἀμφοῖν ἔχειν τὰ μέσα, ὡς ἔχει ἐπὶ ἀρετῆς καὶ κακίας καὶ δικαιοσύνης καὶ ἀδικίας· ἀμφότεραι γὰρ αἱ ἐναντιώσεις ἀποφάσει τῶν ἄκρων τὰ μέσα ἔχουσι δηλούμενα. ἔχοι δ’ ἄν καὶ τοῦτο ἔνστασιν· δόξης γὰρ καὶ ἀδοξίας τὸ μεταξὺ καταφάσει δηλοῦται· τοιοῦτος γὰρ ὁ μέσος, ὡς προείρηται· “μέσος θέλω ἐν πόλει εἶναι”· καὶ τὸ μέσως βλέπειν μεταξύ ἐστι τοῦ ἀμβλυωπεῖν καὶ ὀξυωπεῖν καὶ καταφάσει δηλοῦται· ὁμοίως καὶ τὸ μετρίως ἀκούειν μεταξὺ ὀξυηκοίας καὶ ἀμβλυηκοίας· ἀγαθοῦ δὲ καὶ κακοῦ, ὑφ’ ἃ ταῦτα ὡς γένη, κατὰ ἀπόφασιν.

[*](p. 123 b 23)

Ἔτι ὅταν μὴ ᾖ τι ἐναντίον τῷ γένει.

Εἶπεν ὅτι, ἄν τῷ μὲν εἴδει ᾖ τι ἐναντίον τῷ δὲ γένει μηκέτι, δεῖ καὶ τὸ ἐναντίον τῷ τεθέντι εἴδει ἐν τῷ αὐτῷ εἶναι γένει. προστίθησι δὲ τούτω ὅτι οὐ μόνον τὰ ἐναντία ὑπὸ ταὐτὸν δεῖ γένος εἶναι, εἰ μηδὲν τῷ γένει εἴη ἐναντίον, ἀλλὰ καὶ τὸ ἀνὰ μέσον αὐτῶν, εἰ εἴη τι αὐτῶν ἀνὰ μέσον· ἐν ᾧ γὰρ γένει τὰ ἄκρα, τοῦτ’ ἔστι τὰ ἐναντία, ἐν τούτῳ καὶ τὸ ἀνὰ μέσον αὐτῶν, εἴ γε τὸ ἀνὰ μέσον μίξει τῶν ἐναντίων. οὕτως ὑφ᾿ ὃ γένος τὸ λευκὸν καὶ τὸ μέλαν, ὑπὸ τὸ αὐτὸ καὶ τὰ ἔμμεσα αὐτῶν χρώματα· πάντων γὰρ αὐτῶν γένος τὸ χρῶμα. ὁμοίως ὁ χυμὸς γένος ὢν ἐναντίων ὄντων τοῦ τε γλυκέος καὶ τοῦ πικροῦ καὶ τῶν μεταξὺ αὐτῶν | πάντων ἐστὶ γένος. οὕτω δεικνύοιτ’ ἄν τοῦ κυρτοῦ μὴ ὂν γένος τὸ περιφερές· [*](168) εἰ γὰρ τὸ μὲν κυρτὸν καὶ τὸ κοῖλον ἐναντία ὄντα ὑπὸ τὸ περι- [*](1 οὐ aP: οὔτε ABD προκειμένου Α οὐδὲ aAP: οὑδὲ γὰρ Β: οὔτε D 2 τὰ Α: om. aBDP 3 ἔτι εἰ aBDP(uf): ἔτι A: ἡ εἰ Arist. εἰ om. Α ἔστι om. D μέντοι Α 4 δεῖ Β .3 τῶν εἰδῶν τῶν ἐναντίων Β ἐν μέσω A DP: ἔμμεσα Β: ἀνὰ μέσον a εἰ om. A ἐστὶν αὐτῶν BD: ἐστὶν αὐτοῖς Α: ἐστί (ex ἔστω, ut videtur, corr.) τί (add. P2) αὑτοῖς (mrg. P3) P: om. a 6 τὸ μὲν Α 7 καταφάσει ABD: κατὰ κατάφασιν aP κατὰ superscr. P2) sed cf. vv. 11 — 15 ἦ Α 8 ἐπ’ D cf. p. 326, 15: ἐν aABP 9 αἱ AD: om. aBP 10 ἀποφάσει BD: ἀποφάσεις Α: ἀποφάσεων aP 12 ὡς προείρηται (scil. p. 223,12) scripsi: ὥσπερ εἴρηται P: προείρηται aABD ἐθέλω, sed post πόλει, P post θέλω add. εἰ A 15 ot D: οὗ aABP 16 τι om. Arist. (liabent CPc) 17 μηκέτι scripsi cf. p. 320, 17. 21: μή, ὅτι aADP: κακόν, ὅτι Β 18 τιθέντι aP προστίθησι δὴ AP: νῦν δὲ προστίθησι a 19 τοῦτο Β δεῖ om. AD 20 εἰ εἴη] εἴ γε mrg. ’’ 22 μίξει BD: μείξει P, μεί add. P3: μεῖζον A: μεταξὺ a 23 ἔμμεσα ABD: ἐν μέσῳ aP 24 ὁ om. aP 25. 26 αὐτῶν πάντων scripsi: iuv. ord. libri 26 οὕτως ἂν δεικνύοιτο μὴ ὃν γένος τοῦ κυρτοῦ Α 27 μὲν om. D)

328
φερές, τὸ δὲ μεταξὺ τοῦ τε κυρτοῦ καὶ τοῦ κοίλου, ὅπερ εἴη ἄν ἢ τὸ εὐθὺ ἢ ἕλιξ, μηκέτι ὑπὸ τὸ περιφερές, οὐδ’ ἄν ἐκείνων γένος εἴη τὸ περιφερές. ἔνστασιν δὲ φέρει καὶ πρὸς τὸν τόπον τοῦτον· ἐπὶ γὰρ τῶν ἠθικῶν ἀρετῶν αἱ μὲν ὑπερβολαὶ καὶ αἱ ἔνδειαι ἐναντίαι οὖσαι ἀλλήλαις ὑπὸ τὴν κακίαν εἰσίν, αἱ δὲ ἀρεταὶ μέσαι αὐτῶν οὖσαι ὑπ’ ἄλλο γένος εἰσίν· ὑπὸ γὰρ τὴν ἀρετήν. ἢ ὅτι συμβέβηκε ταύταις οὐ μόνον μέσαις εἶναι ἀλλὰ καὶ ἐναντίαις ἑκατέρων τῶν ἄκρων· ἐπὶ γοῦν τοῦ μεγάλου καὶ τοῦ μικροῦ, ὄντος τοῦ μὲν ἐν ὑπερβολῇ τοῦ δὲ ἐν ἐνδείᾳ, καὶ τὸ μεταξὺ αὐτῶν, τὸ ἴσον, ὑπὸ ταὐτὸ γένος· ἀλλὰ κἂν κατὰ χρῶμά τι ἢ κατὰ χυμὸν ἢ ἄλλο τι τῶν τοιούτων ληφθῇ ὑπερβάλλον τε καὶ ἐνδέον, καὶ τὸ μεταξὺ αὐτῶν ὑπὸ ταὐτὸ γένος. ἔτι κυρίως μέσον ὂν τὸ κατὰ μῖξιν τῶν ἄκρων τοιοῦτον ὂν καὶ ἀναγκαῖον ὑπὸ ταὐτὸ εἶναι γένος τοῖς ἄκροις. ἡ δὲ ἀρετὴ οὐχ οὕτω τῶν κακιῶν μέση. ὁμωνύμως γὰρ τὸ μέσον λέγεται· λέγεται γὰρ καὶ ἐν κύκλῳ μέσον τὸ κέντρον· ἀλλὰ καὶ ἐν ὅροις μέσος ὁ τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος ἢ ὅλως ὁ δὶς λαμβανόμενος ἐν ταῖς τῶν προτάσεων συμπλοκαῖς. ἔτι δὲ ὑπετέθη ὅταν μηδὲν ᾖ τῷ γένει ἐναντίον· τῇ δὲ κακίᾳ γένει οὔσῃ τῆς ἐνδείας καὶ τῆς ὑπερβολῆς ἐναντίον ἀρετή.

[*](p. 123b 30)

Σκοπεῖν δὲ καὶ εἰ τὸ μὲν γένος ἐναντίον τινί, τὸ δὲ εἶδος μηδενὶ.

Καὶ οὗτος ὁ τόπος ἔτι ἐκ τῶν ἐναντίων. ἀξιοῖ δὲ δι’ αὐτοῦ ἐπισκοπεῖν εἰ τῷ μὲν ὡς γένει τιθεμένῳ ἐστί τι ἐναντίον, τῷ δὲ εἴδει μή· οὐ γὰρ ἂν γένος εἴη τὸ ἀποδεδομένον τοῦ μηδὲν ἔχοντος αὑτῷ ἐναντίον εἴδους. τὰ γὰρ ἐναντία γένη εἰδῶν εἰσιν ἐναντίων ἀλλήλοις, οἷον ἀρετὴ καὶ κακία ἐναντία καὶ δικαιοσύνη καὶ ἀδικία· οὐ μὴν ἔμπαλιν τῷ τὰ ἐναντία δύνασθαι ὑπὸ ταὐτὸ εἶναι γένος. οὕτως, ἐπεὶ ἁρμονίᾳ μὲν ἀναρμοστία ἐναντίον, ψυχῇ δὲ οὐδέν ἐστιν ἐναντίον, οὐκ ἔστιν ἡ ψυχὴ ἁρμονία, ὡς Πλατῶν ἐπεχείρησεν ἐν τῷ Φαίδωνι. οὕτως δεικνύοι τις ἂν μὴ οὖσαν γέ- [*](1 τε om. D ἂν εἴη B ἢ om. D 2 ἢ cm. aB ἕλιξ AB: ἔλιξ D: εὐθεῖα aP οὐκέτι Β ἐκείνων οὐδ’ ἂν Α 4 αἱ alteriim oin. Α τὴν om. D 5 post ἀρεταὶ delevit ὑπ’ ἄλλο γένος οὖσαι D μέσον Α 6 μέσαις] μέρεσιν Α 7 ἐπὶ γοῦν supra ras. P-: ὑπὸ γὰρ Β 9 jiost ὑπὸ add. μέγεθος Β ταὐτὸν aABP 10 τε scripsi: δέ ABD: om. aP ταυτὸν Ppr. 11 τὸ om. Β 12 ταὐτὸν aBP εἶναι om. A 13 κακιῶν D: κακῶν aP: καλῶν ΑΒ μέση] μέσον Α 14 ante μέσον add. τὸ ADP ὁ aP: om. ABD τοῦ corr. ex tw Β 15 ὅλος aBP διαλαμβανόμενος omisso δὶς Α 10 ἔτι in ras. P-: ἐπεὶ Α δὲ prius om. aB ἐτέθη B 17 post οὔσῃ add. καὶ A τῆς alterum om. D 21 τεθειμένω D 22 αὐτῷ libri ἔναντι A 23 εἰδῶν εἰσιν ἐναντίων D: ἐναντία aABP ἀλλήλων P, sed ὢν in ras. P2 24 ἐναντία prius A: ἐναντίον aBDP καὶ prius om. Β καὶ alterum om. P: μὲν a post ἀδικία add. καὶ εἰ τὸ γένος ἐναντίον τινὶ καὶ τὸ εἶδος ἐναντίον ἔσται τινί a τῷ] τὸ Α 25 ταὐτόν aABP γένος εἶναι D εἶναι Α 27 ἐπεχείρησεν corr. ex ἐπιχείρησις A ἐν τῷ Φαίδωνι] c. 42 δεικνύοι aP: δείκνυσι ABD ἂν om. Β)

329
νος τὴν ἀρχὴν τοῦ στοιχείου, εἴ γε τῇ μὲν ἀρχῇ ἐναντίον τὸ τέλος, τῷ δὲ στοιχείῳ οὐδέν ἐστιν ἐναντίον.· ἀλλ’ οὐδὲ τοῦ τόπου τὸ κενὸν γένος, εἴ γε τῷ μὲν κενῷ ἐναντίον τὸ πλῆρες, τόπῳ δὲ οὐδὲν ἐναντίον. ἀλλ’ οὐδὲ ὁ χρόνος κίνησις, εἴ γε κινήσει μὲν ἠρεμία ἐναντίον, χρόνῳ δὲ οὐδέν. ἀλλὰ καὶ εἰ τῷ μὲν ἀφθάρτῳ τὸ φθαρτὸν ἐναντίον, θεῷ δὲ μηδέν, οὐκ ἂν εἴη γένος τοῦ θεοῦ τὸ ἄφθαρτον. ἔνστασιν πρὸς τὸν τόπον ὄντα ἔνδοξον φέρει αὐτὸς ἐπὶ ὑγείας καὶ νόσου. ἁπλῶς μὲν γὰρ ὑγεία νόσῳ ἐναντία· τῶν δὲ ὑπὸ τὴν νόσον ἢ ὑπὸ τὴν ὑγείαν λαμβανομένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον· ὁ γὰρ πυρετὸς νόσος ὢν καὶ ἡ περιπνευμονία καὶ ἡ ὀφθαλμία οὐδὲν ἐναντίον ἔχει. ἢ ἔστιν ἐπὶ τούτων ἐναντιότης ἀνώνυμος· ἡ γὰρ καθ’ ἕκαστον τούτων ὑγεία.

[*](p. 124 a 1)

Ἀναιροῦντι μὲν οὖν τοσαυταχῶς ἐπισκεπτέον.

Παραδοὺς πλείους τόπους ἀπὸ τῶν ἐναντίων (εἰσὶ γὰρ οὓς ἔπειτα πάντας μέν φησι τούτους ἀνασκευαστικοὺς εἶναι, τρεῖς δὲ ἐξ αὐτῶν μόνους εἶναι καὶ πρὸς κατασκευὴν χρησίμους, οὓς καὶ ἐκτίθεται. ὅ τε γὰρ πρῶτος τῶν ῥηθέντων ὁ ἀξιῶν, εἰ μή ἐστί τι τῷ τεθέντι γένει ἐναντίον, τῷ δὲ εἴδει, ἄμφω τὰ ἐναντία ὑπὸ ταὐτὸν εἶναι γένος. τούτου γὰρ κειμένου, εἰ δειχθείη ὅτι τῷ λαμβανομένῳ γένει μηδέν ἐστιν ἐναντίον καὶ ἔστι τὸ τοῦ ζητουμένου εἴδους ἐναντίον ἐν γένει τούτῳ, εἴη ἄν δεδειγμένον ὅτι καὶ τοῦ ζητουμένου τὸ αὐτὸ τοῦτο γένος ἐστίν· εἰ γὰρ τὸ ἐναντίον ἐν τούτῳ, δῆλον ὅτι καὶ τοῦτο. οἷον ἐπεὶ τὰ πολλὰ τοῖς ὀλίγοις ἐναντία, καὶ ἔστι τῶν πολλῶν γένος τὸ πλῆθος, καὶ οὐδὲν τῷ πλήθει ἐναντίον, καὶ τῶν ὀλίγων ἂν τὸ πλῆθος εἴη γένος. δεύτερον πρὸς κατασκευὴν ἀπὸ τῶν ἐναντίων τῶν προειρημένων τόπον εἶναι χρήσιμον ἐκτίθεται τὸν ἀπὸ τῶν μέσων· εἰ γὰρ τὸ ἀνὰ μέσον τινῶν ἐναντίων ἐν τῷδέ τινι γένει, καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει ἔσται. δεῖ δὲ δῆλον ὅτι τὰ ἀνὰ μέσον κυρίως λαμβάνειν· ταῦτα δέ ἐστι τὰ κατὰ μῖξιν γινόμενα τῶν ἐναντίων. ἐν ᾧ γὰρ ἡ σομφὴ φωνὴ γένει, ἐν ἐκείνῳ καὶ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα, καὶ ἐν ᾧ τὸ φαιόν, ἐν ἐκείνῳ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν· οὐκέτι δὲ ἐν ᾧ ἡ ἀνδρεία, [*](1 τέλος in ras. P 1. 2 ψυχὴ δὲ Β τῶ στοιχείω δὲ 4 ἐναντίον ἠρεμία Α o εἰ om. Β, siiperscr. P φθαρτῷ (ante φ deletum ἁ) τὸ ἄφθαρτον P 6 τοῦ θεοῦ τὸ γένος Β ὄντα om. Α: post ἔνδοξον habent aPP 7 post γὰρ adil. καὶ BP: ἡ a ἐναντία AD, Ppr.: ἐναντίον aB, corr. P1 8 τὴν prius om. a λαμβανόμενον Α οὐδενί aP: om. ABD 9 περιπλευμονίᾳ aBP καὶ ἡ ὀφθαλμία post ὢν transposuerunt aABP 10 post ἔστι add. καὶ aBP τούτοις D ἕκαστα Β 13 πολλοὺς a 14 ἔπειτα] νῦν a μέν φησι πάντας Α δὲ] γάρ φησιν Β 15 μόνους] φησὶ τόπον A χρήσιμον Α ὁ τε corr. ex οὗτε Α 17. 18 κειτ μένου] κεἰ in ras. P2 19 τὸ τοῦ D: του A: τοῦ aBP post εἴη add. δ’ Α 20 τὸ αὐτὸ τοῦτο γένος ἐστίν] ἐναντίου τῷ εἴδει τὸ αὐτὸ γένος ἔσται a 23 τὸ πλῆθος ἄν Α 25 τῶν ἀμέσων B ἐναντίων D: ἐναντίον aABP τινι] τῶ D 26 τὰ D: τὸ aABP post μέσον add. τὸ aBP 28 σοφὴ Α ἐν ἐκείνω ex corr. D: ἐν τούτω Β ἡ (ante βαρεῖα) om. A 29 δὲ om. P)

330
ἐν τούτῳ καὶ ἡ θρασύτης καὶ ἡ δειλία, ὅτι οὐχ οὕτως αἱ ἀρεταὶ μέσαι | τῶν κακιῶν ὡς κατὰ μῖξιν αὐτῶν εἶναι. τρίτον ἐκτίθεται τόπον τῶν πρὸς [*](169) κατασκευήν· ὅταν καὶ τῷ ὡς εἴδει λαμβανομένῳ ᾖ τι ἐναντίον καὶ τῷ ὡς γένει ἐστίν· εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ, καὶ τὸ ζητούμενον ἐν τῷ ἐκείνου ἐναντίῳ. ζητουμένου γὰρ εἰ γένος τῆς νόσου ἡ ἀσυμμετρία, δείξαντες ὅτι τῆς ὑγείας, ἥτις ἐστὶν ἐναντία τῇ νόσῳ, ἡ συμμετρία γένος οὖσα ἐναντία τῇ ἀσυμμετρίᾳ, εἴημεν ἄν δεδειχότες ὅτι καὶ ἡ νόσος ἐν ἀσυμμετρίᾳ.

[*](p. 124 a 10)

Πάλιν ἐπὶ τῶν πτώσεων καὶ ἐπὶ τῶν συστοίχων.

Ὥσπερ ἐπὶ τῶν ἀπὸ συμβεβηκότος προβλημάτων τόπους τινὰς παραδέδωκεν ἀνασκευαστικοὺς καὶ κατασκευαστικοὺς ἀπὸ τῶν πτώσεων καὶ ἀπὸ τῶν συστοίχων, οὕτω καὶ πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα ἀπὸ τῶν αὐτῶν τούτων παραδίδωσί τινας τόπους· κοινοὶ γὰρ καὶ ἐπικαιρότατοι πρὸς πάντα οἱ ἀπὸ τῶν συστοίχων τόποι. ἄν γάρ τινος γένος ἀποδοθῇ, δεῖ ὁρᾶν εἰ καὶ τὰ σύστοιχα τῷ γένει τῶν συστοίχων τῷ εἴδει γένη εἶναι δύναται· καὶ ἄν μὲν ᾖ, κατασκευασθήσεται, ἄν δὲ μὴ ᾖ, ἀνασκευασθήσεται. εἰ γὰρ ὁμοίως ἀκολουθεῖ τὸ κείμενον γένος τῷ τεθέντι εἴδει καὶ ἡ πτῶσις ἡ τοῦ γένους τῇ τοῦ εἴδους πτώσει, εἴη ἄν τὸ ἀποδοθὲν γένος κατεσκευασμένον ὅτι ἐστὶ γένος. οἷον πτῶσίς ἐστι τῆς μὲν μεγαλοψυχίας τὸ μεγαλοψύχως, τῆς δὲ ἀπαθείας τὸ ἀπαθῶς· εἰ οὖν τὸ μεγαλοψύχως ἀπαθῶς, καὶ ἡ μεγαλοψυχία ἀπάθεια· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. πάλιν ἀνασκευάζοιμεν ἂν ἀπὸ τῶν πτώσεων οὕτως· ἔστω προκείμενον δεῖξαι ὅτι μὴ γένος τῆς εὐφυίας ἡ ταχυτής· ληψόμεθα ἀπὸ τῶν πτώσεων συνεχὲς τοιοῦτον· εἰ ἡ εὐφυία ταχυτής, καὶ τὸ εὐφυῶς ταχέως· οὐκ ἔστι δὲ τὸ εὐφυῶς ταχέως· καλῶς γὰρ μᾶλλόν ἐστιν, ἀλλ’ οὐ ταχέως· οὐδ’ ἄρα ἡ εὐφυΐα ταχυτής. πάλιν εἰ ἡ ἀγροικία ἀπαιδευσία, καὶ τὸ ἀγροίκως ἀπαιδεύτως· οὐκ ἔστι δὲ τὸ ἀγροίκως ἀπαιδεύτως, ἀλλ’ ἀπείρως μᾶλλον· οὐδ’ ἡ [*](1 οἱ om. A 2 post τόπον addendum videtur τοῦτον sive τοιοῦτον τῶν alterum ἁ D: τὸν AP: om. aB 3 καὶ prius om. Α 6 συμμετρία Α: συμμετρία P 7 ὅτι om. A γένος] τῆ νόσω A 8 εἴη Β 11 ἐπὶ om. B 11.12 παρέδωκεν (scil. II 9 p. 114 a 26 sq.) D 12 κατασκευαστικοὺς καὶ ἀνασκευαστικοὺς Β: ἀνασκευαστικοὺς P post ἀνασκευαστικοὺς add. τε Α 14 post τούτων eras. 3 lit. P 16 εἰ om. A τὰ om. D τῶ prius om. A καὶ om. P ἐὰν (ante μὲν) Α ᾖ alterum om. aP 18 τῷ in ras. P2 19. 20 κατασκευασμένον aP1 (corr. P2) 20 ὅτι scripsi: οὗ libri ἐστι alterum ADP: ἐπὶ aB τῆς μὲν DP: μὲν τῆς aB: τῆς Α 21 τῆς δὲ] ἐπὶ δὲ τῆς a ἀπαθείας BD: ἀπειθείας A: ἀποθείας aP post μεγαλοψύχως add. τὸ Β 22 τὸ prius] εἰ in ras. P2 πρῶτον, τὸ ἄρα δεύτερον ABDP1 cf. p. 333,3, 336,18: πρῶτόν ἐστι, καὶ τὸ δεύτερον ἄρα aP2 22. 23 ἀνασκευάζομεν aP 23 ἂν om. Α 24 τῆς et ἡ superscr. Β ληψόμεθα BDP (ο in ras. P2):] ληψώμεθα aA 25 ταχυτής χυτής om. Β 26 κάλλως Α 28 οὐκέτι AP)

331
ἀγροικία ἄρα ἀπαιδευσία. καὶ εἰ ἡ ἡδονὴ ἀγαθόν, καὶ τὸ ἡδέως ἀγαθῶς· οὐκ ἔστι δὲ τὸ ἡδέως ἀγαθῶς· ἔστι γὰρ ἡδέως πάσχοντα αἰσχρῶς πάσχειν καὶ κακῶς· οὐδ’ ἄρα ἡ ἡδονὴ ἀγαθόν. καὶ οὕτω μὲν ἀπὸ τῶν πτώσεων. ἀπὸ δὲ τῶν συφτοίχων πάλιν κατασκευάσομεν οὕτως· σύστοιχα λέγεται ἀλλήπτῶσις, λοις τὰ οὕτω λεγόμενα, ἀνδρεία, ἀνδρεῖος, ἀνδρείως, ἀνδρεῖον· καὶ γὰρ ἡ τὸ ἀνδρείως, ἐν τοῖς συστοίχοις ἐστίν· διὸ οἱ ἀπὸ τῶν συστοίχων τόποι περιέχουσι καὶ τοὺς ἀπὸ τῶν πτώσεων, καὶ αὐτὸς τοῖς παραδείγ- μσιν ὁμοῦ κατὰ πάντων ἐχρήσατο· ὁμοίως σύστοιχα δικαιοσύνη, δίκαιος, δικαίως, δίκαιον· ληψόμεθα οὖν, θέλοντες δεῖξαι ὅτι ἡ δικαιοσύνη ὑπὸ γένος τὴν ἀρετήν, τὰ σύστοιχα αὐτῇ • οἷον εἰ τὸ δίκαιον ἐνάρετον καὶ τὸ δικαίως ἐναρέτως καὶ ὁ δίκαιος ἐνάρετος, καὶ ἡ δικαιοσύνη ἀρετή · τὰ ἡγούμενα δέ· καὶ τὸ λῆγον ἄρα. οὕτω μὲν κατασκευάσοuι ὲν. ἀνασκευάσομεν δέ, ὅτι μὴ ὑπὸ τὸ ὠφέλιμον ἡ ἡδονή, οὕτως· εἰ ἡ ἡδονὴ ὠφέψον, καὶ τὸ ἡδέως ὠφελίμως καὶ τὸ ἡδὺ ὠφέλιμον· οὐκ ἔστι δὲ τὸ ἡδὺ ὠφέλιμον· οὐδ’ ἄρα ἡ ἡδονὴ ὠφέλιμον. ἢ ἐφ’ οὗ ἂν φανερώτερον ἀντιπίπτῃ τῶν συστοίχων, ἐκεῖνο ληψόμεθα καὶ δείξομεν δι’ αὐτοῦ ὅτι μηδὲ ἡ ἡδονὴ ὠφέλιμον· ὁμοίως γὰρ ἔχειν πάντα τὰ σύστοιχα κατὰ τὴν ἀκολουθίαν δεῖ. εἰ δὲ μὴ ὠφέλιμον ἡ ἡδονή, ὸἡλον ὅτι οὐδ’ ἂν ἐν γένει αὐτῷ εἴη. πάλιν σύστοιχα ἀλλήλοις δικαιοσύνη, δίκαιον, δίκαιος, δικαίως καὶ ἐπιστήμη, ἐπιστῆμον, ἐπιστήμων, ἐπιστημόνως· ἐὰν τῆς δικαιοσύνης ἡ ἐπιστήμη γένος ᾖ, δεῖ καὶ τὸ δίκαιον ὑπὸ τὸ ἐπιστῆμον εἶναι καὶ τὸν δίκαιον ὑπὸ τὸν ἐπιστήμονα καὶ τὸ δικαίως ὕπο τὸ ἐπιστημόνως.

[*](p. 124 a 15)

Πἀλιν ἐπὶ τῶν ὁμοίως ἐχόντων πρὸς ἄλληλα.

0μοιος καὶ οὗτος ὁ τόπος τῷ ἀπὸ τῶν συστοίχων· εἰ γάρ τινα ὁμοίως ἔχει πρὸς ἄλληλα, ἂν τὸ ἕτερον τῶν ὁμοίως ἐχόντων τοῦ ἑτέρου γένος ᾖ, καὶ τὸ ἕτερον ἔσται τοῦἑτέρου γένος. οἷον ἐπεὶ τὸ ἡδὺ ὁμοίως ἔχει πρὸςτὴν ἡδονὴν καὶτὸ ὠφέλιμον πρὸςτὸἀγαθόν, ὡςἔστιτὸἡὸὺ τῆς ἡδονῆς πὀ ητικόν, οὕτω καὶ τὸ ὠφέλιμον τοῦ ἀγαθοῦ ἄν εἴη. ἡ ἐναλλάξ, εἰ τῆς ἡδονῆς γένος τὸ ἀγαθόν, ἔσται καὶ τοῦ ἡδέος γένος τὸ ὠφέλιμον. ἔστι δὲ τὸ εἰρημένον καὶ δι’ ἀναλογίας λαβεῖν. εἰ γάρ, ὡς τὸ ἀγαθὸν πρὸς τὸ ὠφέλιμον, οὕτως ἡ ἡδονὴ πρὸς τὸ ἡδύ, καὶ ἐναλλάξ, ὡς̣ τὸ ἡγούμενον [*](1 ἀπαιδευσία ἄρα Β ἡ Β et ex corr. D: om. aAP 2 δὲ oui. Β 4 κατασκευάσομεν] ὁ in ras. P- 7 καὶ prius om. Β 9 ληψόμεθα] ὁ in ras. P- γένος ex corr. adtl. I) 11 ante ἡ superscr. εἰ P- τὰ cm. P, seel ἡ in ras. 3 lit. P- 12 post μὲν add. fort, recte οὑν a κατασκευάσομεν. ἀνα-] ras. 3 lit. P, defectus signum posuit P- δέ add. P- 13 ὑπὸ om. D ἡ ἡδονἡ-ὠφἐλιμον om. Α ἡ alterura om. Β 14 ὠφελίμως] ὠφέλιμον ρ οὐδ’—15 ὠφέλιμον om. P Ij ὠφέλιμος a ἢ ABI): ὥστε a, supra ras. P- ἀντιπίπτοι aB 16 ἐκεῖνον Β Ι7 (πάν)τα τὰ superscr. P- τὴν om. D 11) δίκαιον, δίκαιος, δικαίως scripsi : δίκαιος, δίκιον, δικαίως ABDP: δίκαιος, δικαίως, δίκαιον a 11). 20 ἐπιστῆμον, ἐπιστήμων, ἐπιστημόνως AD : ἐπιστήμων, ἐπιστημόνως B: ἐπιστημόνως P: ἐπιστήμων, ἐπιστημόνως, ἐπιστῆμον a 20 δεῖ om. Β 24 καὶ fort, delendum 25 ἔχοι (ante πρὸς) Β 27 τὴν om. D ὡς ἐστι D: ἐστιν ὡς B: ὡς aAP 28 ἄν εἴη] ras. 2 lit. P 29 εἰ superscr. P2 31 ὡς superscr. P2)

332
[τὸ ἀγαθὸν] πρὸς τὸ ἡγούμενον [τὴν ἡδονήν], οὕτως τὸ ἑπόμενον [τὸ ὠφέλιμον] πρὸς τὸ ἑπόμενον [τὸ ἡδύ]· ὥστε ὡς τὸ ἀγαθὸν πρὸς τὴν ἡδονήν, οὕτως τὸ ὠφέλιμον πρὸς τὸ ἡ|δύ· εἰ οὖν τὸ ἀγαθὸν γένος τῆς ἡδονῆς, καὶ τὸ ὐφέλιμον [*](170) γένος ἄν εἴη τοῦ ἡδέος. αὐτὸς μέντοι τῇ μὲν ἀναλογίᾳ οὐκ ἐχρήσατο, παραμυθίαν δὲ τοῦ δεικνυμένου ἐκόμισεν· ὅτι γὰρ ἔσται καὶ τὸ ὠφέλιμον γένος τοῦ ἡδέος, παρεμυθήσατο εἰπὼν δῆλον γὰρ ὅτι ἀγαθοῦ ἄν εἴη ποιητικόν, ἐπειδὴ ἡ ἡδονὴ ἀγαθόν. εἰγὰρ ἡ ἡδονὴ ἀγαθόν ἐστι, τὸ ποιητικὸν αὐτῆς (τοῦτο δὲ ἦν τὸ ἡδύ) ἀγαθοῦ ἄν τινος εἴη ποιητικόν· πᾶν δὲ τὸ ἀγαθοῦ ποιητικὸν ὠφέλιμον καὶ ἐν γένει τῷ ὠφελίμῳ. ἔστι δὲ καὶ κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς ὁ τόπος. εἰ γὰρ ἡ ἡδονὴ μὴ ἐν γένει τῷ ἀγαθῷ, οὐδ' ἄν τὸ ἡδὺ ἐν γένει τῷ ὠφελίμῳ εἴη. καὶ εἰ ὡς τὸ γυνάζεσθαι πρὸς ὑγείαν οὕτως τὸ μανθάνειν πρὸς ἐπιστήμην, μή ἐστι δὲ τὸ γυμνάζεσθαι ὑπὸ τὸ μανθάνειν, οὐδ' ἄν τὸ ὑγιαίνειν ὑπὸ τὸ ἐπίστασθαι εἴη. [*](p. 124 a 20) Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν γενέσεων καὶ τῶν φθορῶν.

***** τόπους παραδίδωσιν. εἰ γὰρ ἡ γένεσίς τινος ὡς ὑπὸ γένος εἴη τὴν ἄλλου τινὸς γένεσιν, καὶ τὸ γινόμενον ὑπ' αὐτοῦ ἔσται ὡς ὑπὸ γένος τὸ ὑπὸς τοῦ ποιητικοῦ γένους γινόμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν φθορῶν. ἀπὸ μὲν οὖν τῆς γενέσεως <οὕτως>· εἰ τὸ οἰκοδομεῖν ἐνεργεῖν καὶ ὑπὸ τὴν ἐνέργειαν, καὶ τὸ ᾠκοδομηκέναι ἐνηργηκέναι καὶ ὑπὸ τοῦτο· καὶ εἰ τὸ μανθάνειν ἀναμαιμνήσκεσθαί ἐστιν καὶ ὑπὸ γένος τὸ ἀναμιμνήσκεσθαι, καὶ τὸ μεμαθηκέναι ὑπὸ τὸ ἀναμεμνῆσθαι ἄν εἴη, ὡς ᾤετο Πλάτων λέγων τὰς μαθήσεις ἀναμνήσεις. λαμβάνει δὲ καὶ τὸ οἰκοδομεὶν καὶ τὸ μανθάνειν ὡς οὔσας γενέσεις, τὸ μὲν τοῦ οἰκοδομουμένου τὸ δὲ τοῦ μανθανομένου. ἔστι δὲ κυρίως ἡ μὲν οἰκοδέμησις τοῦ οἰκοδομουμένου, ἡ δὲ μάθησις τοῦ μανθανομένου. καὶ εἴη ἂν τοιοῦτον τὸ λεγόμενον· εἰ τοῦ οἰκοδομέῖν γένος τὸ ἐνεργεῖν, καὶ τοῦ ᾠκοδομηκέναι τὸ ἐνηργηκέναι· καὶ εἰ τῆς μαθήσεως ἡ ἀνάμνησις, καὶ τοῦ μεμαθηκέναι τὸ ἀναμεμνῆσθαι. ἔοικε δὲ τὰ παραδείγματα, οἷς κέχρηται, ἁρμόζειν καὶ τοῖς ἀπὸ τῶν συστοίχων [*](1 τὸ ἀγαθὸν et τὴν ἡδονήν et τὸ ὠφέλιμον ABDP: om. a τὸ (ante ἡγούμενον) a, ex corr. P: om. ABD post οὕτως add. καὶ aB τὸ ἑπόμενον —2 ἡδύ om. defectus signo appicto P τὸ (ante ἑπόμενον) aB: om. AD 2 τὸ (ante ἑπόμενον) aB: om. AD τὸ ἡδύ ABD: om. aA 3 ὠφέλιμον] ἑπόμενον A ante ἡδύ add. ἑπόμενον BD, ὠφέλιμον Α ante καὶ add. οὕτως D 4 γένος iterat B μὲν om. D 7 ἡ prius D Arist.: om. aABP 8 τοῦτο] τοῦ a τινος om. A 9 καὶ prius in ras. 2 lit. P2 10 ἡ om. A μὴ om. A 11 ἐν om. B γένει aP: om. ABD 14 γενέσεων καὶ τῶν om. B τῶν alterum om. Arist. (habet f) 15 supplens velut Ὥσπερ ἐπὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων καὶ ἀπὸ τῶν γενέσεων καὶ τῶν φθορῶν 16 τινὸς om. A 16 et 17 γιγνόμενον aP 16 αὐτῆς A 17 γένος A φθορῶν Ioannes Italus (cod. Vindob. phil. gr. 203): φθαρτικῶν libri 18 οὖν om. D οὕτως ex Ioan. Ital. addidi εἰ superscr. P 19 οἰκοδομηκέναι A εἰ om. B: ὑπὸ A 20 καὶ scripsi: ὡς libri cf. p. 350,5 21 (μ)εμαθηκέναι in ras. P2 ἀναμνησθῆναι BD Πλάτων] velut Phaedo c. 18 p. 72 E, Meno c. 15 p. 81 D sq. 21. 22 λέγων πλάτων B 22 ἀναμιμνήσεις A λαμβάνειν B δὲ om. A 23. 24 μανθάνειν P 24 δὲ B: δὴ aADP fort. οἰκοδόμησις <γένεσις> 25 τοιοῦτον ἂν A 26 τοῦ] τὸ B ἐνεργηκέναι AP1 (corr. P5) εἰ]ἔτι P 27 ἡ om. A τὸ ἀναμεμνηκέναι B 28 τὰ om. A)

333
τόποις· σύστοιχον γὰρ τὸ οἰκοδομεῖν τῷ ῷκοδομηκέναι καὶ τὸ ἐνεργεῖν τῷ ἐνηργηκέναι. εἴη δ’ ἄν τοῦ λεγομένου καὶ τὰ τοιαῦτα παραδείγματα· εἰ ἡ τῆς δικαιοσύνης γένεσις οὐκ ἔστι μάθησις, οὐδ’ ἂν ἡ δικαιοσύνη ἐπι- σιήμη εἴη· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. οὕτω δ’ ἄν δεικνύοι τις ὅτι μηδὲ τῆς αἰσθήσεως ἡ ἐπ̣ιστήμη γένος· εἰ γὰρ τῆς μὲν αἰσθήσεως ἡ γένεσις φύσει, τῆς δὲ ἐπιστήμης οὐ φύσει (μαθήσει γάρ), οὐκ ἄν ἡ αἴ- σθησις ἐπιστήμη εἴη. δῆλον δὲ ὅτι καὶ κατασκευαστικὸς ὁ τόπος· εἰ γὰρ ἡ τῆς γεωμετρίας γένεσις μάθησις, καὶ ἡ γεωμετρία ἂν ἐπιστήμη εἴη. ὁ δὲ ἀπὸτῆςφθορἄςτόποςτοιοῦτος· εἰ τὸ διαλύεσθαι φθείρεσθαι, καὶ τὸ διαλελύσθαι ἐφθάρθαι καὶ ἡ διάλυσις φθορά· ὁμοίως γὰρ ἔχει τὸ διαλύεσθαι πρὸς τὸ διαλελύσθαι καὶ τὸ φθείρεσθαι πρὸς τὸ ἐφθάρθαι· ὥστε, εἰ τὸ ἕτερον τοῦ ἑτέρου γένος, καὶ τὸ ἕτερον τοῦ ἑτέρου ἄν εἴη.

[*](p. 124a24)

Καὶ ἐπὶ τῶν γεννητικῶν δὲ καὶ φθαρτικῶν ὡσαύτως.

‘0μοίως φησὶν ὡς ἀπὸ τῶν γενέσεων τε καὶ φθορῶν οὕτως εἶναι καὶ ἀπὸ τῶν γεννητικῶν τε καὶ φθαρτικῶν ἐπιχειρεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν δυνάμεων καὶ τῶν χρήσεων καὶ ὅλωςἀπὸ τῶν καθ’ ὁποιανοῦν ὁμοιότητα. ὅμοιαι γὰρ αἰ ἀπὸ πάντων τῶν τοιούτων ἐπιχειρήσεις, οὐ κατὰ ταὐτὸν δέ· γένεσις μὲν γὰρ ἡ τοιάδε ‘μεταβολή γεννητικὸν δὲ τὸ τῆς τοιᾶσδε μετα- βολῆς αἴτιον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ φθορᾶς τε καὶ φθαρτικοῦ. λέγοι δ’ ἄν ὁμοιότητα-πάντα τὰ τοιαῦτα πρὸς ἄλληλα ἔχειν καὶ κατὰ ἀναλογίαν· ὡς γὰρ τὸ γίνεσθαι πρὸς τὸ γεγονέναι, οὕτω τὸ ποιεῖν πρὸς τὸ πεποιη- κέναι, καὶ ὡς τὸ φθείρεσθαι πρὸς τὸ ἐφθάρθαι, οὕτως τὸ διαλύεσθαι πρὸς τὸ διαλελύσθαι, καὶ ὡς τὸ φθαρτικὸν πρὸς τὸ φθείρεσθαι, οὕτω τὸ διαλυτικὸν πρὸς τὸ διαλύεσθαι· ὥστε, ἄν τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ᾖ, καὶ τὸ ἕτερον ὑπὸ τὸ ἕτερον ἔσται. ἀλλὰ καὶ ἡ δύναμις πρὸς τὸ δύνασθαι ὁμοίως ἔχει, ὡς καὶ· ἡ διάθεσις πρὸς τὸ διακεῖσθαι· ὥστε, εἰ ἡ δύναμις διάθεσις τῷ γένει, ἔσται καὶ τὸ δύνασθαι διακεῖσθαι. πάλιν ὡς ἡ χρῆσις πρὸς τὸ κεχρῆσθαι, καὶ ἡ ἐνέργεια πρὸς τὸ ἐνηργηκέναι· * * * *. πάντα [*](1 τόπον Β τῷ aDP: τοῦ Α: τὸ Β οἰκοδομηκἐναι Α 2 xui] τὸ Α ἐνεργη- κἐναι AP 4 τὸ δἐ—δεὐτερον] εἰ δὲ τὸ ἁ καὶ τὸ p superscr. P5, ut videtur δ’ ἄν om. Α δεικνύῃ BD 5 μὲν om. D 6 φύσει prius BD : φύσις aAP φύσει alte- rum aBD: φύσις Α: compend. P 7 ἡ superscr. P- 9. 10 καὶ τὸ διαλελύσθαι ἐφθάρ- θαι oin. aP 11 πρὸς τὸ διαλελύσθαι τὸ διαλύεσθαι A 12 ὡς τὸ εἰ ἕτερον Α εἰ ex corr. add. D 13 ante ἐπὶ add. τὸ ABD: oin. aP Arist. γεννητικῶν aABD (C, corr. A): γενητικῶν P Arist. itemque vs. 14 δὲ] τε D ante ὡσαύτως add. ὁμοίως καὶ Β ὡσαύτως] ὁ αὐτός P 14 teD: om. aABP ante φθορῶν add. τῶν a.VP l.j τε nm. aBP ante φθαρτικῶν add. τῶν aBP IG ante τῶν χρήσεων repetunt ἀπὸ aABP ὁμοιοτήτων Β 17 τῶν τοιούτων] τούτων D οὐ κατὰ ταὐ(τὸν) in ras. P- 18 ἡ τοιαύτη Α γενητικὸν D, Ppr. τῆς om. ΑΒ τοιᾶσδε D: τοι- τοιαύτης aABP 11) αἴτιος Β post ὁ add. δὲ D post αὐτὸς add. γὰρ Α 19. 20 λέγει γὰρ fort, recte a 20 ἔχειν πρὸς ἄλληλα a 21 γίγνεσθαι a post οὐτῶ add. καὶ aB 22 post οὕτως add. καὶ Β 23 post οὕτω add. καὶ Β 2G εἰ D: om. aABP 28 τὸ prius om. a ἐνεργηκἐνι P supple ὥστε, εἰ ἡ χρῆσις ἐνέργεια, καὶ τὸ κεχρῆσθαι ἐστι ἐνηργηκἐνι)

334
δὲ ταῦτα τῷ ἐφ’ ἕν τι τὴν ἀναφορὰν ἔχειν ὅμοια· καὶ γὰρ τὸ γεννητικὸν ἐπὶ τὸ γιγνόμενον καὶ ἡ γένεσις ἐπὶ τὸ γεγονὸς καὶ ἡ φθορὰ ἐπὶ τὸ ἐφθαρμένον καὶ ἡ δύναμις ἐπὶ τὸ δυνάμενον· καὶ ἡ χρῆσις δὲ καὶ ἕκαστον τῶν τοιούτων πρὸς ἕν τι τὴν σχέσιν ἔχει. διὸ καὶ ἐπὶ πάντων ὁμοία τε ἡ δεῖξις καὶ δι’ ἀλλήλων· κατὰ γὰρ τὴν αὐτὴν πτῶσιν πάντα ἀλλήλοις ἐξενεχθήσεται. εἰ γὰρ τὸ φθαρτικὸν διαλυτικόν, καὶ τὸ φθείρεσθαι διαλύεσθαι καὶ ἡ φθορὰ διάλυσις· ὁμοίως, εἰ τὸ γεννητικὸν ποιητικόν, καὶ τὸ γίνεσθαι ποιεῖσθαι, καὶ ἡ γένεσις ποίησις· καίει μηδέν τι τούτων, οὐδὲ τὰ ἄλλα. ἐοίκασι δὲ πάντες οὗτοι οἱ τόποι τοῖς ἀπὸ τῶν συστοίχων, ὡς προεῖπον.

[*](p. 124 a 32)

Καὶ εἴ τινος ἡ χρῆσις ἐνέργεια.

Εἰ τὸ τῷ λόγῳ χρῆσθαι ἐνεργεῖν ἐστι καὶ ὑπὸ τὴν ἐνέργειαν ὡς γένος, καὶ τὸ κεχρῆσθαι τῷ λόγῳ εἴη ἄν ὑπὸ τὸ ἐνηργηκέναι ὡς γένος. ὁμοίως, εἰ ἡ χρῆσις ἡ τῆς ἀρετῆς <ἐνέργεια ἢ τὸ χρῆσθαι ἀρετῇ> καὶ τὸ κεχρῆσθαι ἀρετῇ ἐνηργηκέναι.

[*](p. 124 a 35)

Ἐὰν δὲ στέρησις ἡ τὸ ἀντικείμενον τῷ εἴδει, διχῶς ἔστιν ἀνελεῖν.

Παραδοὺς πρότερον τόπους ἀπὸ τῶν ἐναντίων (τῷ γὰρ ἐναντίον εἶναι τῷ εἴδει ἡ τῷ γένει ἀνασκευὴ καὶ κατασκευὴ ἐγίνετο), νῦν καὶ ἀπὸ τῶν ἄλλων ἀντικειμένων παραδίδωσι, καὶ πρῶτόν γε ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν. καὶ δύο φησὶν εἶναι τόπους ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἀνασκευαστικούς, ὧν πρῶτον παραδίδωσι τὸν ἀπὸ τῶν <τῷ> γένει τινὶ ὡς εἴδει· εἰ τὸ ἀντικείμενον στέρησις εἴη καὶ ἡ στέρησις ὑπὸ ταὐτὸν γένος, ὑφ’ ὃ ἐτίθετο καὶ ἡ ἕξις αὐτῆς ὡς προσεχὲς γένος, οὐκ ἄν εἴη γένος τῆς ἕξεως τὸ ἀποδοθέν· ἡ γὰρ στέρησις ἢ καθόλου ἐν οὐδενὶ γένει τῷ αὐτῷ ὡς καὶ ἡ ἕξις ἢ οὐ πάντως γε καὶ προσεχεῖ. εἰ γὰρ ἡ ὄψις ἐστὶν ἐν ἐσχάτῳ καὶ προσεχεῖ γένει τῇ αἰσθήσει, ἀδύνατον τὴν τυ- [*](1 post ταῦτα add. οὕτω λεγόμενα aABP: om. D γενητικὸν DP 2 γινόμενον ΑΒ γεγονὸς aAB: γενητικὸν D: γένος P 3 καὶ (post δὲ) otn. ΑΒ τῶν ABD: αὖ τῶν a et ex αὐτῶν corr. P 4 τοιοῦτον Ppr. post τοιούτων add. ὁμοίως aBP χρῆσιν A 6 εἰ] καὶ D 7 γενητικὸν ADP 8. 9 μηδέ ε e corr.) Α 9 οὐδὲν Α 10 προεῖπον] πον] p. 330,15, 331,24 11 post τινος 1 lit. eras. P 14 ἡ alterum om. Β: 9) D ἐνέργει ἢ τὸ χρῆσθαι ἀρετῇ scripsi: ἐνέργεια ἢ ἢ superscr. P2) ἀρετὴν aAP: ἐνέργεια ἢ ἡ ἀρετὴ Β: om. D ἐνεργεῖ Α 16 ἄν Arist. (ἐὰν Ccu) 18 παραδοὺς (soil. c. p. 123 b 1 sq.) aD: παραδιδοὺς ABP τι aP: om. ABD 19 κατασκευὴ ἄν ἐγίνετο καὶ ἀνασκευή Β ἢ (ante κατασκ.) Α post νῦν add. δὲ Β 20 ἀπὸ—21 τόπους om. AD 21 καὶ primum B: ἢ aP 22 τῷ addidi 23 ante ὡς add. ἡ D στερήσεως (ante εἴη) A εἴη καὶ ἡ στέρησις om. aP 24 post γένος prius add. ἐστίν BD ἐφ’ Β 26 γένει om. Β ὡς aABP: ὧ D γε om. a καὶ προσεχεῖ ABDP1: ἐν τῷ ἐσχάτῳ καὶ προσεχεῖ a: eadem, deleto καὶ προσεχεῖ, ante γε superscr. P3 ἡ alterum periit in P 27 αἰσθήσει—γένει τῇ (p. 335,2) iterat A)

335
φλότητα στέρησιν οὖσαν αὐτῆς ἐν αἰσθήσει εἶναι· καὶ εἰ ἡ τυφλότης ἐν προσεχεῖ γένει τῇ ἀναισθησίᾳ, ἀδύνατον τὴν ὄψιν ἐν ἀναισθησίᾳ εἶναι. οὕτω δείξομεν ὅτι τῆς ἀγνοίας οὐκ ἔστι γένος ἡ ἕξις· τῆς γὰρ γνώσεως ἡ ὀξὶς γένος, ἧς ἡ ἄγνοια στέρησις. ἐν μέντοι μὴ προσεχεῖ γένει τῷ αὐτῷ δύναται καὶ ἡ ἕξις καὶ ἡ στέρησις εἶναι. οὕτω δεικνύοιτ’ ἄν μὴ οὖσα ἡ κακία στέρησις τῆς ἀρετῆς, ἐπεὶ ἀμφοτέρων αὐτῶν προσεχὴς ἡ ἕξις.

Δεύτερον δ’, εἰ καὶ τῷ γένει καὶ τῷ εἴδει ἀντίκειται στέρησις.

Ὁ δεύτερος δὲ τόπος, ὃν ἀπὸ τῶν στερήσεων ἀνασκευαστικὸν παραδίδωσι, τοιοῦτος ἄν εἴη· εἰ καὶ τῷ τιθεμένῳ γένει στέρησίς τις ἀντικειμένη εἴη καὶ τῷ εἴδει, μὴ εἴη δὲ ἡ τῷ εἴδει στέρησις ἀντικειμένη ὑπὸ τὴν [ἐν] τῷ γένει στέρησιν ἀντικειμένην, οὐδ’ ἄν τὸ προκείμενον αὐτοῦ γένος εἴη· δοκεῖ γάρ, εἰ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ εἶναι, ὡς καὶ ἐπὶ τῶν ἐναντίων. οὕτως ἡ ὄψις ἐν αἰσθήσει, ἐπεὶ καὶ ἡ τυφλότης ἐν ἀναισθησίᾳ· οὐκέτι δὲ ἡ ὄψις ἐν ἐπιστήμῃ, ἐπεὶ μηδὲ ἡ τυφλότης ἐν ἀγνοίᾳ, ἥτις ἐστὶ τῆς ἐπιστήμης στέρησις. ἀνασκευάζειν μὲν οὖν ἀπὸ τῶν στερήσεων ἔστι διχῶς, κατασκευάζειν δὲ μοναχῶς· εἰ γὰρ τὸ ἀντικείμενον ἔσται ἐν τῷ ἀντικειμένῳ, καὶ τὸ ἀντικείμενον ἔσται ἐν τῷ ἀντικειμένῳ· εἰ ἡ ἀκοὴ ἐν αἰσθήσει, καὶ ἡ κωφότης ἐν ἀναισθησίᾳ.

[*]( p. 124 b 7)

Πἀλιν ἐπὶ τῶν ἀποφάσεων σκοπεῖν ἀνάπαλιν, καθάπερ ἐπὶ τοῦ συμβεβηκότος ἐλέγετο.

Μετελήλυθεν ἐπὶ τὰ κατ’ ἀντίφασιν ἀντικείμενα, καὶ δείκνυσι πῶς καὶ ἀπὸ τῆς ἀντιθέσεως τῆς κατὰ ἀντίφασιν κατασκευάζειν τὸ γένος δυνησόμεθα. ἀνάπαλιν δέ. φησί, δεῖ λαμβάνειν ἐπὶ τῶν τόπων τῶν κατ’ ἀντίφασιν ἀντικειμένων, ὡς ἤδη εἴρηται, ὅτε περὶ τοῦ συμβεβηκότος ἐλέγετο. παραδιδοὺς γὰρ τόπον πρὸς τὸ συμβεβηκὸς ἀπὸ τῆς ἀντιφάσεως ἐν τῷ δευτέρῳ κατασκευαστικὸν οὕτως εἶπεν· “ἐπεὶ δέ εἰσιν αἱ ἀντιθέσεις τέσσαρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιτάσεων ἀνάπαλιν ἐκ τῆς ἀκολουθήσεως καὶ ἀναι- [*](1 αὐτῆς] ἀρετῆς Β καὶ mrg. P3 2 ἐν ἀναισθησίᾳ] ἀναισθησίαν Α 4 γένος ἡ ἕξις D ἡ alterum ora. ΑΒ μὴ om. D 6 τῆς om. Α προσέχειν Α 7. 8 lemma ora. P 9 δὲ om. a ὃν post στερήσεων transposuerunt aP 10 εἴη om. P post εἴη delevit δοκεῖ γὰρ εἰ τὸ ἀντικείμενον ἐν τῷ ἀντικειμένῳ ex vs. 13 illata D εἰ om. a 11 post εἴδει add. ἡ P2 εἴη—εἴη scripsi: ἢ—ἦ libri ἐν delevi 12 ἡ Α 13 γάρ] δὲ Β 14 καὶ om. Β, restituit P3 post οὕτως add. καὶ ΑΒ 15 ἐν alterum om. aP μὴ δὲ BDP: δὲ μὴ δὲ A: δὲ a 17 μὲν om. B 18 Isxat prius ABDP: ἐστιν a: om. Arist.; e sequentibus illatum videtur 18. 19 καὶ τὸ προκείμενον ἐν τῷ προκειμένῳ ἂν εἴη Arist. 19 ἐν primum om. Β <οἷον> εἰ sive εἰ <γὰρ> ἡ alterum om. BP post ἀναισθησίᾳ add. καὶ ἀκοὴ ἐν αἰσθήσει aP 23 ἐπὶ τῆς κατ’ ἀντίφασιν ἀντιθέσεως D post κατασκευάζειν add. ποτὲ Α τὸ γένος mrg. D 24 ἀνάπαλιν δέ φησι δεῖ D: ἀνάπαλιν δεῖ φησι ABP: φησὶν οὖν ἀνάπαλιν δεῖν a ἐπὶ] ἀπὸ A 27 εἶπεν] p. 113 b 15 cf. p. 190,25 28 ἀποφάσεων A)

336
ροῦντα καὶ κατασκευάζοντα”. τούτου οὖν ἡμάς ὑπομιμνήσκει. πῶς δὲ ἀνάπαλιν, αὐτὸς ἔδειξε διὰ τοῦ παραδείγματος. εἰ γὰρ εἴη κείμενον τὸ ἡδὺ ὅπερ ἀγαθόν, τοῦτ’ ἔστιν ἐν γένει τῷ ἀγαθῷ, δεῖ ἀνάπαλιν ἀπὸ τῆς ἀποφάσεως τοῦ ἀγαθοῦ, ὃ ὡς γένος ἀπεδόθη, ἀρχόμενον τὴν τοῦ ἡδέος ἀπόφασιν ἐπιφέρειν αὐτῷ· εἰ γὰρ τὸ ἡδὺ ὅπερ ἀγαθόν, τὸ μὴ ἀγαθὸν οὐχ ἡδὺ δεῖ εἶναι. οὗ τὴν αἰτίαν ἀπέδωκεν εἰπὼν ἀδύνατον γάρ, εἴπερ τὸ ἀγαθὸν γένος τοῦ ἡδέος, τὶ μὴ ἀγαθὸν ἡδὺ εἶναι· εἰ γὰρ εἴη τι μὴ ἀγαθὸν ἡδύ, οὐκέτ’ ἄν πᾶν τὸ ἡδὺ ὑπὸ τὸ ἀγαθὸν εἴη· οὕτω δ’ ἄν οὐδὲ γένος αὐτοῦ ἔτι τὸ ἀγαθὸν εἴη. ἔστι δ’ οὐκ ἀληθὲς τὸ μὴ ἀγαθὸν μὴ ἡδὺ εἷναι· ἔστι γάρ τι μὴ ἀγαθὸν ἡδύ· οὐδ’ ἄν τοῦ ἡδέος γένος τὸ ἀγαθὸν εἴη. οὕτω δείξεις ὅτι, εἰ τοῦ ἀγαθοῦ γένος τὸ ἐπαινετόν, τὸ μὴ ἐπαινετὸν οὐκ ἀγαθόν· ἔστι δέ τινα οὐκ ἐπαινετὰ μὲν ἀγαθὰ δέ, ὡς ὑγεία, ἰσχύς, πλοῦτος. ἀνασκευάζοντες μὲν οὖν ἀρξόμεθα ἀπὸ τούτου οὗ βουλόμεθα· εἰ γὰρ ἡ ἡδονὴ ὅπερ ἀγαθόν, | τὸ μὴ ἀγαθὸν οὐχ ἡδύ· οὐ τὸ [*](172) δεύτερον δέ· οὐ γὰρ ἀληθὲς τὸ μὴ ἀγαθὸν μὴ εἶναι ἡδύ· οὐδὲ τὸ πρῶτον ἄρα· τοῦτο δὲ ἦν [οὐδὲ] τὸ τῆς ἡδονῆς τὸ ἀγαθὸν εἶναι γένος. κατασκευάζοντες δὲ ἀπὸ τοῦ ἀντεστραμμένου τῷ δεικνυμένῳ. εἰ γὰρ ἡ μὴ ἀρετὴ οὐκ ἀνδρεία, ἡ ἀνδρεία ἀρετή· τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. διὸ ἡ μὲν ἀνασκευὴ κατὰ τὸν δεύτερον ἀναπόδεικτον ἔσται, ἡ δὲ κατασκευὴ κατὰ τὸν πρῶτον. ἔνδοξον μὲν οὖν τὸ τῆς κατασκευῆς, οὐ μὴν καὶ ἀναγκαῖον· οὐ γάρ, εἰ ἀληθὲς ὅτι τὸ μὴ λευκὸν οὐ κύκνος, ἤδη διὰ τοῦτο τοῦ κύκνου τὸ λευκὸν γένος. διὸ ἐπὶ τοῦ συμβεβηκότος ἀληθέστερος ὁ τόπος ἡ ἔπι του γένους.

[*](p. 124 b 15)

Ἐὰν δὲ ᾖ πρός τὸ εἶδος.

Ἐπὶ τὰ κατὰ τὸ πρὸς τι ἀντικείμενα τῶν ἀντικειμένων μετελήλυθε, καὶ παραδίδωσιν ἀπὸ τούτου τόπους πλείονας. πρῶτον μὲν τοῦτον· ἄν τὸ ὡς εἶδος τιθέμενον ἐν γένει τινὶ πρός τι ᾖ, δεῖ καὶ τὸ γένος πρός τι εἶναι, ὥστε, ὅν τὸ μὲν ἀποδιδόμενον γένος μὴ ᾖ πρός τι τὸ δὲ εἶδος πρός τι, οὐκ ἔσται τὸ τιθέμενον αὐτοῦ γένος εἶναι γένος· τῶν γὰρ πρός τι δοκεῖ καὶ τὰ γένη πρός τι εἶναι. τὸ γοῦν διπλάσιον πρός τι ὂν ὑπὸ τὸ πολλὰ· [*](2 δέδειχε Α 4 ἀποφάσεως] φύσεως Β ὃ D: ἧς Α: ἡ aBP ἡδέος] ὃς compend. in ras. P2 5 ἐπιφέρει αὐτό Α 6 δεῖ om. Β ἀποδέδωκεν Α εἰπὼν om. Β 7 εἶναι post ἡδέος coUocat Arist. 8 εἴη D: ἢν aABP 9 ἔστι δ’ scripsi: ἔτι εἰ aDP: ἔτι ΑΒ post μὴ aJterura superscr. δὲ P2 10 μὴ—ἀγαθοῦ (11) om. Α <ἄρ᾿> sive ἄν <οὖν> conicio 13 μὲν om. D 14 jiost βουλόμεθα add. ἀνασκευάσαι a, P3 post τὸ prius add. δὲ ΑΒ 15 ante ἀγαθὸν add. ὃν Β 16 οὐδὲ delevi τὸ alterum D: cm. aABP 17 ἡ μὴ DP: μὴ ἡ A: μὴ B: ἡ μὲν a 18 οὐδ᾿ ἀνδρεία, εἰ δ’ ἀνδρεία, καὶ ἀρετή Β 19 ἐστιν aP 20 καὶ om. Α 21 εἰ superscr. p2 τὸ (superscr. P-) μὴ λευκὸν οὐ κύκνος P: λευκὸν ὁ κύκνος aABD τοῦ om. B 21. 22 τὸ λευκὸν τοῦ κύκνου D 25 post κατὰ add. τὰ aB τὸ om. I) 26 τούτων Α 28 τὸ μὲν ex corr. D: μὲν τὸ A ἀποδεδομένον ΑΒ τὸ δὲ] μὴ δὲ τὸ P 29 εἶναι ex ὂν, ut videtur, corr. Β πρός τι γὰρ Α 30 τὰ in ras. P2 γοῦν] γὰρ B)

337
πλάσιόν ἐστι καὶ αὐτὸ πρός τι ὄν, καὶ ἡ ἐπιστήμη πρός τι οὖσα ὑπὸ τὴν ὑπόληψίν ἐστι καὶ αὐτὴν ὑπὸ τὸ πρός τι οὖσαν· τοὐ μέντοι ἴσου τὸ ποσὸν οὐ γένος, ὅτι τὸ μὲν ἴσον πρός τι, τὸ δὲ ποσὸν οὐ πρός τι. λέγει δὲ ὅτι, εἰ μὲν τὸ εἶδος πρός τι, καὶ τὸ γένος δεῖ πρός τι εἶναι, εἰ δὲ τὸ γένος πρός τι, οὐκ ἀνάγκη καὶ τὸ εἶδος πρός τι εἶναι· ἡ γὰρ ἐπιστήμη πρός τι οὖσα γένος ἐστὶ γραμματικῆς, γεωμετρίας, μουσικῆς, ὧν οὐδεμία πρός τι. ἔστι δὲ ὁ τόπος πρὸς ἀνασκευὴν μόνον χρήσιμος·. οὐ γάρ, εἰ ἀμφότερα τὰ λαμβανόμενα πρός τι, τὸ ἕτερον τοῦ ἑτέρου γένος <δεῖ> εἶναι, ὡς καὶ <ἐπ᾿> ἐπιστήμης διπλασίου. ἔνστασιν δὲ ἐκόμισε καὶ πρὸς τὸν ἀξιοῦντα τόπον, εἰ τὸ εἶδος πρός τι, καὶ τὸ γένος εἶναι τῶν πρός τι ὡς οὐχ ὑγιῆ· τὴν γὰρ ἀρετὴν πρός τι οὖσαν ὑπὸ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ὡς γένη εἶναι, ὧν οὐδέτερον ὑπὸ τὸ πρός τι. καὶ ἡ ἀρετὴ οὖν μᾶλλον ὑπὸ τὸ ποιὸν ἢ ὑπὸ τὸ πρός τι. λέγοι δ’ ἄν τις μηδὲ γένη εἶναι τῆς ἀρετῆς τὰ εἰρημένα· οὔτε γὰρ τὸ ἀγαθὸν γένος, εἴ γε ὁμώνυμον, οὔτε τὸ καλὸν τῆς ἀρετῆς γένος· πρώτη γὰρ ἡ ἀρετὴ τῶν καθ’ αὑτὴν ἐνεργειῶν, τούτων δὲ τὸ καλὸν κατηγορεῖσθαι δοκεῖ μόνων.

[*](p. 124 b 23)

Πἀλιν εἰ μὴ πρὸς ταὐτὸ λέγεται εἶδος.

Δεύτερον τόπον ἀπὸ τού πρός τι ἀνασκευαστικὸν παραδίδωσιν ἡμῖν τοιοῦτον· πρὸς ὃ τὸ εἶδος λέγεται καθ’ αὑτό, πρὸς τοῦτο δεῖ καὶ κατὰ τὸ γένος αὐτὸ λέγεσθαι. οἷον ἐπεὶ τὸ διπλάσιον πρὸς τὸ ἥμισυ καθ’ αὑτό (ἡμίσεος γάρ), κατὰ τὸ γένος πρὸς τὸ αὐτὸ λέγεται· τὸ γὰρ διπλάσιον ἡμίσεος λέγεται πολλαπλάσιον, ἐπεὶ τὸ διπλάσιον πολλαπλάσιον. τοῦτο γὰρ τὸ λεγόμενόν ἐστιν, <οὐχ> ὡς ἄν ἐκ τῆς λέξεως δόξαι, τὸ ‘ὡς διπλάσιον ἡμίσεος, οὕτω καὶ τὸ πολλαπλάσιον ἡμίσεος’. ἂν δή τι λεγόμενον πρός τι μὴ πρός τὸ αὐτὸ τοῦτο καὶ κατὰ τὸ ἀποδεδομένον αὐτοῦ γένος δύνηται λέγεσθαι, οὐκ ἄν εἴη γένος αὐτοῦ τὸ ἀποδεδομένον. οὕτω δειχθήσεται τῆς ὁράσεως μὴ ὃν γένος ἡ δύναμις, ἐπεὶ ἡ ὅρασις καθ’ αὑτὴν μὲν ὁρατοῦ λέγεται οὐκέτι δὲ κατὰ τὴν δύναμιν· οὐ γὰρ λέγεται ἡ ὅρασις [*](2 καὶ αὐτὴν ὑπὸ τὸ πρός τι οὖσαν D: καὶ αὐτὴν οὖσαν ὑπὸ τὸ πρός τι aAP: πρός τι οὖσαν καὶ αὐ ν Β 3 post γένος add. ἐστίν aP ὅτι prius superscr. P1 4 εἶδος—εἰ δὲ τὸ D: om. aABP 5 πρός τι—εἶδος in mrg. addiderat P2, sed modo ἁ et τὸ supersunt G οὖσα πρός τι Α μουσικῆς, γεωμετρίας a 7 πρὸς ἀνασκευὴν ὁ τόπος Β μόνην Α post χρήσιμος add. πρὸς δὲ κατασκευὴν οὐ πάντως a εἰ γὰρ omisso οὐ Β 8 δεῖ addidi εἶναι ABDP: έσται a 9 <ἐπ᾿> ἐπιστήμης καὶ διπλασίου scripsi cf. p. 340, 25 ἐπιστήμη καὶ διπλάσιον libri 10 τόπον om. a 11 γὰρ om. Α γένος aA 12 καὶ—13 πρός τι om. Bl) ὑπὸ τὸ ποιὸν μᾶλλον aP 13 μὴ γένος Α 15 πρώτη Α: πρῶτον aBDP γὰρ supra ras. P5 καθ’ in ras. P 16 μόνων scripsi: μόνον libri 17 lemma om. BP τὸ αὑτὸ a(u) λέγεται τὸ εἶδος om. a 19 post καὶ add. τὰ D κατὰ om. Β 20 ἀναλέγεσθαι Β 21 ἡμίσεως a κατὰ om. aU post γένος add. ἤτοι τὸ πολλαπλάσιον a 22 λέγεται om. D 23 <οὐχ> ὡς ἂν ἐκ ὡς ἄνευ P: ὡσανεὶ καὶ (κἀκ Β) ABD: ὡσανεὶ a τὸ ὡς τὸ D: τὸ ὡς AP: ὡς τὸ 24 ἡμίσεως a 25 τὸ prius oui. D καὶ om. D κατὰ om. B ἀποδεδομένον] ἔδομέν periit D D 26 δύνηται sciipsi: δύναται libri 27.28 μὲν καθ’ αὐτὴν D)

338
δύναμις ὁρατοῦ. οὕτω τῆς ὁράσεως δειχθήσεται μηδὲ ἡ ἕξις γένος, ἐπεὶ ἡ μὲν ὅρασις ὁρατοῦ ὅρασις, οὐκέτι δὲ ἡ ὅρασις ἕξις ὁρατοῦ λέγεταί.

Προστίθησι δὲ τῷ προειρηuένῳ καὶ τὸ δεῖν μὴ μόνον κατὰ τὸ γένος πρὸς τὸ αὐτὸλέγεσθαιὰλλὰ καὶ κατὰ πάντα τὰ τοῦ γένους γένη· τὸ γοῦν διπλάσιον οὐ μόνον διπλάσιον ἡμίσεος λέγεται οὐδὲ μόνον πολλαπλάσιον ἡμίσεος. ἀλλὰ καὶ ὑπερέχον, ὃ γένος ἐστὶ τοῦ πολλαπλασίου, καὶ μεῖζον, ὃ ἔτι γενικώτερον. οὐκ αὔταρκες οὖν πρὸς τὸ δειχθῆναι τῆς ὁράσεως γένος τὴν ἐπιστήμην τὸ λέγεσθαι τὴν ὅρασιν ἐπιστήμην ὁρατοῦ· εἰ γὰρ διάθεσις οὐ λέγεται, ὃ γένος ἐπὶ τῆς ἐπιστήμης, οὐκ ἄν αὐτῆς ἡ ἐπιστήμη γένος εἴη. ἔνστασιν φέρει πρὸς τὸν τόπον ὡς οὐκ ἀληθῆ καθόλου ὅτι ἡ ἐπιστήμη καθ’ αὑτὴν μὲν ἐπιστητοῦ λέγεται, οὐκέτι μέντοι κατὰ τὸ γένος τοῦ αὐτοῦ λέγεται· ἔστι μὲν γὰρ αὐτῆς γένος ἡ ἕξις καὶ ταύτης διάθεσις, οὐ λέγεται μέντοι ἡ ἐπιστήμη οὔτε ἕξις ἐπιστητοῦ οὔτε διάθεσις, ἀλλὰ ψυχῆς ἕξις καὶ ψυχῆς διάθεσις ἡ ἐπιστήμη. ἢ διττὸν ἡ ἕξις καὶ ἡ διάθεσις· ἕξις γὰρ καὶ διάθεσις λέγεται κ̣αὶ τοῦ ἔχοντος αὐτὰ ὡς ψυχῆς καὶ τῶν [ὑπ’ αὐτὰ] ἐχομένων ὑπ’ αὐτῶν.

[*](p. 124b33)

Πάλιν εἰὡσαύτως λέγεται τὸ γένος καὶ τὸ εἶδος κτὰ [*](173) ταςπτώσεις.

Καὶ οὗτος ὁ τόπος ἀπὸ τοῦ πρός τι. ἐπεὶ γὰρ δοκεῖ τὸ γένος καὶ τὸ εἶὸος τῶν πρός τι ὁμοίως κατὰ τὰς πτώσεις λέγεσθαι (ἄν τε γὰρ τὸ εἶδος τινός. καὶ τὸ γένος τινός· οἷον τὸ διπλάσιον τινός, πολλοστημορίου γάρ, καὶ τὸ ὑπερέχον ὁμοίως τινός, ὑπερεχομένου γάρ, καὶ τὸ μεῖζον, ἐλάττονος γάρ· ὁμοίως ἡ ἐπιστήμη τινὸς καὶ ἡ ἕξις καὶ ἡ διάθεσις καὶ ἡ ὑπόληψις τινός· καὶ πάλιν εἰ τινί, καὶ τἆλλα ὁμοίως· ὡς γὰρ τὸ ἐπιστητὸν τινί, τῇ γὰρ ἐπιστήμη, οὕτω καὶ τὸ ἑκτὸν τῇ ἕξει καὶ τὸ ὑποληπτὸν τῇ ὑπολήψει), ἂν δὴ μὴ ὁμοίως κατὰ τὴν τῶσιν λέγηται τό τε ὡς εἶδος ἀποδοθὲν καὶ τὸ ὡς γένος, οὐκ ἔσται τὸ ἀποδεδομένον γένος. διό, ἄν τεθῇ τοῦ φίλου γένος ἡ βούλησις, προσχρώμενοι τῷ προειρημένῳ δείξομεν ὅτι μή ἐστι τοῦ φίλου ἡ βούλησις γένος· οὐ γὰρ κατὰ τὰς αὐτὰς πτώσεις λέγεται πρὸς ἕτερον ἥ τε βούλησις καὶ ὁ φος· ἡ μὲν γὰρ βούλησις πρὸς γενικὴν λέγεται (τινὸς [*](2 ὁρατοῦ ὅρασις (ὅρασις om. B), οὐκέτι ὀἐ ἡ (ἡ om. AΒP) ὅρασις ἕξις ABDP: καθ’ αὕτὴν μὲν ὁρατοῦ λέγεται. οὐκέτι δὲ καὶ ἡ δύναμις a 3 μὴ om. A κατὰ superscr. P2 5 λἐγεται οὐ μόνον δὲ Α 7 μεῖζον—ἔτι scripsi: μείζονος—ἐστι libri ὃ] ὧν Β 8 ὁρᾶιτῶν B 9 εἰ—λέγεται in spatio, quem P1 vacuum reliquit, P2 εἰ] ἡ A 10 post τόπον add. τοῦτον D, sed cf. p. 339,4 11 post καθόλου add. ἢ aABP: om. D καθ' αὑτὴν mrg. D post λέγεται add. τῶν πρός τι γάρ εἰσι a 12 τὸ om. a μὲν postea add. D γένος αὐτῆς a 14 ψυχῆς διάθεσις—15 γὰρ καὶ om. B ἢ superscr. P2 l5 post διάθεσις alterum add. ψυχῆς Β αὐτὴν AD 16 ὑπ' αὐτὰ ABD: om. a, eras. P 17 εἰ om. A, superscr. P2 εγδΟς—γἐνος Β itemque vv. 19.20 τὸ alterum om. D 18 τἀς om. aP 19 τὸ alterum om. Α 20 τῶν D: αὐνῶν aΑΒP post τι add. ἢ P ἐγεται a 26 μὴ] τῆ A λέγεται Α ὡς superscr. P1 28 προσχρώμενοι—29 βούλησις om. Β προσχρωμένου Α 30 τε superscr. P1 ὁ φίλος] ἡ φιλία A: φίλος periit in D)

339
γὰρ ἡ βούλησις, τοῦ γὰρ βουλητου), ὁ δὲ φίλος πρὸς δοτικὴν λέγεται. ὁμοίως δειχθήσεται μηδὲ τῆς αὐξήσεως γένος οὖσα ἡ πρόσθεσις, ἐπεὶ ἡ μὲν αὔξησις τινός, τοῦ γὰρ αὐξανομένου, ἡ δὲ πρόσθεσις οὐ τινὸς ἀλλὰ τινί, τῷ γὰρ προστιθεμένῳ. ἐνίσταται πρὸς τὸν τόπον ὡς οὐχ ὑγιῆ· οὐ γὰρ ἐπὶ πάντων τῶν πρός τι πρὸς ὁμοίας πτώσεις τό τε γένος καὶ τὸ εἶδος ἀποδίδοται· τὸ μὲν γὰρ ἐναντίον τινί, ἐναντίῳ γάρ, καὶ τὸ διάφορον ὁμοίως, διαφέροντι γάρ, τὸ δὲ ἕτερον, γένος ὂν ἀμφοῖν, τινὸς ἀλλ’ οὐ τινί· τὸ γὰρ ἕτερον ἑτέρου ἕτερον.

Πάλιν εἰ ὀμοίως τὰ πρός τι κατὰ τὰς πτώσεις λεγόμενα μὴ ὁμοίως ἀντιστρέφει.

Καὶ οὗτος ὁ τόπος ἐκ τῶν πρός τι. ἐπεὶ γὰρ πάντα δοκεῖ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι, ἄν μὴ πρὸς ὁμοίας πτώσεις πάλιν τὰ ἀντιστρεφοντα ἀντιστρέφῃ, οὐ γένος έσται τὸ ὡς γένος αποδεδομενον· γὰρ αὐτὸ καὶ τὸ ὡς εἶδος τεθὲν αὐτοῦ πρὸς ὁμοίας πτώσεις πρὸς ἄλληλα λέγηται, οὐδέπω γένος τὸ ἀποδοθέν, ἄν μὴ καὶ <τὰ> ἀντιστρέφοντα τῷ τε γένει ἀποδοθέντι καὶ τῷ ὡς εἴδει πρὸς ὁμοίας πάλιν πτώσεις λέγηται. πολλάκις μὲν οὖν ἀμφότερα ὁμοίως πρὸς τὰς πτώσεις ἀποδίδοται· τό τε γὰρ διπλάσιον τινὸς καὶ τὸ πολλαπλάσιον, ἀλλὰ [καὶ τὸ καὶ τὸ μεῖζον· καὶ τὰ ἀντιστρέφοντα δὲ αὐτοῖς πρὸς τὰς αὐτάς· τό τε γὰρ ἔλαττον τινὸς ἔλαττον, [καὶ τὸ ὑπερεχόμενον τινὸς καὶ τὸ πολλοστημόριον κατὰ ταὐτὰ τινός· ὁμοίως καὶ τὸ ἥμισυ. ἐπὶ δὲ ἐνίων πρὸς ἄλλην μὲν πτῶσιν τὸ γένος καὶ τὸ εἶδος, πρὸς ἄλλην δὲ τὰ ἀντιστρέφοντα αὐτοῖς, πλὴν πρὸς τὴν αὐτὴν ἀλλήλοις, ὡς <ἐπ᾿> ἐπιστήμης καὶ ὑπολήψεως· ἥ τε γὰρ ἐπιστήμη τινός, ἐπιστητοῦ γάρ, καὶ τὸ γένος αὐτῆς, ἡ ὑπόληψις, καὶ αὕτη τινός, εἴ γε ὑποληπτοῦ· τὰ δὲ ἀντιστρέφοντα αὐτοῖς πρὸς ἄλλας πτώσεις ἀντιστρέφει καὶ οὐ καθ’ ἃς ταῦτα, οὐ μὴν ἀλλὰ ἀλλήλοις τὰς αὐτάς· τό τε γὰρ ἐπιστητόν, ὃ πρὸς τὴν ἐπιστήμην ἀντι- στρέφει, πρὸς τὴν δοτικὴν πτῶσιν ἀντιστρέφει (ἐπιστήμῃ γὰρ καὶ τὸ ὑποληπτὸν πρὸς τὴν ὑπόληψιν ἀντιστρέφον ὁμοίως καὶ αὐτὸ οὐ τινός ἐστιν ὑποληπτὸν ἀλλὰ τινί, τῇ ὑπολήψει. ὅταν οὖν μὴ ὁμοίως ἔχῃ τὰ ἀντιστρέφοντα, ἀναιρεθήσεται τὸ τεθὲν ὡς γένος. ἄν γάρ τις θῇ τοῦ μείζονος γένος τὸ ὑπερέχον, ἐπεὶ τὰ ἀντιστρέφοντα αὐτοῖς οὐ πρὸς [*](1 ἡ om. Α λέγοιτο aBP 3 αὐξομένου Β οὐ superscr. Β 5 τε om. Β 9 τὰς om. aP(P) 12 πρὸς alterum corn ex ὡς Β πάλιν om. D 14 to; γένος ἀποδοθὲν Α 15 λέγεται Α: λέγοιτο Β ἀποδεδομένον Α κἄν D τὰ ex I. Italo addidi ἀντιστρέφοντι Α τε om. aAP 16 γένος Α τὸ Β λέγεται aAB IT ἀμφότερα post πάλιν (16) et ὁμοίως post πολλαπλάσιον (18) collocata hue transposui ἀποδίδοται] τᾶι e corr. P2 18 γὰρ om. D καὶ τὸ ὑπερέχον et 20 καὶ — ὑπερέχεται dolovi of. p. 340, 1. 2 20 post ὑπερεχόμενον add. τοῦ ὑπερέχοντός aBDP: om. Α 21 τὸ prius om. Α 22 εἶδος—γένος D post δὲ add. πτῶσιν D 23 τὰ αὐτὰ A ἐπ’ addidi cf. p. 337,9 25 ἡ superscr. P2: om. a 27 γὰρ om. D 28 πρὸς—ἀντιστρέφει om. Α τὴν om. aP 29 ante πρὸς add. τὸ D αὐτὸ om. sinjno apposito P 30 ἀλλὰ τινὶ τῆ D: ἀλλὰ τῇ ΑΒ: τῇ γὰρ aP 31 τεθὲν ὡς aAB: ῥηθὲν ὡς D: ἀναιρεθὲν P)

340
ὁμοίας λέγεται πτώσεις (τὸ μὲν γὰρ ἔλαττον τινός, μείζονος γάρ, τὸ ὑπερεχόμενον τινί, ὑπερέχοντι γάρ), ἀναιροῖτ’ ἄν τὸ εἶναι τὸ ὑπερέχον γένος τοῦ μείζονος. ὁ μέντοι Στράτων προστίθησί τινα τῷ τόπῳ τούτῳ καὶ ἄλλον· εἰ αὐτὰ μὲν πρὸς ὁμοίας πτώσεις λέγοιτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ εῖδος, τῶν δὲ πρὸς ἃ ταῦτα λέγεται τὸ μὲν ἀντιστρέφοι τὸ δὲ μή, οὔ φησι τὸ τεθὲν ἔσεσθαι γένος. καὶ παραδείγματι χρῆται τοῦ τόπου τῇ τε ἐλλείψει καὶ τῇ ἐνδείᾳ· εἰ γάρ τις γένος τῆς ἐλλείψεως τὴν ἔνδειαν λέγει, ἐπεὶ ἑκάτερον μὲν αὐτῶν πρὸς τὴν αὐτὴν ἀποδίδοται πτῶσιν (ἥ τε γὰρ ἔλλειψις τινός, τῆς ὑπεροχῆς γάρ, καὶ ἡ ἔνδεια ὁμοίως τινός, τοῦ γὰρ ἱκανοῦ), οὐκέτι δὲ ἀμφότερα, πρὸς ἃ ἑκάτερον αὐτῶν λέγεται, ἀντιστρέφει (ἡ μὲν γὰρ ὑπεροχὴ καὶ αὐτὴ τινός, γάρ· τὸ δὲ ἱκανὸν οὐκέτι ἀντιστρέφει· οὐ γὰρ λέγεται τὸ ἱκανὸν ἐνδείας ἱκανόν), ὥστε οὐκ ἄν εἴη ἡ ἔνδεια τῆς ἐλλείψεως γένος. ἀλλ’ οὗτος μὲν καινο|τομῆσαι βουληθεὶς ὀλίγον ἀναιρεῖ μεῖζόν τι· τὸ γὰρ πάντα <τὰ> πρός [*](174) τι πρὸς ἀντιστρέφοντα λέγεσθαι κινεῖ. αἴτιον δὲ αὐτῷ τῆς πλάνης τὸ μὴ δεόντως λαβεῖν τὴν ἔνδειαν πρὸς τὸ ἱκανὸν λέγεσθαι· καὶ γὰρ ἡ ἔνδεια ἐνδέοντός ἐστιν ἔνδεια καὶ πρὸς τοῦτο λέγεται πρός τι.

[*](p. 125a 14)

Πάλιν εἰ μὴ πρὸς ἴσα τὸ γένος καὶ τὸ εἶδος λέγεται.

Ἐπεὶ τῶν πρός τι τὰ μὲν πρὸς ἓν λέγεται τὰ δὲ πρὸς πλείω, πρὸς ἓν μὲν τὸ διπλάσιον, πρὸς γὰρ ἥμισυ μόνον, καὶ τὸ πολλαπλάσιον (καὶ γὰρ τοῦτο πρὸς ἕν, πρὸς γὰρ τὸ πολλοστημόριον), πρὸς πλείω δὲ τὸ ὑπερέχον (καὶ γὰρ τινὸς τὸ ὑπερέχον ὑπερέχει καὶ τινί), ἄν οὖν μὴ πρὸς τὸ γένος καὶ τὸ εἶδος λέγηται, ἀλλὰ τὸ μὲν πρὸς πλείω τὸ δὲ πρὸς ἕν, οὐκ ἔσται γένος τὸ ἀποδοθέν. δοκεῖ γὰρ πρὸς ἴσα τὸ γένος καὶ τὸ εἶδος λέγεσθαι, ὡς ἐπὶ δωρεᾶς καὶ δόσεως· ἑκάτερον γὰρ αὐτῶν καὶ τινὶ καὶ τινός· διὸ οὐκ <ἂν> ἀναιροῖτο τὸ τὴν δόσιν γένος τῆς δωρεᾶς εἶναι· καὶ λέγεται ἡ δωρεὰ δόσις ἀναπόδοτος. ἐὰν μὲν οὗν μὴ πρὸς ἴσα λέγωνται, ἀνασκευάσομεν τὸ ἀποδοθὲν γένος τῷ τόπῳ τούτῳ προσχρώμενοι. οἷον ἄν τεθῇ τῆς ὀργῆς γένος ἡ ὄρεξις, ἐπεὶ ἡ μὲν ὄρεξις πρὸς ἓν λέγεται (τινὸς [*](1 λέγονται Β ante τό δὲ add. τὸ δὲ ὑπερέχον τινός, ἥττονος (ἐλάττονος Α) γάρ oni. D 2 ὅτι pro altero τὸ Α 5 ἀντιστρέφοι scripsi: ἀντιστρέφει aBDP: ἀντιστρέφων Α 6 παραδείγματι AD: παραδείγμασι δὲ aBP 8 λέγοι fort, recte Β αὐτὴν] αὐτοῦ A D γὰρ ὑπεροχῆς A: γὰρ ὑποδοχῆς P: γὰρ ὑπεροδοχῆς a 11 αὕτη D 12 τὸ alterum om. P 12. 13 ἐνδείας ἱκανὸν τὸ ἱκανόν D 13 ἡ ΑΒ: om. aDP ante γένος add. τὸ D μὲν D: γε aAP: cm. Β 14 post καινοτομῆσαι add. τι aliP 14. 15 τὰ πρός τι πρὸς scripsi: cf. p. 339,11. 12 πρὸς AD: πρὸς τὸ τι B) γένος P 15 αἴτια Α 16 ἡ D: om. aABP 17 ἐνδέοντός D: δέοντός aABP 20 πρὸς ἥμισυ (om. γὰρ) in ras. D 21 δὲ] δεῖ Α 22 ὑπερέχει om. D post ἂν add. μὲν a οὖν om. Β ἶσον Β 23 λέγεται Α: λέγωνται Β ἀλλὰ—λέγεσθαι (25) om. Β 24 ἔσται periit in A 26 ἂν addidi post δωρεᾶς delevit γένος D εἶναι τῆς δωρεᾶς Β γὰρ superscr. P2 27 ἀναπόδυντος A μὲν om. Β 28 ἀνασκευάσωμεν A Tto ABD: εἶναι aP 29 post γένος add. εἶναι aP)

341
γάρ), ἡ δὲ ὀργὴ καὶ τινὸς καὶ τινί, οὐκ ἄν εἴη γένος τῆς ὀργῆς ἡ ὄρεξις. ὁμοίως δείξομεν ὅτι τοῦ ἐπαίνου μή ἐστιν ὁ λόγος· ὁ μὲν γὰρ λόγος τινὸς μόνον, ὁ δὲ ἔπαινος τινός τε καὶ ἐπὶ τινί. μήποτε δέ, ὡς καὶ αὐτὸς λέγει, ὁ τόπος οὐκ ἔστιν ἀληθὴς ἀλλὰ πιθανὸς μόνον. ἔστι γὰρ ὁμολογουμένως ὄντα. γένη τινῶν, ἃ οὐ πρὸς ἴσα αὐτοῖς λέγεται, ὥσπερ ἔχει ἡ ὑπεροχὴ καὶ τὸ πολλαπλάσιόν τε καὶ τὸ διπλάσιον· ταῦτα μὲν γὰρ πρὸς ἕν, ἡ δὲ ὑπεροχὴ γένος αὐτῶν οὖσα πρὸς δύο λέγεται· καὶ γὰρ τινὸς καὶ τινί. καὶ ἡ μὲν μίμησις τινὸς μόνον, γένος οὖσα τοῦ ζήλου, ὁ δὲ ζῆλος τινός τε καὶ ἐπὶ τινί. ἀλλὰ καὶ ὁ λόγος γένος ὢν τοῦ ἐπαίνου οὐ λέγεται πρὸς ἴσα, ὡς ἐρρήθη.

[*](p. 125 a 25)

Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον γένος.

Ἔτι καὶ οὗτος ἀπὸ τῶν πρός τ·ι. ἂν γὰρ τεθῇ τι γένος τινός, ἄμφω δὲ ᾖ πρός τι, ἀξιοῖ ἐπισκοπεῖν εἰ τοῦ ἀντικειμένου τῷ εἴδει (ἔστι δὲ αὐτῷ πρὸς ὃ λέγεται) τὸ ἀντικείμενον τῷ γένει γένος ἐστίν. εἰ γὰρ μὴ τοῦτο, οὐδ’ ἄν τὸ ἀντικείμενον τοὐ ἀντικειμένου γένος εἴη· δοκεῖ γὰρ ἀεὶ τὸ ἀντικείμενον τῷ εἴδει ἐν τῷ ἀντικειμένῳ τῷ γένει εἶναι, ὅταν ᾖ τι αὐτῷ ἀντικείμενον· τὰ δὲ πρός τι ἔχει [τὰ] ἀντικείμενα ταῦτα ἅ λέγεται. οἷον τοῦ διπλασίου γένος τὸ πολλαπλάσιον, ἐπεὶ καὶ τοῦ ἡμίσεος τὸ πολλοστημόριον, καὶ τῆς ἐπιστήμης ἡ ὑπόλγψις, ἐπεὶ καὶ τοῦ ἐπιστητοῦ τὸ ὑποληπτόν. ἄν δὴ τεθῇ γένος ἐπιστήμης ἡ αἴσθησις, ἀναιρεῖν δυνησόμεθα προσχρώμενοι τῷ μηδὲ τοῦ ἀντικειμένου τῇ ἐπιστήμῃ, τοῦ ἐπιστητοῦ, γένος εἶναι τὸ ἀντικείμενον τῇ αἰσθήσει, τὸ αἰσθητόν· οὐ γὰρ γένος τοῦ ἐπιστητοῦ τὸ αἰσθητόν, ἐπεὶ πολλὰ νοητὰ ὄντα ἐπιστητά ἐστιν. δύναται δέ τις τῷ τόπῳ καὶ πρὸς κατασκευὴν χρήσασθαι· ἂν γὰρ δειχθῇ τὸ ἀντικείμενον τῷ ὡς γένει τεθέντι γένος ὂν τοῦ ἀντικειμένου τῷ εἴδει, καὶ τὸ ὑποτεθὲν ἔσται γένος.

[*](p. 125 a 33)

Ἐπεὶ δὲ τῶν πρός τι λεγομένων τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἢ περὶ ἐκεῖνά ἐστιν.

Καὶ ἄλλον τινὰ τόπον παραδίδωσιν ἀπὸ τῶν πρός τι. ἔστι δὲ ὃ λέγει [*](1 δὲ] γὰρ Β καὶ alteium om. Α οὐκ ἂν εἴη—3 ἔπαινος] οὐ Α 2 post δείξομεν add. καὶ aBP 5 ὄντα aBDP2: ὧν τὰ AP2 6 τε om. D τὸ alterum om. aAP ταῦτα—7 ὑπεροχὴ post 7 καὶ τινί transposuit Β γὰρ om. Β, superscr. P2 7 post γένος add. δὲ Β 8 μίμησις] et in ras. ις P2 δὲ supra ras. P: γὰρ Β τε om. Β 10 ἐρρήθη] ἡ corr. P2: ἐῤῥέθη a 12 τιθῇ aP 13 ἄξιον Β τὸ ἀντικείμενον P: ἀντικείμενον a 16 τῶ teitiuin om. aP 17 post αὐτῷ ras. 1 lit. P τὰ prills scripsi: τὸ libri τὰ (tlelevi) ἀντικείμενα aBDP: τὸ ἀντικείμενον Α πρὸς ταῦτα B 18 ὃ Α 19 ἡμίσεως a καὶ prius Α: om. aBDP ἡ om. D 20 ἐπίληπτόν Α αὔξησις ὒ 22 γένος om. Β: λέγεται Α 24 δειχθῇ] διχῆ, sed post 25 ἀντικείμενον, B 25 ὂν ex ὢν corr. Β 28 post ἐκείνοις add. ὑπάρχει aB 29 ἄλλο a)

342
τοιοῦτον· τῶν πρός τι τὰ μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ἐστὶν ἢ περὶ ἐκεῖνα πρὸς ἃ λέγεται, ὡς ἡ σύνθεσις λεγομένη πρὸς τὸ συγκείμενον ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ συγκειμένῳ πρὸς ὃ λέγεται· ὁμοίως καὶ ἡ συμμετρία· ἐν γὰρ τῷ συμμέτρῳ πρὸς ὃ λέγεται· ἀλλὰ καὶ ἡ μονὴ μένοντος οὖσα ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ μένοντι. ἐπιζητήσαι δ’ ἄν τις περὶ. τῆς ἕξεως, ὃ καὶ αὐτὸ παρέθετο, εἰ ἐξ ἀνάγκης ἐστὶν ἐν τούτῳ πρὸς ὃ λέγεται· λέγεται μὲν γὰρ ἡ ἕξις ἑκτοῦ, οὐκ ἔστι δὲ ἐν τῷ ἑκτῷ, ἀλλὰ ἢ ἐν ψυχῇ ἢ ἐν τῷ οὗ ἐστιν, εἰ μή τις λέγοι τὴν ἕξιν πρὸς τὸ ἔχον αὐτήν, οὐ πρὸς τὸ ἐχόμενον λέγεσθαι, ὃ καὶ πρὸ ὀλίγου αὐτὸς εἶπε. τὰ δὲ οὐκ ἀνάγκη μὲν ἐν ἐκείνοις εἶναι ἢ περὶ ἐκεῖνα πρὸς ἃ λέγεται, ἐνδέχεται μέντοι αὐτὰ εἶναι ἐν αὐτοῖς. τούτων ἐστὶν ἡ ἐπιστήμη· λέγεται μὲν γὰρ πρὸς τὸ ἐπιστητόν, οὐ μήν ἐστιν ἐν τῷ ἐπιστητῷ <ἐξ ἀνάγκης>, ἀλλ’ μέν ἐστιν ἐν ψυχῇ, ἐνδέχεται δὲ αὐτὴν καὶ ἐν τῷ ἐπιστητῷ εἶναι, πρὸς ὃ λέγεται. τῇ γὰρ ψυχὴ ἔνεστιν ἐπιστήμ·η, <ἥ> γε κἄν αὑτῆς ἐπιστήμην οὕτω γὰρ ἔσται ἡ ἐπιστήμη ἐν τῷ ἐπιστητῷ, αὕτη ἡ τῆς ψυχῆς, οὐ πᾶσα· οὐ γὰρ πᾶσα ἐπιστήμη ἐν τῷ ἐπιστητῷ. οὐδὲ γὰρ πᾶσα | ἐπιστήμη [*](175) ψυχὴν τὸ ἐπιστητὸν ἔχει· τὸ γὰρ τὰς τοῦ τριγώνου δύο γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἐπιστητὸν μέν, οὐ μὴν διὰ τοῦτο ψυχή ἐστιν. διὸ ἡ τούτου ἐπιστήμη οὐκ ἐν τῷ ἐπιστητῷ. ὅταν γὰρ αὐτὴ αὑτὴν μὴ ἐπίστηται, ἄλλο δέ τι ᾖ, τότε οὐκ ἔσται ἡ ἐπιστήμη ἐν τῷ ἐπιστητῷ· ἡ γὰρ ἐπιστήμη τῶν μουσικῶν λέγεται μὲν πρὸς τὰ ἐπιστητὰ ὧν ἐστιν, οὐ μὴν ἐν τούτοις ἐστίν, εἴ γε πᾶσα ἐπιστήμη ἐν ψυχῇ. ἴσως δὲ βέλτιον ἀντὶ τοῦ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην γεγράφθαι ‘δυνατὸν γὰρ καὶ ἄλλου εἷναι τὴν αὐτὴν ταύτην’, τοῦτ’ ἔστι τὴν ἐπιστήμην· οὐ γὰρ μόνη ἡ ψυχὴ ἐπιστητόν. δύναται καὶ αὐτὸ τὸ δυνατὸν γὰρ καὶ ἐν ἄλλῳ ὑπάρχειν τὴν αὐτὴν ταύτην εἰρῆσθαι ὡς ἴσον τῷ ‘δυνατὸν γὰρ καὶ ἄλλῳ ὑπάρχειν’, τοῦτ’ ἔστι καὶ ἄλλου τινὸς εἶναι τὴν ἐπιστήμην καὶ ἄλλῳ τινὶ ὑπάρχειν τῶν ἐπιστητῶν καὶ μὴ ψυχῇ μόνῃ. τὰ δὲ ἁπλῶς ἀδύνατα [*](1. 2 ἐν ἐκείνοις ὑπάρχει ἢ περὶ ἐκεῖνα ἐστὶ (ut in lemmate) Β 5 δ’ ἄν xisaBP: τις ἂν AD 6 αὐτὸ scripsi: αὐτὸς libri post ἐν add. τῶ Α 7 μὲν γὰρ] γὰρ γὰρ Α ἡ om. D οὐκέτι aP 8 ἐστιν, εἰ μὴ corr. P2 9 πρὸ ὀλίγου] p. 124 b 34 10 περὶ] παρ’ Α 11 μὲν τοιαῦτα p1, corr. P2 αὐτοῖς] ἄλλοις D post τούτων add. ὧν B 12 ἐξ ἀνάγκης addidi 13 ἐν τῆ ψυχὴ Β: ἡ ψυχὴ Α δὲ αὐτὴν καὶ D: δὲ καὶ αὐτὴν aBP: αὐτὰ A πρὸς τὸ ἐπιστητὸν Α 14 τῇ (μὲν add. a) γὰρ—ἐπιστήμη aABD: ἡ ψυχὴ . . (ras. 2 lit.) ἐστὶν ἐπιστητὴ (ητὴ in ras. P2) P ἥ γε κἄν scripsi: τε καὶ καὶ aP ἑαυτῆς P, ἑ superscr. P2: αὖ ἡ ψυχὴ λέγεται a ἔχειν a 15 ἔσται om. B αὕτη—16 ἐπιστητῷ om. AD αὕτη Β: αὐτὴ aP ὴ in ras. P-) ἡ τῆς ψυχῆς aB: ἡ ψυχὴ in ras. P2 15. 16 οὐ πᾶσα· οὐ γὰρ πᾶσα Β: /// γὰρ (in ras. P2) πᾶσα· P: οὐ γὰρ πᾶσα a 18 εῖναι ἴσας D post μὴν add. δὲ Α 19 αὐτὴ αὐτὴν P: αὐτὴ αὐτὴν aD: αὐτὴν αὐτὴ A: αὕτη αὐτὴν Β μὴ] μὲν Α 20 ᾖ add. P2: εἴη Α ἔσται ἡ] ἔστιν Α 21 τῶν μουσικῶν] ἐν τῶ ἐπιστητῷ Α post μὲν add. γὰρ Α post μὴν add. καὶ Β 24 ταύτην, τουτέστι τὴν om. Β 25 μόνον aP τὸ om. Α 26 ταῦτα A τῷ δυνατὸν δὲ D: τὸ γὰρ δυνατὸν Α 27 ante utrumque ἄλλω add. ἐν D post ὑπάρχειν intulit e vs. 23 τὴν ταύτην ταύτην γεγράφθαι Α τουτέστι] του ante lac. P 28 ψυχῆς μόνον Α ἀδύνατον aBP )
343
ἐν ἐκείνοις εἶναι πρὸς ἃ λέγεται, ὡς ἔχει τὸ ἐναντίον· ἀδύνατον γὰρ αὐτὸ ἐν ἐκείνῳ εἶναι· εἴη γὰρ ἄν ἅμα τὰ ἐναντία. ἀλλ’ οὐδὲ τὸ διπλάσιον ἐν τῷ ἡμίσει· ὁμοίως οὐδὲ τὸ ὑπερέχον. οὕσης τοίνυν ἐν τοῖς πρός τι τοιαύτη διαφορᾶς εἴη ἂν τῶν μὲν ἐξ ἀνάγκης ἐν ἐκείνοις ὄντων πρὸς ἃ λέγεται καὶ τὰ γένη τοιαῦτα, τῶν δὲ μὴ ἐξ ἀνάγκης μὲν ἐνδεχομένων δὲ ἐν ἐκείνοις καὶ τὰ γένη ὁμοίως ἐν ἐκείνοις, καὶ τῶν ἀδυνάτων εἶναι ἐν τοῖς πρὸς ἃ λέγεται καὶ τὰ γένη ὡσαύτως. οἷον συμμετρίας ἰσότης· ἀμφότερα γὰρ ἐν τούτοις ἐστὶ πρὸς ἃ λέγεται· καὶ ἕξεως διάθεσις· καὶ γὰρ ταῦτα, ἐν οἷς ἐστι, πρός ταῦτα καὶ λέγεται. πάλιν ἐπιστήμης ὑπόληψις· οὐδέτερον γὰρ αὐτῶν ἐξ ἀνάγκης ἐν τούτῳ πρὸς ὃ λέγεται, ἐνδέχεται μέντοι ποτὲ ἑκάτερον αὐτῶν· ὁμοίως καὶ αἰσθήσεως ἀντίληψις. τὸ δέ γε διπλάσιον ὑπὸ τὸ πολλαπλάσιον καὶ ὑπὸ τὸ ὑπερέχον, καὶ τὸ ἐναντίον ὑπὸ τὸ ἕτερον, διότι ἐν τούτοις οὐδὲν οἷόν τε εἶναι ἐν τούτῳ πρὸς ὃ λέγεται. ἂν οὗν τι ᾖ γένος τινὸς ἀποδεδομένον, αὐτὸ μὲν ἐξ ἀνάγκης ὂν ἐν τῷ πρὸς ὃ λέγεται, πρὸς ὃ δὲ ἀπεδόθη μὴ οὕτως ἔχῃ, ἢ ἔμπαλιν, ἀνασκευάζοιτο ἂν καὶ δεικνύοιτο τὸ ἀποδοθὲν γένος οὐκ ὂν γένος· δεῖ γὰρ τὸ τοιοῦτον εἶδος εἰς τὸ τοιοῦτον καὶ ὅμοιον γένος τίθεσθαι. διὰ τοῦτο, ἐάν τις θῇ τῆς μνήμης γένος τὴν μονὴν λέγων εἶναι τὴν μνήμην μονὴν ἐπιστήμης, οὐχ ὑγιῶς ἀποδώσει τῷ τὴν μὲν μονὴν πρός τι οὖσαν ἐξ ἀνάγκης ἐν ἐκείνῳ εἶναι οὗ ἐστι μονή· ἐν γὰρ τῷ μένοντι ἡ μονή· ἡ δὲ μνήμη οὐκ ἐν ἐκείνῳ οὗ ἐστι μνήμη· πᾶσα γὰρ μνήμη ἐν ψυχῇ, οὐ πᾶσα δὲ μνήμη ψυχῆς. εἰ οὖν ἡ μνήμη μονὴ ἐπιστήμης, ἔσται ἐν τῇ ἐπιστήμῃ· ἐπεὶ γὰρ πᾶσα μονὴ ἐν ἐκείνῳ οὗ ἐστι μονή, καὶ ἡ τῆς ἐπιστήμης μονὴ εἴη ἂν ἐν τῇ ἐπιστήμῃ· τοῦτο δὲ ἄτοπον· οὐ γὰρ ἐν ἐπιστήμῃ ἡ μνήμη ἀλλ᾿ ἐν ψυχῇ. ἔδειξε δὲ πως ἀνάγκη, ἐν ᾧ τὸ γένος ἐστίν, εἶναι καὶ το ειοος· ἡ γὰρ προστιθεμένη διαφορὰ τῷ γένει οὐ μετατίθησιν αὐτό, ἀλλὰ ἐν τίνι τοῦ κοινῶς λεγομένου ἐστὶ μηνύει· ἔστι δὲ τὸ εἶδος καὶ τὸ γένος μετὰ τῆς διαφορᾶς. οὕτω δ’ ἄν δεικνύοι τις ὅτι μηδὲ σωτηρία αἰσθήσεως ἡ μνήμη. ἡ μὲν γὰρ σωτηρία τῆς αἰσθήσεως ἐν αἰσθήσει· πᾶσα γὰρ σωτηρία ἐν ἐκείνῳ οὗ ἐστι σωτηρία· ἡ δὲ μνήμη οὐκ ἐν αἰσθήσει ἀλλ’ ἐν ψυχῇ· οὐ γὰρ αἴσθησις τὸ μνημονεῦον. ἀλλὰ καὶ ὅτι μή ἐστι τὸ πάθος ἐν γένει τῇ ὁρμῇ, ὡς οἱ ὁριζόμενοι αὐτὸ λέγουσιν ὁρμὴν ἄλογον, διὰ τούτου ἄν δεικνύοιτο τοῦ τόπου. εἰ γὰρ πᾶσα ὁρμὴ διωκτοῦ ἐστι καὶ πρὸς τοῦτο λέγεται, γεται, οὐκ ἔστι δὲ ἡ ὁρμὴ ἐν τῷ διωκτῷ ἀλλ’ ἐν ψυχῇ, οὐκ ἂν εἴη ἐν τῷ πρὸς ὃ λέγεται· τὸ δὲ πάθος πεπονθότος ὂν πάθος ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ πεπονθότι πρὸς ὃ λέγεται. διὸ καὶ εὐλογώτερον κίνησιν αὐτὸ λέγειν· [*](1 γὰρ scripsi: δὲ libri 2 ἄν om. D 4 post ἅ add. νῦν Β 5 an ἐνδεχομένως? 6 ἐν τοῖς om. D 8 ἐν prius om. aBP διάθεσις] καὶ διαθέσεως D 10 ἐξ ἀνάγκης—αὐτῶν αὐτῶν(11) om. B 11 καὶ τῇ αἰσθήσει Α 12 πολλάσιον D ὑπὸ τὸ alterum om. Β 15 ante μὴ add. εἰ a: non liquet P 17. 18 τιθὴ τῆς ἐπιστήμης Β 19 ἀποδίδωσι Α μὲν om. a 20 ἡ δὲ corr. P2: εἰ δὲ A post δὲ add. ὡς ΑΒ: ras. 2—3 lit. P 22 ἡ om. A μνήμη μόνη] μονήμη Β ἐπεὶ—τῇ ἐπιστήμῃ (24) om. Β 27 λεγομένου] ου in ras. D 29 γὰρ prius om. A 31 καὶ om. Α 34 οὐκέτι D 36 post ὃ add. καὶ aAP καὶ om. aBP λέγει A)
344
ὡς γὰρ τὸ πάθος ἐν τῷ πρὸς ὃ λέγεται, οὕτω καὶ ἡ κίνησις· ἐν γὰρ τῷ κινουμένῳ ἡ κίνησις, πρὸς ὃ καὶ λέγεται. λέγουσι δὲ κίνησιν τὸ τοῦ πά- θους γένος ὁριζόμενοι τὸ πάθος κίνησιν κατὰ ψυχὴν ὑπὸ τοῦ ἡδέος ἢ λυπηροῦ. εἰ οὖν εἴη ἡ ὁρμὴ τοῦ ὁρμῶντος ὁρμή, εἴη ἄν καὶ αὐτὴ ἐν ἐκείνῳ πρὸς ὃ λέγεται.

Λέγει δὲ τὸν εἰρημένον τόπον κοινὸν εἶναι καὶ πρὸς τὸ συμβεβηκός. κἂν γὰρ μὴ γένος μὲν συμβεβηκὸς δὲ τῆς μνήμης ἡ μονὴ ἀποδοθῇ, τὸ ἄτοπον ἀκολουθήσει· ὅτε γὰρ συμβέβηκεν ἡ μνήμη τῇ ἐπιστήμῃ, τότε ἐξ ἀνάγκης ἡ μνήμη ἐν τῇ ἐπιστήμῃ ἔσται, ὅπερ ἄτοπον λέγειν· πᾶσα γὰρ μνήμη καὶ ἀεὶ ἐν ψυχῇ.

[*](p. 125 b 15)

Πάλιν εἰ τὴν ἕξιν εἰς τὴν ἐνέργειαν ἔθηκεν ἤτην ἐνέργειαν εις τὴν ἔξιν.

Ὁ παραδιδόμενος τόπος τοιοῦτός ἐστιν· δοκεῖ τῶν μὲν ἕξεων ἕξεων | ἕξις [*](176) εἶναι γένος, τῶν δὲ ἐνεργειῶν ἐνέργεια· ἂν οὖν ἐναλλάττῃ τις καὶ ἢ τῆς ἕξεως ἐνέργειαν ἀποδῷ γένος ἢ τῆς ἐνεργείας ἕξιν, οὐχ ὑγιῶς ἀποδίδωσιν· διὸ ἀνασκευασθήσεται τὸ ἀποδοθὲν γένος. οὕτως ἁμαρτάνει ὁ τῆς αἰσθήσεως λέγων γένος τὴν κίνησιν· ἕξεως γὰρ ἐνέργειαν γένος ἀποδέδωκεν· ἔστι γὰρ ἡ μὲν αἴσθησις ἕξις, ἡ δὲ κίνησις ἐνέργεια. ἡ γὰρ κατὰ τὴν ἐνέργειαν αἴσθησις κίνησις οὐχ ἁπλῶς. πάλιν ὁ λέγων τὴν μνήμην ἕξιν καθεκτικὴν τὴν ἐνέργειαν ἐν ἕξει γένει τίθησιν· ἡ γὰρ μνήμη ἐνέργεια, οὐχ ἕξις· ἡ γὰρ κατὰ τὸ μνημονεύειν ἐνέργεια γινομένη μνήμη κυρίως. οὕτω λέγουσιν οἱ ὁριζόμενοι αὐτὴν ἕξιν καθεκτικὴν ὑπολήψεως.

Λέγει δὲ ἁμαρτάνειν καὶ τοὺς τὰς ἕξεις ἐν γένεσι τιθέντας ταῖς δυνάμεσι ταῖς παρακολουθούσαις αὐταῖς. εἰσὶ γάρ τινες δυνάμεις ἕξεσί τισι τισι δοκοῦσαι παρακολουθεῖν, αἷς χρήσαιντ’ ἄν, εἰ ἐν τούτῳ γένοιντο πρὸς ὅ εἰσιν αἱ δυνάμεις χρήσιμοι· οὐ μὴν καὶ ἐν τῇ οὐσίᾳ εἰσὶν αὐτῶν· διὸ εἶεν ἂν ἐν αὐταῖς καθ’ ὑπόθεσιν. οἷον τῇ πραότητι ἕξει οὔσῃ παρακολουθεῖ ἐξ [*](1 post γὰρ prius add. καὶ A post τῷ prius add. πεπονθότι a et in ras. (praeter priorem π) P2 πρὸς ὃ καὶ a et in mrg. P2 2 τὸ om. aP 3 an <οἱ> ὁριζόμενοι? cf. vs. ὁρισόμενοι a τὸ ἡδὺ aP ἡδὺ in ras. P2) ἢ]” in ras. P2 4 λυπηροῦ ABDP1: λυπηρόν aP2 ἦ] (post οὖν) Α εἴη alterum] εἴ in ras. 4 — 5 lit. P2 αὐτὸς D 7 κἄν scripsi: ἂν libri μὲν om. aBP 8 γὰρ om. D τῇ ἐπιστήμη a: τῆς ἐπιστήμης ABDP 9 ἡ μνήμη ἐν τῆ ἐπιστήμη ἔσται D: ἐν τῇ ἐπιστήμῃ ἔσται ἡ μνήμη aAP: ἐστὶν ἐν τῆ μνήμη ἡ ἐπιστήμη Β 10 post ἐν add. τῇ aA 13 ἕξις] inter ξ et ι ras. 1 lit. P 14 ἐνέργεια] ἐνεργείας P οὖν in ras. P2: μὴ Β ἡ] εἰ A 15 ἐνέργεια ἀποδῴη Α 16 τῆς om. D 17 γένος prius add. P2 18 ἕξις, ἡ δὲ κίνησις om. P γὰρ alterum post 19 ἐνέργειαν transposuit Α 19 αἴσθησις scripsi: αἰσθητικὴ aABP: αἰσθητικὴν, sed ante ἐνέργειαν, D κίνησις] ις in ras. 4 lit. P2 20 γένος Α 21 post ἐνέργεια delevit οὐχ ἕξις D γιγνομένη aP μνήμη scripsi: ἢ μὴ libri 22 καθεκτὴν B 24 εἰσι γάρ—κρατήσει (p. 345, 5) Suidas sub v. ἐξ ὑποθέσεως 24. 25 δοκοῦσαι παρακολουθεῖν] παρακολουθοῦσαι Β 26 εἰσὶν aA: ἐστὶν BDP αὐτῶν scripsi: αὐτῇ libri 26. 27 εἶεν ἂν] εἰ Β 27 ἐν om. D αὐταῖς] ταῖς Α ἕξει οὔσῃ ex ἐξιούσῃ corr. P2 παρακολουθοίη Β post παρακολουθεῖ add. ἡ δύναμις aP Suid.)

345
ὑποθέσεως τὸ δύνασθαι κρατεῖν ὀργῆς ἀμέτρου τε καὶ μὴ προσηκούσης, εἴ ποτε ἐμπέσοι· ἔστι μὲν γὰρ ἡ πραότης ἀοργησία τῆς τοιαύτης ὀργῆς, ἔχειν μέντοι δύναμιν τοιαύτην λέγοιτ’ ἄν ὥστε, κἄν ὀργισθῇ, κρατῆσαι τοῦ πάθους. ἐξ ὑποθέσεως οὖν ἡ δύναμις αὕτη τῇ πραότητι ἕπεται· εἰ γὰρ ὀργισθείη, κρατήσει. ἄν δή τις τῆς πραότητος γένος ἀποδῷ ἐγκράτειαν καὶ ὁρίσηται αὐτὴν ἐγκράτειαν ὀργῆς, οὐκ ὀρθῶς ἀποδίδωσιν· οὐ γὰρ τὸ ἐξ ὑποθέσεως τινι ἀκολουθοῦν καὶ οὕτως, ὡς ἐθήκαμεν, εἴη ἄν καὶ γένος. τὸ μ·ὲν γὰρ γένος ἀχώριστον· ἐπὶ δὲ τῆς πραότητος οὐκ ἀεὶ ἡ ἐγκράτεια τῆς ὀργῆς, ἀλλ’ ἐὰν ὀργισθῇ, τότε, ὅτε μηδὲ κυρίως πρᾶός τις. ὁμοίως ἁμαρτάνει καὶ ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων ἢ τὴν δικαιοσύνην ἐγκράτειαν κερδῶν. ἀνδρεῖος μὲν γὰρ κυρίως ὁ ἄφοβος, ὥσπερ καὶ πρᾶος ὁ ἀόργητος, οὓς ἀπαθεῖς εἶπε κατὰ τὰ τοιαῦτα πάθη· ὁ δὲ ἐγκρατὴς οὐ κατὰ ἀπάθειαν λέγεται ἀλλὰ κατὰ τὸ πάσχειν μὲν μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ ἡ δικαιοσύνη δὲ ἐν ἀποχῇ μᾶλλον κερδῶν ἢ ἐν ἐγκρατείᾳ. εἰ οὖν τὸ μὲν γένος ἐν τῷ τί ἐστι, τὰ δὲ ἐξ ὑποθέσεως τίθεται αὐτοῖς ἕπεσθαι, οὐκ ἄν εἶεν αὐτῶν γένη.

Ἐνίοτε δὲ καὶ τὸ παρακολουθοῦν ὁπωσοῦν ὡς γένος τιθέασιν.

Ἐπεὶ τὰ γένη τοῖς εἴδεσι παρακολουθεῖ, εἰ ἤδη τινὲ τὰ ὁπωσοῦν τισι παρακολουθοῦντα γένη αὐτῶν ἀποδιδόασιν, ἁμαρτάνουσιν· οὐ γὰρ τὸ ὁπωσοῦν παρακολουθοῦν τινι γένος. τῇ γοῦν ὀργῇ παρακολουθεῖ μὲν ἡ λύπη, οὐ μὴν ὡς γένος, ὡς οἴονταί τινες· οὐ γὰρ ἡ ὀργὴ λύπη, οὐδὲ διὰ τοῦτο ἔστιν ἡ λύπη ἡ μετὰ τῆς ὀργῆς οὖσα, διότι <ἡ> ὀργὴ ἔστιν, ἀλλὰ ἐπὶ τῇ λύπῃ <ἡ> ὀργή· προτέρα γὰρ ἡ λύπη γίνεται τῆς ὀργῆς· λυπηθεὶς γάρ τις ὡς ἠδικημένος ὀργίζεται. οὐ τοιοῦτον δὲ τὸ γένος ὡς προυπάρχειν χρόνῳ τοῦ εἴδους· οὐ γὰρ πρῶτον ζῷον γίνεται, εἶτα ἐκ τούτου ἄνθρωπος, ἀλλ’ [*](1 τε om. D 3 ἔχει A, Bpr. λέγοιτ’ ἄν om. Α 3. 4 τοῦ πάθους κρατῆσαι Α 4 αὐτὴ Α: αὐτὴ Β τῇ om. I) ἔσεται P 5 κρατήσειν Α: κρατῆσαι Β ἂν—ἀχώριστον (8) Suidas sub v. πραότης δή aP: δέ ABD Suid. ἀποδώσει B ante ἐγκράτειαν add. τὴν a Suid. 6 ὁρίσαι Α 7 τινι om. D post τινι add. κατὰ δύναμιν a ἀκολουθεῖν Α: παρακολουθοῦν Β καὶ alterum add. P2 8 post γένος add. ἀεὶ καὶ a ἀεὶ ἡ] ἄν εἴη a 9 μηδὲ scripsi: μήτε ABDP: μὴ a 11 ante πρᾶος add. ὁ Α 12 ἀποθεὶς Α ὁ δὲ ἐγκρατὴς—παθῶν (14) Suidas sub V. ἐγκρατής 13 διὰ τὸ Suid. 14 δὲ om. D ἐν ἀποχῇ corr. P ἐν ἐγκρατείᾳ aP2: ἡ ἐγκράτεια D: ἐγκράτεια ABP1 15 ἐν τῷ aP: τὸ AD, superscr. Β τὰ scripsi: τὸ libri 15. 16 τίθεται αὐτοῖς ἕπεσθαι D: ἕπεσθαι αὐτοῖς τίθενται P: ἕπεσθαι αὐτῷ τίθεται A: αὐτοῖς τίθεται B: ἑπόμενόν τινι, γένος τὶς τίθεται a 16 εἴη αὐτῶν γένος a 17 ὁπωσοῦν ex corr. add. D 19 εἰ ἤδη scripsi cf. p. 358, 26: εἰ δὴ aABD: ἤδη P οἱωδήποτε τρόπῳ supra ὁπωσοῦν scriptum Β 20 παρακολουθοῦντά τισι a οὐ γὰρ—εἴδους (26) Suidas sub v. ὀργή 22 post ὀργὴ add. ἡ Β οὐδὲ] οὐ B 23 ἡ primum om. aA ἡ tertium Suid: om. aABD: ras. 1 lit. P 24 ἡ prius Suid.: om. libri τῆς ὀργῆς] ῆς compend. P2, itemque p. 346,3 25 προυπάρχον AD Suid. 26 οὐ] ὡς D ἐκ τούτου om. P post τούτου add. ὁ Β)

346
ὁ ἄνθρωπος ἅμ καὶ ζῷόν ἐστι, καὶ τὸ ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ ἔστι, διότι ἄνθρωπος ἔστι. τὸ δὲ ὥστε ἁπλῶς ἡ ὀργὴ οὐκ ἔστι λύπη εἶπεν ὡς ἴσον τῷ ‘ὥστε οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ τῆς ὀργῆς ἡ λύπη’· τὸ γὰρ ποιητικόν τινος καὶ προυπάρχον κατὰ χρόνον [ἐν τῷ αὐτῷ] οὐ γένος. καὶ οἱ τῆς πίστεως δὲ τὴν ὑπόληψιν γένος ἀποδιδόντες ὁμοίως ἁμαρτάνουσιν. ἀκολουθεῖ μὲν γὰρ τῇ πίστει ἡ ὑπόληψις· ἡ γὰρ πίστις ὑπόληψις· ἀδυνατον γὰρ χωρὶς ὑπολήψεως πίστιν γίνεσθαι. οὐ μὴν γένος οἷόν τε τῆς πίσετως τὴν ὑπόληψιν εἶναι· ὃ ἔδειξε πάνυ ἐντρεχῶς διὰ τοῦ ἐνδέχεσθαι τὴν αὐτὴν ὑπόληψιν ἔχοντα ποτὲ μὲν πιστεύειν ποτὲ δὲ οὔ. ὃ ἀδύνατον ἐπὶ τοῦ γένους· ἀδύνατον γὰρ τὸ αὐτὸ ζῷον ποτὲ μὲν ἄνθρωπον εἶναι ποτὲ δὲ μή, καὶ τὸ αὐτὸ χρῶμα ποτὲ μὲν λευκὸν εἶναι ποτὲ δὲ μή· μεταβάλλων γὰρ ὁ ἄνθρωπος οὐδὲ ζῷον ἔτι. ὥστε οὐδὲ ἡ ὑπόληψις ἡ αὐτὴ μένοι ἄν οὐ μετὰ πίστεως οὖσα τῇ ἐν πίστει· συναναιρεῖται γὰρ τὸ γένος ἑκάστῳ ἐν ᾧ ἐστιν ἀναιρουμένῳ. ἡ δὲ ὑπόληψις καὶ πρότερον ἦν χωρὶς πίστεως, καὶ πάλιν μεταβαλοῦσα ἐκ τοῦ πίστις εἶναι καὶ μηκέτι πίστις οὖσα ἔτι ὑπόληψις μένει· οὐ γὰρ κεκώλυταί τις τὴν αὐτὴν περί τινος ὑπόληψιν ἔχων ποτὲ μὲν πιστεύειν αὐτῇ ποτὲ δὲ μή, οἷον ὑπόληψιν ἔχων περὶ τῆς ψυχῆς ὅτι ἀθάνατος οὐ κεκώλυται πρότερον πιστεύων αὐτῇ ὕστερον διά τινας λόγους μηκέτι πιστεύειν. τὸ αὐτὸ δέ ἐστι τὸ νῦν | ἐπὶ τῆς πίστεως. [*](175) καὶ τῆς ὑπολήψεως εἰρημένον τῷ ἐπὶ τῆς ὀργῆς τε καὶ λύπης εἰρημένῳ· καὶ γὰρ ἐπ’ ἐκείνων ἐνδέχεται τὸ τὴν αὐτὴν λύπην καὶ χωρὶς ὀργῆς εἶναι καὶ μετ’ ὀργῆς. ἄν δέ τις μὴ συγχωρῇ τὸ ἐνδέχεσθαι τὴν αὐτὴν ὑπόληφιν ἔχοντα ποτὲ μὲν πιστεύειν ποτὲ δὲ μὴ τῷ ἡγεῖσθαι πάντως τὸν ὑπολαμβάνοντα καὶ πιστεύειν, ὁμολογήσει διὰ τούτου ὅτι μὴ γένος ἡ ὑπόληψις τῆς πίστεως· γίνεται γὰρ ἐπ’ ἴσης ἥ τε πίστις καὶ ἡ ὑπόληψις, εἴ γε ἡ μὲν πίστις ὑπόληψις, πᾶς δὲ ὁ ὑπολαμβάνων πιστεύει· οὐκ ἐπ’ ἴσης δὲ τὸ γένος τῷ εἴδει.

[*](p. 126 a 3)

Ὁρᾶν δὲ καὶ εἰ ἔν τινι τῷ αὐτῷ ἄμφω πέφυκε γίνεσθαι.

Δεῖν φησι γένους τινὸς ἀποδοθέντος καὶ τοῦτο ὁρᾶν, εἰ ἐν τῷ αὐτῷ [*](1 ἄμ ὁ ἄνθρωπος Β τὸ alterum corr. ex τῶ Β 2 ἐστι om. aB 3 τῷ om. P 4 κατὰ κρόνον corr. ex ἐν τῶ κρόνω Β ἐν τῷ αὐτῷ delevi 5 καὶ οἱ— πιστεύειν (19) Suidas sub v. πίστις ἁμαρτάνουσιν ὁμοίως aP (6 ἡ γὰρ—ὑπόληψις om. Β ἡ alterum AD Suid.: εἰ aP 7 γίνεσθαι AD Suid.: γενέσθαι aBP οἷόν τε ABD Suid.: οἴονται aP 7. 8 ἐπιστήμης P 9 οὗ om. Α 11 post αὐτὸ add. δὲ Α εἶναι om. D μεταβάλλει Α: μεταβάλλον P1, corr. P2 12 ἔτι] ἐστίν B Suid. ἡ prius om. A μένοιεν (om. ἄν) Α 13 τῇ ἐν πίστει scripsi: ἐν τῆ πίστει ADP: ἐν πίστει Β: om. a Suid. post γὰρ add. αἰεὶ AP, ἀεὶ Β 13, 14 ἐν ᾦ ἐστιν ἑκάστῳ a 14 ἀναιρούμενον A 15 μεταβάλλουσα ABP ἔτι om. P 16 μένει] εἶναι Β γὰρ καὶ κωλυταί (sic) Α ὑπόληψιν περί τινος D 17 αὐτὴ πιστεύειν D δὲ om. P 19 post πιστεύειν add. αὐτὴ (e vs. 17) Β 20 τε superscr. P1 22 συγχωροίη P τὸ ἐν- in ras. P2 23 post δὲ add. καὶ Α 25 ἥ τε scripsi: τε ἡ aABD: τε P 28 εἰ add., ὲν corr. P2 τὸ αὐτὸ Α(Β) ἄμφω om. aP: post πέφυκε habet Arist. γίγνεσθαι P 29 δεῖ Α)

347
πέφυκε γίνεσθαι τό τε ὡς εἶδος τεθὲν καὶ τὸ ἀποδοθὲν ὡς γένος αὐτοῦ· ἐν ᾧ γὰρ τὸ εἶδος, καὶ τὸ γένος. ἐν ᾧ γὰρ τὸ λευκόν, ἐν τούτῳ καὶ τὸ χρῶμα· ἄμφω γὰρ ἐν σώματι· καὶ ἐν ᾧ γραμματική, καὶ ἐπιστήμη· ἄμφω γὰρ ἐν ψυχῇ. ἄν οὖν τὸ ἀποδοθέν τινος γένος μὴ ἐν τῷ αὐτῷ γένηται ἐν ᾧ τὸ εἶδος ἀλλὰ ἐν ἄλλῳ, ἀνασκευασθήσεται κατὰ τὸν τόπον τοῦτον καὶ δειχθήσεται ὅτι μή ἐστι γένος. οἷον ἄν τῆς αἰσχύνης θῇ τις γένος τὸν φόβον ἢ τῆς ὀργῆς τὴν λύπην, οὐ καλῶς θήσεται, εἴ γέ ἐστιν ἡ μὲν αἰσχύνη ἐν λογιστικῷ, ὁ δὲ φόβος ἐν τῷ θυμοειδεῖ, καὶ ἡμὲν λύπη ἐν τῷ ἐπιθυμητικῷ καὶ γὰρ ἡ ἡδονή, ἧς ἡ ἐπιθυμία, ἐν τούτῳ), ἡ δὲ ὀργὴ ἐν τῷ θυμοειδεῖ. ὁμοίως δειχθήσεται μηδὲ τῆς φιλίας ἡ βούλησις γένος, εἴ γε ἡ μὲν βούλησις ἐν; ἐν τῷ λογιστικῷ, ἡ δὲ φιλία τῷ ἐπιθυμητικῷ. πῶς δὲ εἶπε τὴν αἰσχύνην ἐν τῷ λογιστικῷ, ἄξιον ζητεῖν, εἴ γε πάθος, τὰ δὲ πάθη ἐν τῷ παθητικῷ γίνεται. ἤτοι οὖν ἁπλούστερον καὶ κοινότερον κέχρηται τῷ παραδείγματι, ἢ διὰ τὴν αἰδῶ· δοκεῖ γὰρ ἡ αἰδὼς μετὰ λόγου τινὸς εἶναι. κἂν ᾖ δὲ ἡ μὲν αἰσχύνη ἐν τῷ ἐπιθυμητικῷ ὁ δὲ φόβος ἐν τῷ θυμικῷ, καὶ οὕτως οὐ γένος. ὅτι δὲ ἡ λύπη ἐν τῷ ἐπιθυμητικῷ, ἔδειξε διὰ τοῦ ἐναντίου εἰπὼν ἐν τούτῳ γὰρ καὶ ἡ ἡδονή. καὶ ἡ φιλία δὲ ὥσπερ φίλησις ἄν εἴη λεγομένη ὑπ’ αὐτοῦ. οὕτως οὐδὲ ἡ ἀνδρεία ἐπιστήμη· ἡ μὲν γὰρ ἐν τῷ ἀλόγῳ, ἡ δὲ ἐπιστήμη ἐν τῷ λογιστικῷ.

Λέγει δὲ χρήσιμον τὸν τόπον τοῦτον εἶναι καὶ πρὸς τὸ συμβεβηκός· δοκεῖ γὰρ καὶ τὸ συμβεβηκὸς καὶ τὸ ᾠ συμβέβηκεν ἐν τῷ αὐτῷ εἶναι. τοῦτο δὲ ἐπὶ τούτων ἄν λέγοιτο ἐν οἷς καὶ τὰ ὑποκείμενα ἐν ἄλλοις πέφυκε γίνεσθαι. οὐ γὰρ δὴ τὸ σῶμα καὶ τὸ χρῶμα ἐν τῷ αὐτῷ * * * *· ἐν ᾧ δὲ ἡ ὀργή, ἐν τούτῳ καὶ ἡ ζέσις, ὃ συμβέβηκε τῇ ὀργῇ· ἀλλὰ καὶ ἐν ᾧ ἡ ἐπιφάνεια, ἐν τούτῳ καὶ τὸ χρῶμα, ὃ συμβέβηκε τῇ ἐπιφανείᾳ· καὶ ἐν ᾧ τὸ χρῶμα, ἐν τούτῳ καὶ τὸ ὁρᾶν, ὃ συμβέβηκε τῷ χρώματι. ὥστε οὐκ ἐπὶ τῶν ψυχικῶν μόνον ἐξεῶν τε καὶ παθῶν τὸ εἰρημένον λέγοιτ’ ἄν, ἀλλὰ καὶ ἐπὶ τούτων καθόλου ἃ καὶ αὐτὰ ἐν ἄλλοις πέφυκε γίνεσθαι. ὥστε, εἴ τι εἴη συμβεβηκός τινι ἀποδιδόμενον, ὃ οὐκ ἐν τῷ αὐτῷ, οὐκ ἂν εἴη συμβεβηκός. πῶς οὖν τοῖς αἰδουμένοις τὸ ἐρυθριᾶν συμβέβηκεν; οὐ γὰρ [*](1 γίγνεσθαι P ὡς γένος αὐτοῦ ἀποδοθέν aB 2 γὰρ alterum] τ Α 4 ἐν prius corr. P2 6 τις αἰσχύνης θῆ Α 9 ἡ (om. Α) ἡδονὴ ἧς ἡ ἡ om. D) ἐπιθυμία AD, Bcorr.: ἡ ἐπιθυμία ἧς ἡ ἡδονὴ a, Βpr.: ἢ ἡδονῆς ἢ ἐπιθυμίας P 12 post αἰσχύνην add. εἶναι Α post λογιστικῷ add. τὴν δὲ φιλίαν ἐν τῶ ἐπιθυμητικῶ A ζητῆσαι Α 13. 14 ἁπλουστέρως καὶ κοινοτέρως Α 15 ᾖ δὲ corr. ex ἥδε P2 μὲν om. Α 16 θυμητικῷ a 18 οὕτω δὲ a 19 ἀλόγω AD: λόγῳ P: λόγῳ τῷ θυμικῷ aB 22 δοκεῖ γὰρ καὶ τὸ συμβεβηκὸς om. P1, signum, cui nihil in mrg. respondet, appinxit P2 symbqebhken ἐν] συμβέβηκε P, ε in ras. 2 — 3 lit. P2 23 ἄν om. P 24 γίγνεσθαι P οὐ aBD: οὑδὲ AP ε in ras. P2) δὴ om. aBP supple οὐδὲ τὸ θυμοειδὲς καὶ ἡ ζέσις ἐν τῷ αὐτῷ δὲ AD: γὰρ aBP ἡ om. P 25 ξέσις P: ζῆσις a 27 post συμβέβηκε add. καὶ aB 28 φυσικῶν Α ἕξεων μόνον καὶ τῶν παθῶν D 29 πέφυκε γίνεσθαι πέφυκεν Α: γίνεσθαι πέφυκεν P 30 εἴη prius Α: ἡ BDP: ἢ a συμβεβηκός D: συμβεβηκότος aABP ἀποδιδόμενον D: ἀποδεδομένον ΑΒ, Ppr.: ἀποδιδόμενον (sic) a, P1corr. οὐκ ἄν D: om. aABP 31 συμβεβηκός ADP: οὐ συμβέβηκε aB οὖν om. aB)

348
ἐν τῷ αὐτῷ· τὸ γὰρ ἐρυθριᾶν ἐν ἐπιφανείᾳ· ἢ τοῖς φοβουμένοις τὸ ὠχρίαν;

[*](p. 126 a 17)

Πάλιν εἰ κατά τι τὸ εἶδος τοῦ εἰρημένου γένους μετέχει·

οὐχ ὁμοίως, εἴ τι τοῦ γένους μετέχει καὶ τοῦ συμβεβηκότος· τοῦ μὲν γὰρ συμβεβηκότος οἷόν τέ τι καὶ κάτα τι μετέχειν, ὡς τοῦ λευκοῦ τὸ σῶμα, ὁμοίως καὶ τὸν ἄνθρωπον· τοῦ δὲ γένους ἀδύνατον· ὁ γὰρ ἄνθρωπος οὐ κατά τι τῶν αὑτοῦ τοῦ ζώου μετέχει· οὐ γάρ ἐστι κατά τι ζῷον ὁ ἄνθρωπος, οὐδὲ ἡ γραμματικὴ κατά τι ἐπιστήμη. ἐὰν οὖν γένος τινὸς ἀποδοθῇ τι, οὗ κατά τι μετέχει τὸ ἀποδοθὲν ἐν γένει αὐτῷ, ἀναιρήσομεν αὐτό. οὕτως, ἄν τοῦ ζῴου γένος τὸ αἰσθητόν τις ἀποδῷ, ἐπεὶ τὸ ζῷον κατά τι τῶν αὑτοῦ αἰσθητόν. οὐκ αὐτοῦ γένος ἄν εἴη· ὁμοίως κἄν τὸ ὁρατόν· κατὰ γὰρ τὸ σῶμα καὶ κατὰ τὴν ἐπιφάνειαν αἰσθητόν τε καὶ ὁρατόν· οὐ γὰρ καὶ κατὰ τὴν ψυχήν.

Ἁμαρτάνουσι δέ τινες καὶ οἱ τοῦ ὅλου τὸ μέρος γένος ἀποδιδόντες· τὸ μὲν γὰρ μέρος τοῦ ὅλου οὐ κατηγορεῖται, τὸ δὲ γένος δῆλον ὅτι κατηγορεῖται. οὕτως ποιοῦσιν οἱ τὸ ζῷον ὁριζόμενοι σῶμα ἔμψυχον· ὡς γὰρ ἐν γένει τῷ σώματι τιθέασι τὸ ζῷον, ὃ μέρος ἐστὶν αὐτοῦ. τοιοῦτον καὶ τὸ λέγειν τὸν πηλὸν εἷναι γῆν ὑγρῷ πεφυρμένην.

[*](p. 126 a 30)

Ὁρᾶν δὲ καὶ εντι τῶν ψεκτῶν ἢ φευκτῶν εἰς δύναμιν ἢ τὸ δυνατὸν ἔθηκεν.

Επειδὴ δοκεῖ πάσα δύναμις ἡ κτὰ τὸ πεφυκέναι λεγομένη ἀγαθὸν εἱναι, τόπον τινὰ καὶ ἀπὸ τούτου πρὸς τὴν τῶν γενῶν ἀνασκευὴν χρήσιμον παραδίδωσιν. εἰ γάρ τις τῶν ψεκτῶν τινος καὶ φευκτῶν γένος δύναμιν ἀποδοίη, ἀνασκευάσομεν αὐτό· οὐ γὰρ οἷόν τε κακοῦ γένος ἀγαθὸν εἷναι· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγη τὸν μὲν διάβολον τὸν δυνάμενον διαβάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ὑφαιρεῖσθαι, τὸν | δὲ σοφιστὴν [*](176) τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα· πᾶς γὰρ φαῦλος κατὰ τὴν προαίρεσιν τοιοῦτος· δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. [*](1 ἐπιφάνεια omisso ἐν A ἦ D 5 εἴ delenduin censeo 6 οἷόν τε ex οἴονται corr. P2 itemque vs. 25 9 ἡ δὲ omisso οὐ A οὖν om. aB 10 οὗ] καὶ A μετέχει κατά κατά τι D 11 ἀποδῶ τις D 12 ἂν εἴη γένος αὐτοῦ aB κἀν] καὶ 14 καὶ om. aB 15 τινες om. aB 19 γῆν εἶναι D γῆν] γ in ras. P2 20 φευκτῶν ἢ ψεκτῶν Α 22 δοκεῖ e corr. add. D 24 εἰ γάρ τις—προαιρεῖσθαι (32) Suidas sub v. δύναμις γένους Α 25 αὐτόν D 26 post utrumque ἢ add. τὸν aB λέγει A 27 τὸν prius om. D βάλλειν P 28 ἀφαιρεῖσθαι Suid. 30 τὸ — τό A πᾶς — 31 τοιοῦτος om. Suid. πῶς a 31 δύναμιν—δύνασθαι (p. 349,1), quae post 30 τοιαῦτα collocant aABP, om. D, tiausposui 32 τοῦ om. Β)

349
κοινότερον δὲ εἶπε καὶ τοὺς θεοὺς τὰ κακὰ δύνασθαι. ὥστε οὐδενὸς ψεκτοῦ εἴη ἄν γένος ἡ δύναμις.]

Ετι πᾶσα μὲν δύναμις ἀγαθόν· καὶ γὰρ ἡ τῶν κακῶν δύναμις ἀγαθόν, οὐ μόνον καθ’ ὃ ἡ αὐτὴ καὶ τῶν ἀγαθῶν ἐστι τῶν γὰρ ἀντικειμένων ἡ αὐτὴ δύναμις), ὠὰ καὶ ὅτι ἀγαθός ἐστιν ὁ δυνάμενος τὰ κακὰ μὴ προαιρούμενος δέ· τὸ γὰρ μὴ δύνασθαι τὰ κακὰ καὶ τῶν ἀψύχων. ἀλλὰ μὴν οὐδὲν ἀγαθὸν κακοῦ γένος. ἂν γὰρ αὐτὸ κατὰ τοῦ κακοῦ κατηγορῆται, καὶ ἔστιν ἐν αὐτῷ· οὐχ οἷόν τε <δὲ> τοῦτο ἀγαθὸν εἶναι· ὥστε οὐδὲ τὸ ὅλον· καὶ γὰρ εἰ τὸ μὲν εἶδος ψεκτόν. καὶ τὸ γένος ψεκτὸν ἔσται, καὶ ἀγαθόν, εἰ ἐκεῖνο ἀγαθόν. εἰπὼν δὲ οἷον τὸν σοφιστὴν ἢ διάβολον ἢ κλέπτην μόνον τοῦ κλέπτου παράδειγμα ἐπήνεγκε, συνάψας τοῖς προειρημένοις τὸ τὸ τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια κλέπτειν· καὶ ἀσαφεστέρα ἡ λέξις εἶναι δοκεῖ. ἔνεστι δὲ ἀπὸ τοῦ κλέπτου καὶ ἐπὶ τοὺς αὔους κατ’ οἰκειότητα τὴν δύναμιν μεταφέρειν.

[*](p. 126 b 4)

Καὶ εἴ τι τῶν δι᾿ αὑτὸ τιμίων ἢ αἱρετῶν εἰς δύναμιν ἢ 15 τὸ δυνατὸν ἢ τὸ ποιητικὸν ἔθηκεν.

οὐ μόνον τὰ ψεκτὰ οὐ δεῖ ἐν γένει τῇ δυνάμει τιθέναι, ἀλλ᾿ οὐδὲ τὰ δι’ αὑτὰ ἂν] αἱρετά τε καὶ τίμια· ἡ γὰρ δύναμις ὁργανικὸν ἀγαθόν, πᾶν δὲ τὸ τοιοῦτον δι’ ἄλλο αἱρετόν. τᾶν γὰρ τὸ ὀργανικὸν ἢ τὸ ποιητικὸν ἀγαθὸν δι’ ἄλλο αἱρετόν· διὰ γὰρ τὸ γινόμενον ὑπ’ αὐτοῦ. διὸ τῶν δι᾿ αὑτὰ αἱρετῶν τε καὶ τιμίων οὐκ ἄν εἴη γένος τὸ τοιοῦτον· πᾶσα γὰρ δύναμις καὶ πᾶν τὸ δυνατὸν ἢ τὸ ποιητικὸν δι’ ἄλλο αἱρετόν. διὰ τούτου ἔδειξεν ὅτι τῶν δι’ αὑτὰ αἱρετῶν μή ἐστι δύναμις γένος, διότι πᾶσα δύναμις δι’ ἄλλο αἱρετή. οὐ πάντως μὲν γὰρ τῶν δι᾿ αὑτὰ αἱρετῶν καὶ τὰ γένη δι᾿ αὑτὰ αἱρετά· τῆς γοῦν ἀρετῆς δι’ αὑτὴν αἱρετῆς οὔσης ἡ ἕνος γένος οὗσα οὐκ ἔστιν ἁπλῶς δι’ αὑτὴν αἱρετή, εἴ γε καὶ ἡ κακία ἕξις· ἀλλ’ ἔστι καὶ δι’ αὑτὴν αἱρετή· ὅσον γὰρ ἐν τῇ ἀρετὴ τῆς ἕξεώς ἐστι, τοιοῦτόν ἐστιν. [*](1 καὶ om. Α: οὐ a 1. 2 ὥστε—δύναμις delevi 2 φευκτοῦ Α ἄν εἴη Β 3 post ἔτι add. ἐκεῖ Β ἀγαθὴ Α καὶ — 4 ἀγαθόν om. D 4 ἀγαθή· οὐ μὴν καθὼς Α 5 post δυνάμενος add. μὲν aB 7 post αὐτὸ add. καὶ Β 8 καὶ delevit Β, om. a ἐν superscr. P1 δὲ addidi ἀγαθὸν τοῦτο Β 9 μὲν om. A καὶ τὸ γένος ψευκτὸν (sic) A: τοῦ γένους ἀγαθοῦ ὄντος in ras. P2 (sed parum liquet) 10 εἰ ἐκεῖνο a: διότι ἔκειτο ἐκεὶ τὸ A) ABDP 12 τὸ add. P2 13 κλέπτειν Α 14 μεταφέρει Α 15 εἴ τι] ἴ τι in ras. P2 αὐτὸ libri ἡ αἰὼν corr. ex αἱρετῶν A 16 τὴν ποιότητα τέθεικεν D 17 οὐ δεῖ corr. ex οὐδὲ P2 18 ἂν delevi αἱρετά τε Pcorr. cf. vs. 21: αἱρετώτερα aABD et, ut videtur, Ppr. ἡ γὰρ δύναμις—19 αἱρετόν Suidas sub v. δύναμις 20 γιγνόμενον aP αὐτὰ BDP2: αὐτὰ aAP1 21 τὸ D: om. aABP 23 τῶν—αἱρετῶν post γένος transposuit Α 23 et 24 αὑτὰ P2: αὐτὰ aABDP1 μή] οὐκ D ἐσττι] ἡ A ἐστι δύναμις] ι δ in ras. P2 post διότι add. γὰρ aABP πᾶσαι a δύναμις alterum D: om. aABP 24 αἱρετή BDP: αἱρετόν A: αἱρεταί a 24. 25 τὸ—αἱρετὸν καὶ ἁ γένος—αἱρετόν Α 24 post γένη ras. 2 lit. P 25 αὑτὴν D: αὐτὴν aBP: αὐτὰ A 26 ἁπλῶς mrg. D ἀυτὴν DP2: αὐτὴν aABP1 καὶ prius om. A ἔστι καὶ aA: ἔστι γε BD: ἔστι P 27 αὐτὴν libri, ὴν in ras. P2 αἱρετή scripsi: αἱρετόν libri ὅσω A)

350
ἐν δὲ τῃ δυνάμει οὐδὲν εστι οι αὑτὸ αιρετον, εῖ γε πάσα δύναμις δι’ ἄλλο αἱρετή. ὁ συλλογισμὸς τοιοῦτος· πᾶσα δύναμις δι’ ἄλλο αἱρετή, οὐδὲν τῶν δι’ αὑτὸ αἱρετῶν δι’ ἄλλο αἱρετόν, οὐκ ἄρα τῶν δι’ αὑτὸ αἱρετῶν ἡ δύναμις. σαφῶς δὲ ἐδήλωσε πῶς ἐστιν ἀγαθὰ τὰ ὡς δυνάμεις· ὡς γὰρ ὄργανα καὶ δι’ ἄνα. ἂν δή τις λέγῃ τὴν φρόνησιν δύναμιν ποιητικὴν τοῦ ὠφελίμου, οὗτος τὸ δι’ αὑτὸ αἱρετὸν ἐν γένει τῷ δι’ ἄλλο αἱρετῷ θήσεται.

[*](p. 126 b 7)

Ἥ εἴ τι τῶν ἐν δυσὶ γένεσιν ἢ πλείοσιν εἰς θάτερον ἔθηκεν.

Εἴ τινα ἐν δύο γένεσιν ὄντα ἅμα θείη τις ἐν τὼ ἔρῳ μόνῳ, ουοε οὕτως ἄν καλῶς εἴη τὸ γένος ἀποδιδούς. ἔστι δέ τινα τὰ ἐν δύο γένεσιν ἅμα, ὡς ὁ φέναξ καὶ ὁ διάβολος· ἑκάτερος γὰρ τούτων καὶ ἐν] τῷ προαιρεῖσθαι τὰ τοιαῦτα καὶ ἐν] τῷ δύνασθαι τοιοῦτος· οὔτε γὰρ ὁ μόνον προαίρεσιν ἀπατῶντος ἢ διαβάλλοντος ἔχων φέναξ καὶ διάβολος οὔθ’ ὁ μόνον δύναμιν ἔχων ἑκατέρου τούτων. ἂν δή τις ἢ ἐν δυνάμει τῶνδέ τινων ἡ ἐν προαιρέσει τιθῇ τούτων ἑκάτερον, οὐκ ἀποδώσει οὐδετέρου τὸ γένος· οὔτε γὰρ ὁ ἐν προαιρέσει μόνῃ τούτων ὢν ἤδη τοιοῦτος, οὔτε εἰ ἐν δυνάμει τις μόνῃ τούτων τιθείη τοὺς τοιούτους, ὑγιὲς διὰ τὸν προειρημένον τόπον. ταὐτὸν καὶ ἐπὶ τοῦ κλέπτου καὶ ἐπὶ τῶν προειρημένων λέγοιτ’ ἄν. ζητήσι δ’ ἄν τις εἰ οἷόν τε ἐν δύο τισὶ γένεσιν εἶναι μὴ ὑπαλλήλοις οὖσιν ἢ μὴ ὑπὸ ταὐτόν τε καὶ ἓν γένος ἀμφοτέρων ὄντων τῶν γενῶν. οὐ δοκεῖ δὲ οὔτε ὑπάλληλα εἶναι ἥ τε προαίρεσις καὶ ἡ δύναμις οὔτε ὑφ’ ἕν τι, εἰ μή τις ἄμφω ὑπὸ τὴν ποιότητα εἶναι λέγοι. ἢ κοινόν τι γένος ἐξ ἀμφοτέρων συγκείμενον ἀνώνυμον· πολλὰ δὲ γένη ἑνὶ ὀνόματι ἀνώνυμα.

[*](p. 126 b 13)

Ἔτι ἐνίοτε ἀνάπαλιν τὸ μὲν γένος ὡς διαφορὰν ἀποδιδόασιν.

Ὁτι μὲν οὐ δεῖ τὸ εἶδος ἐν γένει τῇ διαφορᾷ τιθέναι, φθάνει διὰ τῶν πρώτων δεδεῖχθαι· τὸ μὲν γὰρ γένος ἐν τῷ τί ἐστιν, “οὐδεμία δὲ [*](1 αὑτὸ P2: αὐτὸ ADP1: αὐτὴν aB εἴ ADP: εἰ ἥ Β: εἴη a 2 ὁ—αἱρετή om. A, in mrg. D ὁ in ras. P2 τοιοῦτο P1, s add P2 οὐδὲ P3 αὐτὸ prius D: αὐτὸ aBP: αὐτὰ A δι’ ἄλλο—αἱρετῶν om. p2 signum, cui in marg. nihil respondet, appinxit P2 αὑτὸ alterum scripsi: αὐτὸ libri ἡ om. AP 4 post δύναμις add. γένος aBP ἀγαθὸν Α δυνάμεις scripsi cf. p. 229,6.7: δύναμις libri 5 καὶ scripsi cf. p. 332,20: ὡς libri δὴ τις (λέγ) ῃ in ras. P2 6 οὗτος aBDP2: οὕτως AP1 αὐτὸ DP2: αὐτὸ aABP1 τὸ δι’ ἄλλο αἱρετὸν Α 7 δύο Arist. (δυσὶ Cef) ἢ alterum om. P 9 θήσει P 10 τὰ om., ut videtur, A 11 et 12 ἐν delevi cf. p. 348,30 12 ὁ μόνον P2: μόνος P1: μόνον ὁ aABD 13 δύναμιν om. Β 14 ἔχων post τούτων transposuerunt aB: om. P 16 post ὁ ἐν add. τῆ Α ὢν in ras. 3–4 lit. P2 εἰ] ὁ Α 17 μόνῃ τις aB τοῦτον τιθείη Α: θείη τούτων Β ὑγιὲς] ἐς in ras. superscr. P2 18 τῶν πῶν προειρημένων] p. 126a31 19 ὑπαλληλοῦσιν Α 20 τε D: γένος aBP: om. A γένος eras. P τῶν om. aBP δὲ om. AD 21 ἡ om. a 23 συγκειμένων A ἀνώνυμα] ὁμώνυμα Β 24 ἐνίοτε corr. (ex ἑνὶ?) P2 25 ἀποδιδόασιν post τὴν δὲ διαφορὰν ὡς γένος collocant Arist. cod. (praeter cf) 26 post μὲν add. οὖν Α οὐ ex οὖν corr. P εἶδος γένος B: γένος εἶδος aP)

351
διαφορὰ σημαίνει τί ἐστιν”, ὡς εἶπεν, “ἀλλὰ μᾶλλον ποιόν τι”. νῦν δὲ οὐχ ἁπλῶς λέγει περὶ τῶν ὡς ἐν γένει τῇ διαφορᾷ τιθέντων ἀλλὰ καὶ τὸ γένος ὡς διαφορὰν τοῦ προκειμένου λαμβανόντων· ἐὰν γὰρ ὁριζόμενός τις τὸ μὲν γένος ὡς διαφορὰν αὐτοῦ ἀποδιδῷ τὴν δὲ διαφορὰν ὡς γένος, δῆλον ὡς ἁμαρτάνει, καὶ δῆλον ὅτι ἀναιρήσομεν τὸ τοιοῦτον ὡς οὐκ ὃν γένος χρώμενοι τῷ τόπῳ τούτῳ. ποιοῦσι δὲ τοῦτο οἱ τὴν ἔκ|πληξιν ὁριζόμενοι [*](177) ὑπερβολὴν θαυμασιότητος. ὁ γὰρ οὕτως ὁριζόμενος γένος μὲν τὴν ὑπερβολὴν λαμβάνει τῆς ἐκπλήξεως, οὐκ ὀρθῶς· οὐ γάρ ἐστι γένος τῆς ἐκπλήξεως ἡ ὑπερβολὴ ἀλλ’ ἡ θαυμασιότης, ἡ δὲ ὑπερβολὴ διαφορά· τῶν γὰρ θαυμαζόντων οἱ μὲν καθ’ ὑπερβολὴν θαυμάζουσιν, ὡς οἱ ἐκπεπληγμένοι, οἱ δὲ μετρίως· τὸ δὲ θαυμάζειν καθ’ ὑπερβολήν ἐστι τὸ ἐκπλήττεσθαι. οὐ γένος οὖν τὸ ἀποδοθέν. ὅμοιον ἁμάρτημα καὶ τὸ τὴν πίστιν ἀποδοῦναι σφοδρότητα ὑπολήψεως· καὶ γὰρ ἐνταῦθα ὁ οὕτως ὁριζόμενος γένος μὲν λαμβάνει τὴν σφοδρότητα διαφορὰν δὲ τὴν ὑπόληψιν· ἔχει δὲ ἔμπαλιν· τῆς γὰρ ὑπολήψεως γένους οὔσης ἡ σφοδρότης ἐστὶ διαφορά· τῶν γὰρ ὑπολήψεων αἱ μέν εἰσι σφοδραὶ αἱ δὲ μέτριοι· αὗται γὰρ ὑπολήψεως διαφοραί· καὶ ἔστιν ἡ πίστις ὑπόληψις σφοδρά. ὅτι δὲ μὴ γένη μήτε ἡ ὑπερβολὴ μήτε ἡ σφοδρότης τῶν εἰρημένων, δείκνυσι καὶ οὕτως· ἐπεὶ ἡ ὑπερβολὴ καὶ ἡ σφοδρότης ἐν ἐκείνοις εἰσὶν ὧν εἰσι πᾶσα γὰρ σφοδρότης ἐν ἐκείνῳ οὗ ἐστι σφοδρότης, οἷον ἡ τοῦ πνεύματος ἐν τῷ πνεύματι καὶ ἡ τοῦ βέλους ἐν τῷ βέλει· ὁμοίως καὶ ἡ ὑπερβολή· ἡ γὰρ τοῦ λευκοῦ ὑπερβολὴ ἐν τῷ λευκῷ καὶ ἡ τοῦ γλυκέος ἐν τῷ γλυκεῖ· ἡ γάρ τινος σφοδρότης ἐν ἐκείνῳ ἐστὶν οὗ ἐστι σφοδρότης, καὶ ἥ τινος ὑπερβολὴ ὁμοίως ἐν ἐκείνῳ οὗ ἐστιν ὑπερβολή· ἐν γὰρ τῷ ὑπερβάλοντι ἡ ὑπερβολή· ὁμοίως δὲ καὶ ἡ σφοδρότης ἐν ἐκείνῳ· ὥστε ἡ ὑπερβολὴ τῆς θαυμασιότητος ἐν τῇ θαυμοσιότηι ἔσται· ὁμοίως καὶ ἡ σφοδρότης τῆς ὑπολήψεως ἐν τῇ ὑπολήψει ἔσται), ἐπεὶ οὖν ἐστιν ἡ μὲν ἔκπληξις ὑπερβολή γένος γὰρ αὐτῆς τοῦτο) ἡ δὲ πίστις σφοδρότης, ἔσται καὶ ἡ μὲν ἔκπληξις ἐν τῇ θαυμασιότητι, ἡ δὲ πίστις ἐν τῇ ὑπολήψει. εἰ δὲ τοῦτο, ἐν ᾧ δέ ἐστιν <ἡ> θαυμασιότης, τοῦτο θαυμάζει, καὶ ἐν ᾧ ἡ πίστις, τοῦτο πιστεύει, ἐκπλαεἶπεν] [*](1 c. 2 p. 122 b 16 2 οὐχὶ aAP τῶν] τοῦ Α an <τι> τιθέντων? τιθέναι ἀλλὰ om. aBP 3 post ἐὰν add. μὲν Β 4 αὐτοῦ ex corr. add. D: fort, delendum 5 ἀναιρεθήσεται P 6 χρωμένοις P 7 θαυμασιότητον Α 7. 8 λαμβάνει τὴν ὑπερβολὴν Β 8 post ἐκπλήξεως adde διαφορὰν δὲ τὴν θαυμασιότητα cf. vs. 14 οὐ γὰρ—ἐκπλήττεσθαι (11) Suidas sub V. φόβος 10 ὡς οἱ οἱ om. Suid.) ἐκπεπληγμένοι fort, delendum 11 τὸ alterum om. Suid. 12 ὅμοιον—σφοδρά (17) Suidas sub v. πίστις ὁμοίως aP τὴν om. Α 13 ἀπολήψεως Α καὶ γὰρ—p. 352,23 ὑπερβάλλοντι om. P μὲν om. aB 15 γένος AD ἡ om. AD 16 μέτριαι aA Suid. ὑπολήψεως scripsi: ὑπολήψεις Α: ὑπολήψεων aBD Suid. 20 post ἐκείνῳ add. ἐστίν a οἷον D: ὡς a: οἷον ἡ τοῦ πνεύματος om. ΑΒ τῶ D: om. aAB 21 post ὁμοίως add. έσται a γὰρ post λευκοῦ transposuerunt aA 22 τῷ alterum aB: om. AD 24 post ἐκείνῳ add. ἐστὶν a 25 ὁμοίως—ἔσται (26) iterat Α, om. aB 26 ἔσται D: ὥσπερ τὸ εὖ Α: om. aB 28 post τοῦτο add. κατὰ τὸν ἀποδόντα a ἡ δὲ πίστις σφοδρότης scripsi: καὶ ἡ add. a) σφοδρότης τῆς add. a) ὑπολήψεως e vs. 26 libri καὶ ABD: γένος. ἀλλ’ a 29 πίστις] ἐπιστήμη Β εἰ δὴ a 30 ἡ prius a: om. ABD ante θαυμάζει add. καὶ aB θαυμάζειν—πιστεύειν Α)
352
γήσεται ἡ θαυμασιότης καὶ πιστεύσει ἡ πίστις ἄψυχα ὄντα· ποιότητες γὰρ [καὶ]ταῦτα τῆς ψυχῆς. τοῦτο δὲ ἀδύνατον· οὔτ᾿ ἄρα ἡ ὑπερβολὴ γένος τῆς ἐκπλήξεως οὔτε ἡ σφοδρότης τῆς πίστεως.

Ἔτι, φησί, τῷ οὕτως ἀποδιδόντι συμβήσεται σφοδρότητα σφοδρὰν λέγειν καὶ ὑπερβολὴν ὑπερβάλλουσαν, τοῦτ’ ἔστι· σφοδρότητα σφοδρότητος καὶ καὶ ὑπερβολὴν ὑπερβολῆς. ὃ δείκνυσιν ἐπεὶ ἔστι τις πίστις σφοδρά διαφορὰ γὰρ πίστεως, καὶ εἰσὶν αὐτῶν αἰ μὲν σφοδραὶ αἱ δὲ οὐ σφοδραί), ἔστι δὲ καὶ καθόλου ἡ πίστις σφοδρότης, εἰ γένος αὐτῆς ἡ σφοδρότης, ἔσται [ἡ σφοδρότης] τις σφοδρὰ σφοοροτης. ομοιως καὶ εμοίως καὶ ἐπεὶ ἔκπληξίς τίς ἐστιν ὑπερβάλλουσα (εἰσὶ γὰρ τοιαῦταί τινες ἐκπλήξεις), καθόλου δὲ ἡ ἔκπληξις * * * * *, ἔσται ὑπερβολὺ ὑπερβαλοῦσα. οὐ δοκεῖ δὲ οὐδέτερον τούτων οἷόν τε εἶναι, ὥσπερ ουδε ηεπιστημη ἀυτὴ ἐπιστῆμον οὐδὲ ἡ κίνησις κινούμενον· οὔτε γὰρ κινήσεως κίνησις. ἀλλὰ κινουμένου, οὔτε ἡ ἐπιστήμη ἐπιστητόν ἐστιν οὐδὲ ἐπιστάμενον. ἀλλὰ τοὺ ἐπιστήμονος ἐπιστήμη, οὔτε ἡ ὑπερβολὴ ὑπερβολῆς, ἀλλὰ τοῦ ὑπερβάλλοντος· ὁμοίως οὐδὲ ἡ σφοδρότης σφοδρότητος. πάντα γὰρ τὰ τοιαῦτα ἄλλων ἐστὶ καὶ ἐν ἄλλοις, καὶ οὐδέν ἐστιν αὐτῶν αὐτὸ ἐφ’ ἑαυτοῦ· οὐδὲν δὲ δοκεῖ τῶν ἔν τισιν ὄντων ὃ] ἐκεῖνα αὐτὸ ἑαυτῷ ἐπιφέρειν. οἷον ἡ ἐπιστήμη τῷ μὲν ἔχοντι αὐτὴν ἐπιφέρει· τὸ εἶναι ἐπιστήμονα, αὐτὴ δὲ ἑαυτῇ οὔ· οὐ γάρ ἐστιν ἐπιστήμων ἡ ἐπιστήμη· ὁμοίως δὲ καὶ ἡ κίνησις παρέχει τὸ ἔχον αὐτὴν κινούμενον, αὐτὴ δὲ οὐ κινεῖται. οὕτω καὶ ἡ ὑπερβολὴ τῷ μὲν ἔχοντι αὐτὴν ἐπιφέρει τὸ εἶναι ὑπεράλλοντι, αὐτὴ δὲ οὐκ ἔστιν οὔτε ὑπερβάλλουσα οὔτε ὑπερβάλλον· ὁ αὐτὸς καὶ ἐπὶ σφοδρότητος λόγος. καὶ γὰρ ἄν ἑαυτοῖς ἐπιφέρῃ ταύτα ἁ ἐπιφέρει τούτοις ἐν ὄις ἐστιν, εἰς ἄπειρον προελεύσεται, ὡς ἐν Φυσικῇ ἀκροάσει δέδεικται. εἰ γὰρ τῆς σφοδρότητος [*](1 πιστεύει a 2 καὶ ABD: om. a οὔτ’ scripsi: οὐκ libri 3 post πίστεως add. ἔτι συμβήσεται lemma a 4. 5 σφοδρὰν λέγειν σφοδρότητα D 5 λέγει A 6 σφοδρότητα σφοδρότητος A: τῆς σφοδρότητος σφοδρότητα aBD ὑπερβολῆς ὑπερβολήν a 7. 8 αἱ μὲν αὐτῶν D 9 an εἴ #x003E; ἡ σφοδρότης delevi τις om. a 10 ἐπεὶ ἔκπληξίς a: ἐπὶ ἐκπλήξεως ABD 11 τινες τοιαῦται Β post ἐκπλήξεις add. ἄλλαι δὲ ἥττονες a supple ὑπερβολὴ, εἴ γε (sive εἴπερ) ἐστὶν ἐν γένει τῇ ὑπερβολῇ ἡ ἔκπληξις: εἴπερ ἡ ἔκπληξις γένος ἔχει τὴν ὑπερβολήν a 12 ante ὑπερβολὴ add. ἡ a: addendum videtur τις cf. vs. 9 12. 13 καὶ ὑπερβάλλουσα καὶ ἥττων. οὐχ οἶόν τε δὲ τούτων οὐδέτερον εἶναι a 13 αὐτὴ ἐπιστήμον aBD: αὐτῶν ἐπιστήμη A: ἐπιστητόν Arist. (sed ἐπιστῆμον Cf) 14 οὔτε ἡ—15. 16 ἐπιστήμη ABD: διό οὐδὲ κινούμενον. οὔτε ἡ ἐπιστήμη ἐπιστήμης ἐστὶν ἀλλ’ ἐπισταμένου. διὸ οὐδ’ ἐπιστάμενον a 15. 16 ἐπιστήμη delendum videtur 17 ἡ D: om. aAB post σφοδρότητος add. ἀλλὰ τοῦ σφοδροῦ a 18 αὐτῶν om. a post ἑαυτοῦ add. εἶναι Α: ἀλλ’ ἐν ἑτέροις ὧν λέγεται εἶναι a οὐδὲν δὲ δοκεῖ D: οὑδὲ δοκεὶ ΑΒ: οὑδὲ δοκεῖ τι a 19 ὃ ABD: om. a ἐκεῖνα scripsi: ἐκεῖνο libri ἑαυτῷ aB: αὐτῶ D: om. Α ἐπιφέρειν a: ἐπιφέρει ABD 20 ἐπιστήμονος Α αὐτὴ a: αὕτη ABD ἑαυτῇ aB: om. AD 21 ἐπιστήμων ἡ ἐπιστήμη D: ἐπιστήμονι ἐπιστήμη A: ἡ ἐπιστήμη ἐπιστήμων ἐπιστῆμον a) aB καὶ om. Α 22 τῷ ἔχοντι αὐτὴν τὸ εἶναι κινούμενον a αὕτη ΑΒ οὕτω om. aB ἡ om. A 23 ἐπιφέρει aAB: παρέχει D αὕτη aABP 24 fort, οὔτε ὑπερβαλλομένη σφότητος a 25 ἐν ἑαυτοῖς ἐπιφέρει Α 26 ἐν Φυσ. ἀκρ.] V 2 p. 225 b 34)

353
σφπδρ;πτξς ἐστί, κἀκείνης πάλιν τῆς σφοδρότητος ἔσται σφοδρότης, καὶ τοῦτ᾿ εἰς ἄπειρον· ὁμοίως καὶ εἰ τῆς ὑπερβολῆς ὑπερβολή, ἔσται καὶ τῆς ὑπερβολῆς <ἐκείνης πάλιν ἄλλη> ὑπερβολή, καὶ τοῦτο εἰς ἄπειρον.

[*](p. 126b34)

Ἐνίοτε δὲ διαμαρτάνουσι καὶ τὸ πάθος εἰς γένος τὸ πεπονθὸς τιθέντες.

Ἁμαρτάνειν φησί τινας καὶ ἐν τῷ τὸ πάθος τινὸς ὡς εἶδος αὐτοῦ λαμβάνειν καὶ κατηγορεῖν αὐτοῦ ὡς γένος τὸ πεπονθὸς αὐτό, ὡς εἰ τοῦ χρώματος γένος τὸ σῶμα λέγοι τις· πάθος γὰρ σώματος τὸ χρῶμα· διὸ οὐδενὸς αὐτοῦ τὸ σῶμα. διὰ τοῦτο οὐδὲ τῆς ἐπιστήμης καὶ τῆς ὑπολήψεως ἢ τῆς ἐπιθυμίας ἢ τῆς λύπης ἢ τῆς ὀργῆς γένος ἡ ψυχή. τοῦτο δὲ ποιεῖν φησι τοὺς τὴν ἀθανασίαν ὁριζομένους ζωὴν ἀίδιον· τῆς γὰρ ἀθανασίας γένος ἀποδιδόασι τὴν ζωήν· ἔστι δὲ πάθος ἢ σύμπτωμά τι ἡ ἀθανασία τῆς ζωῆς. ὅτι δὲ πάθος τι καὶ σύμπτωμα ζωῆς ἡ ἀθανασία, ἔδειξεν ἐπὶ ὑποθέσει τῇ ἐκ θνητοῦ ἀθάνατον γίνεσθαι. οὐ γὰρ μεταλήψει ἄλλης ζωῆς ἀθάνατον ἔσται τὸ τέως | θνητὸν ἀλλ’ ὡς συμπτώματί τινι καὶ πάθει· [*](178) ἡ γὰρ αὐτὴ ζωὴ παθοῦσα ἀθανασία ἔσται. εἰ δὲ παθοῦσα ἡ ζωὴ ἀθανασία γίνεται, εἴη ἄν πάθος τῆς ζωῆς ἡ ἀθανασία. εἰ οὖν τοῦ πάθους τοῦ ἰδίου τὸ πεπονθὸς οὐκ ἔστι γένος σύμπτωμα γάρ τι καὶ συμβεβηκὸς τὸ πάθος τοῦ πεπονθότος ἀλλ’ οὐκ εἶδος), οὐδὲ ἄν τῆς ἀθανασίας γένος εἴη ἡ ζωή · οὐδὲ γὰρ γλυκύτητος τὸ σῶμα γένος οὐδὲ ἡδονῆς ἢ λύπης ἡ ψυχή. ἀλλὰ καὶ εἰ μὴ συγχωροίη τις πάθος ζωῆς εἶναι τὴν ἀθανασίαν, ὁ μὲν εἰρημένος τόπος ὑγιής, τὸ παράδειγμα δ’ ἄν τὴν αἰτίαν ἔχοι. καὶ εἰ μὴ πάθος δὲ ἡ ἀθανασία τῆς ζωῆς, διαφορὰ ἄν αὐτῆς εἴη· εἴδη μὲν γὰρ ζῴου λογικοῦ ἄνθρωπος καὶ θεός, διαφορὰ δὲ αὐτοῖς κατὰ τὸ θνητὸν καὶ ἀθάνατον. ἀλλ’ εἰ ἀθανασία διαφορὰ ζωῆς, οὐδ’ οὕτως αὐτῆς γένος ἡ ζωή· προείρηται γὰρ ἁμαρτάνειν καὶ τοὺς τὴν διαφορὰν ἐν εἴδει τιθέντας. σημεῖον δὲ ποιεῖται τοῦ πάθος ἀλλὰ μὴ εἶδος εἶναι τὸ τεθὲν ἐν τῷ γένει τὸ μένον τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον καὶ τὸν ἀριθμὸν τὸ ἀποδοθὲν γένος [*](2 ὁμοίως—ἄπειρον (3) om. Β 3 ἐκείνης πάλιν ἄλλη a: om. ADP ὑπερβολή aD: om. AP τούτων A 4 ἁμαρτάνουσι Β post καὶ add. οἱ aB (re. C) πάθος ex πλῆθος corr. P1 post εἰς add. τὸ AD, eras. P 7 λαμβάνει a αὐτὸ corr. ex αὐτοῦ Β 8 δι’ οὗ A 9 τοῦτο corr. ex τὸ P2 post τοῦτο add. δὲ A, αὐτὸ P καὶ om. Α 10 ἡ alterum om. Α ποιεῖν] ν in ras. P2 12 ἔστι δὲ—ψυχή (21) Suidas sub v. πάθος ἐστι δὲ superscr. P2 13 ὅτι] τὸ Α σύμπτωμά τι ἡ ἀθανασία τῆς ζωῆς (ut paulo ante) D ἐπὶ DP: ἐπὶ τῆ aB: ἐν τῆ A 15 συμπτώματί τινι B: σύμπτωμά τί τινι aDP: σύμπτωμά τι· τί γὰρ Α post πάθει add. τινί Α 16 ἡ γὰρ] εἰ γὰρ ἡ Β παθοῦσα prius corr. e πάθους P εἰ] ἡ Β ἡ alterum AD: αἰτία ἡ P Suid. (sed πάθους Suid.): om. aB 17 γίγνεται aP οὖν om. Β 18 τὸ om. a ἔσται aP 20 γὰρ om. D 21 ἡ om. ΑΒ 23 τῆς ζωῆς ἡ ἀθανασία Β ἄν om. Α εἴη αὐτῆς D 24 αὐτῶν A 25 εἰ in ras. P2 οὐδ᾿ scripsi: οὔθ’ aBDP: om. A αὐτῆς Β: αὐτοῦ aADP post γένος add. tale (??) (?) A 26 προείρηται] c. 2 p. 122 b 37 27 το(??) (ante πάθος) P 28 μένον D: μόνον aABP τὸ (ante αὑτὸ) om Β)

354
πάθος τι προσλαβὸν ἢ κατὰ πάθος μεταβάλλον γίνεσθαι τοιοῦτον, ὃ οὐχ οἶόν τε ἐπὶ τῶν γενῶν γίνεσθαι· οὐ γάρ, ἄν ὑπόθηταί τις τὸν ἄνθρωπον εἰς ἕππον μεταβάλλειν, τὸ αὐτὸ <τὸ> ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ μεῖναν κατ' ἀριθμὸν ἵππος ἄν γένοιτο κατά τι πάθος μεταβάλλον.

[*](5 p. 127a3)

Πάλιν εἰ τὸ πάθος ἐκεῖνο, οὖ ἔστι πάθος, πάσχον φασὶν εἶναι.

Τὸ λεγόμενόν ἐστιν· ἁμαρτάνειν φησὶν ὁμοίως τοῖς εἰρημένοις καὶ τοὺς τὸ πάθος λέφοντας εἶναι ἐκεῖνο, οὖ ἐστι πάθος, πάσχον· οἱ γὰρ τοῦτο ποιοῦντες πάλιν γένος τὸ πεπονθὸς τοῦ πάθους λέγουσι. καὶ δόξαι ἄν μὴ εἶναι οὖτος ὁ τόπος ἄλλος τοῦ πρὸ αὐτοῦ, τῷ τρόπῳ μόνῳ τῆς λήφεως τοῦ πρὸ αὐτοῦ διαφέρων. ἀπὶ μὲν γὰρ τοῦ προειρημένου ἁπλῶς ἦν γένος τὸ πεπονθὸς τοῦ πάθους, ἐνταῦθα δὲ πρόσκειται καὶ ὁ τρόπος τῆς λήφεως· οἱ γὰρ τὸ πάθος, οὗ ἐστι πάθος, ἐκεῖνο πεπονθὸς λέγοντες εἶναι καὶ οὕτως ὁριζόμενοι τοῦ πάθους τὸ πεπονθὸς λέγουσιν εἶναι γένος. εἰ γὰρ τὸ πνεῦμα πάθος ἐστὶ τοῦ ἀέρος, ὡς δοκεὶ γε αὐτῷ καὶ προελθὼν ἐρεὶ (λέγει δὲ το πνεῦμα τὸν ἄνεμον), <ὁ> ὁριζόμενος <ἀέρα κινούμενον> τὸ πνεῦμα, οὖ ἐστι πάθος (ἔστι δὲ ἀέρος), τοῦτό φησι πάσχον εἶναι· τὸ γὰρ κινεῖσθαι πάσχειν· οὕτω δὲ τοῦ πάθους γίνεται γένος ἀποδιδοὺς τὸ πεπονθός, ὅτι δὲ πάθος τὸ πνεῦμα τοῦ ἀέρος, δείκνυσι διὰ τοῦ διαμένειν τὸν αὐτὸν κατ' ἀριθμὸν ἀέρα καὶ σώζεσθαι, ὅταν τε κινῆται καὶ ὅταν μή, ὥσπερ καὶ πρὸ ἀλίγου δεικνὺς ὅτι καὶ ἡ ἀθανασία τῆς ζωῆς πάθος ἐστὶν εἶπεν. ἢ οὐχ οἱ αὐτοὶ τόποι, οὐδὲ κατὰ τὴν λέξιν αὐτοῖς ἡ διαφορὰ μόνην, ὡς δοκεῖ, ἀλλ' ἔστιν ὁ μὲν πρῶτος ὡς διαμαρτανόντων τῶν οὕτως ὁριζομένων καὶ δι' ἄγνοιαν τὸ πάθος ἐν τῷ πεπονθότι τιθέντων· διὸ καὶ αὐτὸς οὕτως εἶπεν “ἐνόοτε [*](2 ὑπόθηταί ADP: ὑπόθοιτό aB 3 μεταβάλλειν εἰς ἵππον B μεταβαλεῖν Α post μεταβάλλειν add. οὐδὲ D 3. 4 τὸ γὰρ αὐτὸ—πῶς ἵππος—μὴ κατά aP2 (γὰρ, πῶς, μὴ superscr. P2) 3 τὸ alterum addidi 5 τοῦ πάθους Αrist. ἐκεῖνο οὗ ἐστι πάθος πάσχον ABD: οὖ πάθος (haec superser. P2) ἐκείνου γένος (γένος in ras. P2) P: οὖ ἐστι πάθος, ἐκείνου γένος a(BP): οὖ ἐστι πάθος ἐκεῖνο γένος Arist. 7 ἐστιν] ἁμαρτάνουσιν a 8 εἶναι— πάσχον] εἶδος εἶναι ἐκείνου οὖ ἐστι πάθος, δηλονότι τοῦ πάσχοντος a 9 τὸ om. a τῶν πάθους a 10 ὁ τόπος οὖτος μὴ εἶναι Α τοῦ aBP: τῶ AD 11 τῶ (ante πρὸ) D εἰρημένου aP 12 post ἦν add. εἰ aP ἐνθάδε δὲ P (δὲ add. P5) πρόκειται Β 13 τῆς] ς in ras. 3 lit. P τοῦ πάθους ἐκεὶνο δηλονότι τὀ πεπονθὸς οὖ ἐστι πάθος a 14 etiam post prius εἶναι add. γένος a εἶναι alterum om. P ante γένος add. τὀ Α 15 τοῦ om. D γε om. D ἐρεῖ] VI 8 p. 146b29 16 λέγει—18 πεπονθός] φανερὸν ὡς ὁ λέγων αὐτὸ ἀέρα εἶναι κινούμενον, τοῦ πάθους τὸ πεπονθὸς γένος ἀποδίδωσι. τὸ γὰρ πάσχον ἐνταῦθα ὁ ἀήρ ἐστι. πάσχει γὰρ τῷ κινεῖσθαι a τὸ prius om. B ὁ et ἀέρα κιννούμενον addidi 17 φησὶ τοῦτο Α πάσχειν BDP: πάσχει Α 18 τοῦ πάθους BD: τὸ πάθος AP γίγνεται P γένος om. Α 18. 19 ὅτι δὲ τὸ πνεῦμα παθόντος τοῦ ἀέρος γίνεται, δείκνυσι a 19 μένειν κατ' ἀριθμὸν τὸν αὐτὸν ἀέρα A 20 κινῆται Β: κινῆιται P: κινεὶται aAD μή] μένῃ Arist. 21 καὶ ex corr. add. D πάθος ἐστὶ τῆς ζωῆς D οὐχὶ Β 22 μόνην D: μόνη aABP 23 ἄνοιαν Α 24 εἶπεν] p. 126b34 25 post δὲ add. καὶ Β)

355
καὶ ἡρκέσθη ἐπ᾿ ἐκείνου τοῦ τόπου τῷ δεῖξαι ὅτι ἡ ἀθανασία πάθος τῆς ζωῆς, δείξας ὃ ἠγνόησαν. ἐν δὲ τῷ δευτέρῳ ἔλαβεν ὡς εἰδότας ὅτι τὸ πάθος ἐν γένει τῷ πεπονθότι τίθενται τοὺς λέγοντας τὸ πνεῦμα ἀέρα κινούμενον· διὸ καὶ ἤλεγξε τούτους οὐ τῷ δεῖξαι τὸ πνεῦμα πάθος ὂν τοῦ ἀέρος, ἀλλὰ τῷ δεῖξαι μὴ οἷόν τε ὃν τὸ πεπονθὸς γένος εἶναι τοῦ ἰδίου πάθους τῷ τὸ αὐτὸ κατ’ ἀριθμὸν διαμένειν τὸ ὑποκείμενον τῷ πάθει καὶ μηκέτι ὄντος τοῦ πάθους· ὁ γὰρ ἀὴρ ὁ αὐτὸς κατ’ ἀριθμὸν μένει καίτοι τοῦ ἐν αὐτῷ πνεύματος γενομένου φθαρέντος· οὐ γὰρ συμφθείρεται τὸ πεπονθὸς τῷ πάθει. εἰπὼν δὲ ὥστε οὐκ ἔστιν ὅλως ἀὴρ τὸ πνεῦμα, ὡς αἰτίαν ἀποδιδοὺς ἐπήνεγκεν ἦν γὰρ ἂν καὶ μὴ κινουμένου τοῦ ἀέρος πνεῦμα, εἴπερ ὁ αὐτὸς ἀὴρ διαμένει ὅσπερ ἦν πνεῦμα. θείη δ’ ἄν τὸ τοιοῦτον, ἐπεὶ τὰ γένη οὔτε καθ’ αὑτά ἐστιν ὑφεστῶτά που οὔτε ἐστὶ ψιλὰ χωρὶς ὑπάρξεως νοήματα, ὡς ἱπποκένταυρος, ἀλλ’ ἔστιν ἡ ὑπόστασις αὐτῶν ἐν τούτοις ὧν κατηγορεῖται, καὶ ἀναιρουμένοις τοῖς ἐν οἷς ἐστι καὶ φθειρομένοις ἀνάγκη συμφθείρεσθαι καὶ τὸ ἐν ἐκείνοις ὂν τοῦ γένους. ἡ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ἡ ἐν Ἀλεξάνδρῳ φθείρεται | φθειρομένου Ἀλεξάνδρου σήμερον· εἰ δὲ τοῦτο, ἐὰν πάντα τὰ ὑπὸ τὸ γένος [*](179) φθαρῇ, οὐδὲ τὸ γένος τί ἐστιν. ἁπλῶς μὲν οὖν συμφθείρεται τοῦτο, ᾧ συμβέβηκεν εἶναι γένει, πάντων τῶν ὑπ’ αὐτὸ φθαρέντων· ὡς δὲ γένος φθείρεται, εἰ ἕν τι μόνον ἢ κατ’ ἀριθμὸν ἡ κατὰ εἶδος τῶν ὑπ’ αὐτὸ σώζοιτο. τὸ γὰρ ζῷον γένος ἐστίν, οὐχ ὅτι ἐστὶν οὐσία ἔμψυχος αἰσθητική, ἀλλ’ ὅτι ἡ τοιαύτη φύσις ἐν πλείοσίν ἐστι κατ’ εἶδος ἀλλήλων διαφέρουσιν· 5 ὧν ἀναιρουμένων ἑνὸς δὲ μόνου σωζομένου οὐκέτ’ ἄν εἴη γένος ἡ οὐσία ἔμψυχος αἰσθητική, τοῦτ’ ἔστι τὸ ζῷον. τούτου οὖν τοίνυν οὕτως ἔχοντος, ἔστ’ ἄν τὸ ἀποδεδομένον γένος μὴ κατ’ οὐσίαν μόνον σώζηται ἀλλὰ καὶ κατὰ τὸ τοσούτων κατηγορεῖσθαι, τοῦτ’ ἔστιν ἐν τοσούτοις εἶναι, δεῖ κἀκεῖνα σώζεσθαι πάντα ἐν οἷς ἐστι. κἄν γὰρ σώζηται ἡ οὐσία ἔμψυχος αἰσθητικὴ ἡ ἐν τῷ λογικῷ, δεῖ καὶ τὸ λογικὸν ζῷον εἶναι· [*](3 post λέγοντας eras. 2 lit. P 6 τῷ prius om. Β 7 ὄντος] τος superscr. P2 ut videtur 9 post πνεῦμα add. ἀλλὰ κίνησις ἀέρος a 11 ἀὴρ ὁ αὐτὸς D ὥσπερ A: ὅπερ a 12 θείη δ’ δ᾿ D, postea add. P: γὰρ aAB) ἂν τις add. Β) τὸ τοιοῦτον, ἐπεὶ ἐπὶ ἐπὶ ABDP: ἀλλὰ τοῦτο μὲν οὕτω μέχρι τούτου ἀποδέδωκε βραχυλογίας φροντίζων. ἔχει δὲ ζήτησιν ἀξιόλογον πῶς εἰ ὑποτεθείη τὸ πνεῦμα εἶδος εἶναι κινουμένου ἀέρος ἐλέγχεται ἡ τοιαύτη ἀπόδοσις μὴ καλῶς ἔχουσα ἐπειδή φησιν ὁ ἀὴρ καὶ κινούμενος τὸ καὶ Brandis Schol. p. 282,9) μὴ κινούμενος ὁ αὐτὸς add. Brandis) μένει· τὸ δὲ πνεῦμα μὴ ἐκείνου κινουμένου ἀναιρεῖται. φαῖεν γὰρ ἄν οἱ ἐκεῖνο τιθέμενοι ὅτι ἀκόλουθόν ἐστι τοῦτο τῷ λόγῳ αὐτῶν. γένος γὰρ ὢν ὁ ἀὴρ τοῦ πνεύματος, συναναιρεῖ καὶ οὐ συναναιρεῖται ὑπ’ αὐτοῦ. διὸ ἡμεῖς πειρασόμεθα κατὰ τὸ ἐγχωροῦν τὸ ἀμφισβητούμενον λῦσαι. ἔχει δὲ οὕτω a 13 νοημάτων Α 14 τοῖς ADP: αὑτοῖς aB 1(5 post ἀλεξάνδρῳ add. τυχὸν a 17 φθειρόμενος ἀλέξανδρος Α εἰ δὲ superscr. P2 ἂν aBP 18 τί ἐστιν] ἔσται a φθείρεται aBP τούτω Α 19 ἐν αὐτῶ Α 20 εἰ ἐν τι μόνον ἡ corr. P2 21 γένος ὃν Β ἐστὶν alterum om. D 22 αὕτη ἡ φύσις B 2)5 σωζομένου μόνου aAP 24 aut τοίνυν aut οὖν delendum videtur cf. p. 356,3 25 post γένος add. ἄν AP 25. 26 σώζηιται ut solet P 26 κατὰ τὸ scripsi: inv. ord. libri τούτοις Β 27 πάντως Α ἐν οἷς ἐστι πάντα Β ἄν fort. rccte a 28 ἡ ἐν τῷ λογικῶ P et omisso ἡ D: ἡ ἐν τῷ τοῦ λόγου aB: om. Α δεῖ καὶ AD: δέδεικται aBP)
356
ἀναιρεθέντος γὰρ τοῦ λογικοῦ ζῴου ἀνάγκη καὶ τὸ ἐν τούτῳ ζῷον ἐφθάρθαι· ὁμοίως κἄν τὸ ἐν Ἀλεξάνδρῳ σώζηται, δεῖ καὶ Ἀλέξανδρον εἶναι. τούτου τοίνυν οὕτως ἔχοντος, ἄν τὸ ἀποδεδομένον γένος τινὸς φθαρέντος τούτου, οὗ ἀπεδόθη γένος εἶναι, ἴσον μένῃ κατ’ ἀριθμὸν καὶ μηδὲν αὐτοῦ συναναιρῆται φθειρομένῳ τῷ εἴδει, οὐκ ἄν εἴη γένος οὗ ἀπεδόθη, ἀλλ’, ὡς λέγει, σύμπτωμά τι καὶ πάθος. εἰ οὖν ὁ ἀὴρ ἴσος μένει οὐ κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ κατ’ ἀριθμὸν καὶ κατὰ μέγεθος καὶ μηκέτι κινούμενος, τοῦτ’ ἔστι μὴ ὄντος τοῦ πνεύματος, οὐκ ἄν εἴη γένος τοῦ πνεύματος· φθειρομένῳ γὰρ ἄν τῷ πνεύματι συνεφθείρετο καὶ ὁ ἐν αὐτῷ ἀήρ, ὥσπερ καὶ τῷ ἀνθρώπῳ τὸ ἐν αὐτῷ ζῷον. εἰ δὲ φθειρομένῳ τῷ ἐν ᾧ τὸ γένος συμφθείρεται καὶ τὸ ἐν αὐτῷ τοῦ γένους ὄν, δῆλον ὅτι καὶ μένοντος τοῦ ἐν αὐτῷ γένους μένοι ἂν καὶ αὐτό· καὶ τοῦ ἀέρος δὴ τοῦ αὐτοῦ κατ’ ἀριθμὸν μένοντος τοῦ ὄντος ἐν τῷ πνεύματι μένοι ἂν καὶ τὸ πνεῦμα. οὕτω δὲ καὶ μὴ κινουμένου τοῦ ἀέρος τὸ πνεῦμα σώζοιτ’ ἄν. οὐκέτι μέντοι καὶ ἡ ἐν τῷ πνεύματι κίνησις σώζεται φθαρέντος τοῦ πνεύματος· διὸ εὐλογώτερον τὸ πνεῦμα ἐν γένει τῇ κινήσει τιθέναι ἢ ἐν τῷ ἀέρι. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ κύματός τε καὶ ὕδατος· καὶ γὰρ ἐπ’ ἐκείνων τὸ ἐν τῷ κύματι ὂν ὕδωρ σώζεται φθαρέντος τοῦ κύματος· ὥστε οὐ τοῦ κύματος τὸ ὕδωρ γένος. διὰ τοῦτο οὐδὲ τῆς φωνῆς ὁ ἀὴρ κατὰ τὸ ὑποκείμενον, ὅτι μένει καὶ φθαρείσης τῆς φωνῆς.

Eἰπὼν δὲ ταὶ δείξας διὰ βραχέων τοῦτο οὐ γὰρ ἦν κατὰ καιρὸν ἡ περὶ τούτων ἀκριβολογία) προστίθησι καὶ ἄλλην τινὰ ἐπιχείρησιν συντείνουσαν εἰς τὸ αὐτό. εἰ γὰρ καὶ ἐπὶ τοῦ πνεύματος δεῖ συγχωρεῖν ὅτι ἐστὶν ἀὴρ κινούμενος καὶ οὐ μᾶλλον κίνησις ἀέρος, ἐπεὶ ἐν τῇ συνηθείᾳ καθομολογεῖται τὸ πνεῦμα ἀέρα εἶναι καὶ δοκεῖ κατὰ τοῦ πνεύματος ὁ ἀὴρ κατηγορούμενος ἀληθεύεσθαι γένος μὲν γὰρ οὐκ ἄν εἴη ὁ ἀὴρ τοῦ πνεύματος διὰ τὰ εἰρημένα, οὐδὲν μέντοι κωλύσει κατηγορεῖν αὐτοῦ τὸν ἀέρα), ἀλλ’ οὐκ ἐπὶ πάντων τῶν οὕτως ἀποδεδομένων γενῶν τὸ τοιοῦτον συγχωρητέον τοῖς τὸ πάθος ἐν γένει τῷ πεπονθότι τιθεῖσιν, ἀλλ’ ἐπὶ τούτων μόνων ἐφ ὅσων δύναται τὸ ἀποδοθὲν γένος ἁπλῶς καὶ καθ’. [*](1 τούτοι (sic) P 3 τοίνυν] οὖν Α γένους Α 4 μένει Β: μέν ἦ Α κατ’ ἀριθμὸν scripsi: κατ’ αὐτὸν aBP: καὶ κατὰ ταὐτὸν AD αὐτῶ Α: corapend. D 4. 5 συναναιρεῖται ABP 7 ἀλλὰ om. B κατὰ D: τὸ aABP 8 τουτέστι postea add. D: post ὄντος transposuit Α 9 ἐφθείρετο P 10 δὲ scripsi: γὰρ libri φθειρομένου τοῦ BD ὧ corr. ex αὐτῶ, ut videtur, Β 15. 16 post πνεύματος delevit οὐκέτι μέντοι καὶ ἡ ἐν xdi πνεύματι D 17 καὶ (ante ἐπὶ) om. ΑΒ γὰρ superscr. P2 18 ἐν] ἐπὶ Α 19 οὐ] καὶ P τοῦ om. Α 19. 20 κατὰ τὸ ὑ (cetera abscisa sunt) corr. ex καὶ τὰ P2 20 ὅτε μένοι Β: ὅτι in ras. 6 lit. P2 post φωνῆς eras. 2 lit. P 21 post ἦν add. ἐπὶ τοῦ πνεύματος Β κατὰ καιρὸν AD: κατ’ ἄκρον aBP 23 τὰ αὐτὰ Α 24 ante ἐπεὶ add. τοῦτο λέγων aABP: om. D 25 ὡμολόγηται A 27 τοῦ om. A οὐδὲν—συγ- (29) summus versus, περιιτ in P 28 post ἀέρα add. οὐχ ὡς γένος ἀλλ’ ὡς ὕλην εἰδοποιουμένην τῇ κινήσει καὶ πνεῦμα γινόμενον. ὥσπερ καὶ τὸ ἐκ χρυσοῦ σκεῦος, χρυσοῦν λέγομεν. διὸ καὶ ἀέρος κίνησις τὸ πνεῦμα ἡ ἀερία κίνησις κληθείη ἄν μᾶλλον. καὶ οὐκ ἀὴρ κινούμενος a 29 τοῖς a: τῶν ABDP τιθεῖσιν a: τιθέντων ABP et post γένει D)

357
αὑτὸ λαμβανόμενον ἀληθεύεσθαι καὶ κτὰ τοῦ ἀποδοθέντος εἴδους χωρὶς τοῦ ὑποκειμένου πάθους αὐτῷ. ἀεὶ γὰρ τὸ γένος κατὰ τοῦ εἴδους ἀληθεύεται ἅτε ἐν τῷ τί ἐστι κατηγορούμενον αὐτοῦ· ἂν δή τι μετὰ μὲν τῶν διαφορῶν λεγόμενον ὡς ὁρισμὸς ἀληθεύηται κατὰ τοῦ ἀποδοθέντος εἴδους, αὐτὸ δὲ τὸ ὡς γένος ἀποδοθὲν χωρὶς τῶν διαφορῶν λαμβανόμενον μηκέτι ἀληθεύηται κατ’ αὐτοῦ, οὐκ ἄν οὐδὲ γένος αὐτοῦ εἴη. οὕτω δειχθήσεται ὅτι μηδὲ τῆς χιόνος γένος ἐστὶ τὸ ὕδωρ, ὡς οἱ λέγοντες τὴν χιόνα ὕδωρ εἶναι πεπηγὸς οἴονται, μηδὲ τοῦ πηλοῦ ἡ γῆ, ὡς οἱ φάσκοντες τὸν πηλὸν εἶναι γῆν ὑγρῷ φυραθεῖσαν· οὔτε γὰρ κατὰ τῆς χιόνος ἀπλῶς ἀληθῶς τὸ ὕδωρ κατηγορεῖται οὐ γάρ ἐστιν ἡ χιὼν ὕδωρ) οὔτε τοῦ πηλοῦ ἡ γῆ· οὐδὲ γὰρ ὁ πηλὸς γῆ ὥσπερ ὁ ἵππος ζῷον. ἀναιροῖτο δ’ ἂν καὶ τὸ ὑπὸ Ἐμπεδοκλέους περὶ τοῦ οἴνου λεγόμενον, ὅτι σαπὲν ἐν ξύλῳ ὕδωρ· οὐ γάρ ἐστιν ὁ οἶνος υοωρ, ὲν ᾦ ὡς γένει ἔθηκεν αὐτὸν ὁ οὕτως αποδους.

[*](p. 127 a 20)

Ἔτι εἰ ὅλως τὸ ἀποδοθὲν μηδενός ἐστι γένος, δῆλον ὡς οὐδὲ τοῦ λεχθέντος.

Ἐπεὶ τό τινος γένος καὶ γένος ἐστίν, εἴ τι ἀποδοθέν τινος ὡς γένος μηδὲ ὅλως εἴη γένος, οὐδ’ ἂν τούτου οὗ ἀπεδόθη γένος εἴη· τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη. πῶς δὲ οἷόν τε γνωρίζειν ὅτι μὴ οἷόν τε | γένος [*](180) τι εἶναι, αὐτὸς διδάσκει. εἰ γὰρ πάντα τὰ μετέχοντα τοῦ ὡς γένους ἀποδοθέντος καὶ τὸν ὁρισμὸν αὐτοῦ ἐπιδεχόμενα μηδὲν ἀλλήλων διαφέρει κατ’ εἶδος, οὐχ οἷόν τε γένος τοῦτο εἶναι. οἷον τὰ τοῦ ζῴου μετέχοντα καὶ τὸν ὁρισμὸν ἐπιδεχόμενα αὐτοῦ εἴδει ἀλλήλων διαφέρει· διὸ τὸ ζῷον γένος· ὁμοίως τὰ τοῦ ὀρνέου, ἀλλὰ καὶ τὰ τοῦ χρώματος, καὶ ὅλως ἐπὶ πάντων τῶν γενῶν. τὰ δὲ τοῦ ἀνθρώπου μετέχοντα οὐδὲν κατὰ τὸ εἶδος ἀλλήλων διαφέρει, οὐδὲ τὰ τοῦ ὀρνέου, οὐδὲ τὰ τοῦ ἵππου, οὐδὲ τὰ τοῦ λευκοῦ· διὸ ταῦτα ἀδύνατον εἶναι γένη. ἂν δή τις γένος τινὸς τοιοῦτον ἀποδῷ, δῆλον ὡς ἀνασκευάσομεν αὐτὸ τῷ τόπῳ τούτῳ χρώμενοι. οὐ γάρ ἐστι λευκοῦ διαφορά, ὥς τινες λέγουσι, τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, ἀλλὰ [*](1 καὶ om. Β 2 ὑποκειμένου a: προκειμένου ABDP αὐτοῦ Α 3 ἅτε om. P δή aBP: δ’ ἡ Α: δέ D 4 ἀληθεύηται D corr.: ἀληθεύεται aABP, Dpr. 6 ἀληθεύεται Dpr. 7. 8 εἶναι ὕδωρ πεπηγὸς οἷόν τε Α: ὕδωρ οἴονται εἶναι πεπηγός B 8 μηδὲ scripsi: οὔτε e vs. 10 translatum libri 9 ὑγρῷ ex Arist. scripsi cf. p. 318,18, 348,19: καὶ ὕδωρ aADP: ὕδατι Β ἀληθῶς oin. D 11 ante ἐμπεδοκλέους add. τοῦ ΑΒ 12 λεγομένου Α post ὅτι add. οἶνός ἐστι aB post σαπέν add. ἐστιν Α 13 post ὡς add. ἐν ΑΒ ἀποδιδούς aBP 14 ὅλως om. P post ἀποδοθὲν add. γένος Β post δῆλον add. γὰρ Arist. 15 post λεχθέντος add. εἴη ἂν γένος ABD: om. aP Arist. 16 γένος καὶ add. P2 17 μηδὲν Α 19 τι ex corr. post εἶναι add. D ante τοῦ (superscr. P2) add. τούτου aP γένος D 21 εἶναι τοῦτο Β 22 αὐτοῦ ἐπιδεχόμενα D εἴδει scripsi: εἴδη libri cf. p. 364,25 διὸ aAP: διότι BD 23 post ὁμοίως add. καὶ a post ἀλλὰ add. δὴ a 24 τῶν—ὀρνέου (25) om. D τῶν om. P τὰ δὲ in ras. P: τά τε Β μετέχοντα] τὰ add. P2 25 post διαφέρει add. διότι τὸ ζῶον γένος. ὁμοίως e vv. 22. 23 ABP: om. a οὐδὲ primuni aB: om. AP 26 ταῦτα] ἄνθρωπος καὶ ἵππος καὶ λευκὸν καὶ τὰ τοιαῦτα a τοιοῦτον] τῶν τοιούτων P 27 ἀποδῴη Α)

358
τῶν λελευκωμένων μόνων, χιόνος, ἂν οὕτω τύχῃ, καὶ κύκνου. ταῖς γὰρ προειρημέναις διαφοραῖς καὶ τὸ μέλαν διαφέρειν δύναται, ὡς πίσσα καὶ κόραξ· ἀδύνατον δὲ τῶν ἐναντίων τὰς αὐτὰς εἶναι διαφοράς. οὐδ’ εἴ τις τὸν ἄνθρωπον γένος λέγοι σπουδαίου καὶ φαύλου ἢ σιμοῦ καὶ γρυποῦ ἢ ἀνδρὸς καὶ γυναικός· πάντα γὰρ ταῦτα ἀδιάφορα κατ’ εἶδος· τῶν γὰρ εἰρημένων οὐδὲν ἀνθρώπου καθ’ ὃ ἄνθρωπός ἐστι διαφορὰν δηλοῖ ἀλλὰ συμβεβηκότα τινὰ καὶ συμπτώματα καὶ πάθη. δεῖ δὲ τοῦ λευκοῦ τοὐ μὴ ὁμωνύμως λεγομένου ἀλλὰ τοῦ ἐν χρώματι ἀκούειν.

[*](p. 127 a 26)

Πάλιν εἰ τὸ πᾶσιν ἀκολουθοῦν ἢ γένος ἢ διαφορὰν εἶπεν.

Εἴ τις τὸ πᾶσιν ἀκολουθοῦν γένος τινὸς ἀποδοίη τῷ ἀκολουθεῖν αὐτῷ, οὐχ ὑγιῶς ἀποδίδωσιν· οὐ γάρ, εἰ τὸ γένος ἀκολουθεῖ τοῖς ὧν ἐστι γένος, τῷ μὲν ἀνθρώπῳ τὸ ζῷον τῷ δὲ λευκῷ τὸ χρῶμα καὶ τῇ γραμμῇ τὸ ποσόν, ἤδη καὶ τὸ ἀκολουθοῦν τισι γένος ἐστὶν αὐτῶν πάντως. ἂν δή τις τὸ πᾶσιν ἀκολουθοῦν γένος τινὸς ἢ διαφορὰν λέγῃ, οὐκ ὀρθῶς. ἐπεὶ γὰρ πλείω τὰ πᾶσιν ἀκολουθοῦντα, τὸ ἀποδοθὲν αὐτῶν ὡς γένος καὶ τῶν ἄλλων ἄν εἴη γένος τῶν πᾶσιν ἑπομένων τῷ καὶ τούτοις ἕπεσθαι καὶ κατηγορεῖσθαι αὐτῶν ὁμοίως. οἷον ὁ τὸ ὂν γένος τῶν ὄντων τινὸς εἰπὼν τῷ ἕπεσθαι αὐτῷ λέγοι ἄν αὐτὸ γένος καὶ τοῦ ἑνός· καὶ γὰρ καὶ τοῦτο ὄν, καὶ κατηγορεῖται αὐτοῦ τὸ ὄν· ἀλλ’ ἔστι καὶ αὐτὸ πάλιν τῶν πᾶσι παρακολουθούντων τοῖς οὖσι· κατ’ ἴσων ἄρα ἔσται τὸ γένος καὶ τὸ εἶδος.· τῷ δὲ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ’ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται προσθετέον τὸ ‘συνωνύμως‘. ἢ τὸ κατ’ οὐδενὸς γὰρ τὸ γένος ἀλλ᾿ ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται εἴρηκεν ὡς ἀκολουθῦν τοῖς λέγουσι τό τισιν ἑπόμενον γένος αὐτῶν εἶναι τὸ ὧν κατηγορεῖται τὸ κείμενον γένος εἶναι, καὶ ὡς εἰδῶν αὐτῶν κατηγορεῖσθαι ἤδη. οὕτως καὶ τὸ ὂν τοῦ ἑνὸς εἴη ἄν ὡς εἴδους [αὐτοῦ] κατηγορούμενον. αὐτὸ δὲ κατηγορηθήσεται, ἄν ᾖ τις εἷς αὐτοῦ λόγος. προσθετέον δὲ ὅτι [*](1 μόνον Α ἄν om. a τύχοι A 2 πίσα a 3 ἀδύνατον ABD: οὐ (add. P2) δυνατὸν aP οὐδ’ εἴ D: εἰ δὴ aABP 5 post γυναικὸς delevit οὑδὲ ἀνδρὸς καὶ γυναικὸς P ταῦτα πάντα oinisso γὰρ aB 7 μὴ τοῦ aP 8 ἀλλὰ τῶ Α: ἄλ(??) 9 πάλιν] ἔτι Β τὸ om. a ἡ γένος—ἀκολουθοῦν (11) om. Α post γένος add. τινὸς Β 10 εἶπεν D Arist.: εἴποι aBP 11 εἴ om. Β τῷ] τὸ A 12 ἀποδώσει aP 14 ἀκολουθεῖν Α αὐτῶν ἐστι D 15 λέγη aABP: εἶναι λέγοι D 16 post ὀρθῶς add. fort, recte ἐρεῖ a. ut p. 361,4, at cf. p. 361,22. 23 17 ἂν] κἂν a τῶν—ἑπομένων aBP: τῶ — ἑπομένῳ Α: τὸ—ἑπόμενον D τῷ] τῶν Β 20 καὶ alterum D: om. aADP καὶ tertium om. B 21 πάλιν τῶν πᾶσι scripsi: πάλιν τῶν Z i. e. Paris. 1972: inv. ord. DP: τῶν πάλιν πάλιν Α: τῶν πᾶσι πάλιν aB κατ᾿— 22 εἶδος] 29 lit. eraSit P ἶσον aB 21. 22 τὸ εἶδος καὶ τὸ γένος aB 22 τῷ δὲ add. P2: om. a 23 προσθετέον] post προσ 3 lit. eras. P 24. 25 fort, ὡς ἀκολουθοῦντος—τοῦ ὧν, at cf. p. 288,24. 25 25 ἑπόμενόν τισι Α τὸ alteram in ras. P2 26 τὸ] ὡς a καὶ ὡς εἰδῶν αὐτῶν D: ὡς ἴδιον αὐτῶν ABP: οὗ ἴδιον τὸ a ἤδη scripsi: εἰ δὴ libri cf. p. 345,19 27 post εἴη add. δ’ A εἶδος AD αὐτοῦ delevi)

359
καὶ τὸ ἓν ἔσται τοῦ ὄντος γένος, ἄν πάλιν τοῦτο τῷ πᾶσιν ἕπεσθαι γένος τις πάντων ἀποδῷ· κατηγορούμενον γὰρ καὶ τούτου εἴη ἄν καὶ τούτου γένος· ὥστε τὸ αὐτὸ αὐτοῦ καὶ εἶδος καὶ γένος.

Εἰ δὲ τὸ πᾶσιν ἑπόμενον διαφοράν τις ἀπέδωκέ τινος γένους, οἷον τὸ ἓν ἢ τὸ ὂν εἰ διαφοράν τινος θείη τις, συμβήσεται τούτῳ πάλιν ἢ ἐπ’ ἴσης τὸ γένος καὶ τὴν διαφορὰν λέγειν ἢ ἐπὶ πλέον τὴν διαφοράν λέγειν· ἐπ’ ἴσης μέν, εἰ καὶ τὸ γένος, οὗ τὴν τοιαύτην διαφορὰν ἀποδέδωκεν, εἴη· τῶν πᾶσιν ἑπομένων· οἷον εἰ τὸ μὲν ὂν γένος τὸ δὲ ἓν διαφοράν τις λέγοι τοῦ ὄντος ὡς διαιρουμένου τοῦ ὄντος τῷ. ἑνὶ καὶ τῷ πλήθει καὶ γὰρ τὸ πλῆθος ὄν τι), ἐπ’ ἴσης τὴν διαφορὰν ποιήσει· πάλιν εἶ τὸ γένος μὴ τῶν πᾶσιν ἑπομένων εἴη, ἔσται [γὰρ] αὐτοῦ ἐπὶ πλέον ἡ διαφορὰ οὖσά γε τῶν πᾶσι τοῖς οὖσιν ἑπομένων. οὕτω δειχθήσεται μηδὲ τὸ τὶ γένος ὂν τῶν πάντων· ἔσται γὰρ καὶ τοῦ ἑνὸς γένος ἢ ἐπ’ ἴσης ὄντος αὐτῷ ἢ καὶ ἐπὶ πλέον, εἴ γε τὸ μὲν ἓν καὶ κατὰ τοῦ ἐννοήματος, τὸ δὲ τὶ κατὰ μόνων σωμάτων καὶ ἀσωμάτων, τὸ δὲ ἐννόημα μηδέτερον τούτων κατὰ τοὺς ταῦτα λέγοντας. οὕτως ἁμαρτάνοι ἂν ὁ τοῦ ὄντος διαφορὰν τὸ δοξαστὸν ἀποδούς· ἐπὶ πλέον γὰρ τοῦ ὄντος τὸ δοξαστόν, εἴ γε δοξαστὸν καὶ τὸ μὴ ὄν.

[*](p. 127 b 1)

Ἔτι εἰ ἐν ὑποκειμένῳ τῷ εἴδει τὸ ἀποδοθὲν γένος λέ- γεται.

Ὁτι τὰ γένη καθ’ ὑποκειμένων λέγεται τῶν εἰδῶν, ἀλλ’ οὐκ ἐν ὑποκειμένοις αὐτοῖς ἐστι, δῆλον. ἂν δή τις γένος τινὸς ἀποδῷ τὸ ἐν ὑποκειμένω ὂν αὐτῷ, δῆλον ὡς ἀνασκευάσομεν αὐτὸ προσχρώμενοι τῷ προειρημένῳ· δείξομεν δὲ διὰ τοῦ ἐν ὑποκειμένῳ εἶναι, ἀναιροῦντες τὸ γένος ἐκ τοῦ ἐφαρμόζειν αὐτῷ τὸν τοῦ ἐν ὑποκειμένῳ λόγιον. οὕτω δειχθήσεται τὸ λευκὸν γένος μὴ ὂν τῆς χιόνος ἐν ὑποκειμένῳ γὰρ αὐτῇ) μηδὲ τὸ μέλαν τῆς πίττης μηδὲ ἡ ἐπιστήμη ἡ ἀρειὴ τῆς ψυχῆς. |

[*](1 γένος prius om. a: ἕνος periit in P τῷ] τὸ Α 2 ἀποδῶ πάντων ΑΒ κατηγορουμένου Α τούτου prius AD: τοῦτο B: τοῦ ὄντος P: τοῦτο τοῦ ὄντος a ἄν καὶ aBD: om. AP, defcctus signum posuit P3 τούτου alterum scripsi: τοῦτο aBDP: τοῦτο τὸ Α 3 an <τοῦ> αὐτοῦ? post γένος add. εἶναι aP 4 ἀποδέδωκέν 5 τὸ ἓν ἡ corr. ex τῷ ἑνὶ P2 τις om. Α τοῦτο πάλιν aP: πάλιν τοῦτο Α 6 post ἐπίσης add. καὶ Α τὸ superscr. P ἢ ἐπὶ—7 λέγειν om. P; defectus siguum posuit P2 7 τὴν διαφορὰν τὴν τοιαύτην Α 8 εἰ ante εἴη transposueruut ΑΒ τις om. P 10 ὄν D: ἕν aABP ἐπ’ ἴσης scripsi: ἐπὶ πλέον Jibri 11 εἴηἑπομένων 12 om. Α γὰρ delevi ut ex vs. 13 illatum 12 πᾶσιν ἑπομένων τοῖς οὖσιν I) 13 ἐπίσης] ση in ras. P ἢ alteruiii in ras. P 14 καὶ prius om. Α ἐννοήματος] ἑνὸς νοήματος Β ante κατὰ alterum add. καὶ a 17 ἀποδιδούς aBP ὄντος] γένους Α τὸ δοξαστὸν τοῦ ὄντος D 21 ante ὅτι 3 lit. et post γένη 2 lit. erasit P καθ’ ex τῶν corr. Β 21. 22 ὑποκειμένοις] ἑνοῖς P2 22 δῆλον add. P2 τὸ Z: om. aABDP 23 ὃν αὐτοῦ Β 24 δείξομεν—ἀναιροῦντες Z: δείξει δόξει δόξει a) — ἀναιρῶν aABDP διὰ] ἁ in ras. P 25 τοῦ om. A post ἐν add. τῶ Α 27 ἡ om. Β an ἢ <ἡ>? τῆς aP: om. ABD)
360
[*](p. 127 b 5)

Σκοπεῖν δὲ καὶ εἰ μὴ συνώνυμον τὸ γένος τῷ εἴδει.

[*](181)

Καθσλικώτερον τοῦτο τοῦ προειρημένου· οὐ γὰρ μόνον οὐ συνώνυμον τὸ γένος τῷ εἴδει, ἂν ᾖ τὸ ἀποδοθὲν γένος ἐν ὑποκειμένῳ τῷ οὗ γένος ἀπεδόθη, ἀλλὰ καὶ ἀνάπαλιν, εἴ τις τὸ ὑποκείμενον ὡς γένος τοῦ ἐν ὑποκειμένῳ λέγοι· οὐδὲ γὰρ οὕτως συνώνυμον ἔσται τὸ γένος τῷ εἴδει. οὐκ εἰ παρακολουθεῖ δὲ τοῖς ἐν ὑποκειμένοις οὖσι τὸ μὴ συνωνύμως εἶναι τοῖς ἐν οἷς ἐστι, διὰ τοῦτο ἡγητέον τὸν αὐτὸν τόπον εἶναι τῷ ἀπὸ τῶν ἐν ὑποκειμένῳ τὸν ἀπὸ τῶν συνωνύμων· ἄλλος γὰρ λόγος τοῦ ἐν ὑποκειμένῳ καὶ ἄλλος τοῦ συνωνύμου. κατὰ μὲν οὖν τὸν ἐν ὑποκειμένῳ ἀναιροῖτ’ ἂν τὸ τὴν ποιότητα εἶναι πνεῦμά πως ἔχον ἢ ὕλην πως ἔχουσαν· οὐ γὰρ δύναται τὸ πνεῦμα ἢ ἡ ὕλη γένος εἶναι τῆς ποιότητος· ἐν ὑποκειμένοις γὰρ αὐτοῖς ἡ ποιότης. ἀλλὰ καὶ ὁ τὴν πυγμὴν λέγων εἶναι χεῖρά πως ἔχουσαν ἁμαρτάνει· οὐ γὰρ ἡ πυγμὴ χείρ, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ χειρὶ ἡ πυγμή. εἴρηται δὲ δυνάμει τοῦτο ἐν τῷ “καὶ ὁ τὸ πάθος ἐν τῷ πεπονθότι ὡς γένος τιθείς”. κατὰ δὲ τὸ μὴ συνωνύμως δεικνύοιτ’ ἄν τὸ ἓν μὴ ὂν γένος τῶν ὄντων· ὁμωνύμως γὰρ τὸ ἓν καὶ τὸ ὂν κατηγορεῖται· οὐ γάρ, εἰ ὁμοίως ἓν καὶ ὂν ἡ οὐσία καὶ τὸ πρός τι ἤ τι τῶν ἄλλων γενῶν, ἤδη καὶ ἐν ὑποκειμένοις αὐτοῖς ἐστιν. ὁμοίως οὐδὲ ἄλλο τι τῶν ὁμωνύμως λεγομένων κατηγορεῖταί τινος συνωνύμως τῶν ὑπ’ αὐτό.

[*](p. 127 b 8)

Ἔτι ὅταν ὄντος καὶ τῷ εἴδει καὶ τῷ γένει ἐναντίου τὸ βέλτιον τῶν ἐναντίων εἰς τὸ χεῖρον γένος θῇ.

Ὁ τόπος τοιοῦτος· ἄν ᾖ καὶ τῷ εἴδει τῷ τιθεμένῳ καὶ τῷ γένει τῷ ἀποδιδομένῳ αὐτοῦ ἐναντία τινά,. ἐπεὶ τῶν ἐναντίων τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, δεῖ σκοπεῖν εἷτό βέλτιον τῶν ἐναντίων ἐν γένει τῷ χείρονι τῶν ἐναντίων κεῖται· δεήσει γὰρ καὶ τὸ καταλειπόμενον τὸ χεῖρον ἐν γένει τῷ βελτίονι εἶναι, ἐπειδὴ κεῖται ὅτι τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ. ἔσται οὖν [*](2 τούτου Α 2 3 οὐ (corr. P) συνώνυμον τὸ γένος DP: τὸ γένος οὐ συνώνυμον aA: συνώνυμον γένος Β 3 τῶ εἴδει, ἄν ἡ εἴη Α) ABD: ἄν εἴη τῶ εἴδει, ἄν ᾖ aP 6 δὲ add. P3 ἐν AD: om. aBP συνωνύμοις Α 7. 8 τῷ—τὸν mutavit in τὸντῶν P 9 οὖν om. A τὸν] τῶν Α ἀναιροῖ P1, το add. P3 11 ἡ a, superscr. P2: om. ABDP1 ὑποκειμένωι P, μένωι add. P3 12 supra πυγμὴν scriptum γρόνθον Β εἶναι λέγων BP 13 ὑποκειμένῃ DP ᾖ add. P3): ὑποκειμένῳ aAB ἡ πυγμὴ τῆ χειρί D 14 εἴρηται] memoriter citat c. 5 p. 126 b 34 ἐν τῷ καὶ ὁ τό ο πά. add. erasis 3 lit. P2 πεπονθότι] πνεύματι corr. ex πνεύματ Β 16 post γὰρ add. καὶ AB, eras. P ἓν—ὄν D: ὂν—ἓν aABP 17 τὸ ante ὃν transposuit Β πρός τι add. P3 γενῶν] κοινῶν sive καινῶι Α ἡδῆ add. P3 17. 18 καθ’ ὑποκειμένων αὐτῶν a 19 συνωνύμου Β 20 γένει—εἴδει Β ἐναντίου om. Α 21 γένος] εἶδος, sed postea add. D θῇ Arist.: θείη libri 22 εἴη D 23 ἀποδεδομένῳ D ἐπεὶ add. P3 post ἐπεὶ add. δὲ D 25 δήσει Α 25. 26 ἐν γένει τῷ βελτίονι aP: ἐν τῶ βελτίονι γένει γένος Β) ABD 26 τῷ add. P3)

361
τὸ μὲν βέλτιον γένος τοῦ χείρονος, τὸ δὲ χεῖρον τοῦ βελτίονος. δοκεῖ δὲ τὰ ὑπὸ τὰ βελτίω γένη εἴδη βελτίω εἶναι τῶν ὑπὸ τὰ χείρω· τὰ γὰρ ὑπὸ τὴν ἀρετὴν βελτίω τῶν ὑπὸ τὴν κακίαν. ἂν δὴ τὴν ἀδικίαν τις ἀρετὴν λέγῃ, οὗτος ἐρεῖ τὴν δικαιοσύνην κακίαν, ὡς Θρασύμαχος ὁ παρὰ τῷ Πλάτωνι τὴν ἀδικίαν εὐβουλίαν θέμενος τὴν δικαιοσύνην κακοβουλίαν ἠναγ- κάσθη λέγειν. καὶ εἰ ἡ ἀργία αἱρετόν, τὸ ἐργάζεσθαι φευκτόν, καὶ εἰ ἡ ἡδονὴ κακόν, ἡ λύπη ἀγαθόν.

[*](p. 127lb3)

Καὶ εἰ τοῦ αὐτοῦ εἴδους ὁμοίως πρὸς ἄμφω ἔχοντος εἰςτὸ χεῖρον καὶ μὴ εἰςτὸ βέλτιον γένος ἔθηκεν.

Ἔεἰ ὁμοίως ἔχοι τὸ αὐτὸ εἶδος πρὸς δύο τινά, ὧν τὸ μὲν χεῖρόν ἐστι τὸ δὲ βέλτιον, δύναιτο δ’ [ἄν] ἐν ἑκατέρῳ αὐτῶν ὡς ἐν γένει τίθε- σθαι, εὐλογώτερον αὐτὸ μᾶλλον ἐν τῷ βελτίονι ἢ ἐν τῷ χείρονι τιθέναι. οἷον οὐκ ἐπεὶ ἡ ἰατρικὴ δύναται καὶ ὑγείαν καὶ νόσον ποιεῖν, λέγομεν αὐτὴν νόσου ποιητικήν, εἰ οὐδὲν μᾶλλον νόσου ἢ ὑγείας, ἀλλὰ μᾶλλον ὑγείας. ἐν γὰρ τῷ βελτίστῳ ὧν δύναται ἑκάστῳ τὸ εἶναι· διὰ τοῦτο γὰρ αἱ δυνά- μεις ἀγαθά. εἰ δὴ ἡ ψυχὴ ὁμοίως ἔχει καὶ πρὸς κίνησιν καὶ πρὸς στάσιν (ἀμφοτέρων γὰρ αὕτη τῷ ζῴῳ αἰτία· ὡς γὰρ κινεῖται τὰ ζῷα κατὰ ψυχήν, οὕτως καὶ ἵσταται) καὶ ἔστιν ἡ στάσις βελτίων τῆς κινήσεως (ἡ γὰρ κίνησις, ἐν οἷς καὶ ἡ στάσις, διὰ τὴν στάσιν, καὶ τέλος ἐστὶ τῆς κινήσεως τὸ στῆναι· αἱ οὖν κατὰ φύσιν τοῖς σώμασι τέλος ἔχουσι τὴν ἐν τοῖς οἰκείοις μονήν· ἀλλὰ καὶ τῶν οὐσιῶν αἱ ἀκίνητοι βελτίους· ἀλλὰ καὶ τῷ μανθάνοντι τέλος τὸ μανθάνειν τε καὶ ἐν τούτῳ στῆναι), εἰ δὴ τοῦτο, οὐ καλῶς οἱ ἐν γένει τὴνψυχὴν τῇ κινήσει θέμενοι. τὸ δὲ ὅπερ κίνησιν ἢ κινούμενον εἶπε διὰ μὲν τοῦ ὅπερ κίνησιν δηλώσας τὸ γένος αὐτῆς τὴν κίνησιν λέγεσθαι, ὡς οἱ λέγοντες αὐτὴν κίνησιν αὐτοκίνητον.

[*](1 τοῦ δὲ βελτίονος τὸ χεῖρον Α δὲ alterum] τι Β post δὲ alterum add. καὶ a 2 post τὰ prius add. μὲν P τὰ βελτίω γένη Α: τῷ βελτίονι γένει BD: τὸ βέλτιον γένος P : τὸ βέλτιον γένη ἢ a τὸ χεῖρον aP 3 δὲ Α 4 λέγοι Β post ἐρεῖ add. καὶ a 4. 5 παρὰ τῷ nλάτωνι] Respubl. I 20 p. 348 D 5 θή- μένος a G ἡ alterum BD: om. aAP 8 εἴδους oiii. aP(u): post ὁμοίως transpo- buit Β post ὁμοίως add. ὡς P ἑλόντος P U μὴ τὸ βελτίονος P τὸ γένος D: oin. P 10 εἰ om. Α post ὁμοίως delectus signum i)0suit et in mrg. add. τ P- ἔχει AD τὸ αὐτὸ εIδος post τινά transposuit Β: om. aP II ἄν delevi ἐν alterum superscr. Α αὐτῷ P 12 ἐν τῷ βελτίονι αὐτὸ μᾶλλον aBP τιθέναι ἢ ἐν TU) χείρονι Α 13 οὐκ ἐπεὶ ἡ ἰατρικὴ scrips!: ἡ ἰατρική· οὐκ ἐπεὶ libri καὶ νόσον ὑγίειαν Β ^4 εἰ scripsi: ἡ libri ἢ om. Β μᾶλλον alterum \) : om. aABP 15̔ ἐν τῷ βελτίστῳ γὰρ ’^ ὧν ^P- ὃν ABD ἑκάστῳ scripsi: ἑκάστου libri τὲ εἶναι (εἶναι ex corr.) Α Ki ἀγαθαί P: ἐγεγόνει Α δὲ a καὶ prius ex corr. add. D πρὸς alterum aP: om. ABD 18 βελτίω a ἡ alterum in ras. et post γὰρ '"a^- - lit. P 20 αἱ supra ras. 1" fort, γοῦν post σώμασι add. κινήσεις Braudis Schoj. p. 283*7 22 μαθεῖν B 2;! τῇ superscr. 1" τιθέμενοι 1) 24 μὲν om. a τὸ ὅπου μὲν Α αὐτῆς τὴν κίνησιν τὸγἐνος Α)
362

Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον.

Ὤσπερ ὅτε περὶ τοῦ συμβεβηκότος ἐποιεῖτο τὸν λόγον, ἁπλῶς τε καὶ πάλιν συγκριτικῶς πρὸς ἄμφω τόπους τινὰς ἀπό τε τοῦ μᾶλλον καὶ τοῦ ἧττον καὶ ἀπὸ τοῦ ὁμόίως κατασκευαστικούς τε καὶ ανασκευαστικοὺς παραδέδωκεν, οὕτω καὶ ἐπὶ τοῦ γένους δείκνυσιν ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ἧττον τόπους τινὰς κατασκευαστικοὺς καὶ ἀνασκευαστικούς, δύο μὲν ἀνασκευαστικούς, ἕνα δὲ κατασκευαστικόν. κοινοὶ γὰρ ὥσπερ οἱ ἀπὸ τῶν πτώσεων καὶ συστοίχων καὶ γενέσεων καὶ φθορῶν καὶ ἀντικειμένων, οὕτω δὲ καὶ οὗτοι οὓς παραδίδωσιν. εἷς μὲν οὖν ἀνασκευαστικὸς ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ἧττον τοιοῦτος· εἰ τὸ μὲν ἀποδοθὲν γένος ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ εἶδος μήτε αὐτὸ μήτε τὸ κατ’ αὐτὸ λεγόμενον, οὐ γένος τὸ ἀποδοθέν. δοκεῖ γὰρ ὧν τὸ γένος τὸ μᾶλλον καὶ τὸ ἦττον ἐπιδέχεται, ταῦτα καὶ αὐτὰ ἐπιδέχεσθαι καὶ τὰ κατ’ αὐτὰ λεγόμενα, τοῦτ’ ἔστι τὰ παρώνυμα αὐτοῖς· εἰ γὰρ ἡ ἀρετὴ μᾶλλον | καὶ ἧττον, καὶ ἡ δικαιοσύνη καὶ ὁ δίκαιος [*](182) ὁ κατ’ αὐτὴν λεγόμενος. καὶ ἔμπαλιν εὔλογον, ὥστε], εἰ τὸ μὲν ὡς εἶδος ἀποδοθὲν ἐπιδέχοιτο, τὸ δὲ ὡς γένος ἀποδοθὲν μὴ ἐπιδέχοιτο, οὐκ ἔσται γένος τὸ ἀποδοθέν. οὕτω δεικνύοιτ’ ἂν τῆς ἀπορίας μὴ ὂν γένος ἡ ἰσότης, ὡς οἱ ὁριζόμενοι αὐτὴν λέγουσιν ἰσότητα ἐναντίων λογισμῶν· ἡ μὲν γὰρ ἀπορία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται αὐτή τε καὶ οἱ λεγόμενοι κατ’ αὐτήν οὗτοι δέ εἰσιν οἱ ἀποροῦντες), ἡ δὲ ἰσότης οὔτε αὐτὴ οὕτε τὰ ἴσα· οὐ γάρ ἐστι μᾶλλον καὶ ἧττον ἴσα τινά. πάλιν ἡ χιὼν μὲν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἡττον, ἡ λευκότης δὲ δέχεται· ὥστε οὐ γένος τῆς χιόνος τὸ λευκόν. ἀλλὰ καὶ ἁρμονία μὲν μᾶλλον καὶ ἧττον, ψυχὴ δὲ οὔ· ὥστε οὐ γένος ψυχῆς ἁρμονία.

[*](p. 127 b 26)

Πάλιν εἰ τὸ μᾶλλον δοκοῦν ἢ ὁμοίως μή ἐστι γένος.

Δεύτερος οὗτος τόπος ἀνασκευαστικὸς ἀπὸ τοῦ μᾶλλον· ὁ αὐτὸς δὲ 10 καὶ ἀπὸ τοῦ ὁμοίως· δύο τινῶν γενῶν εἶναι δοκούντων <τινὸς> εἰ τὸ μᾶλλον [*](1 ante ἧττον add. τοῦ D 2 τὸν post ὅτε transposuit D 3 συγκριτικὸν Α post καὶ repetunt ἀπὸ aABP: ora. D 4 τε om. Β 5 παραδέδωκεν—p. 363,28 ἐκείνου εἶδος om. Β παραδέδωκεν—ἀνασκευαστικούς (6) om. a τοῦ tertium D: oin. AP 6 aute καὶ add. (ut v. 4) τε Α καὶ ἀνασκευαστικούς superscr. P2 aut P4 8 δὴ 9 post παραδίδωσιν add. ἐνταῦθα a: non liquet D εἴς] ὁ P οὑν om. Α 10 τοιοῦτος—ἧττον om. Α τοιοῦτος aP: om. D τὸ (ante ἧττον) om. P 11 μήτε αὐτὸ — p. 363,28 ἐκείνου εἶδος om. defectus signo appicto P μήτε αὑτὸ iteravit alterumque delevit D 12 τὸ (ante ἧττον) om. Α 13 post λεγόμενα add. οὗ γένος τὸ ἀποδοθὲν e vs. 11 Α 15 εὔλογον, ὥστε delcvi 16 ἐπιδέχεται (aute τὸ). a 17 ἔσται D: ἔστι aA δεικνύοιτ’ D: δεικνύοιτο A: δεικνύοι a τῆς ἀπορίας D: τις ἀπορίαν aA 17. 18 ἡ ἰσότης D: ἰσότητα Α: ἰσότητος a 18 οἱ D: om. aA ὁριζόμενον a αὐτὴν λέγουσιν D: inv. ord. aA 19 αὕτη libri 21 οὐ δέχεται aA: οὐκ ἐπιδέχεται D 24 aute ἁρμ. add. ἡ aD 25 ἡ ἤ—γένος om. a 26 post οὗτος add. ὁ aA 27 τοῦ ὁμοίως ἐν, ut videtur, add. A) δύο AD: τῶν ὁμοίων ἐπί a εἶναι δοκούντων D: εἶναι Α: om. a τινὸς ex Ioanne Italo addidi)

363
δοκοῦν αὐτοῦ γένος εἶναι μή ἐστιν, οὐδ’ ἂν τὸ ἔλαττον δοκοῦν εἶναι εἴη· ο.ὐδ’ ἄν τὸ ὁμοίως. χρήσιμον δέ φησιν εἶναι τὸν τόπον ἐφ’ ὧν πλείω τοῦ αὐτοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, οὐκ ἔχομεν δὲ ὡμολογημένον ποῖόν ἐστιν αὐτῶν γένος. οἷον τῆς ὀργῆς καὶ λύπη κατηγορεῖται ἐν τῷ τί ἐστι καὶ ὑπόληψις· λέγεται γὰρ ἡ ὀργὴ ποτὲ μὲν λύπη ποτὲ δὲ ὑπόληψις. ἐπεὶ τοίνυν ἀμφότερα μὲν τῆς ὀργῆς κατηγορεῖται, ἄδηλον δὲ πότερον αὐτῶν ἐστι γένος, ληπτέον τὸ δοκοῦν μᾶλλον αὐτῆς εἶναι γένος, καὶ δεικτέον ὅτι μή ἐστι τοῦτο· εἰ γὰρ μὴ τοῦτο, οὐδὲ τὸ λοιπὸν τὸ ἧττον γένος. εἰ γὰρ μᾶλλον ἡ λύπη δοκοῦσα αὐτῆς εἶναι γένος μή ἐστιν, ὡς ἐδείχθη πρὸ ὁλίγου, οὐδ’ ἄν ἡ ὑπόληψις αὐτῆς εἴη γένος. ἀλλὰ καὶ ὁμοίως ἄν ἀμφότερα δοκῇ αὐτῆς εἶναι γένη, ἄν τὸ ἕτερον δειχθῇ μὴ ὄν, οὐδ’ ἄν τὸ ἕτερον εἴη τὸ ὁμοίως τούτῳ δοκοῦν. ἀπὸ μὲν οὖν τοῦ μᾶλλον οὕτως, ὡς εἴρηται, δείξομεν τὸν χρόνον μὴ ὄντα ἐν γένει τῷ ἀριθμῷ· εἰ γὰρ μᾶλλον ὁ χρόνος κίνησις ἡ ἀριθμός ἔνδοξον γὰρ συνεχοῦς συνεχὲς γένος εἶναι μᾶλλον), μή ἐστι δὲ κίνησις ὁ χρόνος, ὅτι πᾶσα μὲν κίνησις τινός τε καὶ πρός τι, ὁ δὲ χρόνος οὐ πρός τι. πάλιν ὅτι μὴ γένος τῆς ἐπιθυμίας ἡ λύπη, ἀναιρήσομεν· εἰ γὰρ μᾶλλον ἡ ἐπιθυμία ἔνδεια ἢ [ἡ] λύπη, μή ἐστι δὲ ἐν γένει τῇ ἐνδείᾳ, οὐδ’ ἂν λύπη εἴη. ὅτι δὲ μὴ ἡ ἔνδεια γένος αὐτῆς, δῆλον ἐκ τοῦ τὸ μὲν γένος μηδενὸς αἴτιον εἶναι τῶν εἰδῶν τὴν δὲ ἔνδειαν αἰτίαν εἶναι τῆς ἐπιθυμίας. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ παραδείγματος ἡ δεῖξις οὕτως ἂν προίοι· εἰ ὁμοίως τῆς ὀργῆς καὶ ἡ λύπη καὶ ἡ ὑπόληψις ὀλιγωρίας γένος, οὐκ ἔστι δὲ αὐτῆς γένος ἡ ὑπόληψις, οὐδ’ ἂν ἡ λύπη εἴη. ὡσαύτως καὶ τῆς πραότητος εἰ <μᾶλλον> ἡ ἡμερότης ἢ ἡ ἐγκράτεια γένος δοκεῖ, μή ἐστι δὲ ἡ ἡμερότης, οὐδ᾿ ἂν ἡ ἐγκράτεια.

[*](p. 127 b 34)

Ἡ αὐτὴ δὲ σκέψις καὶ ἐπὶ τοῦ εἴδους.

Ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εἴδους. εἰ γὰρ τὸ μᾶλλον δοκοῦν εἶδος εἶναι του αποοεοομενου γένους τινὸς μή ἐστιν ειδος αὐτοῦ, ουδε τοῦτο ἄν εἴη τὸ ἧττον ὂν ἐκείνου εἶδος τοῦ προκειμένου γένους· οἷον εἰ μᾶλλον [*](1 αὐτοῦ δοκοῦν a εἶναι εἴη AD: εἴη ἄν μένον a 4. 5 καὶ ὑπόληψις ἐν τῷ τί ἐστι a inv. ord. aA αὐτῶν καὶ AD: ἢ a 7 8 τοῦτο alterum AD: τὸ μᾶλλον δοκοῦν εἶναι γένος γένος ἐστίν a post γὰρ alterum delevit μὴ D 9 πρὸ ὀλίγου] c. 5 p. —12 11 δοκεῖ Α αὐτῆς scripsi: compend. D: αὐτοῦ, sed post γένη, aA 13 εἴρηται aA: ἤδη προείρηται D μὴ ὄντα τὸν χρόνον Α 14 γὰρ om. a 14. 15 γένος εἶναι μᾶλλον D: inv. ord. aA 15 post δὲ atld. ἡ Α τε D: τὶ aA 16 post οὐ πρός τι add. ὁ χρόνος ἄρα οὐ κίνησις. οὐδὲ ἡ κίνησις ἄρα γένος τοῦ χρόνου a 17 ἡ delevi 18 ἄν ἡ add. Α) λύπη εἴη AD: ἡ λύπη εἴη ἄν a 19 αἴτιον εἶναι D: inv. ord. aA 20 Ε; ὁμοίως δὲ καὶ] conicio 21 οὕτως om. a τῆς et utrumque ἡ D Arist.: om. aA 22 ὀλιγωρίας A Arist.: τῆς ὁλιγωρίας D: om. a 23 post εἴη add. γένος αὐτῆς a εἰ D: om. aA μᾶλλον addidi 23. 24 ἢ ἐγκρατείας Α 24 μὴ ἔστι δὲ AD: εἰ οὖν μὴ ἐστιν a 26 ὁ—εἴδους om. a 27 ἀποδεδομένου aA: ἀποδιδομένου D)

364
εἶδος τῆς ἀρετῆς ἡ ἐγκράτεια ἢ ἡ πραότης, μή ἐστι δὲ ἡ ἐγκράτεια, οὐδ᾿ ἂν ἡ πραότης. ἀπὸ δὲ τοῦ ὁμοίου <οὕτως>· εἰ ὁμοίως ἡ ἐγκράτεια καὶ ἡ καρτερία τῆς ἀρετῆς εἴδη, μή ἐσστι δὲ τὸ ἕτερον, οὐδὲ τὸ ἕτερον. πρὸς μὲν οὖν ἀναίρεσίν τε καὶ ἀνασκευὴν χρηστέον τοῖς προειρημένοις δύο τόποις, πρὸς δὲ κατασκευὴν τὸ μὲν ἀμφότερα τὸ μᾶλλον ἐπιδέχεσθαι, τό τε ὡς γένος ἀποδοθὲν καὶ τὸ ὡς εἶδος, οὐ χρήσιμον· οὐ γὰρ πάντως τὸ ἕτερνο τοῦ ἑτέρου γένος ἔσται, εἰ οὕτως ἔχει. ὥστε μόνον πρὸς ἀνασκευὴν ὁ πρῶτος ῥηθεὶς τῶν ἀπὸ τοῦ μᾶλλον τόπων χρήσιμος· οὐ γάρ, ἐπεὶ τὸ λευκὸν καὶ τὸ καλὸν τὸ μᾶλλον ἐπιδέχεται, ἤδη διὰ τοῦτο γένος τοῦ λευκοῦ τὸ καλόν. ὁ δὲ δεύτερος τόπος τῶν πρὸς ἀνασκευὴν ῤηθέντων, ἐν ᾧ σύγκρισις ἦν ἡ τῶν εἰδῶν καὶ ἡ τῶν γενῶν πρὸς ἄλληλα, χρήσιμος καὶ πρὸς κατασκευήν· εἰ γὰρ τὸ ἧττον δοκοῦν γένος εἶναί τινος δειχθείη γέξνος ὄ, καὶ τὸ μᾶλλον ἂν εἴη, καὶ εἰ τὸ ὁμοίως, καὶ τὸ ὀμοίως. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ εἰδους. εἰ γὰρ τῆς ἐγκρατείας μᾶλλνο γένος ἡ δύναμις ἢ ἡ ἀρετή (δοκεῖ γὰρ ὁ ἐγκρατὴς κατὰ δύναμίν τινα ἀντέχειν πρὸς τὰς ἐπιθυμίας), ἧττον ἔσται ἡ ἀρετὴ γένος αὐτῆς· ἂν δὴ <ᾖ> ἡ ἀρετὴ γένος αὐτῆς, εἴη ἂν καὶ ἡ δύναμις· ἀρετὴ δὲ δοκεῖ εἶναι, διότι ἐστὶν ἕξις ἐπαινετή. πάλιν ἐπὶ τοῦ εἴδους, εἰ ἧττον δοκοῦσα ἐν γένει εἶναι τῇ ἀρετῇ ἡ ἐγκράτεια τῆς καρτερίας εἶδος αὐτῆς ἐστιν, εἴη ἂν καὶ ἡ καρτερία. ὁ δὲ αὐτὸς | λόγος καὶ ἐπὶ τοῦ ὁμοίως, ἄν τε ἐπὶ τῶν γενῶν ἄν τε ἐπὶ τὼν εἰδῶν τὸ ὅμοιον λαμβάνηται.

[*](π. 128 a 13)

Ἔτι πρὸς τὸ κατασκευάζειν σκεπτένο.

Εἰπὼν τόπον πρὸς κατασκευὴν γένους τὸν ἀπὸ τοῦ ἦττον καὶ ὁμοίως, ἔτι φησὶ πρὸς κατασκευὴν τοῦ τὸ ἀποδοθὲν γένος εἶναι χρήσιμον, εἰ τὸ ἀποδεδομένον ὡς γένος πλειόνων καὶ διαφερόντων εἴδει εἴη ἀποδεδομένον, ζητεῖν εἰ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται· εἰ γὰρ πλειόνων ὄντων αὐτῶν καὶ κατ᾿ εἶδος διαφερόντων ἐν τῷ τί ἐστιν εἴη κατηγορούμενον, γένος ἐστίν. ὁ δὲ αὐτὸς τόπος χρήσιμος ἂν εἴη καὶ πρὸς ἀνασκευήν· εἰ γὰρ μὴ ἐν τῷ τί ἐστιν εἴη κατηγορούμενον, οὐ γένος. εἰ δὲ ἑνὸς εἴδους εἴη ἀποδεδομένον καὶ κατηγοροῖτο αὐτοῦ ἐν τῷ τί ἐστι, δεῖ ζητεῖν εἰ καὶ [*](1. 2 ἡ πραότης, οὐδ᾿ ἂν ἡ ἐγκράτεια B 2 οὕτως ex Ioanne Italo addidi cf. p. 332, 18 3 τὸ prius om. BP 4 ἀνασκευὴν aB: (??)ατ(??)κευὴν D: κατασκευὴν AP 5 γένος om. a 9 ἤδη corr. ex ἢ δὲ P2: εἴη A 11 ἡ AD: om. aBP χρήσιμος πρὸς ἄλληλα A 12 δειχθείη aP: δειχθῆ ABD καὶ] non liquet B 13 ἦι P 15 ἀντέχει a 16 ἔσται γένος αὐτῆς ἡ ἀρετή Α δὴ <ᾖ> ἡ scripsi: δὴ ἡ aD: δ᾿ ἡ AB: δὴ P 18. 19 ἀρετῆς A 19 ἐστιν αὐτῆς Β δὲ om. B 20. 21 λαμβάνεται Α 23 post κατασκευὴν e vs. sq. intulit τοῦ D 24 τοῦτο A post χρήσιμον add. τὸ aAB, delevit P 25 ἀποδεδομένον prius om. A ὄντων] τῶν D 28 ἐστίν· ὁ δὲ αὐτὸς τόπος χρήσιμος D: οὖον εἰ τὸ ζῇον ἵππου καὶ (καὶ om. a) ἀνθρώπου. τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον aABP 29 ἐνὸς aP: γένος ABD 30 κατηγορεῖ τὸ αὐτὸ Β ἐν τῷ τί ἐστι om. a)

365
ἄλλων διαφερόντων κατὰ τὸ εἶδος ὁμοίως κατηγορεῖται. οἶον εἰ τὸ ζῲον ἀποδοθείη ἀνθρώπου γένος, σκεπτέον εἰ καὶ ἵππου καὶ ἄλλου τινὸς ὁμοίως κατηγορεῖται· εἴη γὰρ ἄν γένος.

Λέγων δὲ περὶ τῆς διαφορᾶς εἶπεν ἐπεὶ δὲ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, ἐπειδὴ ἡ μὲν ὡς συναμφότερος λαμβανομένη οὕτω κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ χωρὶς τῆς οἷς εἶπεν τὸν τῶν διαφορῶν λόγον ἀναδέχεσθαι καὶ τὰ ἄτομα καὶ τὰ εἴδη. ἃς ἰδίως διαφορὰς οὐκ εἶπεν εἶναι οὐσίας ἐκεῖ, ὅτι μήτε γένη μήτε εἴδη μήτε ἄτομα· αἱ γὰρ τῶν εἰδῶν κατηγορούμεναι ὡς γένη ἂν κατηγοροῖντο. ὅτι δὲ μὴ γένη αἱ διαφοραί, νῦν δείκνυσιν. οὐδὲ εἴδη δὲ [εἴδη δὲ] αἱ ἰδίᾳ καὶ χωρὶς τῶν γενῶν λαμβανόμεναι διαφοραί, εἰ. καὶ αἱ συναμφότεραι· αὗται δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ] οὐσίαι καὶ τὰ ἄτομα τὰ ὑπ’ αὐτάς. τῆς δ’ οὕτως λαμβανομένης διαφορᾶς καὶ τὰ γένη τὰ διαιρούμενα ὑπ’ αὐτῆς συνωνύμως κατηγορεῖται, εἴ γε, ὡς εἴρηκε νῦν, τὸ πεζὸν σημαίνει ζῷον ποιόν· καίτοι οὐ δοκεῖ αὐτῷ τὸ γένος τῆς οἰκείας διαφορᾶς οὕτω κατηγορεῖσθαι. τῆς μέντοι χωρὶς τῆς ὕλης ἐν τῇ οὐσίᾳ διαφοράς λαμβανομένης οὔτε τὸ διαιρούμενον ὑπ’ αὐτῆς γένος συνωνύμως κατηγορεῖται, ὅτι μηδὲ ἄλλο τι ὅλον ἀνομοιομερὲς τῶν μερῶν ἑκάστου οὕτω κατηγοεῖται, μέρος δὲ ἡ τοιαύτη διαφορὰ τοῦ διαιρουμένου ὑπ’ αὐτῆς, οὔτε αὐτὴ ἢ τοῦ εἴδους ἢ τοῦ ἀτόμου, ὅτι μηδὲ τὸ μέρος τοῦ ὅλου. ἐπεὶ δὴ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, εἶπε μὲν ἐν τῷ πρώτῳ ὅτι καὶ τὴν διαφορὰν καὶ τὰ ἀπὸ διαφορᾶς προβλήματα ὁμοῦ δεῖ τῷ γένει τάσσειν, ὡς τῶν αὐτῶν τόπων καὶ πρὸς τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα χρησίμων ὄντων. ὅτι δὲ μὴ πάντῃ ταὐτὸν ἡ διαφορὰ τῷ γένει, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτὴ ἐν τῷ τί ἐστι δοκεῖ τοῦ εἴδους κατηγορεῖσθαι καὶ κατὰ πλειόνων τε καὶ διαφόρων τῷ εἴδει ἡ διαφορά, τίσι [τε] τὴν διαφορὰν δυνησόμεθα χωρίζειν τοῦ γένους, στοιχεῖά τινα καὶ θεωρήματα ἡμῖν παραδίδωσιν· ἃ τῷ φθάνειν εἰρῆσθαι ἤδη εἶπεν [ἐν] τοῖς [*](2 ἀποδοθείη Η i. e. Paris. 1832: ἀπεδόθη aABDP γένους Β 4 λέγω ΑΒ ἐπεὶ AD Arist.: ἐπειδὴ aBP δὲ om. AB: δὲ δοκεῖ ex ἐδόκει corr. P2 5 ἐπεὶ Β 6. 7 χωρ)ὶς τῆς ὕλ)ης corr. P2 7 διαφορά] ἁ in ras. P ἐν Κατηγορίαις] c. 5 p. 3b5—7 8 καὶ τὰ ἄτομα om. D 9 ἰδίως post οὐσίας transposuit B: om. P post ἰδίως add. οὔσας a εἶναι post ἰδίως transposuit Α ἐκεῖ] c. 5 p. 2 b 29. 30 11 γένος Apr. alterum εἴδη εἴ in ras. P2) δὲ (om. P) delevi 11 12 ἰδίᾳ καὶ om. P 12 τῶν γενῶν om. Α 12. 13 αἱ συαμφότεραι. αὗται Ioan. Ital.: συναμφότεραι. αἱ αὐταὶ libri 13 ἐν—βιβλίῳ ut glossema vocis ἐκεῖ vs. 8 delevi τὰ prius fort, delendum αὐτά P1, corr. P2 15 εἴρηται Β 16 αὑτὸ A 17 λαμβανομένης διαφορᾶς P 18 ὅτι — 19 κατηγορεῖται iterat A 19 ἀνομοιομερὲς ὅλον Β et in iteratis Α 20 τοῦ ὑπ’ αὐτῆς διαιρουμένου Β αὐτὴ D: αὕτη aABP 21 ὅλου] λόγου P δὴ D: δὲ ex Arist. aABP 22. 23 ἐν τῷ πρώτῳ] c. 4 ρ. 101 b 18 23 ἀπὸ διαφορῶν Α 25 μὴ δὲ Α παντὶ Β ἡ om. P 26 αὐτὴ D: αὕτη aABP ἐστιν ἐκεῖ Α 27 τε Α: γε aBP: om. D διαφερόντων A 28 τε ABDP: om. a post χωρίζειν add. ἀπὸ D 29 ἐν delevi)

366
εἰρημένοις. ἔστι δὲ πρῶτον μὲν ὅτι τὸ γένος ἐπὶ πλεόν λέγεται τῆς διαφορᾶς· μέρος γάρ τι τοῦ γένους ἡ διαφορὰ ἀποτέμνεται. δεύτερον ὅτι, εἰ κὰι ἡ διαφορὰ τοῦ εἴδους ἐν τῷ τί ἐστι δοκεῖ κατηγορεῖσθαι (αἰεὶ γὰρ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι καὶ αἹ διαφοραὶο ἐν τῷ ὁρισμῷ), ἀλλὰ μᾶλλόν γε τὸ γένος ἁρμόττει ἐρωτηθέντας περὶ τοῦ εἴδους τί ἐστιν ἀποδιδόναι ἢ τὴν διαφοράν· μᾶλλον γὰρ ὁ ἄνθρωπος ζῷον ἢ λογικόν. τρίτον ὅτι ἡ μὲν διαφορὰ ποιότητα τοῦ γένους οὗ ἐστι σημαίνει (ποιότης γὰρ τοῦ ζᾠου τὸ λογικον καὶ τὸ πεζόν), οὐκέτι δὲ καὶ τὸ γένος τῆς διαφορᾶς· οὐδὲνος γὰρ αὐτῶν ποιότης τὸ ζῷον. καὶ ὅτι οὕτως ἔχει δεικνὺς παρέθετο ὅτι ὁ μὲν εἰπὼν λογικὸν ποιὸν ζῷον σημαίνει, ὁ δὲ ζῷον εἰπὼν οὐ λέγει ποιὸν λογικόν· ὥστε μὲν λογικὸν εἰς ποιὸν μεταλαμβάνεται, ποιότητα τοῦ ζᾠσυ σημαῖνον, τὸ δὲ ζῷον οὐκέτι τοῦ λογικοῦ σημαίνει ποιότητα. [*](p. 128 a 31)
  1. Ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾖ μουσικόν ἐστιν, ἐπιστῆμόν τι εἶναι καὶ ἡ μουσικὴ ἐπισήμη τις.

Τόπον ἡμῖν παραδίδωσιν, ᾦ προσχρώμενοι δυνησόμεθα κατασκευάζειν τε καὶ ἐπικρίνειν τι ὂν ἐν γένει τινί. φησὶ γὰρ δεῖν ἐπὶ τὰ τὰς ἕξεις ἔχοντα καὶ ἀπὸ τῶν ἕξεων παρωνύμως λεγόμενα ἐπιβλέπειν, κἂν ἐπ᾿ ἐκείνων τὸ παρωνομασμένον τινὶ φαίνηται ὑπό τι ὂν γένος ἄλλο ὃ παρωνόμασταί τινι, καὶ τὸ ἀφ᾿ οὗ παρωνόμασται τοῦτο, λέγειν γένος εἶναι τοῦ ἀφ᾿ οὖ τὸ προκείμενον παρωνόμασται [παρωνύμως ἀπὸ τοῦ λεγομένου γένους]. τοῦτο δὲ ὅτι οὕτως ἔχει, διὰ τῆς ἐπαγωγῆς συνέστηκεν. | ἐπεὶ γὰρ τὸ μουσικόν, καθ᾿ ὃ μουσικόν, παρώνυμον ὂν τῆς μουσικῆς[*](184) ἐπιστῆμόν ἐστι, τὸ δὲ ἐπιστῆμον παρώνυμον τῆς ἐπιστήμης, καὶ ἡ μουσική, ἀφ᾿ ἧς τὸ μουσικὸν παρωνόμασται, ἐπιστήμη ἔσται, ἐπεὶ ἀπὸ ταύτης παρώνυμον τὸ ἐπιστῆμον τὸ γένος τοῦ μουσικοῦ. πάλιν ἐπεὶ κατὰ τὴν βάδισιν τὸ βαδίζειν λεγόμενον καὶ ὂν αὐτῆς παρώνυμον κινεῖται καὶ ἔστι πάλιν τὸ κινεῖσθαι παρώνυμον καὶ αὐτὸ τῆς κινήσεως, εἴη ἂν καὶ ἡ [*](1 ἐπεὶ A 2 τι τοῦ aP: τινὸς ABD post δεύτερον add. δὲ AB sed cf. vs. 7 et p. 325,3n. 3 καὶ εἰ AP 4 αἰεὶ scripsi: εἰ libri ὁ om. B 5 γε aDP: γένει A: om. B ἀρμόττοι BP 8 καὶ prius AD: om. aBP οὐκέτι aBP (ἐτι in ras. P): οὐκ ἔστι AD 9 τὸ AD: om. aBP 10 λογικὸν] πεζὸν Arist. ante σημαίνει delevit παρέθετο D 13 ποτότητα σημαίνει B 15 τι οm. Arist. (habent BC) cf. p. 367,11 καὶ add. P2 cf. p.367,11 17 τὰ om. P1 20 τι α 20. 21 ἀφ᾿ οὗ παρωνόμασται τοῦτο (haec om. a) —ἀφ᾿ οὗ τὸ προκείμενον παρωνόμασται scripsi: inv. ord. libri 20 τοῦτο in τούτου mutavit P3 λέγει A: λεγ ante ras. P γένος λέγειν D 21 τοῦ prius aD: τὸ ABP 21. 22 παρωνύμως—γένους delevi 21 post τοῦ alterum eras. 1—2 lit. P (add. P2) 22 ἔχειν οmisso ὅτι aP ἐπειγωγῆς A συνέστηκεν BD: συνέστησεν fortasse recte A: πιστοῦται a et in ras. P2 23 ὂν τῆς μουσικῆς scripsi: ἐν τῇ μουσικῇ libri 26 τὸ alterum om. D τῆς μουσικῆς Bpr. 27 κεῖται B 28 αὐτὸ] ἀπὸ a τῆς om. B)

367
βάδισις κίνησις καὶ ὑπὸ τὴν κίνησιν. τούτων τοίνυν οὕτως ἐχόντων δεῖν φησιν, ὅταν βουλώμεθα κατασκευάσαι καὶ δεῖξαί τι γένος ὄν τινος, ἐπὶ τὰ ἔχοντα αὐτὸ καὶ παρωνομασμένα ἀπ’ αὐτοῦ κατὰ τὸν ὡρισμένον τρόπον μεταβάντας καὶ δείξαντας τὸ ἕτερον ὑπὸ τὸ ἕτερον, οὕτω καὶ τοῦ προκειμένου γένος ὂν τὸ. προκείμενον δεικνύναι. οἷον, ὡς αὐτὸς παρέθετο, εἰ βουλόμεθα τῆς ἐπιστήμης δεῖξαι γένος ὂν τὴν πίστιν, δεῖ ὁρᾶν τε καὶ δεικνύναι ὅτι ὁ ἐπιστάμενος, καθ’ ὃ ἐπίσταται, πιστεύει· εἰ γὰρ τοῦτο, δῆλον ὅτι καὶ ἡ ἐπιστήμη πίστις. καὶ εἰ ὁ ἡδόμενος, καθ’ ὃ ἥδεται, ἐν ἀγαθῷ ἐστι, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἄν εἴη. καὶ εἰ τὸ ἀκοῦον αἰσθάνεται, καὶ ἡ ἀκοὴ αἴσθησις. ἡ δὲ λέξις ἡ ἐπεὶ δὲ δοκεῖ τὸ μουσικόν, ᾓ μουσικόν ἐστιν, ἐπιστῆμον εἶναι, ἡ μουσικὴ ἐπιστήμη τις εἴη ἄν σαφεστέρα εἰ οὕτως ἔχοι· ‘ἐπεὶ δὲ δοκεῖ, διότι τὸ μουσικόν, ᾗ μουσικόν ἐστιν, <ἐπιστῆμόν ἐστιν,> ἡ μουσικὴ ἐπιστήμη ἐπιστήμη εἶναι᾿.

[*](p. 128 a 38)

Ἔτι ἐπεὶ τὸ παρεπόμενόν τινι ἀεὶ καὶ μὴ ἀντιστρέφον 15 χαλεπὸν χωρίσαι τοῦ μὴ γένος εἶναι.

Ἐπεὶ τὸ γένος ἕπεται τῷ εἴδει καὶ οὐκ ἀντιστρέφει εἰ μὲν γὰρ ἄνθρωπος, ζῷον, οὐ μήν, εἰ ζῷον, ἄνθρωπος), δεῖν φησιν, ἐφ’ ὧν ἡ τοιαύτη τάξις ὡς τὸ ἕτερον τῷ ἑτέρῳ ἕπεσθαι μηκέτι δὲ καὶ ἀντιστρέφειν τῷ τὸ ἑπόμενον ἐπὶ πλέον ἔσεσθαι, λαμβάνειν ὡς τὸ μὲν εἶδος. αὐτῶν ὃν τὸ δὲ γένος· δοκεῖ γὰρ ἔνδοξον εἶναι. ἐπεὶ γὰρ τῇ νηνεμίᾳ μὲν ἕπεται ἡ ἠρεμία, τῇ δὲ ἠρεμίᾳ οὐκέτι ἡ νηνεμία, καὶ τῷ μὲν ἀριθμῷ τὸ διαιρετόν, τῷ δὲ διαιρετῷ οὐκέτι ὁ ἀριθμός, τῆς μὲν νενημίας γένος εἶναι δοκεῖ ἡ ἠρεμία, τοῦ δὲ ἀριθμοῦ τὸ διαιρετόν. αὐτὸν μὲν οὖν φησιν ὡς ἐνδόξῳ δεῖν τούτῳ χρῆσθαι, τῇ προειρημένῃ ἀκολουθίᾳ, πρὸς τὴν τοῦ γένους κατασκευήν, εἰ δὲ ἄλλος τις αὐτῷ χρῷτο, μὴ συγχωρεῖν ὡς ἐπὶ πάντων οὕτως ἔχοντι· ἔστι γάρ τινα ἃ ἀκολουθεῖ μὲν καὶ οὐκ ἀντιστρέφει, οὐ μὴν καὶ γένη ἐστὶ τούτων οἷς οὕτως ἀκολουθεῖ. καὶ δείκνυσι τοῦτο ἐπὶ παραδείγματος. τῷ γὰρ γινομένῳ ἕπεται τὸ μὴ ὄν οὐδὲν γὰρ γινόμενον ἔτι ἔστιν ἤδη) καὶ οὐκ ἀντιστρέφει· οὐ.κέτι γὰρ τῷ μὴ ὄντι τὸ γινόμενον ἕπεφησιν] [*](2 φασι καὶ Β ὃν γένος Β ἐπεὶ P 3 αὐτοῦ aB: αὐτῶν ADP εἰρημένον aP 6 βουλοίμεθα aBP 7 post ὅτι add. εἰ D 8 ἡ — καὶ om. 11 post ἡδόμενος add. ἀγαθὸν Β ἀγαθοῖς D 9 ante ἡ prius add. εἰ Β ἄν ἐστί P 10 ἡ alterum corr. ex ἧι P2: om. Α ἐπειδὴ δὲ δοκεὶ aP2: ἐπιδεδοίκει P1 ᾖ μουσικόν 0111. aP 10. 11 ᾖ μουσικόν ἐστιν post εἶναι transposuit Α 11 post εἶναι add. καὶ Β Arist. (om. P) cf. p. 366, 15 σαφέστερον D 12 δὲ om. A ἧ μουσικόν mrg. D 12. 13 ἐπιστῆμόν ἐστιν add. Waitz Organ. II p. X 14 ἐπεὶ] εἰ D 15 εἶναι γένος B 18 ὡς om. Α μηκέτι — 19 ἔσεσθαι om. Α 18. 19 τῷ τὸ ἑπόμενον ἐπὶ πλέον BDP: τὸ ἕτερον τῷ ἑτέρῳ a 19 ἔσεσθαι BD: ἕπεσθαι aP 20 δ)ὲ γένος in ras. P2 μὲν om. Β μὲν—21 ἡ νηνεμία om. A 22 μὲν om. A 23 αὐτὸν ex Arist. scripsi: αὐτὸς libii ἐνδόξη A 25 ἄλλως Α αὐτῷ om. Β 27 τούτων ἐστὶν D 28 γενομένω AD 29 ἤδη ἐστίν Β)

368
τᾶι· οὐ γάρ, εἴ τι μὴ ἔστι τοῦτο, γίνεται· καὶ οὐκ ἔστι τοῦ γινομένου τὸ 30 μὴ ὂν γένος. καὶ δι’ ὅ τι οὐκ ἔστιν αὐτοῦ γένος. ἔδειξε· τοῦ γὰρ μὴ ὄντος οὐχ οἷόν τε εἴδη εἶναι· οὐδενὸς γὰρ τὸ μὴ ὂν ἐν τῷ τί ἐστι κατηγορεῖται· διὰ τοῦτο γὰρ οὐδὲ τῆς στερήσεως.

[*](1 καὶ] ὁ γὰρ τραγέλαφος μὴ ὄν ἐστιν, ἀλλ’ οὐ γίνεται. διὸ εἰ καὶ τὸ μὴ ὃν μὲν ἕπεται τῷ γινομένῳ, τὸ δὲ γινόμενον τῷ μὴ ὄντι οὐχ ἕπεται a γενομένου Β 2 δι’ ὅτι a: δι’ ὃ BD (ex διὸ corr. D), ante ras. P: δι’ ὃν Α ἔστιν] ἔστι τοῦ D 4 post στερήσεως atld. καὶ ὅλως τὸ μὲν εἶδος ἐν ὑπάρξει ἐστί τὸ δὲ μὴ ὃν, ἀνὑπαρκτον. πῶς οὗν ῥηθήσεται τὸ ἀνύπαρκτον, γένος τοῦ ἐν ὑπάρξει. τὸ γὰρ γένος, ἐν ὑπάρξει ὀφείλει εἶναι a ἀλεξάνδρου ἀφροδισέως εἰς τὸ τέταρτον τῶν τοπικῶν ἀριστοτέλους subscr. Β)
369

Παραδοὺς ἡμῖν ἐν τῷ πρὸ τούτου, τοῦτ’ ἔστι τῷ τετάρτῳ τῆς τῶν τοπικῶν πραγματείας, τοὺς τόπους, δι’ ὧν οἷόν τε πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα ἐπιχειρεῖν κατασκευαστικῶς τε καὶ ἀνασκευαστικῶς, μεταβαίνει ἐντεῦθεν ἐπὶ τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα, καὶ παραδίδωσι καὶ πῶς πρὸς ταῦτα ἐπιχειρεῖν δεῖ. καὶ προλαμβάνει ποσαχῶς τε τὸ ἴδιον, ὅτι τετραχῶς, καὶ τί ἕκαστον, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. εἰκότως δὲ προετάγησαν οἱ μὲν πρὸς τὰ γενικὰ προβλήματα τόποι τῶν πρὸς τὰ ἰδικά, οἱ δὲ πρὸς τὰ ἰδικὰ τῶν πρὸς τὰ ὁρικά, διότι, δι’ ὧν τόπων δείκνυμεν ὅτι τόδε τοῦδε γένος ἐστί, διὰ τῶν αὐτῶν τούτων δείκνυμεν ὅτι τὸ παραληφθὲν γένος ἐν τῷ ὁρισμῷ γένος ἐστὶ τοῦ ὁριστοῦ, καὶ διὰ τῶν ἀνασκευαστικῶν πάλιν τῶν δεικνύντων μὴ εἶναι τὸ παραληφθὲν γένος ἀνασκευάζοντες δείκνυμεν ὅτι οὐδὲ τοῦ ὁριστοῦ ἐστι γένος. τοὺς δὲ τόπους τοὺς πρὸς τὰ γενικὰ προβλήματα προέταξε πρὸ τῶν ἰδικῶν, διότι τὰ γενικὰ προβλήματα οὐσιώδη εἰσί, τὰ δὲ ἰδικὰ ἐπουσιώδη, τιμιώτερα δὲ τὰ οὐσιώδη τῶν ἐπουσιωδῶν. πάλιν δὲ τοὺς τόπους τοὺς περὶ τῶν ἰδικῶν προβλημάτων προέταξε τῶν πρὸς τὰ ὁρικά, διότι οἱ περὶ τῶν ἰδικῶν προβλημάτων τόποι χρησιμεύουσιν ἡμῖν καὶ ἐν τοῖς ὁρικοῖς προβλήμασι· δι’ ὧν γὰρ τόπων δείκνυμεν ὅτι τόδε οὐκ ἔστιν ἴδιον τοῦδε, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ ὁρισμός ἐστι τόδε τοῦδε. δείκνυμεν Ε; ὅτι οὐκ ἔστι τόδε τοῦδε ἴδιον. [*](1 titulum om. A ἀφροδισιέως om. Β 1. 2 τῶν τοπικῶν ἀριστοτέλους ὑπόμνημα P et omisso ὑπόμνημα Β: τῶν τόπων ἀριστοτέλους D: τῶν τοπικῶν a 3 ante παραδοὺς add. periochaai πῶς πρός τὸ ἴδιον ἐπιχειρεῖν δεῖ, καὶ ποσαχῶς τὸ ἴδιον, ὅτι τετραχῶς, καὶ τί ἕκαστον καὶ τίς (corr. e τί P2) ἡ πρὸς ἄλληλα τούτων διαφορά libri 3 — p. 370,11 aN 5 καὶ N: om. a 5. 6 μεταβαίνειν a 6 ἀπὸ N: ἐπὶ a 12 ὁριστοῦ N: ὁρισμοῦ a 17 τἀς pro altcro τοὺς a 21 δ’ addidi)

370
εἴ τις ἀποδώσει ἴδιον τοῦ πυρὸς τὸ ὅμοιον εἶναι τῇ ψυχῇ, μᾶλλον οἶδε τὸ ὑποκείμενον ἢ τὸ ἀποδοθὲν ἴδιον. ἢ εἰ ὁμωνύμους ἔχοι φωνάς, οἷον ἴδιον τῆς ψυχῆς τὸ κινεῖσθαι κίνησιν τὴν κατὰ λόγον· ὁμώνυμος γὰρ φωνὴ ἡ κίνησις. ἢ εἰ μὴ ἀντιστρέφοι τὸ ἀποδοθὲν ἴδιον πρὸς τὸ ὑποκείμενον, οἷον ἀπεδόθη τὸ δίπουν ἴδιον τοῦ ἀνθρώπου· ἀλλ’ οὐκ ἔστιν ἴδιον· εἰ γὰρ ἦν ἴδιον, ἀντέστρεφεν ἄν καὶ ἐλέγετο ὥσπερ ὁ ἄνθρωπος δίπουν, οὕτω καὶ τὸ δίπουν ἄνθρωπος. ὁμοίως οὖν καὶ ἐπὶ τῶν ὁρισμῶν. δέον τε γὰρ σαφέστερον εἶναι τὸν ὁρισμὸν τοῦ ὁριστοῦ· εἰ γὰρ ἀσαφέστερος εἴη, οὐκ ἔστιν ὁρισμός, ἢ εἰ μὴ ἀντιστρέφοι ὁ ὁρισμὸς πρὸς τὸ ὁριστόν, ἢ εἰ ὁμωνύμους φωνὰς περιέχοι ὁ ὁρισμός.

[*](p. 128 b 16)

Ἀποδίδοται δὲ τὸ ἴδιον ἢ καθ’ αὑτὸ καὶ ἀεὶ ἢ πρὸς ετερον καὶ ποτε.

Ἰστέον ὅτι ἐπὶ πλέον τὸ ἀεὶ τοῦ καθ’ αὑτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἴδιον καὶ ἀεί, οὐ μὴν τὸ ἀεὶ πάντως καὶ καθ’ αὑτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἀπὸ πάντων χωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν, πολλὰ δὲ τῶν ἀεί τισιν ὑπαρχόντων οὐ μόνοις ὑπάρχει. ὁμοίως καὶ τὸ πρὸς ἄλλο ἴδιον τοῦ ποτὲ ἐπὶ πλέον· τὸ γὰρ πρὸς ἄλλο ἴδιον ἢ ἐν ἅπασι καὶ ἀεὶ ἢ ἐν τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολύ. διὰ ταῦτα καὶ τοῦ ἀεὶ τὸ πρὸς ἄλλο ἐπὶ πλέον. τὸ δὲ καθ’ αὑτὸ ἴδιον τοῦ πρὸς ἄλλ·ο διαφέρει, ὅτι τὸ μὲν καθ’ αὑτὸ ἴδιον ἀπὸ πάντων χωρίζει, τὸ δὲ πρὸς ἄλλο οὐκ ἀπὸ πάντων. τὸ οὖν καθ’ αὑτὸ πάντων διαχωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν. τὸ δ’ ἀεὶ ὑπάρχον τινὶ ἴδιον λέγεται, οὐχ ὅτι καὶ μόνῳ, ἀλλ’ οὐδ’ ὅτι χωρίζει αὐτὸ ἀπὸ τοῦ τινός, ὡς τὸ πρὸς ἄλλο ἴδιον, ἀλλὰ δι’ αὐτὸ τοῦτο μόνον, διότι ἀεὶ ὑπάρχει. διὸ οὐδὲν κωλύει αὐτὸ πλειόνων εἶναι κατὰ τοῦτο τὸ σημαινόμενον του ιοιου ιοιον.

Πρόσκειται τὸ φύσει, διότι ἐμφαίνεται τὸ ἥμερον καὶ τοῖς ἀλόγοις ζῴοις· ἀλλ’ οὐκ ἔστιν αὐτοῖς φύσει, ἀλλ’ ἐκ χειροηθείας καὶ τιθασεύσεως. καὶ τοῖς ὀρνέοις ὑπάρχει τὸ ἥμερον, ἀλλ’ οὐ πᾶσι· τοῖς δὲ ἀνθρώποις πᾶσι. διὸ καὶ λέγεται φύσει τούτοις ἐνυπάρχειν.

[*](1 ᾧ] cf. p. 382,7 3 ἔχοι a: ἔχει N 5 et 10 ἀντιστρέφοι a: ἀντιστρέφει N 11 περιέχει, ut videtur, N 14 τοῦ ἀεὶ τὸ Β 15 ἀίδιον Β ἀεὶ πάντως mrg. D καὶ alterum postea add. D 16 πολλὰ—17 ὑπάρχει om. Β 17 μόνον P1, corr. P2 ὑπάρχειν D ὁμοίως om. P 19 καὶ prius ABP: καὶ ποτὲ· D: μὴ a τὸ ἀεὶ τοῦ a 21 τὸ δὲ—23 χωρίζει om. B τὸ οὖν ADP: τῶν a 22 πάντως a χωρίζει P 22. 23 ὑπάρχειν aP 23 μόνον Α 26 ἴδιον ante τοῦ collocat Α, ante 25 κατὰ a post vs. 26 add. καθάπερ ἀρετὴ πρὸς ἐπιστήμην. ὅτι ἡ μὲν ἀρετὴ ἐν πλείοσι δυνάμεσι τῆς ψυχῆς γίνεται· καὶ γὰρ ἐν τῷ παθητικῷ καὶ ἐν τῷ λογιστικῷ· ἡ δὲ ἐπιστήμη ἐν μόνῳ τῷ λογιστικῷ aN cf. p. —11 27 — p. 372,8 aN 27 — 30 pertinet ad p. 128 b 18 τὸ ζῷον ἥμερον φύσει 27 τὸ scripsi: τῇ aN)
371

[Καθ᾿ αὑτὸ ·μὲν ἴδιον, ὃ καὶ κυρίως ἴδιον λέγεται, ὡς ἐν ταῖς Πέντε φωναῖς ἀποδί|δοται, ὃ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, ἢ ἀεὶ μὲν ὑπάρχει [*](186) μὴ μόνῳ δέ, ὡς τῷ θεῷ τὸ ἀθάνατον· ἀεὶ μὲν γὰρ ὑπάρχει αὐτῷ τοῦτο, οὐ μόνῳ δέ, ἐπεὶ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀθάνατοι. πρὸς ἕτερον δὲ ἴδιον, ὡς εἴ τις εἴποι ἴδιον ἀνθρώπου τὸ δίπουν· πρὸς τὸ τετράπουν γὰρ λέγεται δίπουν. ἀλλὰ καὶ τῆς ψυχῆς ἴδιον λεγόμενον τὸ προστακτικὸν πρὸς ἕτερον ἀποδίδοται, ἤγουν πρὸς τὸ σῶμα· ἄρχει μὲν γὰρ καὶ προστάσσει. ἡ ψυχὴ καὶ κινεῖ τὸ σῶμα, τὸ δὲ σῶμα ὑπηρετεῖ ταῖς κινήσεσι καὶ ὁρμαῖς τῆς ψυχῆς. τὸ δὲ περιπατεῖν ἐν τῷ γυμνασίῳ ἴδιον ῥηθήσεται τοῦ τινὸς ἀνθρώπου, ἀλλὰ ποιέ, ἤγουν καθ’ ὃν καιρὸν περιπατεῖ· οὐ γὰρ ἀεὶ περιπατεῖ. ἀλλὰ τὸ μὲν πρὸς ἕτερον ἴδιον ἀποδιδόμενον δύο προβλήματα ποιεῖ, εἰ τοῦδε μὲν καταφάσκεται, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν, τοῦδε δέ, ἤγουν τοῦ ἵππου, ἀποφάσκεται. καὶ γὰρ εἰ ἐπιχειρήσει τις δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐ δίπουν ἐστί, τοῦτο ἓν πρόβλημα ἔσται· καὶ πάλιν εἰ ἐπιχειρήσει δεῖξαι ὅτι ὁ ἵππος δίπουν ἐστί, τοῦτο ἕτερον πρόβλημα ἔσται. ἀναιρεῖται δὲ τὸ τοιοῦτον ἴδιον ἀμφοτέρως, ἤγουν εἴτε δείξει τις τὸν ἄνθρωπον τετράπουν εἴτε τὸν ἵππον δίπουν. χάριν δὲ παραδείγματος καὶ πρὸς ἔνδειξιν τοῦ δύο γίνεσθαι προβλήματα ἐκ τοῦ πρὸς ἕτερον ἰδίου τὸ τοιοῦτον παράδειγμα εἴληπται· ἀδύνατον γὰρ δειχθῆναι τὸν ἄνθρωπον τετράπουν ἢ τὸν ἵππον δίπουν. τέτταρα δὲ προβλήματα γίνονται ἀπὸ τοῦ τοιούτου ἰδίου, ἐὰν ἑκατέρου, τοῦ τε ἀνθρώπου καὶ τοῦ ἵππου, ἀποδώσεις τὰ ἴδια, τοῦ μὲν τὸ δίπουν τοῦ δὲ τὸ τετράπουν, οἷον ὅτι ὁ ἄνθρωπος δίπουν, ὁ δὲ ἵππος τετράπουν, καὶ ἐὰν ἑκάτερον ἑκατέρου ἀπαρνηθῇ, οἷον ὁ ἄνθρωπος οὐ δίπουν, ὁ ἵππος οὐ τετράπουν. εἴτε γὰρ εἴποι τις ‘ὁ ἄνθρωπος οὐ δίπουν ἐστίν᾿, εἴτε ‘ὁ ἄνθρωπος τετράπουν ἐστίν᾿, ἓν ἔσται πρόβλημα ἀναιροῦν τὸ τὸν ἄνθρωπον δίπουν εἶναι· ὁμοίως καὶ εἰ φήσειεν ‘ὁ ἵππος οὐ τετράπουν ἐστίν᾿ ἢ ‘δίπουν ἐστί᾿· διὰ γὰρ τούτου κἀκεῖνο ἀναιρεῖται, ὅτι ὁ ἵππος τετράπουν ἐστίν.]

[*](p. 128 b 34)

Ἔστι δὲ τὸ μὲν καθ’ αὑτὸ ἴδιον.

[Ὁρίζεται τὸ καθ’ αὑτὸ ἴδιον, καὶ φησὶ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον εἶναι ὃ ἀποδίδοται πρὸς ἅπαντα, ἤγουν ὃ ἐφαρμόζει πᾶσι τοῖς μερικοῖς ἀνθρώποις τοῖς ὑπὸ τὸν ἄνθρωπον ἀναγομένοις καὶ δύναται χωρίζειν τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν ἄλλων ζῴων. τὸ δὲ πρὸς ἕτερον ἴδιόν ἐστιν ὃ οὐ δύναται χωρίζειν καὶ διορίζειν τὸ εἶδος ἀπὸ πάντων τῶν ἄλλων ἀλλὰ ἀπό τινων τακτῶν καὶ ὡρισμένων, ὡς τὸ δίπουν χωρίζει τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν τετραπόδων, οὐ μέντοι γε καὶ τῶν ὀρνέων.]

[*](1—p. 372,8 Leonis Magenteni 3 γὰρ N Leo: om. a 12 ποιεῖν a 14 οὐ iterat a 23 — 28 alia Leo 28 κἀκεῖνο ἀναιρεῖται N: κἀκεῖνος ἀρνεῖται a 29 ut omnia lemmata om. N)
372
[*](p. 128 b 37)

Καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην.

[Ἡ μὲν γὰρ ἀρετὴ ἐν πλείοσι θεωρεῖται, καὶ ἐν τοῖς φυσικοῖς καὶ τεχνητοῖς, καὶ οὐκ ἐπί τινων ὡρισμένων λέγεται· τοῦ γὰρ ἀνθρώπου ἀρετὴ τὸ κατὰ νοῦν ἐνεργεῖν, ἵππου δὲ τὸ εὖ τρέχειν, οἰκίας δὲ τὸ κωλύειν τοὺς ὄμβρους καὶ τοὺς καύσωνας, κλίνης δὲ τὸ πρὸς ἀνάπαυσιν ἐπιτήδειον· ἡ δὲ ἐπιστήμη ἐν τακτοῖς καὶ ὡρισμένοις θεωρεῖται, τοῖς λογικοῖς δηλονότι μόνοις, ἤγουν τοῖς ἀνθρώποις. τὴν δὲ ἀρετὴν κὶ ἐπιστήμην ἔλαβεν οὐχ ὡς ἴδια ἀλλὰ πρὸς ἀπόδειξιν τοῦ ποῖα θεωρεῖται ἐν ὡρισμένοις ποῖα δὲ οὔ.]

Καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην, ὅτι τὸ μὲν ἐν πλείοσι.

Ὅτι ἡ μὲν ἀρετὴ ἐν πλείοσι δυνάμεσι τῆς ψυχῆς γίνεται καὶ γὰρ ἐν τῷ παθητικῷ καὶ τῷ λογιστικῷ), ἡ δὲ ἐπιστήμη ἐν μόνῳ τῷ λογιστικῷ.

[*](p. 129 a 6)

Ἔστι δὲ τὸ πρὸς ἄλλο ἴδιον ἀποδοῦναι.

Τὸ πρὸς ἄλλο ἴδιον, φησίν, ἦέν πᾶσι θεωρεῖται καὶ ἀεί, ὡς τὸ δίπουν διαφορὰ ὂν ἐν πᾶσι τοῖς ἀνθρώποις θεωρεῖται καὶ ἀεί, ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις. οἷον τὸ ἄρχειν ἴδιον μέν ἐστι τοῦ λογικοῦ, ἀλλ’ οὐκ ἀεὶ ὑπάρχει αὐτῷ, ἀλλ’ ἐπὶ μὲν τῶν ἀγαθῶν ἀνθρώπων ἄρχει τὸ λογικὸν τοῦ θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ καὶ ἀναχαιτίζει αὐτὰ τῆς ἀλόγου ὁρμῆς, ταῦτα δὲ ὑπηρετοῦσιν αὐτῷ· ἐπὶ δὲ τῶν μοχθηρῶν καὶ φαύλων ψυχῶν τοὐναντίον γίνεται, ταῦτα μὲν ἄρχουσι τοῦ λογικοῦ, τὸ δ’ ὑπείκει αὐτοῖς.]

[*](p. 129 a 17)

Τῶν δὲ ἰδίων ἐστὶ λογικὰ μάλιστα.

Λογικὰ προβλήματα λέγει τὰ ἐπιχορηγοῦντα πολλοὺς λόγους καὶ πολλὰ ἐπιχειρήματα καὶ ἰσχυρά· εἰσὶ δὲ ταῦτα τά τε καθ’ αὑτὰ καὶ ἀεὶ καὶ τὰ πρὸς ἕτερον. τὸ μὲν γὰρ πρὸς ἕτερον ἴδιον, φησί, τέσσαρα ποιεὶ προβλήματα· τὸ δὲ καθ’ αὑτὸ καὶ ἀεὶ πρὸς πολλὰ ἔστιν ἐπιχειρεῖν. καὶ γὰρ δεῖ λαμβάνειν τὸ νοῦ· καὶ ἐπιστήμης δεκτικόν, καὶ δεῖ τούτῳ τῷ ἰδίῳ I χωρίζειν τὸν ἄνθρωπον ἀφ’ ἑκάστου τῶν ὄντων, οἷον ἵππου, βοὸς [*](187) καὶ τῶν ἄλλων τῶν ἀνομοειδῶν. οὕτω γὰρ χωρίζοντες τὸν ἄνθρωπον [*](1 ἐπιστήμη a 2 ante ἡ μὲν add. ὥσπερ ἔχει καὶ ἡ ἀρετὴ πρὸς τὴν ἐπιστήμην Leo 2. 3 τεχνητοῖς Leo: τεχνιτοῖς N: τεχνικοῖς a 4 δὲ alterum Leo: om. aN 5 ὄμβρους Leo: ὅμβους aN 9 ἀρετῆς Arist. cf. vs. 1: ἀρετὴ libri ὅτι—πλείοσι ABDP: om. a 10 ὅτι—πλείοσι a: ἡ δὲ ἀρετὴ ἐν μόνω τῶ λογιστικῶ: ἐν πλείοσι D: om. ABP δυνάμεσι τῆς ψυχῆς γίνεται om. a, sed cf. n. ad p. 370,26 11 ἡ—λογιστικῷ om. DP λογιστικῷ alteium aA: λογικῶ B 12 — 20 aN Leo —p. 373,31 aN 25 δὲ N: δὴ a ante ἀεὶ add. τὸ Arist. (om. c) 26 et p. 373,1 τὸ νοῦ scripsi: τὸν οὐ aN)

373
ἀπὸ τῶν ἀνομοειδῶν πάντων ποιοῦμεν πολλὰ ἐπιχειρήματα· οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον καθ’ αὑτὸ τοῦ ἀνθρώπου· λοιπὸν οὕτε τῷ ἵππῳ ἐστὶν ἴδιον οὔτε τῷ βοὶ οὔτε ἄλλῳ τῶν τοιούτων, ἀλλὰ τὸ τετράπουν. τὰ πρὸς ἕτερον οὖν ἴδια δύο <ἢ> καὶ τέσσαρα προβλήματα, ὡς εἴρηκε, ποιοῦντα πολλὰ ἐπιχειρήματα πρὸς ἕκαστον ἑαυτῶν ἐφέλκεται. τὸ δὲ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον καὶ τοῦτο λογικόν ἐστιν, ὅτι δυνατὸν καὶ ἐξ αὐτοῦ πρὸς πλείονα ἐπιχειρεῖν [ἤγουν πολλὰ ἐπιχειρήματα λαμβάνειν· ὁ γὰρ κατασκευάζων τὸ γελαστικὸν καθ’ αὑτὸ ἴδιον εἶναι τοῦ ἀνθρώπου δείκνυσιν αὐτὸ ἀντιστρέφον καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον. τὸ δὲ ἀεὶ ἴδιον ὁ κατασκευάζων πρὸς πλείονας χρόνους, ἤγουν τὸν παρεληλυθότα, τὸν ἐνε.στῶτα καὶ τὸν μέλλοντα, παρατηρήσει καὶ σπουδάσει λαμβάνειν ἐξ αὐτῶν τὰ ἐπιχειρήματα, ὡς ὁ εἰπὼν τὸν θεὸν ζῷον ἀθάνατον εἶναι καὶ ἴδιον ὑπάρχειν αὐτὸ τῷ θεῷ δείξει καὶ κατὰ τὸν παρεληλυθότα χρόνον ἀθάνατον εἶναι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ κατὰ τὸν μέλλοντα· εἰ γὰρ μὴ ἐφαρμόξει τοῦτο τῷ θεῷ κατά τινα τῶν τοιούτων χρόνων, ἀναιρεῖται, ὥσπερ καὶ τὸ καθ’ αὑτὸ ἴδιον δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, ἀφ᾿ ἑκάστου τῶν. ὄντων· εἰ δὲ μή, οὐκ ἔσται καθ’ αὑτὸ ἴδιον. δεῖ δὲ γινώσκειν ὅτι τὸ ἀεὶ ἴδιον πλέον ἐστὶ τοῦ καθ’ αὑτό. πᾶν μὲν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ἴδιόν ἐστι καὶ ἀεί, ὡς τὸ ἐπιστήμης δεκτικόν· οὐ πᾶν δὲ τὸ ἀεὶ ἴδιόν ἐστι καὶ καθ’ αὑτό· τὸ γὰρ δίπουν ἀεὶ μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ καθ’ αὑτὸ δὲ καὶ κυρίως διὰ τὸ εἶναι καὶ τοῖς ὀρνέοις. τὸ δὲ ποτὲ ἴδιον οὐ λέγεται λογικὸν πρόβλημα διὰ τὸ μὴ εἰς πολλοὺς λόγους ἐπιχειρεῖν· ἀπὸ μόνου γὰρ τοῦ χρόνου ἔχομεν ἐπιχειρεῖν πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τούτου, καθ’ ὃν λέγομεν νῦν ὑπάρχειν αὐτό· οἷον τὸ ἐν γήρᾳ πολιοῦσθαι τὸν ἄνθρωπον κατασκευάσομεν, εἰ κατὰ τὸν καιρὸν τοῦ γήρως πάντας δείξομεν πολιουμένους.]

[*](p. 129 a 26)

Τὸ δ’ ἀεὶ πρὸς πολλοὺς χρόνους.

Τὸ ἀεὶ ἴδιον πολλά, φησί, τὰ ἐπιχειρήματα χορηγεῖ τῷ τηροῦντι καὶ ἀποβλέποντι πρὸς ἅπαντας τοὺς χρόνους. δεῖ γὰρ ὁρᾶν εἰ τὸ καθῆσθαι μὴ ὑπάρχει νῦν τῷ Σωκράτει ἢ μὴ ὑπῆρξεν ἢ μὴ ὑπάρξει, ὥστε οὐκ ἔστι τὸ καθῆσθαι ἴδιον τοῦ Σωκράτους.

[*](p. 129 a 28)

Τὸ δὲ ποτὲ πρὸς τὸν νῦν λεγόμενον χρόνον ἐπισκοπουμεν.

Ἐπὶ δὲ τοῦ ποτὲ ἰδίου οὐκ εἰσὶ λόγοι καὶ ἐπιχειρήματα πολλά, διότι [*](4 ἢ ex Leone addidi 5 immo αὐτῶν 7 πολλὰ ἐπιχειρήματα—26 Leonis 10 post ἤγουν τὸν add. τε N 13 ὑπάρχον compend. N 16 χορίζειν a 19 πᾶν Leo: μὴν aN 21 ante τοῖς add. ἐν Leo 22 διὰ τὸ μηδὲ πολλοὺς λόγους ἐπιχορηγεῖν Leo 24 τούτου N Leo: τούτων a ὃν Leo: ὃ aN τὸν ἐν a 25 κατὰ N Leo: καὶ a 30 ὑπάρχει ex Arist. scripsi: ὑπάρχῃ a(ABP cu): compeud. N 32. 33 lemma ABDP: om. a πρὸς τὸν] καὶ τῶ B 34—p. 374,4 τὸ νῦν aN)

374
ἐπὶ τοῦ νῦν μόνον χρόνου σκοποῦμεν. καὶ εἰ μὲν ἔστι τῷ Σωκράτει νῦν τὸ καθῆσθαι, ἔστι καὶ ἴδιον αὐτοῦ· εἰ δὲ οὐκ ἔστι νῦν, οὐδὲ ἴδιον αὐτοῦ εἴη ἄν. ἐπὶ γὰρ τοῦ παρεληλυθότος καὶ μέλλοντος τὸ ποτὲ οὐ σκοποῦμεν, ἀλλὰ πρὸς τὸ νῦν· πρὸς γὰρ τοῦτον τὸν χρόνον ἐν ᾧ ὑπάρχειν αὐτῷ λέγεται τὸ ποτὲ ἴδιον. οὐκ εὔπορος δὲ πρὸς τὸ οὕτως ἴδιον ἡ ἐπιχείρησις ἀπὸ ἑνός τινος γινομένη χρόνου. λογικὸν δέ, φησί, τοῦτ’ ἔστι πρόβλημα πρὸς ὃ λόγοι γίνονται καὶ συχνοὶ καὶ καλοί· τὰ γὰρ εὐεπιχείρητα καὶ πολλὰς ἀφορμὰς ἔχοντα λογικὰ καλεῖ.

[*](p. 129 a 32 16)

Τὸ μὲν οὖν πρὸς ἕτερον ἴδιον ῥηθὲν ἐκ τῶν περὶ τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον.

Καὶ γὰρ ἢ τοῦ ἀεὶ καὶ παντὶ ὑπάρχοντός ἐστι τὸ πρὸς ἕτερον ἴδιον, καὶ παραδίδωσι τοὺς πρὸς τοῦτο τόπους, ἢ τῶν ὡς ἐπὶ τὸ πλεῖστον καὶ οὐκ ἀεί. καὶ ἄντικρυς τὰ οὕτως ὑπάρχοντά τισι τῶν συμβεβηκότων ἐστίν. εἶπε δὲ καὶ ἐν τῷ πρώτῳ ὅτι τὰ συμβεβηκότα πολλάκις ἴδια γίνονται πρὸς τι.

[Δεῖ οὖν ἐν τούτοις ἐπισκέπτεσθαι καὶ λαμβάνειν τὰ ἐπιχειρήματα ἐξ ὧν εἴπομεν τόπων περὶ τοῦ συμβεβηκότος. ὡς γὰρ ὁ τὸ λευκὸν κατασκευάζων συμβεβηκέναι τῷ σώματι ἐκ τοῦ τινὶ μὲν ὑπάρχειν τινὶ δὲ μὴ ὑπάρχειν, οὕτω καὶ τὸ πρὸς ἕτερον ἴδιον μὴ ἀεὶ δὲ ὑπάρχον κατασκευάσει ἐκ τοῦ τισὶ μὲν ψυχαῖς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχει·ν. ὥστε οἱ αὐτοὶ τόποι χρήσιμοί εἰσι καὶ πρὸς τὰ κατὰ συμβεβηκὸς προβλήματα καὶ πρὸς τὰ πρὸς ἕτερον καὶ ποτὲ ἴδια. ἐκ δὲ τῶν ῥηθησομένων τόπων θεωρητέον, φησί, κατασκευάζειν καὶ ἀνασκευάζειν τά τε καθ’ αὑτὰ ἴδια καὶ τὰ ἀεί.]

[*](p. 129 b 1)

Πρῶτον μὲν εἰ καλῶς.

Πρῶτον τόπον ἐκτίθησιν ἀνασκευαστικὸν τὸν δεικνύοντα τὸ ἴδιον μὴ διὰ γνωριμωτέρων καὶ σαφεστέρων λόγων ἀποδεδομένον. τὸ γὰρ ἴδιον χάριν γνώσεως καὶ μαθήσεως τοῖς πράγμασιν ἀποδίδοται, ὥσπερ καὶ ὁ ὁρισμὸς πρὸς παράστασιν καὶ γνῶσιν τοῦ ὁριστοῦ. εἰ γοῦν ἀσαφὲς τὸ ἀποδεδομένον τινὸς ἴδιον, πῶς γνωρίσομεν τὸ εἶδος οὗ ἐστιν ἴδιον; οἷον εἴ τις [*](4 an τὸν νῦν? ὑπάρχει αὐτὸ a 6 γενομένη Β λογικὸν—καλεὶ (8) huc transposui: post lemma p. 372,21 collocant ABDP: om. a δέ ex Arist. scripsi: γὰρ BDP: μάλιστα Α 6. 7 πρόβλημα τουτέστι D 7 καὶ prius om. D καλοὶσυχνοί P(q) 8 περιέχοντα Β 9 τὸ—ῥηθὲν om. a post μὲν add. γὰρ Β 10 ἐπισκεπτέον om. a 11 καὶ γὰρ ἢ aAD: εἰ γὰρ Β: ἢ γὰρ P τῶν — ὑπαρχόντων a 12 τοὺς—13 ἐστίν initio paginae perierunt in P 13 post ἄντικρυς add. εἰσὶ ταῦτα a ἐστίν BD: om. aA 14 δὲ ABD: γὰρ aP ἐν τῷ πρώτῳ] c. 5 p. 102 b 21 πολλάκις post γίνονται collocat B γίνεται P —p. 375, 3 aN Leo 19 μὴ — ὑπάρχον] οἷον τὸ προστακτικὸν Leo ὑπάρχον N: ὑπάρχειν a 23 fort. κατασκευάζοντα καὶ ἀνασκευάζοντα, at cf. p. 405,25 καὶ ἀνασκευάζειν N Leo: om. a 27 τοῖς πράγμασιν aN: τοῦ προκειμένου πράγματος Leo)

375
ἀποδοίη τοῦ πυρὸς ἴδιον τὸ ὁμοιότατον εἶναι τῇ ψυχῇ, ἀσαφέστερον τοῦ πυρὸς ἴδιον ἀπέδωκε τὴν ὁμοιότητα τῆς ψυχῆς· | μᾶλλον γὰρ γνωρίζομεν [*](188) τὴν φύσιν τοῦ πυρὸς ἢ τὴν ψυχήν.]

[*](p. 129 b 2)

Ἓν μέν, εἰ μὴ διὰ γνωριμωτέρων ἢ γνωριμωτέρων.

Καὶ τοῦτο διχῶς· ἢ γὰρ ὅλως ἀγνωστότερόν ἐστι τὸ ἀποδιδόμενον ἴδιον τοῦοὗ οὗ ἔστιν ἴδιον· τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδε ὑπάρχον. δεῖ γὰρ οὐ μόνον εἰναι γνωριμώτερον τοῦ πράγματος, ἀλλὰ καὶ ὅτι τῷδε ὑπάρχει, γνωριμώτερον ὑπάρχειν· ὁ γὰρ μὴ εἰδὼς εἰ τῷδε ὑπάρχει, οὐδ’ εἰ τούτῳ ὑπάρχει μόνῳ γνωριεῖ.

Ἀποδοτέον οὖν, φησί, τὸ ἴδιον διὰ γνωριμωτέρων· οὕτω γὰρ καλῶς ἂν μᾶλλον κατανοηθείη τὸ ὑποκείμενον. εἰ γὰρ ἀποδοθείη πυρὸς εἶναι ἴδιον τὸ ὁμοιότατον σφαιρικῇ ἀτόμῳ, οὐκ ἔσται καλῶς ἀποδεδομένον· μᾶλλον γὰρ δῆλον τί ἐστι πῦρ τοῦ τί ἐστιν ἡ σφαιρικὴ ἄτομος.

[*](p. 129 b 13)

Τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι.

Δεύτερον τόπον καὶ τοῦτον ἀνασκευαστικὸν ἐκτίθησι λέγων εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδ᾿ ὑπάρχον, τουέστιν εἰ ἀμφισβητεῖται τὴν ὕπαρξιν ἔχειν τὸ ἀποδιδόμενον ἴδιον ἐν τῷδε τῷ ὑποκειμένῳ. οἷον εἴ θείη πυρὸς ἴδιον εἶναι τὸ ἐν ᾧ πρώτῳ πέφυκεν εἶναι ψυχήν· ἀμφισβητεῖται γὰρ εἰ ἐν τῷ ἐμφύτῳ θερμῷ ὑπάρχει ἡ ψυχή· ἄλλοι γὰρ ἐν τῷ πνεύματι ἀπέδωκαν εἶναι τὴν ψυχὴν καὶ ἄλλοι ἐν τῇ καρδίᾳ· ὥστε οὐκ ἔστι καλῶς ἔχον τὸ ἀποδοθὲν ἴδιον. δεῖ οὖν μὴ μόνον γνωριμώτερον εἶναι τὸ ἴδιον τοῦ ὑποκειμένου, ἀλλὰ καὶ ὅτι γνωριμώτερον καὶ μὴ ἀμφισβητούμενον ὑπάρχει ὑπάρχον τῷδε, τουτέστιν ὅτι ἔχει τὴν ὕπαρξιν ἐν τῷδε τῷ ὑποκειμένῳ. ὁ γὰρ μὴ εἰδὼς εἰ τὸ γελαστικὸν ὅλως ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδ’ εἰ τῷδε] τῷ ἀνθρώπῳ μόνῳ καὶ παντὶ καὶ πρώτῳ] καὶ ἀεὶ ὑπάρχει εἴσεται· τὸ γὰρ κυρίως ἴδιον οὕτω πρόσεστι τῷ οὗ ἐστιν ἴδιον. τὸν οὖν μέλλοντα, φησί, κατασκευάζειν τὸ ἴδιον χρὴ σκοπεῖν εἰ γνωριμώἢ [*](2 τὴν τῆς ψυχῆς Leo 4 ἓν μὲν om. a μὴ om. A ἢ γνωριμώτερον A (B, pr. u): ἢ ἀγνωστοτέρων ἀγνωστο in ras.) D: om. a 5 καὶ τοῦτο — 7 ὑπάρχον ABDP: τὸ μὴ διὰ γνωριμωτέρων εἰς δύο διαιρεῖ. ·καί φησιν ἡ ὅλως ἀγνωστότερον εἶναι τὸ ἀποδιδόμενον ἴδιον τοῦ οὗ ἐστιν ἴδιον, ἡ ὅτι καὶ ἀμφοῖν γνωρίμων ὄντων μὴ εἶναι γνωριμώτερον τὸ ἴδιον τοῦ οὗ ἐστιν ἴδιον aN τριχῶς Α τὸ ἀποδιδόμενον — 6 ἐστι om. Β 6 τῶδε supra ras. P2 7 δεῖ γὰρ οὐ μὴ Arist., sed οὐ C)] δεῖ οὖν μᾶλλον μὴ a εἶναι γνωριμώτερον ABDP Arist.: inv. ord. a(CPu) τοῦ πράγματος] τὸ ἴδιον τοῦ πράγματος οὗ ἐστιν ἴδιον a 8 ὑπάρχει aADP: ὑπάρχειν B(f): ὑπάρχον Arist. ὑπάρχειν aDP: ὑπάρχον Β. compeud. Α μὴ γὰρ Arist. (sed inv. ord. Pu) 9 τῶδε DP2 Arist.: τόδε ABP1(P): τόδε τῷδε a ὑπάρχει prius om. B: ὑπάρχοι a οὐδ’ εἰ τῷδε Arist. (sed τούτω Pu) μόνῳ ὑπάρχει a(Pu) 10 — p. 376,30 aN 13 τοῦ a: παρὸ N 15 τοῦτον N: τοῦτο a 18 ψυχὴ πέφυκεν εἶναι Arist. 25 τῷδε, quod delevi, a: τόδε N καὶ πρώτῳ delevi cf. p. 377, 12. 17)

376
τερον καὶ σαφέστερον αὐτὸ ἀπεδόθη, καὶ εἰ καθ’ ἑκάτερον τῶν εἰρημένων τρόπων, τοῦτ’ ἔστι τοῦ μήτε ἁπλῶς ἄγνωστον τὸ ἀποδοθὲν ἴδιον εἶναι μήτε γνωστὸν μὲν μὴ γνωριμώτερον δὲ τοῦ ὑποκειμένου πράγματος οὗ ἴδιον ἀπεδόθη· εἰ γὰρ μὴ ἀμφισβητεῖται ὅτι τόδε τὸ ἴδιον ὑπάρχει τῷ ὑποκειμένῳ, καὶ εἰ διὰ σαφῶν καὶ γνωρίμων εἴτε ὀνομάτων εἴτε λόγων ἀπεδόθη, φανερὸν ὅτι καλῶς ἀποδέδοται. οἱ γὰρ κατασκευαστικοὶ τόποι τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν αὐτὸ τοῦτο μόνον τὸ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον κατασκευάζουσι τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τοῦτο μόνον), οἱ δ’ ἁπλῶς δείξουσιν ὅτι καλῶς. ἁπλῶς δέ φησιν ἀντὶ τοῦ ᾿καθόλου καὶ κυρίως᾿, οὓς καὶ μέλλει μετὰ ταῦτα παραδώσειν. καὶ ἐνταῦθα δὲ διὰ τοῦ παραδείγματος, ὃ ἐκτίθησι, σαφὲς ποιεῖ τὸ λεγόμενον· ὁ γὰρ ἀποδούς, φησί, ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν καλῶς ἀπέδωκε καὶ καθ᾿ ἑκάτερον τῶν εἰρημένων τρόπων, τουτέστιν ὅτι καὶ διὰ γνωριμωτέρων καὶ σαφεστέρων, καὶ ὅτι οὐκ ἀμφισβητεῖται τὸ ὑπάρχειν τῷ ζῴῳ τὸ αἰσθητικὸν εἶναι.

[*](p. 129 b 17)

Ὥστε ὁποτέρου τούτων συμβάντος ἀσαφὲς γίνεται τὸ ἴδιον.

[Τουτέστιν εἴτε ἀσαφές ἐστι τὸ ἴδιον, εἴτε οὐ πρόδηλόν ἐστιν ὅτι ὑπάρχει τῷ εἴδει οὗ ἴδιον ἀποδίδοται, ἀσαφῶς καὶ μὴ καλῶς ἀποδοθὲν τὸ ἴδιον ἀπελέγχεται. οἷον ὁ θεὶς ἴδιον τοῦ πυρὸς τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι οὐ καλῶς ἀποδέδωκε τὸ ἴδιον κατ’ ἄμφω τοὺς τρόπους, ὅτι τε ἀσαφές ἐστιν ἀγνωστοτέρα γὰρ ἡ ψυχὴ τοῦ πυρός ἐστι), καὶ ὅτι οὐ πρόδηλός ἐστιν ἡ ὕπαρξις αὐτῆς· ἄδηλον γὰρ εἰ πρώτῳ πυρὶ ἐνυπάρχει ἡ ψυχὴ. σαφηνιστέον δὲ τὸν περὶ τούτου λόγον. πῦρ μὲν λέγουσιν οἱ τοῦτο τιθέμενοι τὸ ἔμφυτον θερμόν, οὗ φασιν ὄχημα εἶναι τὴν ψυχήν· ἐν τούτῳ γὰρ φαίνεται καὶ ἔνεστιν αὕτη, καὶ χωρὶς αὐτοῦ οὐ δύναταί τι ἐνεργῆσαι· νεκροποιὸν γὰρ τὸ ψυχρὸν καὶ ἀκινησίαν ἐμποιοῦν. ἡ γὰρ κι- νητικὴ καὶ ἡ θρεπτικὴ ψυχὴ καὶ αἱ ἄλλαι δυνάμεις αὐτῆς διὰ τοῦ ἐμφύτου 189 θερμοῦ ὡς δι’ ὀργάνου τινὸς τὰς πέψεις καὶ θρέψεις τοῦ ζῴου καὶ τὰς κινήσεις καὶ τὰς αὐξήσεις καὶ τὰς ἄλλας ἐνεργείας ἀποτελοῦσιν.]

[*](p. 129 b 22)

Κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων κεῖται τὸ ἴδιον.

Ὅτι δεῖ τὸν κατασκευάζοντα διὰ γνωριμωτέρων καθ’ ἑκάτερον [*](188) τῶν τρόπων τὴν ἀπόδοσιν τοῦ ἰδίου ποιεῖσθαι τῷ αὐτοῦ τοὺ πράγματος [*](18 — p. 376, 30 Leonis ἀπελέγχεται Leo: ἀποδέδοται aN 24 ἡ N Leo: om. a 26 φέρεται Leo αὐτὴ Leo: αὐτῇ aN 31. 32 lemma om. a κεῖται e κινεῖται corr. P 33 — p. 377,7 post p. 375, 9 collocat a 32 ὅτι δεῖ] δεῖ γὰρ a 34 τῶν τρόπων aD Arist.: τὸν τρόπον Α: τρόπον BP τὴν superscr. P: om. B τῷ aD: τὸ ABP τοῦ αὐτοῦ BP)

377
γνωριμώτερον εἶναι τὸ ιδιον καὶ τὴν ὕπαρξιν αὐτοῦ· εἰ γὰρ τι τούτων ενδεῖ, ἀσαφὴς ἡ ἀπόδοσις. προσθεὶς δὲ τὸ ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον, τῆς προσθήκης ταύτης αἰτίαν ἀπέδωκεν εἰπὼν τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μὲν τὸ καλῶς ἁπλῶς κατασκευάζουσιν, ὧν ὕστερον μνημονεύσει, οἱ δὲ κατὰ τοῦτο· ὁ γὰρ δείξας ἔχειν τι τόδε κατὰ τοῦτο καλῶς ἔχειν τὸ προκείμενον ἔδειξε, κἂν μὴ πάντῃ καλῶς ἔχῃ.

[*](p. 129 b 23)

Ἔσται γὰρ κατὰ τοῦτο.

[Εἰκότως πρόσκειται τὸ κατὰ τοῦτο, ἤγουν ὅτι κατὰ τούτους μὲν τοὺς τρόπους, καθό τε σαφὲς ὑπάρχει τὸ ἴδιον καὶ πρόδηλός ἐστιν ἡ τούτου ὕπαρξις, καλῶς ἀποδέδοται· κατὰ δὲ τοὺς ἄλλους τρόπους ἴσως, τουτέστιν εἰ μὴ ἀντιστρέφει, εἰ μὴ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, οὐχ εὑρεθήσεται καλῶς ἀποδοθέν. τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν κατὰ τοῦτο μόνον κατασκευάζουσιν αὐτὸ καλῶς ἀποδοθέν, ἤγουν κατά τε τὸ σαφὲς καὶ γνώριμον εἶναι τὸ ἴδιον καὶ κατὰ τὸ πρόδηλον εἶναι τὴν αὐτοῦ ὕπαρξιν, κατὰ δὲ τοὺς ἄλλους τρόπους, ἤγουν τό τε ἀντιστρέφειν καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχειν, ἴσως οὐ δεικνύουσι καλῶς ἀποδοθέν, οἱ δὲ ἁπλῶς δείξουσιν, ἤγουν κατὰ πάντα τρόπον καθ’ ὃν συνίσταται τὸ ἴδιον καλῶς ἀποδοθέν.]

Ἔπειτ᾿ ἀνασκευάζοντα μέν.

Εἴ τῶν ὀνομάτων, φησί, τῶν ἐν τῲ ἰδίω πλεοναχῶς λέγεται ἡ καὶ ὅλος ὁ λόγος πλείω σημαίνει, ἀσαφὲς τοῦτο ἔλεγχον παρέχει.

[*](1 τις P 2 ἔσται γὰρ P Arist. of. Waitz Organ. II p. 482: ἔσται δὲ AD: ἴδιον Β: οὐ γὰρ ἔσται a κατὰ τοῦτο om. a: post καλῶς collocat Arist. cf. vs. 8 3 post κείμενον add. δὲ ἴδιον a post προσθήκης add. δὲ Α ταύτης aB: ταύτην ADP ἀπέδωκεν αἰτίαν Α: αἰτίαν ἀποδέδωκεν P 3. 4 τὸν γὰρ κατασκευαστικὸν τόπον A(u) 4 τοῦ καλῶς om. Β post τοῦ καλῶς add. ἀποδεδόσθαι τὸ ἴδιον a τὸ] τοῦ Β 5 μνημονεύσει] c. —9 post οἱ δὲ add. τὸ καλῶς a post δείξας add. μὴ ABDP: om. a 6 ἔχειν τι τόδε] τόδε τι in ras. 10 lit. P2 τοῦτο] τοῦδε Β 7 παντὶ P —19 aN Leo 12 ἀντιστρέφει a Leo: ἀντιστρέψει N 21 — 23 ABDP: εἰ δέ που βουλοίμεθα ἀνασκευάσαι τὸ ἴδιον ὡς μὴ καλῶς ἀποδεδομένον, σκοπήσομεν σκοπήσωμεν N) εἰ τὸ ἴδιον δι’ ὁμωνύμου λέξεως ἀποδέδοται· οἷον ἐπεὶ τὸ (15) αἴσθησιν ἔχειν ὁμώνυμός ἐστι φωνή δηλοῖ γὰρ καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· καὶ γὰρ καὶ καὶ om. a) ὁ κοιμώμενος δοκεῖ αἴσθησιν ἔχειν, ἀλλὰ δυνάμει, οὐ μέντοι ἐνεργείᾳ· ὁ δὲ ἐγρηγορὼς ἔχει ταύτην ἐνεργείᾳ), τὸ αἴσθησιν ἔχειν ὡς ἴδιον ἀποδοθὲν ἀσάφειαν εἰργάσατο διὰ τὴν ὁμωνυμίαν· ἄδηλον γὰρ ἐπὶ ποίου σημαινομένου ἔλαβε τὸ αἴσθησιν ἔχειν, ἐπὶ τοῦ δυνάμει ἡ ἐπὶ τοῦ ἐνεργείᾳ aN Leo 21 ὀνομαστῶν D τῶν alterum om. Β 22 post ἀσαφὲς add. γὰρ ABD: om. P τοῦτο marg. D 22. 23 ἔλεγχον παρέχει om. Β)
378

Εἰκότως δὲ προσέθηκε τὸ ἢ καὶ ὅλως ὁ λόγος· οὐ μόνον γὰρ ἐπὶ τῶν ὁμωνύμων φωνῶν εὑρίσκεται τὸ πλεοναχῶς λέγεσθαι ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου, ὃ καλεῖται ἀμφιβολία, ὡς ἐν τῷ “γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ”· δύναται γὰρ καὶ διὰ λόγου ἀποδίδοσθαι τὸ ἴδιον, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτ·ικόν. δεῖ οὖν, φησίν, ὁρᾶν εἰ δι’ ὁμωνύμου φωνῆς ἀποδέδοται τὸ ἴδιον ἢ διὰ λόγου ἀμφιβολίαν ποιοῦντος, καὶ οὕτως ἀνασκευάζειν καὶ ἀποδεικνύναι μὴ καλῶς ἀποδεδομένον τὸ ἴδιον.

[*](p. 130 a 5)

Ἔτι δὲ πρὸς τούτοις.

ἔτι, φησί, πρὸς τούτοις ἔλεγχόν τινα <ἤ τινας> ἀφορμὰς ἐλέγχου παρέχει ἡ τοιαύτη ἀπόδοσις. ἐπεὶ γὰρ οὐ κατὰ πάντα τὰ σημαινόμενα ὑπὸ τοῦ πολλαχῶς λεγομένου τὸ ἴδιον δηλοῦται, ἔστι μεταφέροντα τὸ ὄνομα ἢ τὸν λόγον ἐπὶ τῶν ἄλλο τι σημαινόντων ἀνασκευάζειν τὸ ἀποδοθὲν ὡς οὐκ ἴδιον.

[Ἔλεγχος δέ ἐστι τὸ τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον. ἐν γὰρ τῇ τοῦ ἰδίου δι’ ὁμωνύμων λέξεων ἀποδόσει, οἷόν ἐστι τὸ αἴσθησιν ἔχειν, ἴσως ὁ μὲν ἀποκρινόμενος ἐξελάβετο αὐτὸ ἐπὶ τοῦ δυνάμει, ὡς διὰ τοῦτο καὶ τὸν κοιμώμενον λέγειν αἴσθησιν ἔχειν, ὁ δὲ ἐρωτῶν καὶ ποιῶν τὸν συλλογισμὸν οὐκ ἐπὶ τοῦ δυνάμει ἐκλήψεται τοῦτο ἀλλ᾿ ἐπὶ τοῦ ἐνεργείᾳ τοὺ διαφωνοῦντος καὶ διαφέροντος πρὸς τὸ δυνάμει, καὶ συλλογιεῖται ὅτι ὁ κοιμώμενος οὐκ ἐνεργεῖ κατὰ τὴν αἴσθησιν· ὁ δὲ μὴ κατὰ ταύτην ἐνεργῶν οὐχ ὁρᾷ· ὁ κοιμώμενος ἄρ οὐχ ὁρᾷ· πῶς οὖν σὺ φῄς τὸν κοιμώμενον αἰσθάνεσθαι; εἰ γάρ ᾐσθάνετο, καὶ ἑώρα.]

[*](p.130 a 8)

Κατασκευάζοντα δὲ εἰ μὴ πλείω σημαίνει.

Πόλλα γὰρ καθ’ αὑτὰ μὲν λεγόμενα οὐκ ἔστι τῶν πολλὰ σημαινόντων, συντεθέντα δὲ ἀλλήλοις πλείω σημαίνει· καὶ πάλιν ἔστιν ἃ καθ’ αὑτὰ μὲν λεγόμενα πλείω σημαίνει, συντεθέντα δὲ οὐκέτι, ὡς ἐδείχθη ἐν τῷ Περὶ τοῦ πολλαχῶς Θεοφράστου. ἐν γὰρ τῷ ἐπίστασθαι γράμματα τὸ συναμφότερον ἀμφίβολον μηδετέρου τῶν ὀνομάτων ὁμωνύμου ὄντος καθ’ αὑτό· [*](1—7 aN 1 ὅλος Arist. cf. p. 377, 22 3 Ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τ. σ. ἑ. Nauck 2 fr. ἀδεσπ. 188 4 τὸ νοῦ N: τὸν οὐ a 8 δὲ aB Arist.: om. ADP(P) 9 ἔτι—τούτοις aN: om. ABDP ἔλεγχόν τινα ABDP1: ἐλέγχων τινὰς P2 om. a ἤ τινας addidi ἐλέγχων Β 10 κατὰ om. P 11 ἀπὸ P: om. a ἔστι DP: τ ἔτι B: δεῖ a: om. A μεταφέροντας a: μεταφέρον Α 12 σημαινομένων ὄντων Α post σημαινόντων add. καὶ μὴ τὸ ἀποδιδόμενον ἴδιον a τὸ ἀποδοθὲν] αὐτὸ a 14 — 22 aN Leo 15 ἀποδώσει a 18 ἐκλήψεται Leo: ἐκλήψηται aN 20 ὅτι aN: οὕτως Leo 23 κατασκευάζοντα δὲ om. a 24 πολλὰ—25 σημαίνει BP: om. aAD 25 καὶ πάλιν ἔστιν ABD et omisso καὶ P: ἔστι γάρ τινα a 26 post λεγόμενα add. οὐ a post δὲ add. παρά τισιν Β ἐδείχθη om. a 27 ποσαχῶς BP Θεοφράστου sive — ὢ Β: Θεόφραστος φησίν a; Wimmeri fr. LVII γὰρ a: om. ABUP 28 ὄντος καθ’ αὐτὸ a: om. ABDP)

379
τὸ αὐτὸ καὶ τὸ τὸν Δίωνα τὸν Πλάτωνα τύπτειν· τὰ μὲν γὰρ ὀνόματα ἀπλᾶ, ὁ δὲ ἐξ αὐτῶν συγκείμενος λόγος ἀμφίβολος· πάλιν ἐν τῷ ‘ἀετὸς πέτεται, κύων ὑλακτεῖ τὰ μὲν ὀνόματα ὁμώνυμα, οἱ δὲ λόγοι ἁπλοῖ. τὸ δὲ κατὰ τοῦτο προστίθησιν, ὡς εἴρηται, ὅτι καὶ ἐνδέχεται ὡς ἴδιόν <τί> τινος ἀποδεδόσθαι οὐκ ὂν ἴδιον χωρὶς ὁμωνυμίας ἡ ἀμφιβολίας καὶ κατὰ ἄλλην τινὰ ἁμαρτίαν ἁμαρτάνειν τὸν ἀποδιδόντα τὸ ἴδιον· ὥστε οὐ πάντως ἴδιον ὃ μὴ τούτων τι ἔχει, ἀλλ’ ὅσον γε κατὰ τοῦτο ὑγιὴς ἡ ἀπόδοσις.

Κατασκευάζοντα οὖν, φησί, δεῖ σκοπεῖν εἰ τὸ ἀποδοθὲν ἴδιον οὔτε [*](190) δι’ ὁμωνύμου ἀπεδόθη φωνῆς οὔτε διὰ λόγου πλεοναχῶς λεγομένου, ὥσπερ εἴ τις θείη τοὐ πυρὸς ἴδιον εἷναι τὸ σῶμα εὐκινητότατον εἰς τὸν ἄνω τόπον· οὔτε γὰρ τὸ σῶμα αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον πλείω σημαίνει, ἀλλ’ οὐδὲ τὸ σύνολον, τουτέστι τὸ ἐκ τούτων συντιθέμενον, ἤγουν αὐτὸς ὁ λόγος δι’ οὗ ἀπεδόθη τὸ ἴδιον.

[*](p. 130 a 15)

Εἰ πλεοναχῶς λέγεται.

Πάλιν ἀνασκευάζοντα μέν, φησί, δεῖ σκοπεῖν εἰ πλεοναχῶς λέγεται τὸ ὑποκείμενον, οὗ τὸ ἴδιον ἀποδέδοται, καὶ οὐ διώρισται ποίου τῶν σημαινομένων <ὑπὸ τοῦ> ὑποκειμένου ἀποδέδοται τὸ ἴδιον· οὕτω γὰρ ἀποδοθὲν οὐ καλῶς ἀποδέδοται. [δι᾿ ἃς δὲ αἰτίας οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον, καὶ αὐτὸς μέν, ὥς φησιν, εἴρηκε πρὸ ὀλίγου, ἡμεῖς δ’ ἱκανῶς ἐπεσημηνάμεθα· τὰ γὰρ αὐτὰ κἀν τούτῳ συμβαίνειν ἄτοπα ἀναγκαῖον ἃ καὶ ἐν τοῖς πρότερον συνέβαινε. λαμβάνει οὖν εἰς παράδειγμα τὸ ἐπίστασθαι τοῦτο ὡς ὑποκείμενον, ὃ σημαίνει πλείονα· τὸ μὲν γὰρ σημαίνει ὅτι ἔχει αὐτὸ ἐπιστήμην, τὸ δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ, τουτέστι τὸ ἐπιστητὸν εἶναι αὐτὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν τοῦ ἐπίστασθαι τοῦτο ὑποκειμένου πειρᾶσθαι τὸ ἴδιον αὐτοῦ ἀποδιδόναι, πρὶν ἂν διορισθῇ ποίου τῶν σημαινομένων ὑπ’ αὐτοῦ ζητεῖται ἀποδοθῆναι τὸ ἴδιον. εἰ δὲ οὐ σημαίνει τὸ ὑποκείμενον πολλὰ ἀλλ’ ἕν, οἷον ὁ ἄνθρωπος, τότε δεῖ αὐτοῦ ἴδιον ἀποδοῦναι.]

[*](p. 130 a 17)

Δι’ ἃς δὲ αἰτίας, οὐκ ἄδηλόν ἐστιν ἐκ τῶν πρότερον 189 εἰρημένων.

Καὶ γὰρ ἀσαφὲς τὸ λεγόμενον τῷ μὴ γνώριμον εἶναι τίνος τῶν σητὸ 46 [*](1 αὐτό ABDP: om. a καὶ τὸ aDP: καὶ ΑΒ: fortasse κἀν τῷ post δίωνα add. καὶ D 2 συγκείμενος om. D 4 προσέθηκε a ὡς εἴρηται (scil. p. 377, 5 — 7) ABP: καὶ ἐνταῦθα a: om. D 5 τί addidi ἀποδίδοσθαι D ἀμφιβολίας ἢ ὁμωνυμίας aA καὶ a: om. ABDP 6 ἁμαρτάνειν ἁμαρτίαν Β 7 ante ἴδιον add. τὸ aD τούτων τι ἔχει] οὕτως ἔχον P 8 — 28 post p. 380,7 collocant aN: om. ABDP 14 λέγεται Arist.: λέγειτο (sic) a 17 ὑπὸ τοῦ addidi 20 ἐπισημῃνόμεθα a 22 τοῦτο superscr. Ν1 23 τὸ αλτερθμ Ν: ομ. a 31 post γὰρ add. εἰ a ἀσφαλὲς P τῷ aBDP2: τὸ AP1)

380
μαινομένων ὑπὸ τοῦ ὁμωνύμου τὸ ἴδιον ἀποδίδωσι, καὶ ἑ ἀφορμὴν ἀνασκευῆς, ἂν ἄλλο τι τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος, οὗ μή ἐστι τὸ ἀποδοθὲν ἴδιον, προχειρισά|μενος ἐπ’ αὐτοῦ ποιῆται τὸν ἔλεγχον.

[*](190)[*](p. 130 a 19)

Οἷον ἐπεὶ τὸ ἐπίστασθαι τοῦτο πολλὰ σημαίνει.

Τὸ ἐπίστασθαι τοῦτο δύο σημαίνει, ἢ τὸ ἐπιστήμην αὐτὸ ἔχειν ἢ τὸ ἐπιστήμην αὐτοῦ εἶναι, καὶ ἑκάτερον διχῶς, ἢ καθ᾿ ἕξιν ἢ κατὰ προχείρισιν.

[*](p. 130 a 29)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ πλεονάκις εἴρηκε τὸ αὐτὸ ἐν τῶ ἰδίω.

Κατὰ δύο τρόπους φησὶ συμπίπτειν τὸ πλεονάκις ἀποδίδοσθαι τὸ αὐτὸ ἴδιον· καθ’ ἕνα μέν, εἴ τις τὸ αὐτὸ ὄνομα δὶς ἢ τρὶς λάβοι ἐν τῇ ἀποδόσει τοῦ ἰδίου τὸ αὐτὸ ὄνομα πλεονάκις], οἷον εἰ πυρὸς ἴδιον ἀποδοίη τις λέγων σῶμα τὸ λεπτότατον τῶν σωμάτων· ἔλαβε γὰρ δὶς τὸ σῶμα· καθ’ ἕτερον δέ, ὅταν ἀντὶ ὀνομάτων λόγον ἀποδῷ, ὡς εἴ τις φήσειε γῆς ἴδιον εἶναι τὸ οὐσία ἡ μάλιστα κατὰ φύσιν φερομένη τῶν σωμάτων εἰς τὸν κάτω τόπον· εἴ τις γὰρ ἐνταῦθα μεταλάβοι τὸ ὄνομα τῶν σωμάτων εἰς τὸν λόγον αὐτῶν, ὅς ἐστι τὸ οὐσιῶν τοιωνδί, τουτέστι τριχῇ διαστατῶν μετὰ ἀντιτυπίας τὰ γὰρ τέσσαρα στοιχεῖα τριχῇ διαστατά εἰσι), τὸ ‘οὐσία᾿ πλεονάκις ἔλαβε. τεσσάρων δὲ ὄντων τῶν στοιχείων φανερον ὅτι ἡ γη τὸν κατώτατον ἐπέχει τόπον.

[*](p. 130 b 11)

Εἰ τοιοῦτόν τι ἀποδέδωκεν.

Εἰ κέχρηταί τις ἐν τῷ ἰδίῳ ὀνόματι κοινῷ καὶ πᾶσιν ἐφαρμόζοντι, οὐ καλῶς, φησίν, ἀποδέδωκε· τὸ γὰρ ἴδιον ἐκείνῳ μόνῳ τῷ ὑποκειμένῳ δεῖ προσεῖναι, οὗ ἐστιν ἴδιον, καὶ διαχωρίζειν αὐτὸ ἀπὸ πάντων τῶν ἀνομοειδῶν, ὡς καὶ τὰ ἐν τοῖς ὅροις λαμβανόμενα. οἷον ἐὰν εἴπω ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι, χωρίζω μὲν αὐτὸν ἀπὸ τῶν ἑτερογενῶν τῶν ἀναγομένων [*](1 ὑπὸ a: ἀπὸ ABDP ἀποδίδωσι τὸ ἴδιον D post καὶ add. ἄν D post καὶ addiderim δίδωσιν cf. p. 386,19 post ἀνασκευῆς add. ποιεῖται a 2 post ἄν add. δ’ Β ἀπὸ BP ἔστιν omisso τὸ P 3 ποιῆται aP: ποιεῖται ABD 4 ἐπεὶ a 3 Arist.: om. ABDP 5 τὸ γὰρ add. a) ἐπίστασθαι aAD: om. BP τοῦτο D: om. aABP δύο σημαίνει aAD: σημαίνει γὰρ δύο BP 8. 9 ἔσται δὲ συμπῖπτον i. e. p. 130 a 34 lemma in a 8 ἔπειτα—μὲν om. D 8.9 εἴρηκε τὸ αὐτὸ ADP(C): τὸ αὑτὸ εἴρηται Β et inv. ord. Arist. 10 — p. 381,13 aN: ἢ δ’ ὀνόματος ἢ διὰ λόγου. p. 130 b 2 ἔπειτα μεταλάβοι ἀντὶ τῶν σωμάτων τὸ τῶν Β) οὐδιὼν (τῶν add. B) τοιωνδί (τόδε Α), τ τουτέστι τριχῆ διαστατῶν Β, Pcorr.: διαστατὸν A, Ppr.: δι’ αὖ D) μετὰ ἀντιτυπίας (cf. vv. 17. 18) ABDP 10 συμπίπτειν τὸ scripsi: inv. ord. aN 12 τὸ—πλεονάκις delevi 22 ἐν τῶ N: om. a)

381
ἢ εἰς τὸ ποσὸν ἢ εἰς τὸ ποιὸν ἢ εἰς ἄλλην τινὰ τῶν κατηγοριῶν πλὴν τῆς οὐσίας, οὐ μὴν χωρίζω αὐτὸν καὶ ἀπὸ τῶν ὁμογενῶν, οἷον βοός, ἵππου ἤ τινος τῶν λοιπῶν. πάλιν ἐὰν εἴπω· ζῴου ἴδιον τὸ ἔμψυχον, κοινὸν ἀπέδωκα ἴδιον ἐμφαινόμενον καὶ τοῖς φυτοῖς. ἢ ὁ εἰπὼν ἐπιστήμης ἴδιον εἶναι ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου, ἓν ὄν· οὗτος γὰρ χρῆται τῷ ἑνί, ὅπερ ἐν πᾶσιν ὑπάρχει τοῖς οὖσιν· ἢ γὰρ τῷ γένει λέγονται ἕν, ὡς βοῦς, ἵππος, ἄνθρωπος, ἢ τῷ εἴδει ἕν, ὡς Σωκράτης καὶ Πλάτων, ἢ τῷ ἀριθμῷ, ὡς μονὰς ἢ τόδε τι ἄτομον, ἡ ἓν κατὰ συνέχειαν, ὡς ἅπας ὁ κόσμος. ὥστε οὐ καλῶς ἀποδέδοται κατὰ τοῦτο τὸ ἴδιον. τὸ γὰρ ἴδιον χάριν γνώσεως τοῦ πράγματος λαμβάνεται, οὗ λέγεται ἴδιον εἶναι, καὶ δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, τῶν ἄλλων εἰδῶν, ὥσπερ καὶ ὁ ὁρισμός· τὸ δὲ ἓν καὶ ὂν ὡς πᾶσι παρακολουθοῦντα τοῖς οὖσιν οὐ χωρίζουσι τὸ εἶδος ἀπό τινων, εἴ γε λάβοι τι τούτων ἐν τῷ ἀποδεδομένῳ ἰδίῳ.]

[*](p. 130 b 21)

Οὐδενὶ κέχρηται κοινῷ.

Eἴη ἄν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον, καθ’ ὅσον οὐ πρόσκειταί τι πᾶσιν ὑπάρχον· ἐπεὶ τό γε ἀποδεδομένον οὐκ ἴδιον ζῴου ἀλλ’ ἐμψύχου, ζῴου δὲ τὸ αἰσθητικόν, εἰ μὴ ἄρα ζῴου ἴδιον ὡς ἀεὶ ὑπάρχον.

[*](p. 130 b 23)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ ὡς ἕν.

Εἰ πλείω τις, φησίν, ἀπέδωκεν ἴδια τοῦ αὐτοῦ μὴ προσδιορίσας ὅτι πλείω | ἀπέδωκεν, ἁμαρτάνει· διὸ καὶ ἀναιρεθήσεται. ὥσπερ γὰρ ἐν τοῖς [*](191) ὅροις οὐ δεῖ πλείω λαμβάνειν παρὰ τὸν λόγον τὸν δηλοῦντα τὴν οὐσίαν, ὡς τὸ ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν πλατυώνυχον ὀρθοπεριπατητικόν’ περιττῶς γὰρ ἔχει κείμενα τό τε πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικόν), οὕτως οὐδ’ ἐν τοῖς ἰδίοις δεῖ πολλὰ ἴδια ἀποδίδοσθαι παρὰ τὸ ἓν ὄνομα τὸ σημαῖνον τὸ ἴδιον ἢ τὸν λό·ον τὸν ποιοῦντα τὸ ἴδιον.

[*](5 ὑπὸ scripsi ex Arist.: μετὰ aN λόγον a 7 ἤδει a 9 τὸ γὰρ—13 ἰδίῳ Leo 14—18 ABDP: τὸ δὲ λέγειν ἴδιον τοῦ ζῴου τὸ ψυχὴν ἔχειν ἔοικε γραφικὸν εἶναι σφάλμα. (45) οὐ γὰρ ἠγνόησεν ὁ φιλόσοφος μὴ εἶναι ἴδιον τοῦ ζῴου τὸ ψυχὴν ἔχειν· κοινὸν γὰρ τοῦτο καὶ τοῖς φυτοῖς. κεῖσθαι γὰρ μᾶλλον ὀφείλει ζῴου ἴδιον εἶναι τὸ αἰσθητικὸν εἶναι ὡς τοῦ αἰσθητικοῦ μόνῳ τῷ ζῴῳ ἐφαρμόζοντος aN οὐδὲν Β καλῶς — τὸ ἴδιον 0111. Α 16 πᾶσιν ὑπάρχον AD: ὁ πᾶσιν ὑπάρχει BP τό γε ADP: τὸ γένος Β 17 ζώου (ante ἀλλ’) om. D εἰ μὴ ADP: οὐ μὴν Β ἴδιον post ὡς collocat D: om. P ante ὡς add. τὸ Β 19 ἔπειτα — μέν om. a 20 ὡς ἐν om. a 21 — 28 aN 22 ἀπέδωκεν a: ἀποδέδωκεν N 23 παρὰ in ras. N1)
382
[*](p. 130 b 28)

Ἀχρεῖον γὰρ γίνεται τὸ τοιοῦτον.

Ὁτι ὁ τὰ πλείω ἴδια ὡς ἓν ἀποδιδοὺς δῆλον ὡς ἕκαστον αὐτῶν οὐχ ἡγεῖται αὔταρκες εἶναι πρὸς ἰδίου ἀπόδοσιν.

οἷον εἴ τις εἴποι πυρὸς ἴδιον εἶναι τὸ λεπτότατον καὶ κουφότατον· ἓν γὰρ τῶν δύο, ἢ τὸ λεπτότατον ἢ τὸ κουφότατον, περιττὸν καὶ ἀχρεῖόν ἐστιν. ἢ πάλιν ὁ εἰπὼν ‘ὕδωρ ἐστὶ σῶμα ὑγρὸν ἐν ἀλλοτρίῳ εὐόριστον᾿ ἓν μὲν ἴδιον ἀπέδωκε τῷ ὕδατι τὸ ‘σῶμα ὑγρόν᾿, ἕτερον δὲ τὸ ‘ἐν ἐν ἀλλοτρίῳ εὐόριστον᾿· τὸ γὰρ ὕδωρ ἐν μὲν τῷ οἰκείῳ τόπῳ ἀόριστόν ἐστι καὶ διακέχυται, ἐν ἀλλοτρίῳ δὲ τόπῳ περιορίζεται, οἷον ἐν κυάθῳ ἢ ἄλλῳ τινί. ὁ γὰρ ἀποδοὺς πολλὰ ἔοικεν ἀγνοεῖν ὅτι πολλὰ ἀποδέδωκεν. ἐὰν δὲ ἀποδῷ ἴδιον εἶναι ὑγροῦ τὸ εἰς ἅπαν ἄγεσθαι σχῆμα, καλῶς ἐποιήσατο τὴν τοῦ ἰδίου ἀπόδοσιν· εἰ γὰρ ἐν στρογγύλῳ τινὶ ἐμβληθείη, στρογγυλῶδες καὶ αὐτὸ γίνεται· ὁμοίως καὶ εἰ εἰς ἄλλο τι σχῆμα ὁποιονοῦν.

[*](p. 130 b 38)

Εἰ αὐτῷ προσκέχρηται.

Πάλιν ἀνασκευάζοντα μὲν δεῖ, φησί, σκοπεῖν εἰ αὐτῷ προσκέχρηται τῷ ὑποκειμένῳ οὗ ἐστι τὸ ἀποδιδόμενον ἴδιον. οἷον ἀνθρώπου μὲν ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἐὰν δὲ ἀποδῷ τις ἀνθρώπου ἴδιον τὸ ‘ζῷον λογικόν᾿, αὐτὸ τὸ ὑποκείμενον ἔλαβεν ἐν τῷ ἰδίῳ, καὶ ἔστιν αὐτὸ ἄγνωστον καὶ ζητούμενον ὁμοίως τῷ ὑποκειμένῳ· τὸ δὲ ἴδιον οὐκ ὀφείλει ἄγνωστον εἶναι· χάριν γὰρ γνώσεως τοῦ ὑποκειμένου εἴληπται.

[*](p. 130 b 39)

Ἢ τῶν αὐτοῦ τινι.

Τοῦτο] οὐχ οὐχ ἀπλῶς εἶπε· καὶ γὰρ ὁ καλῶς τὸ ἴδιον ἀποδιδοὺς προσχρῆταί τινι τῶν αὐτοῦ· τὸ γὰρ ἴδιόν τινος ἐκείνου τί ἐστιν. ἀλλ’ ἔστι τὸ τῶν αὐτοῦ λεγόμενον, ὅταν τῶν τοιούτων τινὶ ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται, ὃ δι’ αὐτοῦ ἐκείνου. οὗ τὸ ἴδιον ἀποδίδωσι, γνωρίζεται, ὡς διὰ τῶν παραδειγμάτων δηλοῖ. ὁ γὰρ ἀποδιδοὺς ζῴου ἴδιον οὐσίαν, ἧς [*](1—3 ABDP: om. aN 2 ὅτι BDP: ἐπεὶ Α ὁ om. P ἕκαστον ABD: ἓν τῶν P 4 — 21 aN 10 an ὁ δὲ? 22 — p. 383,4 ABDP: ὁμοίως καὶ εἰ ληφθείη τι τῶν τοῦ ὑποκειμένου ὕστερον, (20) ἤγουν ὑστερογενὲς αὐτοῦ, ὡς ἴδιον αὐτοῦ, οὐ καλῶς ἀποδίδοται τὸ ἴδιον· τὰ γὰρ ὕστερα πιστοῦνται ἀπὸ τῶν πρώτων, οὐ μὴν τὰ πρῶτα ἀπὸ τῶν ὑστέρων. εἰ οὖν λαμβάνοιμέν τι τοῦ ὑποκειμένου ὕστερον ὡς ἴδιον αὐτοῦ, οὐκ ἔσται γνωριμώτερον οὕτως τὸ ἴδιον· οὐ γὰρ ἄν γένοιτο ἡμῖν τὸ ὑποκείμενον διὰ τοιούτου ἰδίου γνώριμον. ὁ γὰρ εἰπὼν ἴδιον τοῦ ζῴου οὐσίαν, ἧς εἶδός ἐστιν ὁ ἄνθρωπος, ἥμαρτε λαβών τι τοῦ ζῴου· μέρος γὰρ (25) ζῴου ὁ ἄνθρωπος καὶ ὑστερογενὲς αὐτοῦ aN 23 οὐχ ἀπλῶς BD: ἀπλῶς οὐκ AP καλῶς om. D post ἀποδιδοὺς add. οὐ Β 24 et 26 προσκέχρηται BP 24 αὐτῶν AP ἐστι AP: ἔτι B: εἴη D 25 ante αὐτοῦ add. τοῦ Β ὅταν ADP: ἔστι B 26 γνωρίζοντι B 27 ἧς] νοῦν Α)

383
εἶδός ἐστιν ἄνθρωπος, ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται τῷ ἀνθρώπῳ, ὃ τοῦ ζῴου τί ἐστι καὶ δι’ ἐκείνου γνωρίζεται· λέγομεν γὰρ τὸν ἄνθρωπον ζῷον τοιόνδε, πρὸς τὴν δήλωσιν αὐτοῦ τῷ ζῷον εἶναι προσχρώμενοι.

Εἰ δὲ μήτε αὐτῷ τῷ ὑποκειμένῳ κέχρηται ἐν τῷ ἰδίῳ μήτε μηδενὶ τῶν αὐτοῦ τοὐ ὑποκειμένου· μερῶν, καλῶς ἄν ἀποδοίη τὸ ἴδιον· οἷον εἴ τις ἀποδοίη τοῦ ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, καλῶς ἄν ἀποδοίη. ἀλλ’ ἐστιν ἔνστασις τούτου· ἡ ψυχὴ γὰρ καὶ τὸ σῶμα ἑκάτερόν τι τοῦ ζῴου ἐστίν, ὥστε οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον. λύεται δὲ ἡ ἔνστασις οὕτως, ὅτι εἰ καὶ εἰσὶ μέρη τοῦ ζῴου τὸ σῶμα καὶ ἡ ψυχή, ἀλλ’ οὐκ εἰσὶν ὑστερογενῆ τοῦ ζῴου ἀλλ’ ἅμα· οὐδὲ γὰρ δυνατόν ἐστι νοῆσαι ζῷον μὴ εὐθὺς συνεπινοοῦντας καὶ ψυχὴν καὶ σῶμα.

[*](p. 131 a 12)

Tὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων σκεπτέον ἐστί.

Τὰ μὲν γὰρ μὴ ποιοῦντα τὸ ἴδιον γνώριμον εἰς ἀνασκευὴν ληπτέον αὐτοῦ, τὰ δ’ αὖ ποιοῦντα εἰς κατασκευήν. εἰ μὲν γὰρ τὰ λαμβανόμενα ἐν τῷ ἰδίῳ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καλῶς ἀποδέδοται τὸ ἴδιον, εἰ δὲ μὴ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον, οὐ καλῶς ἀποδέδοται.]

[*](p. 1310a 13)

Ἀνασκευάζοντα μὲν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει.

Κειμένου ὅτι ἡ τοῦ ἰδίου ἀπόδοσις γνώριμον τὸ πρᾶγμα ποιεῖ, λέγει [*](1 ante ἄνθρωπος add. ὁ AB(CPu) προσχρήσεται BP 3 τοιονδὶ Β ζῶον alterum AD: ζώω BP 4 post προσχρώμενοι add. καὶ ἄλλως. εἰ ἢ Α) αὐτῷ προσχρῆται οὗ τὸ ἴδιον ἀποδίδωσιν ἢ τῶν αὐτοῦ τινί. αὐτὸ μὲν μὲν om. Β) γὰρ ἑαυτῷ ὁμοίως ἄγνωστον, τὸ δέ τι τῶν τῶν om. Β) αὐτοῦ τούτων Β) ὕστερον αὐτοῦ καὶ οὐκ ἔστιν αὐτοῦ ἔσται τούτου P: ἂν τούτου Β) γνωριμώτερον ABDP 5 — 12 aN 5 κέχρηται aN(C): χρῆται Arist. G ἄν ἀποδοίη a: ἄν ἀποδώσει Ν 13 ἄλλων] λοιπῶν a σκεπτέον ἐστί om. a ἐστί om. BD post ἐστί add. τῶν μὴ ποιούντων γνώριμον BP 14 — 18 aN 15 εἰ μὲν — ἀποδέδοται (18) Leonis 19. 20 lemma ante p. 384,10 καλῶς collocant ABDP: εἴ τινι προσκέχρηται ἡ ἀντικειμένῳ lemma in a 19 εἴ τινι] εἴ τι τινὶ προσκέχρηται· εἰ τινὶ μὴ Β ἢ om. Α 21 — p. 384,4 τὰ ἐναντία ABDP: εἴ τινι, φησίν, ἀντικειμένῳ τῷ ἰδίῳ προσκέχρηταί τις εἰς τὴν τοῦ ἰδίου ἀπόδοσιν, οὐ καλῶς ποιεῖται τὴν ἀπόδοσιν τοῦ ἰδίου· τὰ γὰρ ἀντικείμενα ἅμα εἰσὶ τῇ φύσει, τὰ δὲ ἅμα τῇ φύσει ἢ ὕστερα οὐ ποιεῖ τὸ ὑποκείμενον γνωριμώτερον. διὰ τοῦτο τὸ ἀποδιδόμενον ἴδιόν τινος (40) πρότερον (adde δεῖ) εἶναι τῇ φύσει καὶ γνωριμώτερον, ἵνα καὶ τὸ ὑποκείμενον ποιῇ γνώριμον. οἷον ὁ θεὶς τοῦ ἀγαθοῦ ἴδιον τὸ ἐναντίον τῷ κακῷ ἀντικείμενον ἔλαβεν εἰς τὴν ἀπόδοσιν τοῦ ἰδίου καὶ διὰ τοῦτο ἁμαρτάνει· ἐχρῆν γὰρ αὐτῷ αὐτὸ a) λαβεῖν Νοτερὸν τῇ φύσει καὶ γνωριμώτερον εἰς τὴν τοῦ ἰδίου ἀπόδοσιν. ὡσαύτως καὶ εἰ λάβοι τὸ ἴδιον ὕστερον τῇ φύσει ὃν τοῦ ὑποκειμένου, ὡς εἴ τις εἴποι ἀνθρώπου ἴδιον τὸ νοῦν καὶ ἐπισήμην (45) δέχεσθαι ἢ τὸ ἐν γήρα πολιοῦσθαι· ταῦτα γὰρ ὕστερα τοῦ ἀνθρώπου. ἄμα δὲ τῇ φύσει οὐ μόνον τὰ ἀντικείμενά εἰσι κατὰ τὴν τῶν ἐναντίων ἀντίθεσιν ἀλλὰ καὶ τὰ κατὰ τὴν τῶν πρός τι aN 21 τοῦ ἰδίου ἡ P)

384
[δὲ] ὅτι μὴ καλῶς ἀποδίδοται, ὅταν διὰ τῶν ὁμοίως ἀγνώστων ἢ διὰ τῶν ἀσαφεστέρων ἀποδιδῶται. ἔστι δὲ ὁμοίως μὲν ἀσαφῆ τὰ ἅμα τῇ φύσει ὄνια τοῖς ἀποδιδομένοις, ὥσπερ δὲ γνωρίσματα τὰ ὕστερον τῇ φύσει ὄντα. ἔστι δὲ τῶν ἅμα τῇ φύσει τῶν ἀντικειμένων τὰ πρός τι καὶ τὰ ἐναντία. ἐν γὰρ τῇ ἀντιφατικῇ ἀντιθέσει καὶ τῇ καθ’ ἕξιν καὶ στέρησίν ἐστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον· ἡ μὲν γὰρ κατάφασις τῆς ἀποφάσεως, [*](192) ἡ δὲ ἕξις τῆς στερήσεως. ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν πρός τι, εἰ μὴ διὰ τῶν ἀντικειμένων ἐπὶ τούτων ἥ τε τοῦ ὁρισμοῦ ἀπόδοσις καὶ ἡ τοῦ ἰδίου γίνεται· τούτοις γὰρ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. ἢ ὡς ἐνδόξως λεγομένοις δεῖ προσέχειν τοῖς ἐνταῦθα. καλῶς δὲ πρόσκειται τὸ ἢ ὅλως ἅμα τῇ φύσει, ἐπειδὴ καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἅμα τῇ φύσει.

[*](p. 131 a 20)

Κατασκευάζοντα δὲ εἰ μηδενὶ προσκέχρηται μήτ’ ἀντικειμενῳ.

Πόθεν οὖν ληπτέον τὰ ἴδια, εἰ μήτε ἐκ τῶν ἅμα μήτε ἐκ τῶν ὑστέρων μήτε ἐκ τῶν προτέρων, ἵνα μὴ γένηται ὅρος; ἢ ἐκ τῶν ὑστέρων οὐ τῇ γνώσει ἀλλὰ τῷ πράγματι.

[*](p. 131 a 27)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ μὴ ἀεὶ παρεπόμενον.

Ἐν τῇ διαιρέσει τοῦ ἰδίου ἀπέκρινε μὲν τὸ πρὸς ἄλλο λεγόμενον ἴδιον καὶ τὸ ποτέ· ἐτήρησε δὲ ὡς κυρίως ἴδια λεγόμενα τό ·τε καθ’ αὑτὸ καὶ τὸ ἀεί, περὶ ὧν καὶ τοὺς τόπους παραδίδωσι τοῦ καλῶς ἢ μὴ ἀποδίδοσθαι. [*](1 δὲ delevi καλῶς ABP: ἀπλῶς D ὅταν D: ὅτι Α: ὅτι καὶ B: ὅτε (??) P ὁμοίων Α διὰ altenira om. D 2 ἀποδιδῶται D: ἀποδίδοται ABP 2. 3 τἄ ἅμα τῇ φύσει ὄνια post ἀποδιδομένοις collocat D: om. Α 2 τὰ om. P 3 ἀποδεδομένοις Α ὥσπερ BDP: ὡς πᾶν Α γνωρίσματα BP: γνώρισμα AD ὕστερα P 4 ante πρός add. τε Β 5 στέρησιν aB: στερήσει Α: στέρησις D: η στέρ P ἔστι DP: om. aAB 6 ἀποφάσεως BD: ἀντιφάσεως aAP a 7 ἕξις D τῆς om. Α ἐπιζητήσοι Α: ἐπιζητῇ P 8 τοῦ piius om. D i) τῶι corr. e τὸ P 10 ἐνδόξως DP: ἐνδόξοις aAP προσέχειν] καὶ ἔχειν Β καλῶς—11 φύσει om. D δὲ a: om. ABP cf. n. ad p. 383, 19. 20 προσέθηκεν a 11 τὸ om. a ἢ] εἰ P ἐπεὶ Α 12 ἅμα om. BP 14 post ἀντικειμένῳ add. ex Arist. μήτε ὅλως ἄμα τῇ φύσει μήθ’ ὑστέρῳ a 15 οὖν AD: om. aBP 16 ante ὅρος add. ὁ Α ἡ om. aB 18 εἰ τὸ μὴ ἀεὶ παρεπόμενον ἴδιον ἀποδέδωκεν lemma in a 19 ἐν — ἰδίου om. a: ἐν et τοῦ ἰδίου om. Α μὲν om. P πρὸς] τε καὶ Β 20 ἐτήρησε—21 ἀεί] τοῦ κυρίως ἰδίου τοῦ τε καθ’ αὐτὸ δηλονότι καὶ τοῦ ἀεί a ἔστησε A: ἐήρ P λεγόμενα ἴδια B 21 post ὧν add. ἰδίων Β τοὺς oin. a παραδίδωσι scripsi cf. p. 390,2: ἀποδίδωσι ABDP: παρέδωκεν a τοῦ—ἀποδίδοσθαι] τοῦ τε καλῶς ἀποδεδομένου ἰδίου καὶ τοῦ μὴ καλῶς a ἀποδεδόσθαι Α)

385
τοιοῦτος δὲ καὶ ὃν νῦν τίθησιν, εἰ τὸ ἀποδεδομένον ἴδιον μὴ ἀεὶ παρακολουθεῖ τῷ πράγματι οὗ ἀποδέδοται, ἀλλὰ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὔ· τὸ γὰρ τοιοῦτον συμβεβηκὸς καὶ οὐκ ἴδιον. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὃ γίνεταί ποτε μὴ ὑπάρχον᾿ εἶπεν ὃ γίνεταί ποτε μὴ ἴδιον. τὸ γὰρ τοιοῦτον οὐδ’, ὅτε ὑπάρχει, ἴδιόν ἐστι διὰ τὸ μὴ ἀντιστρέφειν πρὸς τὸ οὗ λαμβάνεται ἴδιον· οὔτε γὰρ ᾧ ὑπάρχον καταλαμβάνεται τὸ οὕτως ἀποδοθὲν ἴδιον, κατὰ τούτου καὶ τὸ ὄνομα ἐξ ἀνάγκης ἀληθεύεται πράγματος οὗ ἀπεδόθη ὡς ἴδιον, διὰ τὸ καὶ ἄλλοις ὑπάρχειν, οὔτε ᾧ μὴ καταλαμβάνεται ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τὸ ὄνομα τοῦ πράγματος· ἐνδέχεται γάρ, ᾧ μὴ ὑπάρχει αὐτό, εἶναι. ἐπὶ δὲ τῶν ἰδίων, ἐφ’ ὧν τὸ ἴδιόν τινος ἀληθές, καὶ τοὔνομα πάντως, καὶ οἷς μὴ ὄντως ὑπάρχει τὸ ἴδιον, οὐδὲ τὸ ὄνομα τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καὶ εὐλόγως, εἴπερ τὸ ἴδιον μόνῳ ἐκείνῳ ὑπάρχει οὗ ἐστιν ἴδιον.

Προστίθησι τοῖς εἰρημένοις, ὅτι εἰ τοιοῦτόν ἐστι τὸ ἀποδοθὲν ἴδιον ὡς ποτὲ μὲν ὑπάρχειν ποτὲ δὲ μὴ τῷ πράγματι, οὐδ’ ὅτε ἀποδίδοταί τι- νος, ἔσται φανερὸν εἰ τότε ὑπάρχει αὐτῷ, εἴ γε τοιοῦτόν ἐστιν ὡς ποτὲ μὲν ἀπολείπειν καὶ χωρίζεσθαι αὐτοῦ ποτὲ δὲ ὑπάρχειν αὐτῷ. ὥστε οὐ σαφὲς οὐδὲ φανερὸν #x003E]; ὑπάρχει, εἰ ἐνδέχεται αὐτὸ καὶ μὴ ὑπάρχειν ποτέ· τὸ δὲ μὴ ὑπάρχον τινί, ὅτε μὴ ὑπάρχει, τότε λέγεσθαι αὐτοῦ ἴδιον ἀτοπώτατον. τὸ δὲ ποτὲ ἴδιον αὐτὸς μετὰ προσθήκης λέγει τοῦ ποτέ, ἁπλῶς δὲ οὔ, ὅτι μηδὲ κυρίως ἴδιον. οὗτος δὲ ὁ τόπος καὶ οἱ ἑξῆς οὐ μόνον τοῦ καλῶς ἢ μὴ λαμβάνεσθαί εἰσι δεικτικοί, ἀλλὰ καὶ τοῦ εἰ ἴδιόν ἐστιν ·ἢ οὔ.

[*](p. 131 a 32)

Ἔτι δὲ πρὸς τούτοις.

Ἔτι δέ, φησί, πρὸς τούτοις οὐδ’ ὅτε τυχὸν ἀπέδωκέ τις τῷ Σωδὲ] [*](1 οὖν ἐστιν a ἐκτίθησιν a ἀποδεδομένον aA: ἀποδιδόμενον BDP post ἀποδ. add. λέγων a 2 παρακολουθεῖ BP: παρακολουθεῖν Α: παρακολουθείη a: compend. D ἀποδίδοται P post ἀποδ. add. ἴδιον a 3 δὲ alterum om. Β 4 μὲν pro altero μὴ A 6 ὑπάρχον ex Arist. scripsi cf. vs. 9: ὑπάρχει aABD: ὑπάρχειν P 7 τοὔνομα Β Arist. 8 ὁ μὴ ΑΒ 9 ὑπάρχον ex Arist. scripsi ut vs. 6: ὑπάρχειν libri τοῦτο P 9. 10 τὸ ὄνομα D: τοὔνομα aABP Arist. 10 ὃ A et corr. ex ὧ Β αὐτὸ P: αὐτῷ aABD: αὖθις sive εἰσαῦθις conicio 11 ἀληθές D: ἀληθῶς aABP οἶς] ἐφ’ ὧν a μὴ a: om. ABDP 12 ὄντως P: οὕτως aABD οὐδὲ τὸ] οὐχ ἕτερον P καὶ om. Β 13 εἴπερ a: εἰ ABDP ἴδιον οὗ ἐστιν A 15 τῷ πράγματι ποτὲ δὲ μὴ a ὅτε aAD: ὅταν BP post ὅτε superscr. οὕτως D 15. 16 τινὰ a 16 ὑπάρχον Α γε om. Β 17 ποτὲ δὲ δὲ N: om. a) ὑπάρχειν aN: 0111. ABDP 18 εἰ prius addidi αὐτῶ D μὴ om. B 19 ὅτε] οὔτε Β αὐτοῦ scripsi: αὐτὸ aABP, superscr. D 20 δὲ scripsi: γὰρ libri post, προσθήκης add. ἴδιον AB τοῦ ποτὲ aAD: τούτου BP ἁπλῶς—21 ἴδιον om. Α 21 ὅτι—ἴδιον ἴδιον om. a ὅτε P μηδὲ DP: μὴ Β post κυρίως ἴδιον add. εἰς τὸ ῥητὸν ῥηθὲν Β) τοῦ αὐτοῦ τόπου. οὔτε γὰρ ἐφ’ ᾦ καταλαμβάνομεν ὑπάρχον αὐτὸ αὐτὸ ὑπάρχον D) καὶ ἑξῆς ἐστὶν οὐκ add. B, sed parum liquet; fortasse ἐστ’ οὔκουν): — τουτέστιν οὐκ ἀντιστρέφει ἡ πρὸς τὸ οὐ λαμβάνεται τὸ τὸ om. D) ἴδιον τοῦ πράγματος οὐ (l. οὐ) λαμβάνεται ἴδιον. εἰς τὸν αὐτὸν τόπον. ἔπειτα ἐπεὶ ἀνασκευάζοντα μὲν εἰ τὸ μὴ μὴ τὸ Β) ἀεὶ παρεπόμενον ἴδιον ἀποδέδωκεν ἀπέδωκεν D) BD οὗτος — 22 οὐ om. P δὲ alterum aN: om. ABD 22 καλοῦ Β ἡ prius superscr. Β post μὴ add. καλῶς a οὔ AD: μή aB 23 — p. 386,19 aN)

386
κράτει τὸ κινεῖσθαι ἴδιον, ἔσται φανερὸν ὅτι ὑπάρχει τῷ Σωκράτει τὸ περιπατεῖν· οὐ μόνον γὰρ οὐκ ἔστιν ἴδιον, ἀλλὰ καὶ ζητεῖται εἰ τῷ Σωκράτει ὅλως ὑπάρχει, εἴπερ τοιοῦτον ἀποδέδωκεν ἴδιον οἷον ἀπολείπειν, ἤγουν ὃ ἐνδέχεται καὶ μὴ ὑπάρχειν· ἄδηλον γὰρ εἰ ὁ Σωκράτης περιπατεῖ. οὐ τοίνυν ἔσται σαφὲς καὶ γνώριμον τὸ ἴδιον, ὅπερ γίνεται καὶ μὴ ἴδιόν ποτε τοῦ ζῴου· ἐνδέχεται γάρ ποτε καὶ ἵστασθαι. οὗτος δὲ ὁ τόπος ἐστὶν ἀπὸ τῆς ὑπάρξεως.

[*](p. 131 b 5)

Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ νῦν ἴδιον.

[Ἔπειτα, φησί, θεωρητέον ἀνασκευάζοντα εἰ τὸ ἀποδοθὲν ἴδιον οὐκ ἀεί ἐστιν ἴδιον ἀλλὰ νῦν· οἷον τὸ τὸν Σωκράτην καθῆσθαι μετά τινος ἀεί ἐστιν ἴδιον ἀλλὰ νῦν, ὅτε κάθηται. εἰ γοῦν ὁ τοῦτο ἀποδιδοὺς οὐ διωρίσατο καὶ δῆλον ἐποίησεν ὡς νῦν ἴδιον τοῦτο λέγει, οὐ καλῶς ἀπέδωκεν. εἰ γὰρ οὐ προσέθηκε τὸ νῦν ἀλλ’ ἀπολύτως εἶπε, φαίνεται δοξάζων τοῦτο ἀεὶ ἴδιον εἶναι τοῦ Σωκράτους· εἰώθαμεν γὰρ τὰ ἀεὶ ὑπάρχοντα ἀποδιδόναι ἴδια. εἰ δὲ παρὰ τὸ ἔθος οὐκ ἀποδέδωκε τὸ ἀεὶ ὑπάρχον ἴδιον ἀλλὰ τὸ νῦν, ἔδει αὐτὸν τέως προσδιορίσασθαι καὶ προσθεῖναι τὸ νῦν, ἵνα φανερὸν ποιήσῃ ποταπὸν ἴδιον ἀποδέδωκε. διὰ τοῦτο δέδωκεν οὗτος ἀφορμὴν τῷ προσδιαλεγομένῳ ἐπιτιμῆσαι καὶ μέμψασθαι αὐτόν. δεῖ γοῦν προσέχειν μὴ ἀφορμὰς διδόναι ἐπιτιμήσεως.]

[*](p. 131 b 19)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον, ὃ φανερὸν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει.

Τουτέστιν εἰ πρὸς τὴν αἴσθησιν ἀποδέδωκε τὸ ἴδιον καὶ οὐ πρὸς τὴν φύσιν τοῦ πράγματος· τοῦτο γὰρ οὐ τὸ πρᾶγμα ὅ τι ἐστὶν ἐξηγεῖται, ἀλλὰ πῶς ἔχει πρὸς τὴν αἴσθησιν. διὸ καὶ συμβέβηκε τὴν τοιαύτην ἀπόδοσιν εἰς τὸν προειρημένον τόπον ἐμπίπτειν· τὸ γὰρ ἀεὶ οὐ διασώζει· ὅταν γὰρ ἔξω γένηται τῆς αἰσθήσεως, χωρίζεται αὐτοῦ δῆλον ὅτι τὸ ἴδιον.

[*](3 ἀπολείπει N 5 immo εἴπερ 9—17 ἀποδέδωκε Leouis 10 μετά τινος Leo: superscr. Ν1, ut videtur: om. a 11 οὐ aN: μὴ Leo 12 οὐ N Leo: ora. a 15 post ἔθος add. τις Leo ὑπάρχον N Leo: ὑπάρχειν Α 20. 21 εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον lemma in a 20 ἀποδέδοται Α: ἀπέδωκε D 21 ἄλλως ἔστιν P χ ὑπάρχειν Β: ὕπαρ Α αἰσθήσεως Α: σθήσει periit in D post αἰσθ. add. ἴδιον ἀποδέδωκεν ὃ φανερὸν μὴ ἔστιν ἄλλως ὑπαρ ἢ αἰσθήσεως A: ἴδιον ἀποδέδωκεν Β 22 — 26 ABDP: καὶ πάλιν ἀνασκευάζοντα, φησίν, εἰ τοιοῦτον ἀποδοθείη τὸ ἴδιον οἷον αἰσθητὸν ὂν οὐκ ἔστιν ἄλλως φανερὸν εἶναι ἢ δι’ αἰσθήσεως, οὐ καλῶς ἀπεδόθη. ἅπαν (p. 193) γὰρ αἰσθητὸν μέχρις οὗ ὑποπίπτει τῇ αἰσθήσει, ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις· ἐπὰν δ’ ἔξω γένηται τῆς αἰσθήσεως, ἀφανὲς γίνεται. εἰ οὖν ἔξω τῆς αἰσθήσεως γένοιτο τὸ ὑποκείμενον, ἄδηλον εἰ ἔτι ὑπάρχει (corr. ὑπάρχοι Ν) ἴδιον διὰ τὸ τῇ αἰσθήσει μόνον γνωρίζεσθαι aN 23 οὐ P: om. AD 23 οὐ om. A 25 ἐμπίπτειν om. Α οὐ — p. 387, 1 ἴδιον initio paginae periit in P)
387
[*](p. 13lb20)

οὐ γὰρ ἔσται καλῶςκείμενον τὸ ἴδιον.

[*](193)

οὐ καλῶς φησιν ἀποδίδοσθαι καὶ ὅσα ἄλλα τοιαῦτα ἀποδιδόασιν, ἃ οὐχ οἷόν τε ἄλλως γνωρίσαι εἰ ὑπάρχει τῷ πράγματι ἢ δι’ αἰσθήσεως· αἴτιον δὲὅτι τὰ αἰσθητὰ ἔξω γινόμενα τῆς αἰσθήσεως ἄδηλά ἐστιν εἴτε ἔτι ὑπάρχει εἴτε μή. εἰ γὰρ εἴη μέν τι ἴὸιον, <δῆλον> ὅτι ἀεὶ ὑπάρχει τῷ πράγματι οὗ ἴδιον· τοῦτο δέ, αἰσθήσει μόνῃ γνωριζόμενον ὅτι ὑπάρχει τῷ πράγματι οὗ ἀπεδόθη ἴδιον εἶναι, ἄδηλον εἴτε ἀεὶ ὑπάρχει τῷ πράγματι εἴτε μή · ἄτοπον δὲ τοῦτο. γίνεται δὲ τοῦτο ἐπὶ τούτων ὧν μὴ ·ἀεὶ οἷόν τέ ἐστιν αἰσθάνεσθαι· τῇ γὰρ αἰσθήσει μόνῃ τοῦτο γνωρίζεται, ᾗ οὐκέτι μετὰ δύσιν ἀντιληπτόν ἐστιν, ἢ εἰ καὶ ἔστιν, ἀλλ’ οὐ ταύτῃ ᾗ καὶ πρότερον, ἀλλ’ ἄλλῃ τε καὶ ἄλλῃ. ἔσται δὲ ἀληθὲς τοῦτο ἐπὶ τῶν μὴ ἐξ ἀνάγκης ἀεὶ παρακολουθούντων, τουτέστιν ἐφ’ ὧν ἄδηλόν ἐστι καὶ ἀμφισβητούμενον εἰ καὶ ἐξ ἀνάγκης ἀεὶ παρακολουθεῖ τῷ πράγματι. εἰ γὰρ εἴη γνώριμον τῷ ἐξ ἀνάγκης αὐτὸ παρακολουθεῖν τῷ πράγματι, τὸ αἰσθητὸν [ἢ] τὸ ἀποδεδομένον οὐκ ἀνασκευασθήσεται. οἷον εἴ τις ἀποδοίη τοῦ ἡλίου ἴδιον τὸ ἡμεροφαὲς ἄστρον • τοῦτο γὰρ οὐκ ἐξ ἀνάγκης ἕπεται τῷ ἡλίῳ· ὥστε οὐκ ἔσται καλῶς ἀποδεδομένον τὸ ἴδιον κατὰ τοῦτο· ἄδηλον γὰρ ἔσται τὸ τοιοῦτον ἴδιον δύνοντος τοῦ ἡλίου καὶ ὑποκάτω τῆς γῆς φερομένου· οὐκέτι γὰρ ἡμεροφαὲς τότε ἐστὶ διὰ τὸ μὴ τὴν αἴ- σθησιν ἡμῶν ἀντιλαμβάνεσθαι τοῦ ἡλίου ὑπὸ γῆν φερομένου· ἔστ’ ἄν γὰρ ὑπὲρ κορυφῆς τῶν ἀνθρώπων φέρηται, ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις.

Κατασκευάζοντα δέ, φησίν, εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον σκοπεῖν, ὃ μὴ τῇ αἰσθήσει φανερόν ἐστιν, ἤτοιὃ οὐκἔστιναἰσθητόν, ὡς τὸ νοῦ καὶ ἐπιστήμης <δεκτικὸν> τοῦ ἀνθρώπου ἡ τὸ γελαστικόν, ἢ ὃ αἰ- σθητὸνὃν ἐξἀνάγκης[δ’]ὑπάρχονδῆλόνἐστιν, ὅτιτοιοῦτονἀπεδόθη, οἷον εἰ καὶ ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις, ἀλλ’ ἐξ ἀνάγκης ἕπεται τῷ ὑποκειμένῳ. οἷον ὁ θέμενος ἴδιον τῆς ἐπιφανείας ὃ πρῶτον κέχρωσται αἰσθητῷ τινι μὲν κέχρηται τῷ ἰδίῳ τῆς ἐπιφανείας, τουτέστι τῷ κεχρῶσθαι· τοιοῦτον δέ ἐστι τὸ ἴδιον ᾧ κέχρηται, ὅ τι φανερόν ἐστιν ἀεὶ ὑπάρχον τῇ [*](1 ante lemma add. εἰς τὸ ῥητὸν τοῦ αὐτοῦ ιβ (δωδεκάτου D: om. Β) τόπου ABD lemma om. a 2 post καλῶς add. οὖν a ἁ om. BP 4 δὲ] τό a αἰσθητικὰ Α 5 ἔτι om. a γὰρ scripsi: δ’ libri μέν τι sciipsi: μὲν τὸ BDP: τὸ μὲν aA δῆλον addidi G post οὗ add. ὑπάρχει a δὲ Β: δ’ a: om. ADP αἰσθήσεως Α μόνον a A 7 ὑπάρχει aAD: ἀπεδόθη ὑπάρχειν BP 7.8 εἴτε μὴ xw πράγματι 1) 8 αἰεὶ, ut videtur, A 9 ἐστιν superscr. P : om. a τῇ] τὸ Β μόνῃ po.st τοῦτο coUocat a: ora. Β ᾖ— 11 τοῦτο] καὶ a ἡ 1): ἡ Α: ὁ Β· ἦι corr., ut videtur, ex ἧι P 10 δύναμιν Β ἢ εἰ scripsi: εἰ ADP: ἢ Β ἡ AP 11 καὶ 0111. Β τἀληθἑςA 12 τουτέστιν om. aA 13 καὶ alteram om. BP 14 εἰ-15πράγματι om. D τῷ-αὐτὸ a: ταὐτῶ ABP ἐξ] δι’ Β παρακολουθεῖν a: παρακολουθοῦν ABP lb ἡ, quod delevi, ABDP: καὶ a τὸ altcrum om. a ἀναγκασθήσεται Β IG— 21 hue transpo.sui: aute οὐ καλῶς (2) collocaut aN: om. ABDP 16 γὰρ scripsi: δ’ aN IG et 19 ἡμεροφαὲς N: ἡμεροφανὲς a cf. p. 93,8 22 — p. 388,1 G aN 22 κατα- σκευάζονται a post δὲ fort. δεῖ sive δεῖν addendum, sed cf. p. 392,8. 9 23 ante ὁ prius add. ἡ N ὃ alterum a: om. N οὐ a 24 δεκτικὸν addidi 2j δ’ om. Arist. ὑπάρχον N Arist. : ὑπάρχειν a 29 ὑπάρχον N : ὑπάρχειν a)

388
ἐπιφανείᾳ,καὶ οὖ ἐξ ἀνάγκης ἡ αἴσθησις ἀντιλαμβάνεται. πρῶτον δὲ λέγεται κεχρῶσθαι ἡ ἐπιφάνεια, ἐπειδὴ τῆς ἐπιφανείας ἐν παντὶ σώματι οὔσης πρῶτον αὐτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις καὶ διὰ τῆς ἐπιφανείας λέγεται ὁρᾶσθαι τὸ σῶμα.

[*](p. 131 b 37)

Εἰ τὸν ὅρον ὡς ἴδιον ἀποδέδωκε.

Πάλιν εἰ ἀπεδόθη ὅρος ἀντὶ ἰδίου, ἀνασκευασθήσεται τὸ τοιοῦτον ἴδιον ὡς μὴ καλῶς ἀποδεδομένον· οὐ γὰρ δεῖ τὸ ἴδιον δηλοῦν τὸ τί ἦν εἶναι, ἤγουν τὴν οὐσίαν τοῦ πράγματος, ἀλλ’ εἶναι δεῖ ἐπουσιῶδες. οἷον εἰ ἀποδοθείη ἴδιον τῆς ἰδέας τὸ εἶναι αἰτίαν τῶν δημιουργημάτων καὶ τῶν ἐν κινήσει, καὶ τῆς ἐπιστήμης ἴδιον τὸ ἀγνοίας εἶναι ἀποβολήν ἡ γὰρ ἐπιστήμη γνῶσίς ἐστι), καὶ ἔτι ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· ἐν τούτοις γὰρ πᾶσιν ἀνασκευασθήσεται τὸ ἀποδοθὲν ἴδιον ὅτι οὐ καλῶς ἀποδέδοται· οὐ γάρ εἰσι ταῦτα ἴδια ἀλλ’ ὅροι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σημαίνοντες· οἱ γὰρ ὅροι οὐσιώδεις, τὰ δὲ ἴδια ὀφείλουσιν εἶναι ἐπουσιώδη. εἰ δὲ ἀπεδόθη ἴδιον ἀντικατηγορούμενον μὲν καὶ ἀντιστρέφον πρὸς τὸ ὑποκείμενον μὴ σημαῖνον δὲ οὐσίαν, καλῶς ἀποδέδοται.

[*](p. 132 a 10)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ μὴ εἰς τὸ τί ἐστιν ὁ θείς.

Εἰ ὁ θεὶς μὴ εἰς τὸ τί ἐστιν ἀποδέδωκε τὸ ἴδιον, τουτέστιν εἰ μὴ προσῆψε τὸ γένος τῷ ἰδίῳ, τοῦ μὴ καλῶς ἀποδεδόσθαι δεικτικόν φησιν εἶναι τὸ μὴ γένος πρῶτον εἰλῆφθαι τούτου οὗ τὸ ἴδιόν τις ἀποδίδωσι· τοῦτο γάρ ἐστι τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον.. δεῖ γὰρ ὡς ἐπὶ τῶν ὅρων οὕτως καὶ ἐπὶ τῶν ἰδίων πρῶτον τὸ γένος λαμβάνοντα οὕτω προστιθέναι τούτῳ τὰ λοιπά, οἷς τῶν ἄλλων διαχωρίζεται· δεῖ γὰρ γνώριμον εἶναί τι τὴν φύσιν ὃ ἴδιον τοῦτο ἔχει.

Ὁ γὰρ θεὶς ἴδιον ζῴου τὸ ψυχὴν ἔχειν οὐκ ἀνῆξε τὸ ζῷον εἰς τὸ γένος αὐτοῦ· οὕτως γὰρ ὤφειλεν εἰπεῖν οὐσίαν ἔμψυχον πεφυκυῖαν εἶναι. εἰ οὖν ὁ τὸ ἴδιον ἀποδιδοὺς πρῶτον θεὶς καὶ ἀναγαγὼν τὸ ὑποκείμενον εἰς τὸ τί ἐστιν, ἤγουν εἰς τὸ γένος αὐτοῦ, καὶ] μετὰ ταῦτα συνῆψε τῷ γένει [*](9 τὸ εἶναι scripsi: inv. ord. aN 17 ἔπειτα—μὲν om. a ὁ θεὶς—ἐστιν (18) om. AD 18 — 24 ABDP: ὥσπερ ἐν τῷ ὅρῳ λαμβάνομεν τὸ γένος, οὕτω καὶ ὅτε τὸ ἴδιόν τινος ἀποδίδομεν, ὀφείλομεν τὸ ὑποκείμενον τιθέναι καὶ ἀνάγειν εἰς τὸ τί (40) ἐστιν, ἤγουν εἰς τὸ γένος, καὶ λαμβάνειν μὲν πρῶτον τὸ γένος καὶ οὕτως τὰ λοιπὰ τοῦ ἰδίου προσάπτειν καὶ χωρίζειν τῶν ἄλλων. ὀφέλλομεν γὰρ ἐν τῷ ἰδίῳ τοιαῦτα λαμβάνειν μετὰ τὸ γένος δυνάμενα χωρίζειν τὸ ὑποκείμενον ἀπὸ πάντων τῶν ἄλλων. ὥστε τὸ μὴ οὕτως ἔχον τό ἴδιον, ἐν ᾦ δηλονότι οὐκ ἐλήφθη τὸ γένος, οὐ καλῶς ἀπεδόθη aN 18 ὁ θεὶς μὴ P: μὴ ὁ θεὶς Β 19 ἀποδίδοσθαι BP 20 τὸ μὴ AD: τὸ τὸ μὴ Β: τὸ μὴ τὸ P πρῶτον AD, Ppr.: πρώτως Β, Pcorr. τοῦ οὗ Α 21 ἐστι prius om. P κατηγορούμενον scripsi: κατηγορεῖσθαι ABDP 22 τὸ BP: τὸ τοῦ Α: τοῦ D προστεθῆναι P: καὶ τιθέναι Β 23 τούτω BDP: καὶ A τι Om. Α 24 τῆι φύσει P post ὃ add. μὴ Β ἔχει om. Β 25 — 389,14 aN 28 καὶ delevi συνῆψε] ψ in ras. Ν1)

389
τὸ ἴδιον ἢ τὰ ἴδια, καλῶς ἀποδέδωκεν, ὥσπερ ὁ ἀποδιδοὺς ἴδιον ἀνθρώπου τὸ ζῷον ἐπιστήμης δεκτικὸν εἶναι. εἰ δὲ μὴ οὕτω ποιήσει, φανερὸν | ὅτι οὐ καλῶς ἀπέδωκε τὸ ἴδιον.

[*](p. 132 a 23)

Πότερον δ’ ἴδιόν ἐστιν ὅλως.

οἱ μὲν κατασκευάζοντες τόποι ὅτι καλῶς ἀπεδόθη τὸ ἴδιον ἤδη παρεδόθησαν, οἷον τὸ μὴ λαμβάνειν ὁμωνύμους φωνάς, τὸ ἀντιστρέφειν τὸ ἀποδιδόμενον διδόμενον ἴδιον πρὸς τὸ ὑποκείμενον, τὸ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδοσθαι. ἅμα δὲ τούτοις καὶ οἱ ἀνασκευάζοντες τὰ μὴ οὕτως ἀποδιδόμενα ἴδια, ἤγουν εἰ· δι’ ὁμωνύμων φωνῶν ἐκφέρονται, εἰ μὴ ἀντιστρέφουσι πρὸς τὰ ὑποκείμενα, εἰ μὴ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδονται, καὶ ὅσα ἄλλα οἱ προειρημένοι περιέχουσι τόποι. νῦν δὲ προτίθεται εἰπεῖν περὶ τοῦ ἀπλῶς καὶ κυρίως καλῶς· οὐ γὰρ πᾶν τὸ ἀπηλλοτριωμένον τούτων καὶ μὴ ἔχον ὁμωνύμους φωνὰς ἤ τι τῶν εἰρημένων καὶ ἴδιον ῥητέον ἐξ ἀνάγκης.

[*](p. 132 a 24)

Οἱ γὰρ ἀπλῶς κατασκευάζοντες τὸ ἴδιον ὅτι καλῶς κεῖται τόποι.

Τοὺς ἁπλῶς δεικνύντας τόπους ὅτι καλῶς τὸ ἴδιον ἀποδέδοται τοὺς αὐτοὺς εἶναί φησι τοῖς κατασκευάζουσι τόποις ὅτι ἴδιόν ἐστι τὸ ἀποδεδο- μένον. τὸ γὰρ ἴδιόν τινος ἀποδίδοται, ὅταν ἁπλῶς καλῶς καὶ ἀναμαρτήτως ἀποδοθῇ, ὥσπερ τὸ εὖ ἀποδεικνύναι οὐδὲν πλέον ἐστὶ τοῦ ἀποδεικνύναι, ὁμοίως καὶ τὸ εὖ φρονεῖν τοῦ φρονεῖν· οὕτω καὶ τὸ καλῶς ἀποδεδομένον ἴδιον οὐδὲν πλέον ἔχει τοῦ ἰδίου. διὸ ἐπὶ τῶν τοιούτων ὁ τοῦ εὖ ἁμαρτάνων ἁμαρτάνει καὶ τοῦ πράγματος.

[*](p. 132 a 26)

’Ev ἐκείνοις οὖν ῥηθήσονται.

Ἀντὶ τοῦ ‘ἐν ἐκείνοις οὖν ὁμοίως ῤηθήσονται᾿. συναποδίδωσι γὰρ ἄμφω ἄμα.

[*](1 ὁ Ν: om. a 2 ποιήσει scripsi: ποιήσεις aN 6. 7 ἀποδιδόμενον N: ἀποδεδομένον 10 εἰ N: ἢ α a 15. 16 lemma om. a 16 καῖται om. P: Α 17 τοὺς—18 ἀποδεδομένον ABDP: φησὶ δὲ τοὺς τόπους τοὺς ἁπλῶς, ἤγουν κυρίως, δεικνύντας ὅτι τὸ ἴδιον τοῦδέ τινος ὑποκειμένου καλῶς ἀποδέδοται τοὺς αὐτοὺς εἶναι τοῖς κατασκευάζουσιν ὅλως ὅτι ἴδιόν ἐστι τὸ ἀποδιδόμενον, τουτέστιν οὓς (au οἶς?) εἴρηκεν. ἐν ἐκείνοις οὖν, ἤγουν τοῖς ῥηθησομένοις, δειχθήσεται τοῦτο οὕτως ἔχον aN καλῶς om. Α 18 τόπους A 18. 19 ἀποδεδομένον BP: ἀποδιδόμενον AD 19 τὸ D: τότε aABP γὰρ om. Α ante ἴδιον add. τὸ a ἀποδέδοται a post ἁπλῶς add. καὶ a 21 ὁμοίως om. P καὶ alterum om. Β 21. 22 ἀποδεδομένον a: ἀποδιδόμενον ABDP 22 ἐπὶ τούτων a 24 et 25 ῥηθήσεται a(f) 25 οὖν om. a οὕτως P συναποδώσει a 26 ἅμα om. a)
390
[*](p. 132 a 27)

Πρῶτον μὲν οὖν ἀνασκευάζοντα ἐπιβλέπειν ἐφ᾿ ἕκαστον.

Πρῶτον τόπον παραδίδωσιν ἀνασκευαστικὸν τοῦ τὸ ἀποδεδομένον τινὸς ἴδιον μὴ εἶναι ἴδιον αὐτοῦ τὸν ἀπὸ τῆς ἐπιβλέψεως τῶν πραγμάτων, ὧν τὸ ἴδιον ἀποδίδοται. εἴτε γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος μηδενὶ αὐτῷ ὑπάρχον φαίνεται, εἴτε ὑπάρχει μὲν παντί, μὴ μέντοι ᾑ ἐκεῖνό ἐκεῖνό ἐστι μηδὲ μόνῳ, εἴτε μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπ’ αὐτό, οὐ τὸ ἴδιον ἀποδίδοται· ἂν γάρ τινι τῶν ὑπὸ τοῦτο, οὗ τὸ ἴδιον ἀποδίδοται, μὴ ὑπάρχῃ τὸ ἴδιον ἢ ὑπάρχον μὴ ὑπάρχῃ κατὰ τοῦτο, καθ’ ὅ ἐστιν ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδίδοται, οὐκ ἔστιν ἴδιον. μόνου δὲ τοῦ τελευταίου τὸ παράδειγμα παρέθετο, ὅτι οὐκ ἔστιν ἴδιον τὸ μηδενὶ ὑπάρχον οὗ ἴδιον ἀποδέδοται ἢ τὸ παντὶ μὲν ὑπάρχον μὴ μόνῳ δὲ ἢ τὸ μὴ παντὶ ἀλλὰ τὸ παντὶ καὶ μόνῳ.

[*](p. 132a28)

Ἥ εἰ μὴ κατὰ τοῦτο ἀληθεύεται.

Τουτέστιν εἰ μή, ᾗ τοῦτό ἐστι τὸ ὑποκείμενον, ὑπάρχει αὐτῷ τὸ ἀποδιδόμενον ἴδιον· τοῦτο δ’ ἂν ἴσον εἴη τῷ ‘εἰ μὴ μόνω αὐτῶ ὑππάρχει᾿. ἐνδέχεται γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος παντὶ μὲν ὑπάρχειν ἐκείνῳ οὗ [*](1 ἀνασκευάζοντα AD Arist.: ἀνασκευάζοντας aBP(DPuf) ἐπιβλέπειν ἐφ’ ἕκαστον om. a: ἐφ’ ἕκαστον om. P 2 παραδίδωσιν scripsi: ἀποδίδωσιν libri cf. p. 384,21, 400, 11 ἀποδεδομένον aA: ἀποδιδόμενον BDP 3 τὸν om. P πραγμάτων scripsi: παραδειγμάτων libri 4 et 6 ἀποδέδοται BP 4 εἴτε — ἀποδίδοται (6) om. D τὸ alterum om. Β αὐτῷ scripsi: αὐτῶν libri 5 ὑπάρχον aA: ὑπάρχειν BP φαίνεται Β: φαίνοιτο aAP ὑπάρχει BP: ὑπάρχοι aA ἦ ἐκεῖνο P ‘ ~ o in ras. P2): εἴη ἐκείνω οὖ Α: ᾗ ἐκείνῳ ᾧ aB μηδὲ scripsi: μὴ libri 6 οὐ scripsi: οὗ libri post ἀποδίδοται add. οὐκ ἔστιν ἴδιον ut vs. 9 a an κἂν? 7 ὑπὸ τοῦτο scripsi: ὑπαρχόντων τούτω ABP: ὑπαρχόντων τοῦτο D: ὑπ’ αὐτὸ a ἀποδέδοται aBP δόται in mrg. P2) ante μὴ add. εἰ Α μὴ om. P ὑπάρχῃ a et in ras. initio versus P2: ὑπάρχοι B: compend. AD τὸ ἴδιον ἢ—8 ἀποδίδοται om. P 7. 8 ἢ ὑπάρχον aN: καὶ ABD 8 ὑπάρχῃ a: ὑπάρχει A: ὑπάρχον B: ὑπα(??) D καθό aAB: κα in ras. D1 ἐστιν superscr. D ἐκεῖνο D: ἐκείνω Α: ἐν ἐκείνῳ aB τὸ om. a 8. 9 ἀποδέδοται aB 9 τελευταίου ABDP: πρώτου a τὸ παράδειγμα Β et omisso τὸ a: τὰ παραδείγματα ADP παρέθετο] πάρελθε. τὸ P 10 μηδὲν Β ὑπάρχειν a post ὑπάρχον addendum videtur τῶν ὑπὸ τοῦτο cf. vs. 7 ἀποδίδοται Dpr. ἢ τὸ—11 μόνῳ] οἶον εἴ τις, φησίν, εἴποι ἴδιον εἶναι τοῦ γεωμέτρου τὸ ἀνεξαπάτητον εἶναι εἶναι ὑπὸ λόγου· μηδενὶ γὰρ γεωμέτρῃ τὸ ἀνεξαπάτητον ὑπάρχει aN τὸ alterum ΑΒ: τῶ DP 11 δὲ om. P τῶ (ante μὴ et ante παντὶ) P 12 ἢ εἰ— p. 391,1 μόνῳ] τὸ δὲ εἰ μὴ κατὰ τοῦτο ἀληθεύεται ἀντὶ τοῦ ‘εἰ μὴ μόνῳ αὐτῷ ὑπάρχει ἀλλὰ καὶ ἄνοις εἴδεσιν᾿· ἐνδέχεται γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος παντὶ μὲν ὑπάρχειν τῷ εἴδει ἐκείνῳ οὗ ἀποδέδοται ἴδιον, μὴ μέντοι ἐκείνῳ μόνῳ ἐνεῖναι ἀλλὰ καὶ ἄλλοις aN 12 lemma om. D τοῦτο AP: τοῦ B ἀληθεύεται BP: ἀποδέδοται A post lemma add. ex Arist. ἢ εἰ μὴ ἔστιν ἴδιον ἑκάστου αὐτῶν (sequentia induxit P) ἢ εἰ μὴ κατά τοῦτο ἀληθεύεται ABP 13 τουτέστιν εἰ μὴ ἧ superscr. D αὐτὸ P ὸ P3) 13. 14 ἀποδεδομένον B 14 τοῦτο δ’ δὲ Β) BDP: τόδε A ἦ A εἰ post ὑπάρχει collocat P ὑπάρχει AP1: ὑπάρχον B: ὑπάρχειν P2: compend. D 15 ὑπάρχον B: non liquet D)

391
ἀποδέδοται ἴδιον, μὴ μέντοι ᾗ ἐκεῖνό ἐστι μηδὲ μόνῳ. οἷον ἐάν τις ἀνθρώπου ἴδιον ἀποδῷ τὸ βαδιστικόν· παντὶ μὲν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τὸ βαδιστικόν, οὐ μέντοι καὶ μόνῳ· καὶ γὰρ καὶ τὰ ἄλλα τῶν ζῴων βαδιστικά ἐστι.

Τὸ δέη εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ’ ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδέδωκεν ἀντὶ τοῦ ἱεῖ μή ἐστι τὸ ἴδιον καθ’ αὑτό᾿. οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ ‘οὐσία ἔμψυχος αἰσθητική᾿. τοῦτο γὰρ τὸ ἴδιον ὁ ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἔχει, ἀλλὰ καθὸ ζῷον· τὸ δὲ ἴδιον καθ’ αὑτό, ἤγουν καθὸ ἐκεῖνό ἐστιν, ὀφείλει ἴδιον ἀποδεδόσθαι. τῷ μέντοι γεωμέτρῃ τὸ ἀνεξαπάτητον οὐχ ὑπάρχει, ὅτι ἀπατᾶται ὁ γεωμέτρης ὑπὸ τοῦ ψευδογραφοῦντος ποτὲ μὲν δεικνύοντος τὰς δύο πλευρὰς τοῦ τριγώνου μείζους ἦς μιᾶς ποτὲ δὲ τὴν μίαν μείζονα τῶν λοιπῶν.

[*](p. 132 a 34)

Κατασκευάζοντα δὲ εἰ κατὰ παντὸς ἀληθεύεται καὶ κατὰ τοῦτο ἀληθεύεται.

Τουτέστι καθὸ τοῦτό ἐστιν ἀληθεύεται, ὃ ἴσον ἐστὶ τῷ μόνῳ ὑπάρχειν.

[*](p. 132 b 3)

Εἰ μὴ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται.

Τὸ μὲν εἰ καθ' οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται λέγοιτ᾿ ἂν ἐπὶ τῶν μηδενὶ ἢ μὴ παντὶ ὑπαρχόντων, τὸ δὲ εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα ἐπὶ τῶν ἐπὶ πλέον λεγομένων. εἶπε δὲ οὗ τὸ ἴδιον ἀποδίδοται· λόγος γὰρ γίνεται, εἰ μετὰ τοῦ γένους εἴη τὸ ἴδιον ἀποδιδόμενον.

[*](p. 132b13)

Κατασκευάζοντα δὲ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος.

Ὅτι εἰ μὴ καθ᾿ οὗ τὸ ἴδιον, καὶ τὸ οὗ ἴδιον ἀπεδόθη κατηγορεῖται, ἢ ἔμπαλιν, οὐκ ἔστιν ἴδιον αὐτοῦ ὃ ὡς ἴδιον ἀποδέδοται. ἔστι μὲν οὖν τὸ δεικνύμενον διά τε τοῦ πρὸ αὐτοῦ τόπου καὶ διὰ τούτου δυνάμει τὸ αὐτό, [*](1 ἀποδέδοται BP cf. aN: ἀποδίδοται AD μηδὲν Α οἷον — βαδιστικά ἐστι (3) aN: οἷον ἀνθρώπου τὸ ζῶον βαδιστικόν ABDP 4 — 11 aN ἴδιον ἀποδεδόσθαι scripsi cf. p. 398,11: εἶναι ἀποδέδοται aN 9 γεωμετρεῖ Npr. (corr. N1) 12 post δέ add. φησιν a πάντα P ἀληθεύεται aAB Arist.: ἠλήθευται DP 13 τούτου BP post ἀληθεύεται add. σκοπεῖν a 14 τουτέστι— ἀληθεύεται] ἤγουν καθό ἐστι τὸ ὑποκείμενον a ἐστιν om. P ὃ aBDP: οἷον Α τὸ Β 16 lemma om. a καθὸ A ὁ λόγος καὶ τοὔνομα B 17 τὸ μὲν γὰρ a) — ἀληθεύεται aD: om. ABP 18 post εἰ add. καὶ P 19 <λόγον δὲ> εἶπε δι’ conicio εἶπε—ἀποδίδοται δοται om. a 19. 20 ἀποδίδοται Α: ἀποδέδοται BDP 20 εἴη a: ἦ ABDP ἴδιον superscr. P1 ἀποδιδόμενον P: ἀποδεδομένον aABD 21 — p. 392,7 ABDP: om. a δὲ ΑΒ Arist.: om. D: μὲν in ras. P2 (fuerat δὲ) ὁ om. Α 22 ante καὶ prius add. εἰ P, post καὶ B(DP) 23 ὅτι BP: ὃ D: καὶ A εἰ om. Β τὸ prius in ras. P2 τὸ alterum om. Β: τοῦ P ἀπεδόθη BP: ἀποδοθῇ AD κατηγορῆται A 24 ἴδιον prius om. P ὃ scripsi: οὗ ABDP ἀποδέδοται BP: ἀποδίδοται AD οὖν om. P 25 τοῦτο P τῶ αὐτῶ B: non liquet P)

392
διότι καὶ καθόλου τὸ ὡς ἴδιον ἀποδοθὲν οὕτω μάλιστα ἐλέγχεται, οὐ μὴν καὶ κατὰ τὴν αὐτὴν ἐπιβολήν· τότε μὲν γὰρ ἐκ τῆς ἐπιβλέψεως τούτων, ὧν ἐλέγετο τὸ ἴδιον εἶναι, ὁ τόπος προῆλθεν, εἰ τὸ μὲν ἕτερον αὐτῶν ὑπάρχει τὸ δὲ ἕτερον οὔ. διὸ ἐπ’ ἐκείνου μὲν ᾧ τὸ ὄνομα ὑπῆρχε, τοι ἴδιον μὴ ὑπάρχον ἔδειξεν· ἐν γὰρ τούτοις μόνοις ἡ ζήτησις ἦν. ἔμπαλιν δὲ ἐπὶ τούτου· ᾧ γὰρ ὁ λόγος, τούτῳ τὸ ὄνομα ἐδείχθη μὴ ὑπάρχον· δεῖ δὲ καθ’ ὧν τὸ ἕτερον ὑπάρχει, καὶ τὸ λοιπόν.

Κατασκευάζοντα οὖν καὶ δεικνύντα καλῶς ἀποδεδόσθαι τὸ ἴδιον καὶ κατ’ ἄμφω σκοπεῖν, ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ εἰ καθ’ οὗ τὸ ὄνομα, καὶ ὁ λόγος ἀληθεύεται. ἔστι δὲ σαφέστερον εἰπεῖν τὸ μὲν ἱεῖ μὴ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται᾿ τοιοῦτον· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ μουσικὸν εἶναι, ἀνασκευασθήσεται ὡς μὴ καλῶς ἀποδεδομένον· κατηγορεῖται μὲν γὰρ Σωκράτους τὸ ὄνομα ὁ 1 ἄνθρωπος, ὁ δὲ λόγος τοὐ ἰδίου, [*](195) ἤτοι τὸ μουσικὸν εἶναι, οὐκ ἀληθεύεται· οὐ γὰρ ἦν ὁ Σωκράτης μουσικός. τὸ δὲ ‘εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται᾿· οἷον εἴ τις ἀνθρώπου ἴδιον τὸ οὐσία ἔμψυχος αἰσθητική ἀποδοίη, ὁ μὲν λόγος, ἤγουν τὸ ‘οὐσία ἔμψυχος αἰσθητική, ἀληθεύεται κατὰ τοῦ βοὸς καὶ τοῦ ἵππου, ὁ δὲ ἄνθρωπος οὐδαμῶς. καὶ οὕτω μὲν ἀνασκευασθήσεται τὸ μὴ καλῶς ἀποδεδομένον ἴδιον. κατασκευασθήσεται δέ, εἰ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦ γὰρ Σωκράτους καὶ ὁ ἄνθρωπος κατηγορεῖται καὶ ὁ λόγος ἀληθεύεται, ἤγουν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἐπεὶ ἐν τούτῳ ἀντιστρέφει τό τε ὄνομα πρὸς τὸν λόγον καὶ ὁ λόγος πρὸς τοὔνομα, διὰ τοῦτο καὶ τοῦτο προσέθηκεν, ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται.

[*](p. 132 b 19)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ ὑποκείμενον ἴδιον ἀποδέδωκεν.

οὔδει, φησί, τὸ ὑποκείμενον ἴδιον ἀποδιδόναι τοῦ ἐν τῷ ὑποκειμένῳ· τὸ γὰρ ἴδιον ἐνυπάρχειν δεῖ καὶ οὐκ ἐνυπάρχεσθαι, ὅτι τὸ αὐτὸ πλειόνων ἔσται καὶ διαφερόντων τῷ εἴδει ἴδιον. εἰ γάρ τις εἴποι τὸ [*](1 διότι Β: διὸ ADP τὸ] τε Β 2 καὶ Α· om BDP τό)τε μὲν γὰρ in ras. P2 ἐπιβλέψεως om. P 3 τὸ prius P: om. ABD αὐτῶν scripsi: αὐτοῦ libri 4 post διὸ add. καὶ Β ἐκείνου μὲν ᾧ scripsi cf. vs. 6: ἐκείνων μὲν ὧν libri 5 ὑπάρχον AP: ὑπάρχειν BD ἦν om. B ἐπὶ τούτου AD: τοῦτο BP 6 ὧ D: οὗ A: ὁ BP ὁ om. BP τούτω AD: τοῦτο BP ἐδείκνυ Β μὴ DP: μὲν ΑΒ ὑπάρχον A: ÿpqarxein BP: compend. D 7 καθ’ ὧν ABD: καθόλου εἰ e καθὸ, ut videtur, corr. P2 8 — 26 aN 8 post ἴδιον fort. δεῖ addendum, sed cf. p. 387,22. 23 10 ἀληθεύεται fort. e vs. 12 illatum: κατηγορεῖται Arist. (om. DP) 11 τὸ N: τῷ a 23 τὸ N: τοῦ a 27 ἔπειτα—μὲν om. a μὲν om. D 28 ἀποδέδωκεν—29 ἴδιον om. D ἀποδέδωκεν aAP(DPf): ἀποδέδοται Β: ἀπέδωκε Arist. 29 φησί a: om. ABP τῷ om. aA 30 ὑπάρχειν aA καὶ οὐκ ἐνυπάρχεσθαι] ἐν ἑτέρω, οὐχ ἕτερον ἐν αὐτῷ a 31 ἔσται, quod iam ex Arist. coniecerat Waitz Organ. II p. Χ, ABDP: ἐστὶν, sed ante ἴδιον, a διαφόρων Arist. (sed διαφερόντων q) εἴδει] ἀριθμῷ a τις εἴποι aN: om. ABDP)

393
πῦρ ἴδιον τοῦ λεπτομερεστάτου σώματος, διά τί μῆ καὶ τοῦ κουφοτάτου καὶ τοῦ θερμοτάτου καὶ τοῦ καυστικωτάτου καὶ πάντων ἁπλῶς τῶν οὕτως ὑπαρχόντων αὐτῷ; καὶ οὕτως ἔσται πλειόνων καὶ διαφερόντων τῷ εἴδει τὸ αὐτὸ ἴδιον· δεῖ δὲ τῶν διαφερόντων τῷ εἴδει διάφορα καὶ τὰ ἴδια εἶναι. εἴ τις· οὖν ἴδιον θείη τούτων πάντων τὸ πῦρ, οὐ καλῶς ἀποδοίη ἄν τὸ ἴδιον.

Εἰ δέ τις τοῦ ὑποκειμένου ἴδιον τὸ ἐν ὑποκειμένῳ θείη καὶ ἔστι τὸ τοιοῦτον ἴδιον μόνῳ τῷ αὐτῷ ὑποκειμένῳ ὑπάρχον, καλῶς ἄν ἀποδοίη τὸ ἴδιον. οἷον εἴ τις σῶμα τὸ βαρύτατον τῷ εἴδει ἀπέδωκε τοὐ ὑποκειμένου, ἤγουν τῆς γῆς, καλῶς ἀπέδωκε τὸ ἴδιον, ἐπεὶ καὶ κατὰ μόνης τῆς γῆς λέγεται τοῦτο καὶ ἀντιστρέφει. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὡς τὸ ἴδιον κατηγορεῖται, ἤτοι ὡς πέφυκε τὸ ἴδιον λέγεσθαι· πέφυκε δὲ λέγεσθαι κατὰ τὸ ἀντιστρέφειν. † εἰ οὖν λέγοντός τινος μὴ εἶναι τοῦτο ἴδιον γῆς, καλῶς ἂν κατασκευασθήσεται κατὰ τὴν τοῦ τόπου τούτου παράδοσιν.

[*](p. 132a31)

Γῆς ἴδιον σῶμα τὸ βαρύτατον τῷ εἴδει.

Τῷ εἴδει προσέθηκεν ἀντὶ τοῦ ‘τῇ φύσει’· τῇ γὰρ οἰκείᾳ φύσει ἡ γῆ βαρυτάτη τῶν σωμάτων, εἰ καί τις εὑρίσκεταί ποτε διὰ πάθους κουφοτέρα γεγονυῖα.

[*](p. 132b35)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ κατὰ μέθεξιν.

οὐ δεῖ τὸ κατὰ μέθεξιν ὑπάρχον τοῦτο γὰρ εἰς τὸ τί ἦν εἶναι συμβάλλεται· εἴη δ’ ἄν τὸ τοιοῦτον διαφορά τις κατά τινος ἑνὸς εἴδους λεγομένη) ὡς ἴδιον ἀποδιδόναι , τουτέστιν οὐ χρὴ τὴν οὐσιώδη διαφορὰν τὴν ἀντιστρέφουσαν ἑνὶ εἴδει ἴδιον λέγειν. διαφέρει δὲ τὸ νῦν εἰρημένον τοῦ τὸν ὁριστικὸν λόγον ὡς ἴδιον ἀποδεδωκότος τῷ τὸν ὁρισμὸν ἐκ πλειόνων διαφορῶν συγκεῖσθαι.

Εἰ οὖν τις ἀνθρώπου ἴδιον ἀποδέδωκε τὸ πεζὸν δίπουν, ἐπεὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου τοῦτο δηλοῖ, οὐκ ἔστι τοῦ ἀνθρώπου τοῦτο ἴδιον. εἰ δὲ ἀποδέδωκεν ἴδιον τὸ μὴ κατὰ μέθεξιν καὶ μὴ οὐσιωδῶς ὑπάρχον τινί, [*](1 σώματος a Arist.: om. ABDP καὶ μὴ P τοῦ alterum om. P 1. 2 θερμοτάτου — κουφοτάτου D 2 τοῦ prius om. P πάντως Α 3. 4 καὶ οὕτως — ἴδιον aN: om. ABDP 6—13 aN 8 ante σῶμα add. ἴδιον Arist. 12 fort. εἰπόντος οὖν λέγοντος] cf. p. 399, 7 14 — 17 ABDP: om. a 15 tw εἴδει ΑΒ om. DP τῇ D: om. ABP 16 εἰ καί τις ADP: καὶ εἴτε Β 18 εἰ κατὰ μέθεξιν ἀποδέδωκε τὸ ἴδιον lemma in a post εἰ add. τὸ Β 19 — 24 ABDP: πάλιν εἴ τις ἀποδώσει ὡς ὁ add. ἴδιον τὸ κατὰ μέθεξιν προσόν τινι, ἐπεὶ τὸ τοιοῦτον διαφορά ἐστιν οὐσιωδῶς ἐνυπάρχουσα τῷ τὸ a) ὑποκειμένῳ καὶ εἰς τὸ εἶναι συμβάλλεται καὶ τὸν ὁρισμὸν τὸν δηλοῦντα τὴν οὐσίαν τοῦ ὑποκειμένου, οὐκ έσται ἴδιον τὸ οὕτως ἀποδεδομένον ἀλλὰ διαφορὰ οὐσιώδης. εἰ γὰρ καὶ ἡ οὐσιώδης διαφορὰ ἑνὶ μόνῳ εἴδει ὑπάρχει, ἀλλ’ ἐπεὶ εἰς τὸν τοῦ εἶναι λόγον συμβάλλεται, οὐκ ἔσται ἡ διαφορὰ ἴδιον aN 19 δεῖ] δὴ Β ὑπάρχειν Β. compcnd. A τοῦτο γὰρ om. Β τὸ alteram superscr. Β τί ἦν Β Arist.: om. ADP 20 τὸ mutavit in τι P2 τις] τιδι D 21 λεγομένου A ἀίδιον A 23 ἀποδεδωκότων B: ἀποδεδωκέναι conicio 24 διαφορῶν om. P 25—p. 394,8 aN)

394
καλῶς ἀποδέδωκε· τὸ τοιοῦτον γὰρ οὐ τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ, ἀλλὰ καὶ ἀντικατηγορεῖται καὶ ἀντιστρέφει πρὸς τὸ ὑποκείμενον, ὥσπερ εἴ τις εἴποι ἴδιον τοῦ ζῴου τὸ αἰσθάνεσθαι πεφυκός. εἰ οὖν κεῖται τοῦτο ἴδιον εἶναι τοῦ ζῴου , ἐπειδὴ οὐ κατὰ μέθεξιν ἐνυπάρχει, ἤγουν ἐπειδὴ οὐκ ἔστι διαφορὰ οὐσιώδης τοῦ ζῴου οὐδὲ τὴν οὐσίαν αὐτοῦ δηλοῖ καὶ γὰρ ἀντικατηγορεῖται πρὸς αὐτὸ καὶ ἀντιστρέφει, ἐπειδὴ καὶ εἴ τι ζῷον, αἰσθητικόν, καὶ εἴ τι αἰσθητικόν, ζῷον), ἔσται λοιπὸν καλῶς ἀποδεδομένον τὸ ἴδιον.

[*](p. 133a12)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ μὴ ἐνδέχεται ἅμ.

οὐκ ἴδιον τοῦ ἰδίου τὸ πρότερον ἢ ὕστερον εἶναι τοῦ ὑποκειμένου, ἀλλὰ τὸ ἅμα ἐξ ἀνάγκης ὑπάρχειν καὶ ἀεί· τὸ γὰρ ἴδιον οὔτε ὅρος ἐστὶν οὔτε διαφορά, ἅ εἰσι πρότερα τῇ φύσει τοῦ ὑποκειμένου, ἀλλ’ ἅμα τε ὑπάρχει τῷ οὗ ἐστιν διὸν καὶ ἀεί. εἰ οὖν τὸ ἀποδιδόμενον ἴδιόν τινος ·μὴ ἅμα εἴη αὐτῷ, ἀλλ’ ἢ πρότερον, πρὸ τοῦ εἶναι τὸ πρᾶγμα, ὑπάρχοι ἢ ὕστερον, ἤδη ὄντος ἐκείνου, εἰ καὶ τοὔνομα ἀληθεύεται κατ’ αὐτοῦ, οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθέν. οἷον εἴ τις θείη τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· πρῶτον γάρ ἐστι τὸ εἶναι ἄνθρωπον, εἶτα τὸ βαδίζειν ἐν ἀγορᾷ. διὰ τοῦτο οὖν οὐκ ἔστιν ἴδιον τοῦ ἀνθρώπου τὸ διὰ τῆς ἀγορᾶς βαδόζειν, ὅτι οὐκ εὐθὺς τῷ εἶναι ἄνθρωπον κατ’ αὐτοῦ ἀληθεύεται καὶ τὸ διὰ τῆς ἀγορᾶς βαδίζειν. ἀλλ’ οὐδὲ τὸ ἐμψύχῳ εἶναι, ὅτι ἦν ἔμψυχος καὶ κατὰ γαστρὸς εντι ὤν, ὅτε μήπω ἦν ἄνθρωπος. | ἢ οὖν τὸ τοιοῦτον οὐδέποτε ἔσται ἴδιον τοῦ ἀνθρώπου ἐνδέχεται γὰρ καὶ ἄλλῳ τινὶ γενέσθαι, οἷον ἵππῳ ἢ βοί), ἢ εἰ γένοιτό ποτε ἴδιον, ἀλλ’ οὐκ ἀεὶ ἔσται ἴδιον. διὸ οὐ καλῶς ἀποδίδοται τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· τὸ γὰρ κυρίως ἴδιον καὶ μόνῳ ὀφείλει οὗ ἐστιν ἴδιον εἶναι καὶ ἀεί. ἐπεὶ δὲ καὶ ἡ διαφορὰ καὶ ὁ ὅρος μόνῳ τε ὑπάρχουσι καὶ ἀεὶ τῷ ὑποκειμένῳ, διὰ τοῦτο πρόσκειται τῷ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τὸ λεγόμενον ἴδιον τὸ μήτε ὅρος ὂν μήτε διαφορά· ταῦτα γὰρ οὐκ εἰσὶν ἴὸια, ὡς [*](4 post ἴδιον add. μὴ N 9 εἰ μὴ ἐνδέχεται ἅμα ὑπάρχειν τὸ ἴδιον lemma in a 10 οὐκ ἴδιον — εἶτα τὸ βαδίζειν ἐν ἀγορᾷ (17) aN: οὐκ ἴδιον τὸ πρότερον ἡ ὕστερον τοῦ εἴδους ἀλλὰ τὸ ἅμα ἐξ ἀνάγκης ὑπάρχον ἀεί, μήτε ὅρος ὂν ὢν BP) μήτε διαφορά. ἐπεὶ γὰρ τὸ κυρίως ἴδιον ἀεὶ ὑπάρχει xw οὗ ἐστιν ἴδιον, ἐὰν τὸ ἀποδιδόμενόν ἀποδεδομένον Β) τινος ἴδιον ἴδιον BP: om. AD) μὴ ἅμα ᾖ, ὅτε οὗτε A) τὸ ὄνομα τοὔνομα A) ἀληθεύεται κατ’ κατὰ τοῦ D) αὐτοῦ καὶ αὐτό, ἀλλ’ ἢ πρότερον πρὸ τοῦ εἶναι τὸ πρᾶγμα ὑπάρχῃ ἢ ὕστερον ἢ ἢ delendum cf. vs. 15) ἤδη ὄντος εἴδει ὄντως P), οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθέν ABDP 11 ὑπάρχειν scripsi : ὑπάρχον aN 15 κατ’ scripsi : καὶ aN 18 οὖν a: γὰρ ABDP 19 τῷ aB: τὸ ADP ante ἄνθρωπον add. τὸν aABP: om. D 20 διὰ τῆς] δι’ D τὸ] τῶ Α ἔμψυχος aP: ἔμψυχον ABD 21 καὶ—ὤν ora. P ἡ οὐν—p. 395,4 aN: τὸ γὰρ τοιοῦτον ἴδιον ἢ οὐδέποτε ἡ οὐ οὐ om. P) τῶν αὐτῶν ἀεί. δεῖ δὲ τὸ κυρίως ἴδιον ἀεὶ καὶ μόνῳ μόνως P) ὑπάρχειν τῷ πράγματι ABDP, sed post τῶν αὐτῶν ἀεὶ add. καὶ τὸ ἄλλοις ὑπάρχον τῶ καὶ ἄλλων ὑπάρχειν P) τὸ οὕτως ἀποδοθέν οὐδέποτε οὗ ἀπεδόθη ἴδιόν ἐστιν οὐδὲ τῶν (xco B) αὐτῶν (om. Β) ἀεί BP 22 ἴδιον N: om. a 27 εἰ N Arist.: om. a ὑπάρχειν a: compend. N)

395
εἴρηται. οὕτω γοῦν ἀποδοθὲν τὸ ἴδιον, ὥστε μήτε πρότερον εἶναι τοῦ ὑποκειμένου μήτε ὕστερον ἀλλ’ ἅμα τούτῳ καὶ ἀεὶ καὶ μήτε διαφορὰν μήτε ὅρον εἶναι, καλῶς ἔσται ἀποδεδομένον· καὶ εἴ τις θείη μὴ εἶναι τὸ τοιοῦτον διὸν, κατασκευασθήσεται δι’ ὧν παραδίδωσιν ὁ τόπος.

[*](p. 133a24)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν, ᾗ ταὐτά ἐστι, μή ἐστι τὸ αὐτὸ ἴδιον.

Τὸ ταὐτὸν λέγεται καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. ἄν τε δὴ ὡς γένους τινὸς ἴδιον ἀποδοθῇ, ἀνάγκη τὸ αὐτὸ πάντων τῶν αὐτῶν κατὰ τὸ γένος διὸν εἶναι, ἄν τε ὡς εἴδους, τῶν ὁμοειδῶν· ὁμοίως καὶ ἐπὶ τῶν τῷ ἀριθμῷ ταὐτῶν καὶ ἐπὶ τῶν κατ’ ἀναλογίαν. ἄν δή τι μὴ ᾖ τινος τῶν αὐτῶν ᾧ ἀπεδόθη τὸ] ἴδιον, οὐδ’ ἄν οὗ ἀπεδόθη ἴδιον. οἷον ταὐτόν ἐστι διωκτόν τε καὶ αἱρετόν· τῷ γὰρ ἀριθμῷ • εἰ δή τις ἀποδοίη διωκτοῦ ἴδιον τὸ φαίνεσθαί τισιν ἀγαθόν, ἄν δειχθῇ μὴ ὂν τοῦ αἱρετοῦ ἴδιον οὐ γὰρ τό τισι φαινόμενον ἀγαθὸν αἱρετὸν ἀλλὰ τὸ τῇ αὑτοῦ φύσει τοιοῦτον), οὐκ ἄν τοῦ διωκτοῦ ἴδιον εἴη.

Κατασκευάζοντα δὲ εἰ τοῦ αὐτοῦ ᾗ ταὐτόν ἐστι, καθὼς ἄνωθεν διείλομεν, τὸ αὐτό ἐστιν ἴδιον. χρῆται δὲ παραδείγματι ἐπὶ τῶν ἀριθμῷ ταὐτῶν, ἤγουν ὀνόματι μόνῳ διαφερόντων τῷ δὲ σημαινομένῳ, ἤγουν τῷ ὑπο\κειμένῳ, τῶν αὐτῶν· ὁ γὰρ ἄνθρωπος καὶ ὁ βροτὸς ταὐτὸν τῷ ὑποκειμένῳ, ἤγουν τῷ ἀριθμῷ, κατὰ τὸ ὄνομα διαφέροντα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν συμβεβηκότων, εἴ τινα εἶεν τῶν πολυωνύμων, ὃ ἴδιον ἔχει τὸ κατά τι τῶν ὀνομάτων ὀνομαζόμενον, τὸ αὐτὸ ὀφείλει ἔχειν καὶ τὸ καθ’ ἕτερον τῶν τοιούτων ὀνομάτων. τοῖς γὰρ αὐτοῖς καθό εἰσι ταὐτά, ἤγουν καθὸ ἄνωθεν διείλομεν, τὰ αὐτὰ ἴδια δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν • εἰ γὰρ τῷ ἑνὶ ὑπάρχει, καὶ τῷ ἑτέρῳ ὑπάρξει, εἰ δὲ μὴ τῷ ἑνί, οὐδὲ τῷ ἑτέρῳ.

[*](5 ἔπειτα — μὲν om. a ᾖ ταὐτόν Β 7 λέγεται post γένει collecat a καὶ] ἢ ubique a εἴδει — γένει DP ἀναλόγως Α: κατὰ ἀναλογίαν a 7. 8 ἄν τε σὴ — ἀριθμῷ (12) ABDP: ἂν οὖν γένει τινὶ ἴδιον ἀποδοθῇ, ἀνάγκη αὐτὸ πάντων τῶν ὑπὸ τὸ αὐτὸ γένος εἰδῶν ἴδιον εἶναι, εἰ δὲ εἴδει τινί, πάντων τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀτόμων. ἄν οὖν μὴ ᾖ, φησί, τινὸς τῶν αὐτῶν ἢ κατὰ γένος ἢ κατ’ εἶδος οὖ (immo ᾦ cf. vs. 11) ἀπεδόθη ἴδιον, οὐκ ἂν εἴ ἴδιον τὸ ἀποδοθὲν ἴδιον. ἀλλ’ οὐδὲ εἰ μὴ τῶν αὐτῶν τῷ ἀριθμῷ· οἷον τὸ διωκτὸν ταὐτὸν τῷ αἱρετῷ διωκτῷ N) ἐστι τῷ ἀριθμῷ uN 8 τὸ αὐτὸ DP: αὐτὸ A: ἀπὸ Β 9 post εἴδους add. τινὸς BP 10 ταὐτῶν AD cf. vs. 18 et p. 121,26: ὡσαύτως BP ante κατ’ add. ἄλλων AD II ὦ BDP: οὗ A τὸ delevi οὗ BDP: οὐδὲ Α ante ἴδιον alterum add. τὸ A1) post οἷον add. τὸ D 12 δή] οὖν a ἀποδῶ Β 13 ἄν δειχθῇ τοῦτο] δειχθείη δὲ a ὃν τοῦ] ὄντος P 14 αἱρετὸν ἀγαθὸν Α αὑτοῦ a: αὐτοῦ ABDP 15 οὐκ ἂν οὐδὲ εἴη τοῦ δ. ἴ. α 16 — 26 aN: κατασκευάζοντα δὲ εἰ τοῦ αὐτοῦ ᾖ ταυτόν ἐστι ταυτὸ (superscr. D: ταὐτὸν Β) ἴδιον εἰ (om. D: ἡ Β) τῷ ὀνόματι μόνῳ μόνῳ om. P) τὴν διαφορὰν ἐχόντων τῷ δὲ σημαινομένω καὶ τῇ φύσει τῶν αὐτῶν ἀλλήλοις ὑπαρχόντων μὴ τὸ αὐτὸ ἴδιον ἀποδέδωκε. τουτἐστιν οὐκέτι οὐκ έστιν P) ἴδιόν ἐστι ἐστι om. P) τὸ μὴ καὶ τῶν ἄλλων ὀνομάτων τοῦ πολυωνύμου ἴδιον ὄν ABDP)
396
[*](p. 133a35)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν τῷ εἴδει.

Ὁ τόπος οὗτος καὶ ἀσαφῶς εἴρηται καὶ κατά τι ψευδής ἐστιν, ὡς ἐρεῖ καὶ αὐτός. τὸ μὲν οὖν τῷ εἴδει εἴρηκεν ἀντὶ τοῦ ἰτῶ γένει’. ὁ δὲ τόπος ἀνασκευαστικὸς ὢν τοιοῦτός ἐστι· τῶν τῷ γένει τῶν αὐτῶν, ταῦτα δέ ἐστι τὰ κατ’ εἶδος ἀλλήλων διαφέροντα, τούτων δὴ ἀνάγκη καὶ τὰ ἴδια τῷ γένει τὰ αὐτὰ εἶναι· εἰ γὰρ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον ἴδιον, καὶ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον, καὶ εἰ μή, οὔ. οἷον εἴ τις ἀποδοίη ἵππου ἴδιον εἶναι τὸ ἑστάναι ὑφ’ ἑαυτοῦ, ἀνασκευασθήσεται μὴ ἴδιον εἶναι. ἐπεὶ γὰρ ὁ ἄνθρωπος ταὐτόν ἐστι τῷ ἵππῳ κατὰ γένος, εἰ τοῦ ἵππου ἴδιον ἐστι τὸ ὑφ’ ἑαυτοῦ ἑστάναι, εἴη ἄν καὶ τοῦ ἀνθρώπου δίον τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι· ταὐτὸν γὰρ τῷ γένει τὸ ἵστασθαι καὶ τὸ καινεῖσθαι· ἀλλ’ οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τὸ κινεῖσθαι· οὐδ’ ἄρα τοῦ ἵππου ἴδιον ἄν εἴη τὸ ἑστάναι.

[*](p. 133b5)

Ἥι ζῷόν ἐστιν ἑκάτερον αὐτῶν τῷ συμβεβηκέναι.

Καθὸ τὸ συμβεβηκέναι ἑκάτερον αὐτῶν ἑκατέρῳ τῶν ὑποκειμένων ζῴων ἐστὶ συμβεβηκέναι. ἢ καὶ ἄλλως κατὰ τί ταῦτα τὰ αὐτὰ προσέθηκεν· τὸ γὰρ ἑκάτερον αὐτῶν ζῴῳ ὑπάρχειν καὶ ζῴῳ συμεπειτα [*](1 ἔπειτα—μὲν ora. a 2 οὗτος oin. D σαφῶς D ψεῦδος ABP 3 τὸ μὲν — γένει ABDP: καὶ πρῶτον μὲν, ὅτι τὸ τῷ a) εἴδει ἀντὶ τοῦ γένει παρέλαβεν, ὃ τινὲς τῷ ῥητῷ προσέθηκαν (hoc, quod coniecerat Waitz Org. II p. X, N: προσέθηκε a) σαφηνείας χάριν aN 4 ante τῷ add. ἐν Β τῶν αὐτῶν DP: ταυτ̣ῶν aAB 5 δὴ om. a: δεῖν Β 6 ταὐτὰ BP et ante τῷ γένει a τοῦ διηρημενου D 7 τὸ ἀντιδιῃρημένον om. BP οὔ ABDP “ in ras. P2): ἐκεῖνο, μηδὲ τοῦτο a οἶον — 13 aN : οἷον ἀνθρώπου ἴδιον τὸ πεζὸν καὶ δίπουν, ἐπειδὴ ἐπεὶ AP) καὶ ὄρνιθος τὸ πτηνὸν δίπουν. οὐκ ἀνθρώπου αὐτοῦ AP) ἴδιον τὸ κινεῖσθαι ὑφ’ ἑαυτοῦ ὑφ’ ἑ. om. P1, ἐστὶν P2), ἐπεὶ μηδὲ ἔστι δὲ μὴ Β) ἵππου τὸ ἑστάναι ὑφ’ ἑαυτοῦ. οὐκ ἀσφαλὴς δὲ ὁ τόπος· ἀνθρώπου μὲν γὰρ ἴδιον τὸ πεζὸν καὶ δίπουν , οὐ μὴν καὶ ἵππου τὸ πεζὸν τετράπουν ABDP 11 κινεῖσθαι a: ἑστάναι N 14 — p. 397,14 ABDP: τόδε ᾗ ζῴῳ ἐστὶν ἑκατέρῳ αὐτῶν τὸ συμβεβηκέναι τοιοῦτον ἂν εἴη· ἤγουν καθὰ τὸ συμβεβηκέναι, ἤγουν τὸ ἵστασθαι καὶ κινεῖσθαι, ἑκατέρῳ αὐτῶν, ἤγουν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ, καθὸ ζῴῳ, καὶ ἀμφοτέροις ἔνεστιν, ἤγουν ὁμογενέσι. ψευδῆ δέ φησιν εἶναι τὸν τόπον καὶ οὐκ ἀληθεύοντα ἐπὶ (40) πάντων ἐν τῷ κατασκευάζειν, ὅταν τὸ μὲν ἓν τῶν λεχθέντων ἰδίων εἴδει ἑνὶ ὑπάρχῃ, ὡς τὸ πεζὸν δίπουν τῷ ἀνθρώπῳ, τὸ δὲ ἕτερον πολλοῖς, ὡς τὸ πεζὸν τετράπουν· ὁμογενὲς μὲν γάρ ἐστι τὸ πεζὸν δίπουν τῷ πεζῷ τετράποδι, ἀλλ’ ἐπεὶ τὸ μὲν πεζόν δίπουν ἑνὶ εἴδει ὑπάρχει, τῷ ἀνθρώπῳ, τὸ δὲ πεζὸν τετράπουν πολλοῖς, οὐ δύναται κατασκευασθῆναι. τότε οὖν ἔσται ὁ τόπος χρήσιμος πρὸς κατασκευήν, ὅταν ἑκατέρῳ τῶν ὁμογενῶν εἰδῶν ἑκάτερον τῶν ὁμογενῶν ἰδίων μόνῳ ἐκείνῳ ᾖ καὶ οὐ πλείοσιν aN 14 ἢ Α ζῶον ABDP(DPcu): ζῴῳ Arist. ἑκάτερον ABDP (Bu, pr. ΑΒ, rc. c): ἑκατέρῳ Arist. τῶ ABD, Pcorr. (Du, pr. c, corr. f): τὸ Ppr., Arist. 15 καθὸ — συμβεβηκέναι (16) cm. P ἑκάτερον — ἑκατέρω BD: compend. A 16 ἐστὶ om. Β καὶ om. Α· ἄλλως DP: ἄλλους ΑΒ τί ΑΒP: τι D ταῦτα ταὐτὸν A: ταὐτὰ τὰ αὐτὰ P 1 7 an τῷ γὰρ?)

397
βεβηκέναι· τοῦτο γὰρ εἴρηκε διὰ τοῦ ᾗ ζῷόν ἐστιν ἑκάτερον αὐτῶν τῷ συμβεβηκέναι.

[*](p. 133b11)

οὗτος ὁ τόπος ψευδής ἐστιν.

Τὸν τόπον λέγει ψευδῆ εἶναι· ὅταν γὰρ· τὸ μὲν ἕτερον τῶν λεχθέντων ἰδίων τῶν ὁμογενῶν ἀλλήλοις ἑνὶ εἴδει ὑπάρχῃ τὸ δὲ ἕτερον πολλοῖς, ουτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν ὁ τόπος χρήσιμος. τὸ γοῦν πεζὸν δίπουν ὁμογενές ἐστι τῷ πεζῷ τετράποδι· ἀλλ’ εἰ τὸ πεζὸν δίπουν ἑνὶ εἴδει ὑπάρχει τῷ γὰρ ἀνθρώπῳ), τὸ δὲ πεζὸν τετράπουν πλείοσιν, οὔτε, ἐπεὶ μὴ ἴδιον τὸ πεζὸν τετράπουν ἵππου, διὰ τοῦτο οὐδ’ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, οὔτ’, εἰ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, διὰ τοῦτο καὶ ἴδιον ἔσται ἵππου τὸ πεζὸν τετράπουν. τότε οὖν ὁ τόπος ἐπὶ τῶν τοιούτων ἔσται χρήσιμος, ὅταν ὁμοίως ἀμφότερα τὰ ὁμογενῆ ἀλλήλοις ἑνὶ εἴδει ἑκάτερον ὑπάρχῃ ἢ μηδέτερον αὐτῶν ἑνὶ ὑπάρχῃ. δεῖ δὲ αὐτὰ καὶ ἀντίθεσίν τινα ἔχειν πρὸς ἄλληλα.

[*](p. 133b15)

Ἐπεὶ δὲ τὸ ταὐτὸν καὶ τὸ ἕτερον πολλαχῶς λέγεται.

Tόπον τινὰ παραδίδωσι σοφιστικόν, ᾧ χρώμενοι οἱ σοφισταὶ πᾶν ἀποδιδόμενον ἴδιόν τινος ἀνασκευάζουσι καὶ δεικνύειν πειρῶνται ὅτι <μὴ> μόνῳ τούτῳ ὑπάρχει τῷ οὗ ἀπεδόθη ὡς ἴδιον. παραδίδωσι δὲ καὶ τοῦτον τὸν τόlπον ὥσπερ καὶ τὴν ἔνστασιν, ᾗ δεῖ χρήσασθαι πρὸς τοὺς σοφιστικῶς ἐπιχειροῦντας [*](197) διδάξαι. ὁ δὲ τόπος τοιοῦτος, ὅθεν τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως λαμβάνουσιν· τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται· καὶ γὰρ καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. καὶ τὸ μέν τι καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγω ταὐτόν ἐστιν, ᾧ ὑπάγοιτ’ ἂν τὸ κατ’ ἀριθμὸν [*](1 ἢ AP1 (corr. P2) ἑκάτερον AD: ἑκατέρου BP 2 τῶ Α cf. p. 396,14: τὸ BDP 3 post οὗτος add. δ’ Arist. (om. Ac) 4 ὅτε Β τό] τῶν Α 5 ἰδίων scripsi cf. aN: ἴδιον ABDP εἴδει ἑνὶ Α ὑπάρχῃ P: ὑπάρχει Β: compeud. AI) 7. 8 εἴδει ἑνὶ δίπουν Α 8 τῶ γὰρ ἀνθρώπω ora. Α δὲ om. Β 9 post ἵππου add. οὐ P : οὐ διὰ τοῦτο καὶ ἴδιον ἔσται ἵππου τὸ πεζὸν τετράπουν 6 vv. 10. II Β διὰ τοῦτο 0111. Α 10 ἀνου(??) AD: ἄν ἡ (ἦ in ras. P2) P: ἄν ὃ 10. 11 ἀνθρώπου—τότε om. Β 12 οὕτως P ἀμφότερα ὁμοίως D ὁμοιογενῆ A 13 ὑπάρχη prius DP: ὑπάρχειν Β: compend. Α ὑπάρχῃ alteram P : ὑπάρχει compend. AD καὶ αὐτὰ Β 15 τὸ alterum om. P πολλαχῶς λέγεται om. a 16 ante τόπον add. ἐνταῦθα a 17 κατασκευάζουσι a 18 οὗ aAP: ὧ BD ὡς snper- scr. Β 19 ὥσπερ scripsi: οὗπερ libri καὶ τὴν ἔνστασιν ABDP: τῇ ἐνστάσει a ᾗ δεῖ χρήσασθαι scripsi: ἤδη (P1: δεῖ P2) χρήσασθαι BP: χρήσασθαι δεῖ AD: δεῖ χρῆσθαι a σοφιστικῶς om. a 20 διδάξαι P ἑ add. P2): δεικνύειν a post τόπος add. ἐστὶ aB 21 λαμβάνειν B post λαμβάνουσιν add. ὅτι a τὸ prius superscr. Β 22 καὶ (post γὰρ) om. P post ἀναλογίᾳ add. ταυτὸν λέγεται Β καὶ τὸ μὲν — p. 398,2 ἑτερωνύμων ABDP: καὶ τὸ μὲν ταὐτὸν (τῶ ἀριθμῶ καὶ τὸ μὲν ταὐτὸν add. N) τῷ τε ἀριθμῷ καὶ τῷ λόγῳ ἐπὶ τῶν πολυωνύμων λέγεται, ὡς τὸ λώπιον καὶ τὸ ἱμάτιον· ἐν γάρ εἰσι τῷ τε ὑποκειμένῳ καὶ τῷ λόγῳ. τὸ δὲ ταὐτὸν μὲν τῷ ὑποκειμένῳ, ἤγουν τῷ ἀριθμῷ, μὴ ταὐτὸν δὲ τῷ λόγῳ ἐπὶ τῶν ἑτερωνύμων εὑρίσκεται aN 22 τι καὶ om. A 23 λόγω — ὑποκειμένω Β ὦ BP: ὃ AD)

398
ταὐτόν, τὸ δέ τι κατὰ τὸ ὑποκείμενον μόνον ταὐτὸν λέγεται, ὡς ἐπὶ τῶν ἑτερωνύμων· τούτων γὰρ τὸ μὲν ὑποκείμενον ἕν τε καὶ ταὐτόν ἐστιν, ὁ μέντοι λόγος αὐτῶν οὐχ ὁ αὐτός, ὡς ἐπὶ ἀναβάσεως ἔχει καὶ καταβάσεως , ὅταν κατὰ ἑνός, τῆς κλίμακος, καὶ ἄμφω τὰ ὀνόματα λέγηται· τὸ γὰρ ὑποκείμενον ἕν ἐστιν, αὐτὴ ἡ κλῖμαξ. λέγεται ταὐτὸν καὶ τὸ ὑποκείμενον μετὰ τοῦ συμβεβηκότος αὐτῷ τῷ ὑποκειμένῳ, οἷον λευκὸς ἄνθρωπος ἀνθρώπῳ. τὰ δὲ οὕτως λεγόμενα ταὐτὰ οὐχ ἁπλῶς ἐστι ταὐτὰ ἀλλὰ τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα· ἕτερος γὰρ λόγος ἀνθρώπου καὶ ἕτερος λευκοῦ ἀνθρώπου, καίτοι κατὰ τὸ ὑποκείμενον ἕν ἐστιν ἄμφω. ἐπεὶ τοίνυν τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται, χαλεπώτερον δοκεῖ τὸ ἑνὸς μόνου ἴδιόν τι ἀποδοῦναι· πᾶν γὰρ τὸ ὡς ἴδιόν τινος ἀποδοθὲν δοκεῖ οὐ μόνου εἶναι ἴδιον οὗ ἀπεδόθη.

[*](p. 133b 31)

Κατασκευάζοντα δὲ ῥητέον ὡς οὐκ ἔστιν ἀπλῶς.

Δεῖ, φησίν, ἐνίστασθαι πρὸς τοὺς ἀνασκευάζειν βουλομένους οὕτω τὸ ἴδιον λέγοντας ὅτι μὴ ἁπλῶς ταὐτὰ μηδὲ ἀπλῶς ἕτερα τό τε ᾧ συμβέβηκε καὶ τὸ συμβεβηκὸς μετὰ τοῦ ῷ συμβέβηκεν, ἀλλὰ τῷ μὲν λόγῳ ἕτερα τῷ δὲ ὑποκειμένῳ ταὐτά, καθ’ ὃ καὶ τὸ ἴδιον ἀπεδόθη • ταὐτὸν γὰρ τὸ ὑποκείμενον ἔν τε ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ὁ μέντοι λόγος αὐτῶν ἕτερος. ὁ οὖν ἐπ’ ἀμφοῖν, φησί, τὸ αὐτὸ ἴδιον ἀποδιδοὺς τὸ ἓν ὑποκείμενον εἰς δύο διαιρεῖ, ἄλλο μὲν ὑποκείμενον λέγων ἄλλο δὲ τὸ μετὰ τοῦ συμβεβηκότος. βηκότος. ὡσαύτως καὶ εἴ τις, φησίν, ἴδιον ἐπιστήμης ἀποδιδοίη τὸ ἀμετάπειστον ὑπὸ λόγου καὶ ἐπιστήμονος κατὰ τὴν ἐπιστήμην· ἔστι γάρ, φησίν, οὐχ ἕτερον τῷ ὑποκειμένῳ τὸ ἐπὶ τῶν ἕξεων λεγόμενον καὶ τὸ ἐπὶ τῶν κατὰ τὰς ἕξεις διακειμένων • ταῦτα γὰρ τῇ πτώσει διαφέρει καὶ οὐ τῷ ὑποκειμένω.

[Σαφηνιστέον δ’ ἔτι μᾶλλον περὶ τούτων. ἐπεί, φησί, τὸ ταὐτὸν πλεοναχῶς λέγεται, ὡς ἄνωθεν διείλομεν, ἔργον, φησίν, ἔχουσιν οἱ σοφιστικῶς [*](1 ταὐτῶ (ante τὸ) D 2 τούτων ex τοῦτο corr. P1 ἐστιν a: λέγεται ABDP 3 post λόγος add. ὁ Β αὐτοῦ Α : τῶν ὀνομάτων a ἔχει post καταβάσεως collocat a ὅταν — κλίμαξ (5) aN : om. ABDP 4 ἑνός scripsi: μιᾶς aN κατ’ ἄμφω conicio 6 αὐτῶν Β τῷ om. AP 7 δὲ om. B: γὰρ a εἰσι a ταὐτόν (post ἐστι) D 7. 8 τῷ ὑποκειμένῳ, τῷ δέ λόγῳ aN: om. ABDP 8 λόγος ἀνθρώπου DP: inv. ord. a: λόγος Α: ἀνθρώπου Β ἕτερος alterum aN : om. ABDP 9 τὸ (post κατὰ) om. a ante καὶ add. ἡ P τὸ (post καὶ) om. BD 10 χαλεπὸν a τὸ scripsi: τοῦ libri μόνου om. P 11 ἀποδιδόναι BD μὴ εἶναι μόνου a μόνω D εἶναι ἴδιον aP: εἶναι εἶναι A: εἶναι BD 13 lemma om. a 14 δεῖ AD: δεῖν δὲ Β: δεῖν P: διό a πρὸς aN: om. ABDP ἀνασκευάζειν scripsi: κατασκευάζειν libri οὕτω aD: om. ABP 15 λέγοντας DP: λέγοντα a: compend. Α: om. Β post μὴ ἀπλῶς add. εἰσι a ταυτὰ — ἕτερα aA: ταυτὸν — ἕτερον BDP μηδὲ ἁπλῶς] ἡ a τε aD: om. ABP 16 τοῦ] τὸ P 19 — 25 aN: καὶ ἔστι τὸ ἀποδεδομένον ἴδιον ἀνθρώπου ἐπ’ ἀμφοῖν ταὐτόν. ὡσαύτως καὶ ἐπιστήμης ἴδιον τὸ ἀμετάπειστον ἀμετάπιστον P1, corr. P2) ὑπὸ λόγου καὶ ἐπιστήμονος κατὰ τὴν ἐπιστήμην. ἔτι ἐστι A) δέ φησι μηδὲ ταὐτὸν πάντη (sic Β: ταὐτὸν πᾶν τὸ AD: παντὶ ταὐτὸν P) ἐπὶ τῶν ἕξεων καὶ τῶν κατὰ τὰς ἕξεις ἕξιν P) διακειμένων εἶναι τὸ ἴδιον: διαφέρει γὰρ τῇ πτώσει ABDP 21 καὶ N: μὴ a 26 — p. 399,25 aN)

399
διαλεγόμενοι ἑνός τινος ἀποδιδόναι τὸ ἴδιον, χρώμενοι τῷ ταὐτὸν εἶναι τό τε συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε καὶ λέγοντες ‘ὃ ὑπάρχει τινὶ ᾧ συμβέβηκέ τι, καὶ τῷ συμβεβηκότι μετὰ τοῦ ὑποκειμένου ὑπάρξει’. καὶ σαφηνίζει τοῦτο διὰ τοῦ παραδείγματος. εἶτά φησιν ἀνασκευάζεσθαι τὰ τοισῦτα τῶν ἰδίων διὰ τῆς ἑτερότητος, λέγοντας ἄλλο μὲν εἶναι τὸ ὑποκείμενον αὐτὸ καθ’ αὑτό, δίχα δηλονότι τοῦ συμβεβηκότος, ἄλλο δὲ τὸ συναμφότερον οἷον εἰπόντος τινὸς ἴδιον εἶναι ἀνθρώπου οὐσίαν ἐπιδεκτικὴν χρώματος διακριτικοῦ ὄψεως τοῦτο γὰρ τὸ ἴδιον ὑπάρξει καὶ τῷ λευκῷ ἀνθρώπῳ) ὁ ἀνασκευάζων ἐρεῖ ἄλλο μὲν εἶναι τὸν ἄνθρωπον, ἄλλο δὲ τὸν λευκὸν ἄνθρωπον, καὶ ἄλλο μὲν τὴν ἕξιν, οἷον τὴν ἐπιστήμην, ἄλλο δὲ τὸ κατὰ τὴν ἕξιν, ἤγουν τὸν ἐπιστήμονα. τὸ δ’ ἐφεξῆς προσκείμενον τὸ γὰρ τῇ ἕξει ὑπάρχον καὶ τὰ λοιπὰ ἀξίωμά ἐστι τῶν χρωμένων ἐπὶ τῶν τοιούτων τῇ ταὐτότητι τοῦ τε ὑποκειμένου καθ’ αὑτὸ καὶ τοῦ ὑποκειμένου σὺν τῷ συμβεβηκότι. εἶτα τὸ ὑπόδειγμα τοῦ διὰ τῆς ἑτερότητος ἀποδεικνύντος τὸ οὕτως ἀποδιδόμενον ἴδιον κατασκευαστικόν ἐστι. κατασκευάζοντας γὰρ δεῖ λέγειν, ὡς οὐκ ἔστιν ἁπλῶς, ἤγουν καθόλου, ἕτερον ἄνθρωπος καὶ ἕτερον ἄνθρωπος λευκός, ἀλλὰ κατὰ τὸν ὁρισμὸν καὶ τὸ εἶναι. ᾗ μὲν γὰρ οὐσία, καὶ ἄμφω, ὅ τε ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος, ταὐτόν εἰσι, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρουσιν· ὁ μὲν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ δὲ λευκὸς ἄνθρωπος ταῦτά τε καὶ ἐπιδεκτικός χρώματος διακριτικοῦ ὄψεως. ἄλλως τε καὶ ὅτι οὐδὲ ὁ αὐτὸς ὁρισμός ἐστιν ἐπιστήμης καὶ ἐπιστήμονος, ἀλλ’ ἐπιστήμη μέν ἐστιν ἡ ἀμετάπειστος, ἐπιστήμων δὲ ὁ ἀμετάπειστος· διαφέρουσιν οὖν οἱ ὅροι κατὰ τὰς πτώσεις. πρὸς γὰρ τὸν σοφιστὴν τὸν κατὰ πάντα τρόπον ἐνιστάμενον δεῖ ἀντιτάσσεσθαι καὶ ἀπὸ τῶν πτώσεων καὶ ἀφ’ ἑτέρων ὧν ἂν δύνῃ.]

[*](p. 134a5)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ φύσει ὑπάρχον.

Φύσει ὑπάρχειν τισὶ ταύτα λέγει, ὧν τὰ ὑποκείμενα, οἷς οὕτω λέγεται ὑπάρχειν, ἐπιδεκτικὰ μέν ἐστιν αὐτῶν, οὐ μὴν ἀεὶ αὐτοῖς οὐδὲ ἐξ ἀνάγ|κης ἐνεργείᾳ πάρεστιν· οὕτως φύσει τῷ ἀνθρώπῳ ὑπάρχει ἡ ἐπιστήμη [*](198) ὅτι γὰρ δεκτικός ἐστιν αὐτῆς, οὐχ ὅτι ἀεί ἐστιν ἐν αὐτῷ) καὶ τὸ [*](2 τὸ a: τῶ Ν τῶ N: τὸ a 5 immo λεγόντων 17. 18 an τῇ—οὐσίᾳ? 21 καὶ ὅτι scripsi: inv. ord. aN 26 εἰ τὸ φύσει ὑπάρχον βουλόμενος lemma in a εἰ] ἡ Α 27 ante φύσει add. ἡ Β ὑπάρχειν DP: ὑπάρχον B: compeud. Α: ὑπάρχοντα a λέγεται P: δεῖ λέγειν a οὕτω] οὖ Β 27. 28 ὑπάρχειν λέγεται P 28 δεκτικὰ D: δεικτικὰ Β ἐστιν scripsi: εἰσιν libri αὐτῶν aD: om. ABP οὐδ’ P: οὐδ’ εἰ B 29 οὕτως AD: οὕτω a: οὔτε BP τοῦ ἀνθρώπου Α ὑπάρχει τῶ ἀνθρώπω Β 30 γὰρ om. D οὐχ ὄτι — λέγοι (p. 400,4) ABDP: λέγεται φύσει ὑπάρχειν αὐτῷ τὴν ἐπιστήμην, οὐχ ὅτι ἀεὶ ἐνεργείᾳ ἐστὶν ἐπιστήμων. ἄν τοίνυν τὸ οὕτω τῇ φύσει ὑπάρχον τινὶ ὡς ἴδιον αὐτοῦ ἀποδῷ τῇ λέξει ὡς ἄν ἐνεργείᾳ αὐτῷ καὶ ἀεὶ παρόν τοῦτο δ’ ἄν γένοιτο μὴ προσθέντος ἐκείνου τὸ φύσει ἡ (5) ἄλλο τι δυνάμενον ἐνδείξασθαι τὸ δεκτικὸν εἶναι τὸ πρᾶγμα ἐκεῖνο οὖ τὸ ἴδιον ἀποδίδοται), οὐ καλῶς ἀποδίδωσι τὸ ἴδιον ὅθεν καὶ ἀνασκευασθήσεται διὰ τοῦδε τοῦ τόπου aN ἐν αὐτῶ DP: αὐτῶ Β: ἐνταῦθα Α)

400
γενειάσκειν καὶ τὸ πολιοῦσθαι. ἄν δή τις τὸ οὕτως ὑπάρχον τινὶ καὶ οὕτως ἴδιον αὐτοῦ ὂν ἀποδῷ τῇ λέξει ὡς ἀεὶ αὐτῷ ἐνεργεία παρόν, μὴ προσθεὶς τὸ φύσει ἢ ἄλλο τι ὃ πρὸς τὸ δέξασθαι αὐτὸ ἐπιτηδειότητα σημαίνει, οὐκ ἄν τὸ ἴδιον λέγοι. οἷον εἰ ἀπλῶς τις εἴποι τοῦ ἀνθρώπου ἴδιον εἶναι τὸ πεζὸν δίπουν· τὸ γὰρ δίπουν ὡς ἀχώριστον αὐτοῦ καὶ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχον δοκεῖ λαμβάνειν ὁ οὕτως λέγων. ἀλλ’ οὐχ οὕτως ἐν τῇ φύσει ὑπάρχει, <εἰ> καὶ κατὰ φύσιν αὐτῷ· ἐπεὶ ἔσται τις ἄνθρωπος καὶ οὐ ἀλλ’ οὐ κατὰ φύσιν. ὁμοίως οὐδὲ τὸ ἐπίστασθαι ἴδιον ἀνθρώπου, ἀλλὰ τὸ ἐπιστήμης εἶναι δεκτικῷ.

[*](p. 134a 18)

Ἔτι ὅσα λέγεται ὡς κατ’ ἄλλο τι πρῶτον.

τόπον καὶ τοῦτον χρήσιμον πρὸς ἀνασκευὴν τοῦ ἰδίου παραδίδωσι. τῶν γὰρ ὑπαρχόντων τισὶ τὰ μὲν πρώτως ὑπάρχει, τὰ δὲ οὐ πρώτως ἀλλὰ̣ κατ’ ἄλλο. ἐν δὲ τοῖς οὕτως ἔχουσι χαλεπόν· φησιν ἀποδοῦναι τὸ ἴδιόν τινι αὐτῶν, διὰ τὸ τὸ ἐπὶ τοῦ πρώτως ἔχοντος αὐτὸ ἀποδοθὲν ἁρμόζειν καὶ ἐπὶ τοῦ μὴ πρώτως ἔχοντος αὐτό. καὶ τούτου οὕτως ἔχοντος συμβήσεται οὐ καθ’ οὗ ὁ λόγος καὶ τὸ ἴδιον ἀληθεύεται, κατὰ τούτου καὶ τοὔνομα τοῦ πράγματος ἀληθεύεσθαι. εἰ γὰρ εἴη τῆς ἐπιφανείας ἀποδιδόμενον ἴδιον τὸ κεχρῶσθαι, τὸ μὲν κεχρῶσθαι καὶ κατὰ σώματος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἐπιφάνεια, ἧς ἴδιον ταὐτὸν ἀπεδόθη· οὐ γάρ ἐστι τὸ σῶμα ἐπιφάνεια. ἀλλὰ κἄν σώματος ἴδιον ἀποδοθῇ τὸ κεχρῶσθαί, καὶ κατὰ τῆς ἐπιφανείας κατηγορεῖται, οὐ μὴν καὶ τὸ σῶμα. δεῖται οὖν διορισμοῦ τινος τὸ οὕτως ἀποδιδόμενον τῶν τοιούτων ἴδιον, [*](1 γένει ἀσκεῖν Α ὑπάρχον] ὄνομα ὑπάρχῃ Β 2 ὃν] ὄνομα Β ὡς ἀεὶ BDP : ὡσὰν Α 3 προστιθεὶς AP τι ἄλλο Β ὃ P: οὕτε Β: om. AD 4 λέγοι Α: λέγηται D: σημαίνει Β: σημαίνοι P εἴπῃ D ἴδιον εἴποι τοῦ τοῦ postea add.) ἀνθρώπου, omisso εἶναι, Β a αὐτοῦ] ὃν a 5. 6 ὑπάρχον αὐτῷ a 6 ὑπάρχειν Β ante δοκεῖ add. ἀεὶ a post alteruui οὕτως add. ἔσται Β 7 ὑπάρχον Β <εἰ> καὶ scripsi: καὶ ABDP: ἤγουν a αὐτοῦ Α: om. ἔστι a καὶ alterura ante τις collocat a 8 ἀλλ’ οὐ κατά φύσιν om. a ἀλλ’ οὐ D: ἀλλὰ ABP ὁμοίως — πρῶτον (10) initio paginae perierunt in P οὑδὲ] δὲ καὶ a 9 τὸ ἐπιστήμης εἶναι δεκτικῷ BD et, ut videtnr, Α (idem habuisse videtur P, in quo — ναι δεκτι — servata sunt): κατὰ τὸ ἐπιστήμης δεκτικόν a 10 ὅσα λέγεται post πρῶτον collocat D post πρῶτον add. ex Arist. ἡ ὡς πρῶτον αὐτό BP 11 καὶ τοῦτον τὸν τόπον P: καὶ τούτων τὸ Β παραδίδωσι scripsi: ἀποδίδωσι libri cf. p. 390,2 13 κατά τι ἄλλο Β ἔχουσιν οὕτως D φησι τὸ ἀποδιδόναι τὸ Β 14 τὸ τὸ aP τὸ prius superscr. P2, ὁ alterum in ras. P2): τὸ Β· τοῦ AD τοῦ] τῶν a ἀποδοθὲν — αὐτό (15) om. D 15. 16 συμβήσεται om. aA 17 ἀληθεύεσθαι ADP: ἀληθεύσει Β. ἀληθεύσει τοῦ πρώτως ἔχοντος αὐτό a 17. 18 ἀποδεθομένον aB 18 ἴδιον post εἴη (17) collocat Β καὶ a Arist.: om. ABDP post κατὰ add. τοῦ aAB(u) 1 9 κατηγορηθήσεται a ἐπιφανείας, omisso ἡ, Β ἧς εἰς Α)—ἀπεδόθη om. a 20 ἀλλὰ—σῶμα (22) om. a ἀπεδόθη Β 21 κατηγορεῖται om. P 22 τινος διορισμοῦ B οὕτως superscr. Β ἀποδεδομένον Β ἴδιον D : ἰδίων aABP)

401
ὡς διὰ τῶν ἑξῆς δείκνυται, λόγον δὲ τὸ ἴδιον λέγει, ἐπεὶ εἶπε τὴν τοῦ ἰδίου ἀπόδοσιν μετὰ τοῦ γένους ποιεῖσθαι.

[*](p. 134a26)

Συμβαίνει δ’ ἐν ἐνίοις τῶν ἰδίων.

Πολυτρόπως, φησίν, ἁμαρτάνουσί τινες ἐν τῇ τῶν ἰδίων ἀποδόσει, μὴ προσδιοριζόμενοι κατὰ τίνα τρόπον ἀποδιδόασι ταῦτα, ἐπειδὴ ἐπιχειροῦσιν ἀποδιδόναι τὸ ἴδιον ἢ τὸ φύσει ὑπάρχον, ὅπερ ἐστὶ κατὰ τὸ δεκτικὸν εἶναι αὐτοῦ τὸ ὑποκείμενον καὶ μὴ κατὰ τὸ ἐνεργείᾳ παρεῖναι, ἢ τὸ ἁπλῶς ὑπάρχον, ὅπερ ἐστὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, ἢ κατ’ ἄλλους τρόπους, ὅσους δὴ καὶ ἀριθμεῖται, ὧν ἕκαστον διὰ τοῦ οἰκείου παραδείγματος δῆλον ποιεῖ. μὴ γὰρ διορισάμενός τις ἢ προσθεὶς ἐφ’ ἑκάστου τῶν τοιούτων ἰδίων τὸν ἁρμόζοντα ἑκάστῳ τῶν τρόπων, οὓς κατὰ μέρος παρέθηκε, προσδιορισμὸν φανερὸν ὅτι ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι καλῶς ἐφ’ ἑκάστου τὸ ἴδιον.

[*](p. 134a31)

Καθάπερ πυρὸς τὸ λεπτομερέστατον.

Πάλιν εἴ τις, φησίν, ἴδιον τοῦ πυρὸς θείη τὸ λεπτομερέστατον καὶ μὴ διαστείλας χωρίσειε τὸ ἴδιον τὸ ὑπάρχον τῷ εἴδει, προσθεὶς τὸ τῷ εἴδει, ἁμαρτάνει· καὶ γὰρ εἰ προστεθείη τὸ τῷ εἴδει, δῆλον ὅτι ἑνὶ ὑπάρξει τῶν εἰδῶν τῶν ὑπὸ τὸ πῦρ ὄντων.

[*](p. 134b5)

Μὴ προσθεὶς μὲν οὖν τὸ φύσει ἁμαρτάνει.

Νῦν καθόλου δείκνυσιν, ὅτι εἰ κατὰ πλείους τρόπους ὑπάρχει τὰ ὑπάρχοντά τισιν, ἀναγκαῖον τὴν τῶν ἰδίων ἀπόδοσιν μετὰ τοῦ οἰκείου τῇ ὑπάρξει διορισμοῦ ποιεῖσθαι· οὐ γὰρ ὑγιὴς ἡ χωρὶς διορισμοῦ ἀπόσοις τῶν διορισμοῦ τινος δεομένων. διὸ καὶ ἕκαστον τῶν τοιούτων ἰδίων ἀνασκευασθήσεται διὰ τοῦ ὀφείλοντος κεῖσθαι προσδιορισμοῦ μὴ προστεθέντος δὲ ὑπὸ τοῦ προσδιαλεγομένου.

[*](1 ὡς om. Α: ὃς a 1. 2 λόγον — ποιεῖσθαι om. a 4 — 13 aN: ἄπαντες ἅπαντα AP) γὰρ ἐπιχειροῦσι τὸ ἴδιον ἀποδιδόναι ἢ τὸ φύσει ἴδιον ἢ τὸ φύσει ὑπάρχον ἡ τὸ νῦν ἢ εἴδει τινὶ ἡ ἁπλῶς ἢ κατ’ ἄλλο ἢ πρῶτον ἡ τὸ ἔχειν ἡ τὸ ἔχεσθαι ἢ τὸ μετέχειν ἢ τὸ μετέχεσθαι ἢ τὸ μετέχεσθαι om. B) ABDP 10 τοιούτων] ν in ras. o — 6 lit. N1 15 — 18 aN: οὐ γὰρ παντὶ πυρὶ πυρὶ παντὶ Β) τοῦτο ὑπάρχει, ἀλλ’ ἐν ἀλλὰ omisso ἐν Β) τῷ εἴδει αὐτοῦ ἐστι τοῦτο ἀλλ’ ἐν τῶ εἴδει add. Β) ABDP 19 lemma om. a 20 — 25 post 13 collocant aN 20 καθόλου οὖν aN εἰ aAD: τὸ Β: τῶ P post κατὰ add. τοὺς AD τρόπους aBD: τόπους AP ὑπάρχειν HP ὑπάρχει post 21 τισιν collocat D 21 τῶν ἰδίων om. a ἀποδίδωσιν Ppr. 22 προσδιορισμοῦ (ante ποιεῖσθαι) a post διορισμοῦ altenim add. τινος D 23 διὰ — προσδιαλεγομένου (28) aN: om. ABDP)
402
[*](p. 134b22)

Μὴ διαστείλας δὲ τὸ τῷ εἴδει.

Οὕτως αὐτὸς εἶπεν ἐν Κατηγορίαις ἐπὶ τῆς οὐσίας, ὅτι ἴδιον τῆς οὐσίας τὸ “ἕν ἓν ἀριθμῷ ὂν δεκτικὸν εἶναι τῶν ἐναντίων”· οὐ γὰρ ὅτι πᾶσα οὐσία τοιαύτη, ἀλλ’ ὅτι ἐν αὐτῇ μόνῃ τὸ τοιοῦτον. ἀνάγεται δὲ τὸ τοιοῦτον ἴδιον εἰς τὴν τῆς ἀντιστροφῆς ἁμαρτίαν· οὐ γὰρ ἐφ’ ὧν τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται. γῆ μὲν γὰρ καὶ ἡ τυχοῦσα βῶλος, βαρυτάτη δὲ οὐκέτι· καὶ πῦρ μὲν ἄνθραξ καὶ φλὸξ καὶ φῶς, λεπτομερέστατον δὲ μόνον τὸ φῶς.

[*](p. 134b23)

Τὸ γὰρ καθ’ ὑπερβολήν.

Ἀποδιδοὺς ἐνταῦθα τὴν αἰτίαν τοῦ ἁμαρτάνειν τὸν οὕτως ἀδιορίστως ἀποδιδόντα τὸ ἴδιον, τὸ καθ’ ὑπερβολήν φησιν οὐχ οἷόν τε ἐν πλείοσι θεωρεῖσθαι, καθάπερ τὸ κουφότατον τῷ πυρί.

[*](p. 134b28)

Οὐ γάρ ἐστιν ἓν εἶδος τοῦ πυρός.

Ὅτι ἐπὶ τῶν τῷ εἴδει ἀποδεδομένων ἰδίων, εἰ μὲν τὰ ὑπὸ τοῦ ὀνόματος οὗ τὸ ἴδιον ἀποδέδοται σημαινόμενα ἑνὸς εἴη εἴδους, ὑγιὴς ἡ ἀπόδοσις, εἰ δὲ πλειόνων εἰδῶν, οὐκέτι ὑγιὴς ἡ προσθήκη ἐπὶ τῶν οὕτως ἐχόντων, ἡ ὅτι τῷ εἴδει ἴδιον τὸ ἀποδοθέν· καὶ οὕτως <γὰρ> ἐνδέχεται ἁμαρτάνειν, εἰ μὴ προσδιορίσαιτο καὶ κατὰ τί τοῦ πράγματος. ἐπ’ ἐνίων γὰρ οὐκ ἔχει οὕτως, ὡς ἐπὶ τοῦ πυρός, εἴ τις κουφότατον εἴποι τὸ πῦρ μὴ διαστείλας τὸ φῶς | ἐν τῷ [*](199) μὴ προσθεῖναι τὸ τῷ μέρει· πυρὸς γὰρ μέρη ·ἄνθραξ καὶ φλὸξ καὶ φῶς, ὧν ἕκαστον πῦρ λέγεται, ἀλλὰ τὸ φῶς μόνον ἐστὶ τὸ κουφότατον. κοινότερον δὲ νῦν καὶ τὸ φῶς πῦρ λέγει κατὰ δόξαν [*](1 lemma om. a 2 οὕτως ABDP: ἐπειδὴ γὰρ ὡς a αὐτὸς—ἴδιον τῆς οὐσίας a: εἶπε καὶ τῆς οὐσίας ἴδιον ὃ add. BD) ABDP ἐν Κατηγορίαις] c. 5 p. 4a 11 3 ἓν D Arist.: ἐν aABP δεκτικὸν εἶναι τῶν ἐναντίων aN: δεκτικὸν τῶν ἐναντίων ἐστίν DP: τῶν ἐναντίων ἐστὶ δεκτικόν Β: δεκτικόν ἐστι τῶν ἐν αὐτῶ Α: τῶν ἐναντίων εἶναι δεκτικόν Arist. οὐ γὰρ] οὐχ a ὅτι om. Β 4 ἐν αὐτῇ μόνῃ τὸ τοιοῦτον] ἐν τῇ ἀτόμῳ οὐσίᾳ τοῦτο δυνατὸν εἶναι a 5 τῆς om. aB 7 οὐκέτι aA: οὐκ ἔστι BDP καὶ alterum om. P 9 — 12 aN: αἴτιον δὲ ὅτι τὰ τὰ om. AP) καθ’ ὑπερβολὴν οὐχ οἷόν τε ἐν πλείοσι θεωρεῖσθαι ABDP 12 καθάπερ τοῦ πυρὸς τὸ κουφότατον Arist. 13 ἐστιν ἓν P Arist.: ἐν ἐστιν Β: ἔνεστιν a: ἓν AD 14 ἀποδιδομένων AD ἰδίων om. B ὑπὸ AD: ἀπὸ aBP 15 ἀποδίδοται B 17 ἡ — ἀποδοθέν] πλὴν προσκειμένου τῷ εἴδει a ἡ scripsi: ἡ BP: om. AD καὶ οὕτως — κουφότατον (23) aN: om. ABDP 18 γὰρ addidi 23 τὸ om. a λέγεται Β, cuius in mrg. notata sunt haec: ἰστέον δὲ ὅτι κατὰ δόξαν Πλατωνικὴν εἶδος τὸ φῶς ἐνταῦθα φησὶ τοῦ πυρός, αὐτὸ τούτῳ μὴ συντιθέμενον αὐτὸς — συντιθέμενος Brandis Schol. p. 285 b 27)· φησὶ γὰρ ἐν ἄλλοις ἱεῖ πᾶν πῦρ σῶμα, τὸ δὲ φῶς οὐ σῶμα, οὐκ ἄν τὸ πυρὸς εἶδος”)

403
τινῶν· ἐπεὶ αὐτῷ οὐ δοκεῖ πῦρ εἶναι τὸ φῶς, ὅτι μηδὲ σῶμα, πᾶν δὲ πῦρ σῶμα. ὁ δὴ λέγων πυρὸς τῷ εἴδει ἴδιον εἶναι τὸ λεπτομεγέστατον οὐχ ὑγιῶς ἀποδίδωσι διὰ τὸ πλείω εἴδη εἶναι τοῦ πυρὸς καὶ ἑνός τινος αὐτῶν ἴδιον εἶναι, τοῦ φωτός, πυρὸς λεγομένου ἀλλ’ οὐ του πυρὸς κοίνως.

[*](p. 134b 30)

Διὰ τοῦτο οὐ δεῖ, εἰ τῷ εἴδει προστεθείη, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μὲν μᾶλλον.

Ὅτι οὐ δεῖ ἐπὶ τῶν διαφερόντων τῷ εἴδει ἴδιον ἀποδίδοσθαι, ὅτι τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ὑπάρξει. τοῦτο δ’ οὐ δεῖ γίνεσθα ὅταν μὴ καὶ τὸ ὄνομα μᾶλλον κατηγορῆται καθ’ οὗ καὶ τὸ ἴδιον ἀληθεύεται μᾶλλον. καθ’ οὗ γὰρ τὸ βαρύτατον ἀληθεύεται μᾶλλον, κατὰ τούτου τὸ τῆς γῆς μᾶλλον ὄνομα κατηγορεῖται· ἡ γὰρ μᾶλλον γῆ βαρυτάτη· οὕτως γὰρ γῆς ἴδιον τὸ ἀποδιδόμενον γίνεται. εἰ δὲ μὴ καθ’ οὗ τὸ ἴδιον μᾶλλον, καὶ τοὔνομα μᾶλλον, οὐκ ἔστιν ἴὸιον. ὡς ἐπὶ τοῦ πυρός· οὐ γὰρ ᾧ τὸ λεπτομερέστατον ὑπάρχειν ἴδιον ἀπεδόθη, τούτῳ καὶ τὸ μᾶλλον πῦρ· διὸ οὐκ ἴδιον. τὸ μὲν γὰρ φῶς τὸ λεπτομερέστον, μᾶλλον δὲ πῦρ ἄνθραξ καὶ φλὸξ τοὐ φωτός.

[*](1 τινά D αὐτὸ Α, Ppr. τὸ φῶς πῦρ εἶναι a post φῶς add. καὶ τὸ Β οὐδὲ a 2 ὁ δὴ — 17 ABDP: διὰ τοῦτο δὲ πάλιν καὶ ὁ προσθεὶς τῷ εἴδει τοῦ λεχθέντος, ἤγουν τοῦ κουφοτάτου, (5) ἕτερον εἶδος ἴδιον εἶναι, οἷον τὸ λεπτομερέστατον, καὶ οὗτος ἁμαρτάνει· τὸ γὰρ λεπτομερέστατον καὶ ἄλλοις ἁρμόζει, τοῖς μὲν μᾶλλον τοῖς δ’ ἧττον. λέγει δὲ τὸ φῶς εἶδος τοῦ πυρὸς εἶναι κατά τινα δόξαν. οὐ γὰρ τοῖς πᾶσι δοκεῖ τὸ φῶς εἶδος εἶναι τοῦ πυρός· τὸ γὰρ πῦρ καὶ τὰ εἴδη αὐτοῦ, ὅ τε ἄνθραξ καὶ ἡ φλὸξ αὐτοῦ, σώματά εἰσι· τὸ δὲ φῶς ἀσώματον. καὶ πῶς ἂν εἴη εἶδος τοῦ σώματος τὸ ἀσώματον ; φησὶν οὖν ὅτι ἐνίοτε καὶ ὁ τῷ (10) εἴδει προσθεὶς ἁμαρτάνει διὰ τὸ μὴ εἶναι ἓν εἶδος τοῦ λεχθέντος ἀλλὰ πλείονα. καὶ τοῦτο δῆλον ἐκ τῶν τοῦ πυρὸς εἰδῶν· ἓν γὰρ τούτων, τουτέστι τὸ φῶς, λεπτομερέστατόν ἐστι, τὰ δ’ ἄλλα ἧττον λεπτομερῆ. διὰ τοῦτο τοίνυν, ὅταν προστεθῇ τῷ εἴδει, οὐ δεῖ εἶναι ἄλλο εἶδος παρὰ τὸ λεχθέν, ἀλλ’ αὐτὸ καὶ μόνον. τοῦτο δὲ οὐ δεῖ γίνεσθαι, οἶον οὐ δεῖ ἀποδιδόναι ἴδιον μετὰ προσθήκης τοῦ τῷ τοῦ τῷ scripsi: τοῦ N: τῷ a) εἴδει, οὗ πολλὰ τὰ εἴδη εἰσίν, ὅταν μὴ καὶ τὸ ὄνομα κατηγορεῖται (15) μᾶλλον κατὰ τοῦ ὑποκειμένου, καθ’ οὐ μᾶλλον ἀληθεύεται ὁ λόγος. ὁ μὲν γὰρ λόγος, τὸ λεπτομερέστατόν φημι, μᾶλλον ἀληθῶς κατηγορεῖται τοῦ φωτός, τὸ δὲ ὄνομα, ἤτοι τὸ πῦρ, οὐ κατηγορεῖται μᾶλλον τοῦ φωτός. ὡς γὰρ εἴπομεν, κατά τινα δόξαν τὸ φῶς πῦρ λέγεται, οὐ μέντοι κατὰ ἀλήθειαν. εἰ γὰρ τὸ ἴδιον κατηγορεῖται μᾶλλον, τὸ δὲ ὄνομα οὐ κατηγορεῖται μᾶλλον, οὐκ έσται ἴδιον τὸ ἀποδοθὲν aN δὴ Β: δὲ ADP 4 τινος BD: om. AP ἀλλ’ — λεχθέντος (7) om. A 5 τοῦ D: om. BP 6 εἰ D: δὲ (?) τὸ superscr. P: om. B(ABc): ὅταν Arist. προστεθείη scripsi: προστεθῇ D Arist.: προσετέθη BP 6. 7 εἶναι εἶδος Β Arist.: inv. ord. D: εἶδος P 7 τοῖς AD Arist.: τοῦ BP 8. 9 ὅτι — μᾶλλον om. D 11 καθ’ οὗ — μᾶλλον om. D 13 βαρυτάτη B: βαρύτατον P: βαρ(??) D: non liquet A γὰρ om. D ἀποδεδομένον P δὲ in ras. P2 14 ἐστιν om. Β 15 ὦ corr. e τὸ, ut videtur, P 16 φῶς γὰρ Α)
404
[*](p. 135a1)

Ἔτι δὲ πρὸς τούτοις ταὐτὸν εἶναι συμβήσεται.

Συμβήσεται δὲ πρὸς τούτοις, φησίν, ἐπὶ τῶν τοιούτων ἰδίων τὸ αὐτὸ πλειόνων ἴδιον, τοῦ τε ἀπλῶς καὶ κοινῶς λεγομένου, οἷον τοῦ πυρός, καὶ τοῦ μάλιστα τοιούτου ἐν τῷ κοινῷ, οἷον τοῦ φωτός· τοῦ μὲν γὰρ πυρὸς ἔσται ἴδιον, διότι ἀπεδόθη τούτου, τοῦ δὲ φωτός, ὅτι μάλιστα ὑπάρχει τούτῳ μὴ ὄντι μάλιστα πυρί. οὐ δεῖ δὲ ταὐτὸν ἴδιον εἶναι τοῦ τε γένους καὶ ἑνὸς εἴδους τῶν ὑπὸ τὸ γένος· ἔσται γὰρ τὸ αὐτὸ πλειόνων τε καὶ οιαφεροντων ιοιον.

Ταῦτα διευκρινήσας περαίνει λέγων, ὅτι ἄλλου μέν τινος οὕτως ἀποδιδόντος τὸ ἴδιον ἐπιχειρητέον ἀπελέγχειν αὐτόν, αὐτῷ δέ, ἤγουν σοί, οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν, τουτέστιν εἰ δὲ σὺ τοιοῦτον ἀποδοίης ἴδιον, οὐ δεῖ ἐπιφέρειν ἑαυτῷ τὴν ἔνστασιν, ἤγουν αἰτίαν διδόναι τῷ προσδιαλεγομένῳ ἐνίστασθαί σοι, ἀλλὰ δεῖ σε εὐθὺς διορίζειν, ὃν τρόπον ἀποδίδως τὸ ἴδιον, καθ’ ἕνα τῶν ἐκτεθέντων.

[*](p. 135a9)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ αὐτὸ αὑτοῦ ἴδιον ἔθηκε.

Γίνεται δὲ τοῦτο, ἐάν τις τὸ ἴσον δυνάμενον ὄνομα ἀντιμεταλαβὼν ὡς ἴδιόν τινος ἀποδιδῷ· ὃ μάλιστα ἐπὶ τῶν πολυωνύμων οἷόν τε γίνεσθαι. ἐπεὶ γὰρ τὸ ἑκάστου ὄνομα τῆς οὐσίας αὐτοῦ ἐστι δηλωτικόν οὗ γὰρ ὁ ὁρισμὸς δηλωτικός, τούτου καὶ τοὔνομα), καὶ ὁ τοιοῦτον ἴδιον ἀποδιδοὺς τὸ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ὡς ἴδιον <ἂν> ἀποδοίη. κεῖται δὲ ὅτι τὸ εἶναι καὶ τὴν οὐσίαν τινὸς δηλοῦν οὐκ ἴδιον· οὐ γὰρ ἦν ἴδιον τὸ σημαῖνον τὸ τί ἦν εἶναι, καὶ ἐν τῇ τῶν προβλημάτων διαιρέσει ὁρικὰ εἶπεν εἶναι τὰ τοιαύτα.

[*](1 lemma a: om. ABDP 2 πρὸς (καὶ Β) τούτοις BDP: πρ τούτων Α: om. a ἐπὶ τῶν τοιούτων superscr. D ἰδίων aP: om. ABD 3 πλειόνων ἴδιον ABDP: καὶ ἓν ἴδιον εἶναι πλειόνων a post καὶ add. τοῦ Β 4 τοιούτου — οἷον] ὄντος ἐν τῷ τοιούτῳ κοινῷ, ἤγουν a 5 διότι] ὅτι a τούτου BP: τούτῳ aA: compend. D 6 μάλιστα om. D τὸ αὐτὸ a: αὐτὸ Β τε om. AD 7 post ἑνὸς add. τινος B 9 — 14 aN 15 ἔπειτα—μἐν om. a αὐτὸ aD Arist.: τὸ αὐτὸ ABP αὐτοῦ Arist. : αὐτοῦ ADP: ἑαυτοῦ aB(D) 16 τοῦτο δὲ γίνεται a post ἴσον add. τῷ ὑποκειμένῳ a δυνάμει Α ἀντιμεταβαλὼν P: ἀντιμεταλαμβάνων a 17 ἀποδίδωσι τινός D τε om. Α 18 τῆς om. P post τῆς add. ἑκάστου a αὐτοῦ post δηλωτικὸν collocat a ὁ om. Β: super- D 19 ὁ om. D ἀποδιδοὺς ἴδιον D 20 ὡς ἴδιον post ἀποδοίη collocat D ἄν addidi ἀποδίδωσι a κεῖται] c. 4 p. 132b 35 post ὅτι add. καὶ Α 21 τὸ prius om. AD ἦν om. BP 21. 22 σημαινόμενον Β 22 εἶναι compend. in ras. P2 ἐν τῇ τῶν προβλημάτων διαιρέσει] i.e. Top. I 4 p. 101b 21 sq. cf. Rose Arist. Pseudep. p. 127 ὁρικὰ N: ὁρικαὶ a: ὁριστικὰ ABDP)
405
[*](p. 135a 16)

Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος.

<Ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος> (δεῖ δὲ προσκεὶσθαι καὶ τὸ ‘αἰσθητική’) ἀντικατηγορούμενον ἀπέδωκεν οὐκέτι ἴδιον <ὄν>· τοῦ ζῴου τὸ ‘αἰθητική’) ἔμψυχος αἰσθητική’ ἀντικατηγορεῖται· πᾶν γὰρ ζῷον οὐσία ἔμψυχος αἰσθητική, καὶ πᾶσα οὐσία ἔμψυχος αἰσθητικὴ ζῷον.

Ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν λεγομένων ἑτερωνύμων, εἰ μὴ οἷόν τε θατέρου ἕτερον ἴδιον ἀποδίδοσθαι, οἷον τὸ σημεῖον, τὸ ἀμερές, τὸ ἐλά- χιστον ἢ ἀδιάστατον· δοκεῖ γὰρ ἐπὶ τούτων καὶ τὰ σημαινόμενα διαφέρειν. οἷς δ’ ἄν προσῇ καὶ σαφεστέρως καὶ γνωριμωτέρως, μᾶλλον ἐναρμόττει.

[*](p. 135a20)

Ἔπειτα ἐπὶ τῶν ὁμοιομερῶν σκεπτέον ἐστίν, ἀνασκευάζοντα μὲν εἰ τὸ τοῦ ὅλου ἴδιον.

[Ἐπεὶ ἡ διαίρεσις ἡ ἀπὸ τοῦ ὅλου εἰς μέρη ἢ εἰς ὁμοιομερῆ γίνεται ἢ εἰς ἀνομοιομερῆ, παραδίδωσι τόπους καὶ ἀπὸ τῶν ὁμοιομερῶν. καὶ ἀνασκευάζοντα μέν· εἰ ἀπεδόθη ἴδιον τοῦ ὅλου, τοῦτο δὲ οὐ προσαρμόζει καὶ τῷ μέρει, οὐ καλῶς ἦν ἀποδεδομένον τὸ ἴδιον· ἢ εἰ ὃ τοῦ μέρους ἴδιον ἀπεδόθη, καὶ τῳ ὅλῳ οὐ προσαρμόζει, οὐ καλῶς εἴη ἂν ἀποδεδομένον τὸ ἴδιον. τοῦτο δὲ γίνεται ἐπί τινων, τὸ ἀποδιδόναι μὲν ἴδιον ἐπὶ τὸ σύμπαν ἐνίοτε ἀποβλέψαν|τα, τὸ δὲ ἀποδοθὲν ἴδιον μὴ προσαρμόζειν τῷ μέρει· [*](200) οἷον τῆς θαλάσσης ἴδιον τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ. τοῦτο δὲ οὐ προσαρμόζει τῷ μέρει· οὐ γὰρ ἂν σχοίης ἀποδοῦναι τῆς θαλάσσης τινὸς τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ, ἐπειδὴ ἡ τὶς θάλασσα μόριόν ἐστιν ἐλάχιστον τῆς ὅλης. πῶς ἄν οὖν εἴποιμεν ἐπ’ αὐτοῦ τὸ πλεῖστον; ὥστε οὐδ’ αὐτῆς τῆς θαλάσσης εἴη ἄν ἴδιον τὸ ἀποδοθέν, ἐπεὶ οὐ προσαρμόζει καὶ τῷ μέρει. ῥεῖ. πολλάκις δ’ ἄν ἀποδοίη τις ἴδιον τοῦ μέρους αὐτῷ μὲν τῷ μέρει ἐπισκεψάμενος ἴδιον ἀποδιδόναι μὴ προσαρμόζον δὲ καὶ τῷ ὅλῳ· οὐδὲ οὗτος ἀποδοίη ἄν τὸ ἴδιον καλῶς. εἰς τὸν αὐτὸν τόπον.]

Δῆλον ὅτι τῶν ὁμοιομερῶν τὰ μόρια πάντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ τῆς αὐτῆς ἐστιν οὐσίας· διὸ καὶ ὁ αὐτὸς ὅρος τῷ τε ὅλῳ καὶ ἑκάστῳ τῶν μορίων αὐτοῦ ἐφαρμόζει. ἐπεὶ τοίνυν τοιαῦτα τὰ ὁμοιομερῆ εἶναι δοκεῖ, δῆλον ὅτι καὶ τὸ ὁμοιομεροῦς τινος ἴδιον ἀποδεδομένον παντὶ ὑπάρπροσθετέον [*](2— 5 aN: τὸ αἰσθητική (B: αἰσθητικόν ADP), ἵνα ἀντι·κατηγορῆται ABDP ὁ — ἔμψυχος addidi 3 ὄν addidi 6 ζητήσειε a 7 θατέρῳ aA ἕτερον] θάτε- ρον Β ἴδιον om. aA 8 post ἢ add. τὸ a 9 προσῆκον B ἄν ἁρμόττοι B 10 ἐπὶ aBP Arist.: ἐκ Alt σκεπτέον κτλ. ora. a 11 συνόλου Arist. (sed ὅλου D, fort. pr. u) 12 — 26 aN 13 ἀπὸ sciipsi cf. Ind.: ἐπὶ ut in lemmate aN 13. 14 καὶ ἀνασκευάζοντα μέν] scil. τόπον παραδίδωσι 15 καὶ superscr. N1 ὃ scripsi: τὸ aN 25 fort. οὐδ’ <οὖν> 20 οὗτος a: οὕτως N 27 δῆλον om. ὁμοιοτέρων P 28 ὅρος om. a 29 αὐτοῦ om. aB 29. 30 δοκεῖ εἶναι aB 30 ὁμοιοτέρου P ἀποδιδόμενον aP παντὶ AD: πάντως aBP)

406
χεῖ τῷ ὁμοιομερεῖ, ὁμοίως ὅλῳ τε καὶ τοῖς μέρεσιν αὐτοῦ. ἄν δή τις τοιοῦτον ἴδιον τῶν ὁμοιομερῶν τινος ἀποδῷ, ὃ τῷ ὅλῳ μὲν ὑπάρχει τοῖς δὲ μέρεσιν αὐτοῦ μηκέτι, ἡ ἔμπαλιν, ἀνασκευάζομεν ὡς οὐκ ἔστιν ἴδιον τὸ ἀποδιδόμενον ἴδιον. δεῖ οὖν τὸ ἀποδιδόμενον ἴδιον ὁμοιομεροῦς τινος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν αὐτοῦ ὑπάρχειν. οὕτω γῆς ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν· καὶ γὰρ κατὰ πάσης γῆς καὶ κατὰ τινὸς ἀληθεύεται· ἔστι γὰρ καὶ τῆς τινὸς γῆς, καθόσον ἐστὶ γῆ, ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν, οὐ καθὸ ὁμοιομερής, ὥσπερ οὐδὲ τῆς πάσης καθὸ πᾶσα. τὸ δὲ ἔστι δὲ αὐτῶν ἴδιον κατὰ τὸ σύμπαν δηλωτικόν ἐστι τοῦ τε ὡς ὅλου λαμβανομένου καὶ τῶν μορίων ἑκάστου.

[*](P.135b7)

Ἔπειτα ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστίν.

Ἐκ τῶν ἀντικειμένων παραδίδωσι καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν τῶν ἰδίων τόπους, ὥσπερ ἐποίησε καὶ ἐπὶ τῶν πρὸς τὸ συμβεβηκὸς καὶ πρὸς τὸ γένος παραδοθέντων τόπων. καὶ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, πρῶτον ἀπὸ τῶν ἐναντίων ἄρχεται.

[*](p. 135b10)

Τῷ βελτίστῳ δὲ τὸ χείριστον.

Πάσης γὰρ ἀρετῆς τοῦτο· εἰ γὰρ ἀρετῆς λόγος ἕξις ἡ βελτίστη, εἴη ἄν τῆς κακίας ἴδιον τὸ χείριστον. οὐκέτι δὲ τῆς δικαιοσύνης τὸ βέλτιστον ἴδιον· οὐκ ἄν εἴη τῆς ἀδικίας ἴδιον τὸ χείριστον. καὶ γὰρ ἐπὶ ταύτης ὁ αὐτὸς λόγος· πάσα γὰρ κακία ἕξις ἐστὶν ἡ χειρίστη.

[*](p. 135b24)

οἷον ἐπεὶ λέγεται διπλάσιον μὲν πρὸς ἥμισυ.

Ἀντικειται γὰρ τὸ μὲν διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ δύο πρὸς τὸ ἐν, τὸ δὲ ἓν πρὸς δύο, καθόσον τὰ μὲν δύο πρὸς ἓν διπλασίου σημαίνει [*](1 post ὁμοίως add. τὸ P ὁ in ras.) τε om. P 2 ὁμοιοτέρων P ἀποδιδῷ aB ὃ τῷ aAD : ὅτι BP 3 μηκέτι DP: οὐκέτι ΑΒ: οὐκ ἐστι a ἀνασκευάζομεν AD: ἀνασκευάζοντα μὲν aB: ἀνασκευάζειν μὲν P ὡς om. P 3. 4 ἀποδεδομένον Β 4 ἴδιον prius om. D τῷ] τὸ a 5 οὕτω aD : οὕτως AP: οὔτε Β ante γῆς add. τῆς aB Arist. γῆς ἴδιον] γὰρ P τὸ] ὁ in ras. P2 6 γὰρ erasit P post γὰρ add. καὶ D 8 ante κατὰ add. καὶ D ὁμοιομερὴς D: ὁμοιομερὸς Α: ὁμοιομεροῦς aBP 9 αὐτοῦ aB 11 ἐστίν om. aP 12 πρός alteram om. a 13 ὥσπερ] οὕτως P ἐποίησε] II 8. IV 4 14 τόπων om. Β post ἀντικείμενα add. λέγεται a 17 post τοῦτο add. εἴ γε D λόγου B 17. 18 εἴη — χείριστον AD: om. aBP 18. 19 οὐκἐτι—χείριστον om. AD: οὐκέτι — βέλτιστον ἴδιον om. P 18 οὐκ ἔστι Arist. 18. 19 ἴδιον τὸ βέλτιστον Arist. (inv. ord. D) 19 ἴδιον prius supra δίκαιον scriptum Β τῆς κακίας ut vs. 18 P 20 ἐπὶ ταύτης D: ἐπὶ τῆς αὐτῆς aBP: ἐπεὶ ταῦτα Α πᾶσα — λέγεται (21) om. Α κακία om. P 21 ante οἷον add. lemmatis loco δεύτερον δ’ ἐκ τῶν πρός τι (i. e. p. 135b 17) a fort. τὸ μὲν διπλάσιον πρὸς τὸ ex Arist. scribeodum, nam ad 24, non b19 sequentia pertinent 22 ante γὰρ add. μὲν D πρὸς τὸ] τῶι P 23 τὸ (ante ἓν) om. AP τὸ δὲ ἓν πρὸς δύο ante 22 τὰ δὲ collocat Arist. (om. DPu) τὸ δὲ ἓν] τῶι ἐνὶ P τὰ] τὸ Α ἓν tertium AD, Pcorr. : ἑνὸς aB, Ppr. διπλασίου aP: διπλάσιον ΑΒ: διπλασίονα D)

407
λόγον, τὸ δὲ ἓν πρὸς δύο ἡμίσεος. ταῦτα δὲ οὐ πρός τι κυρίως· οὐ γὰρ λέγεται τὰ δύο τοῦ ἑνὸς δύο ἢ τὸ ἓν τῶν δύο ἕν, οὐδὲ ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχει. εἴη δ’ ἄν οἰκειότερον τῷ προκειμένῳ παράδειγμα, εἰ ληφθείη ἡμῖν μία μὲν ἀντίθεσις κατὰ τὸ πρός τι αἴσθησις, αἰσθητόν, ἑτέρα δὲ ἀντίληψις διὰ σώματος καὶ ἀντιληπτὸν διὰ σώματος· εἰ γὰρ αἰσθήσεως ἴδιον ἡ διὰ σώματος ἀντίληψις, εἴη ἄν καὶ τοῦ αἰσθητοῦ ἴδιον τὸ διὰ σώματος ἀντιληπτόν. οὐκ ἔστι δὲ τοῦ διπλασίου ἴδιον τὸ ὑπερέχον· οὐ γὰρ μόνον τοῦτο ὑπερέχον.

[*](p. 135b27)

Τρίτον ἀνασκευάζοντα μὲν εἰ τῆς ἕξεως τὸ καθ’ ἕξιν λεγόμενον.

Ὅτι δύο οὐσῶν ἀντιθέσεων καθ’ ἕξιν καὶ στέρησιν, ἐὰν μὴ ἡ ἕξις τῆς ἕξεως ἰήιον ᾖ, οὐὁὲ ἡ στέρησις τῆς στερήσεως· ἐὰν δὲ ἡ ἕξις τῆς ἕξεως ἴδιον, καὶ ἡ στέρησις τῆς στερήσεως, καὶ ἔμπαλιν.

[*](p. 136a5)

Ἔπειτα ἐκ τὼν φάσεων καὶ τῶν ἀποφάσεων.

Τουτεστιν εἰ τὸ καταφασκομενον αὐτοῦ ἰήιον εἴη, ἀδύνατον αὐιου τὸ ἀποφασκόμενον ἴδιον εἶναι, καὶ ἔμπαλιν. φάσιν δὲ τὴν κατάφασιν λέγει. ἐπιζητήσαι δ’ ἄν τις πῶς πρὸς κατασκευὴν οὐ χρήσιμος ὁ τόπος· ὁ γὰρ τὸ ἕτερον αὐτῶν δείξας μὴ ὑπάρχον τὸ ἕτερον ὑπάρχον ἔδειξεν· οὐδὲν γὰρ μεταξὺ τῆς ἀντιφάσεως. ἢ ὑπάρχον μὲν αὐτῷ δείκνυται, οὐ μὴν καὶ ὡς ἴδιον ὑπάρχον. ἢ δύναται μηδὲ τὴν ἀρχὴν ὑπάρχειν αὐτῷ τὸ ἀντικεί- μενον τῷ μὴ ιοιῳ, εἰ τὸ οειχθεν μὴ ιοιον ὑπάρχει μὲν αὐτῷ, μὴ ὡς ἰήιον δέ· οὐ γάρ, εἰ τοῦ ἀνθρώπου μή ἐστιν ἴδιον τὸ ἔμψυχον, ἤδη αὐτῷ καὶ οὐχ ὑπάρχει. οἰκειότερον δὲ ἐπὶ τοῦ ζῴου τὸ αἰσθητικὸν μεταλαμβάνειν ἀντὶ τοῦ ἐμψύχου· τὸ γὰρ ἔμψυχον ὑπάρχει μὲν αὐτῷ, οὐχ ὡς ἴδιον δέ. ἔστι δὲ ὁ μὲν πρῶτος τόπος ἐκ μάχης καὶ ἀνασκευαστικὸς μένον, ὁ δὲ [*](2 τοῦ om. Α οὑδὲ aA: οὔτε EDP 3. 4 παράδειγμα D: παραδείγματι aABP 4 κατὰ τὸ AD: κατὰ P: τῶν aH αἴσθησιν Α 6 αἰσθήσεως Α: αἰσθήσει aBP: compend. D εἴη om. P ἂν superscr. D 7 τὸ διὰ—ἴδιον iterat D οὐκέτι δὲ in primis, οὐδὲ in iteratis D τὸ ὑπερέχον AD: om. aBP 9 εἰ] ἡ a 12 ᾖ, οὐδὲ] καὶ Α 12. 13 ἐὰν—·στερήσεως] ἴδιον Α 12 ἕξις τῆς om. a 13 καὶ alteruin om. ali 14 φάσεων AP Aiist. cf. vy. 16: καταφάσεων aBD τῶν alterura ABP Arist.: om. al) 15 κατὰ τὸ φασκόμενον D 16 τὸ ἀποφασκόμενον AD: τὸ ἀντιφασκόμενον aB: om. P post ἔμπαλιν add. εἰ τὸ ἀποφασκόμενον aB φασὶ Α 17 ἐπιζητήσαι δ’ AD: ἐπιζητήσειε δ’ BP: ἐπιζητήσειεν a ὅπως οὐ πρὸς κατασκευὴν aB 18 τὸ prius om. Α αὐτῶν] τῆς ἀντιφάσεως a ὑπάρχειν iitioque loco P: compend. AD 19 ὅτι ὑπάρχει a αὐτῷ aA: αὐτὸ BDP δείκνυται] δείκνυσθαι δυνατὸν a 20 ὑπάρχον BD: ὑπάρχει P: compend. Α: αὐτοῦ a 21 εἰ AD: ἡ aBP ὑπάρχειν Β 22 τῷ ἀνθρώπῳ a ἤδη] ἢ δι’ P αὐτὸ AP 24 μὲν aB: om. A DP pest δὲ add. αὐτοῦ ἐστιν a 25 δὲ prius aB: om. ADP)

408
δεύτερος οὔ. καὶ ἀμφοτέροις ἐν τοῖς ἑξῆς φησι μὴ δεῖν τὸ ἴδιον ἀποφα- τικὸν εἶναι ὡς καὶ τῷ μὴ ὄντι ὑπάρχον· “ἀπόφασις γὰρ φάσει ὑπάρχει 201 μέν, οὐχ ὡς ἴσιον δέ.’’

[*](p. 136a 14)

Δεύτερον δὲ ἐκ τῶν κατηγορουμένων ἢ μὴ κατηγορουμένων καὶ ἐξ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται.

Μὴ κατηγορούμενα λέγει τὰ ἀποφατικῶς κατηγορούμενα, καὶ καθ’ ὧν μὴ κατηγορεῖται τὰ ἀποφατικῶς ὑποκείμενα.

Λαμβάνει γὰρ δύο ὑποκείμενα, ἓν κατηγορικὸν καὶ ἕτερον στερητικόν, καὶ δύο ἴδια ὅμοια. φησὶν οὖν, ὅτι εἰ τῆς καταφάσεως, οἷον τοῦ ἀνθρώπου, οὐκ ἔστιν ἴδιον ἡ φάσις, ἤγουν τὸ ζῷον, οὐδὲ ἡ ἀπόφασις, ἤγουν τὸ μὴ ζῷον, ἔσται ἔσται τοῦ μὴ ἀνθρώπου. ὁμοίως δὲ καὶ τὸ ἐναντίον. εἰκότως δὲ εἶπε τὸν ἄνθρωπον φάσιν, ἐπεὶ μέρος ἐστὶ προτάσεως.

[*](p. 136a29)

Τρίτον δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων.

Παραδοὺς πρῶτον τόπον ἀπὸ τῶν ἀντικειμένων κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀνασκευαστικόν, ἐν ᾧ ἓν μὲν ἦν τὸ ὑποκείμενον, τούτου δὲ κατηγορούμενον τὸ αὐτὸ ποτὲ μὲν καταφατικῶς λαμβανόμενον ποτὲ δὲ ἀποφατικῶς, ὅ ἐστι κυρίως ἀντίφασις, δεύτερον δὲ ἐν ᾧ καὶ τὰ ὑποκείμενα δύο [*](1 ἀμφο)τέροις — οὐχ ὡς (3) initio paginae perierunt in P an κἀν? ἐν τοῖς ἑξῆς] a 36 — b2 τὸ AD: om. aB 2 τῶ AD: τὸ aB ὄντι AD: ὂν B: ὃς a ὑπάρχον scripsi: ὑπάρχειν libri γὰρ scripsi: δὲ libri φάσει aB Arist. : φάσεως A: καταφ D 3 δέ — ἴδιον εἰνὶ (p. 414,17) om. D, in quo exciderunt folia duo 4 — 7 ABP: δεύτερον δὲ ἐκ τῶν κατηγορουμένων, ἤτοι ἰδίων καταφατικῶς λεγομένων, ἢ μὴ κατηγορουμένων, τουτέστιν ἰδίων ἀποφατικῶς λεγομένων, καὶ ὧν κατηγορεῖται, ἤτοι ὑποκειμένων καταφατικῶς, καὶ ὧν μὴ κατηγορεῖται, ἤτοι ὑποκειμένων στερητικῶς λεγομένων aN 4 ἡ μὴ κατηγορουμένων om. P(A) 5 ἢ μὴ κατηγορεῖται om. P 6 τὰ ΑΒ: μὴ P 6. 7 κατῆηγοροὐμενα, καὶ — ἀπφατικῶς om. Α 7 μὴ P: om. Β — 12 aN 9 an ὁμοίως? 13 δὲ aA Arist.: om. BP 13 — p. 409,8 ABP: ἐνταῦθα ἓν ἴδιον δυσὶν ὑποκειμένοις σκοπεῖν παραινεῖ ἐναντίως· τῷ πρώτῳ τόπῳ, ὃς δύο ἴδια πρὸς ἓν ὑποκείμενον ἐξετάζειν ἔλεγεν. ὁρμᾶται — τοῦ ὄντος (p. 409,9 — 23). εἰς τὸ αὐτό. παραδοὺς τόπον πρῶτον ἀπὸ τῶν ἀντικειμένων κατὰ ἀντίφασιν ἀνασκευαστικόν, ἐν ᾦ ἓν μὲν ἢν τὸ ὑποκείμενον δύο δὲ τὰ κατηγορούμενα, τὸ μὲν καταφατικῶς τὸ δὲ ἀποφατικῶς, ὅ ἐστι κυρίως ἀντίφασις ὅ — ἀντίφασις om. N), δεύτερον δὲ ἐν ᾧ τά τε ὑποκείμενα (25) δύο καὶ τὰ κατηγορούμενα δύο ἐλαμβάνετο ἐλαμβάνετο om. N) καὶ ἄμφω αἱ συζυγίαι ἀντιφατικῶς ἀντικείμεναι, καὶ δείξας τοῦτον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμον, τρίτης μνημονεύει ἀντιθέσεως, ἐν ᾖ καὶ δείξας — ἐν ᾖ a: ὃς καὶ ἀνασκευαστικὸς καὶ κατασκευαστικός ἐστι, τρίτον τοῦτον ἐκτίθησιν, ἐν ὧ N) τὸ δὲ a) μὲν κατηγορούμενον ἓν λαμβάνει δύο δὲ τὰ ὑποκείμενα ἀντιφατικῶς ἀντικείμενα, ἐναντίως τῷ πρώτῳ τόπῳ. καὶ τοῦτον δὲ ἀνασκευαστικὸν μόνον εἶναί φησι· πρὸς κατασκευὴν γὰρ οὐκ ἔστι χρήσιμος, ἐπεὶ ψευδής ἐστι καὶ δείκνυσι τὴν αἰτίαν, ὡς εἴρηται ἀνωτέρω aN 13 post αὐτῶν add. μὴ κατηγορουμένα — μὴ κατηγορεῖται e νν. 6. 7 Α 14 κατὰ κατάφασιν Α: κατὰ καταφάσεων P: καταφάσεων Β: fort, κατὰ φάσιν 15 ἀπόφασιν scripsi: ἀποφάσεων BP: ἔμφασιν Α ἀνασκευαστικὴν Α 17 καὶ BP: om. Α)

409
καὶ τὰ κατηγορούμενα δύο ἐλαμβάνετο, ἐν μὲν τῷ ἑτέρῳ αὐτῶν καταφα- τικῶς εἰλημμένα ἐν δὲ τῷ ἑτέρῳ ἀποφατικῶς, καὶ δείξας τοῦτον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμον, τρίτης μνημονεύει ἀντιθέσεως, ἐν ᾗ τὸ κατηγορούμενον ἓν λαμβάνει δύο δὲ τὰ ὑποκείμενα αὐτῷ τούτῳ, ἀνὰ μέρος αὐτῷ ποτὲ μὲν καταφατικῶς ὑποκείμενα ποτὲ δὲ <ἀποφατικῶς, ἐναντίως> ἀντιφατικῶς ἀντικείμενα ἢ ὡς εἶχεν ἐπὶ τοῦ πρώτου τόπου. τῶν δὲ εἰρημένων τριῶν τόπων μόνος ὁ πρῶτος τόπος ἀντίφασιν εἴληφε καὶ ἐπὶ ἀντιφάσεως τὴν δεῖξιν ποιεῖται.

‘Oρμἄται οὖν οὗτος ἀπ’ αὐτῶν τῶν ὑποκειμένων καὶ φησίν, εἰ ἀποδοθείη τῆς φάσεως ἴδιον, ἤγουν τοῦ καταφατικῶς λεγομένου ὑποκειμένου, οἷον τοῦ ζῴου τὸ ἔμψυχον, οὐκ ἄν εἴη τὸ αὐτὸ τῆς ἀποφάσεως, ἤγουν τοῦ ἀποφατικῶς λεγομένου ὑποκειμένου, ἴδιον, οἷον τοῦ μὴ ζῴου τὸ ἔμψυχον· εἴη γὰρ ἂν ἴδιον ἓν πολλῶν ὑποκειμένων καὶ ἀντιφατικῶς ἀντικειμένων. ὁμοίως καὶ τὸ ἀνάπαλιν· εἰ γὰρ τοῦ μὴ ζῴου ἴδιον τὸ ἀναίσθαητον, τοῦ ζώου τοῦτο οὐκ ἔσται ἴδιον. τὸν δὲ κατασκευάζοντα τόπον ἐν τοῖς τοιούτοις ψευδῆ εἶναί φησι. καὶ τίθησι καὶ τὴν αἰτίαν λέγων ὅτι οὔτε ἡ φάσις τῆς ἀποφάσεως ο.ὔτε ἡ ἀπόφασις τῆς φάσεως ἐστιν ἴδιον. τὴν μὲν γὰρ φάσιν ὡς θέσιν ἀδύνατον ὑπάρχειν ἴδιον τῆς ἀποφάσεως, ἥτις ἀναίρεσίς ἐστι καὶ ἀνυπαρξία· τὴν δὲ ἀπόφασιν τῇ καταφάσει ἐνδέχεται μὲν ὑπάρχειν, ἀλλ’ οὐχ ὡς ἴδιον. οἷον τὸ μὴ ὂν δοξαστόν ἐστιν οὐχ ὡς τὸ λευκὸν ἀνθρώπῳ, ἀλλ’ ὡς μὴ ὄν· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν. ἀλλ’ οὐκ ἔστιν ἰήιον τοῦ μὴ ὄντος τὸ δοξαστόν· ἔστι γὰρ καὶ τοῦ ὄντος.

[*](p. 136b3)

Ἔπειτα δὲ ἑκτῶν ἀντιδιῃρημένων.

Ἀντιδιῃρημένα ἀλλήλοις λέγεται ὅσα ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσιν κεχώρισται ἀλλήλων. ἐὰν οὖν τις τῶν ἀντικδιῃρημένων ἀλλήλοις τι ἀποδῷ ἴδιον ἄλλου τινὸς τῶν καὶ αὐτῶν ἀντιδιῃρημένων ἀλλήλοις κατ’ ἄλλην διαίρεσιν ἐκ τοῦ αὐτοῦ γένους ἢ κατ’ ἄλλην ἐπιβολὴν ἐξ [*](1 τὰ BP: om. Α 2 εἰλημμένα — ἀποφατικῶς om. P εἰλημμένα scripsi: εἰλημμένον Α: εἰλημμένων Β καὶ alterum BP: om. Α τρίτον Α 4 τούτω B: τούτου AP 5 αὐτῷ scripsi: αὐτοῦ AP: τοῦ αὐτοῦ Β 5. 6 ἀποφατικῶς, ἐναντίως addidi cf. aN 7 fort. δὴ τόπος om. Α 9 — 23 aN: χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ μὴ ὃν (I. τῷ μὴ ὄντι) ἀποφάσει ὄντι τὸ τὸ om. P) δοξαστὸν ὑπάρχει οὐχ ὡς τὸ λευκὸν ἀνθρώπῳ· δόξα γὰρ αὐτοῦ ἐστιν ἐστιν om. P) οὐχ ὅτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν. ἀπόφασις δὲ φάσει ὑπάρχει μέν, οὐχ ὡς ἴδιον δέ ἡ γὰρ ἀπόφασις καὶ καὶ om. Β) τῷ τὸ A) μὴ ὄντι ὑπάρχει, οὐ μὴν καὶ ἡ κατάφασις. καὶ πάλιν ὅτι τῷ τὸ A) μὲν (B: om. AP) ἀποφατικῶς ἀποφατικῷ P) ὑποκειμένῳ ὑποκείμενον A) οὐδὲν καταφατικῶς ὑπάρχει, τὼ δὲ καταφατικῶς καταφατικῶι P) ὑποκειμένῳ τὸ ἀποφατικῶς (B: ἐμφατικῶς Α: ἀποφατικὸν P) κατηγορούμενον ὑπάρχειν μὲν δύναται, οὐ μὴν καὶ ὡς ἴδιον ABP 15 κατασκευάζον N 18 τῆς ἀποφάσεως a: om. Ν 20. 21 οὐχ ὡς τὸ — ἀλλ’ a: om. N οὐχ ὄτι ἐστίν, ἀλλ’ a: om. N δὲ] καὶ Β 25 ἀντιδιηρημένα om. B 26 διῃρημένων Α 27 καὶ τῶν Β 28 ἡ a: post ἐπιβολὴν collocant ABP)

410
ἄλλου γένους, ἐπιβλεπτέον, φησίν, ἐν ἄλλῳ τῶν κατὰ τὴν αὐτὴν διαίρεσιν τῷ ἀποδιδομένῳ ἰδίῳ, εἰ ἄλλου τινός ἐστιν ἴδιον τῶν ἀντιδιῃρημένων τούτῳ οὗ ἐκεῖνο ἴδιον ἀπεδόθη· ἂν γὰρ μηδὲν τῶν ἐκείνῳ ἀντιδιῃρημένων, οὐδ’ ἄν τὸ ἀποδιδόμενον ἴδιον εἴη τοῦ οὗ ἀποδίδοται. ἐὰν δὲ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ᾖ ἢ τἆλλα τῶν ἄλλων, εἰ πλείω εἴη τὰ ἀντιδιῃρημένα, εἴη ἂν διὰ τούτου δεικνύμενον ὅτι καὶ τὸ ζητούμενον ἴδιόν ἐστιν οὗ ἀπεδόθη. οἷον ἀντιδιῃρημένα ὡς ἴδια τό τε ζῷον αἰσθητὸν καὶ τὸ ζῷον νοητόν, καὶ ἀντιδιῃρημένα ὡς ὑποκείμενα τά τε θνητὰ ζῷα καὶ ὁ ἀθάνατος θεός· φησὶν οὖν, εἰ τὸ ζῷον αἰσθητὸν οὐκ [ἄν] εἴη ἴδιον τῶν θνητῶν ζῴων, οὐδὲ τὸ ζῷον νοητὸν εἴη ἂν ἴδιον τοῦ ἀθανάτου θεοῦ. ἐπὶ δὲ τοῦ κατασκευαστικοῦ τόπου κέχρηται παραδείγματι τοιούτῳ. λαβὼν ὡς ὅλου τῆς ψυχῆς ἀντιδιηρημένα μέρη ἀλλήλοις τό τε λογιστικὸν καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, λαβὼν δὲ καὶ τῆς ἀρετῆς, ἥτις ἐν ψυχῇ γίνεται, τὰς ἀντιδιῃρημένας ἀλλήλαις ἀρετάς, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δείκνυσιν, ὅτι ἐπεὶ τῆς φρονήσεως ἴδιόν ἐστι τὸ καθ’ αὑτὸ πεφυκέναι τοῦ λογιστικοῦ ἀρετὴν εἶναι καὶ τῆς ἀνδρείας τοῦ θυμικοῦ, εἴη ἄν καὶ τῆς σωφροσύνης τὸ τοῦ ἐπιθυμητικοῦ καθ’ αὑτὸ. ἀρετὴν εἶναι.

[*](p. 136b15)

Ἔπειτ’ ἐκ τῶν πτώσεων, ἀνασκευάζοντα μέν.

Πτώσεις ἰδίως αὐτῷ λέγειν ἔθος τὸ μὲν δικαίως τοῦ δίκαιος τὸ δὲ ἀνδρείως | τοῦ ἀνδρεῖος, νῦν δὲ πτώσεις ἑκάτερα ἑκατέρων λέγει. ἔθος δὲ [*](202) αὐτῷ καὶ τὰ σύστοιχα πάντα πτώσεις λέγειν. σύστοιχα δὲ ἀλλήλοις τὸ δικαίως καὶ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη· ταῦτα γὰρ ὅμοια ἀλλήλοις. ἐὰν οὖν ἡ πτῶσις τῆς πτώσεως μὴ ᾖ ἴδιον, οὐδ’ ἄν αὐτό, οὗ ἡ πτῶσις οὐκ ἦν ἴδιον, τοῦ λοιποῦ εἴη ἴδιον. εἰ δὲ ἡ πτῶσις τῆς πτώσεως ἐστιν ἴδιον, [*](1 ἄλλουσ Β ἐν ἄλλῳ aN: ἄλλω ABP τῶν Α: τῷ aBP διαίρεσιν om. P 2 ἀποδεδομένῳ Β 3 οὗ ἐκείνω A ἀποδοθῆ Α τῶν P : τῷ aAB ἐκείνοις sive — ὡν P 4 ἀποδεδομένον — ἀποδέδοται B ἐὰν ABP : εἰ a, 5 ᾖ scripsi: εἴη BP et ante ἴδιον Α: om. a post εἴη aitemm add. δ’ Α 6 τούτου a: τοῦτο Α· τούτων BP 7 οἷον — θεοῦ (10) aN : om. ABP, sed post 17 addiint haec: ζῷον νοητὸν τοῦ θεοῦ ἴδιον (i.e. p. 136b7). τὸ ἀθάνατον ζῷον μεταλαβὼν αὐτὸς αὐτὸ ἓν B) θεὸν εἶπεν, ὡς δὴ τοῦ ζῴου διαιρουμένου κατὰ τὸ θνητὸν κ. τ. ὢ. Α: om. BP; adde καὶ ἀθάνατον καὶ) κατὰ τὸ αἰσθητὸν κ. τ. αἰσθ. BP: om. Α) καὶ νοητόν 9 ἄν delevi 10 ἐπὶ — τοιούτῳ (11) aN: παραδείγματι δὲ δὲ om. Α) κέχρηται τοῦ κατασκευαστικοῦ τόπου τοιούτῳ τοιούτου Β) ABP 11 ὅλον P 12 ἀλλήλως a λογικὸν aB 13 ἥτις — γίνεται om. a 14 ἀρετὰς Β: ἀρεταῖς AP: ἀρεταῖς (sic) a ἀνδρείαν B: ἀνδρίαν aAP ante σωφροσύνην add. καὶ P 15 ἐστι om. P 16 λογικοῦ a ἀνδρείας B: ἀνδρίας aAP an Ε; xou? 17 τοῦ ἐπιθυμητικοῦ τὸ libri: transposui καθὸ αὐτὸ P 18 ἀνασκευάζοντα μέν om. a 19 πτώσεις ἰδίως ἰδίως AP: δὲ Β) αὐτῶ αὐτοῖς Α) λέγειν ἔθος ABP: ἐν τοῖς πρότερον μὲν πτώσεις ἔλεγε a 19. 20 ἀνδρεῖος Α 21 αὐτοῖς Α πάντα om. Β λέγειν ante πάντα collocat P δὲ om. Β 22 τὸ aA: om. BP ἡ om. Α εἰ a 23 τῆς πτώσεως post ἴδιον collocat Α μὴ— πτώσεως (24) om. B ᾖ scripsi: ἔστιν AP: εἴη a αὐτῶι P 23. 24 οὐκ ἦν ἦν om. P) ἴδιον AP: ἴδιον οὐκ ἔστι a 24 τοῦ λοιποῦ εἴη ἴδιον om. Α)

411
καὶ τὸ οὗ ἡ πτῶσις ἴδιον <ἦν, ἔσται ἴδιον> ἐκείνου οὗ τῆς πτώσεως πτῶσις ἴδιον. οὐ μόνον δέ, φησίν, ἐπὶ τοῦ εἰρημένου <τῷ> κατὰ πτώσεις δεῖ χρῆσθαι ἀλλὰ καὶ ἐπὶ τῶν ἀντικειμένων ττούτῳ, καθάπερ καὶ ἐπὶ τῶν πρότερον τόπων εἴρηται τῶν πρὸς τὸ συμβεβηκός. ἰστέον δὲ καὶ τοῦτο, ὅτι φανερῶς ἐπὶ τῶν παραδειγμάτων δείκνυσιν ὅτι τῷ τῆς πτώσεως ὀνόματι κοινότερον νυν ἐπὶ τῶν συστοίχων κέχρηται· οὐ γὰρ μόνον ἐπὶ τῶν πτώσεων ἀλλ’ ἁπλῶς ἐπὶ τῶν συστοίχων ὁ τόπος ἀνασκευἀστικὸς καὶ κατασκευαστικός ἐστιν.

[*](p. 136b33)

Ἔπειτα ἐκ τῶν ὁμοίως ἐχόντων.

Εἴη δ’ ἄν ὁ τόπος οὗτος ἐφαρμόζων καὶ τοῖς κατὰ ἀναλογίαν· ὡς γὰρ ἐν θαλάττῃ γαλήνη, οὕτως καὶ ἐν ἀέρι νηνεμία. ἡ γὰρ ἀναλογία ὁμοιότης· ὥστε, εἰ μὴ θάτερον θατέρου ἴδιον, οὐδ’ ἄν θάτερον εἴη τοῦ λοιπῦ· ἢ εἰ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον, καὶ τὸ λοιπὸν τοῦ λοιποῦ.

[*](p. 137a8)

Ἔπειτα ἐκ τῶν ὡσαύτως ἐχόντων.

Τίνα μέν ἐστι τὰ ὡσαύτως ἔχοντα καὶ τίς διαφορὰ τῶν ὁμοίως ἐχόντων, αὐτὸς μετ’ ὀλίγον λέγει· τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται, δὲ ὁμοίως ἔχοντα ἐδείχθη ὅτι δύο πρὸς δύο τὴν σύγκρισιν ἔλαβεν· εἰ γὰρ μὴ ἴδιον τὸ ὁμοίως πρός τι ἔχον ἐκείνου, οὐδὲ τὸ ὁμοίως ἐκείνῳ πρός τι ἔχον ἄλλο ἴδιον ἐκείνου ἐγίνετο. ἐπὶ δὲ τῶν ὡσαύτως ἐκόντων ἕν τι λαμβάνεται πρὸς δύο ὁμοίως ἔχον ἢ δύο πρὸς ἕν· ὧν δύο εἰ μὲν τὸ ἕτερον μὴ εἴη ἴδιον τοῦ πρὸς ἄμφω ὁμοίως ἔχοντος, οὐδ’ ἄν τὸ ἕτερον αὐτοῦ ἴδιον εἴη· ἐὰν δὲ ἓν πρὸς δύο διαφέροντα ἀλλήλων ὁμοίως δοκοῦν ἔχειν τοῦ ἑτέρου αὐτῶν ἡ ἴδιον, οὐκ ἔσται καὶ τοῦ λοιποῦ ἴδιον τῷ μὴ δύνασθαι τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, εἴ γέ ἐστιν ἴδιον ὃ μόνῳ [*](1 τὸ a: τοῦ ABP οὖ prius aBP: ἧς Α ἦν, ἔσται ἴδιον addidi post ἐκείνου add. ἔσται a οὗ alteram superscr. Β: οὖ ἡ aAP 1. 2 πτῶσις ἦν ἴδιον, omisso ἡ, a 2 ἐπ’ αὐτοῦ τοῦ εἰρημένου Arist. : τῷ εἰρημένῳ τόπῳ a τῷ addidi cf. p. 414,1 τῶν ἐναντίων 3 τῶν ἀντικειμένων B τούτῳ scripsi: τούτων ABP: τούτοις a 4 πρότερον P Arist.: προτέρων aAB(f) 5 δὲ καὶ τοῦτο oin. a 5. 6 τὸ — ὄνομα P 6 κέχρηται — συστοίχων (7) om. P 7 post ἁπλῶς add. καὶ aB 8 ἐστιν oiu. P 9 lemma 0111. a τῶν ὁμοίως] spatium vacuum reliquit P 11 νηνεμία ἐν ἀέρι, omisso καὶ, Β 11. 12 post ὁμοιότης add. ἐστὶν a 13 post λοιποῦ add. ἔσται a 15 τίνες Bpr. post μὲν add. οὑν ΑΒ τίς διαφορὰ Α: τίνα διαφορὰν ἔχουσι a: om. BP πρὸς τὰ ὁμοίως ἔχοντα a ὁμοίως] οὕτως ut in sequentibus ubique P 16 λέγει μετ’ ὀλίγον BP ἔχον AB1 Arist.: ἔχειν B2P: ἔχοντα a 18 ἔχον πρός τι Β post ἐκείνου add. ἔχον Β 19 ἐκείνω Pcorr.: ἐκείνου B, Ppr., post ἔχον Α: om. a ἀλλά P ἐκείνου ἴδιον a ἐγίνετο aA : ἐλέγετο B ct in ras. P 21 εἴη a: ἡ Α: om. BP ἔχοντα P 22 πρὸς ἓν P 22. 23 ὁμοίως δοκοῦν δ’ οὑν Β) ἔχειν ABP: ὡσαύτως δὲ ἔχοντα a 23 ἴδιον ᾖ a ἴδιον alterum om. Β 24 τὸ (sic) μὴ δύνασθαι iterat A ἴδιον ἐστὶν a ὧ B)

412
τινὶ ὑπάρχει. εἰ γὰρ ἡ φρόνησις ὁμοίως ἔχειν δοκοῦσα πρός τε τὸ καλὸν καὶ τὸ αἰσχρὸν τῷ ἀμφοτέρων αὐτῶν ἐπιστήμην δοκεῖν εἶναι, εἰ μὴ τοῦ ἑτέρου αὐτῶν εἴη ἴδιον, καὶ τοῦ λοιποῦ οὐκ ἂν εἴη ἴδιον. αὐτὸς δὲ ἀνάπαλιν λαμβάνει, εἰ τῆς φρονήσεως ἴδιον τὸ ἐπιστήμην εἶναι καλοῦ, μηκέτι αὐτῆς ἴδιον ἔσεσθαι τὸ ἐπιστήμην εἶναι αἰσχροῦ· εἶτα ἐπενεγκὼν τὸ ἀδύνατον γὰρ εἶναι τὸ αὐτὸ πλειόνων ἴδιον ἤλεγξε τὸ ἁμάρτημα. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἔτι δύναται τὸ αὐτὸ πρὸς ἄμφω ὁμοίως ἔχειν, εἰ ἔστι μόνου τοῦ ἑτέρου αὐτῶν ἴδιον. ἢ καὶ τοῦτο συναποδείκνυσι τὸ δοκοῦν ὁμοίως ἔχειν μὴ ἔχειν ὁμοίως.

[*](p. 137a18)

Κατασκευάζοντι δὲ οὐδὲν οὗτος ὁ τόπος χρήσιμος.

Πρὸς κατασκευὴν οὐδέν φησι χρήσιμον εἶναι τὸν τόπον. τὴν δὲ αἰτίαν οὐ προστίθησιν ἀλλ’ ἢ μόνον τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται. καὶ ἔοικε διὰ τούτου δυνάμει λέγων· οὐ γὰρ τὸ εἶναι τοῦ ἑτέρου αὐτῶν ἴδιον τὸ πρὸς ἄμφω ὡσαύτως ἔχον κατασκευαστικόν ἐστι τοῦ καὶ τοῦ ἑτέρου αὐτῶν ἔσεσθαι ἴδιον, ἀλλ’ ἀνασ·κευαστικόν. οὐ γάρ ἄν δειχθῇ τοῦ ἑτέρου ἴδιον ὄν, κατασκευάζεται ὅτι καὶ τοῦ λοιποῦ· ποῦ· τοὐναντίον γὰρ ἀνασκευάζεται· ἓν γὰρ πρὸς δύο συγκρίνεται, καὶ τὸ ἴδιον πλειόνων εἶναι ἴδιον οὐ δύναται.

[*](p. 137a21)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ κατὰ τὸ εἶναι λεγόμενον μή ἐστι τοῦ κατὰ τὸ εἶναι λεγομένου ἴδιον.

Ἐπεὶ τὸ ἴδιόν τινος ἀναγκαῖον ὄντος εἶναι καὶ γινομένου γίνεσθαι καὶ φθειρομένου φθείρεσθαι, εἰ ἐπί τινος τούτων διαφωνεῖ, οὐδ’ ἐπὶ τῶν ἄλλων ἄν εἴη ἴδιον. εἰ δ’ ἐπί τινος ἴδιον τούτων τὸ ἀποδοθέν, ἔσται καὶ ἐπὶ τῶν λοιπῶν.

[*](2 αὐτὴν Β ἐπιστήμη δοκεῖ P εἰ μὴ Β: εἰ AP: om. a 3 εἴη ἴδιον aA: anv. ord. BP καὶ om. a καὶ τοῦ λοιποῦ post οὐκ ἄν εἴη collocant BP αὐτοῦ δὲ P 4 εἰ a: om. ABP post φρονήσεως add. λέγων a καλοῦ aAB: καθὼς P 5 αὐτοῦ Α ἔσεσθαι Β: ἔσται aAP τὸ alterum ABP: τὴν αἰτίαν a 6 γὰρ BP : γὰρ εἰπὼν Α: εἰπὼν a εἶναι post πλειόνων collocant aP post ἁμάρτημα add. οὐ γὰρ πρὸς δύο ἀπέδωκε τὸ ἴδιον, ἀλλὰ πρὸς ἓν τὴν φρόνησιν a 7 ὁμοίως πρὸς ἄμφω aB 8 εἰ — ὁμοίως ἔχειν (9) om. Α ἢ] εἰ P an <τῷ> τὸ? 10 lemma om. a post τόπος add. ἐστὶ Arist. (om. D) 11 πρὸς δὲ κατασκευὴν μὴ εἶναί φησι τὸν τόπον χρήσιμον τοῦτον a τὴν — λέγων (13) aN: μὴ προσθεὶς δὲ τὴν αἰτίαν· λέγει γὰρ δυνάμει οὕτως ὁμοίως Β) ABP 14 ante εἶναι add. μὴ ABP τὸ om. Α 15 τοὐ prius om. P καὶ a: om. ABP ἔσεσθαι ἴδιον BP: inv. ord. Α: αὐτὸ ἴδιον εἶναι a 16 ὄν om. P 17 ἓν γὰρ—δύναται (18) aN: om. ABP 19. 20 εἰ τὸ κατὰ τὸ εἶναι λεγόμενον lemma in a 20. 21 μή—ἐπεὶ τὸ om. P 21. 22 ἀναγκαῖον μὲν εἶναι ὄντος, γίνεσθαι δὲ γινομένου, φθείρεσθαι δὲ φθειρομένου a 21 ὄντος εἶναι BP: inv. ord. Α 22 post τούτων add. τὸ ἀποδοθὲν ἴδιον· (e vs. sq.) a διαφωναῖς P post οὐδ’ add. ἂν B 23 τινος] ἑνὸς Β ἴδιον post ἀποδοθὲν collocat a τοῦτο Β ἔσται καὶ ABP: ἐστι, μὴ a 24 post λοιπῶν add. κατασκευασθήσεται a)
413
[*](p. 137b3)

Ἔπειτα ἐπιβλέπειν ἐπὶ τὴν ἰδέαν τοὺ κειμένου.

Ὅτι ἐὰν τὸ ἀποδιδόμενον ἴδιόν τινος μὴ ὑπάρχῃ τῇ ἰδέᾳ τοῦ πράγματος οὗ τὸ ἴδιον ἀπεδόθη, ἢ ὑπάρχῃ μὲν αὐτῇ, μὴ καθὸ δὲ ἰδέα αὐτοῦ ἐστιν οὗ λέγεται, οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθὲν ἴδιον. οἷον ἐπεὶ τῷ αὐτοανθρώπῳ, ὅ ἐστιν ἰδέα ἀνθρώπου, οὐχ ὑπάρχει τὸ ἠρεμεῖν, ὅτι ἰδέα ἀνθρώπου ἐστὶ καὶ ἄνθρωπος, ἀλλὰ καθὸ ἰδέα πάσαις γὰρ ταῖς ἰδέαις τοῦτο ὑπάρχει), οὐκ ἀνείη ἀνθρώπου ἴδιον τὸ ἠρεμεῖν. πάλιν δὲ ἐπεὶ ὑπάρχει τῷ αὐτοζῴῳ τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, ὑπάρχει δὲ τούτῳ καθὸ <ζῷον, οὐ καθὸ> ἰδέα, εἴη ἄν ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι. κοινότερον δὲ ὡς ἐν τοῖς πλείστοις καὶ νῦν τῷ παραδείγματι κέχρηται τῷ αὐτοζῷον συγκεῖσθαι ἐκ ψυχῆς καὶ σώματος· ἕπεται μὲν γὰρ ἴσως τοῦτο, οὐ μὴν συγχωρεῖται [*](203) ὑπὸ τῶν τὰς ἰδέας τιθέντων.

[*](p. 137b14)

Ἔπειτα ἐκ τοῦ μᾶλλον καὶ ἧττον.

Ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ τῶν τοιούτων ὑπερθέσεων, τοῦ μάλιστα καὶ ἥκιστα καὶ ἐλάχιστα, ὅτι ὡς ἔχει ἐπὶ τοῦ ἑνός, <οὕτως> καὶ τῶν λοιπῶν ἢ τῶν πλείστων, καὶ ὡς ἐπὶ τῶν ἁπλῶς, οὕτως καὶ ἐπὶ τῶν συγκριτικῶν. τέσσαρες δέ εἰσι τόποι οἱ ἀπὸ τοῦ μᾶλλον, ἓν περὶ ἑνός, δύο περὶ δύο, ἓν περὶ δύο, δύο περὶ ἑνός. καὶ ἔστιν ὁ μὲν πρῶτος κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς ὁποτέρωθεν, ὁ δὲ δεύτερος καὶ ὁ τέταρτος ἀπὸ μὲν τοῦ μᾶλλον ἀνασκευαστικοί ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί, ὁ δὲ τρίτος μόνον ἀνασκευαστικός. ἐπιζητήσειε δ’ ἄν τις εἰ πάντως ἕπεσθαι δεῖ τοῖς συγκριτικοῖς τὰ ἁπλᾶ· δοκεῖ γὰρ ἐπί τινων μὴ ἕπεσθαι· μᾶλλον γὰρ καὶ ἧττον ἀὴρ βαρύς, οὐ μὴν καὶ ἁπλῶς βαρύς, καὶ γῆ μᾶλλον καὶ ἧττον [*](1 ἔπειτα om. a 2 ἔτι aP ἂν Β ἀποδεδομένον Β ὑπάρχει Β 3 ἀπεδόθη om. Β ὑπάρχῃ scripsi: ὑπάρχει libri 3.4 αὐτοῦ ἰδέα Β: fort, ἰδέα αὐτοῦ Ε; 4 ἐστιν ABP: ἡ a οὗ deletum P: ἢ aAB λέγηται a 5 αὐτανθρώπου Β ante ἰδέα add. ἡ a τοῦ ἀνθρώπου a: ὁ ἄνθρωπος P 6 ὅτι — ἄνθρωπος ABP: οὐ καθὸ ἀνθρώπῳ a ταῖς om. Β 7. 8 οὐκ — πάλιν δὲ aN: οἶον ABP 8 τῷ αὐτοζῴῳ ὑπάρχει a 9. 10 ὑπάρχει — συγκεῖσθαι aN: om. ABP 10 δὲ aN : om. ABP 11. 12 πλείστοις — σώματος om. A 11 τῷ αὐτοζῷον scripsi: τῶ αὐτοζῴῳ BP: τὸ τὴν ἰδέαν τοῦ ζῴου ἤγουν τὸ αὐτοζῷον a 12 post ψυχῆς add. τε Β ἕπεται μὲν γὰρ ἴσως aN: ἴσως μὲν γὰρ ἕπεται BP et omisso μὲν Α post συγχωρεῖται atld. γε a 14 post καὶ add. τοῦ A(D) 15 ἐκ τοῦ μᾶλλον καὶ ἧττον P: om. aAB ante τῶν add. ἐκ a τοιούτων om. a ὑποθέσεων Β post τοῦ alteriim add. τε a 16 ἐλάχιστα καὶ ἥκιστα Β οὕτως et ἐπὶ addidi 17 ἡ a: καὶ ABP ἁπλῶν a οὕτως καὶ ἐπὶ τῶν om. Β 18 τέσσαρες τέτταρες Β) δέ (om. Β) εἰσι τόποι οἱ ABP: τέσσαρας τόπους παραδίδωσιν a 19 ἐν περὶ δύο, δύο περὶ ἑνός BP: δύο περὶ ἑνός καὶ ἐν περὶ δύο aA πρῶτος om. Β 20 ὁποτέρωθεν καὶ ἀνασκευαστικός P 22 μόνος Β ἀνασκευαστικός AP: κατασκευαστικός al] ἔσεσθαι P 23 ὑπό P 24 ἀὴρ aB: ἀεὶ AP γῆ aB: γὰρ AP)

414
κούφη <, οὐ οὐ μὴν καὶ ἀπλῶς κούφη>. ἢ ἐπὶ τούτων οὐχ ἕπεται σύγκρισιν τὸ ἁπλῶς, ὅτι μὴ κυρίως ἐπ’ αὐτῶν λαμβάνεται τὰ κατὰ σύγκρισιν λεγόμενα. τὸ βαρὺ καὶ τὸ κοῦφον, ἀλλ’ ὁμωνύμως· ὡς γὰρ ἐν τούτοις μᾶλλον, ἁπλῶς δ’ οὔ. τοῖς δὲ παραδείγμασι τούτοις] καὶ ἐπὶ τῶν τόπων τούτων κοινότερον κέχρηται· ἐπὶ γὰρ οὐσιῶν, αἳ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, πεποίηται τὸν λόγον. εἴη δ’ ἄν οἰκειότερον ἐπὶ ἡδονῆς καὶ ἀγαθοῦ τὸν λόγον πεποιῆσθαι· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μή ἐστιν μᾶλλον ἀγαθόν, οὐδὲ αἱ ἄλλαι. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τῶν τε ἀνασκευαστικῶν καὶ τῶν κατασκευαστικῶν.

[*](p. 138a4)

Δεύτερον ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον τοῦ μᾶλλον.

Ὁσον μὲν ἐπὶ τῇ ἐκθέσει τοῦ τόπου τὸ αὐτὸ οὗτος δόξει λέγειν τῷ φθάνοντι εἰρῆσθαι· οὐ μὴν οὕτως ἔχει, ὡς διὰ τῶν παραδειγμάτων ἔδειξε. τότε μὲν γὰρ ἡ σύγκρισις ἡ κατὰ τὸ μᾶλλον ἦν αὐτῶν πρὸς αὐτὰ συγκρινομένων κρινομένων τῶν λαμβανομένων ἰδίων τε καὶ ὧν ἴδια· ζητουμένου γὰρ τοῦ εἰ τὸ κεχρῶσθαι ἴὸιον σώματος, ἑκάτερον αὐτῶν κατὰ τὸ μᾶλλον λαμβάνοντες, εἰ μὴ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ἦν, ἀνῃροῦμεν καὶ τὸ ἁπλῶς τοῦ ἁπλῶς ἴδιον εἶναι. νῦν δὲ οὐκ αὐτῶν τὴν ἐπίτασιν πρὸς αὐτὰ λαμβάνει κατὰ τὸ μᾶλλον, ἀλλὰ τῶν ὑπαρχόντων αὐτοῖς· εἰ γὰρ τὸ μᾶλλόν τινι ὑπάρχον μή ἐστιν ἴδιον ἐκείνου, οὐδ’ ὃ ἧττον ὑπάρχει. καὶ εἰσὶν οὗτοι οἱ τόποι οἱ αὐτοὶ τοῖς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον κυρίως, ὧν οἱ μὲν ἀπὸ τοῦ μᾶλλόν εἰσιν ἀνασκευαστικοί, οἱ δὲ ἀπὸ τοῦ κατασκευαστικοί. πρῶτον δὲ δύο τινὰ πρὸς δύο σχέσιν ἔχοντα κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον διαφέρουσαν λαμβάνει.

[*](p. 138a13)

Τρίτον ἀνασκευάζοντα μὲν εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον.

Ὁ μὲν πρῶτος τόπος ἑνὸς πρὸς ἓν ἐποιεῖτο τὴν σύγκρισιν, ὁ δὲ δεύοὐ [*](1 μὴν καὶ ἀπλῶς κούφη addidi τούτω Β tw AP: τὸ Β: τῶν a 2 τὸ] TtL B 3 τούτοις AP: τοιούτοις Β: τοσούτοις a 4 δὲ oiu. Β τούτοις delevi 5 τὸ cm. Β 7 μᾶλλον ἀγαθὸν BP : inv. ord. aA 8 ὁμοίως καὶ P: inv. ord. aAB τε om. Α 8. 9 ἀνασκευαστικῶς — λατασλεθαστολῶς a 10 δεύτερον — φθάνοντι (12) initio paginae perierunt in P εἰ τὸ κτλ. om. a 11 μὲν cm. a οὕτος scripsi: τοῦτο libri δοξάζει Β 12 φθάσαντι a δείκνυται a 13 τὸ cm. Β ἢν aN: ἐστὶν ABP αὐτῷ (ante πρὸς) a 14 ὧν ἰδίων P 15 ἑκάτερα Α 15. 16 λαμβάνοντες P: λαμβάνονται Α: λαμβανόμενον B: ἐλαμβάνετο a 16 ante εἰ add. τὸ μᾶλλον σῶμα ABP post εἰ add. γὰρ a ἣν aN: om. ABP ἀνῃρεῖτο a τὸ —τοῦ aA: τοῦ—τὸ BP 17 λαμβάνει Α: λαμβάνομεν aB: compend. DP 18 κατὰ scripsi: καὶ libri post ἀλλὰ add. καὶ Β 18. 19 ὑπάρχοι a 19 ἐκείνου ἴδιον P ὃ scripsi: ᾦ libri εἰσὶν aAP: ἐστὶν ΒD 19. 20 οἱ τόποι οὔτοι D 20 τοῖς] τῶν Β 20. 21 μὲν ἀπὸ τοῦ cm. P 21 οἱ δὲ — κατασκευαστικοί cm. Β κατα— corr. ex ἄνω — , ut videtur, P1 22 τὸ alterum aD: om. ABP 23 διαφέρουσαν AD: διαφέροντα aBP 24 post τρίτον add. δὲ P Arist. of. vs. 10, p. 415,6 ἐστιν ἴδιον om. a 25 ἐν aP: ἕνα ABD ἐποιήσατο P)

415
τερος δυοῖν πρὸς δύο· οὗτος δὲ ἑνὸς πρὸς δύο, καὶ ἔστιν ἀνασκευαστικὸς μόνον. εἴτε γὰρ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἐστιν ἴδιον, εἴτε ἐστίν, οὐκ ἔσται ἴδιον οὗ <ἡττον> ἐστιν ἴδιον· ὁ γὰρ ἀπὸ τοῦ μᾶλλον ἀνασκευαστικός ἐστιν, οὐ κατασκευαστικός. καὶ ἔστιν ἀδύνατον τὸ αὐτὸ πλειόνων ἴδιον εἷναι· διὸ οὐδ’ ἀπὸ τοῦ ἧττόν ἐστι κατασκευαστικός.

[*](p. 138a21)

Τέταρτον ἀνασκευάζοντα μέν.

Τέταρτον τόπον ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον παραδίδωσι καὶ ἀνασκευαστικὸν καὶ κατασκευαστικὸν δύο τινῶν πρὸς ἓν ἐχόντων τὴν κατὰ τὸ μἄλλον σύγκρισιν.

[*](p. 138a30)

Ἔπειτα ἐκ τῶν ὁμοίως ὑπαρχόντων.

Παραδοὺς τοὺς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον τόπους μέτεισιν ἐπὶ τοὺς ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων. οὐκ εἰσὶ δὲ οὗτοι οἱ αὐτοὶ οἷς ἤδη ἀπὸ τῶν ὁμοίως ἐχόντων παρέδωκεν· ἐκεῖνοι μὲν γὰρ ἦσαν ἀπὸ τῶν ὁμοίως ἐχόντων πρός. τινα ἄλλα κατ’ ἀναλογίαν λαμβανόμενοι, οὗτοι δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τισίν· ἐρεῖ δὲ καὶ αὐτὸς αὐτῶν τὴν διαφοράν. οἱ μὲν οὖν ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέσσαρες ἦσαν, οἱ δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τρεῖς. οὓς ἐκθήσεται· ὧν καὶ ἐν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα τόποις ἐμνημόνευσεν. εἶπε δὲ ὅτι ἡ μὲν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον σύγκρισις καὶ αὐτῶν πρὸς αὐτὰ γίνεται, οὐ μόνον πρὸς ἄλληλα, ἡ δ’ ὁμοιότης ἐν πλείοσι μόνον. πρῶτον μὲν οὖν λαμβάνει τόπον ἀπὸ τῶν ὁμοίων ἀνασκευαστικὸν καὶ κατασκευαστικόν, εἰ δύο τινὰ δύο τισὶν ὁμοίως ὑπάρχει, δεύτερον δὲ ὁμοίως πρὸς ἄμφω χρήσιμον, σιμὸν, εἰ δύο τινὰ ἑνί τινι ὁμοίως ὑπάρχει, τρίτον δὲ ἀνασκευαστικὸν μόνον, εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει.

[*](1 δυοῖν scripsi: δύο libri ἓν a 3 ἧττόν ex Arist. addidi γὰρ post μᾶλλον collocat D 4 ἔστιν D: ὅτι aABP 5 εἶναι ἴδιον aA ἐστι oni. D 6 post τέταρτον add. δ’ Arist. (om. Du) cf. p. 414,10. 24 7 τέσσαρας τόπους A: τέταρτον om. D παραδίδωσι post τόπον collocat P 7. 8 ἀνασκευαστικοὺς καὶ κατασκευαστικοὺς Α 8 ἐχόντων πρὸς ἓν Β τὸ om. BD 10 lemma om. P 11 παραδοὺς — ὑπαρχόντων (12) om. BP ἀπὸ τοῦ AD: κατὰ τὸ a τε aA: om. D μέτεισιν D: πρόεισιν aA 12 καὶ ὅτι οὐκ εἰσὶν οὗτοι οἱ τόποι P οἷς D: οὓς ABP: ἐκείνοις οὓς a 13 παρέδωκεν — 14 ἐχόντων om. BD παρέδωκεν (scil. c. 7 p. 136b 33 sq.) aA: παραδέδωκεν P 14 πρός corn e πὰρ Β τι, omisso ἄλλα, a 15 ἐρεῖ] p. 138b 23 αὐτῶν] αὐτὴν P 16 οὖν om. Β τέταρτοι P: δεῖν D ἤσαν aBP: εἰσὶν A: spatium 5 — 6 lit. D 17 post οὓς add. καὶ BP ἐν τοῖς superscr. P2 πρὸς τὰ om. aA post ἀπὸ add. τῶν a 18 προβλήματα Β: προβλήματος Α: προβλημάτων a: compeud. D: om. P ἐμνημόνευσεν] II 10 115a 15 — 24 19 τε om. BP πρὸς] καὶ Β αὑτὰ aAP 20 ἐν P 22 ὑπάρχει ὁμοίως aA 22. 23 δεύτερον — ὑπάρχει om. BP 23 δύο] δευτέρω Α τινὰ D: om. aA 24 post ὑπάρχει add. ἰστέον ὅτι διαφέρουσιν οἱ ἀπὸ τοῦ ὁμοίως τόποι τῶν ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων ἐκείνων. ἐκεῖνοι μὲν γὰρ ἤσαν ἀπὸ τῶν ὁμοίως ἐχόντων πρός τινα κατὰ ἀναλογίαν • οὗτοι δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τισί. καὶ ἀπλῶς εἰπεῖν ἐκεῖνοι μὲν κατὰ ἀναλογίαν, οὗτοι δὲ κατὰ ὕπαρξιν A)
416
[*](p. 138b6)

Δεύτερον δὲ ἀνασκευάζοντα μὲν εἰ τὸ ὁρμίως ὂν ἴδιον αὐτοῦ μή ἐστιν ἴδιον.

Ἐν τούτῳ θεωρεῖ, εἰ δύο ἴδια ὁμοίως ἑνὶ ὑπάρχει ἢ μὴ ὑπάρχει. καὶ ἐπὶ μὲν τοῦ μὴ ὑπάρχειν τίθησι παράδειγμα σαφές, τὸ ὁρᾶν καὶ τὸ ἀκούειν τοὐ ἀνθρώπου, ἐπὶ δὲ τοῦ ὑπάρχειν ἀσαφές. ἔστι δ’ ὃ λέγει τοιοῦτον· | εἰ ὁμοίως ἐστὶ ψυχῆς ἴδιον τὸ μέρους ἐπιθυμητικὸν εἶναι πρώτου καὶ λογιστικὸν ὡσαύτως μέρους πρώτου, εἴη ἄν ἴδιον αὐτῆς τὸ λογιστικὸν μέρους πρώτου, ὥσπερ καὶ τὸ ἐπιθυμητικὸν μέπους πρώτου ἴδιον αὐτῆς. τὸ δὲ τῆς ψυχῆς πρώτου μέρους εἷναι καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ λογιστικὸν ἐν τοῖς παραδείγμασιν ἔλαβεν, ὅτι καὶ ἀνθρώπου ἴδιον ἔστιν ὅτε τις λέγει τὸν μὲν θυμικὸν εἶναι τὸν δὲ ἐπιθυμητικόν, ἀλλ’ οὐ πρώτου.

[*](p. 138b16)

Τρίτον δὲ ἀνασκευάζοντα μὲν εἰ οὗ ὁμοίως ἐστὶν ἴδιον.

Εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει, οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον τὸ καίειν φλογὸς καὶ ἄνθρακος * * * * * ὅτι μὴ οἷόν τε τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, ἀλλ’ ἐν ᾧ τοῦ ἑτέρου αὐτῶν δείκνυσιν ἴδιον ὄν, ἅμα ἄν δεικνύοιτο ὅτι μηδὲ ὁμοίως ἀμφοτέροις ὑπάρχει.

[*](p. 138 b 27)

Ἔπειτα ἀνασκευάζοντα μὲν δυνάμει τὸ ἴδιον ἄπο διδούς.

Εἴ τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν, τουτέστι κατὰ δύναμιν αὐτοῦ ἀποδιδούς κατὰ δύναμιν δέ ἐστι τὸ ἐπιστήμης φέρε εἰπεῖν δεκτικόν, τὸ γελαστικόν, καὶ ὅσα οὐ κατ’ ἐνέργειαν πάρεστι τῷ πράγματι, ἀλλὰ λέ- γεται αὐτοῦ ἴδια τῷ δύνασθαι ἐν αὐτῷ γίνεσθαι), εἰ δή τις ἴδιόν τινος [*](1. 2 lemma om. a 1 δὲ om. D(B) μὲν om. Α post ὁμοίως add. ὡς Α ὄν post αὐτοῦ collocat Α: om. D(u) 2 αὐτοῦ post ἴδιον collocat Arist. (etiam ante μή habent ΑΒ) 3 ἐν τούτω — ἴδιον αὐτῆς (9) aN: εἰ δύο ἑνὶ ὁμοίως ὑπάρχει, οἷον ἐπεὶ ὁμοίως ἐστὶν (ἐστὶν om. B) ἴδιον ψυχῆς τὸ μέρος μέρος BD Arist.: μέρους AP et Arist. codicum B, αὐτῆς (αὐτοῦ εἶναι Α) ἐπιθυμητικὸν εἶναι καὶ λογιστικὸν πρώτου πρώτως Β) πάλιν ABDP 7 post πρώτου prius add. ἤγουν μέρους πρώτου N 9 δὲ a τὸ δὲ — 17 om. N): om. ABDP καὶ aBP: om. AD 10 τὸ D: om. aABP λογικὸν Β 11 ἔστιν a: om. ABDP τὸ — τὸ a θυμητικὸν Β ἐπιμητικὸν A 12 ἄλλο· οὐ P 13 δὲ AP, superscr. Β, Arist.: om. aD οὐ μᾶλλον P: οὕτως a 14 δύο τισὶν ἓν D 15 καίειν] ζεῖν Β supple εἰ φλογός ἐστιν ἴδιον, οὐκ ἂν εἴη ἴδιον ἄνθρακος τὸ alterum om. aB 16 immo δείκνυται 17 ἂν δείκνυται AD ὅλως aP ἀμφότερα aP: com- pend. Α 18. 19 εἰ δυνάμει τὸ ἴδιον lemma in a 20 τινος om. a πρὸς] εἰς Β 20. 21 τουτέστι — ἀποδιδούς om. a 21 φέρε εἰπεῖν aN: om. ABDP post δεκτικὸν et post γελαστικὸν add. εἶναι a 22 καὶ aN: om. ABDP οὐ ABD: μὴ a: om. P πάρεστι BDP: πάλιν ἐστὶ A: λέγεται εἶναι a 23 ἴδια ADP: ἴδιον aB τὸ Β αὐτῶ ADP: ἑκάστω aB)

417
ἀποδιδοὺς πρὸς δύναμιν ἀποδίδωσι τὴν δύναμιν ταύτην πρός τι, ὃ δύναται καὶ μὴ εἶναι ὄντος αὐτοῦ οὗ ἴδιον ἀπεδόθη, μὴ ἐνδεχομένης τῆς δύνάμεως ταύτης ὑπάρχειν τῷ μὴ ὄντι οὐχ ὑγιῶς ἔσται τὸ ἴδιον ἀποδεδωκώς.

[*](p. 138b32)

To γὰρ τοιοῦτον ἴδιον οἷον ἀναπνεῖσθαι ἀναπνευστόν εστι.

<Ἐπεὶ ἀναπνευστόν ἐστι> τὸ οἷόν τε ἀναπνέεσθαι, καὶ ἐπεὶ πεφυκὸς ὑπό τινος ἀναπνέεται, πᾶν δὲ τὸ ἀναπνέον ζῷον, πρὸς ζῷον ἄν εἴη τὸ ἀναπνευστὸν λεγόμενον ἴδιον, ὃ ἀπεδόθη τοῦ ἀέρος. εἰ δὲ τὸ ἀναπνευστὸν πρὸς τὸ ἀναπνέον λέγεται, εἰ μὴ εἴη τὸ ἀναπνέον, οὐδ’ ἄν τὸ ἀναπνευστὸν ἔτι εἴη. εἰ οὖν μὴ ὄντος τοῦ ζῴου ἀέρα μὲν ἐνδέχεται εἶναι, τὸ δὲ ἀναπνευστὸν οὐκέτι μὴ ὄντος τοῦ ἀναπνέοντος αὐτό, οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τὸ ἀποδεδομένον, εἴγε δεῖ μὲν τὸ ἴδιον ἀχώριστον εἶναι καὶ ἀεὶ ὑπάρχειν τῷ οὗ ἐστιν ἴδιον.

[*](p. 139a1)

Κατασκευάζοντα δὲ εἰ τῇ δυνάμει ἀποδιδοὺς τὸ ἴδιον.

Ὅταν μὴ ὄντος τούτου, πρὸς ὃ ἡ δύναμις ἀποδέδοται, μηδὲ ἡ δύναμις ἔτι σώζηται τοῦ πράγματος οὗ τὸ ἴδιον ἀποδέδοται, οὐ καλῶς τὸ ἀποδοθέν. ἄν δὲ καὶ μὴ ὄντος τοῦ πρὸς ὃ λέγεται ἡ δύναμις, ἔτι μένῃ τὸ πρᾶγμα ἐν τῇ δυνάμει, τότε καλῶς ἄν εἴη τὸ κατὰ δύναμιν ἴδιον ἀποδεδομένον. τοῦ μὲν γὰρ ἀναπνευστὸν εἶναι τὸν ἀέρα ἡ δύναμις ἐν ἄλλῳ [*](1 ἀποδέδωκε aB 2 ὄντος — 3 τῷ μὴ om. P οὗ superscr. B2 μὴ ἐνδεχομένης — 3 ὄντι om. Α ἐνδεχομένως B 5 τὸ — ἴδιον om. aB post οἶον add. τῷ a 7 ἐπεὶ — ἐστι addidi τὸ οἷόν τε scripsi: οἷον τότε ABDP: haec et ἀναπνέεσθαι om. a 8 τὸ om. aP 9 ὃ ἀπεδόθη — 13 ἀποδεδομένον ABDP: ὁ γὰρ εἰπὼν ἴδιον εἶναι ἀέρος τὸ ἀναπνευστὸν εἶναι πρὸς δύναμιν ἀπέδωκε τὸ ἀναπνευστόν, τουτέστιν, ὅτι ἐνδέχεται ζῴου μὲν ὄντος ἀναπνεῖσθαι τὸν ἀέρα, μὴ ὄντος δὲ ζῴου εἶναι μὲν τὸν ἀέρα μὴ ἀναπνεῖσθαι δέ, εἴ γε εἴ γε—ἔτι εἴη om. N) τὸ ἀναπνευστὸν πρὸς (20) τὸ ἀναπνέον λέγεται. εἰ δὴ μὴ εἴη τὸ ἀναπνέον, οὐδ’ ἄν τὸ ἀναπνευστὸν ἔτι εἴη. ὥστε οὐ καλῶς ἀπέδωκε τοῦ ἀέρος ἴδιον εἶναι τὸ ἀναπνευστόν· τὸ γὰρ ἐνδεχομένως ὃν οὐκ ἀεί ἐστιν· ἐνδέχεται γὰρ καὶ μὴ εἶναι· τὸ δὲ μὴ ἀεὶ ὃν ἴδιον ἀπέδωκεν οὐ καλῶς aN ὃ om. P δὲ Α: om. BDP 11 ἡ Β τοῦ om. Α 11. 12 ἐνδέχεται ADP: ἔνδοξον Β 12 τὸ δὲ ἀναπνευστὸν οὐκέτι superscr. Β: καὶ D: om. AP αὐτό AP: αὐτόν BE) 13 ἔτι (pro εἴη) τοῦ ἀέρος in spatio vacuo relicto P3 εἴ γε δεῖ] δεῖ γὰρ a τὸ μὲν Α: τὸ a 14 τῶ Α: τοῦ aBDP 15 τῆ ABD Arist.: τοῦ V: τις a ἀποδιδοὺς τὸ ἴδιον om. a 16 ὅταν — p. 418, 4 φυλάσσει huc transposui: post p. 419,2, praeposito εἰς τὸν τὸ A) πρὸ αὐτοῦ. ὅτι, collocant ABDP: post p. 418, 16, praeposito εἰς τὸ αὐτὸ ὅτι, collocat a: om. N ὅταν— ἀποδοθέν (18) om. Α ὅταν aP: εἰ ἔσται D: ἐστι B cf. n. ad p. 382,25 μηδὲ — ἐποδέδοται (17) om. D 17 σώζηται scripsi: σώζεται aBP 18 καὶ om. a μένει aAP 19 πρᾶττον Α 20 ἀναπνευστικὸν Β ἐν ἄλλῳ — δύναμις (p. 417,2) om. Β Comment. Arist. II 2 Alex, in Top. 27)

418
ἐστί, τῷ ζῴῳ, ὃ ἔστι καὶ μὴ εἶναι· τοῦ δὲ τὸ ὂν οἷόν τε παθεῖν ἢ ποιῆσαι ἡ δύναμις ἐν αὐτῷ καὶ μὴ ὄντος τοῦ πάσχοντος ἢ ποιοῦντος· τὴν γὰρ ἐνέργειαν ἐμπεπόδισται μὴ ὄντων ἐκείνων, τὴν δὲ δύναμιν ἐν ἑαυτῷ φυλάσσει. τοῦ μὲν <οὖν> πρὸς ὂν κατὰ δύναμιν ἀποδιδομένου ἰδίου παρέθετο, οὐκέτι δὲ καὶ τοῦ πρὸς μὴ ὂν ἐνδεχομένου μέντοι καὶ μὴ ὄντι αὐτῷ ὑπάρχειν. εἴη δ’ ἂν τοῦτο, εἴ τις ὕλης λέγοι ἴδιον τὸ τῶν ἐναντίων δεκτικόν· κἂν γὰρ μὴ ἐνεργείᾳ ὕλη λαμβάνηται, ἀλλὰ δυνάμει ὑπάρχει αὐτῇ τὸ κατὰ δύναμιν ἀποδεδομένον ἴδιον.

[Κατασκευάζοντα δέ. φησί, δεῖ σκοπεῖν, εἰ τὸ δυνάμει ἴδιον ἀπέδωκεν ἢ πρὸς ὂν ἢ πρὸς μὄν, ἤτοι τὴν ὕλην, ἐν δεχομένης τῆς δυνάμεως, ἤγουν τοῦ δυνάμει, καὶ τῷ μὴ ὄντι ὑπάρχειν, ὅπερ ἐστὶν ἡ ὕλη· ἡ γὰρ ὕλη μὴ ὂν διὰ τὸ εἶναι πάντα δυνάμει καὶ μηδέν τι εἶναι ἐνεργείᾳ. εἰ οὖν ἀποδοίη τις τῇ ὕλῃ ἴδιον τὸ δεκτικὴν εἶναι πάντων δυνάμει γὰρ δεκτική ἐστι πάντων, εἴπερ τινὸς τῶν ὄντων οὐκ ἔστιν). ἡ εἰ ἀποδοίη τοῦ ὄντος δίον τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι πὰν γὰρ τὸ ὂν δυνατὸν ἢ παθεῖν ἢ ποιῆσαι), καλῶς ἀποδέδωκε τὸ ἴδιον ἑκατέρου.]

[*](p. 139a9)

Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ ὑπερβολῇ τέθεικε τὸ ἴδιον.

Τουτέστιν ὑπερθετικῶς. εἰ γὰρ δεῖ τὸ ἴδιον μόνῳ τε ὑπάρχειν καὶ συναναιρεῖσθαι αὐτῷ ἀναιρουμένῳ, τὸ δὲ καθ’ ὑπερβολὴν λεγόμενον οὐ συναναιρεῖται ἀναιρουμένῳ τῷ τὴν ὑπερβολὴν ἔχοντι διὰ τὸ τούτου ἀναιρεθέντος ἄλλο γίνεσθαι ἐν τῇ ὑπερβολῇ τὸ μετ’ ἐκεῖνο ὄν, εἰ δὲ τοῦτο, [*](1 ὃ ἔστι καὶ μὴ εἶναι scripsi cf. p. 417, 11 πέφυκε γὰρ τὸ ζῷον καὶ μὴ εἶναι Leo): ὃ ὧ A) μὴ ἐστι AD: μὴ εἶναι P: εἶναι a τὸ om. a 2 καὶ aBP: κἄν AD 3 ἐμπόδισται Α: ἐκπεπόδισται a μὴ ὄντων ἐκείνων om. D ἑαυτῶ Β : αὐτῶ aADP 4 οὖν addidi ἀποδεδομένου Β 5 παρέθετο. οὐκέτι δὲ καὶ καὶ D: om. ABP) τοῦ πρὸς τὸ add. Β) μὴ μὴ πρὸς Α) ὃν ABDP: παρέθηκεν αὐτὸ τό ὂν τὸ δύνασθαι (fortasse scribendum αὐτὸς τὸ ὂν τὸ δυνατὸν) παθεῖν ἡ ποιῆσαι, τοῦ δὲ πρὸς μὴ ὃν οὐδαμῶς aN ἐνδεχομένου P : ἐνδεχόμενον aABD 6 ὄντι BD): ὄντος aP: ὃν δι’ Α αὐτὸ aP ὑπάρχει aP : corapend. Α τοῦτο — 7 δεκτικόν] παράδειγμα τούτου ἡ ἀνείδεος ὕλη δεκτικὴ οὖσα τῶν ἐναντίων aN λέγοι D: λέγει BP: compend. Α 7 post δεκτικόν add. ἐστὶ Α γὰρ om. D ἐνεργεία ABD: ἑνὸς γένους P: ἑνὸς γένους ἐνεργείᾳ ἡ a λαμβάνεται Α 8 ὑπάρχῃ D: ὑπάρξει a ἀποδεδομένον aAB: ἀποδιδόμενον DP 9 — 16 aN 14 εἴπερ scripsi cf. p. 386,5: ὅπερ aN 16 ἀποδέδωκε N: ἀπέδωκε a 17 lemma om. aD ὑπερβολῶν A(D) 18 τουτέστιν ὑπερτεθεικώς P: om. a εἰ γὰρ δεῖ a: εἰ δεῖ AD: εἰ δὴ B: εἴδει P ὑπάρχει Β: ὑπάρχον P 19 αὐτῷ aD: αὐτὸ ABP ἀναιρουμένῳ scripsi: ἀναιρουμένου aABP: συναναιρου D δὲ om. P 20 ἀναιρουμένῳ om. a τὸ om. P 21 ἀλλὰ γίνεται P ἐκείνου D: ἐκεῖνον a εἰ δὲ—p. 419,9 ABDP: εἴ τις μεθ’ ὑπερβολῆς ἀποδοίη τινὸς ἴδιον, οὐ καλῶς ἔσται ἀποδεδωκώς· συμβαίνει (45) γάρ, φησί, καθ’ οὗ ὁ λόγος οὕτος τοῦ ἰδίου, ἤγουν τὸ ὑπερθετικόν, λέγεται, μὴ ἀληθεύειν καὶ κατὰ N) τὸ ὄνομα τοῦ ἰδίου. ἀναιρεθέντος γὰρ τοῦ ὑποκειμένου οὐ συναναιρεῖται τὸ ὑπερθετικῶς λεγόμενον ἴδιον, ὡς εἴρηται· οἷον ἔστω ἀποδοθὲν τὸ κουφότατον εἶναι πυρός· ἀλλ’ οὐκ ἔσται καλῶς ἀποδεδομένον· ἀναιρεθέντος γὰρ τοῦ πυρὸς ἔστι τὸ κουφότατον ἐν τῷ ἀέρι aN fortasse δὴ)

419
οὐ καθ’ οὗ ὁ λόγος ἤτοι τὸ ἴδιον], καὶ τὸ ὄνομα, καὶ οὐκ ἔστι ἴδιον τὸ οὕτως ἀποδοθέν.

Φθαρέντος γὰρ τοῦ πυρὸς ἔσται τι ἄλλο γινόμενον ἐν ὑπερβολῇ, τὸ μετ’ ἐκεῖνο· ἔστω δὴ τοῦτο καθ’ ὑπόθεσιν ὁ ἀήρ· εἰ δὲ τοῦτο, συμβαίνει ὅτι οὐ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα· τὸ μὲν γὰρ κουφότατον λέγεται κατὰ τοῦ ἀέρος, τὸ δὲ πῦρ, οὗ πρὸ τῆς φθορᾶς ἦν ἴδιον τὸ κουφότατον, οὐ λέγεται κατὰ τοῦ ἀέρος. ὥστε συμβαίνει τι ἄτοπον ἐκ τοῦ ὑπερθετικῶς ἀποδίδοσθαι τὸ ἴδιον, τὸ μὴ καθ’ οὗ τὸν λόγον, λέγεσθαι καὶ τοὔνομα.

[*](1 ἤτοι τὸ ἴδιον delevi ἔσται BP: ἔστιν AD 3–9 Α: om. BDP ante φθαρέντος add. ἄλλως Α; supple lemma p. 139a 14 οἷον εἴ τις ἀποδοίη τοῦ ·πυρὸς ἴδιον σῶμα τὸ κουφότατον.)
420

Διδάξας ὁ Ἀριστοτέλης περὶ τῶν γενικῶν καὶ ἰδικῶν προβλημάτων, καὶ πρὸ αὐτῶν δ’ ὁμοίως περὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος, καὶ τοὺς τόπους τούς τε κατασκευάζοντας ὅτι τόδε γένος ἐστὶ τοῦδε ἢ ἴδιον ἢ συμβέβηκε τῷδε καὶ αὖθις ἀνασκευάζοντας καὶ δεικνύντας ὅτι οὐκ ἔστι παρα- δούς, νῦν διδάσκει καὶ περὶ τῶν ὁρικῶν, οὐχ ὅτι τί ἐστιν ἡ φύσις τοῦ ὅρου, καὶ εἰ ἄρα πλείω γένη δεῖ ἐν τῷ ὁρισμῷ παραλαμβάνεσθαι μίαν δὲ διαφορὰν ἢ τοὐναντίον, καὶ τίνων ἔστιν ὁρισμός, ὅτι τῶν οὐσιωδῶν κυρίως. κατὰ δεύτερον δὲ λόγον καὶ τῶν συμβαινόντων περὶ γὰρ πάντων τούτων ἐδίδαξεν ἐν τοῖς Μετὰ τὰ φυσικά, καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς περὶ τοῦ εἰ δεῖ τῶν ὁρισμῶν ἀπόδειξιν γίνεσθαι), ἀλλ’ εἰ ὁ ἀποδιδόμενός τινι ὅρος ὅρος ἐστὶν αὐτοῦ ἢ οὐκ ἔστι· περὶ τούτου γάρ ἐστιν ἡ πρόθεσις· αὐτῷ ἐν τῷ παρόντι τῶν τοπικῶν βιβλίῳ.

[*](p. 139a24)

Τῆς δὲ περὶ τοὺς ὅρους πραγματείας.

Τῆς πραγματείας, φησί, τῆς περὶ τοὺς ὅρους, ἤτοι τῆς περὶ τὰ ὁρικὰ προβλήματα, μέρη εἰσὶ πέντε· πέντε γάρ εἰσι, δι’ ὧν ἐπιχειροῦμεν κατασκευάζειν ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε , καὶ αὖ τοὐναντίον ἀνασκευάζειν ὅτι ὁ ἀποδοθεὶς ὁρισμὸς οὐ καλῶς ἀπο- οεοοται.

[*](1 Ἀλεξάνδρου ἀφροδισιάως εἰς τό ἕκτον τῶν τοπικῶν ἐξήγησις inscribit Α, oinisso ἐξήγησις a, pro ἐξήγησις exhibens Ἀριστοτέλους ὑπόμνημα P: Ἀλ. ἀφρ. σχόλια εἰς τὸ ἕκτον τῶν τοπικῶν βιβλίων ἀριστοτέλους D : Τοῦ αὐτοῦ σχόλια εἰς τὸ ἕκτον τῶν τοπικῶν Β 3 — p. 421,13 τὸ γένος αὐτῶ aN 11 ἐν τοῖς Μετὰ τὰ φυσ.] velut VII 4 sqq. ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτ.] c. 4 — 12 17 πέντε ἐστίν Arist. (inv. ord. CPcuqf))
421
[*](p. 139a25)

Ἤ γὰρ ὅλως οὐκ ἀληθὲς εἰπεὶν, καθ᾿ οὖ τοὔνομα, καὶ καὶ τὸν λόγον.

Ἤ γὰρ δεῖ ἐπ·ιχειρεῖν καὶ δεικνύναι ὅτι οὐδ’ ὅλως ὁ ἀποδοθεὶς ὁρισμὸς τὴν φύσιν τοῦ ὁριστοῦ σημαίνει, ἀλλ’ ἄλλο τί ἐστιν εἰ γὰρ τὸ ζῷον λογικὸν θνητὸν ὁρισμὸς τοῦ ἀνθρώπου ἐστίν, ὀφείλει καὶ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι καὶ καθ’ οὗ τὸ ὄνομα κατηγορεῖται, ἤγουν τὸ ὑπὸ τοῦ ὀνόματος δηλούμενον, ὁ ἄνθρωπος, καὶ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου οἰκεῖον τῷ Σωκράτει καταφαίωεσθαι), ἢ ὄντος γένους τοῦ ὁριστοῦ οὐκ ἔθηκεν εἰς τὸ γένος τὸν ὁρισμόν, ἤτοι οὐκ ἔλαβε τὸ γένος τοῦ ὁριστοῦ εἰς τὸν ὁρισμὸν αὐτοῦ οἷον εἴ τις τὴν ἐπιστήμην ὁριζόμενος εἴποι ‘ἐπιστήμη ἐστὶν ἀμετάπειστος ὑπὸ λόγου’ , ἁμαρτάνων ἐλέγχεται· οὐ γὰρ ἔλαβεν ἐν τῷ ὁρισμῷ τὸ γένος αὐτῆς· μάλιστα γάρ, φησί, τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων τὸ γένος δοκεῖ τὴν τοῦ ὁριζομένου οὐσίαν σημαίνειν· ἐν γὰρ τῷ τί ἐστι κατηγορεῖται τὸ γένος, αἱ δὲ διαφοραὶ ὡς ποιότητες μᾶλλον. καὶ ὅτι πρῶτον τὸ γένος τὴν ἑκάστου οὐσίαν δείκνυσιν, χωρίζον αὐτὸ ἀπὸ πάντων τῶν διαφόρων· ἀρχὴ γὰρ τοῦ ὅρου τὸ γένος, ἐξεργασίᾳ δὲ αἱ διαφοραὶ ἐοίκασιν. καὶ αἱ μὲν διαφοραὶ τῶν ὁμοίων καὶ συγγενῶν χωρίζουσι τὸ ὁριστόν, ὧν οὐχ οἷόν τε χωρίσαι αὐτό, εἰ μὴ πρότερον χωρισθείη τῶν ἀνομοίων καὶ ἐκτὸς τῆς φύσεως τοῦ ὁριστοῦ, ὃ ποιεῖ τὸ γένος), ἢ ὅταν οὐκ ἴδιον τοῦ ὁριστοῦ ἀποδιδῷ τις τὸν· λόγον, ὡς εἴ τις θείη ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· οὗτος γὰρ ὁ ὅρος οὐκ ἴδιος τοῦ ἀνθρώπου ἐστίν, ἐπεὶ οὐκ ἀντιστρέφει· δεῖ δὲ τὸν ὁρισμὸν ἴδιον εἶναι τοῦ ὁριστοῦ καὶ ἀντιστρέφειν ὥσπερ καὶ τὸ ἴδιον), ἢ <εἰ> πάντα τὰ εἰρημένα πεποιηκώς, καὶ γένος οἰκεῖον λαβὼν καὶ διαφορὰς προσθεὶς καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστὸν τὸν ὁρισμὸν ἀποδούς, μὴ ὥρισται, τουτέστι μὴ κυρίως ἀπέδωκεν ὁρισμὸν ἀλλ’ ὑπογραφήν, μηδ’ εἴρηκε τὸ τί ἦν εἶναι, ἤγουν ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ ὁ γὰρ εἰπὼν ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον φαλακρὸν προγαστρικὸν τὸν Σωκράτην πάντα μὲν ἐφύλαξεν ἃ εἴπομεν, ὁρισμὸν δὲ οὐκ ἐποίησεν ἀλλ’ ὑπογραφὴν λαβὼν τὰ συμβεγηκότα· διὸ οὐκ ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ), καὶ τελευταῖον, εἰ ὥρισται μέν, μὴ καλῶς δὲ ὥρισται, τουτέστιν εἰ ὁρισμὸς μέν ἐστιν ὁ ἀποδιδόμενος, μὴ οἰκεῖος δὲ ὢν τῷ πράγματι.

[*](3 ἢ a: εἰ N 10 ὁριστοῦ N: ὁρισμοῦ a 13 ante μάλιστα add. εἰσὶ γὰρ τινὰ ὧν μὴ ἔστι γένος γένη P) ὡς (om. P) τὰ γενικώτατα. εἰς τὸ ῥητόν ABDP cf. p. 444,2. 3 φησί aN : oin. ABDP 14 παραλαμβανομένων aN : om. ABDP 16 post μᾶλλον add. λαμβάνονται a 17 αὐτὰ a A πάντων τῶν διαφορῶν (sic) Α: πάντων τῶν διαφερόντων a: πασῶν τῶν διαφορῶν APDP 18 τὸ om. a ἐξεργασίαις P ἐοίκασιν αἱ διαφοραί a 19 ὁμοίων ABDP: οἰκείων a καὶ om. DP 20 εἰ μὴ πρότερον χωρισθείη aN: πρὸ ABDP τῆς] τοῦ a 21 ὁ ποιεῖ — 34 aN 25 εἰ ex Arist. addidi cf. vs. 32 30 φαλοκρὸν a προγαστορικὸν N)
422
[*](p. 139a36)

Εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος, ἑκτῶν πρὸς τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον.

Πέντε οὐσῶν, ἃ ἀπηριθμήσατο, τῶν κατὰ τὰ ὁρικὰ προβλήματα γινομένων ἁμαρτιῶν, τὰς μὲν προτέρας τρεῖς ἐκ τῶν κατὰ τὸ συμβεβηκὸς καὶ γένος καὶ ἴδιον παραδοθέντων τόπων ἐπιχειρεῖν δεῖ, φησίν, ἀνασκευάζειν, τὰς δὲ ὑστέρας δύο τόπων δεῖσθαι δύο ἰδίων, οὓς καὶ ἐκτίθησι. διό φησιν | εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος, [*](206) ἤτοι εἰ οὐδαμῶς ὑπάρξει τῷ πράγματι ὁ ἀποδοθεὶς λόγος, δι’ ἐκείνων τῶν τόπων ἀποδείξομεν, δι’ ὧν καὶ ἐν τοῖς κατὰ τὸ συμβεβηκὸς ἀπεδείκνυμεν. οὗτοι γὰρ τοῦ ὑπάρχειν τὸ τιθέμενον ἦσαν δεικτικοί, καὶ τὸ συμβεβηκὸς τῇ ὑπάρξει μόνῃ ἐχαρακτηρίζετο· ἦν γὰρ συμβεβηκὸς τὸ μήτε γένος μήτε ὅρος μήτε ἴδιον <ὂν> ὑπάρχον δὲ τῷ πράγματι· οἷον ὅτι τὸ λευκὸν οὐχ ὑπάρχει τῷ Σωκράτει· καὶ γὰρ ἐν ἐκείνοις ἡ σκέψις καὶ ἡ ἐξέτασις ἐγίνετο, πότερον ὑπάρχει τῷ Σωκράτει τὸ λευκὸν ἢ οὐχ ὑπάρχει. ὥσπερ γὰρ ἐκεῖ σπουδὴν ἔχομεν δεῖξαι ὅτι τῷ Σωκράτει οὐκ ἔστι τὸ λευκόν, ἐπεὶ οὐδὲ λευκός ἐστι, περαιτέρω δὲ οὐ πολυπραγμονοῦμεν, ἡ πάλιν ὅτι ὑπάρχει, οὕτως ἀρκεῖ ἡμῖν καὶ εἰ δείξομεν ὅτι τὸ ‘οὐσία ἄψυχος ἀναίσθητος’ οὐχ ὑπάρχει ὁρισμὸς] τῷ ἀνθρώπῳ οὐδὲ γὰρ ἄψυχός ἐστι καὶ ἀναίσθητος), ὡσπεροῦν πάλιν τὸ ‘ζῷον λογικὸν θνητόν’ ὁρισμός ἐστιν αὐτοῦ, ἐπεὶ καὶ λογικὸς καὶ θνητός. τοὺς δὲ τόπους, δι’ ὧν ὀφείλομεν δεικνύειν ὅτι τὸ ἐν τῷ ὁρισμῷ γένος ἀλλότριόν ἐστι τοὐ ὁριστοῦ ἢ ὅτι οὐκ ἀντιστρέφει ὁ ὁρισμός, ἐπισκέπτεσθαί φησιν ἀπὸ τῶν παραδοθέντων ἐν τοῖς γενικοῖς καὶ ἰδικοῖς προβλήμασι τόπων. δι’ ὧν γὰρ ἐν ἐκείνοις ἀπεδείκνυτο ὅτι οὐκ ἔστι γένος τοῦδε ἢ ἴδιον τὸ ἀποδιδόμενον, διὰ τῶν αὐτῶν καὶ ὅτι οὐδὲ τὸ ἐν τῷ ὁρισμῷ γένος οἰκεῖόν ἐστι τῷ ὁριστῷ ἢ ὁ ὁρισμὸς ἴδιος αὐτοῦ ἐστιν. ὁμοίως δὲ πάλιν καὶ διὰ τῶν ἐν ἐκείνοις τόπων τὰ τοιαῦτα κατασκευάσομεν, ὥστε αἰ μὲν πρῶται ἀνασκευαὶ τῶν ὅρων ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων γίνοιντ’ ἄν, ἡ δὲ δευτέρα διὰ τῶν πρὸς τὸ γένος τόπων, ἡ δὲ τρίτη διὰ τῶν πρὸς τὸ ιοιον.

[*](1. 2 ἐκ τῶν πρὸς τὸ συμβεβηκός lemma in a 1 post οὖν add. καὶ D 3 — 9 aN: ὅτι τῶν εἰρημένων πέντε ἁμαρτιῶν τὰς δύο τὰς τἀς om. AP) ὑστέρας ὑστέρως D) ῥηθείσας δεῖσθαί φησιν ἰδίων τόπων· τὰς δὲ τρεῖς τὰς τὰς om. D) πρώτας ὑπάγεσθαι τοῖς ἤδη εἰρημένοις εἰρημένοις ἤδη D) τόποις· τὴν μὲν πρώτην τοῖς τοῖς corr. P2: τὴν Β) πρὸς τὸ συμβεβηκός ABDP 10 οὗτοι — συμβεβηκὸς] ὃ D οὔτοι a τοῦ aA, in ras. P: τὸ Β ὑπάρχειν aP2: ὑπάρχον ΑBP1 δεικτικοί BP2: δεκτικοί aAP1 11. 12 μήτε ὅρος μήτε γένος D 12 ὃν addidi ὑπάρχειν Β οἷον — 27 κατασκευάσομεν aN 15 ἐκεῖ a: om. N 15. 16 fortasse εἴχομεν — οὐκ οὐκ ἐπολυπραγμονοῦμεν 16 λευκός scripsi: λευκόν aN 18 τῷ ἀνθρώπω scripsi: ὁρισμὸς τοῦ ἀνθρώπου aN 24 ἀποδείκνυτο a 27 κατασκευζομεν a 28 πρῶται aN: κατὰ τοῦτο ABDP 29 γίνοιτ’ Α)
423
[*](p. 139b7)

Πρῶιον μὲν οὖν ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾷον γὰρ ὁτιοῦν ποιῆσαι ἢ καλῶς.

Δύο ὄντων ὑπολελειμμένων, πρὸς ἅ δεῖ τόπους εὑπεῖν, πρῶτον, φησίν, ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾴων γὰρ ἡ πρὸς τοῦτο ἐπιχείρησις ἢ ἡ πρὸς τὸ ἁπλῶς ὡρίσθαι. ἐπειδὴ γὰρ ἐργωδέστερον τὸ καλῶς ὁτιοῦν ποιῆσαι τοῦ ἀπλῶς ποιῆσαι, δῆλον ὅτι ἡ ἁμαρτία περὶ τοῦτο πλείων· εὐκολώτερον δὲ πλείους ἁμαρτίας φωρᾶσθαι τῶν ἐλαττόνων, 25 ὥστε εὐκολώτερον δεῖξαί τινα μὴ καλῶς ὡρισμένον ἤπερ μηδὲ ὅλως ὡρισμένον.

[*](p. 139b 15)

Δεύτερον δέ, εἰ ἐπὶ πλέον εἴρηκε τὸν λόγον τοῦ δέοντος.

Τουτέστιν εἰ περιττὸν προσέθηκε τῷ λόγῳ. ὁ μὲν οὖν περιττόν τι προστιθεὶς τῷ λόγῳ τῷ δηλοῦντι τό τί ἦν εἶναι τοῦ προκειμένου ὡς μὴ καλῶς ὁριζόμενος εὐθύνοιτ’ ἄν, ὁ δὲ ἐνδεέστερον ἀποδιδοὺς καὶ ταύτῃ ἁμαρτάνων οὐ τῷ μὴ καλῶς ἀλλὰ τῷ μηδ’ ὅλως ὡρίσθαι. ὁ γὰρ ἐνδεὴς λόγος κατὰ τοῦτο ἐνδεής ἐστιν, ὅτι ἐλλείπει τι αὐτῷ πρὸς τὸ δηλῶσαι τὸ τί ἦν εἶναι· ὁ δὲ μὴ δηλῶν τὸ τί ἦν εἶναι οὐχ ὁρισμός.

[*](p. 139b 21)

Ὁμώνυμος γὰρ; ἡ ἀγωγὴ καὶ ἡ συμμετρία.

Ὅτι ἡ μὲν ἀγωγὴ σημαίνει τινῶν φοράν, ὃ καὶ παρακομίζειν λέγεται, ὡς λέγεται σίτου ἀγωγὴ ἢ οἴνου· λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόσμησις, ὡς λέγεται παίδων ἀγωγή • λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή· [*](1 εἰ μὴ κτλ. om. a 3 ante δύο add. ὅτι ABDP εὑρίσκειν D 4 ῥᾴων — εὐκολώτερον δὲ (7) ABDP: ῥᾷον γὰρ πρὸς τοῦτο ἐπιχειρῆσαι, ἤγουν ὅτι οὐ καλῶς ὥρισται, ἢ πρὸς τὸ μὴ ὡρίσθαι· τὸ μὲν γὰρ ἁπλῶς ποιῆσαι ῥᾷον τοῦ καλῶς ποιῆσαι· ἡ δὲ ἁμαρτία πλείων γίνεται περὶ τὸ καλῶς ποιῆσαι ἢ περὶ τὸ ἁπλῶς ποιῆσαι. περὶ ὃ δὲ ἡ ἁμαρτία πλείων, ἡ ἐπιχείρησις τῆς ἀνασκευῆς εὐκολωτέρα ἔσται, ἐπεὶ καὶ εὐκολώτερον aN (sed ἐπεὶ — 12 λόγῳ om. N) 5 ἢ ἡ AD: ἢ BP2: ἡ P1 ἁπλῶς scripsi: καλῶς libri ἐπεὶ Α ἔργω δεύτερον AP 7 εὐκολώτερον — ἐλαττόνων om. D δὲ BP: γὰρ A ante πλείους add. τὸ aAP 8 ἤπερ aAP: ὅπερ D: εἴπερ P 9 ὡρισμένον aP: ὁρισάμενον ABD 10. 11 εἰ ἐπεὶ (sic) πλεῖον εἴρηκε leinina in a 10 πλέον ABD(u): πλεῖον aP Arist. 12 τὸν λόγον Bpr. 13 προσθεὶς Β τῷ λόγῳ τῷ δηλοῦντι aN: τῷ δηλοῦντι λόγῳ ABDP εἶναι om. a 14 ὁρισάμενος 15 1.5 ἁμαρτάνει a τῷ utrumque in ras. P2: τὸ Β ὁρίσω a 16 ἐνδεής — ὁρισμός (17) initio paginae perieiunt in P ἐστιν oin. B ὅτι aB: εἰ D: om. Α ἐκλείπει a post πρὸς τὸ add. ὁρίσασθαι, ἤγουν a 17 post ὁρισμός add. leinmatis loco εἷς μὲν οὖν τόπος τοῦ ἀσαφῶς εἰ ὁμώνυμόν ἐστι a is ὁμώνυμον P ἡ (post γὰρ) DP Arist.: καὶ ἡ AB: ἡ τε a post καὶ ἡ add. ἀμετρία ὥσπερ καὶ τὸ σύμμετρον καὶ ἡ Β post συμμετρία add. ἐστίν a A 19 μὲν aN: om. ABDP φορὰν τινῶν Β: φορὰν τινὰ P παρακομίζων B 20 post λέγεται alteium add. δὲ I) ἡ om. Β τόπου D 21 λέγεται ἀγωγὴ om. Β)

424
ἐφ᾿ οὗ σημαινομένου ὁ ὁριζόμενος οὕτω τὴν γένεσιν κέχρηται τῷ τῆς ἀγωγῆς ὀνόματι. ἀλλὰ καὶ ἡ συμμετρία ὁμώνυμον, ὥσπερ καὶ τὸ σύμμετρον· σύμμετρα γὰρ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα καὶ τὰ οἰκεῖα ἑκάστῳ καὶ ἀρκοῦντα, ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὸ μέγεθος ἢ κατὰ τὰς ποιότητας ἢ κατὰ τὰς δυνάμεις ἀνάλογον ἔχοντα.

[*](p. 139b25)

Ἐνδέχεται δὲ συκοφαντεῖν ὡς οὐκ ἐφαρμόττοντος τοῦ λόγου.

Ἐνδέχεται, φησί, συκοφαντεῖν τὸν οὕτως ἀποδοθέντα ὁρισμόν, ὅτι μηδὲ τὴν ἀρχὴν ὅρος ἐστίν, εἴ τις ὡς πάντων τῶν ὑπ’ αὐτοῦ τοῦ ὀνόματος σημαινομένων ἀποδεδωκότος αὐτοῦ τὸν ὁρισμὸν προχειριζόμενος ἐκεῖνα τῶν σημαινομένων, οἷς οὐκ ἐφαρμόζει ὁ ἀποδοθεὶς λόγος, δεικνύοι ὅτι οὐχ ὁρισμός· ἐπεὶ τόν τινων ὁρισμὸν ἐπὶ πάντων δεῖ ἀληθεύεσθαι, ἐφ’ ὧν καὶ τοὔνομα οὗ ὁ ὁρισμός. εὐλόγως δὲ προσέθηκε τὸ συκοφαντεῖν ἐπὶ τοῦ τοιούτου ἐλέγχου· ὁ γὰρ τὸν ἀποδιδόμενον τοῦ κυνὸς λόγον ἀξιῶν πᾶσι τοῖς ὑπὸ τοῦ ὀνόματος τοῦ κυνὸς σημαινομένοις ἁρμόζειν, ὡς ὄντος τοῦ κυνὸς μιᾶς τινος φύσεως, συκοφαντεῖ· ὁρισμὸς μὲν γάρ τινος κυνὸς τὸ ζῷον I πεζὸν ὑλακτικόν, ἄν οὕτω τύχῃ, ἀσαφὴς δὲ τῷ μὴ [*](209) προσδιωρίσθαι ποίου κυνός. τὴν μέντοι ἀφορμὴν τῆς τοιαύτης κακουργίας παρέχει μὴ διαιρεθέντος τοῦ πολλαχῶς λεγομένου ἀλλ’ ὡς μίαν φύσιν δηλοῦντος ἀποδιδοὺς τὸν ὁρισμόν.

[*](p. 139b27)

Μάλιστα δ’ ἐνδέχεται τὸ τοιοῦτον ποιεῖν λνθανούsσης τῆς ὁμωνυμίας.

Μάλιστα δ’ ἐνδέχεται ἀπελέγχειν τὸν ὁριζόμενον, ὅταν ἀγνοῇ τις ὅτι πολλὰ σημαίνει τὸ ἐν τῷ ὁρισμῷ πολλαχῶς λεγόμενον· τότε γὰρ δυνατὸν [*](1 ὁ om. ΑΒ ὁριζόμενος post γένεσιν colloct a οὕτως P: οὗτος B 2 ὁμώνυμος Α 3 post μετρούμενα add. ὡς ἐπὶ ἀριθμῶν καὶ μεγεθῶν a 3. 4 ἑκάστῳ ἁρμάζοντα a 4 post ἀρκοῦντα add. ὡς ἱμάτια ἢ ὑποδήματα a τὸ prius BD: om. aAP τὸ alterum ABD: om. aP 4. 5 ἡ κατὰ τὰς ποιότητας ABD: ἢ κατὰ ποιότητα P: κατὰ τὴν τῶν ποιοτήτων κρᾶσιν τῷ μὴ ὐπερβάλλειν ἑτέραν τῆς ἑτέρα ἀλλ’ ἐπίσης εἶναι ἐν τῇ συνθέσει a 5 ἀναλό D 6 ὡς κτλ. om. a 8 τὸν om. BD ὅτι—ὸρισμὸν (12) om. D 9 μὴ Β 10 προχειριζόμενος P1: προχειρίζεται P2 12 οὐχ om. Α ἐπεὶ aA: ἐπειδὴ BP τινῶν] ὅτι P ἀληθεύεσθαι δεῖ ἐπὶ πάντων P δεῖν D 13 τὸ ὄνομα aAP ὁ om. Β 14 τοῦ prius om. BP ἀποδεδομένον aP κενὸς Α 15 ὀνόματος τοῦ om. BD σημαινομένου AP ἐφαρμόζειν D 16. 17 κυνὸς τινὸς D 17 τύχοι AP 18 προσδιωρίσθαι aA: διωρίσθαι BDP ἡ — ἀφορμὴ P 19 ὑπάρχει P διακριθέντος a 20 post δηλοῦντος add. τοῦ ὀνόματος a 21 ἐνδέχεται om. BD 21. 22 λανθανούσης τῆς ὁμωνυμίας om. a 23. 24 μάλιστα — λεγόμενον aN: om. A BDP 24 τότε] τὸ Α)

425
ὡς μίαν φύσιν σημαίνοντος τοῦ ὀνόματος ἕν τι λαμβάνοντα δεικνύναι ὅτι μὴ ὁρισμός, διὰ τὸ μὴ πᾶσι τοῖς ὑπὸ τὸ ὄνομα ἐφαρμόζειν. εἰ δὲ γινώσκει ὁ προσδιαλεγόμενος, φέρε εἰπεῖν ὅτι τὸ κύων πολλὰ σημαίνει, καὶ διαιρήσει αὐτὸ εἰς τὰ σημαινόμενα καὶ εἴποι ὅτι τοῦδε τοῦ κυνὸς τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀνεύθυνος ἔσται. ἐνδέχεται δέ, φησίν, αὐτὸν τὸν προσδιαλεγόμενον διελόμενον καὶ διορίσαντα πόσα σημαίνει τὸ ἀποδοθέν, ἤγουν τὸ ὁρισθέν, ἐν τῷ ὁρισμῷ, συλλογισμὸν ποιῆσαι, ἤτοι συλλογὴν καὶ ἀπαρίθμησιν τῶν σημαινομένων. εἰ γὰρ μηδενὶ τῶν σημαινομένων ἁρμόσει τὸ ἀποδοθὲν ἐν τῷ ὁρισμῷ, οὐχ ὡρίσατο καλῶς· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν κατὰ τρόπον, ἤγουν κατά τινα τῶν ἀπηριθμημένων τῆς σημασίας τρόπον. δεῖ δὲ ποιεῖν τὴν συλλογὴν οὕτως· ἐπεὶ φέρε εἰπεῖν ὁ ἀποδοθεὶς ὑπὸ σοῦ ὁρισμὸς τοῦ κυνὸς οὔτε τῷ ἀστρῴῳ ἁρμόζει οὔτε τῷ χερσαίῳ οὔτε τῷ θαλασσίῳ, οὐχ ὡρίσω καλῶς.

[*](p. 139b32)

Ἄλλος, εἰ κατὰ μεταφορὰν εἴρηκεν, οἷον εἰ τὴν ἐπιστήμην ἀμετάπτωτον.

Μεταφορὰ μέν ἐστιν, ὅταν τὸ κυρίως ἐπί τινος λεγόμενον ἐφ’ ἕτερον μὴ κυρίως ὑπ’ αὐτοῦ σημαινόμενον μετάγωμεν τὴν φωνήν], ὃ καλεῖται παρὰ τοῖς γραμματικοῖς καὶ παράχρησις. εἰ οὖν τις ὁρισάμενος τὴν ἐπιστήμην ἀμετάπτωτον φήσειεν, ἐπεὶ τὸ ἀμετάπτωτον ἐπὶ σωμάτων κυρίως λέγεται τῶν δι’ ἰσχὺν μὴ τρεπομένων ἢ δι’ ἰδιότητα μὴ μεταβαλλόντων, ἀσαφὲς ἐποίησε τὸ λεγόμενον. ὡσαύτως καὶ ὁ τιθήνην τὴν γῆν ὁρισάμενος· ἡ γὰρ τιθήνη κυρίως ἐπὶ τῆς γυναικὸς τῆς τιθηνούσης καὶ ἀνατρεφούσης λέγεται. ἐνδέχεται οὖν, φησί, καὶ τὸν μεταφορικῶς ὁρισάμενον συκοφαντεῖν, ἤγουν ἐλέγχειν, ὡς μὴ ἀποδιδόντα ὅρον ἀφαρμόζοντα τῷ ὑποκειμένῳ. οἷον εἴ τις τὴν σωφροσύνην ὁρίσαιτο συμφωνίαν· ἡ γὰρ συμφωνία οὐχ ἁρμόζει τῇ σωφροσύνῃ· κυρίως γὰρ ἐπὶ φθόγγων λέγεται ἡ συμφωνία· εἰ οὖν καὶ ἡ σωφροσύνη συμφωνία κατὰ τὸν ὁρισάμενον, ἦν ἄν καὶ ἡ σωφροσύνη φθόγγος. ἀλλ’ οὐδὲ γένος ἔσται τῆς σωφροσύνης ἡ συμφωνία· εἰ γὰρ κατὰ τὸν ὁρισάμενον γένος ἐστὶ τῆς σωφροσύνης ἡ συμφωνία οὕτω γὰρ παρ’ ἐκείνου εἴληπται ἐν τῷ ὅρῳ), ἔστι δὲ καὶ γένος ὁμολογουμένως τῆς σωφροσύνης ἡ ἀρετή, εὑρεθήσεται τὸ αὐτὸ καὶ ἓν εἶδος, ἡ σωφροσύνη, ὑπὸ δύο γένη ἀναγομένη μήτε περιέ- [*](1 ἓν τι scripsi: ἐστι libri 2 post ὁρισμός add. ἐστιν Α εἰ δὲ—13 aN 11 fort, τρόπων 14. 15 εἰ κατὰ μεταφορὰν εἴρηκεν lemma in a 16 — 19 ἐπεὶ aN 17 τὴν φωνὴν delevi 19 τὸ ἀμετάπτωτον — μεταβαλλόντων (20) Suidas sub V. ἀμετάπτωτον κυρίως ἐπὶ τῶν add. a) σωμάτων aB Suid. 20 ἰδιότητα DP Suid.: ἰσότητα ΑΒ: ἰσότητα καὶ συμμετρίαν a 21 ἀσαφὲς — ἡ γὰρ (22) aN : καὶ ἡ ABDF ὁ τιθήνην — 23 ἀνατρεφούσης of. Suidas sub v. τιθηνός 22 τῆς τιθηνούσης γυναικὸς D: τῆς τιθηνούσης a: γυναικὸς τῆς τιθηνούσης Suid. post τιθηνούσης add. τε B 23 ἀναστρεφούσης Α : τρεφούσης Β Suid. post ἀνατρεφούσης add. παιδίον a; fort, addendum βρέφος ἐνδέχεται — p. 426, 12 aN 27 ἡ prius N: om. a)

426
ὕοντα ἄλληλα μήτε ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀναγόμενα. εἰ γὰρ ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀνήγοντο ἥ τε ἡ] ἀρετὴ καὶ ἡ συμφωνία, ἢ ἡ συμφωνία περιεῖχεν ἂν τὴν ἀρετὴν ἢ ἡ ἀρετὴ τὴν συμφωνίαν· ἀλλ’ οὐκ εἰσὶν ὑπὸ τὸ αὐτὸ γένος· τῆς μὲν γὰρ ἀρετῆς γενικώτατόν ἐστιν ἡ ποιότης, τῆς δὲ συμφωνίας τὸ πρὸς τι.

[*](p. 140 a 2)

Ἔτι εἰ μὴ κειμένοις ἀνόμασι χρῆται.

Καὶ οὗτος ὁ τόπος τοῦ ἄνωθεν κατὰ παράχρησιν ἔχεται. κείμενα οὖν ὀνόματα λέγει τὰς συνήθεις καὶ κατατετριμμένας λέξεις, καὶ μὴ οἵαις ὁ Λυκόφρων χρῆται, σκληραῖς τε καὶ τροπικαῖς, περναίαν λέγων τὴν φονικὴν καὶ κύνα τὴν γυναῖκα διὰ τὸ ἀναιδές, καὶ Πλατῶν ὀφρυόσκιον τὸν ὀφθαλμόν, καὶ τὰ ἄλλα, ἃ παρέθηκεν αὐτός· ταῦτα γὰρ ἀσυνήθη· πᾶσα δὲ λέξις ἀσυνήθης ἀσάφειαν ἐν τοῖς ὁρισμοῖς ἐμποιεῖ.

[*](p. 140a 6)

Ἔνια δέ φησιν οὔτε καθ’ ὁμωνυμίαν οὔτε κατὰ μεταφορὰν.

Ἔνια δέ φησιν οὔτε καθ᾿ ὁμωνυμίαν οὔτε κατὰ μεταφοράν.

ἐν τοῖς ὅροις παραλαμβάνεσθαι. καὶ εἰσὶ ταῦτα χείρω καὶ τῶν κατὰ μεταφορὰν λεγομένων· καίτοι καὶ τὰ οὕτως τιθέμενα ἐν τοῖς ὅροις ἀσαφείας ἦν αἴτια. ἃ δὲ οὐ κυρίως λαμβανόμενα ἐκπεπτώκασι, καὶ τῆς δι’ ὁμωνυμίας συνήθως γινομένης πλάνης καὶ τῆς ἐκ μεταφορᾶς ὁμοιότητος πολὺ χεῖρον λέγεται. ἡ μὲν γὰρ μεταφορά, εἰ καὶ μὴ κυρίως ἐστὶ τοῦ πράγματος πράγματος ἀλλ’ ὅμως γνώριμόν πως παρέχει τὸ σημαινόμενον, διότι καθ’ ὁμοιότητά τινα | γίνονται αἱ μεταφοραί· καὶ ὁ τῇ [*](210) ὁμωνυμίᾳ χρώμενος ἔχει καὶ αὐτὸ τὸ προκείμενον ὑπὸ τοῦ ὀνόματος σημαινόμενον κυρίως, εἰ καὶ μὴ μόνον. τὰ δὲ τοιαῦτα οὐδαμόθεν παρέχονται τὴν γνῶσιν τῷ μήτε κύρια εἶναι μήτε καθ’ ὁμοιότητα γίνεσθαι, ἀσαφείας δὲ αἴτιά τινος πλείονος. οὔτε γὰρ ἡ ὁμοιότης ὑπάρχει, καθ’ ἣν μέτρον ἢ εἰκὼν ὁ νόμος ἐστίν, οὔτε εἴωθε κυρίως λέγεσθαι, ἀλλ’ [ὡς] οὐδέτερον κυρίως ὁ νόμος· τὸ μὲν γὰρ μέτρον ποσόν, ὁ [*](2 ἡ delevi 11 αὐτός scripsi : οὗτος aN 13 οὔτε κατὰ μεταφοράν om. a: bis, et post ἔνια δὲ et post ὁμωνυμίαν, Β post μεταφοράν add. εἴρηται P 14 ἔνια — μεταφπρὰν aP: om. ABD 15 ἐν τοῖς ὅροις παραλαμβάνεσθαι ADP: ἐν τοῖς ὁρισμοῖς παραλαμβάνεται Β: οὔτε κυρίως λέγεται a καὶ εἰσὶ— 16 λεγομένων aN: om. ABDP fort. καὶ τῶν καθ’ ὁμωνυμίαν καὶ Ε; cf. vs. 18 16 καίτοι καὶ ABDP: καὶ γὰρ a post ὅροις add. ἢ καθ’ ὁμωνυμίαν ἢ κατὰ μεταφορὰν a 17 ἁ ABDP αὐτὰ a δὲ post κυρίως traus- posuit a: post οὐ D οὐ om. Β 17. 18 τὴν—πλάνην, καὶ τὴν — ὁμοιότητα ABDP 18 ὁμωνυμίας D: ὁμωνυμίαν aABP συνήθως om. D γινομένης aN : γίνεσθαι ABDP 19 πολὺ χείρω εἰσὶ, sed post 18 πλάνης, a εἰ καὶ — 20 ὅμως aN: om. ABDP 20 πως γνώριμον Β παρέχει ADP: περιέχει a: ποιεῖ, sed ante πως, ex Arist. B 21 διαφοραί D ὁ τῇ] ὅτι P 22 χρησάμενος ABDP αὐτὸ scripsi : αὐτὸς libri 24 κυρίως AD μὴ δὲ pro altero μήτε D γίνεσθαι ABDP: λέγεσθαι, ἀλλ’ a 25 δὲ D: om. aABP τινὸς πλείονος ABDP : πλείονος γίνονται a 26 ἡ corn ex ἡ P2 ὁ νόμος] ὄνομα Α οὔτε] οὕτως P κυρίως om. D 27 ὡς delevi)

247
δὲ νόμος οὐ ποσόν· καὶ ἡ εἰκὼν μίμησίς ἐστι ζῴου ἐκ τοιῶνδε χρωμάτων σχηματιζομένη, ὁ δὲ νόμος οὐκ ἔστι μίμησις ζῴου.

[*](p. 140a16)

Εἰ δὲ μὴ κυρίως, δῆλον ὅτι ἀσαφῶς εἴρηκεν.

Ὅτι τοῦ μὴ καλῶς ὡρίσθαι μέρη δύο, ἀσάφεια καὶ περιττολογία· ἡ δὲ ἀσάφεια ἤτοι δι’ ὁμωνυμίαν, ἢ ἐν τῷ ὅρῳ ἢ ἐν τῷ ὁριστῷ, ἢ διὰ μεταφορὰν ἢ διὰ κατάχρησιν.

[*](p. 140a 18)

Ἔτι εἰ μὴ δῆλος ὁ τοῦ ἐναντίου λόγος ἐκ τοῦ λεχθέντος.

Ἔτι τοῦ ἀσαφῶς εἰρῆσθαι δεικτικὸν τὸ ἐκ τοῦ ἀποδεδομένου ὅρου μὴ εἶναι γνώριμον τὸν τοῦ ἐναντίου τῷ οὗ ὁ ὁρισμὸς ἀποδέδοται λόγον τε καὶ ὅρον, δηλονότι ἐὰν ᾖ τι αὐτῷ ἐναντίον. δοκεῖ γὰρ ὁ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμὸς γνώριμον ποιεῖν καὶ τὸν τοῦ ἑτέρου· διὰ γὰρ τοῦ ἐναντίου τῷ ἐν τῷ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμῷ τὸ ἐναντίον αὐτῷ ὁρίζεται.

[Ἔτι, φησίν, εἰ μὴ ὁ λόγος καὶ ὁ ὁρισμὸς τοὐ ἐναντίου δῆλός ἐστιν ἐκ τοῦ ῥηθέντος ὁρισμοῦ· οἱ γὰρ καλῶς ἀποδιδόμενοι ὅροι σημαίνουσι καὶ τοὺς τῶν ἐναντίων ὅρους.] οἷον εἴ τις εἴποι ‘ἀδικία ἐστὶ κακία ψυχῆς’, εὐθὺς καὶ τὸν τοῦ ἐναντίου ὁρισμόν, τῆς δικαιοσύνης, ἐδήλωσεν· ἔστι δ’ οὗτος ‘ἀρετὴ ψυχῆς’. καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, δῆλον ὅτι τὸ ἐναντίον τῷ λευκῷ, τουτέστι τὸ μέλαν, ἔσται χρῶμα συγκριτικὸν ὄψεως. εἰ οὖν ἐκ τοὐ ῥηθέντος ὅρου οὐ γίνεται δῆλος καὶ ὁ τοῦ ἐναντίου τῷ ὁριστῷ ὁρισμός, ἀμφίβολος γίνεται τίνος ἂν εἴη ὁρισμός.

[*](p. 140a20)

Ἤ εἰ καθ’ αὑτὸν λεχθεὶς μὴ φανερὸς εἴη τίνος ἐστὶν ὁρισμός.

Δεῖ, φησί, τὸν σαφῶς ἀποδοθέντα ὁρισμόν, κἄν μὴ προσκείμενον ᾖ αὐτῷ τὸ τίνος ἐστὶν ὁρισμός, εὐθὺς εἶναι γνώριμον, τοῖς δηλονότι περὶ [*](1 νόμος δὲ aA καὶ ἡ — ζῴου (2) aN: om. ABDP 3 μὴ —ὡρίσθαι (4) om. A 4 μέρη δύο ADP : inv. ord. aH 5 ἤτοι] ἤτοι] Β δι’ ὁμωνυμίαν postea add. D1 ἢ ἐν — ἢ ἐν aP: ἤτοι ἐν — ἤτοι ἐν ABD: ἤτοι ἐν — ἢ ἐν 6 ἢ] καὶ P 7 μὴ δῆλος] μηδόλως P ὁ post ἐναντίου transposuit D λόγος ABDP Arist.: ὅρος a(C) 7. 8 ἐκ τοῦ λεχθέντος om. a 8. 9 λεχθέντος — ὅρου om. Α 9 ἔτι] εἰ D ἀποδεδομένου D: ἀποδιδομένου aBP ὅρου om. P 10 τῷ ADP: om. aB ὁ om. AP ἀποδίδοται D 10. 11 λόγω — ὄρω Α 11 δοκεῖ— ἐναντίον (13) om. D 12. 13 διὰ γὰρ τοῦ ἐναντίου om. P 13 τῷ (ante ἐν) aP: τὸ ΑΒ 15 — 22 aN ante ἔτι add. εἰς τὸ αὐτό a 20 συγκριτικὸς N 23 εἰ om. Β αὑτὸ AD(B) φανερῶς Dpr. 24 ante ὁρισμός add. ὁ aB(c) 25 φησί aP: om. ABD post κἀν add. καὶ B προσκείμενος Α: κείμενον B 26 αὐτῷ τὸ] αὐτὸ Α ὁρισμός aP: om. ABD εἶναι γνώριμον BDP: inv. ord. aA περὶ] πρὸ P)

428
ταῦτα ἔχουσιν οὐ γὰρ δὴ καὶ τοῖς ἰδιώταις) καὶ μὴ δεῖσθαι τὸν ὁρισμὸν προσθήκης τίνος ἐστὶν ὁρισμός· ἄτεχνον γὰρ τοῦτο καὶ ἀμαθές· ὅπερ οἱ παλαιοὶ ζωγράφοι ἐποίουν, μὴ ἀκριβεῖς τὰς εἰκόνας ἀπεργαζόμενοι δι’ ἐπιγραφης ἐδήλουν τίνος ἐστὶν ἑκάστη ζῴου. ὅταν οὖν ὁ ἀποδοθείς τινος ὁρισμὸς μὴ γνώριμος αὐτόθεν ᾖ τίνος ἐστὶν ὁρισμός, ἀλλὰ δέηται προσκειμένου τοῦ ὁριστοῦ, δῆλον ὅτι ἀσαφῶς ἀποδέδοται.

[*](p. 140a23)

Εἰ μὲν οὖν μὴ σαφῶς, ἐκ τῶν τοιούτων ἐστὶν ἐπι- σκεπτεον.

Τὸ μὲν οὖν ἀσαφές, φησίν, ἐκ τῶν εἰρημένων κριτέον. καὶ σχεδὸν ἅπαν εὑρίσκεται ἐν τοῖς τῆς λέξεως πάθεσι· πάθος γὰρ λέξεως καὶ ἡ ὁμωνυμία καὶ ἡ μεταφορὰ καὶ ἡ κατάχρησις. τὸ δὲ περίεργον καὶ περιττὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἐφόδων δόξειεν ἄν ὁ Ἀριστοτέλης μετάγειν εἰς τὰς πραγματικὰς ἐξετάσεις· ἄντικρυς γὰρ τὴν ἐκ τοῦ πλειονάζειν κακίαν καὶ πλείω τὰ πράγματα περιλαμβάνειν ὁ τόπος ἐλέγχειν γάρ] φαίνεται, οὐ μὴν ἀληθῶς ἀλλ’ ὅταν μὲν ὅλῳ τῷ ὅρῳ ἅμα συμβῇ τὸ λέγεσθαι ἐπὶ πλέον τοῦ πράγματος, οὐ πρὸς τὸν τρόπον ἡ ἐπιτίμησις οὐδὲ πρὸς τὸ καλῶς, οἷον ἄνθρωπός ἐστι ζῷον δίπουν, ὅταν δὲ ἐν μιᾷ λέξει τὸ περιττόν, ἧς καὶ ἀφαιρεθείσης ὁ λοιπὸς ὅρος τέλειός τε καὶ ἀκριβής, τοῦτο αἶσχος ἤδη, καθάπερ ἐπὶ σώματος εὐειδοῦς ἀκροχορδόνες. καὶ τοῦτον τὸν τρόπον αἰτιᾶται νῦν ὁ Ἀριστοτέλης, καὶ φησὶ μάταιον εἶναι καὶ παρέλκον τῷ ὁρισμῷ προσκείμενον τὸ πᾶσιν ὑπάρχον, ἢ ἀπλῶς τοῖς οὖσιν ἢ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ, τὸ ὑπάρχον μὲν τοῖς οὖσιν, ὡς ὅταν τις εἴπῃ ζῷον λογικὸν θνητὸν ἓν ὄν πρόσκειται γὰρ ἐν τούτῳ τὸ ἓν ὄν, ὃ περιττόν ἐστιν ὡς πᾶσιν ὑπάρχον, καὶ τοῖς ὁμογενέσι καὶ ἀνομογενέσι), τὸ τοῖς ὑπὸ τὸ αὐτὸ δὲ γένος ὑπάρχον, ὡς ὅταν εἴπῃ ζῷον λογικόν αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ γένος εἴδεσιν ὑπάρχει, καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις. δεῖ γάρ, φησίν, ἐν τῷ ὅρῳ τὸ μὲν γένος ἀπὸ τῶν μὴ ὁμογενῶν χωρίζειν, τὴν δὲ διαφορὰν ἀπὸ τῶν ὁμογενῶν· τὸ δὲ πᾶσιν ἁπλῶς ὑπάρχον οὐδενὸς [*](1 ἔχουσιν ABDP: σπουδαίοις a δὴ] δεῖ Β καὶ μὴ — 4 ζῴου aN : om. ABDP 4 post ἐπιγραφῆς fort, γὰρ addendum 5 ὅρος (ante μὴ) Β ὁρισμός ἐστιν D : ὅρος ἐστίν Β δέηται scripsi: δεῖται libri 5. 6 προσθήκης a 9 τὸ μὲν ouv a: ὅτι τὸ μὲν ABDP σαφὲς Β φησιν a: om. ABDP 10 ἅπαν P: ἅπερ aABD λέξεως alterum BDP: λέγεται aA 14 περιλαμβάνειν scripsi : περιλαμβάνει AD : παραλαμβάνει aP : παραλαμβάνειν Β γὰρ, quod delevi, P: μὲν γάρ aABD 15 μὲν om. D ante ὅλῳ add. ἐν Β 16 post to add. μὴ Β 18 post ἀκριβὴς add. ᾖ a αἶσχος AD: αἰσχρὸν aBP 19 ἀκροχορδόνες aA: ἀκροχορδῶνες P: ἀκροχόρδωνες BD 20 καὶ φησί a: εἰς τὸ ῥητὸν (om. BP) πρῶτον μὲν οὖν σκοπεῖν εἰ τινὶ κέχρηται ὃ πᾶσιν ὑπάρχει ἢ ὅλως (corr. in ὅλοις Β) τοῖς οὖσιν ABDP μάταιον εἷναι a: ὅτι μάταιον ABDP 21 ante τῷ add. τὸ a προσκεῖσθαι a ὅλως Arist. cf. p. 430,8 22 τὸ ὑπάρχον — 27 τοῖς ἄλλοις aN: om. ABDP 25 ἀνομογενέσι scripsi: ἀνομοιογενέσι aN 26 αἰ- σθητικόν utrobique scripsi: αἰσθητόν aN 27 ὑπάρχει scripsi: ὑπάρχειν aN φησίν a: om. ABDP 28 μὴ om. Α ὁμοιογενῶν Α 29 ὁμογενῶν scripsi : ὁμοιογενῶν libri δὲ πᾶσιν ἁπλῶς ABDP: μέντοι τοῖς πᾶσιν a οὐδενὸς — ρ. 429,1 ὑπάρχον om. BD οὐ a)

429
χωρίζει, | τὸ δὲ τοῖς ὁμογενέσιν πᾶσιν ὑπάρχον οὐ χωρίζει ἀπὸ τῶν [*](211) ἐν τῷ αὐτῷ γένει.

[*](p. 140a33)

Ἢ εἰ ἔστι μὲν ἴδιον τὸ προσκείμενον.

Εἰ τὸ προσκείμενον, φησίν, ἴδιον μέν ἐστι τοῦ ὁριστοῦ, ἀφαιπεθέντος δὲ τούτου καὶ ὁ λοιπὸς λόγος ἴδιός ἐστι καὶ δηλοῖ τὴν οὐσίαν αὐτοῦ, περίεργον τὸ προσκείμενον· καθόλου γὰρ ἅπαν περιττὸν οὗ ἀφαιρεθέντος ὑπὸ τοῦ καταλειπομένου δηλοῦται ἡ οὐσία τοῦ προκει- μένου. καθόλου δὲ ἐπήνεγκε τοῦτο δεικτικὸν ὂν τοῦ καὶ τὰ κοινὰ ὑποπίπτειν τούτῳ, <τῷ> καὶ ἐκείνων ἀφαιρουμένων δείκνυσθαι ὑπὸ τοῦ λόγου † ἢ ὅτι μὴ τοῦ προκειμένου ὡς εἰ γένει μὴ εἴη δηλούμενον, οὐκέτι ἂν εἴη λόγος. ὥσπερ ψυχῆς ὁρισμὸς τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν· τὸ γὰρ ‘ἀριθμός’ ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν χωρὶς τοῦ ἀριθμοῦ τὴν ψυχὴν δηλοῖ, καθάπερ Πλατῶν ἐν τῷ Φαιδρῷ φησὶ λέγων “ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται”. ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς. ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος ‘πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ’, φησίν, ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον. οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον, οὐ μὴν καὶ τὸ ἀνάπαλιν.

[*](p. 140b5)

Ὁποτέρως μὲν οὖν ἔχει, χαλεπὸν διασαφῆσαι.

Τουτέστι πότερον γένος ψυχῆς ὁ ἀριθμὸς ἢ οὔ, καὶ πότερον ἀφαιρεθέντος τοῦ ἀριθμοῦ τὸ καταλειπόμενον ὁρισμός ἐστι ψυχῆς ἢ ἴδιον ἢ οὔ, χαλεπὸν εὑρεῖν· μείζονος γὰρ σκέψεως ἡ περὶ τούτου ζήτησις ἢ τῆς [*](1 post χωρίζει prius adil. τὸ ὁριζόμενον ἐκ τῶν ἑτερογενῶν a ὁμογενέσιν scripsi: ὁμοιογενέσιν aAP πᾶσιν AP: om. a post χωρίζει alterum add. αὐτὸ a 2 τῷ cm. a post γένει add. εἰδῶν a 3 εἰ om. A τὸ] τὼ Α 4 εἰ ABDP: ἣ a φησιν a: om., ὅτι ante εἰ addito, ABDP μέν a: om. ABDP ὁρισμοῦ a 5 ἴδιόν P G γὰρ oin. Β 7 ἀπὸ BP 8. 9 ὑποπίπτειν τούτω AD: ἀποπίπτειν τούτου aBP 9 τῷ addidi 10 ἢ ὅτι — 11 λόγος gravius depravata videntur: om. N μὴ προκείμενον ὡς ἐν D μὴ alterum om. P 11 ante λόγος add. ὁ aAB ὥσπερ — 12 κεῖται a: om. ABDP 12 ante καὶ add. εἰς τὸ ῥητὸν AD αὐτὸ om. Β ἑαυτὸ om. ADP 13 χωρὶς—δηλοῖ a: ψυχή ABDP 13. 14 ἐν τῷ Φαιδρῷ] c. 24 p. 245 E 15 τε] τὸ Α τοῦτον αὐτόν Plato αἰσχυνεῖται Plato: αἰσχύνεται libri ἄλλως — 23 aN 20 δώσομεν N: δώσωμεν a 24 ποτέρως Arist. (sed ὁποτέρως Cf) χαλεπὸν διασαφῆσαι] ὅμως χαλεπόν ἐστι διασαφηνίσαι a 25 τουτέστι om. a πότερον prius DP: ὁπότερον aAB ψυχῆς om. A: ante γένος transposuit 1) ὁ om. P 26 ante ψυχῆς add. τῆς aB ἡ prius om. P 27 χαλεπὸν εὑρεῖν BD: χαλεπὸν AP : om. a σκέψεως om. ΑΒ τούτων Β)

430
διαλεκτικῆς. χρηστέον δὲ τῷ ὁρισμῷ ἐν τῷ παρόντι παραδείγματι, ὡς ἡμῖν ἐστι χρήσιμον· χρησιμεύει δέ, εἰ λάβοιμεν νῦν τὸν ἀριθμὸν ὡς γένος τῆς ψυχῆς.

[Καὶ τοῦτο δὲ δεῖ γινώσκειν, ὅτι τοῦ μὴ καλῶς ὡρίσθαι μέρη δύο, ἀσάφεια καὶ περιττολογία. εἴρηκε δὲ κατὰ πόσους τρόπους γίνεται ἡ ἀσάφεια. νῦν δέ φησι περὶ τῆς περιττολογίας ‘περιττόν ἐστιν ἐν ὁρισμῷ ἅπαν οὗ ἀφαιρεθέντος τολοιπὸν δηλοῖ τί ἐστι τὸ ὁριζόμενον‘· τοῦτο δὲ “ἢ πᾶσιν ὑπάρχει, ἢ ὅλως τοῖς οὖσιν ἢ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ,” ἢ ἴδιόν ἐστι τὸ προσκείμενον, ἢ οὐ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος, ἢ πλεονάκις εἴρηται, ἢ “εἰ καθόλου εἰρημένου προστεθείη καὶ ἐπὶ μέρους”.]

Προσέθηκε δὲ τῷ προτέρῳ παραδείγματι καὶ ἕτερον ὅμοιον, λέγων εἴ τις θείη ὅρον τοῦ φλέγματος εἶναι τὸ ὑγρὸν πρῶτον ἀπὸ τροφῆς ἄπεπτον· τὸ γὰρ ἄπεπτον περιττῶς κεῖται, ἐπειδὴ ἓν τὸ πρῶτον. εἶτα προσαπορεῖ τῷ εἰρημένῳ ὡς οὐχ ὑγιῶς εἰρημένῳ. ἔστι γὰρ ὑγρὸν πρῶτον καὶ ὑγρὸν πρῶτον ἄπεπτον· δύναται γὰρ τὸ ἀπὸ τροφῆς ὑγρὸν πρῶτον εἶναι καὶ πρὸ τοῦ φλέγματος οὐκ ἄπεπτον, ὡς τὸ ἐξυγρανθείσης αὐτῆς ἐν τῇ πέψει γινόμενον αἷμα, ὃ ἀναδίδοται. ὡς μέντοι ἄπεπτον ὑγρὸν πρῶτον τὸ φλέγμα, ἐπεὶ δύναται καὶ ἄλλα ἀπὸ τροφῆς ὑγρὰ ἄπεπτα εἶναι· ἀπὸ γοῦν τοῦ φλέγματος μεταάλλοντος ὀξὺς χυμὸς γίνεταί τις περὶ τὸν στόμαχον, ποτὲ δὲ χολώδης. διὸ οὐ παρέλκοι ἄν τὸ ἄπεπτον προσκείμενον ἐν τῷ τοῦ φλέγματος λόγῳ, εἴ γε μή ἐστιν ἁπλῶς πρῶτον, ἀλλὰ τῶν ἀπέπτων πρῶτον.

[*](p. 140b16)

Ἔτι εἴ τι τῶν ἐν τῷ λόγῳ μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ τὸ αὐτὸ εἶοος.

ἔτι ἐὰν ἐν τῷ ἀποδεδομένῳ τινὸς λόγῳ τοιοῦτόν τι προσκείμενον ᾖ, ὃ μὴ πᾶσι τοῖς ἐν τῷ αὐτῷ εἴδει, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ὑπάρχει, [*](1 χρηστέον — 3 ψυχῆς aN: cm. ABDP 4— 11 periocha est capitis tertii (p. 140a 23 — 141 a22), quae hue quidem non pertinet: ora. N 4 καὶ τοῦτο δεῖ δὲ P: δεῖ δὲ a 5 τόπους Ppr. 6 περὶ τῆς corr. ex τῆς Β φησὶ post περιττολογίας transposuerunt aB post περιττὸν add. δὲ ADP ὅρω D: ἀριθμῶ P 7 δῆλον ποιεῖ τὸ Arist. (sed δηλοῖ τί ἐστι τὸ Cf) τοῦτο corr. ex τὸ Β δὲ AD: om. aBP 8 ὅλως D Arist.: ὅλοις aABP 9 προκείμενον D 10 εἰ om. Β post εἰ add. τοῦ Arist. (om. C) εἰρημένον Α: εἰρημένον οὐ D 12 προσέθηκε — 13 εἶναι τὸ aN: εἰς τὸ (om. BP) ῥητὸν (om. Β) οἷον ὅτι ὅτι om. BP) τοῦ φλέγματος ὅρος ABDP προσέθηκε post παραδείγματι trauspo- suit a 13 post ἀπὸ add. τῆς Β 14 τὸ γὰρ—εἶτα aN: om. ABDP ἓν τὸ πρῶτον N: ἐν τῷ πρώτῳ a 15 ὡς οὐχ οὐχ ὡς D : ὡς om. — 16 ἄπεπτον ABDP: ὡς ὄντος ὑγροῦ πρώτου καὶ ὑγροῦ πρώτου ἀπέπτου a 10 δύναται aB: δυνατὸν ADP γὰρ om. Β ὑγρὸν alterum om. AD 10. 17 εἶναι πρῶτον a 17 τοῦ om. B 18 πέμψει a: πεύσει P μήτοι D: μήτε Α 20 μεταβαλόντος D 21 δὲ om. D ἄπεπτον] ἀπλῶς τὸ Α προκείμενον a A 22 γε scripsi: δὲ ABDP: γὰρ a 23 post πρῶτον add. εἴη ἄν a 24 ἔτι] ἢ P τι om. D(P) ὑπάρχοι a τοῖς — 25 εἶδος om. a ἐπὶ P 26 ἔτι a: ὅτι ABDP ἐν superscr. P2: om. a 27 ὑπάρχειν Β)

431
παρέλκον τε καὶ μάτην προσκείμενον τὸ τοιοῦτον ἔσται. καὶ μᾶλλόν γε τοῦτον ἢ τὸν ἔχοντά τι προσκείμενον, ὃ πᾶσιν ὑπάρχει, διαβλητέον. ἐπὶ μὲν γὰρ ἐκείνου, εἰ ὁ λόγος χωρὶς τοῦ προσκειμένου, ὃ πᾶσιν ὑπάρχει, [καὶ] ἴδιός ἐστιν ὑποκειμένου τινὸς τὴν οὐσίαν αὐτοῦ δηλῶν, καὶ μετὰ τοὺ τοιούτου προσκειμένου ἔτι ἴδιος ἔσται αὐτοῦ· καθόλου γάρ, πρὸς τὸν ἴδιόν τινος λόγον ἄν προστεθῇ τι παντὶ ὑπάρχον τῷ ὁριστῷ, καὶ ὅλος ὁ λόγος μετὰ τοῦ προσκειμένου ἴδιος γίνεται τοῦ πράγματος καὶ ἀντικατηγορηθήσεται τοῦ πράγματος· οὐδενὶ γὰρ ἄλλῳ παρὰ τὸ προκείμενον ὁ τοιοῦτος ἐφαρμόζει λόγος. ἐὰν δὲ προστεθῇ τι ὃ μὴ παντὶ ὑπάρχει τῷ ὁρι|στῷ, [*](212) ἀδύνατον ὅλον τὸν λόγον εἶναι ἴδιον· οὐ γὰρ ἀντικατηγορεῖται.

[*](p. 140b25)

Διὰ τὸ μὴ πᾶσιν ὑπάρχειν τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος τὸ τετράπηχυ.

Εἴη ἂν οὐ τοῦ μὴ ὡρίσθαι ἀλλὰ τοῦ μὴ καλῶς ὡρίσθαι τῷ ἔχειν ἐκ περισσοῦ προσκείμενον καὶ οὗτος ὁ τόπος, ὅτι ἀφαιρεθέντος τούτου, ὃ μὴ πᾶσιν ὑπάρχει, ὁ καταλειπόμενος λόγος ὁρισμός ἐστι τοῦ προκειμένου.

[*](p. 140 b 27)

Πάλιν εἰ τὸ αὐτὸ πλεονάκις εἴρηκεν.

Ἐπὶ πλέον, φησίν, ἁμαρτάνει ὁ πλεονάκις τὸ αὐτὸ τιθεὶς ἐν τῷ ὅρῳ. ἐνεργείᾳ μέντοι τὸ αὐτὸ οὐκ ἄν τις ῥᾳδίως ὁριζόμενος πλεονάκις θείη· φανερὸν γὰρ καὶ πρόδηλον τὸ ἁμάρτημα· δυνάμει δὲ πολλάκις ποιοῦσί τινες τοῦτο, προστιθέντες ὃ φθάνει ταὐτὸν εἶναί τινι τῶν κειμένων. οἷον ὁ ἀποδιδοὺς τοὺ ἀνθρώπου ζῷον αἰσθητικὸν πεζὸν δίπουν ἐνεργείᾳ μὲν οὐκ ἔχει πλεονάκις κείμενον τὸ αἰσθητικόν, δυνάμει δέ· ἐν [*](1 ματαίως a A 2 γε τοῦτον τούτων Ppr.) ABDP: χεῖρον a ἢ τοῦ ἔχοντος τὸ a ὑπάρχει, διαβλητέον scripsi: inv. ord. AD : ὑπάρχει aBP 3 μὲν γὰρ post ἐκείνου transposuit a ἐκείνου aA : ἐκείνων BDP εἰ scripsi: ἀεὶ a: ἐὰν AD: ἂν P: ὡς Β ὁ λοιπὸς in ras. P-: ἀνάλογος Β προσκείμενον Α: προκειμένου Β 4 καὶ prius delevi ἴδιόν D ὑποκείμενος P καὶ alternm om. D τοῦ om. P 5 ἔτι] ἐπὶ a αὐτοῦ ED: αὐτῷ aAP τὸ D 6 λόγος D ὑπάρχειν Β ὁρισμῷ P ὅλος om. Β ὁ om. D μετὰ om. D 7 ἔτι om. BP 8 τοῦ πράγματος ADP: τοῦ ὁριστοῦ a: αὐτοῦ Β πρὸς τὸ προσκείμενον Β 8. 9 ἐφαρμόζει ὁ τοιοῦτος a 10 ἴδιον εἶναι P Arist. post ἀντικατηγορεῖται add. ex Arist. τοῦ πράγματος a 13 post εἴη add. δ’ a post τοῦ prius add. οὕτως Β τῷ aBP: τὸ AD post τῷ add. μὴ Β ἔχει Α 14 post περισσοῦ fort, τι addeiulum cf. p. 432,2 προκείμενον P τόπος scripsi: τρόπος libri 15 post ὑπάρχει add. τῷ ὁριστῷ D λόγος] ὅρος P 16 πάλιν om. AD εἰς D ταυτὸ Α, Bpr. : ταῦτα D πολλάκις P 17 ἐπὶ πλέον δὲ add. ABP) φησὶν ABDP: πάλιν δὲ φησὶν ἐπὶ πλέον a 17. 18 ἁμαρτάνει — ὅρῳ aP: ὁρισμοὺς εἶναι ἔχοντας ἐκ περισσοῦ τι προσκείμενον καὶ παρέλκον καὶ ἐν οἷς τὸ αὐτὸ πλεονάκις παραλαμβάνεται B (of. Α ad vs. 21): om. AD 18 μέντοι τὸ scripsi: μέντοι aB: μὲν Α: μὲν τὸ D: τὸ P 19 γὰρ] δὲ P post γὰρ add. γίνεται a τὸ ἁμάρτημα καὶ πρόδηλον Α 20 λανθάνει ταὐτὸν ὃν conicio 21 post κειμένων add., quae vv. 17. 18 haliet Β, ἔχοντας — παραλαμβάνεται A ὁ om. Α post ἀποδιδοὺς aild. τὸν ὅρον a 22 ἔχει ABDP : ἔθηκε a post πλεονάκις add. τὸ αὐτό a post δὲ add. τοῦτο πεποίηκεν a)

432
γὰρ τῷ ζῴῳ τὸ αἰσθητικόν ἐστιν, εἴ γε ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική. διὸ παρέλκων ὁ τοιοῦτος λόγος τῷ ἐκ περισσοῦ τι ἔχειν προσκείμενον, ἐν ᾧ πλεονάκις ἢ ἐνεργείᾳ ἡ δυνάμει ταὐτὸν παρείληπται. καὶ ὁ εἰπὼν δὲ ‘ἀρετή ἐστιν ἕξις ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστη’ δὶς εἶπε τὸ ‘βελτίστη’· πᾶν γὰρ τὸ μέσον καὶ βέλτιστον· ὥστε περιττὸν τὸ ‘βελτίστη’. ὁμοίως δὲ καὶ τὸ ‘ἐλλείψεως καὶ ὑπερβολῆς’ περιττόν· εἰπὼν γὰρ μέσην ἐδήλωσεν ὅτι οὔτε ὑπερβάλλει οὔτε ἐλλείπει.

[*](p. 140b35)

Οὐ γὰρ κατὰ ζῴου πεζοῦ τὸ δίπουν κατηγορεῖται.

Ὀτι ὡς τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, οὕτως καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τοὐ ζῴου πεζοῦ δίποδος, καὶ οὐ δὶς τὸ δίπουν κατηγορεῖται, ἐπεὶ οὐδὲ τοῦ ἀνθρώπου, ᾧ ταὐτόν ἐστιν ὁ τούτου ὁρισμός, δὶς τὸ δίπουν κατηγορεῖται ἀλλ’ ἅπαξ· οὐ γὰρ μόνου τοῦ ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν ἀλλ’ ὅλου τοῦ ζώου πεζοῦ δίποδος.

[Καὶ ὁ εἰπὼν τὴν ἐπιθυμίαν ὄρεξιν ἡδέος εἶναι δὶς τὸ ‘ἡδέος’ ἔθηκεν ἐν τῷ ὅρῳ· καὶ ἡ ἐπιθυμία γὰρ ἡδέος ἐστίν. ἀλλ’ ἴσως μέν, φησίν, οὐδὲν ἄτοπον τοῦτο· καὶ γὰρ τὸ δίπουν ταὐτόν ἐστι τῷ ἀ·νθρώπῳ καὶ κατηγορεῖται κατ‘ αὐτοῦ· ἔστι δὲ τὸ ζῷον πεζὸν δίπουν ταὐτὸν τῷ ἀνθρώπῳ, ὥστε ἔτι τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, ὃ ἦν τοῦ ζῴου πεζοῦ δίποδος. ἀλλ’ οὐκ ἔσται ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν δίπουν· διὸ οὐδὲν ἄτοπον ἐκ τούτου συμβαίνει. οὐ γὰρ κτὰ τοῦ πεζοῦ ζῴου τὸ δίπουν λέγεται· οὕτω γὰρ ἄν διττὴ ἡ κατηγορία ἐγίνετο, κατὰ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου πεζοῦ, καὶ ἐν τῷ ὁρισμῷ δὶς ἐλαμβάνετο τὸ δίπουν· ἀλλὰ κατὰ τοῦ ζῴου πεζοῦ δίποδος τὸ δί πουν λέγεται· τὸ δὲ ζῷον πεζὸν δίπουν ὁ ἄνθρωπός ἐστι, καὶ ἐν τούτῳ ἔχει ὁ ἄνθρωπος τὸ εἶναι, ὥστε ὁ εἰπὼν ζῷον πεζὸν δίπουν ἄνθρωπον εἶπε. ταὐτὰ δ’ ὁμοίως καὶ ἐπὶ τῆς ἐπιθυμίας δεῖ ἐκλαβεῖν.

Ἐστι δὲ σαφέστερον εἰπεῖν περὶ τούτου, ὅτι ὡς τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, οὕτω καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τοῦ ζῴου πεζοῦ δίποδος, καὶ οὐ δὶς τὸ δίπουν κατηγορεῖται ἀλλ’ ἅπαξ· οὐ γὰρ μόνου τοῦ ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν, ὡς ἐξ ἀνάγκης, ὅταν ἀκούσωμεν ζῷον πεζόν, νοῶμεν αὐτὸ καὶ δίπουν εἶναι, ἀλλ’ ὅλου τοῦ ζῴου πεζοῦ δίποδος, ὅπερ ἐστὶν ὁ ἄνθρωπος. ἐπεὶ οὖν ἐν τῷ ἀνθρώπῳ τὸ δίπουν οὐ δὶς κατηγορεῖται, οὐδὲ ἐν τῷ ὁρισμῷ αὐτοῦ, ὃς ταὐτόν ἐστιν αὐτῷ, δὶς τὸ δίπουν παραληφθήσεται, εἴπερ ἀνθρώπου ὁρισμὸς ἀποδοθείη τὸ ζῷον πεζὸν δίπουν.]

[*](1 τῷ ζῴῳ γὰρ aN ἐστιν prius ABDP: παρείληπται a, 2 post διὸ add. καὶ a 3 ᾧ aB: τῶ ADP ante ταὐτὸν add. τὸ a post ταὐτὸν add. τὸ αὐτὸ Β παρειλῆφθαι D — 7 hue transposui: post 20 collocant aN: om. ABDP 10 post πεζοῦ add. καὶ Α οὐδεῖς Α 10. 11 ἐπει—κατηγορεῖται, quae post 13 δίποδος collocant libri, hue transposui 116 ὁρισμὸς τούτου Β τούτῳ a δισσὸν P: διὰ a 12 μόνον aP cf. vs. 29 12 et 13 πεζοῦ om. Β — 34 aN 15 καὶ ἡ — ἡδέος ἐστίν N: ὡς γὰρ ἡ ἐπιθυμία ἡδέος ἐστίν, οὕτω καὶ ὁ ταύτης ὁρισμός, ὄρεξις τοῦ ἡδέος, ἡδέος ἐστίν a ef. p. 433,2. 3 18 ἔτι seripsi: ἐπὶ aN 20 δίπουν N: om. a 29 δίποδος scripsi ef. vs. 10: καὶ δίπουν aN)
433

Ὁμοίως καὶ ἐπὶ τῆς ἐπιθυμίας· ὡς γὰρ αὐτὴ τοῦ ἡδέος ἐστίν, οὕτω καὶ ὁ ταύτης ὁρισμός, ἡ ὄρεξις τοῦ ἡδέος, ἡδέος ἐστίν. καὶ ἅπαξ μόνον κατηγορεῖται· οὐ γὰρ κατὰ τῆς ὀρέξεως μόνης τὸ ἡδέος εἶναι κατηγορεῖται ἀλλὰ κατὰ τῆς ὀρέξεως τοῦ ἡδέος· οὐκ ἔστι δὲ τῶν ἀτόπων, σῇσί, τὸ δὶς φθέγξασθαι ταὐτὸ ὄνομα, ἀλλὰ τὸ πλεονάκις ταὐτὸ περί τινος κατηγορεῖν. ὥσπερ οὖν τοῦ ἀνθρώπου ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν οὐδὲν ἄτοπον κατηγορεῖσθαι κατ’ αὐτοῦ τὸ δίπουν ἀληθὲς γὰρ καὶ ὑγιὲς τὸν ἄνθρωπον δίπουν εἰπεῖν· οὐδὲν γὰρ ἄτοπον τὸ ὑπάρχον τινὶ κατηγορεῖσθαι αὐτοῦ), οὕτως οὐδὲν ἄτοπον οὐδὲ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, καίτοι ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν, κατηγορεῖσθαι αὐτό. οὐ γάρ, ὅταν λέγω τυχὸν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ δύνωμαι συνεπινοεῖν | ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ [*](213) οἱονεὶ φθέγγωμαι τοῦτο καὶ κατὰ τὴν διάνοιαν, ἄτοπόν τι ποιῶ καὶ διὰ τοῦτο εὐθυνθήσομαι δὶς λέγων αὐτό, ἀλλ’ ὅταν τοῦ αὐτοῦ ὑποκειμένου τὸ αὐτὸ δὶς κατηγορήσω. καὶ τίθησι τούτου παράδειγμα τὸν ὑπὸ Ξενοκράτους ἀποδοθέντα ὁρισμὸν τῆς φρονήσεως λέγοντος ‘φρόνησίς ἐστιν ὁριστικὴ καὶ θεωρητικὴ τῶν ὄντων’· τὸ γὰρ θεωρητικὸν ταὐτὸν ὂν τῷ ὁριστικῷ δὶς ἐν τῷ τοιούτῳ παραλαμβάνεται ὁρισμῷ. ὁμοίως καὶ διὰ τῶν λοιπῶν ὑποδειγμάτων σαφῆ πεποίηκε τὰ λεγόμενα· διὸ οὐ δέον ἡμᾶς πολυλογεῖν.

[*](p. 141 a 9)

Ὁμοίως καὶ ὅσοι τὴν κατάψυξιν.

Πᾶσα γὰρ στέρησίς ἐστι τοῦ κατὰ φύσιν ὑπάρχοντος, [*](1 ὁμοίως — κατηγορεῖται (3) ABDP: ὁμοίως οὖν οὐδὲ ἐπὶ τῆς ἐπιθυμίας δὶς τὸ ἡδὺ κατηγορηθήσεται a, sed cf. p. 432,15 n. ὁμοίως post ἐπιθυμίας collocat D αὐτὸ Α.. αὕτη Β 2 οὕτω — ἐστίν om. A οὕτως ἐστὶ καὶ D ἡδέος alterura om. P 3 ἕξεως Α ἡδὺ a εἶναι scripsi ex Arist: εἶναι ἐστὶ D: ἐστιν ΑΒ: om. aP 4 κατὰ aX: καὶ aP: καὶ (iterat Β) κατὰ BD post κατὰ add. τοῦ σύμπαντος ἤτοι a post ὀρέξεως add. μόνης D τοῦ] τὸ (sic) P ἡδέως a οὐκ — 5 ὄνομα] ὥστε οὐκ ἔστιν ἄτοπον τὸ δὶς τὸ αὐτὸ φθέγξασθαι ὄνομα a 5 δὶς] δεῖν Α 6 ταὐτὸ A(cu): αὐτὸ D: ταὐτόν BP(f): τὸ αὐτὸ a Arist. περί τινος om. a κατηγορῆσαι Arist. (sed κατηγορεῖν Ccuf) post κατηγορεῖν add. ὡς ἔχουσι τὰ ἐπαγόμενα καὶ ἄλλως τὸ αὐτὸ (tuj αὐτῶ BP) ὅτι (om. A) ABDP οὖν a ὥσπερ — 10 αὐτό om. N): om. ABDP 7,9, 10 κατηγορῆσαι a 7 κατὰ τοῦ αὐτοῦ aP 8 οὐδὲν, omisso γὰρ B: καὶ οὐδὲν a 9 οὔτως — 10 αὐτό om. Β — 19 aN 12 δύ — in ras. N1 13 καὶ prius N: om. a 14 λέγων scripsi: λέγειν aN 20 lemma a: om. ABDP, sed εἰς τὸ ῥητὸν ante 21 add. AD 21 πᾶσα — ἐφ’ ἓν διαστατόν (p. 434,7) ABDP: οὐ ταὐτόν ἐστιν εἰπεῖν στέρησιν τοῦ κατὰ φύσιν ὑπάρχοντος καὶ στέρησιν κατὰ φύσιν. ἐπεὶ γὰρ ἡ τῆς τοῦ πεφυκότος ὅτε πέφυκεν ὑπάρξεως ἀπουσία στέρησίς ἐστι, τῶν (10) στερήσεων δ’ αἱ μὲν βίαιοι καὶ παρὰ φύσιν γινόμεναι, ὡς εἴ τις ἐκκοπείη τοὺς ὀφθαλμούς, αἱ δὲ κατὰ φύσιν, ὡς ὁ ὕπνος στέρησίς ἐστι τῆς ἐγρηγόρσεως, ὁ εἰπὼν μὲν στέρησιν τοῦ κατὰ φύσιν περιπίπτει τῷ ἀτοπήματι τούτῳ, καθάπερ ὁ φιλόσοφος ἀποφαίνεται. ὁ μέντοι εἰπὼν τὸν ὕπνον στέρησιν ἐγρηγόρσεως κατὰ φύσιν οὐ περιπίπτει τῷ τοιούτῳ ἀτοπήματι, καθάπερ ὁ Σωτίων οἴεται τὸν οὕτως ὁρισάμενον εὐθύνων. λάβοι δ’ ἄν τις (15) καὶ ἕτερα ὑποδείγματα ὅμοια τοῖς ληφθεῖσιν αὐτῷ τὸ τοιοῦτον ἀτόπημα ἔχοντα. οἷον εἴ τις ὁρίσαιτο τὴν γραμμὴν τῶν διαστατῶν τὸ τῶν δ. τὸ om. N) ἐφ’ ἐν διαστατόν, ὡς ταυτοῦ ταὐτόν a) ὄντος τοῦ ἐφ’ ἓν διαστατοῦ τῇ γραμμῇ· ὅμοιόν τι γὰρ οὗτος λέγει, ὡς εἰ ἔλεγε τὸ ἐφ’ ἓν διαστατὸν διαστατόν ἐστι aN ἐστὶν post ὑπάρχοντος P(Cc))

434
εἴ γε ἡ τοῦ πεφυκότος, ὅτε πέφυκεν ὑπάρχειν, ἀπουσία στέρησις. αὐτὸς μέντοι ὡς οἴεται ὁ Σωτίων· ἄλλο γάρ ἐστιν εἰπεῖν τοῦ κατὰ φύσιν καὶ ἄλλο τὸ κατὰ φύσιν· πᾶσα μὲν γὰρ στέρησις τοῦ κατὰ φύσιν, ἀλλ’ αἱ μὲν βίαιοι καὶ παρὰ φύσιν γινόμεναι, ὡς εἴ τις ἐκκοπείη τοὺς ὀφθαλμούς, αἱ δὲ κατὰ φύσιν, ὧν καὶ ὁ ὕπνος ἐστίν. ὅμοιον ἁμάρτημα ἁμαρτάνουσι καὶ οἱ τὴν γραμμὴν ὁριζόμενοι τῶν διαστατῶν τὸ ἐφ’ ἓν διαστατόν· τὸ γὰρ ἐφ’ ἓν διαστατὸν τὸ διαστατὸν ἐν ἑαυτῷ περιέχει· οὐ γὰρ ἐν ἀδιαστάτῳ τὸ ἐφ’ ἓν διαστατόν. ὅμοιον δὲ τούτοις καὶ τὸ λέγειν τὸ πῦρ εἶναι τῶν σωμάτων τὸ ξηρὸν καὶ τὸ θερμὸν σῶμα, ἢ τὸν ἄνθρωπον ζῷον προαιρετικὸν καὶ βουλευτικόν, ἢ τὴν ἀρετὴν ἕξιν ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστην · ἐν γὰρ τῶν τῶν προειρημένων μεσότητι τὸ βέλτιστον.

[*](p. 141 a 15)

Πάλιν εἰ τοῦ καθόλου εἰρημένου προσθείη καὶ ἐπὶ μέρους.

Τοῦ ἐκ περιττοῦ προσκεῖσθαί τι ἐν τῷ ὅρῳ δεικτικόν φησιν εἶναι καὶ τὸ εὑρεῖν εἰ τοῦ καθόλου εἰρημένου πρόσκειταί τι τῶν ἐπὶ μέρους καὶ ὑπ’ αὐτό· καὶ γὰρ ὁ τοῦτο ποιῶν πολλάκις ταὐτὸν λαμβάνει. διαφέροι δ’ ἂν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι ἐκεῖ μὲν ἐδείκνυτο τὸ προσκείμενον ταὐτὸν ὄν τινι τῶν κειμένων, ἐνταῦθα δὲ ὑπό τι τῶν ἀποδεδομένων. δόξειε δ’ ἂν ἔνστασιν ἔχειν ὁ τόπος· ἐν γὰρ τῷ πτηνῷ τὸ σχιζόπτερον προστίθεμεν· τοῦτο δέ ἐστιν ἐν τῷ φθάνοντι κεῖσθαι. ἢ οὐχ ὅμοιον τοῦτο τοῖς εἰρημένοις. ἐπ’ ἐκείνων μὲν γὰρ τῷ τὸ καθόλου ἴδιον εἶναι τοῦ πράγματος, τούτῳ ἐγίνετο ἡ τοῦ ὑπ’ αὐτὸ προσθήκη περιττή· ὅ τε γὰρ νόμος πάντων τῶν καλῶν ἐστιν εἰκὼν κατὰ [*](1 εἴ γε scripsi: εἴτε DP: ἡ τε Α: ὅτε Β ἡ τοῦ πεφυκότος ὅτε iterat Α αὐτὸς μέντοι scripsi (respifit Περὶ ὕπνου καὶ ἐγρηγ. p. 26. 27): αὐτόν μὲν ABDP 2 ὁριζόμενον AB τὸν τὸν ὕπνον ὁριζόμενος P οὐ scripsi: οὔτε ABDP 3 τὸ oin. P 4 παρὰ φύσιν (ante πᾶσα) Β 5 ἐκκοπείη ex aN scripsi: ἐκκόπτει ΑΒ: ἐκκοπῆ DP 6 ὁ om. AP ὁμοίαν ἁμαρτίαν P 7 γραμματικὴν D ἑνὸς utrobiqiie A itemque vs. 9 8 τὸ διαστατῶν a ἐν διαστατῷ aB 9 διαστατόν — ξηρὸν (10) om. D ὅμοιον ὁμοίως P) δὲ (om. Β) — λέγειν (??) ARP: καὶ πάλιν ὁ εἰπὼν a 10 τὸ (post καὶ) supeiscr. Β: om. P ζῶμα D: τό ξηρὸν γὰρ καὶ τὸ θερμὸν, ταὐτόν ἐστι τῶ πυρί a 1 1 post βουλευτικόν add. ὡς τῆς προαιρέσεως ταὐτὸν οὔσης τῇ βουλῇ a post ἕξιν add. εἶναι Α ἐν] οὐ Α 12 post βέλτιστον add. καὶ ἕτερα πλείονα a lo τοῦ BI) Arist.: τὸ aA: xd) delevit P1 (om. C) εἰρημένῳ P 15 post ἐκ ras. P τι] τῆ φύσει Α ἐν om. a φησιν corr. ex ἐστιν Β: om. Α 16 τῷ (superscr. P2) — εἰρημένῳ aP post καθόλου add. κατά τινος a 17 ὑφ’ αὐτό aP τὸ αὐτὸ a λαμβάνει Ppr. : λαμβάνοι corr. P 19 προκείμενον ABP ταὐτὸν] αὐτῶν P δὲ om. P post δὲ add. τὸ ταὐτὸν a 20 ἀποδεδομένων scripsi: δεδομένων ABDP: δεδομένων λαμβάνεται a δόξειεν ἄν Α: δόξειε a: δόξει Brandis Schol. p. 288a 28 fort, εἴ γε τῷ 21 προδτίθεμεν — κεῖσθαι] προστιθέμενον, οὐ παρέλκον ἐστὶν, εἰ καὶ τὸ σχιζόπτερον ἐν τῷ πτηνῷ περιέχεται a 22 ἡ] ἀλλ’ a ὅμοιον a: ὁμοίως ABDP εἰρημένοις] ἐνταῦθα ἐκκειμένοις ὑποδείγμασιν a τῷ τὸ aBP: τὸ τὰ A: τὸ D 23 ἴδια Α εἶναι om. D τούτω Β: τοῦτο aADP 24 post περιττή add. καὶ μὴ τῶν ἐπὶ μέρους γὰρ ἐν τῷ ὅρῳ προστιθεμένων, διὰ τῶν καθόλου κα τὰ ἐπὶ μέρους δηλοῦνται a)

435
τὸν οὕτω λέγοντα; καὶ ὁ ἐπιεικὴς ἐν πᾶσι τοῖς συμφέρουσιν ἐάττωτικὸς αὑτοῦ· εἰ γὰρ ἔν τισιν ἀφωρισμένοις, προσθήκης ἐδεῖτο καὶ οὐκ ἂν ἐλέγετο τῶν συμφερόντων καὶ δικαίων ἀλλὰ ‘τῶν ἐν τοῖς δικαίοις συμφερόντων’· καὶ ἡ ἰατρικὴ ἐπιστήμη τῶν πάσι τοῖς ζῴοις ὑγιεινῶν· ὁ δ’ ὄρνις οὐκ ἐν πᾶσίν ἐστι τοῖς πτηνοῖς, ἀλλὰ τὸ πτηνὸν ἐν τούτῳ. ἔτι ἐπὶ μὲν τοῦ ὄρνιθος γένος μὲν τὸ πτηνόν, διαφορὰ δὲ τὸ σχιζόπτερον· ἐπὶ δὲ τῶν προειρημένων οὔτε τὸ καθόλου ὡς γένος ὂν τοῦ προκειμένου εἴληπται, οὔτε τὸ ὑπ’ αὐτὸ διαφορά ἐστιν, ἀλλ’ εἶδός τι τοῦ καθόλου.

[*](p. 141 a 26)

Πρῶτον μὲν εἰ μὴ διὰ προτέρων.

Πρῶτον μέν, φησί, δειχθήσεται μὴ ὡρίσθαι τὸ προκείμενον, εἰ μὴ διὰ προτέρων καὶ γνωριμω.τέρων αὐτοῦ πεποίηται τὸν ὁρισμόν. ὁ γὰρ ὁρισμὸς τοῦ γνωρίσαι χάριν ἀποδίδοται· γνωρίζομεν δὲ οὐκ ἐκ τῶν τυχόντων ἀλλ’ ἐκ τῶν προτέρων καὶ γνωριμωτέρων, ὡς ἐν τῇ Ἀποδεικτικῇ εἴρηται. ἔτι εἷ ἔσται διὰ τῶν ὑστέρων καὶ μὴ διὰ γνωριμωτέρων, ὁρισμοὶ πλείους ἔσονται τοῦ αὐτοῦ· δῆλον γὰρ ὅτι καὶ ὁ διὰ τῶν προτέρων καὶ γνωριμωτέρων αὐτοῦ λόγος ἔσται ὅρος καὶ βελτίων. | ἀλλ’ εἰ ὁ ὁρισμὸς λόγος ἐστὶν ὁ τὸ τί ἦν εἶναι δηλῶν [*](214) τοῦ πράγματος, οὐ πλείους ἔσονται ὁρισμοὶ τοῦ αὐτοῦ· πλείω γὰρ καὶ τὰ τί ἦν εἶναι ἔσται· ἀλλὰ μὴν ἑκάστῳ τὸ εἶναι, καθ’ ὅ ἐστι, ταὐτόν ἐστιν· οὐκ ἄρα οἷόν τε πλείους ἑνὸς ὁρισμοὺς εἶναι.

Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ μὴ διὰ γνωριμωτέρων διττόν, ἢ ἁπλῶς ἢ ἡμῖν, ἐπεὶ καὶ τὸ γνωριμώτερον.

[*](1 ὁ om. a post συμφέρουσιν add. ἐστιν ABP 2 αὑτοῦ P: αὐτοῦ aABD 3 τῶν prins om. Β ἀλλὰ] εἶναι a 4 ὁ] ἡ Α 7 δὲ om. Α ὢν a προκειμένου μένου scripsi: προειρημένου libri 8 ἐστιν DP: om. aAB leinina om. BP 10 μέν aB: om. ADP φησί om. D μὴ—προκείμνον om. Β 12 post χάριν add. τὸ προκείμενον a ἀποδίδοται a Arist.: ἀποδέδοται BP: πρόσκειται AD 13 τυχόντων aB Arist.: τοιούτων ADP γνωριμωτέρων om. B 14 ἐν τῇ ἀπο- δεικτικῇ a (scil. Anal. post. I 2): ἐν τῆ ἀποδείξει ABDP δεδήλωται a ἔτι εἰ scripsi: ὅτι εἰ ABDP: ὥστε οὐκ a 15 γνωριμωτέρων] τῶν γνωριμωτέρων ἁ καὶ τῶν προτέρων (e vs. 16) D ὁρισμοὶ — αὐτοῦ ABDP: ὁρισμός. εἰ δέ τις φήσειε καὶ διὰ τούτων γίνεσθαι, συμβαίνει τοῦ αὐτοῦ πλείονας εἶναι ὁρισμούς a 16 καὶ ὁ ex Arist. scripsi: καὶ AD ὁ a: om. BP post αὐτοῦ add. τοῦ ὁριζονμένου a ante λόγος add. ὁ BD 16. 17 ὅρος ἔσται βέλτιστος a 17 ὁ prius om. BP ἐστι λόγος Β 18 οὐ] οὕτω a τοῦ αὐτοῦ P: τούτου ABD: τοῦ αὐτοῦ πράγματος a πλείω aB: πλεῖον A DP τὰ a: τὸ ABDP 19 τὸ τί ἦν καθό Α ταὐτόν έσται BP post ἐστιν add. ἓν γὰρ τὸ εἶναι τοῦ πράγματος καὶ οὐ πλείονα· ἕκαστον γὰρ γὰρ N: τε a) τῶν ὄντων, καθό ἐστι, τὸ τί ἢν εἶναι ἓν καἰ ταὐτὸν ἔχει καὶ οὐ δεῖται πλειόνων ὁρισμῶν εἰς τὴν τοῦ τί ἦν εἶναι δήλωσιν αὐτοῦ aN 20 εἶναι ὁρισμούς a 21 τοῦτο] τοῦ a μὴ om. a διχῶς aB 22 ἢ ἡμῖν AD: ἡ μὴ aBP)
436
[*](p. 141b15)

Ἁπλῶς μὲν οὖν βέλτιον τὸ διὰ τῶν προτέρων τὰ ὕστερα πειρᾶσθαι γνωρίζειν· ἐπιστημονικώτερον γὰρ τὸ τοιοῦτόν ἐστιν.

Ὀτι βέλτιον μὲν τὸ διὰ τῶν προτέρων τὰ ὕστερα γνωρίζειν (ἐπιστημονικὸν γὰρ τοῦτο), πρὸς δὲ τοὺς ἀδυνατοῦντας διὰ τῶν τοιούτων γνωρίζειν ἀναγκαῖον ἴσως διὰ τῶν ἐκείνοις γνωριμωτέρων ὁρίζεσθαι. <οὐκ> ἔστι δὲ ταῦτα τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλοῦν, ἂν μὴ ἅμα τὸ αὐτὸ ἡμῖν τε ᾖ γνωριμώτερον καὶ τῇ φύσει, τῷ δεῖν μὲν τὸν ὁρισμὸν ἐκ γένους εἶναι καὶ διαφορῶν, τὸ δὲ γένος καὶ τὰς διαφορὰς τῶν ἁπλῶς τε καὶ τῇ φύσει πρώτων καὶ γνωριμωτέρων τοῦ ὁριστοῦ εἴδους εἶναι· ἕκαστον γὰρ τούτων συναναιρεῖ μὲν τὸ εἶδος τὸ ὁριστόν, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτοῦ. ὥστε, εἰ διά τούτων μὲν ὁ ὁρισμός, οὐ τοιαῦτα δὲ τὰ πρὸς ἡμᾶς πρῶτα, ὁ διὰ τῶν ·πρὸς ἡμᾶς πρώτων ἀποδεδομένος λόγος οὐ τοῦ τί ἦν εἶναι δηλωτικὸς ἂν εἴη οὐδ’ ὁρισμός· δεῖ γὰρ ὁρισμὸν τοῦτο δηλοδν. δείξας δὲ ὅτι πρότερον τὸ γένος καὶ ἡ διαφορὰ τοῦ εἴδους ἐστίν, ὅτι ἕπεται τῷ προτέροις αὐτοῖς εἶναι τὸ καὶ γνωριμωτέροις εἶναι περὶ γὰρ τούτου προέκειτο αὐτῷ λέγειν) δεικνὺς ἐπήνεγκεν ἔστι δὲ καὶ γνωριμώτερα, διότι ὁ μὲν εἰδὼς ὅπερ ἐστὶ τὸ ὁριστὸν καὶ οὗ ὁ ὁρισμὸς εἶδος οἶδε καὶ τὸ γένος αὐτοῦ καὶ τὰς διαφοράς, τουτέστι τὸν ὁρισμόν τοῦτο γὰρ ἦν τὸ εἰδέναι τὴν οὐσίαν αὐτοῦ ἥτις ἐστίν ἐν τούτοις γὰρ ἡ οὐσία), οὐκέτι μέντοι ὁ τὸ γένος εἰδὼς ἢ τῶν διαφορῶν ἑκάστην ἤδη καὶ τὸ εἶδος οἶδεν. ὥστε, εἰ μὴ ἀντιστρέφει ἡ γνῶσις, γνωριμώτερα ἂν εἴη, ἃ συγγνωρίζεται πάντως, δύναται [*](2 ἐπιστημονικώτερον κτλ. om. P 4 ὅτι — 5 τοῦτο om. aP τὸ ὕστερον Α 5 ἐπιστημονικώτερον A δὲ ADP: δὴ aB τοὺς] τούτων P1: τούτοις P2 6 post γνωρίζειν delevit ἀδύνατον Β ἴσως ἀναγκαῖον a 7 ὁρίζεσθαι a: ὁριζόμεθα ABD: γνωριζόμεθα P post ὁρίζεσθαι add. ἤγουν πειρᾶσθαι a οὐκ addidi et ἔστι δὲ ἐστί. καὶ P) ταῦτα, quae post φύσει (8) collocant libri, huc transposni 8 ἄμα P: ἄρα aABD ἡ aP: om. ABD τῷ scripsi: τὸ libri 9 καὶ διαφορῶν εἶναι Β διαφορᾶς Α τὸ δὲ γένος superscr. P 9. 10 τὰς διαφορὰς P: αἱ διαφοραὶ aABD 10 ἁπλῶν P 11 συναραιρεῖ D post εἶδος add. ἤτοι a 12 συναναιρεῖ Α ὁ om. aA 13 πρῶτα P: πρῶτον ΑΒ: compend. D: om. a πρώτων P2: πρῶτος ABP1: πρῶτον a: compend. D 13. 14 ἀποδιδόμενος a 14 οὐ P2: ὁ, ut vidctur, P1 ἂν om. Β post γὰρ add. τὸν a 15 ante δηλοῦν add. δὴ Β τὸ γένος iterat Α 16 ἐστίν om. BP ὅτι ante τοῦ colloeat a τὸ — τῶ Β αὐτοῖς post γνωριμωτέροις collocat P τὸ om. P καὶ a: om. ABDP in. 17 γνωριμώτερον, omisso εἶναι, D 17 αὐτοῖς Α δεικνύων P: om. a post δεικνὺς add. δὲ ΑΒ 18 γνωριμώτερον BP: compend. D post γνωριμώτερα add. καὶ διὰ τοῦτο προσέθηκε a μὲν a: μέντοι ABDP 19 εἶδος D: εἰδὼς εἰδὼς Α: εἰδὼς BP: εἴδους a 20 ἣν] ἔστι P ἥτις — οὐσία om. a εἴ τις Β 21 γὰρ scripsi: δὲ P: om. ABD 22 ὥστε D: ὥστ’ aP: ὅτι Α: ὅτ’ Β εἰ μὴ om. P 22.23 ἐπιστρέφει D 23 γνωριμώτερον P3 παντὸς Α)

437
μέντοι κατ’ ἰδίαν γνωρίζεσθαι, τῶν χωρὶς ἐκείνων γνωρισθῆναι μὴ δυναμένων· ὡς. γὰρ πρότερον τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οὕτω καὶ γνωριμώτερον τῇ φύσει οὗ ἡ γνῶσις τῇ τοῦ τινὸς γνώσει συνεισάγεται, ἐκεῖνο δέ, οὗ τῇ γνώσει αὐτὸ γινώσκομεν, οὐ συνεισάγει.

[*](p. 141a22)

οὐ δεῖ δὲ λανθάνειν ὅτι τοὺς οὕτως ὁριζομένους οὐκ ἐνδέχεται.

Ὅτι οἱ ἐκ τῶν ἡμῖν γνωρίμων ὁρισμοὶ οὐ δηλοῦσι τὸ τί ἦν εἶναι τῷ ὁριζομένῳ, ἐὰν μὴ ᾖ ἡμῖν τε καὶ τῇ φύσει ταὐτὸν γνώριμον, εἴπερ οἱ ὁρισμοὶ ἐκ γένους καὶ διαφορῶν, ταῦτα δὲ πρότερα καὶ γνωριμώτερα τῇ φύσει.

[*](p. 141b29)

Ὥστι πρότερα ταῦτα τοῦ εἴδους.

Πάνυ ἐντρεχῶς βουλόμενος δεῖξαι γνωριμώτερον τὸ γένος καὶ τὰς διαφορὰς προσεχρήσατο τῷ προτέρῳ· εἰ γὰρ πρότερον ὃ συναναιρεῖ μὲν μὴ συναναιρεῖται δέ, εἴη ἂν καὶ γνωριμώτερον εὐλόγως τὸ συγγνωριζόμενόν τινι τοῦ μὴ συγγνωριζομένου. ἔστι δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ γνωριμώτερον διχῶς. ἐπ’ ἐνίων μὲν οὖν ἀντιπέπονθε τὸ τῇ φύσει πρότερον καὶ τὸ πρὸς ἡμᾶς· ἐφ’ ὧν ἀνάγκη. τοὺς ὅρους ἑνί γε περιπίπτειν ἀτόπῳ· ἢ γὰρ τῆς πρὸς ἡμᾶς σαφηνείας στοχαζόμενοι τῆς τοῦ πράγματος οὐσίας διαμαρτάνουσιν, ἢ τὸ ἀκριβὲς ἐν τῷ λόγῳ μεταδιώκοντες τὸ πρὸς ἡμᾶς σαφὲς παρορῶσιν. ἐφ’ ὧν δὲ ἄμφω συνδεδράμηκε παραπλησίως, ὥστε τὰ αὐτὰ καὶ ἡμῖν γνώριμα εἶναι καὶ ἀπλῶς, οὗτοι καὶ λέγουσι τὸ τί ἦν εἶναι καὶ διδάσκουσι. τοιοῦτοι δὲ οἱ διὰ τῶν οἰκείων γενῶν καὶ διαφορῶν· καὶ γὰρ ἡμῖν γνωριμώτερον τὸ γένος καὶ τῇ φύσει, φύσει μέν, ὅτι πρότερον καὶ συναναιρεῖ, ἡμῖν δέ, ὅτι <γνωρίζομεν> γνωρίζοντες τὸ καὶ τὸ γένος πάντως, ἀλλ’ οὐκ ἔμπαλιν • πολλοὺς γοῦν ὁρῶντες τῶν οὐ [*](1 an <καὶ> κατ’? μὴ DP: om. aAB 4 συνάγεται AD δὴ a οὖ–αὐτὸ γινώσκομεν, οὐ scripsi: οὐ — αὐτοῦ αὐτῶν aAP) γινωσκόμενον libri 5 ὅτι Β Arist.: om. aADP γνωριζομένους P ef. p. 436,7 n. 5. (1 οὐκ ἐνδέχεται om. aBP 7 ὅτι om. B ἡμῖν om. Α post γνωρίμων add. καὶ ὑστέρων a 8 τὸ ὁριζόμενον P: τοῦ ὁριζομένου a ἐὰν] εἰ B μὴ in ras. P2: μὲν B ἢν Β: om. P ἡμῖν — γνώριμον] ταὐτὸν κτὰ τὸ γνωριμώτερον εἶναι καὶ ἡμῖν καὶ τῇ φύσει a τε om. D γνώριμον ταὐτὸν ἤπερ Α 9 διαφορᾶς Α: συστατικῶν διαφορῶν εἰσὶν οἱ ὁρισμοί a 11 lemma om. a 12 post πάνυ add. δὲ a γνωριμώτερον om. B 13 post γὰρ add. τὸ aABP ὃ scripsi : τὸ BDP: om. aA συναναιρεῖ aB: συναναιρεῖν ADP 14 συναναιρεῖται a: συναναιρεῖσθαι ABDP 15 καὶ om. Α 16 οὖν om. B πεπονθότως B: ἀντιπεπονθότης P τῇ] τῷ a 17 ἐφ’ ὧν ἡμᾶς, omisso τό πρὸς, B post γε add. τοῦ P προσπίπτειν a ἄτοπον P 18 ἡ aAD: οἱ P: οὐ factum ex καὶ compend., ut videtur, B 22 καὶ prius post 21 λέγουσι transposuit P 23 post μὲν add. γὰρ aA 24 δέ om. D γνωρίζομεν addidi post γνωρίζοντες add. μὲν P 25 γοῦν aAP: γὰρ BD)

438
συνήθων ἰχθύων καὶ ὀρνίθων, ὅτι μὲν ἕκαστον ὄρνις καὶ ἰχθύς, οἴδαμεν, τί δὲ οὐχ οἷοί τέ ἐσμεν λέγειν.

Τὰ δὲ πρῶτα τῇ φύσει ἀκριβοῦς καὶ ἐπιστήμονος, φησίν, ἐστὶ διανοίας γνῶναι καὶ περιττῆς, ἤγουν δυναμένης καὶ τὰ μὴ ῥᾴδια καταλαβεῖν.

[Εἰς τὸ ῥητὸν ἁπλῶς μὲν οὖν βέλτιον. Ἁπλῶς μὲν οὖν βέλειον ὁρίζεσθαι τὰ ὕστερα διὰ τῶν προτέρων τῇ φύσει· ἐπιστήμονος γὰρ τὸ τοιοῦτον. οὐ μὴν δὲ ὀφείλομεν ἀεὶ τοῦτο ποιεῖν· πρὸς γὰρ τοὺς μὴ δυναμένους γινώσκειν τὰ πράγματα τῶν τῶν τῇ φύσει προτέρων ἀναγκαῖον ποιεῖν τοὺς ὅρους ἀπὸ τῶν ἐκείνοις γνωρίμων. τουτέστιν τῶν ὑστέρων. εἰσὶ δὲ [οἱ] διὰ τῶν ὑστέρων δηλοῦντες τὰ πρότερα ὁρισμοί, ὧν παρέθηκεν αὐτὸς ὑπο|δείγματα τὸν τῆς [*](215) στιγμῆς, τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου. οὐ δεῖ δὲ λανθάνειν ἡμᾶς ὅτι οἱ ἐκ τῶν ὑστέρων ὁριζόμενοι οὐ δηλοῦσι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν τοῦ ὁριζομένου, εἰ μή που ταὐτόν ἐστιν, ἤγουν τὸ παραληφθὲν ἐν τῷ ὅρῳ, καὶ ἡμῖν καὶ τῇ φύσει γνώριμον. κατασκευάζει οὖν καὶ πῶς ἐνδέχεται τὰ τῇ φύσει πρότερα καὶ ἡμῖν γνώριμα εἶναι, καὶ φησὶν ὅτι πᾶς ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται· ταῦτα δὲ πάντως πρότερα μὲν τῇ φύσει καὶ γνωριμώτερα, ἀλλὰ καὶ ἡμῖν γνώριμα, διότι τὸ εἶδος γνωρίζοντος καὶ τὸ γένος καὶ τὰς διαφορὰς αὐτοῦ γνωρίζομεν, οὐκ ἐξ ἀνάγκης δὲ καὶ τὸ ἀνάπαλιν. ὁ οὗν ποιῶν τὸν ὁρισμὸν ἐκ τῶν τῇ φύσει μόνον γνωρίμων καὶ οὐχ ἡμῖν τῇ μὲν φύσει καλῶς ποιεῖ, ἡμῖν δὲ οὐ καλῶς. ὁ δ’ ἐκ τῶν κατ’ ἄμφω γνωρίμων βέλτιστον ποιεῖται τὸν ὅρον. ὁ δ’ ἐκ μόνων τῶν ἡμῖν γνωρίμων, τουτέστι τῶν ὑστέρων, πειρώμενος ὁρίζεσθαι πρὸς μὲν τοὺς λίαν ἰδιώτας καὶ ἀμαθεῖς τοῦτο ποιῶν ἴσως εὐλόγως ποιεῖ, πρὸς ἐπιστήμην δὲ καὶ ἀκριβῆ γνῶσιν οὐ καλῶς.]

[*](p. 141b34)

Ἔτι τοῖς κατ’ ἀλήθειν τοὺς τοιούτους ὁρισμοὺς σασκουσιν εἶναι.

οἱ λέγοντες, φησίν, ὅτι οἱ ἐκ τῶν ἑκάστῳ γνωρίμων ἀποδιδόμενοι ὁρισμοὶ κυρίως καὶ κατ’ ἀλήθειαν ὁρισμοί εἰσι, κινδυνεύουσι πολλοὺς ὁρισμοὺς τοὐ αὐτοῦ ἀποδιδόναι, ἐπειδὴ ἄλλα ἄλλοις εἰσὶ γνώριμα καὶ οὐ [*](1 ὄρνις καὶ] ὁριστικὸν P 2 ὅτι Α 3 — 25 aN 6 εἰς τ. ῥ. ἁπλῶς μὲν οὖν βέλτιον ut omnia lemmata om. N ἀπλῶς μὲν οὖν βέλτιον alterum om. a 8 ὠφείλομεν a 10 οἱ delevi 12 στιγμῆς N: ἐπιστήμης a 14 ταὐτόν ἐστιν, ἤγουν, quae post 15 ὅρῳ collocant aN, transposui 21 μόνον scripsi: μόνων aN 22 ὁ scripsi: εἰ aN 23 μόνων N: μόνον a 26 τοῖς] τοῦ A τοὺς κτλ om. a ὁρισμοὺς P Arist.: ὅρους ABD 27 εἶναι om. AD 28 οἱ λέγοντες — p. 439, 10 διαιρεῖν aN: εἰ ἐκ τῶν ἑκάστῳ ἑκάστοις corr. P) γνωρίμων γνωριμωτέρων P: εἷναι add. Β) οἱ ὁρισμοὶ λαμβάνοντι, πολλοὺς τοῦ αὐτοῦ συμβήσεται λέγειν λέγειν om. P) ὁρισμοὺς εἶναι· ἕτερα γὰρ ἑτέροις ἐστὶ γνώριμα καὶ οὐ τὰ αὐτά καὶ — αὐτά om. P) ὥστε ἄλλῳ ἄλλο ἄλλος Β) ὁρισμὸς ἔσται ἐστι AP) καὶ ὁ αὐτὸς λόγος τῷδε μέν τινι ὁρισμός ἔσται add. D), τῷδε δὲ δὲ om. A) οὐ. καὶ ἔτι τοῖς αὐτοῖς ἄλλοτε ἄλα τε B) ἄλλα γνώριμα γνωρίσματα Α)· ἐξ ἀρχῆς μὲν γὰρ τὰ αἰσθητά, προβαίνουσι δὲ καὶ οὐκ add. D) ἀκριβῶς ἀκριβέστερον B) διορῶσι τὰ πράγματα ABDP)

439
τὰ αὐτὰ πᾶσιν· ὥστε δεῖ πρὸς ἕκαστον τῶν προσδιαλεγομένων ἄλλους καὶ ἄλλους ὁρισμοὺς τοῦ αὐτοῦ ἀποδοῦναι, εἴ γε περὶ τοῦ αὐτοῦ πολλοῖς προσδιαλέγονται καὶ ἀπὸ τῶν ἑκάστῳ γνωρίμων τοὺς ὁρισμοὺς ποιοῦνται. ὥστε συμβαίνει τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος πλείους εἶναι τοὺς ὁρισμούς, ὅπερ ἄτοπον. οὐδὲ πρὸς τὸν αὐτὸν καὶ ἕνα ὁ αὐτὸς ἀεὶ ἀποδοτέος ὁρισμός, εἴπερ ἀνάγκη τοὺς ὁρισμοὺς ἐκ τῶν ἑκάστῳ ποιεῖσθαι γνωρίμων, ἐπεὶ τῷ αὐτῷ καὶ ἑνὶ ἄλλοτε ἄλλα εἰσὶ γνώριμα. ἐξ ἀρχῆς μὲν γὰρ μειρακίῳ ὄντι τινὶ τὰ μὲν αἰσθητὰ γνώριμά εἰσι, τὰ δὲ νοητὰ παντάπασιν ἄγνωστα, ἀκριβεστέρῳ δὲ γενομένῳ, τουτέστιν ἐπιστήμονι καὶ εἰδότι ἀκριβῶς τὰ πράγματα διαιρεῖν, τὰ μὲν αἰσθητά ἄγνωστα δοκεῖ εἶναι καὶ ἐν συνεχεῖ ῥύσει, τὰ δὲ νοητὰ καὶ λίαν γνώριμα ὡς ἑστῶτα καὶ μόνιμα. ὥστε οὐδὲ πρὸς τὸν αὐτὸν ἀεὶ ὁ αὐτὸς λόγος ὁρισμὸς ἔσται καθ’ οὓς δεῖ τὸν ὁρισμὸν ἀπὸ τῶν ἑκάστοις γνωρίμων γίνεσθαι. ἴσως δὲ καὶ τὸ ἁπλῶς γνώριμον οὐ τὸ πᾶσι γνώριμόν ἐστιν ἀλλὰ τὸ τοῖς εὖ διακειμένοις τὴν διάνοιαν. τοῖς δὲ εὖ διακειμενοις γνώριμά ἐστι τὰ τῇ ἑαυτῶν φύσει πρῶτά τε καὶ γνωριμέτερα. τοῦτο δὲ λύσις ἐστί τινος ἀντιπίπτοντος· πρὸς γὰρ τὸν ἐνιστάμενον ἴσως, ὅτι πῶς δυνατὸν τὰ τῇ φύσει γνώριμα καὶ πάσι γνώριμα εἶναι, φησὶν ὅτι οὐ λέγω πᾶσιν ἀπλῶς ἀλλὰ τοῖς ἐπιστήμοσι.

[*](p. 142a11)

Καθάπερ καὶ τὸ ἀπλῶς ὑγιεινὸν τὸ τοῖς εὖ ἔχουσι τὸ σῶμα.

Ὑγιεινόν φαμεν οὐ τὸ πᾶσι δοκοῦν ἀλλὰ τὸ τοῖς σῶμα ἔχουσιν ἐρρωμένον. διὰ τοῦτο δεῖ προσέχειν τοῖς ῥηθεῖσι τόποις καὶ χρῆσθαι αὐτοῖς πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ ἄλλος τις ὁρίζεται ἀπὸ τῶν ἑκάστῳ γνωρίμων, ἐλέγχειν δεῖ αὐτὸν ἀφ’ ὧν εἴπομεν τόπων· εἰ δὲ αὐτὸς σὺ εἶ ὁ ὁριζόμενος, ἐκ τῶν ἡμῖν γνωρίμων δεῖ σε ἐνίστασθαι ὅτι καλῶς ὡρίσω. τοιαύτη γὰρ ἡ διαλεκτική, οὐ τοῦ ἀληθοῦς <οὖσα> ζητητικὴ ἀλλὰ δι’ ἐπιχειρηματική, καὶ ποτὲ μὲν διὰ τῶν τῇ φύσει γνωρίμων ὁρίζεται, ποτε οε οἴα τῶν πρὸς ἧμας·

[*](5 fort. οὐδὲ <γὰρ>, sed cf. p. 405, 25 10 εὔγνωστα D εἶναι om. 10. 11 ἐν — μόνιμα a: ἐν ῥύσει συνεχεῖ εἶναι τὰ δὲ νοητά εἶναι P 12 λόγος tun. P ὁρισμὸς om. a καθ’ οὖς iiA: καθὼς BP: καθὸ D 13 ἑκάστῳ a 14 τό alterum om. a τοῖς om. Β 15 post διάνοιαν add. ἤγουν τοῖς ἐπιστήμοσι a 15 τοῖς — 16 γνωριμ;ψτερα post sequens lemma lemma ABDP γνώριμά scripsi: γνωριμώτερα A ADP: γνώριμον aB ἐστι — 16 γνωριμώτερα om. D τὰ AP: τὸ a: om. Β 16 πρῶτόν — γνωριμώτερον aB τοῦτο—18 aN : ὅτι χρὴ λέγειν ἁπλῶς γνώριμον οὐχ ὃ πᾶσι γνώριμόν ἐστι, ἀλλὰ τοῖς εὖ διακειμένοις τὴν διάνοιαν D: om. ABP 19 τὸ τοῖς κτλ. om. a 20 τοῦ σώματος D: σῶμα Α 21 — 25 aN: εἰς τὸ ῥητόν (om. BP) χρῆσθαι δὲ πρὸς καὶ ABP1: κατὰ P2) τὸ τῶ A: om. Β) συμφέρον συμφέροντι AB) ABDP 26 οὐ] ἡ D οὖσα addidi 27 ἐπιχειρηματική aB: ἐπιχειρημάτων AD: ἐπιχειρητική P τῇ om. AD 28 post ἡμᾶς add. γνωρίμων ADP)
440
[*](p. 142a13)

Μάλιστα δ’ ὁμολογουμένως.

Μάλιστα δ’ ὁμολογουμένως καὶ κυρίως ἐνδέχεται ἀναιρεῖν τὸν ὁρισμόν, ὃν πεποίηταί τις μήτε ἐκ τῶν ἁπλῶς γνωρίμων μήθ’ ἡμῖν. οἷον εἴ τις εἴποι ‘ὁ ανθρωπος ζῷόν ἐστιν ὑδροφορικῶς κινούμενον’ ἢ ‘φύρδην καὶ κατὰ τύχην φερόμενον’· τὸ γὰρ ὑδροφορικῶς καὶ τὸ φύρδην οὔτε τῇ φύσει οὔθ’ ἡμῖν γνώριμα, τροπικαὶ οὖσαι φωναὶ καὶ οὐ κυρίως λεγόμεναι· εἰ γὰρ κυρίως ἐλέγοντο, ἦσαν ἂν ἢ τῇ φύσει ἢ ἡμῖν γνωρίμως δηλοῦσαι τὸ πρᾶγμα καθ’ οὗ λέγονται.

[*](p. 142a 19)

Ἄλλος, εἰ τοῦ ἐν ἠρεμίᾳ καὶ τοῦ ὡρισμένου διὰ τοῦ ἀορίστου καὶ τοῦ ἐν κινήσει ἀποδέδοται.

Εἴ τις, φησί, τοῦ ἐν ἠρεμίᾳ ὄντος διὰ τοῦ ἐν κινήσει ποιεῖται τὸν ὁρισμόν ἢ τοῦ ὡρισμένου διὰ τοῦ ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν τοῦ ὑποκειμένου κλλῶς. οὕτως ἂν ἁμαρτάνοιεν οἱ τὴν ἰδέαν ὁριζόμενοι διὰ τοῦ αἰτιατοῦ οἵα ἐπὶ, τουτέστιν αἰτίαν τῶν πρὸς αὐτὴν γινομένων· τὰ γὰρ αἰσθητὰ τὰ πρὸς αὐτὴν τὸ εἶναι ἔχοντα αὐτὰ μὲν ἐν κινήσει ἐστὶ καὶ ἀόριστα, ἡ δὲ ἰδέα ἀκίνητός τε καὶ ὡρισμένη. οὔτως ἁμαρτάνοι ἂν καὶ ὁ λέγων τὴν ἐπιστήμην ἀγνοί|ας εἶναι ἀποβολήν • ἐπεὶ γὰρ ἡ ἄγνοια [*](216) στέρησίς ἐστι γνώσεως, ἡ ὸὲ στέρησις μὴ ὅν, τὸ δὲ μὴ ὂν ἀόριστον, πᾶσα δὲ ἐπιστήμη περὶ ὡρισμένα καὶ ἀεὶ ὡσαύτως ἔχοντα τὰ ὑποκείμενα καταγίωεται, τοῦ ὡρισμένου τὸν ὁρισμὸν ἐξ ἀορίστου πεποίηται. ἁ καὶ οἱ τὴν ὑγείαν νόσου ἀποβολὴν λέγοντες ὁμοίως ἁμαρτάνουσιν. ἢ οὗτοι δειχθήσονται ἐνεχόμενοι καὶ τῷ μὴ διὰ προτέρων»· τὸ γὰρ διὰ τῶν ἀντικειμένων οὐ διὰ τῶν προτέρων ἐρεῖ. <καὶ> οἱ τὸν θεὸν ὁριζόμενοι τῶν ὄντων τῷ αὐτῷ ἂν ἐνέχοιντο· ἀόριστα γὰρ καὶ ἐν κινήσει τὰ ὧν φασι τὸν θεὸν εἶναι δημιουργὸν ὁριζμενοι. καὶ ὁ τὴν ἐπιστήμην αὖ λέγων ἕξιν διὰ μαθήσεως κινητὴν τὸ ἀκίνητον ὁρίζεται διὰ τοῦ ἐν κινήσει· ἡ γὰρ μάθησις κίνησίς τις. ἀλλὰ καὶ ὁ λέγων τὴν ἰδέαν εἶναι οὐσίαν ἀσχημάτιστον [*](1—8 aN 6 γνώριμα, ut videtur, Ν: γνώριμον a 7 ἢ — ἢ scripsi: καὶ—καὶ aN γνωρίμως scripsi: γνέριμοι ὡς aN cf. p. 78,8 n. 9 ἄλλος P Arist.: αὖος δὲ B(u) : om. aAD cf. p. 442,6 διωρισμένου Α διὰ κτλ om. a ὁριστοῦ P 10 post κινήσει add. ἐστιν: — ἡ δὲ ἰδέα ἀκίνητος D 11 εἰ τις — 13 καλῶς aN : om. ABDP 13 fort. προκειμένου, at cf. p. 444.23 οὕτως ἂν ἂν superscr. D) ἁμαρτάνοιεν ἁμαρτάνουσιν AD: ἁμαρτάνωσιν Β) ABDP: ὡς a 14 αἰτιατοῦ] αἰτίου τοῦ D οἵα οἷα AD: οἶά P: fort. οὗ αἰτία) ἐστὶ τοῦτ’ ἔστιν εἶναι compend. superscr. P) αἰτίαν ABDP: αἰτίαν λέγουσι a 14 et 15 αὐτῆς ex αὐτὴν corr. P2 15 τῶν γὰρ αἰσθητῶν a τά alterum om. P 16 ἀορίστου a ἁμαρτάνη A 17 τὴν om. a ἐπεὶ — 20 πεποίηται a: ἡ δὲ ἅγνοια ἀόριστον ABDP 21 νόσου AD: νόσων aBP post ἀποβολὴν add. εἶναι D ὁμοίως superscr. D ἡ οὗτοι — 25 ὁριζμενοι ABDP: καὶ πάλιν ὁ θεὸς δημιουργός ἐστι τῶν γινομένων καὶ ἐν κινήσει ὀιῶν· ὁ μὲν γὰρ θεὸς ἀίδιος καὶ ἑστὼς καὶ ἀμετάτρεπτος, τὰ δὲ δημιουργήματα ἐν ῥοῇ καὶ κινήσει εἰσί a 22 ἐνεχόμενοι καὶ τῷ scripsi cf. vs. 24: ἐνδεχόμενοι καὶ τό ABDP γὰρ om. D οὐ BDP: καὶ Α 23 ἐρεῖ] p. 142a22 sq. καὶ οἱ scripsi: οἱ AP: ἡ Β: εἰ D 24 τὸ αὐτὸ BP ἐνδέχοιτο Β: δέχοιντο P φησι D 25 αὖ a: εἶναι BDP: om. Α 26 διὰ τοῦ ἐν κινήσει ὁρίζεται a καὶ γὰρ ἡ P 27 τὴν a: om. ABDP οὐσίαν εἶναι a: εἶναι D)

441
καὶ ἀναφῆ τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεσθαι δόξει. καὶ ὁ τῆς ἀρετῆς λόγος ὁ λέγων αὐτὴν μεσότητα ὑπερβολῆς καὶ ἐνδείας τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεται.

[*](p. 142a22)

Τοῦ δὲ μὴ ἐκπροτέρων τρεῖς εἰσι τρόποι.

Ὅτιτοῦμὴδιὰπροτέρωνὁρίζεσθαιτρεῖς εἰσι τρόποι, πρῶτοςμὲν εἰ διὰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον ὥρισται· ἅμ γὰρ τῇ φύσει τὰ ἀντικείμενα. τὰ δὲ καθ’ αὑτὰ πρός τι οὐκ ἔστιν ἄλλως ἢ δι’ ἀλλήλων ὁρίζεσθαι· οὐδὲ γὰρ τὸ εἶναι αὐτοῖς ἄνευ ἀλλήλων. καθ’ αὑτὰ δὲ πρός τι εἴρηται, ἐπεὶ ἔστι τινὰ ἃ κατὰ τὴν ἐπ’ ἄλλο τι ἀναφοράν ἐστι πρός τι ἀλλ’ οὐ καθ’ αὑτά, ὡς ἰατρικὴ καὶ γραμματικὴ καὶ ἑκάστη τῶν ἐπιστημῶν· αὗται μὲν γὰρ κατὰ τὸν οἰκεῖον λόγον οὐκ εἰσὶ τῶν πρός τι, κατὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφορὰν πρός τι. διὸ τούτων μὲν οὐχ οἷόν τε τὸν ὁρισμὸν χωρὶς ἀποδοῦναι τῶν ἀντικειμένων αὐτοῖς· ἔστι γὰρ ἐν τῇ πρὸς ἐκεῖνα σχέσει τὸ εἶναι αὐτοῖς. ἰατρικὴν μέντοι καὶ γεωμετρίαν <ὁ> ὁριζόμενος οὐκέτι τοῖς ἀντικειμένοις αὐτοῖς προσχρῆται, ὅτι μὴ ἔστιν αὐτὰ καθ’ αὑτὰ τῶν πρός τι. ἔστι δὲ ἃ καὶ κατὰ συμβεβηκός ἐστι πρός τι, ὡς ἡ μονάς· διότι γὰρ αὐτῇ συμβέβηκεν ἀρχῇ ἀριθμῶν εἶναι, ἡ δὲ ἀρχὴ καθ’ αὑτὸ πρός τι, κατὰ τοῦτο καὶ ἡ μονὰς ἂν εἴη τῶν πρός τι. ἀλλὰ καὶ τὸ σημεῖον καθὸ πέρας καὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια. συμβέβηκε γὰρ αὐτοῖς πᾶσι πέρασιν εἶναι.

[*](p. 142a31)

Γνωρίζειν μὲν οὖν δεῖτὰτοιαῦτα πάντα, χρῆσθαι δ’ αὐτοῖς ὡς ἂν δοκῇ συμφέρειν.

Εἰπὼν καὶ δείξας ὅτι τῶν καθ’ αὑτὸ πρός τι λεγομένων τὸν λόγον οὐχ οἷόν τε ἄλλως, δηλονότι χωρὶς τῶν ἀντικειμένων, ἀποδοθῆναι, τούτοις [*](1 τὸ om. Β ὡρισμένα (sed τὸ) a τοῦ ἀορίστου a ὁρίζεται P δοκεῖ a 1. 2 τῆς ἀρετῆς λόγος ὁ] τὴν ἀρετὴν a αὐτὴν om. aB i)0.st ἐνδείας add. εἶναι a o ὁρίζεσθαι P 4 εἰ διὰ τῶν ἀντικειμένων a μψ5 ὅτι τοῦ om. Α τρόποι Β Arist. : τόποι DP 5 ὅτι — τρόποι Β: μὴηόποι Α: om. DP: ὅτι] ὥρισται om. a πρῶτον Β (ABPcufq) μὲν P Arist.: om. ABD 6. 7 τὰ γὰρ ἀντικείμενα ἅμα τῇ φύσει ἐστί a 7 αὑτὸ P ’ 8 ὁρίσασθαι aP 10 post οὐ add. πρός τι a ante ἰατρ. et aute γραμ. add. ἡ a 11 γὰρ om. P. 12 γένος] ἑνὸς Β post πρός τι add. καθ’ αὐτὰ Α: καθ’ αὑτό BP: κατ’ αὐτὸ D τούτων aB: τοῦτον ADP 12. K] οὐχ οἷόν τε τὸν ὁρισμὸν ἀποδοῦναι χωρὶςΒ lo. 14 ἐν τῇ γὰρ, omisso ἔστι,D 14 τῇ] τοῖς AP 10 ὁ addidi ὁριζόμενος BD: ὁριζόμενοι aAP προσχρῆται Β: κέχρηται ADP: κέχρηνται a post προσχρῆται add. πρὸς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ Β μὴ] μὲν Β 16 εἰσὶ δ’ ἅτιναa καὶ om. P ἐστι om. a 17 ὡς supcr- scr. Β αὐτῶ A ἀρχῇ a cf. vs. 20: ἀρχὴν ABDP ἀριθμῶν AD: ἀριθμοῦ aBP 19 ἀλλὰ aAD: ὁμοίως BP 21. 22 lemma om. a τὰ τοιαῦτα] ταῦτα Α 22 συμφέρον Α 2o εἰπὼν καὶ om. P post εἰπὼν add. δὲ , οὖν a λεγομένων πρός τι a τὸν λόγον post 24 ἀντικειμένων transposuit a 21 οὐχ οἷόν τε ABDP: οὐκ ἐστιν a ἄλλως δηλονότι a: 0111. AI5DP ἀποδίδοσθαι a τούτους (τούτοις scripsi) ἐπάγει a: λέγει D: λέγει ὧδε P: om. ΑΒ)

442
ἐπάγει ‘γνωρίζειν μὲν οὖν δεῖ πάντα τὰ οὕτως ἔχοντα, χρῆσθαι δὲ αὐτοῖς ἐν τῷ διαλέγεσθαι, ὡς ἄν δοκῇ συμφέρειν πρὸς τὸ προκείμενον’. εἰ μὲν γὰρ ἀνασκευάζειν βουλόμεθα, λέγοιμεν ἄν ὅτι οὐ γέγονεν ὁ ὁρισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων· εἰ κατασκευάζοιμεν, δεικνύοιμεν ἄν ὅτι τὰ τοιαῦτα οὐχ οἷόν τε ἄλλως ὡρίσθαι.

[*](p. 142a 34)

Ἄλλος, εἰ αὐτῷ κέχρηται τῷ ὁριζομένῳ.

Αὐτὸ γὰρ ἑαυτῷ πάνυ ὅμοιον, καὶ οὐδὲν αὐτὸ αὑτοῦ πρότερον ἢ ὕστερον. λανθάνει δέ τινας καὶ οὐ δοκοῦσι ποιεῖν τοῦτο, ἐπεὶ μηδὲ αὐτῷ τῷ τοῦ ὁριζομένου ὀνόματι προσχρῶνται· ἐπὶ μὲν γὰρ τῶν οὕτως ἀποδιδομένων κατάφωρος ἡ μοχθηρία· οἷον εἴ τις λόγον ὁριζόμενος ἀποδοίη φωνὴν σημαντικὴν ἧς τὰ μέρη μέρη λόγου εἰσίν.. οὐδὲν δὲ διαφέρει πρὸς τὸ μυχθηρῶς ἀποδεδόσθαι τὸν λόγον καὶ πρὸς τὸ αὐτῷ τῷ ὁριστῷ συγκεγρῆσθαι, κἄν μὴ αὐτὸ τὸ ὄνομά τις θῇ, ἄλλο δέ τι ἴσον αὐτῷ δυνάμενον, ὡς ἐφ’ οὗ τίθησι παραδείγματος. οἷον εἴ τις εἴποι ‘ἥλιός ἐστιν ἄστρον ἡμεροφαές’· ὁ γὰρ ἡμέραν εἰπὼν ἥλιον εἶπεν, ὥστε εἴρηκεν ‘ἥλιός ἐστιν ἄστρον ἥλιος’. δεῖ οὖν πρὸς τὸ φωραθῆναι τὴν τοιαύτην μοχθηρίαν μεταλαμβάνειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος, οἷον ἀντὶ τοῦ εἰπεῖν ἡμέραν εἰπεῖν τὸν ὁρισμὸν τῆς ἡμέρας· οὕτω γάρ, κἄν λεληθότως κέηται τὸ ὁριστὸν ἐν τῷ ὁρισμῷ ὡς λόγος αὐτοῦ, φωράσομεν ὅτι τὸ ὁριστὸν ἔλαβεν ἐν τῷ ὁρισμῷ. οἷον ἐπεὶ ἡμέρα ἐστίν, ὅταν ὑπὲρ γῆν ὁ ἥλιος φέρηται, ὢ δῆλον ὅτι ὁ φορὰν ἡλίου εἰπὼν τὴν ἡμέραν τὸν ἥλιον] εἴρηκεν, ὥστε τὴν ἡμέραν λαβὼν ἐν τῷ τοῦ ἡλίου ὁρισμῷ καὶ εἰπὼν ‘ἥλιός ἐστιν ἄστρον ἡμεροφαές’ τῷ ἡλίῳ ἐχρήσατο εἰς τὸν αὐτοῦ ὁρισμόν.

[*](p. 142b7)

Πάλιν εἰ τῷ ἀντιδιῃρημένῳ τὸ ἀντιδιῃρημένον ὥρισται.

Τρίτον τρόπον παραδίδωσι τοῦ μὴ διὰ προτέρων ὡρίσθαι δεικτικόν, [*](1 γνωρίζειν μὲν οὖν δεῖ ex Arist. scripsi: γνωρίζειν γνωρίζων A) μέν φησιν AB: δεῖ μὲν οὖν γνωρίζειν ἤγουν γινώσκειν a: γνωρίζειν — 2 προκείμενον om. DP πάντα τὰ a: om. ΑΒ 2 δοκεῖ omisso ἂν a 3 an βουλοίμεθα? cf. vs. 4 ἂν om. P οὐ (γὰρ P) γέγονεν ABDP: οὐκ ἔστιν a ὁ ὁρισμὸς a: om. ABDP 4 καὶ γνωριμωτέρων a: om. ABDP 4. 5 ἄν ὅτι aB: om. ADP 5 τὰ τοιαῦτα post ἄλλως transposuit a ὁρίζεσθαι Β et D, qui οὐχ — ὁρίζεσθαι ante 4 δεικνύοιμεν trausposuit 6 ἄλλος Β Arist.: ἄλλο P: om. aAD cf. p. 440,9 post εἰ add. τῶ Α post ὁριζομένῳ add. εἰ αὐτῶ τῶ ὁριζομένῳ κέχρηται ἐν τῆ τοῦ ὁρισμοῦ αὐτοῦ ἀποδόσει Β 7 ἑαυτῷ a: αὐτῶ D: αὐτοῦ P: compeud. Α πάνυ aAD: πᾶν BP: fort. πᾶν πάνυ ὁμοίως P οὐδὲ D αὐτοῦ πρῶτον ABD 8 post τοῦτο add. ποιοῦντες Β 9 τῷ Arist.: post ὁριζομένου collocant aADP: utrobiquc liabet Β γὰρ] οὑν P 10 ἀποδεδομένων aApr. : ἀποδιδόντων P 11 σημαντικὸν P μέρη λόγου a: λόγου Α λόγοι BDP τό] ὁ in ras. P2 12 ἀποδεδόσθαι scripsi : ἀποδίδοσθαι iibri καὶ aA: om. BDP πρὸς τό (τὸ om. D: ex τῷ corr. P2) αὐτῶ (αὐτὸ AD) τῶ ὁριστῶ (ὁρισμῶ Α) ABDP: τῷ αὐτῷ πρὸς τὸν ὁρισμόν a 13 συγκεχωρῆσθαι BD ταὐτὸν τῶι ὀνόματι P θείη Β 14 παραδείγματα P οἷον — 23 aN 15 ἡμεροφανὲς Arist. cf. p. 93,8 εἴρηκεν — εἶπεν N 16 τὸ N: τόν a 21 τόν ἥλιον delcvi 24 τὸ ἀντιδιῃρημένον ἀντι om. D) τῶ ἀντιδιῃρημένῳ AD(P) 25 τρόπον in τόπον mutavit D ἀποδίδωσι AD)

443
εἴ τις τὸ ἀντιδιῃρημένον ὁρίζοιτο διὰ τοῦ ἀντιδιῃρημέρνου· ἅμα γὰρ τῇ φύσει τὰ ἀντιδιῃρημένα ἀλλήλοις.

[*](p. 142 b 11)

Ὁμοίως δὲ καὶ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται.

Ἔοικε τοῦτον τὸν τόπον προστιθέναι δεικτικὸν τοῦ μὴ ἐκ προτέρων, ὧν προεῖπε τριῶν <ὅντα>· οὔτε γὰρ ἀντικείμενον οὔτε ταὐτὸν οὔτε ἀντιδιῃρημένον τὸ καθόλου τῷ ὑπ’ αὐτό. ἔστι δὲ ὃ δείκνυσιν, ὅτι μὴ διὰ προτέρων τὸ κοινόν τι ὁριζόμενον διά τι|νος τῶν ὑπὸ τὸ κοινόν· [*](217) τοῦτο γάρ ἐστι τὸ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται. καὶ εἴη ἄν φανερώτατος τοῦ μὴ ἐκ προτέρων τρόπος, εἰ εἴη τις τὸ προκείμενον ὁριζόμενος οὕτως, εἴ γε τὸ ὑποκάτω ὕστερόν ἐστιν οὗ ἐστιν ὑποκάτω. ἔτι δὲ ἀνάγκη τὸν τῷ ὑποκάτω χρώμενον καὶ αὐτῷ χρῆσθαι· ἦν δὲ δεύτερος τρόπος οὗτος εἰρημένος ὑπ’ αὐτοῦ, δεικτικὸς ὢν ὅτι μὴ διὰ προτέρων ὁ δι’ αὐτοῦ. εἰς ὃν ἔοικεν ἀνάγειν καὶ τὸν διὰ τῶν ὑποκάτω ὁριζόμενον τὸ ἐπάνω· διὸ καὶ τρεῖς εἶπεν εἶναι τρόπους ἀλλ’ οὐ τέσσαρας· τρόπος γάρ τις οὗτος τοῦ δι’ αὐτοῦ.

[*](p. 142 b 22)

Δεύτερος δέ, εἰ ἐν γένει τοῦ πράγαματος ὄντος μὴ κεῖται ὲν γένει.

Παραδοὺς ὡς ἕνα τόπον δεικτικὸν τοὐ μὴ ὡρίσθαι τὸν δεικνύντα ὅτι μὴ διὰ προτέρων καὶ γνωριμωτέρων, δεύτερον τόπον τοῦτον παραδίδωσι δεικτικὸν τοῦ μὴ ὡρίσθαι τι γένος ἔχον, εἰ μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τὸ γένος [*](1 εἴ—ἀντιδιῃρημένου aB: om. ADP 3 δὲ ABP Arist.: om. aD τὸ—ὥρισται om. a ὡρίσατο P 4 τρόπον Β προσθεῖναι a τοῦ om. P 5 ὧν προεῖπε τριῶν ἕτερον a: προειπὼν τρεῖς γ Α: τρίτον D) εἶναι (om. D) ABDP ὄντα addidi οὔτε γὰρ—8ὥρισται] οὔτε γὰρ ἐξ ἀντικειμένων οὔτε ταὐτῶν τῷ ὁριζομένῳ. οὔτε ἐξ ἀντιδιῃρημένων τῶν ὑπὸ τὸ καθόλου. δείκνυσιν οὑν ὅτι τὸν μὴ διὰ προτέρων ὁριζόμενόν τι ἀλλὰ διά τινος—ὥρισται, μὴ ὅρον ἀποδιδόναι τοῦ προκειμένου a τῶ αὐτῶ Β: τὸ αὐτὸ P 6 τῶ καθόλου P: τῶ καθόλου τὸ καθόλου Α τῶ D: τὸ ABP 7 τι scripsi: τινά ABD: τινὸς P 9 φανερώτερος Α τοῦ οὐ Α) μὴ ἐκ προτέρων ABDP: οὗτος ὁ τόπος τῶν μὴ ἐκ προτέρων ὁριζομένων a τρόπος scripsi cf. vv. 12. 14: τόπος BDP: τόπου Α: om. a τις a: om. ABDP 10 εἶ γε] ἐπεὶ a ἐστιν prius om. D ὧ Α: οἷόν P 11 ἔτι Arist.: ἔστι libri ἀναγκαῖον a post ὑποκάτω add. κειμένω Β καὶ om. Β 12 τρόπος οὗτος scripsi: cf. p. 441,4.5, 442,25: τόπος οὗτος AD: inv. ord. Β: οὗτος P: τόπος a ὑπὸ τοῦ δεικτικοῦ ὅ ἐστι ΄ ‘P2) μὴ P 13 δι᾿ αὐτοῦ δι᾿ αὖ in ras. P) ABDP: διὰ τοῦ αὐτοῦ a τὸν DP: τὸ ΑΒ: τοῦτον τὸν a τῶν] τοῦ a 14 τὸ ἄνω ὁριζόμενον a καὶ a: om. APDP τρόπους scripsi cf. vs. 12: τόπους ABDP: τόπους τοὺς μὴ διὰ τῶν προτέρων a 15 τρόποςαὐτοῦ] τοῦτον οὖν μάλιστα τρόπον εἴποι τὶς ἄν τοῦ διὰ τοῦ αὐτοῦ ἁ οὐκ ἴδιον. εἰ δ’ οὖν τέσσαρες ἄν εἶναι οὖν, τέσσαρες ἂν εἶεν Waitz Org. II p. X) μάλιστα καὶ οὐ τρεῖς a 16 δεύτερος Α Arist.: δεύτερον aBDP(P) δὲ aABP(CPcuf): om. D Arist. τοῦ πράγματος post ὄντος transposuit Β: om. a μὴ κτλ. om. a 18 παραδοὺς scripsi: ἀποδοὺς aABP: ἀποδιδοὺς D cf. p. 400,11, 442,25 n. τόπον δεικτικὸν] τοὺς τρεῖς δεικτικὸν ὄντα a ὅτι delebat Waitz 1. c. 19 post διὰ add. τῶν Β τόπον superscr. D τοῦτον a: om. ABDP 20 post τι add. τὸ aABP: om. D εἰ superscr. P2 παραλάβη AD)

444
αὐτοῦ. ἀσαφῶς δὲ προσέθηκε τὸ εἰ ἐν γένει τοῦ πράγματος ὄντος, ὀφείλων εἰπεῖν ‘εἰ τὸ πρᾶγμά ἐστιν ὑπὸ γένος᾿· ἔστι γάρ τινα ὧν οὐκ ἔστι γένη ὡς τὰ γενικώτατα. δεῖ οὖν τὸ γένος, ἐπεὶ τὸ τί ἐστι σημαίνει, πρῶτον ὑποτίθεσθαι τῶν ἐν τῷ ὁρισμῷ· διὰ μὲν γὰρ τοῦ γένους προϋποτυπούμεθα τὴν φύσιν, διὰ δὲ τῆς διαφορᾶς οἷον προσεκπληροῦμεν καὶ ἀναγράφομεν· πρότερον γὰρ δεῖ λέγειν τί ἐστι, εἶθ’ οὕτως ὁποῖόν τί ἐστιν· ἐξ ἀμφοῖν γὰρ ἑκάστῳ τὸ τί ἦν εἶναι. ὑποτίθεται δὲ εἶπεν, ὅτι μὴ κατὰ ἀπόδειξιν λαμβάνεται. ἔστι δὲ ἡ μὲν ὑπόθεσις ἀντιδιῃρημένη τῷ ὁρισμῷ, ἡ δὲ θέσις κοινὸν κατ’ αὐτῶν.

[*](p. 142 b30)

Ἔτι εἰ πρὸς πλείω λεγομένου τοῦ ὁριζομένου μὴ πρὸς πάντα ἀποδέδωκεν.

Ἐπεὶ τὰ μὲν πρὸς ἕν τι λέγεται ἑνὸς ὄντα ἀεὶ ποιητικὰ ἢ δυνάμεις ἡ ἕξεις ἢ σχέσεις, τὰ δὲ πρὸς πλείω, οἷον τὸ μὲν διπλάσιον πρὸς ἓν λέγεται, τὸ ἥμισυ τούτου γὰρ μόνου ἐστίν), ἡ δὲ γραμματικὴ τῶν πρὸς πλείω λεγομένων ἐστί καὶ γὰρ τοῦ γράφειν ἐστὶ καὶ τοὐ ἀναγινώσκειν, καὶ οὐδὲν μᾶλλον τοῦδε ἢ τοῦδε), εἰ δή τις ὁριζόμενός τι πρὸς πλείω λεγόμενον μὴ πρὸς πάντα ἀποδοίη αὐτό, οὐχ ὥρισται. ἂν δέ τι πρὸς πλείονα μὲν λέγηται, μὴ ὁμοίως δὲ πρὸς πάντα μηδὲ καθ’ αὑτό, ἀλλὰ πρὸς μέν τι καθ’ αὑτὸ πρὸς δέ τι κτὰ συμβεβηκός, οὐκέτι φησὶ μᾶλλον ὡρίσθαι ἐπὶ τούτων τὸν πρὸς ἄμφω ἀποδιδόντα τὸν ὁρισμὸν τοῦ πρὸς τὸ καθ’ αὑτό, ἀλλά καὶ ἧττον. πολλάκις γὰρ καὶ ἀλλότριόν ἐστι τοῦ προκειμένου τοῦτο πρὸς ὃ λέγεται κατὰ συμβεβηκός· οὐ γὰρ ἐν τῇ οὐσίᾳ ἑκάστου τὸ κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ· δεῖ δὲ τὴν οὐσίαν σημαίνειν τοῦ ὑποκειμένου τὸν ὁρισμόν. ὅταν μέντοι ὁμοίως ἔχῃ τὸ εἶναι καὶ καθ’ αὑτὸ [καὶ] πρὸς πλείω, οὐχ ὁρίζεται ὁ πρὸς τινὰ ἀποδιδοὺς καὶ μὴ πρὸς πάντα, ἐπειδὴ [*](1 εἴρηκε a 2 ὀφείλων—γένος a et mrg. Β: om. ADP ἔστι] εἰσὶ P 3 γένη AD: γένος aBP cf. p. 421,13 n. τὸ alterum om. Β 4 πρώτως Α ὑποθέσθαι a τῶν aAD Arist.: τοῦ Β: τὰ P τῷ] αὐτῷ B 5 προϋποτυποῦμεν aP οἶον om. P προεκπληροῦμεν P1, σ add. P2 6 πρῶτον aB εἶθ’ Β: καὶ aADP 7 ἢν om. B εἰπεῖν BP 8 μετὰ Β ἀπόδειξιν a: ἀποδείξεως ABDP ἔστι δὲ om. P post τῷ add. ἐν τῶ A 9 ἡ θέσις δὲ P κατὰ ταὐτόν Β: καθ’ αὑτό corr. ex καθ’ αὑτῶν P2 10 λεγομένου κτλ. om. a λεγόμενα AD 11 ἀπέδωκεν P(u) 12 ἀεὶ BP: ὡς ἡ a: om. AD ποιητικὴ a 12. 13 ἡ δυνάμεις ἢ ἔξεις ἢ σχέσεις scripsi: ἡ (om. a) δύναμις, ἡ ἕξις (inv. ord. B), ἡ σχέσις libri 13 πρός prius a: om. ABDP 14 γὰρ] δὲ D γὰρ ἥμισυ τούτου libri: γὰρ transposui μονάς aB τῶν om. Β πρὸς a: om. ABDP 15 λεγομένη Β ἐστί a: om. ABDP post ἐστὶ add. καὶ τοῦ λέγειν a 16 δή scripsi: δὲ ABDP: om. a τι om. D 17 post ἀποδοίη add. ἢ Β ἂν—18 πάντα om. Β τις D λέγεται A 18 ὁμοίως AD: κυρίως aP ἅπαντα aA μέντοι ΑΒ 19 οὐκ ἔστι Β ὥρισται Β τοῦτον P 20 τὸν prius om. Α πρὸς prius om. P ἀποδιδόντων A τὸ] ὃ Β 21 τοῦ προκειμένου om. Β τοῦτο DP: τοῦ aA: τὸ Β 23 ὑπάρχον B: ὑπάρχει aAP: compend. D τοῦ ὑποκειμένου σημαίνειν a cf. p. 440,13 24 ὅταν—25 πρὸς πάντα, quae post 17 ὥρισται collocant libri, huc reposui ὁμοίως D: ὁμοίως πλείω ABP: πρὸς πλείω ὁμοίως a καὶ alterum delevi 25 πλείω P: πάντα aABD οὐχ om. BP post ὁ add. τόπος Β τι a ἐπειδὴ—οὐδαμῶς (p. 445,4) om. D ἐπεὶ B)

445
πλείους οὐκ ἐνδέχεται τοῦ αὐτοῦ ὁρισμοὺς εἶναι· μία γὰρ ἡ οὐσία ἑκάστου, ἧς ὁ ὅρος ἐστὶ δηλωτικός. ἐπ’ ἐνίων μὲν οὖν κατ’ ἀλήθειαν ἔχει τὸ πρὸς πάντα ἀποδίδοσθαι τὸν ὅρον πρὸς ἃ λέγεται τὸ ὁριστόν, ἐπ’ ἐνίων δὲ οὐδαμῶς.

[*](p. 143a9)

Ἔτι εἰ μὴ πρὸς τὸ βέλτιον ἀλλὰ πρὸς τὸ χεῖρον αποΟεοωκεν.

Εἰ πρὸς πλείω λέγεται, ὧν τὸ μὲν βέλτιόν ἐστι τὸ δὲ χεῖρον, καὶ μὴ πρὸς τὸ βέλτιον αὐτοῦ τὴν ἀπόδοσιν ποιήσεται ὧν δύναται ἀλλὰ πρὸς 35 τὸ χεῖρον, οὐχ ὡρίσατο· πᾶσα γὰρ ἐπιστήμη καὶ δύναμις τοῦ βελτίστου ἐστί, καὶ τὸ εἶναι αὐτῇ ἐν τούτῳ.

[*](p. 143a12)

Πἀλιν εἰ μὴ κεῖται.

Ἔτι εἰ μὴ κεῖται ἐν τῷ οἰκείῳ γένει τὸ λεχθὲν ἀλλ’ἐν ἄλλῳ· οὐ γὰρ ὁρίζεται τὴν ἀρετὴν ὁ γένος αὐτῆς οὐσίαν ἀποδιδοὺς ἐν τῷ λόγῳ. πῶς δὲ δυνησόμεθα γνωρίζειν εἰ τὸ ἀποδοθὲν γένος ἐν τῷ λόγῳ οἰκεῖον, ἀναπέμπει ἡμᾶς εἰς τοὺς τόπους τοὺς πρὸς τὸ γένος ἀποδεδομένους· ἐν ἐκείνοις γὰρ περὶ τούτου ἐπραγματεύσατο· ἤδη δὲ τοῦτο καὶ κατ᾿ ἀρχὰς εἶπε τοῦδε τοῦ βιβλίου. στοιχεῖα δὲ τοὺς τόπους εἶπεν, ἐπειδὴ οὗτοι στοιχεῖα καὶ ἀρχαὶ καὶ ἀφορμαὶ τῶν ἐπιχειρημάτων καθ᾿ ἕκαστον γένος προβλημάτων εἰσίν.

Εἰπὼν δὲ μὴ ὁρίζεσθαι τοὺς μὴ ἐν τῷ οἰκείῳ γένει τὸ προκείμενον τιθέντας, οὔ φησιν ὁρί́,εσθαι οὐδὲ τοὺς ἐν τῷ μὴ προσεχεῖ γένει τιθεμένους τὸ ὁριστὸν ἀλλ’ ὑπερβαίνοντας καὶ τὸ κοινότερον λαμβάνοντας· τὸ γὰρ ὑπερβαίνειν αὐτὸς εἶπεν εἶναι τὸ μὴ ἐν τῷ ἐγγυτάτῳ γένει θεῖναι. κατὰ τί δὲ ἁμαρτάνουσιν οἱ οὕτως ποιοῦντες, καὶ Trioc μὲν γινόμενον ἁμάρτημά ἐστι, πῶς δὲ οὔ, λέγει. ὁ γὰρ τὸ προσεχὲς τοῦ προκειμένου γένος ἀποδιδοὺς ἔχει καὶ τὰ ὑπὲρ αὐτό, εἴ γε τὰ ἄνω ἐν τοῖς ὑπ’ αὐτά· [*](1 πλειοὐσίαν (sic) P (’ίαν add. P3) ὅρους P εἶναι aA Arist.: om. BP μιᾶς γὰρ οὐίας P post μία add. μὲν a 2 ἧς] εἷς P ὁ ΑΒ: om. aP 2. 3 κατ’ ἀλήθειαν ἔχει AP et omis.so ἔχει Β: φησὶν ἀληθὲς εἶνι a 3 τὸ prius om. Β 4 ἐπ’ ἐνίων δὲ οὐδαμῶς a: ἰστέον δὲ (δὲ om. BP) ὅτι ἡ ῥηθεῖσα τεχνολογία τοῦ t^ ἦν τόπου (τόπου ἐστίν P) ABP 5 lemma om. a μὴ-7 εἰ P: om. ABl) 7 post εἰ add. γὰρ a λέγοιτο B βελτίω ἐστὶ τὰ δὲ χείρω P καὶ ABDP: ὁ a 8 post αὐτοῦ add. μόνον a τὴν ἀπόδοσιν ποιήσεται (ποιήσηται P) ABDP: τὴν ἀπόδοσιν ποιησάμενος, sed post 9 χεῖρον, a ὧν δύναται om. a post ἀλλὰ add. καὶ a 9 τὰ χείρω P 9.10 τοῦ βε corr. ex προσ B c0 αὐτῆ D: αὐτὴν BP: αὐτοῖς aΑ 11 lemma a: om. ABDP 12 ἔτι—λεχθέν lemmatis loco ABDP δειχθὲν Α 13 οὗ(??) ὁ(ρίζεται) in ras. P2 14 λογικῶ Α 15 ἀναπέμπῃ a εἰς aBP: πρὸς D: τὸ Α 16 ἐν — ἐπραγματεύσατο aB: περὶ τούτων γὰρ ἐν ἐκείνοις λέλεκται ADP κατ’ ἀρχὰς] p. 139 a 28t 17 εἶπε post βιβλίου transposuit P τοῦδε aB: om. ADP στοιχεῖον Α ἐπεὶ D 18 καὶ ἀργαὶ om. D 18. 19 ἑκάστην τῶν προβλημάτων γένος Α 19 προβλημάτων] καὶ προβλἡματα P ἐστίν AD 20 δὲ om. P μὴ altenun om. B 21 θέντας ABP οὐδέ τοὺς] τούτους B τῷ a: om. ABDP συνεχεῖ D 22 ὑπερβάντας Β 23 ὑπεραίνειν Β1, corr. Β2 εἶναι om. B ἐν τῷ om. B: ἐν om. P 24 γενόμενον ABP 26 γένους AD ἀποδοὺς P τὸ (post καὶ) B)

446
ὁ γὰρ ἀρετὴν | εἰπὼν καὶ ἕξιν εἴρηκεν· ὁ δὲ τὸ ἐπάνω λαβὼν οὐκέτι [*](218) ἐν τούτῳ λέγει καὶ τὸ ὑποκάτω, ὥστε παραλείποι ἄν τι τῶν ἐν τῇ οὐσίᾳ ὄντων καὶ τὸ εἶναι συμπληρούντων· ὁ δὲ τοΰτων τι παραλείπων οὐχ ὁρίζεται τὸ προκείμενον. διό φησι δεῖν τὸν ὁριζόμενον ἢ τὸ προσεχὲς γένος τῷ ὁριστῷ λαμβάνειν ἢ ὑπερβαίνοντα λαμβάνειν τοῦ ἐπάνω καὶ τὰς διαφοράς, αἷς χωρίζεται τὸ προσεχῶς κείμενον γένος τῶν ἀντιδιῃρημένων αὐτῷ ἐκ τοῦ εἰλημμένου γένους· οὕτω γὰρ οὐδὲν οὐκέτι ἔσται ὑπερβαίνων τε καὶ παραλείπων ἀλλ’ ἀντὶ τοῦ ὀνόματος τοῦ προσεχοῦς γένους τὸν ὁρισμὸν αὐτοῦ λαμβάνων. εἰ μὲν οὖν οὕτως ἀποδοίη τις, οὐχ ἁμαρτάνει. εἰ δὲ θεὶς τὸ ὑπερκείμενον γένος μηκέτι προσθείη τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ τοῦ γένους τοῦ προσεχοῦς τῷ προκειμένῳ, ἀλλὰ μόνας λαμβάνοι τὰς διαφορὰς αἷς τὸ προκείμενον ἀπὸ τοῦ προσεχοῦς γένους χωρίζεται. τῷ παραλιπεῖν τὸ οἰκεῖον τοῦ προκειμένου γένος οὐχ ὁρίζεται· οὐ γὰρ ὁρίζεται ὁ τὸν ἄνθρωπον λέγων οὐσίαν ἔμψυχον πεζὴν δίπουν, οὐδὲ ὁ λέγων τὸ λευκὸν ποιότητα διακριτικὴν ὄψεως. προσέθηκε δὲ τὸ ἔστι δὲ τοῦτο ταὐτὸν τῷ μὴ εἰς τὸ ἐγγυτάτω γένος θεῖναι, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου ὡς κειμένου ἐν τοῖς τόποις τοῖς πρὸς τὰ ἀπὸ τῶν γενῶν προβλήματα.

[*](p. 143 a 29)

Πάλιν ἐπὶ τῶν διαφορῶν.

Νῦν δείκνυσι καὶ τὰς παρὰ τὰς διαφορὰς ἁμαρτίας τῶν ὅρων. καὶ πρῶτον μέν φησι δεῖν ὁρᾶν εἰ ὁ ὁριζόμενος τὰς οἰκείας τοῦ γένους, ἐν ᾧ ἐστι τὸ ὁριστόν, διαφορὰς λαμβάνει· εἰ γὰρ μὴ τοῦτο ποιεῖ, οὐχ ὁρίζεται τὸ προκείμενον. ἢ εἰ τοιαύτη εἴη ἡ ὡς διαφορὰ λαμβανομένη ἣν μὴ ἐνδέχεται διαφορὰν εἶναι, οἷον τὸ ζῷον. ἢ εἰ μή ἐστί τι ἀντιδιῃρημένον τῇ εἰρημένῃ διαφορᾷ· εἰ γὰρ μή ἐστιν, οὐκ ἂν εἴη ἡ εἰρημένη τοῦ γένους διαφορὰ ᾧ συνείληπται· πᾶν γὰρ γένος ταῖς ἀντιδιῃρημέναις διαφοραῖς διαιρεῖται. ἢ εἰ ἔστι x003E; ἀντιδιῃρημένη διαφορά, μὴ ὑπὸ γένος δὲ τὸ ἀποδεδομένον μηδὲ τοῦτο διαιροῦσα· δῆλον γὰρ ὅτι [*](1 οὐκέτι] οὐκ ἔχων B 2 λέγειν Β ὥστε om. 15 παραλείποι BD: παραλίποι aAP 3 παραλιπὼν aP 4 τό προκείμενον om. P δεῖ Β 5 ὑπερβαίνειν BP τοῦ ἐπάνω scripsi: τῶν ἐπάνω aAD et ante λαμβάνειν BP 6 καὶ om. AD διαιρεῖται a τῶ—κειμένω γένει Β post γένος add. ἐκ a 6. 7 ἀντιδιαιρουμένων A 7 αὐτῶν Β 8.9 ὑπερβαῖνον—παραλεῖπον—λαμβάνον D 9 οὖν om. BP 10 ἁμαρτήσεται Β ὑπκείμενον D 11 τὰς] τῶν D τοῦ προκειμένου Β: τῶ ὑποκειμένω D 12 μόνον Β λαμβάνοι scripsi: λαρβάνει aADP: λαμβάνειν, sed post διαφοράς, Β τὰς D: om. aABP 13 κεχώρισται a γένος D: γένους aABP post ὁρίζεται add. τὸ προκείμενον a 14 οὐ γὰρ ὁρίζεται om. Α ὁ a: ante λέγων collocant ABD: om. P ante οὐσίαν add. τὴν A πεζὴν scripsi: πεζὸν aABD et post δίπουν P 1.0 λέγων τὸ a: om. ABDP 16 τῷ in ras. p2 ἀναμιμνήσκων P: ὑπομνήσκων a 17 ὡς ABDP: τοῦ a κειμένου post 18 προβλήματα collocat a 17. 18 κατὰ τ. γ. προβλημάτων Β 19 lemma a: om. ABBP 21 ὁ B: om. aADP ὁριζομένας P post ὁριζόμενος add. τις a 22 λειμβάνοι (sic) a εἰ] ὅτι Β ὁρίζει Β 27 ἔστι μὲν ex Arist. scripsi cf. p. 447,13: ἔστιν libri 28 ὑπὸ γένος δὲ AD: ὑπὸ τὸ γένος BP: ὑπάρχει δὲ ὑπὸ τὸ γένος a γὰρ om. a)

447
οὐδετέρα ἄν εἴη τοῦ γένους διαφορά. ἢ εἰ ἔχει μὲν τὸ κείμενον ὡς διαφορὰ ἀντιδιῃρημένον τι καὶ εἴη ἄμφω ἀληθευόμενα κατὰ τοῦ γένους καὶ ὄντα ἐν αὐτῷ, τοιαύτη μέντοι εἴη ὡς συντιθεμένη τῷ γένει μὴ ποιεῖν εἰδος· δῆλον γὰρ ὅτι οὐκ εἰσὶν εἰδοποιοὶ διαφοραί. τὸ δὲ ἀληθεύονται κατὰ τοῦ οἰκείου γένους εἶπεν, ὅτι ἐν αὐτῷ εἰσι καὶ κατηγοροῦνται ἅμα λαμβανόμεναι· τὸ γὰρ ζῷον ἡ λογικὸν ἢ ἄλογον. ἢ ἀληθεύεσθαι κατὰ τοῦ γένους τὴν διαφορὰν εἶπεν, ὅτι κατά τινος αὐτοῦ κατηγορεῖται.

[*](p. 143 a 34)

Ὁρᾶν δὲ καὶ εἰ ἔστιν ἀντιδιῃρημένον τι τῇ εἰρημένῃ σιαφορᾳ.

οὕτως ὁ λέγων τὴν ψυχὴν κίνησιν οὐσιώδη ἐλέγχοιτο ἄν· οὐ γάρ ἐστιν ἀντιδιῃρημένη διαφορὰ τὸ οὐσιῶδες, καθ’ ἣν αὐτὴ ἡ κίνησις διαιρεῖται.

Ἥ εἰ ἔστι μὲν ἀντιδιῃρημένη διαφορά, μὴ ἀληθεύεται δέ. οἷον εἰ τὸν ἄνθρωπόν τις ὁρίσαιτο ζῷον συνεχές· ἔστι μὲν γὰρ τῷ συνεχεῖ τὸ διωρισμένον ἀντιδιῃρημένον, οὐδέτερον δὲ αὐτῶν ζῴου διαφορά.

Ὁμοίως δὲ καὶ εἰ ἀληθεύεται μέν, μὴ ποιεῖ δὲ προστιθεμένη τῷ γένει εἰδος. οἷον εἰ τὸν ἄνθρωπόν τις ὁρίσαιτο ζῷον γρυπόν· ἐπεὶ γὰρ ἀντιδιαιρεῖται τὸ γρυπὸν τῷ σιμῷ, ὃ συντιθέμενον τῷ ζῴῳ εἶδος οὐ ποιεῖ, οὐκ ἂν τὸ γρυπὸν εἴη εἰδοποιὸς διαφορὰ τοῦ ζῴου.

[*](p. 143 b 11)

Ἔτι ἐὰν ἀποφάσει.

Οὐδὲ τοὺς ἀποφάσει διαιροῦντας τὸ γένος, τουτέστι τοὺς ἐν τῷ ὁρισμῷ ἀπόφασιν ὡς διαφορὰν τοῦ προκειμένου γένους λαμβάνοντας, ·ὁρίζεσθαί τῇσιν, ὡς τοὺς τῆς γραμμῆς ὅρον ἀποδιδόντας μῆκος ἀπλατές· τὸ γὰρ ἀπλατὲς ὡς ἴσον δυνάμενον ἀποφάσει τῇ ‘οὐκ ἔχον πλάτος᾿ λαμβάνουσιν οἱ [*](1 οὐδετέρα Arist.: οὐδ’ a: οὐδενὸς ABD: οὐδὲ γένος P εἰ om. D διαφορὰ D, corr. P: διαφορὰν aB, Ppr.: compend. Α 2 καὶ εἴη scripsi cf. vs. 3: ἢ καὶ ADP: καὶ Β: ἡ καὶ κατ’ a ἀληθευόμενον aAD κατὰ τὸ γένος καὶ ὃν τὶ ἐν a 3 τοιαύτην. Β εἴη a: ἦ ABP: ἢ D μὴ om. A: superscr. P2 4 γὰρ om. aP τὸ om. P δὲ ἀληθεύονται scripsi: inv. ord. ABDP: δὲ ἀληθεύονται δὲ a 5 ἐστι D 6 ἅμα λαμβανόμεναι om. Β 8 τῆ διηρημένη P 8. 9 τῆ διαφορᾶ τῆ εἰρημένη D 10 ἄν a: om. ABDP οὐ γὰρ — 11 οὐσιῶδες] τὸ δὲ οὐσιῶδες οὐκ ἔστιν ἀντιδεῃρημένη διαφορά a 11 αὐτὴ D: αὕτη a ABP 12 post διαιρεῖται add. ἐλέγχοιτο ἂν ὡς μὴ ἀποδιδοὺς τὴν οἰκείαν διαφοράν a —15 post 19 transposuerunt ABDP εἰ om. AD μὲν ἀντιδιῃρημένη] τοῦ ἀνθρώπου διηρημένη P post μὲν add. ἄλλη Β διαφορά—δέ om. a post δὲ add. τοῦ ἀνθρώπου Β 15 ἀντιδιῃρημένον τὸ διωρισμένον a τούτων D: αὐτοῦ P 16 ὁμοίως—μέν om. a 16. 17 προστιθέμενον Δ 17 τις ὁρίσαιτο BDP: ὁρίζοιτό τις aA ante ζῷον add. τι D ζῷον om. a 18. 19 ἀντιδιαιρεῖται μὲν γὰρ τὸ γρυπὸν τῷ σιμῷ· ἀλλὰ τὸ γρυπὸν συντιθέμενον τῷ ζῴῳ εἶδος οὐ ποιεῖ a 18 ἀντιδιήρηται Β τὸ σιμὸν τῶ γρυπῷ B: τῶ γρυπῷ τὸ σιμὸν P ὃ Α: ἃ BDP συντιθέμενα BD 20 lemma a: om. ABDP 22 ὑποκειμένου P 23 ὅρους P 24 δυνάμενοι a ἀποφάσει aB: ἁπάσῃ ADP ἔχον a: ἐχούσῃ ABDP)

448
κατὰ τοὺς οὕτω διαιροῦντας τὸ γένος μετέχειν τοῦ εἴδους, τουτέστιν ἐπιδέχεσθαι τὸν τοῦ εἴδους ὁρισμὸν τὸ γένος, ὅπερ ἄτοπον· οὔτε γὰρ τὸ εἶδος οὔτε ἡ διαφορὰ τοῦ γένους κατηγορεῖται, ἀλλ’ ἔμπαλιν τὸ γένος τούτων· ταῦτα γὰρ ἐπ’ ἔλαττον. δείκνυσι δὲ πῶς τὸ γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. ἐπεὶ γὰρ ἐπὶ πάντων ἢ ἡ κατάφασις ἡ ἡ ἀπόφασις ἀληθεύει, καὶ ἐπὶ τοῦ ἀντιφάσει διῃρημένου γένους δεήσει ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν· ἐπεὶ δὴ κατὰ τοῦ μήκους, ὅπερ γένος ἔλαβε τῆς γραμμῆς, ἢ τὸ πλάτος ἔχειν ἢ τὸ μὴ ἔχειν ἀληθεύεται, κατὰ τοῦ μήκους ἐπεὶ ἀληθεύεται καὶ τὸ μῆκος, ἀληθὲς ἔσται κατὰ τοῦ μήκους τὸ μῆκος μὴ ἔχον πλάτος· ἀλλὰ μὴν τοῦτο ὅρος ἐστὶ τῆς γραμμῆς, ὃ εἶδός ἐστι τοῦ μήκους· τὸ ἄρα γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. | οὐ μόνον δὲ τὸ γένος τοῦ [*](219) εἴδους μεθέξει κατὰ τὴν εἰρημένην διαίρεσιν ἀλλὰ καὶ τῆς διαφορᾶς· τοῦτο δὲ ἄτοπον. εἰ γὰρ διαφορὰ μὲν τοὐ μήκους τὸ ἔχον πλάτος καὶ οὐκ ἔχον πλάτος, τούτων δὲ ἐξ ἀνάγκης τὸ ἕτερον ἀληθὲς κατὰ τοῦ μήκους ἀντίφασις γάρ), ἔσται ἡ ἑτέρα τῶν τοῦ μήκους διαφορῶν ἀληθεύουσα κατὰ τοῦ διῃρημένου ὑπ’ αὐτῆς γένους· τοῦτο δὲ ἦν τὸ μῆκος.

Ἔστι δὲ ὁ τόπος οὗτος τὸ. ὅλον σοφιστικός· οὐ γὰρ αἱ ἀντιδιῃρημέναι τοῦ μήκους διαφοραί, τό τε ἀπλατὲς καὶ τὸ πλάτος ἔχον, τοῦ γένους, ἤγουν τοῦ μήκους, κατηγοροῦνται· τότε γὰρ ἄν κατηγοροῦντο, εἴπερ ἦσαν συστατικαὶ τοῦ μήκους καὶ οὐ διαιρετικαὶ καὶ περιέπιπτον τῇ ἀντιφάσει οὕτω λεγόμεναι. καὶ δῆλον ἐκ τοῦ τὸ λογικὸν καὶ ἄλογον ἀντιδιῃρημένα μὲν εἶναι διαφορὰς τοῦ ζῴου, κατὰ τού ζῴου δὲ οὐ λέγεσθαι, ἀλλὰ σὺν τῷ ζῴῳ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τῶν ἀλόγων ζῴων. οὕτω δὴ κἀπὶ τοῦ παρόντος ἔχον ἐστί· διαιρεῖται μὲν γὰρ τὸ μῆκος εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές· ἀλλ’ ἑκάτερον τούτων μετὰ τοῦ μήκους, οὐ κατὰ τοῦ μήκους λέγεται, ἀλλὰ τὸ μὲν ἀπλατὲς προσλαβὸν τὸ μῆκος ὡς γένος κατὰ τῆς γραμμῆς, τὸ δὲ πλάτος ἔχον πάλιν μετὰ τοῦ μήκους κατὰ τῆς ἐπιφανείας.

[*](2 τοῦ εἴδους μετέχειν τὸ γένος aA 4 εἶδος corr. e γένος Β 5 ταῦτα γὰρ ἐπ ἔλαττον BP: ταῦτα γὰρ ἕπεται AD: τούτοις γὰρ οὖσιν ἐπ’ ἔλαττον ἕπεται a post πῶς add. κατὰ τοὺς οὕτω ποιοῦντας a 5. 6 ἀναδέξεται τὸν τοῦ εἴδους λόγον a: τὸν τοῦ εἴδους λόγον ἀναδέχεται Β 6 ἢ prius om. P ἡ utrumque om. ABD κατάφασις] φάσις P 7 ἀληθεύει a: om. ABDP ἀντιδιῃρημένου Β δεήσει om. P 8 ἢ prius om. Β τὴν εἰρημένην ἀπόφασιν BP: τὴν ἀπόφασιν τὴν εἰρημένην A ἐπειδὴ ABP: ἐπειδὴ γὰρ D: ἐπειδὴ οὖν a 9 post ὅπερ add. ὡς a 10 ἐπεὶ δ᾿ add. Β) ἀληθεύεται BP: ἀληθεύεται, sed ante κατὰ, Α: ἀληθεύεται δὲ καὶ ibidem a: ἐπεὶ — 11 μήκους om. D καὶ τὸ μῆκος scripsi: κατὰ τοῦ μήκους Β: κατὰ τοῦτο μῆκος P: καὶ—μήκους om. aA 11 ἀληθὲς ἔσται B: om. P τοῦ P: om. B 12 οὗτος Β ἐστὶ om. B ὃ ABDP: ἣ a τοῦ εἴδους τὸ γένος aA 14 μεθέξειν Α τὴν διηρημένην P 14. 15 τοῦτο δὲ aAP: καὶ τοῦτο δὲ Β et omisso δὲ D 15 et 10 ἔχειν a 15 πλάτος ἔχον Β 17 διαφορὰ Α ἀληθεύουσα D: ἀληθεύσει aA: ἀληθὴς B: ἀληθοῦς P 18 ὐπ’ αὐτῆς ADP: ὑπ᾿ αὐτοῦ B: ὑπὸ τοῦ a 19 — 30 aN τοῦ τὸ a: τοῦν N δὴ Ν: δὲ a 26 διερεῖται a)
449

Δείξας διὰ τούτων τὰ δοκοῦντα ἕπεσθαι ἄτοπα τοῖς ἀποφάσει τὸ γένος διαιροῦσι, μετὰ ταῦτα ἐπὶ τίνων δύναται λέγεσθαι τὰ εἰρημένα, λέγει, καὶ εἰς ἃ χρήσιμος ὁ εἰρημένος τόπος. ἐπεὶ γὰρ τὸ γένος κατὰ πολλῶν κατηγορεῖται καὶ ἔστιν ὄνομα καθόλου καὶ οὐκ ἄτομον, ἡ δ’ ἀντίφασις ἐπὶ τῶν καθόλου ὀνομάτων μετὰ διορισμοῦ γινομένη, πᾶν ζῷον λογικὸν καὶ οὐ πᾶν ζῷον λογικόν, πᾶσα γραμμὴ πλάτος ἔχει καὶ οὐ πᾶσα γραμμὴ πλάτος ἔχει, καὶ ἔστιν ἐπὶ τῶν γενῶν ἡ ἀπόφασις τῆς λαμβανομένης διαφορᾶς ἀληθὴς μετὰ διορισμοῦ τοῦ οὕτως ἔχοντος, οὐδὲν ἄτοπον ἀπαντᾷ· οὐ γὰρ ἀντίφασις ‘πᾶν μῆκος ἀπλατές᾿ καὶ ‘πᾶν μῆκος πλάτος ἔχει᾿· διὸ οὐδ’ ἀνάγκη τὸ ἕτερον. ἔτι οὔτε τὸ πᾶν μῆκος γένος οὔτε τὸ οὐ πᾶν τοῦτο δὲ δείκνυται τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως ὑπάρχον), ἐπειδὴ μή ἐστιν ἄτομον τὸ γένος ἀλλὰ καθόλου, διαίρεσις δὲ τοῦ καθόλου τὸ ‘πᾶς’ καὶ ‘οὐ πᾶς’. ἔτι οὐχ οἷόν τε τὴν τοῦ γένους διαφορὰν πᾶσι τοῖς ὑπὸ τὸ γένος ὑπάρχειν· ἑκάστη γὰρ αὐτῶν οὐ παντὶ ὑπάρχει· τὸ δὲ μὴ παντὶ τῷ ὑπὸ τὸ γένος ὑπάρχον πῶς ἂν λαμβάνοιτο κατηγορούμενον τοῦ γένους; φησὶ δὲ ἐπ’ ἐκείνων ἁρμόζειν τὸν τόπον οἳ τὸ γένος ἕν τι τῷ ἀριθμῷ λέγουσιν. οὗτοι δέ εἰσιν οἱ τὰ γένη ἰδέας εἶναι λέγοντες· ἓν γάρ τι τῷ ἀριθμῷ ἡ ἰδέα, οἷον αὐτοζῷον. εἰ γὰρ ἕν τι τῷ ἀριθμῷ τὸ ζῷον αὐτοζῷον], οὐκέτι δέξεται τὸν διορισμὸν τὸν ‘πᾶς᾿ καὶ ‘οὐ πᾶς’, ἀλλ’ ἐπ’ αὐτοῦ ἑνὸς ὄντος τῷ ἀριθμῷ τὸ λογικὸν ἢ ἄλογον κατηγορηθήσεται. ὁμοίως καὶ εἰ τὸ μῆκος ἓν τῷ ἀριθμῷ, ἀληθὲς ἐπ’ αὐτοῦ ἔσται τὸ ἔχειν πλάτος ἢ μὴ ἔχειν. οὕτως δὲ ἔσται τὰ προειρη- μένα ἄτοπα.

[*](1 ante δείξας add. ex Arist. πρὸς τοὺς τιθεμένους ἰδέας εἶναι a τούτων] τῶν ἄνωθεν a 4 καὶ ἔ corn ex οὐκ Β καὶ οὐκ ἄτομον om. P 6 post πᾶσα add, γὰρ Β 6. 7 καὶ οὐ πᾶσα—ἔχει om. Α 7 οὐ post γραμμὴ transposuit a ἡ om. D 8 post ἀληθὴς add. ἡ a τοῦ οὕτως ἔχοντος BDP: γινομένη ἡ οὐ add. a) πᾶν ζῷον λογικόν (e vv. 5. 6 illata) aA οὐδὲ Α 9 ἀπαντᾷ BP: ἀπαντῶν D: om. Α: ἀπὸ τούτων συμβαίνει a οὐ γὰρ — 10 τὸ ἕτερον] εἰ οὕτω ῥηθείη μῆκος ἀπλατὲς καὶ μῆκος πλάτος ἔχον, μὴ προσκειμένου τοῦ πᾶν· οὐ γὰρ ἀντίφασις τοῦτο, ἐπεὶ οὐκ ἀνάγκη τούτων τὸ ἕτερον a καὶ om. P 10 ἔτι—γένους (16) om. a ἔτι—γένος om. Α ante πᾶν add. οὐ P μῆκος D: μήκους BP 11 οὐ om. D δὲ BDP: om. Α: fort. γὰρ τῆς ἀντιφάσεως μέρος A ὑπάρχον BP: ὑπάρχειν D: compend. Α 13 post καὶ add. τὸ Β πᾶσι AD: πᾶσαν BP 14 τοῖς] τὴν Β τὸ prius om. Β 15 τῶ Β: τὸ ADP ὑπάρχον scripsi: ὑπάρχειν ABP: compend. D πῶς ἄν λαμβάνοιτο scripsi: πᾶσαν πᾶσι Α) λαμβάνει λαμβάνοι Β) τὸ ABDP 16 δὲ BDP: δὴ Α: οὑν a τῶν τόπων D post τόπον add. πρὸς κατασκευὴν a οἳ] οἷον P 18 ἡ ἰδέα — ἀριθμῷ (19) om. Β post οἷον add. τὸ a 18. 19 εἰ γὰρ εἴ γε P) έν τι ἐν, omisso τι, D) ADP: οἱ οὖν τιθέμενοι τὰς ἴδες φασίν. εἰ τὸ αὐτοζῷον ἕν τί ἐστι a 19 τὸ ζῶον αὐτοζῷον om. a: αὐτοζῷον delevi cf. vs. 21 οὐκ επιδέξαται a τοῦ pro altero τὸν D 20 καὶ AD: καὶ τοῦ B: ἡ τὸν a: periit in P τὸ λογικὸν—ἀριθμῷ (21) om. D ἢ BP: καὶ aA 21 ἄλογον] οὐ λογικὸν Β κατηγορηθήσεται a: κατηγορεῖται ABP ante μῆκος add. αὐτὸ a ἓν BP: ἐν τί ἐστι a: non liquet Α 22 post αὐτοῦ add. λέγειν Β ἐστὶ AD έσται καὶ τὸ πλάτος ἔχειν ἢ a οὕτως—23 ἄτοπα] ὥστε εἰκότως ἐν τῷ ὁρισμῷ πρόσκειται τὸ μῆκος ἀπλατές a)
450
[*](p. 143 b 33)

Ἴσως δ᾿ ἐπ’ ἐνίων ἀναγκαῖον καὶ ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον οἷον ἐπὶ τῶν στερήσεων.

Ἐπ᾿ ἐνίων δέ, φησίν, ἀναγκαῖον ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον, ὡς ἐπὶ τῶν ὅρων οἳ τῶν στερήσεων εἰσιν· οἷον τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν, ὅτε πέφυκεν ἔχειν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ τοῦτο εἰκός· οὐδὲ γὰρ γένος τι λαμβάνομεν ἐν αὐτοῖς. ἐν οἷς δὲ γένος τὸ λαμβανόμενον, ἄτοπον ἐπὶ τούτων ἀποφάσει χρῆσθαι· οὔτε γὰρ τὸ εἰνί τινα ἡ ἀπόφασις σημαίνει, οὔτε διορίζει καὶ περιγράφει τῶν ὑπὸ τὸ γένος καὶ τίθησί τι, καθ’ αὑτήν γε λεγομένη, καὶ οὐδὲν μᾶλλον κατὰ ὄντος ἢ κατὰ μὴ ὄντος ἀληθεύεται.

[*](p. 143 b 35)

Διαφέρει δ’ οὐδὲν ἀποφάσει.

Διαφέρει δ’ οὐδὲν διελεῖν τὸ γένος ἀποφάσει, ὡς ὅταν εἴπωμεν ‘τὸ μῆκος διαιρεῖται εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές᾿ ἢ ‘τὸ ζῷον εἰς τὸ λογικὸν καὶ τὸ ἄλογον᾿, ἢ τοιαύτῃ καταφάσει, ᾗτινι δύναται συνεπινοεῖσθαι καὶ ἡ ἀντιδιῃρημένη ταύτῃ ἀπόφασις, ὡς εἰ ὁρίσαιτό τις μῆκος πλάτος ἔχον· συνεπινοεῖται γὰρ τούτῳ καὶ τὸ πλάτος μὴ ἔχον ὡς ἀντιδιῃρημένον ὂν ἐκείνῳ· ἢ πάλιν ὅταν εἴπωμεν χρῶμα διακριτικὸν ὄψεως, συνεπινοοῦμεν καὶ τὸ μὴ διακριτικὸν ὄψεως. ἀλλ’ οὐκ ἐν πᾶσι τοῦτο φυλάσσεται· εἰ γὰρ εἴποι τις ὅτι ὄψις ἐστὶν ὄργανον ὁράσεως, οὐκ εὐθὺς συνεπινοεῖταί τι ἀντιδιῃρημένον τούτῳ· οὐδὲ γὰρ ἔχει. καὶ ἄλλα δὲ πλεῖστα τοιαῦτά εἰσιν.

[*](p. 144 a 5)

Πάλιν εἷτό εἶδος ὡς διαφορὰν ἀπέδωκεν.

Οἷον εἰ τὴν φωνὴν ὡρίσατο ἀέρα πεπληγμένον· γένος γὰρ τῆς φωνῆς ἡ πληγὴ ἀλλ’ οὐ διαφορά. καὶ τῆς σιμότητος γένος ἡ κοιλότης· διὸ οὐχ ὁρίζεται ὁ ὁριζόμενος λέγων ῥῖνα κοίλην τὴν σιμότητα· κοιλότης γάρ ἐστιν ἐν ῥινί· διαφορὰ γὰρ εἰδοποιὸς τῆς σιμότητος τὸ ἐν ῥινὶ σιμόν. καὶ ὁ πηλὸς δὲ οὐ “γῆ ὑγρῷ φυραθεῖσα”, ὡς Πλατῶν, ἀλλὰ φύραμα γῆς· γένος γὰρ τοῦ πηλοῦ τὸ φύραμα ἀλλ’ οὐ διαφορά.

[*](1 lemma om. a καὶ ἀποφάσει ἀναγκαῖον Β 3 ἐπ’ ἐνίων—6 ὁμοίως aN: ὅτι ἐπὶ τῶν ὅρων οἳ οἶον D: ἢ Α) τῶν στερήσεων εἰσὶν εἰσὶν om. D) ἀποφάσει χρώμεθα ABDP 0 εἰκότως D οὐ Β γένος om. Β ἐν prius om. Β αὐτῶ A 7 τὸ] sive τι λαμβάνομεν ut vs. 6 conicio 8 τι a ἡ om. Β post alterum οὗτε add. γάρ ABP 9 τῶν aP: τὸν τοῖς Α: τοῖς BD τι] τε D καθ’ αὑτὴν aB: κατ’ κατὰ P) αὐτὴν ADP γε scripsi: τε libri λεγόμενον Α καὶ alterum om. a —21 aN 22 lemma a: om. ABDP 23 ὁρίσαιτό τις a τῆς om. a 23. 24 ἡ πληγὴ τῆς φωνῆς D 2.5 λέγων] λόγος P τὴν σιμότητα a: om. ABDP ἐστιν om. DP 27 Πλάτων] Theaet. c. 4 p. 147 C 28 post διαφορά inseruerunt e vs. 24 καὶ τῆς σιμότητος γένος ἡ κοιλότης aABP)
451
[*](p. 144 a 9)

ἔτι εἰ τὸ γένος ὡς διαφορὰν | εἴρηκεν.

Τῆς ἀρετῆς † γένος εἶναί φησι τὴν ἀγαθὴν ἢ τὴν σπουδαίαν ἕξιν, διόπερ τὸ ἀγαθόν, ὅπερ ὡς διαφορὰν τῆς ἕξεως ἔλαβε, γένος μᾶλλόν ἐστι καὶ οὐ διαφορά. εἶτ’ ἐπιδιορθούμενος ἑαυτὸν ἴσως, φησίν, ἐπὶ τούτου τοῦ παραδείγματος οὐ δοκεῖ τὸ ἀγαθὸν γένος εἶναι ἀλλὰ διαφορά· εἰ γὰρ τὸ ἀγαθὸν γένος ἐστὶ τῆς ἀρετῆς, ἔστι δὲ καὶ ἡ ἕξις, ὁμολογουμένως δ᾿ x003E; ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ δύο γένη ἀνάγεσθαι μὴ ὑπάλληλα· νῦν δὲ οὗτε ἡ ἕξις περιέχει τὸ ἀγαθὸν οὔτε τὸ ἀγαθὸν τὴν ἕξιν· οὐδὲ γὰρ πᾶσα ἕξις ἀγαθόν, οὐδὲ πᾶν ἀγαθὸν ἕξις· ὥστε οὐκ ἄν εἴη γένη τῆς ἀρετῆς ἀμφότερα, ἥ τε ἕξις καὶ τὸ ἀγαθόν. ἀλλ’ εἰ καὶ μὴ περιέχει θάτερον τὸ ἕτερον, ἀλλ’ οὖν ὑπὸ ταὐτὸν καὶ ἓν γένος ἀνάγονται, τὴν ποιότητα. εἰσὶ γοῦν μᾶλλον τοῦ τοιούτου παραδείγματος τὰ ἄνωθεν ἡμῖν παρατεθέντα συνιστῶντα τὸν τόπον καὶ δεικνύντα ἀληθῶς ἔχειν.

[*](p. 144 a 20)

Ὅρᾶν δὲ καὶ εἰ ἡ ἀποδοθεῖσα.

Δεῖν φησιν ὁρᾶν καὶ εἰ ἡ ἀποδοθεῖσα διαφορὰ μὴ ποιόν τι σημαίνει ἀλλὰ τόδε τι καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον· οὐ γὰρ ἀνείη διαφορά. εἴη δ’ ἄν κοινότερος οὗτος ὁ τόπος τῶν δύο τῶν προειρημένων· τὸ γὰρ εἶδος καὶ τὸ γένος τόδε τι σημαίνει.

[*](p. 144 a 23)

Σκοπεῖν δὲ καὶ εἰ κτὰ συμβεβηκός.

Οὐδὲν τῶν ἐν τῇ οὐσίᾳ τινὸς ὄντων οἷόν τε συμβεβηκὸς αὐτῷ εἶναι· τὸ μὲν γὰρ συμβεβηκὸς οἷόν τε ὑπάρχειν καὶ μὴ ᾧ συμβέβηκε, τὸ δὲ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ἀχώριστόν ἐστιν αὐτοῦ. εἰ οὖν τις ὁριζόμενος διαφορὰν εἴληφε τῶν συμβεβηκότων τι τῷ ὁριστῷ, οὐχ ὥρισται αὐτό.

[*](p. 144 a 31)

Πάλιν εἰ κατηγορεῖται τὸ γένος τῆς διαφορᾶς. οὔ φησι τοιαύτας εἶναι δεῖν τὰς λαμβανομένας ἐν τοῖς ὁρισμοῖς δια- φορὰς ὥστε τὸ γένος αὐτῶν κατηγορεῖσθαι, ἀλλὰ καθ’ ὧν ἡ διαφορά, [*](1 — 13 aN 2 λόγον μὴ εἶναί requiritur 6 δ’ οὐκ addidi 8 οὐ γὰρ Arist. 14 lemma a: om. ABDP εἰ μὴ ποιόν τι ἀλλά τόδε σημαίνει ἡ ἀποδοθεῖσα διαφορά Arist. 15 δεῖ P ἡ om. D 16 σημαίνειν Β ἀλλὰ τόδε τι καὶ om. Α et servato καὶ Β post τι add. σημαῖνον P γὰρ ἄν εἴη a: om. ABDP 17. 18 εἴη — σημαίνει post sequens lemma transposuit a δ’ om. Β 19 lemma a: om. ABDP 18 ὁ τόπος οὗτος κοινότερός ἐστι τῶν προειρημένων δύο a γένος καὶ τὸ εἶδος P 20 οὐδὲ Α: ἀλλ’ οὐδέν τι a τινὸς ὄντων BDP: τῶν A: om. a συμβεβηκὸς οἷόν τε a συμβέβηκεν Β αὐτῷ scripsi: αὑτὸ ABDP: om. a 21 συμβε- εἰ βηκὸς, lit videtiir, P1: συμβέβηκεν P2 22 post ὁριζόμενος add. τι aA 23 εἴρηκε Β 24 lemma a: om. ABDP 25 εἶναι om. P δεῖν a: om. ABDP)

452
τουτέστιν εἰδῶν ἢ ἀτόμων· εἰς 5 γὰρ ἡ διαίρεσις τῶν γενῶν γίνεται, τούτων τὰ γένη κατηγορεῖται· οὐκ εἰς διαφορὰς δὲ τὰ γένη διαιρεῖται, ἀλλὰ διαφοραῖς, ὡς οὖν ἐπὶ τῶν ἄλλων διαιρουμένων τὸ διαιροῦν οὐκ ἔστιν ὅπερ τὸ διαιρούμενον οὔτε γὰρ ἡ ἐπιφάνεια διαιρεῖται ἐπιφανείᾳ οὔτε ἡ γραμμὴ γραμμῇ), οὕτως οὐδ’ ἐπὶ τῶν διαφορῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος. εἰ γὰρ τὸ γένος εἴη ἑκάστης τῶν διαφορῶν κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος, ἐπεὶ καθ’ οὗ κατηγορεῖται τὸ ζῷον ἐν τῷ τί ἐστιν, ἐκεῖνο ζῷόν ἐστιν. ἔσται καὶ τὸ πεζὸν ζῷον καὶ τὸ δίπουν πάλιν ζῷον· εἰ οὗν ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, πολλάκις ἂν αὐτοῦ τὸ ζῷον κατηγοροῖτο καὶ πολλὰ ζῷα ὁ ἄνθρωπος εἴη, οπερ ἄτοπον.

[*](p. 144 b 1)

ἔτι διαφοραὶ πᾶσαι.

Δεύτερον δὲ ἑκάστη τῶν διαφορῶν ἢ εἶδος ἢ ἄτομον ἔστι, ἐπειδὴ πᾶν τὸ ὑπὸ γένος ὂν ἢ εἶδός ἐστιν ἢ ἄτομον· εἰς ταῦτα γὰρ ἡ τῶν γενῶν διαίρεσις, καὶ ἐν τούτοις τὸ εἶναι τοῖς γένεσιν, προσεχῶς μὲν ἐν τοῖς εἴδεσι, δευτέρως δὲ ἐν τοῖς ἀτόμοις.

Ἔτι διαφοραὶ ἢ εἴδη ἢ ἄτομα. ἔτι, φησίν, αἱ διαφοραὶ ἠείδη [*](221) εἰσὶν ἢ ἄτομα, εἴπερ τὰ γένη κατὰ τῶν διαφορῶν κατηγοροῦνται· ἀλλὰ τὰ γένη κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγοροῦνται· αἰ διαφοραὶ ἄρα ἢ εἴδη εἰσὶν ἢ ἄτομα. οἷον εἰ τὸ ζῷον κατὰ τῶν διαφορῶν αὐτοῦ κατηγορεῖται, κατηγορεῖται δὲ καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν καὶ ἀτόμων, αἱ διαφοραὶ τοῦ ζῴου, τὸ λογικὸν καὶ τὸ ἄλογον, ἢ εἴδη ἔσονται, τουτέστιν εἰδικώτατα, ἢ ἄτομα· ὥσπερ γὰρ· τοῦ ζῴου καθ’ ἑκάστου εἴδους αὐτοῦ κατηγορουμένου ἕκαστον εἶδος ζῷόν ἐστί τε καὶ λέγεται, οὕτω καὶ εἰ κατηγορεῖται κατὰ τῶν διαφορῶν αὐτοῦ, ἑκάστη διαφορὰ ζῷον ἔστι· ἕκαστον δὲ ζῷον ἢ εἶδός ἐστιν ἢ ἄτομον.]

[*](p.144 b 4)

Ὁμοίως δὲ σκεπτέον.

Ὁμοίως δέ, φησί, σκεπτέον καὶ εἰ τὸ εἶδος ἤ τι τῶν ὑπὸ τὸ εἶδος τῆς διαφορᾶς κατηγορεῖται, οἷον εἴ τις τοῦ ἀθανάτου τὴν ψυχὴν κατηγορήσειεν εἶδος οὖσαν, ἢ εἴ τις ὁμοίως τὸν Σωκράτη τοῦ λογικοῦ ἄτομον ὄντα· τὰ γὰρ ἄτομα ὑποκάτω τῶν εἰδῶν. τοῦτο δὲ ἀδύνατον, φησίν, [*](1 ἢ om. aB 2 κατηγοροῦνται Β διαφορὰν A: διάφορα διάφορα P1, corr. P2 δὲ om. D διαιροῦνται Β 3 οὖν om. A 5 ἡ om. Β οὐδ’ ἐπὶ a: οὐδὲ Β: οὔτε ADP 8 ἐστιν, ἔσται — ζῷον om. Α τὸ πεζὸν ζῶον D: πεζὸν ζῶον ζῶον aB: τὸ ζῶον ζῶον P 9 πάλιν] πᾶν Β 10 ἄν om. D 12 lemma a: om. ABDP 13 post δὲ add. ὅτι καὶ aP 14 post ὑπὸ add. τὸ a ἡ ἄτομόν ἐστιν Β 1.3 τὸ om. a post γένεσιν add. ἐστί a 16 post δὲ add. καὶ ABP 17 — p. 453,2 aN, sod post p. 4.33,20, unde huc transposui: om. ABDP 21 fort. καὶ 003E;)

453
ἐπειδὴ ή διαφοᾶ ἐπὶ πλέον τῶν εἰδῶνφ λέγεται· οὖ τὸ ἀνάπαλιν ό όρισάμενος πεποίηκε, θεὶς ἐπὶ πλέον τὰ εἴδη ἢ τὰ ἄτομα τῆς διαφορᾶς.

[*](p. 144 a 12)

<Σκοπεῖν δὲ καὶ εἰ ἑτέρου >

Σκοπεῖν δεῖ, φησίν, εἴ τις τῶν ἐν τῷ ὁρισμῷ τινος ἀποδεδομένων [*](220) διαφορῶν καὶ ἄλλου γένους ἐστὶ διαφορά, ὃ οὔτε περιέχει οὗ εἴληπται διαφορά, οὔτε περιέχεται ὑπ’ αὐτοῦ, οὔτ’ ἄμφω ὑπὸ ταὐτόν ἐστι γένος. εἰ γὰρ εἴη τοιαύτη τις εἰλημμένη διαφορά, οὐκ ἂν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐδὲ x003E; ἡ διαφορὰ τοῦ προκειμένου γένους. εἰ γὰρ εἴη, συμβήσεται καὶ εἶδος τὸ αὐτὸ ἐν δυσὶ γένεσιν εἶναι μὴ περιέχουσιν ἄλληλα· ἐπιφέρει γὰρ ἑκάστη τῶν διαφορῶν τὸ οἰκεῖον γένος τοῖς εἴδεσιν, ὧν ἐν τῷ ὁρισμῷ παραλαμβάνεται. ὥστε, εἰ καθ᾿ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον, δῆλον ὅτι τὸ εἶδος ἐν δύο γένεσι μὴ περιέχουσιν ἄλληλα, ὅταν ἄλλου γένους οὖσα ὡς ἄλλου τινὸς οὖσα ληφθῇ· γένοιτο γὰρ ἄν αὐτὴ τῶν δύο γενῶν, τοῦ μέν, ὅτι εἴληπται μὴ οὖσα αὐτοῦ, τοῦ δὲ ἑτέρου, ὅτι κυρίως ἐκεῖνο διαιρεῖ. οἷον εἴ τις τὸ ζῷον ὁρίσαιτο οὐσίαν θεωρητικήν· τὸ γὰρ θεωρητικὸν ἔστι μὲν ἐπιστήμης διαφορά, εἴληπται δὲ οὐσία καὶ ἔστιν ἕτερα ἀμφοτέρων γένη καὶ οὐχ ὑπάλληλα· οὕτως δὲ ἔσται τὸ ζῷον οὐσία καὶ ἐπιστήμη, ἐπεὶ ἡ διαφορὰ τὸ οἰκεῖον γένος συνεπιφέρει, οὗ ἐν τῷ ὁρισμῷ παραλαμβάνεται.

’Ev τούτοις ἔοικε διορθοῦν τὸ εἰρημένον ἐν Κατηγορίαις τὸ “τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί”. ἢ κἀκεῖ διώρισται τοῦτο τῇ προσθήκῃ τοῦ εἴδει. ἢ ἐν Κατηγορίαις ἕτερα γένη τὰ πρῶτα λέγει, “τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων” μηδ’ ἄμφω ὑπὸ ταὐτὸν ὄν.των γένος “ἕτεραι τῷ εἴδει αἱ διαφοραί”.

[*](3 lemma addidi 4 δεῖ P: δὲ AD, superscr. P2 δὴ Β: οὖν a φησίν om. P 5 διαφορῶν D: διαφορὰ aABP ante καὶ add. εἰ BP διαφορά ἐστιν a οὖ] οὕτως P 6 ante διαφορά add. ἡ AP οὔτ᾿—7. 8 ὁρισμὸς τοῦ προκειμένου om. D ἐστι Β: εἰσι aAP γένη AP1 (corr. P2) 7 post τις add. ἡ a 8 ἀποδοθεὶς P οὐδὲ 003E; scripsi: οὔθ’ ΑΒ: οὐθ’ (sic) D: οὔτ’ P: οὔτε a τοῦ προκειμένου γένους εἴη ἂν διαφορά a 9 δυσὶν εἴδεσιν Α 10 ἑκάστη om. P 11 παραλαμβάνονται Β ὥστε εἰ Β Arist.: ὥστε ἡ Α(Α, sed ἡ del. vult): ὥστε ἡ P: εἴτε D: ὥστε a (CPuf) 12 καὶ om. P τῶν γενῶν corr. e τὸ γένος Β post δῆλον add. οὖν a 13 post ὅταν add. γὰρ Β γένους corr. D1 post ὡς add. ἀπ’ P 14 ἄλλου om. D τινὸς οὖσα om. P αὕτη aP 15 post ὅτι ras. 1 — 2 lit. D κυρίως a: φανερῶς ABDP ἐκεῖ Β 16 ζῷον] γένος P 17 ἀμφοτέρων a: ἀλλήλων ABDP 18 καὶ prius om. aP ὑπαλλήλων Β δὲ] οὖν a 19 συνεισφέρει a 21 — 25, quae post p. 452,16 collocant libri, huc reposui; nam pertinent ad p. 144 b 20 ἡ οὐκ ἀδύνατον 21 εἰρημένον om. Β ἐν Κατηγορίαις] c. 3 p. 1 b 16 ὅτι pro altero τὸ a 22 et 24 ἑτερογενῶν aADP (ABCdeg, pr. nh): ἑτέρων γενῶν Β Arist. 23 διαιρίσατο (sic) a τοῦ εἴδους Β: fort. τοῦ 003E; εἴδει 23. 24 ἕτερα τὰ add. P) γένη ABDP: ἑτερογενῆ a 24 τὰ πρῶτα om., sed post λέγει add. τὰ ὑπ᾿ ἄλλο καὶ ἄλλο γενικώτατον ἀναγόμενα a ἐπὶ P τεταγμένον Α 25 μηδ᾿—διαφοραί om. P ταὐτὸ Β)
454
[*](p. 144 b 26)

Δῆλον δὲ ὅτι οὐκ ἀνάγκη τὴν διαφορὰν πᾶν τὸ οἰκεῖον [*](221) ἐπιφέρειν γένος.

Τοῦτο επιδιορθωτικόν ἐστι τοῦ τόπου τοῦ λέγοντος ὅτι πᾶσα διαφορὰ τὸ οἰκεῖον ἐπιφέρει γένος· οὐ γάρ ἀναγκη, φησι, συνεπιφερειν τὸ οἰκειον γένος. ἐπεὶ γὰρ ἔν τισιν ἡ αὐτή ἐστι διαφορὰ δύο γενῶν μὴ ὑπ’ ἄλληλα τεταγμένων, οὐκ ἀνάγκη συνεπιφέρειν ἐν τῷ ὁρισμῷ καὶ ἄμφω τὰ γένη, ἀλλὰ τὸ ἕτερον μόνον καὶ τὰ ἐπάνω τούτου πάντα· τὸ γὰρ δίπουν ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ οὐκ ἐπιφέρει ἀμφότερα τὰ γένη, τὸ πεζὸν καὶ τὸ πτηνόν, ἀλλὰ τὸ πεζὸν μόνον καὶ τὸ ὑπὲρ τοῦτο, ἐν οἷς ἀμφοτέροις τὸ ζῷον.

[*](p. 144 b 32)

Οὐ δοκεῖ γὰρ διαφέρειν οὐσία οὐσίας τῷ ποὺ εἶναι.

Ἐπεὶ τὸ ποὺ εἶναι καὶ ἐν τόπω τινὶ οὐκ ἔστιν οὐσίας τινὸς τὸ τί ἦν εἶναι σημαῖνον, ὁ δὲ ὅρος τὸ τί ἦν εἶναι σημαίνει, φησὶ δεῖν ὁρᾶν εἴ τις ὁριζόμενος οὐσίαν τινὰ καὶ διαφορὰν ἐν τῷ ὁρισμῷ λαμβάνει τὸ ποὺ εἶναι σημαίνουσαν· τὸ γὰρ ἔν τινι πλεοναχῶς λεγόμενον νῦν ἐπὶ τοῦ ποὺ καὶ ἐν τόπῳ εἶναι λέγεται· ὁ γὰρ οὕτω λαμβάνων ἁμαρτάνει. καὶ ἐπεὶ χρώμενοί τινες τῷ τόπῳ ἀνασκευάζουσι δεικνύντες ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου τὸ γὰρ ἐν τόπῳ εἷναι σημαίνουσι), δείκνυσιν ἁμαρτάνοντας· καὶ φησὶν ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ ἀπὸ τοῦ πού, ἤγουν ἐν τόπῳ εἶναι, οὕτω λέγονται, ἀλλ’ ἀπὸ τοῦ ἐν δυνάμει τινὶ καὶ διαθέσει τοιαύτῃ· ποιὸν γάρ τι σημαίνουσιν. εἰκότως δὲ καὶ τὸ οὐσίας προσέθηκεν· οὐσίας γὰρ διαφορὰ οὐ δύναται τὸ ποὺ εἶναι. τῶν μέντοι ποὺ ὄντων ἀναγκαῖον καὶ τὸν ὁρισμὸν ἔχειν τινὰ διαφορὰν τοῦ ποὺ δηλωτικήν, οἷον τὸ ἔνυδρον καὶ τὸ χερσαῖον, οὐχ ὡς νῦν μὲν ὄντων ἐν ᾧ εἰσι τόπῳ, νῦν δ’ οὐχ ὄντων, ἀλλ’ ἀεὶ ὄντων, [*](1 post δὲ add. καὶ aB Arist. (om. fq) διότι Β (AP, pr. Β) οὐκ κτλ. om. a 2 περιφέρειν γένος Α et inv. ord. P post γένος add. τῶ εἴδει ΑΒ, τῶ D 3 τοῦτο — 7 μόνον aN: ὅταν γὰρ ἡ αὐτὴ αὐτῇ, om. ἡ, P) δύο γενῶν ἦ μὴ ὑπάλληλα, τὸ ἕτερον μόνον μόνον om. P) ἀνάγκη συνεπιφέρειν ἐν τῶ ὁρισμῶ ABDP 7 πάντα om. a 8 τὰ om. A 8. 9 πτηνὸν — πεζὸν aA 9 post ἀλλὰ add. καὶ D ἀμφότερα ἐν ὧι P 10 ante τὸ add. ἐστὶ BP 11 lemma a: om. ABDP οὐσίας Β: οὐσία aADP 14 καὶ om. a λαμβάνει ante διαφορὰν collocant aA: λαμβάνηται P 15 post ποῦ add. ἢν Β 16 τοῦ ποὺ καὶ ἐν τόπῳ εἶναι scripsi cf. vs. 12: τόπου τοῦ τόπου A) καὶ ἐν τόπω ABDP: τοῦ ἐν τόπῳ εἶναι a λέγει B γὰρ aABP: δὲ D post λαμβάνων add. φησὶν a 17 καὶ ἐπεὶ — 20 λέγονται aN: εἰς τὸ ῥητόν (om. BP) ἢ ἐπὶ τούτων τούτω P, qui sequentia omittit) οὐκ ὀρθῶς ἐπιτιμῶσιν, ὅτι τὸ χερσαῖον καὶ τὸ ἔνυδρον οὐκ ἀπὸ τοῦ ἐν τῶδε εἶναι οὗτε εἴτε Α) ποῦ σημαίνει ABDP 21 καὶ ABDP: γὰρ a διαθέσει Β: θέσει aADP σημαίνουσιν a: σημαίνει ABDP 22 τὸ] τῆς Β 23 τὸ a: om. ABDP 24 τοῦ ποὺ] τόπου D οἷον—p. 455,4 aN: οἷον τοῦ Ὀλύμπου καὶ τοῦ ὑμητοῦ ABDP)

455
ἐπειδὴ καὶ ὅτε συμβαίνει τοὺς τόπους αὐτὰ μεταβάλλειν, τὰς διαφορὰς οὐ μεταβάλλουσιν· ό γὰρ ἄνθρωπος νηχόμενος οὐ λέγεται λέγεται ἔνυδρος ἀλλὰ χερσαῖος· ὡσαύτως καὶ ὅσα τῶν ἐνύδρων ἐν τῇ χέρσῳ ἐξέρχονται, οὐ χερσαῖα ἀλλ’ ἔνυδρα.

[*](p. 145 a 3)

Πάλιν εἷ τό πάθος.

Οἷον εἴ τις εἴποι ‘ἄνθρωπός ἐστι ζῷον θερμαινόμενον ἢ ψυχόμενον᾿, χόμενον’, φανερὸν ὅτι τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι πάθη ὄντα διαφορὰν οὐσιώδη πεποίηκε. πάντα δὲ τὰ τοιαῦτα πάθη ἐπίτασιν λαμβάνοντα ἐξιστῶσι τὸ ζῷον τῆς οὐσίας· ὥστε καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐπίτασιν ἐν τῷ ζῴῳ δεξάμενα φθείρει τὸ ζῷον. ἡ δὲ οὐσιώδης διαφορὰ σωστικὴ μᾶλλον ὀφείλει εἶναι τῆς οὐσίας καὶ οὐ φθαρτική· καθόλου γὰρ ἀδύνατόν ἐστιν εἶναι τῶν ὄντων ἕκαστον ἄνευ τῆς οἰκείας διαφορᾶς, οἷον ἄνθρωπον μὲν ἄνευ τοὐ λογικοῦ, ἵππον δὲ ἄνευ τοῦ ἀλόγου. καὶ καθόλου εἰπεῖν, καθ’ ὅσα πάθη ἀλλοιοῦται τὸ εἶδος τὸ ἔχον ταύτῃ ἅ εἰσι τὸ θερμὸν καὶ τὸ ·ψυχρὸν ἢ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, οὐδὲν τούτων ἔσται διαφορά· τὸ γὰρ θερμὸν ἐπιταθὲν φθείρει τὴν ἁφὴν καὶ τὸ ζῷον· ἄνευ γὰρ ἁφῆς ἀδύνατον εἶναι ζῷον· καὶ τὸ λευκὸν καὶ ἄγαν λαμπρὸν ὑπερβαίνοντα τὴν ὁρατικὴν δύναμιν φθείρει τὴν ὄψιν· καὶ τὰ ἄλλα δ’ ὡσαύτως.

[*](p. 145 a 12)

Καὶ εἴ τινος τῶν πρός τι.

ἔτι φησὶ τῶν πρός τι γενῶν καὶ τὰς διαφορὰς εἶναι πρός τι. ἐπεὶ γὰρ τῶν πρός τι τὰ μὲν πρὸς ἕν τι μόνον ἐστὶ καὶ οὐκ ἄν τις αὐτοῖς πρὸς ἄλλο χρήσαιτο ἢ πρὸς ὃ πέφυκεν, ὥσπερ τῇ ὄψει πρὸς μόνον τὸ ὁρᾶν, τοῖς δὲ καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πέφυκε, χρήσαιτο ἄν τις τῇ γοῦν | στλεγγίδι, τουτέστι τῷ κτενίῳ, οὐ πρὸς τὸ περιξύεσθαι χρήσαιτο [*](222) ἄν τις μόνον ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι), δεῖν φησὶν ἐν τῇ τῶν [*](5 — 19 aN: οἷον τὸ τὸ om. |P) θερμαινόμενον ἢ καὶ D) ψυχόμενον οἷον add. A) ἐὰν ἄν D) ἀποδῶ τις τοῦ τὸ A) ζώου διαφοράν, ἁμαρτάνει. ἡ γοῦν ἁφὴ ἐπιτεινομένη φθείρει καὶ αὐτὸ τὸ ζῶον· ἄνευ γὰρ ἁφῆς ἀδύνατον εἶναι ζῶον (cf. vs. 17) ABDP 14 fort. οἷα (post ταῦτα) 20 lemma a: om. ABDP 21 ἔτι φησὶ a: ὅτι ABDP εἶναι om. P 22 γὰρ a: om. ABDP τὰ μὲν—ἀρύσασθαι (26) sub v. στλεγγίς Suidas ἐστὶ aBP Suid. εἰσί AD 23 ἄλλο a: ἄλλα ABDP: ἄλλο τι Suid. ἢ—πέφυκεν om. Suid. πέφυκεν superscr. Β post πέφυκεν add. ex Arist. ἕκαστον a ὥσπερ—πέφυκε (24) om. P πρὸς μόνον τὸ Suid.: τὸ μόνον aABD 24 τοῖς D: τὰ aAB Suid. 25 στελεγγίδι AD: στελγίδι Β τουτέστι τὸ κτένιον P: om. a Suid. περιξύεσθαι BP Suid.: παραξύεσθαι aAD (Suid. cod. BE) 26 post ἀρύσασθαι add. θεοφίλου φιλοσόφου· οὐ τὸ κτένιόν ἐστι στελεγγίς, ἀλλ’ ὄργανόν τι ἡ σκεῦος, ᾦ τοὺς ἰδρῶτας ἀπέξυον, κοῖλον ὂν κατὰ θάτερον τοῖν μεροῖν D δεῖ a)

456
πρός τι ἀποδόσει μὴ μόνον παραφυλάττειν τὰς διαφοράς, εἰ πρός τι καὶ αὗται, ἀλλὰ καὶ εἰ πρὸς ὃ πέφυκεν ἀποδίδονται.

ἔστι δὲ στλεγγίς, ὡς μέν τινες λέγουσι, τὸ κτένιον, ὡς δὲ ἕτεροι, ὄργανόν τι κοῖλον, δι’ οὗ τοὺς ἱδρῶτας ἀπέξεον· ὃ δοκεῖ βέλτιον ἐκ τοῦ δι’ αὐτοῦ κόου ὄντος καὶ ὕδωρ ἀρύεσθαι. τὸ δὲ τῆς στλεγγίδος ὄνομα ἐν τῷ Λυκόφρονι· φησὶ γὰρ ἐκεῖνος στλεγγίσματα τὰ ἀποξύσματα.

[Εἰς τὸ αὐτό. οὐ μόνον, φησί, χρὴ τὰς διαφορὰς τὰς ἐν τοῖς ὁρισμοῖς τῶν πρός τι λαμβανομένας κἀκείνας πρός τι εἶναι, ἀλλὰ δεῖ τὸν προσδιαλεγόμενον σκοπεῖν καὶ εἰ ἕκαστον ὁριστὸν τῶν πρός τι ἀποδίδωσιν ὁ ὁριζόμενος πρὸς ὃ κυρίως πέφυκε λέγεσθαι ὡς σχέσιν ἔχον· χρὴ γὰρ τὸν ὁριζόμενόν τι τῶν πρός τι κἀκείνων μνημονεύειν ἐν τῇ ἀποδόσει τοῦ ὁρισμοῦ, πρὸς ἃ λέγεται κυρίως τὸ ὁριζόμενον, εἴτε ἕν ἐστι τὸ πρὸς ὃ λέγεται, εἴτε καὶ δύο. εἰ μὲν γὰρ τὸ ὁριστὸν ἐκεῖνο πρὸς δύο πέφυκεν ἔχειν κυρίως τὴν σχέσιν, ὡς ἡ γραμματικὴ ὁριστὸν οὖσα καὶ αὐτὴ τῶν πρός τι, καθὸ τῷ γενικωτέρῳ αὐτῆς ὀνόματι ἐπιστήμη λέγεται, πρὸς δύο πέφυκεν ἔχειν τὴν σχέσιν, πρός τε τὸ εὖ γράφειν καὶ τὸ εὖ ἀναγινώσκειν, καὶ ἀμφοτέρων χρὴ τὸν ὁριζόμενον ἐν τῷ αὐτῆς ὁρισμῷ μνημονεύειν λέγοντα ‘γραμματική ἐστι τέχνη τοῦ εὖ γράφειν καὶ τοῦ εὖ ἀναγινώσκειν᾿. εἰ δὲ πρὸς ἓν κυρίως φαίνεται σχέσιν ἔχον τὸ ὁριστόν, πρὸς δὲ τὸ ἕτερον ἀκύρως, ὡς ἡ ἰατρικὴ πρὸς μὲν τὸ ὑγιάσαι κυρίως λέγεται πρὸς δὲ τὸ νοσοποιῆσαι ἀκύρως, τοῦ πρὸς ὃ κυρίως λέγεται μόνον ἀπομνημονευτέον. εἰ δὲ πρὸς ἓν μόνον, ὡς ἡ ὄψις πρὸς μόνον τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς μόνον τὸ ἀκούειν, τοῦ ἑνὸς μόνου ἀπομνημονευτέον. ἐνδέχεται μέντοι τισὶ τῶν πρός τι χρήσασθαι καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πεφύκασι λέγεσθαι· οἷον τῇ στλεγγίδι εἰκός ἐστι χρήσασθαι πρὸς τὸ ἀρύειν ὕδωρ ἡ ἕτερόν τι ὑγρὸν καίτοι ἐπιτηδείᾳ μᾶλλον οὔσῃ πρὸς τὸ ἀποξύειν· ἀλλ’ ὅμως, φησί, κἄν δυνατόν ἐστι χρήσασθαι ταύτῃ καὶ πρὸς τὸ ἀρύειν δι’ ἣν ἔχει κοιλότητα, ἐπεὶ οὐ πέφυκε πρὸς τὸ ἀρύειν λέγεσθαι ἀλλὰ πρὸς τὸ ἀποξύειν, ἁμαρτάνει ὁ ταύτην ὁριζόμενος ὄργανον πρὸς τὸ ἀρύειν. στλεγγίδα δέ τινες λέγουσι τὸ ὀστρειῶδες κτένιον, ἄλλοι δὲ εἶδος σπόγγου, δι’ οὗ ἀποψῶσι τοὺς ἱδρῶτας τῶν νοσούντων οἱ ἰατροί.]

Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τῇ τοῦ ἐπιστήμονος περὶ ἕκαστον γνώμῃ καὶ τῇ τοῦ σπουδαίου χρῆσθαι δεῖ, οὕτω καὶ ἐπὶ τῆς διακρίσεως τῶν προκειμένων φησί. διὸ ἀποδίδωσιν ὅρον τοῦ πρὸς ὃ πέφυκε λέγων ἐφ’ ὃ χρήσαιτ’ ἂν αὐτῷ ὁ φρόνιμος ᾗ φρόνιμος καὶ ἡ περὶ ἕκαστον οἰκεία ἐπιστήμη ᾗ ἐπιστήμη. οἷον εἰ ἰατρικόν ἐστιν, ὁρᾶν τοὺς [*](1 περιφυλάττειν P post παραφ. add. τε Α 1. 2 εἰ—αὗται ABDP: ὥστε καὶ ταύτας εἶναι πρός τι a 2 πρὸς om. P πέφυκεν Β: πεφύκασιν ADP 3 — 6 aN: om. BDP: στλεγγίδα οἱ μὲν τὸ κτένιον λέγουσιν, οἱ δὲ ὄργανον κοῖλον δι’ οὗ τοὺς ἱδρῶτας ἀπέξεον. τῷ λυκό- φρονι τὸ τῆς στλεγγίδος ἐφεύρηται ὄνομα· στλεγγίσματα γὰρ ἐκεῖνος (cf. v. 874) τὰ ἀποξύσματα φησίν adnotat A 3 στελεγγίς aN 5 στελεγγίδος N 6 στελεγγίσματα aN —31 a (om. N) 10 ἔχον scripsi: ἔχων a 12 ἃ—ὃ scripsi: ὃ — ἃ a 32 ὥσπερ aABD: ὁμοίως P δὲ BDP: γὰρ Α: οὖν a 33 τῇ om a χρήσασθαι a 34 προειρημένων Β διὸ—p. 457, 2 ἐξελάβοντο aN: om. ABDP 36 ᾗ ἐπιστήμη om. Arist.)

457
φρονιμωτέρους τῶν ἰατρῶν καὶ ἐπιστήμονας, ἐφ᾿ ὃ τούτῳ ἐχρήσαντο· όμοίως καὶ εἰ γεωμερικόν, πῶς τοῦτο ἐφελάβοντο. φρόνιμον δὲ εἶπεν, ὅτι μὴ πάντων ή χρῆσις ὑπό τινα τέχνην ἢ ἐπιστήμην.

[*](p. 145 a 28)

Ἢ εἰ μὴ τοῦ πρώτου x003E;

Προστίθησι καὶ τοῦτο τοῖς ἄνω· ἐπεὶ γὰρ ἔνια τῶν πρὸς πλείω λεγομένων οὐ πρὸς πάντα λέγεται πρώτως, ἀλλὰ πρὸς μέν τι πρώτως πρὸς δέ τι δευτέρως, δεῖ, φησίν, ὁρᾶν εἰ μὴ πρὸς ὃ λέγεται πρώτως ἀπέδωκεν ὁ ὁριζόμενος. ἡ γὰρ φρόνησις πρώτως τοῦ λογιστικοῦ ἐστιν ἀρετή· τῆς δὲ ψυχῆς μέρος ἐστὶ τὸ λογιστικόν· τὸ δὲ ὑπάρχον τῷ μέρει ὑπάρχει καὶ τῷ ὅλῳ· κατὰ τοῦτο οὖν λέγεται καὶ ἡ ψυχὴ φρόνιμος, ἀλλὰ δευτέρως, καὶ ὁ ἄνθρωπος διὰ τὴν ψυχήν· ἐκ ψυχῆς γὰρ καὶ σώματος. καὶ εἰ τὴν σωφροσύνην τοῦ ἐπιθυμητικοῦ πρώτως οὖσαν ἀρετὴν καὶ τὴν ἀνδρίαν τοῦ θυμικοῦ τῆς ψυχῆς ἀποδοίη τις ἀρετάς.

[*](p. 145 a 33)

Ἔτι εἰ μὴ δεκτικόν ἐστι.

ἔτι, φησίν, εἰ μὴ δεκτικόν ἐστι τὸ ὡρισμένον ἐκεῖνο] πάθος ἢ ἡ διάθεσις ἢ ἡ ἕξις ἢ ἄλλο ὁτιοῦν ἐκείνου οὗ ἀπέδωκεν, ὁ ὁριζόμενος οὕτως ἥμαρτε· πᾶν γὰρ πάθος καὶ πᾶσα διάθεσις ἐν ἐκείνῳ πέφυκε γίνεσθαι τῷ πράγματι, οὗ καὶ ἔστι διάθεσις ἢ πάθος. οἷον εἰ μέν τις ὁρίσαιτο τὴν ἐπιστήμην διάθεσιν τῆς ψυχῆς, καλῶς ἀπέδωκε τὸν ὁρισμὸν τῆς ἐπιστήμης· ἐν γὰρ τῇ ψυχῇ ἐστιν ἡ ἐπιστήμη διάθεσις. εἰ δὲ τὸ ἀποδοθὲν τῷ πάθει ἢ τῇ διαθέσει ἐν τῷ ὁρισμῷ οὐκ ἔστιν ἐκείνου, οὐ καλῶς ὡρίσατο. οἷον ὕπνος ἐστὶν ἀδυναμία αἰσθήσεως· καὶ γὰρ ὁ ὕπνος πάθος μέν ἐστιν, ἀλλὰ τοῦ ζῴου ἐν ᾧ ἡ αἴσθησις, οὐ μέντοι αὐτῆς τῆς αἰσθήσεως· οὗ γάρ ἐστιν ἀδυναμία, ἐκείνου καὶ πάθος ἂν εἴη ὁ ὕπνος· οὐκ ἔστι δὲ ὁ ὕπνος ἐν αἰσθήσει ἀλλ’ ἐν ζῴῳ. καὶ πάλιν ἀπορία ἐστὶν ἰσότης ἐναντίων λο|γισμῶν· καὶ γὰρ ἡ ἀπορία πάθος [*](223) [*](1 ἐχρήσατο a 2. 3 φρόνιμον φρόνησιν Α: ἧ φρόνιμος B) — εἶπεν εἰπεῖν P) — τέχνην χρῆσιν P) ἢ ἐπιστήμην ABDP: om. a 4 lemma addidi 5 post προστίθησι add. δὲ ABP γὰρ a: om. ABDP 6. 7 μὲν τὰ—δὲ τὰ D 7 δεῖ—13 aN: om. ABDP 14 — p. 458, 8 θερμῶν aN: εἰ μὴ δεκτικόν ἐστιν ἐστιν om. P) ἐκεῖνο (I. ἐκείνου) οὗ εἴρηκε εἰρήκει Β: εἴρηται P, τι add. P2) τὸ ὡρισμένον πάθος πλῆθος A) ἡ ἡ διάθεσις ἢ ἡ ἕξις. ὁ γὰρ ὁριζόμενος καὶ τιθεὶς αὐτὸ τινὸς εἶναι ὃ μὴ ἔστιν αὐτοῦ δεκτικόν, οὐχ ὥρισται· πᾶν γὰρ πάθος καὶ διάθεσις καὶ ἕξις ἐκείνου (D: ἐκείνῳ ΒP: ἔχειν A) ἐστὶν οὗ ἐστι πάθος καὶ διάθεσις καὶ ἕξις. ὁ γοῦν ὕπνος πάθος ἐστίν, ἀλλ᾿ add. ABP) οὐκ αἰσθήσεως ἀλλὰ ζῴου, ἐν ᾧ καὶ ἡ αἴσθησις· οὗ οὐ P) γάρ ἐστιν ἀδυναμία, ἐκείνου καὶ πάθος ος in ras. P2) ἂν εἴη εἴη ἄν AP) ὁ ὕπνος· οὐκ ἔστι δὲ ὁ ὕπνος ἐν αἰσθήσει ἀλλ’ ἐν ζῴῳ (cf. vv. 24. 25). οἱ οὐ Β) καλῶς ἔχοντες οἱ add. B) ὁρισμοὶ (om. A) τῶν προκειμένων· ὕπνος ἐστὶ πάθος πάλιν A) ζῴου δι’ ἀδυναμίαν αἰσθήσεως· ἀπορία δὲ add. D) ἐστὶ πάθος ἀνθρώπου δι’ ἰσότητα ἐναντίων λογισμῶν· ἀλγηδών ἐστι πάθος ζῴου γινόμενον γινομένη P: om. Α) διὰ τὴν μετὰ βίας τῶν συμφύτων μερῶν διάστασιν ABDP 15 ἐκεῖνο om. Arist.)

458
ἐστὶν ἀνθρώπου δι’ ἰσότητα ἐναντίων λογισμῶν. καὶ ἔτι ἀλγηδών ἐστιν ἐστὶ ζῴου διὰ τὴν μετὰ βίας τῶν συμφύτων μερῶν διάστασιν, ἀλλ’ οὐ διάστασις τῶν συμφύτων μερῶν· εἰ γὰρ ἦν οὕτως, ἔδει καὶ τὰ ἄψυχα τεμνόμενα καὶ τὴν τῶν μερῶν διάστασιν πάσχοντα ἀλγηδόνας ἔχειν. καὶ πάλιν ὑγεία ἐστὶ συμμετρία ψυχρῶν καὶ θερμῶν· εἰ γὰρ τοῦτο, ἀνάγκη καὶ τὰ ψυχρὰ καὶ τὰ θερμὰ ὑγιαίνειν, ἤγουν αὐτὰς τὰς ἀψύχους ποιότητας· ἐστι γὰρ καὶ ἐν ταύταις συμμετρία ψυχρῶν καὶ θερμῶν· ἀλλ’ ὑγεία ἐστὶ διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν. ἐν πᾶσιν οὖν τοῖς εἰρημένοις ἡ ἁμαρτία παρὰ τὸ μὴ δεκτικὸν εἶναι τὸ ἀποδεδομένον ὑποκεῖσθαι τοῖς εἰρημένοις πάθος ἢ διάθεσιν.

[*](p. 145 b 11)

Ἔτι ποιούμενον εἰς τὸ ποιητικὸν ἢ ἀνάπαλιν.

Ετι, φησίν, οἱ οὕτως ὁριζόμενοι καὶ λαμβάνοντες ἐν τῷ ὁρισμῷ τὸ τοιοῦτον, ὃ οὐκ ἔστι δεκτικὸν τοῦ ὁριστοῦ, ἡ τὸ ποιούμενον τιθέασιν εἰς τὸ ποιητικὸν ἢ τὸ ποιητικὸν εἰς τὸ ποιούμενον. [ὁ γὰρ λέγων ἐστὶν ἀδυναμία αἰσθήσεως ἐποίησε τὴν αἴσθησιν δεκτικὴν τοῦ ὕπνου· οὐκ ἔστι δὲ τῆς αἰσθήσεως, ὡς εἴρηται πάθος ὁ ὕπνος· ἦ γὰρ ἄν ἡ αἴσθησις ὕπνωττεν.] οὐ γὰρ ἡ ἀλγηδών ἐστι διάστασις τῶν συμφύτων μερῶν· συμβαίνοι γὰρ ἂν οὕτως τὸ ποιούμενον εἶναι ποιητικόν· τοῦτο δὲ ἄτοπον· ἡ γὰρ διάστασις τῶν συμφύτων μερῶν μᾶλλόν ἐστι ποιητικὸν τῆς ἀλγηδόνος. οὐδὲ ὁ ὕπνος ἀδυναμία αἰσθήσεως, ἀλλὰ ποιητικὸν θάτερον θατέρου· ἢ γὰρ ἡ ἀδυναμία ἐστὶ ποιητικὸν τοῦ ὕπνου· ἀδυνατήσαντος γὰρ τοῦ ὁρατικοῦ ὀργάνου ὑπνώττει τὸ ζῷον· ἢ ὕπνος ποιητικὸς τῆς ἀδυναμίας· ὑπνώττοντος γὰρ τοῦ ζῴου ἀδυναμία τῇ αἰσθήσει ἐπιγίνεται. ἀλλ’ οὐδὲ ἡ ἀπορία ποιητική ἐστι τῶν ἐναντίων λογισμῶν, ἀλλὰ τὸ ἀνάπαλιν· ἔστι γὰρ ἡ ἀπορία πάθος τῆς διανοίας δι’ ἐναντιότητα λογισμῶν ἐπιγινομένη. ὅταν γὰρ ἐπὶ δυσὶ λογισμοῖς ἐναντίοις σκοποῦσι καὶ ἐξετάζουσιν ἡμῖν, ποῖος μᾶλλον ἁρμόδιος φαίνεται, ἰσότης καὶ ὁμοιότης καὶ ἐπ’ ἀμφοτέροις καθ’ ἑκάτερον φαίνηται, τὸ τοιοῦτον πάθος γίνεται. οἷον προτεθέντος εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή, καὶ ληφθέντων καθ’ ἑκάτερον λόγων δεικνύντων καὶ ἄμφω τὰ ζητούμενα λόγοις καὶ ἀποδείξεσιν [*](4 καὶ Ν: μὴ a 6 ὑγίεια a ψυχρῶν ex Arist. scripsi: ὑγρῶν aN 7 θερμὰ ex Arist. scripsi: ὑγρὰ aN 8.9 ἀλλ’ ὑγίεια a: ὑγεία δὲ D: ὑγίεια ABP διάθεσις om. a ψυχρῶν καὶ θερμῶν Β καὶ utrmnque om. ADP 10 ξηρῶν καὶ ὑγρῶν scripsi: inv. ord. a: ξηρῶν ὑγρῶν ADP: ξηρῶν Β περὶ Β 11 ἀποδιδόμενον AP 11. 12 πάθος ἡ διάθεσιν ante ὑποκεῖσθαι collocat a post 12 add. ἀλγήσει γὰρ τὰ ἄψυχα ἔμψυχα Β), εἴπερ εἴ γε Β) ἀλγηδὼν αὐτοῖς παρέσται, διότι (διὸ AD) καὶ ἐν ἐν om. A) αὐτοῖς (τοῖς P) σύμφυτα σύμφυτον Α: συμφύτοις P) μέρη μέρος Α) ἐστίν μέρη ἔστιν corr. ex ἔσται Β) ABDP 13 εἰς—ἀνάπαλιν om. a ἢ] καὶ Α — p. 459,3 aN: καὶ ἄλλο φησὶν ἁμαρτάνειν τοὺς οὕτως ὁριζομένους· τὸ γὰρ ποιούμενον καὶ γινόμενον ταὐτὸν ταυτὸ A) λέγουσι τῷ ποιοῦντι ποιητικῷ P) καὶ ἀνάπαλιν ABDP 14 post φησίν add. ἁμαρτάνουσιν a 16 ὁ γὰρ—19 ὕπνωττεν delevi 19 οὐ γὰρ scripsi: οὐδὲ aN 27 γὰρ scripsi: δὲ aN 30 ἀμφοτέρους a)

459
ἰσχυραῖς, τότε γίνεται ἀπορία, ποίῳ τῶν μερῶν δεῖ προστεθῆναι. ὅταν οὖν πάντα ἰσχυρὰ φαίνηται καὶ ὅμοια τοσοῦτον ὥστε καὶ ἀπορεῖν τίνος τῶν μερῶν ἔσται μᾶλλον λῆψις, ἀπορία ἐστίν.

[*](p. 145 b 21)

ἔτι κατὰ τοὺς χρόνους πάντας ἐπισκοπεῖν.

Δεῖ, φησίν, ὁρᾶν εἰ διαφωνεῖ κατὰ χρόνον τοῦ ὁριστοῦ τὸ ἐν τῷ ὁρισμῷ ἀποδεδομένον. εἰ γὰρ τὸ ὁριστὸν ἔχει τὴν παράστασιν ἀίδιον καὶ ἀθάνατον καὶ κατὰ τοὺς τρεῖς χρόνους διήκουσαν, ἔστι δὲ καὶ ὁ ὁρισμὸς τοιοῦτος, καλῶς ἀποδέδοται· εἰ δὲ διαφωνεῖ, οὐ καλῶς. οὕτως ἂν διαβάλλοιτο ὁ τὸ αἰώνιον λέγων ἀεὶ ἐσόμενον· ἐπεὶ γὰρ τὸ μὲν αἰώνιον ἀίδιον καθ’ ὅλους τοὺς χρόνους, ὁ δὲ κατὰ τὸν μέλλοντα μόνον τὸ ἐσόμενον ἀπέδωκεν (ἄδηλον γὰρ εἰ τὸ μέλλον τι ἔσται), οὐ καλῶς ἀπέδωκε· διεφώνησε γὰρ κατὰ τὸν χρόνον. ὁμοίως καὶ εἴ τις εἴποι ‘ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον᾿· τὸ γὰρ νῦν ἄφθαρτον νῦν ἀθάνατον δηλοῖ, καὶ διαφωνεῖ κατὰ τὸν μέλλοντα καὶ παρεληλυθότα· ἄδηλον γὰρ εἰ καὶ μετὰ ταῦτα οὐ φθαρήσεται, ἢ εἰ πρώην ἔφθαρται· τὸ γὰρ ἀθάνατον ἀιδίως ἐστὶν ἀθάνατον. ἢ ἐπὶ μὲν τούτου τ·οῦ σημαινομένου x003E; ἐπὶ τοῦ νῦν οὐ συμτβαίνει ἀποδοθῆναι καλῶς τὸν ὁρισμόν· ἀμφίβολον γάρ ἐστι τὸ νῦν ἄφθαρτον. τρία γὰρ σημαίνει· ἢ γὰρ ὅτι οὐκ ἔφθαρται νῦν, ἤγουν μέχρι τοῦ νῦν, φθαρήσεται δέ· ἢ ὅτι οὐ δύναται νῦν φθαρῆναι, δύναται δὲ φθαρήσεσθαι· ἢ ὅτι νῦν τοιοῦτόν ἐστιν οἷον μηδέποτε φθαρῆναι. ὅταν οὖν, φησί, λέγωμεν ὅτι ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον ζῷον, οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ νῦν ἀφθάρτου λέγομεν τὸ νῦν ἄφθαρτον, ὅτι νῦν ἐστιν ἄφθαρτον, πρώην δὲ ἔφθαρται, οὐδὲ κατὰ τὸ ἕτερον τὸ ἐπὶ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ τρίτον σημαινόμενον τοῦ νῦν ἀφθάρτου, ὃ ταὐτόν ἐστι τῷ ἀθανάτῳ, ὥστε οὐ συμβαίνει κατὰ τοῦτο τὸ σημαινόμενον τὸ νῦν ἄφθαρτον νῦν ἀθάνατον εἶναι. ὥστε, εἰ συμφωνεῖ μὲν τὸ ἀθάνατον τῷ νῦν ἀφθάρτῳ κατὰ τὸν λόγον ἤγουν κατὰ τὸ ἀποδοθὲν τρίτον σημαινόμενον, κατὰ τοὔνομα δὲ διαφωνεῖ, ὅτι τὸ ἀθάνατον οὐ σημαίνει τὸ [*](4 — p. 460, 2 aN: δοκεῖ δέ φησι προορᾶν τὸ ὁρᾶν Α) εἰ (om. AD) μὴ διαφωνεῖ διαφωνῆ D) κατὰ χρόνον ἢ τῷ τοῦ ὁριστοῦ χρόνῳ χρόνου Α) τὸν τῶ EP: fort. τὸ ut aN) ἐν τῷ ὁρισμῷ ἀποδεδομένον (A: ἀποδιδόμενον D: ἀποδεδομένων BP). τὸ δὲ εἰπεῖν εἰπὼν P) αὐτόν· τὸ γὰρ νῦν ἄφθαρτον τὸ add. P) ζῷον ζῶον—ἄφθαρτον om. Β). εἶπεν ὅτι ὅτι om. P) τὸ νῦν ἄφθαρτον ἐστι ἐστι P) τρία (y Α: γῆν D) σημαίνει. τὸ δὲ εἰπεῖν ὅτι ὅτι om. D) ὴ ὅτι (ἢ ὅτι om. BP) οὐ δύναται φθαρῆναι νῦν. εἶπε δὲ add. D) δυνάμει φθαρῆναι. τὸ δὲ εἰπεῖν ὅτι ἢ ὅτι ἢ ὅτι Α: om. D: εἰ BP) τοιοῦτόν ἐστι νῦν οἷον μηδέποτε φθαρῆναι. εἶπεν ἄλλοτε ἀλλ᾿ ὅτε BDP: ἀλλ’ ὅτι Α) ὃν ἦν BP) δυνατόν φθαρῆναι arid. BP). οὕτως ἄν διαβάλλοιτο ὁ τὸ αἰώνιον λέγων ἀεὶ ἐσόμενον· τοῦτο γὰρ κατὰ τὸν μέλλοντα χρόνον λέγεται· τὸ δὲ αἰώνιον κατὰ πάντα τὸ χρόνον superscr. Β) ABDP 8 οὕτως—9 ἐσόμενον a (cf. ABDP): οἷον εἴ τις εἴποι αἰώνιον ἐστὶ τὸ μέλλον ἔσεσθαι N 10 ἐσόμενον a: ἀίδιον N 11 τὸ μέλλον τὶ a: τῶ μέλλοντι N 12 ἀθάνατός a 13 καὶ a: om. N 16 τοῦ alterum addidi cf. vs. 23 22 νῦν prius om. a 23 πρώην N: πρῶτον a 24 ὃ N: ὅταν a)

460
νῦν ἄφθαρτον, οὐκ ἔστι ταὐτὸν τῷ ἀθανάτῳ τὸ νῦν ἄφθαρτον, καὶ διὰ [*](224) τοῦτο οὐδὲ ὁρισμὸς αὐτοῦ ἐστιν.

Ὁμοίως δὲ καὶ ὁ τὴν τοῦ κόσμου σύστασιν λέγων διὰ τὸ τὸν θεὸν ἀγαθὸν εἶναι ἁμαρτάνει· οὐ γὰρ ὑγιές, εἴ γε ὁ μὲν κόσμος ἤρξατο, ὁ δὲ θεὸς ἀγαθός ἐστιν ἀεί. εἶπε δὲ χρηστέον οὗν τῷ τόπῳ καθάπερ εἴρηται, τουτέστιν ἐπὶ τῶν διαφωνούντων κατὰ τὸν χρόνον.

[*](p. 145 b 34)

Σκεπτέον δὲ καὶ εἰ καθ’ ἕτερόν τι μᾶλλον.

Επεὶ ὁ ἑκάστου ὁρισμὸς τῆς οὐσίας αὐτοῦ ἐστι δηλωτικός, δεῖ, φησίν, ἀποδοθέντος τινὸς ὁρισμοῦ ἐπισκοπεῖν εἰ κατά τινα λόγον ἄλλον <μᾶλλον> λέγεται τὸ προκείμενον ὁριστόν· εἰ γὰρ εἴη μᾶλλον ὑπ’ ἄλλου τινὸς δηλούμενον, οὐκ ἄν εἴη ὁ εἰρημένος λόγος ὁρισμὸς αὐτοῦ· ὁ γὰρ λόγος ὁ μάλιστα δηλῶν τὸ προκείμενον αὐτός ἐστιν αὐτοῦ ὁρισμός. εἴη δ’ ἄν ὁ τόπος οὗτος ἐκ παραβολῆς. ὅτι δ᾿ ἐν προαιρέσει μᾶλλον ἢ δυνάμει ἡ δικαιοσύνη, καὶ ἀπὸ τῶν ὤων ἀρετῶν δείκνυται· κυριωτέρα γὰρ ἡ προαίρεσις τῆς δυνάμως· οὐ γὰρ ὁ δυνάμενος ἀλλ’ ὁ προαιρούμενος σπουδαῖος, κἀν μὴ δύνηται. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς κακίας.

[*](p. 146 a 3)

Εἰ τὸ μὲν πρᾶγμα δέχεται τὸ μᾶλλον.

Εἰ τὸ μὲν ὁριστόν, φησίν, ἐπίτασιν ἐπιδέχεται, τὸ δὲ κατὰ τὸν λόγον ἀποδοθὲν οὐκ ἐπιδέχεται, ἢ τὸ ἀνάπαλιν τὸ μὲν κατὰ τὸν λόγον ἐπιδέχεται, τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἡ ἡδονή ἐστι διάθεσις ψυχῆς βελτίστη· ἰδοὺ γὰρ τὸ μὲν ὁριστὸν ἐπιδέχεται τὸ μᾶλλον· ἔστι γὰρ μᾶλλον καὶ ἧττον ἡδονή· ὁ δὲ ὁρισμός, τουτέστιν ἡ διάθεσις ψυχῆς ἡ βελτίστη, ἐπεὶ ἕξις ἐστίν, οὐκ ἐπιδέχεται τὸ μᾶλλον. ἢ τὸ ἀνάπαλιν, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λευκὸν γραμματικόν· ἰδοὺ γὰρ τὸ μὲν ὁριστόν. ὁ ἄνθρωπος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον· οὐδὲ γὰρ ἔστι μᾶλλον ἄνθρωπος· τὸ δὲ λευκὸν καὶ τὸ γραμματικὸν τὸ ἐν τῷ ὁρισμῷ ἐπιδέχεται· ἐστι γὰρ ζῷον λευκὸν γραμματικὸν καὶ μᾶλλον καὶ ἧτον. δεῖ δὲ καὶ ἀμφότερα ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἢ οὐδέτερον, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ.

[*](3 ὁμοίως — 5 εἶπε δὲ ABDP: om. a 4 εἴπερ D μὲν om. D 5 θεὸς om. D οὖν aAB Arist.: δὲ D: νῦν P 6 τουτέστιν — χρόνον ABDP: ἤγουν κατὰ τὸ τρίτον σημαινόμενον a τὸν superscr. D1 om. P 7 lemma a: om. ABDP 8 ἐστι om. B δεῖν D 9 ὁρισμὸν P λόγον ἄλλον BP: inv. ord. aAD μᾶλλον ex Arist. addidi 10 λέγεται BDP: γίνεται Α: δύναται λέγεσθαι a εἴη a: ἦ ABDP ὑπ᾿ ἄλλου P: ἀπὸ ἄλλου ABD: ὑφ᾿ ἑτέρου a 11 ἂν εἴη BDP: ἂν Α: ἔσται α 12 μᾶλλον aA post ἐστι add. κυρίως a 13 οὗτος ὁ τόπος B ἡ] ἢ BP 16 post δύνηται add. κατὰ τὸ ἐνεργείᾳ σπουδαῖος εἶναι a δ’ om. B 17 — p. 461,12 aN: διὰ τοῦτο οὐκ ἄν εἴη τῆς ἡδονῆς ὁ add. Α) ὅρος ἡ ἀρίστη διάθεσις· ἡ μὲν γὰρ ἀρίστη διάθεσις οὐκ ἐπιτείνεται ἐν ὑπερθέσει οὖσα· ἡ δὲ ἡδονὴ ἐπιτείνεται, sed post 6, ABDP 18 ὁριστόν φησιν N: inv. ord. a 28 fort. ἡ ἀμφότερα, at cf. p. 458,29. 32)
461

εἰ οὗν ὁ ὁρισμὸς ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧτον τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, ἢ τὸ ἀνάπαλιν, οὐκ ἔστι ταὐτὸν τῷ ὁριστῷ, καὶ δῆλον ὅτι οὐδὲ ὁρισμός ἐστιν. ὗε δέ, φησίν, εἰ καὶ ἀμφότερα, τό τε ὁριστὸν καὶ ὁ ὁρισμός, ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧτον, οὐχ ἅμα δὲ ἀλλὰ ἀνὰ μέρος, οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἔρως ἐστὶν ἐπιθυμία συνουσίας· ὅτε γὰρ ὁ ἔρως ἔχει τό μᾶλλον, ἡ ἐπιθυμία τῆς συνουσίας τὸ ἧτον ἔχει· ὁ γὰρ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ συνουσίας· ἡ γὰρ συνουσία φθαρτική ἐστι τοῦ ἔρωτος· ὅτε δὲ ἡ ἐπιθυμία τῆς συνουσίας τὸ μᾶλλον ἔχει ὁ ἔρως αὖθις τὸ ἧττον· ὁ γὰρ μᾶλλον ἐπιθυμῶν συνουσιάσαι ἧττον ἐρᾷ· ἔδει δὲ ἀμφότερα τό τε μᾶλλον καὶ τὸ ἧττον ἅμα ἐπιδέχεσθαι καὶ μὴ ἀνὰ μέρος, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ.

[*](p. 146 a 13)

Ἔτι εἰ δύο τινῶν προτεθέντων.

Ἔτι εἰ δύο τινῶν προτεθέντων εἰδῶν, οἶον φλογὸς καὶ x003E; πυρός, ἀποδοθείη τοῦ πυρὸς ὁρισμὸς σῶμα λεπτομερέστατον, ληπτέον μέρη τοῦ πυρὸς τὴν φλόγα καὶ τὸ φῶς, καὶ σκεπτέον καθ’ οὗ τὸ πρᾶγμα, ἤγουν τὸ πῦρ, μᾶλλον λέγεται, ὁ δὲ λόγος τοῦ πυρός, ἤγουν τὸ σῶμα λεπτομερέστατον, ἧττον. ἐν τούτοις οὗν ἡ μὲν φλὸξ μᾶλλον πῦρ λέγεται ἢ τὸ φῶς, τὸ δὲ φῶς σῶμα λεπτομερέστατον μᾶλλον ἢ ἡ φλόξ. ὥστε οὐκ ἔστιν ὁρισμὸς τὸ σῶμα τὸ λεπτομερέστατον· ἔδει γάρ, εἰ ἦν ὁρισμὸς τοῦτο τοῦ τυρός, καὶ κατ’ ἀμφοτέρων τῶν αὐτοῦ, τῆς τε φλογὸς καὶ τοῦ φωτός, καὶ τὸ ὄνομα ὁμοίως λέγεσθαι καὶ τὸν λόγον καὶ μὴ τοῦ μὲν ἧττον τοῦ δὲ μᾶλλον.

[*](p. 146 a 18)

Πάλιν εἰ τὸ μὲν ὁμοίως ἀμφοτέροις ὑπάρχει τοῖς προτεθεῖσι, τὸ δὲ ἕτερον μὴ ὁμοίως ἀμφοτέροις ἀλλὰ τῷ ἑτέρω μᾶλλον.

Κατὰ τοῦτο οὐκ ἂν εἴη ὁρισμὸς πυρὸς σῶμα καυστικόν· ὑπάρχει μὲν γὰρ ἀμφοτέροις, καὶ τῇ φλογὶ καἰ τῷ ἄνθρακι, ἄα τὸ μὲν πῦρ ὁμοίως, τὸ καυστικὸν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὁ ἄνθραξ μᾶλλον καυστικὸς εἶναι διὰ τὴν πυκνότητα.

[*](11 ἐπιδέχεται a 13 — 23 aN 14 φωτὸς addidi 23 δὲ μᾶλλον scripsi: δ᾿ δὲ a) ἔλαττον aN 24 lemma om. aDP τό μὲν Β Arist.: τὸ πῦρ μὲν Α τοῖς κτλ. om. Β, qui lemma supra lineam scripsit 25 προτεθεῖσι Arist.: προστεθεῖσι A(P) 27 — 30 ABDP: πάλιν εἰ δοθείη τοῦ πυρὸς ὁρισμὸς σῶμα τὸ καυστικόν, ληπτέον δύο εἴδη αὐτοῦ τοῦ (fort. αὖ τοῦ) πυρός, τὴν φλόγα καὶ τὸν α/νθρακα, καὶ σκεπτέον εἰ τὸ πῦρ ὁμοίως ἀμφοτέρων κατηγορεῖται. καὶ οὐ μᾶλλον (40) ἡ φλὸξ ἢ ὁ ἄνθραξ ῥηθείη ἂν πῦρ, τὸ δ᾿ ἕτερον, ἤγουν ὁ ὁρισμὸς τοῦ πυρός, τουτέστι τὸ σῶμα καυστικόν, μᾶλλον κατὰ τῆς φλογὸς ἢ κατὰ τοῦ ἄνθρακος κατὰ τοῦ ἄ. ἢ κ. τ. φ.)· οὐ καλῶς ἀποδέδοται ὁ] ὁρισμὸς τοῦ πυρὸς σῶμα τὸ καυστικὸν aN 28 μὲν γὰρ superscr. D1 γὰρ om. AP καὶ prius om. P πυρὸς P 29 ὁ om. P 29. 30 καυστικὸν μᾶλλον, omisso εἶναι, Β)
462
[*](p. 146 a 21)

Ἔτι ἐὰν πρὸς δύο.

Δεῖ, φησί, καὶ τοῦτο ἐν τῷ ἀποδεδομένῳ λόγῳ ζητεῖν, εἰ πρὸς δύο τὸν ὁρισμὸν ἀποδέδωκεν. ἐπεὶ δὲ τῶν πρὸς δύο ἀποδεδομένων τὸ μὲν οὕτως ἀποδεδόσθαι πρὸς αὐτὰ δύναται ὡς πρὸς ἄμφω ἅμα ὁ γὰρ τὴν γραμματικὴν λέγων ἐπιστήμην τοῦ ἀναγινώσκειν τε καὶ γράφειν πρὸς ἄμφω ἅμα αὐτὴν ἀποδέδωκε), τὸ δὲ πρὸς δύο μὲν ἀποδίδοται, οὐ μέντοι ὡς πρὸς ἄμφω ἅμ, ἀλλ’ ὡς ἐν τούτοις τοῦ πράγματος τοῦ ὁριστοῦ ὄντος, βουλόμενος δεῖξαι πῶς πρὸς δύο τὸν ἀποδεδομένον λόγον ποιεῖται ὁ ὁριζόμενος, | προσέθηκε τὸ καθ’ ἑκάτερον, ὅ ἐστι δηλωτικὸν τοῦ μὴ [*](225) πρὸς ἄμφω ἅμ· ὡς ποιεῖ ὁ τὸ καλὸν ὁριζόμενος τὸ δι’ ὄψεως ἢ δι’ ἀκοῆς ἡδύ. τοὺς δὴ οὕτως ὁριζομένους λέγει μὴ ἀποδιδόναι τὸν τοῦ πράγματος λόγον· ἅμα γὰρ διὰ τοῦ αὐτοῦ λόγου τὸ αὐτὸ καὶ τοῦτο καὶ οὐ τοῦτο λέγουσι καὶ καλὸν καὶ οὐ καλὸν καθ’ ἑκάτερον τῶν ἀποδοθέντων. εἰ γὰρ καλόν ἐστι τὸ δι’ ὄψεως ἡδύ, ἔστι δὲ καλὸν καὶ τὸ δι’ ἀκοῆς, ἔσται ἑκατέρῳ αὐτῶν ταὐτόν· ἀλλ’ εἰ τὸ καλὸν τοῦτο, ὅταν μὴ δι’ ὄψεως ᾖ ἡδύ, οὐκ ἔσται καλόν· τοῖς γὰρ αὐτοῖς καὶ τὰ ἀντικείμενα τὰ αὐτά· εἰ οὖν ταὐτὸν καλόν τε καὶ δι’ ὄψεως ἡδύ, ἀντίκειται δὲ τῷ μὲν καλῷ τὸ μὴ καλόν, τῷ δὲ δι’ ὄψεως ἡδεῖ τὸ μὴ ἡδὺ δι’ ὄψεως, ἔσται ταὐτὸν τὸ μὴ καλὸν τῷ μὴ δι’ ὄψεως ἡδεῖ· ἀλλὰ μὴν τὸ δι’ ἀκοῆς ἡδὺ οὐ δι’ ὄψεως ἐστιν ἡδύ· τὸ ἄρα δι’ ἀκοῆς ἡδὺ οὐ καλόν· ἀλλ’ ὑπόκειται τὸ δι’ ἀκοῆς ἡδὺ καλόν· τὸ αὐτὸ ἄρα ἔσται καλὸν καὶ οὐ καλὸν τοῖς οὕτως ὁριζομένοις. ὁμοίως δὲ καὶ ὁ τοῦ ὄντος ἀποδιδόμενος λόγος ὁ λέγων εἶναι τὸ ὂν τὸ οἷόν τε ποιεῖν καὶ πάσχειν· τὸ αὐτὸ γὰρ ἔσται ὄν τε καὶ μὴ ὄν. εἰ γὰρ τὸ ὂν ταὐτὸν ἑκατέρῳ αὐτῶν, εἰ τὸ ὂν ταὐτὸν τῷ οἵῳ τε ποιεῖν, τὸ μὴ οἷόν τε ποιεῖν οὐκ ἔστιν ὄν· τὸ δὲ οἷόν τε πάσχειν μηκέτι [*](1 lemma a: om. ABDP δεῖ a: δὲ Α: ora. BDP 2 τοῦτο] τὰ a ζητεῖ D 3 ἀποδεδομένον aB 4 αὐτὰ aA: αὐτὸ BDP δύναται a: δυνατὸν ABDP πρὸς alterum om. P post ἅμα sdd. αὐτά a ὁ γὰρ—6 ἄμα om. Α 5 ἐπιστήμην om. P 6 ἀποδίδοται D: ἀποδέδοται aABP: fort. ἀποδεδόσθαι 7 ὡς prius a: om. ABDP ἀλλ’ ὡς — 10 ἅμα om. Β γράμματος P ὄντος post τούτοις coUocat a 8 post βουλόμενος add. δὲ DP πρὸς δύο] καὶ διὸ P ἀποδιδόμενον P 8. 9 ὁ ὁριζόμενος a: om. ADP 10 ἄμφω P: om. aAD post ὁριζόμενος add. καὶ λέγων καλόν ἐστι a post ἢ add. τὸ BP Arist. (om. C) 10. 11 διὰ τῆς ἀκοῆς D 11 ἡδύ] ἢ δύο P δὴ BDP: δὲ μὴ Α: οὖν a post μὴ add. καλῶς a 13 λέγουσι scripsi: λέγει ut vs. 11 libri καὶ οὐ periit in P καθ’] καθὼς Β ἕκαστον AD 15 post ἀκοῆς add. ἡδύ a ἑκατέρου D ἀλλ’ εἰ ABD: ἀλλὰ aP 16 ᾖ om. A ἔστι Α καὶ om. a 17 ταὐτά Β post ταυτόν add. τε Β 18 τὸ δὲ—ἡδὺ τῷ μὴ ἡδεῖ P τὸ μὴ—19 ἡδεῖ om. D ὄψεως alterum periit in P 19 τὸ—καλὸν τῶ—ἡδεῖ ΑΒ: τῷ—καλῷ τὸ—ἡδύ aP μηρῶ οὐ BP 20 οὐ δι᾿—21 ἡδὺ om. D ἐστιν om. P ἄρα om. D ἔσται καὶ καλόν τε καὶ Β 22 ὁμοίως δὲ om. P: δὲ om. Β καὶ εἰ a ἀποδιδόμενος AD: ἀποδεδομένος BP: ἀποδοθείη a 22. 23 ὁ λέγων εἶναι τὸ ὃν om. Α: ὅτι ὄν ἐστιν ὃ a 23 τὸ alterum om. a post οἷόν τε add. ἐστι Α, καὶ Β καὶ] ἡ Β γὰρ έσται a: λέγοντες ABD: λεγόντων P 24 ταὐτὸν] αὐτὸν D εἰ τὸ ὄν] τὸ ὃν ἄρα a ὀίω a: οἶόν ABDP 25 τὸ μὴ—ποιεῖν om. Β post τὸ prius add. δὲ a)

463
δὲ ποιεῖν ἄλλο τοῦ οἵου τε ποιεῖν· ἔσται ἄρα τὸ οἷόν τε πάσχειν οὐκ ὄν, καὶ ἔσται τὸ οἷόν τε πάσχειν ταὐτὸν τῷ ὄντι καὶ μὴ ὄντι, τῷ μὲν ὄντι, ὅτι ἔκειτο τὸ ὂν καὶ ἐν τούτῳ, τῷ δὲ μὴ ὄντι, ὅτι τὸ ἀντικείμενον τῷ οἵῳ τε ποιεῖν, ὃ ταὐτὸν ἦν τῷ ὄντι, ταὐτὸν ἔσται τῷ μὴ ὄντι. ἀλλὰ καὶ αὐτὸ τὸ ποιοῦν καὶ πάσχον ἔσται ὂν καὶ οὐκ ὄν· καθόσον μὲν γὰρ οἷόν τε ποιεῖν, ὂν αὐτὸ ἐρεῖ, καθόσον δὲ οἷόν τε πάσχειν, οὐκ ὄν· ἢ ἔμπαλιν· ουοεν γὰρ οιαφερει.

[*](p. 146 a 33)

Ἔτι καὶ τῶν γενῶν καὶ τῶν διαφορῶν.

ἔτι δεῖ, φησίν, ἀντὶ τῶν ὀνομάτων τῶν ἐν τοῖς ὅροις κειμένων, εἴτε γένη εἰσὶ ταῦτα εἴτε διαφοραί, λαμβάνειν τοὺς ὅρους αὐτῶν καὶ σκοπεῖν εἰ διαφωνοῦσιν. οἷον φυτόν ἐστι ζῷον ἐρριζωμένον ἐν τῇ γῇ· ἐπεὶ οὖν ληφθέντος τοῦ ὁρισμοῦ τοὐ ζῴου, ὃ ὡς γένος κεῖται ἐν τῷ ὅρῳ τοῦ φυτοῦ ἔστι δ’ οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική), διαφωνία ἔσται τούτου πρὸς τὸ φυτόν οὐ γάρ ἐστιν αἰσθητικὸν τὸ φυτόν), οὐκ εἴη ἂν καλῶς ἀποδεδομένος ὁ τοῦ φυτοῦ ὁρισμός, τὸ ζῷον ἐρριζωμένον ἐν γῇ. ὁμοίως καὶ ἐπὶ τῶν διαφορῶν.

[*](p. 146 a 36)

Ἐὰν δ’ ᾖ πρός τι.

Τῶν πρός τι τὰ μὲν καθ’ αὑτά ἐστιν, ὡς ἐπιστήμη, αἴσθησις, διπλάσιον· καθ’ αὑτὰ γὰρ ἀποδίδονται. ἐπιστήμη μὲν πρὸς ἐπιστητόν, αἴσθησις δὲ πρὸς αἰσθητόν, καὶ ὁμοίως διπλάσιον πρὸς ἥμισυ. τὰ δὲ καθ’ αὑτὰ μὲν οὐκ ἔστι πρός τι κατὰ δὲ τὸ γένος, ὡς γεωμετρία, γραμ- ματική· ταῦτα γὰρ κατὰ τὸ γένος, τὴν ἐπιστήμην, πρός τί ἐστι, καθ’ αὑτὰ δὲ ποιότητές, ὡς ἐν Κατηγορίαις δέδεικται. ἄν δὴ ὁριζόμενός [*](1 ἄλλος Β οἵου a: οἷόν ABDP ἔσται ἄρα τὸ οἶόν τε πάσχειν ABDP: ἀλλὰ τὸ οἷόν τε ποιεῖν ὄν· τὸ ἄρα οἶόν τε πάσχειν οὐκ ὄν· ἔσται ἄρα τὸ αὐτὸ καὶ ὂν καὶ οὐκ ὄν· τὸ γάρ οἷόν τε πάσχειν a οὐκ ὄν—2 πάσχειν om. Α: ἔσται a 2 τῷ prius] καὶ a post allerum καὶ add. τῶ AP μὲν] μὴ Α 3 ὅτι alterum om. BP τὸ alteram om. D: ἔκειτο Α τῶ alterum AD: τὸ aBP 4 οἴῳ scripsi: οἷόν libri ἣν] ὃν Δ 5 ποιοῦν —πάσχον scripsi: ποιεῖν—πάσχειν libri post ἔσται add. ἄρα (illatum e vs. 1) ABDP 6 ante ποιεῖν add. αὐτὸ D ποιεῖ Β δὲ] τὲ Α 8 — 16 aN: οὕτως ἂν δεικνύοιτο ἂν δεικν. οὕτως Α et om. ἄν D) ὁ τοῦ φυτοῦ λόγος ὅτι οὐκ έστιν ὅρος ὁ λέγων αὐτὸν αὐτὸν Α) ζῷον ἐρριζωμένον (corr. ex ὁριζόμενον · ληφθεὶς γὰρ γὰρ om. Β) ὁ τοῦ ζῴου ὅρος λόγος P), ὅτι οὐκ add. Α) ἔστιν αἰσθητικόν, δείξει ὅτι μή ἐστι τοῦ φυτοῦ ὁ ἀποδεδομένος ἀποδιδόμενος AD) λόγος· οὐ γὰρ ἐστιν add. D) αἰσθητικὸν τό φυτόν ABDP 17 lemma a: om. ABDP IS αὐτά aA, Bpr.: αὑτό Bcorr., DP ἐστιν ὡς aP: om. ABD 19 διπλάσιον aAD: δίπουν διπλάσιον B: δίπουν P καθ’ αὑτὰ—20 ἥμισυ a: om. ABDP 20 τὰ δὲ—21 κατὰ δὲ Β: τὰ δὲ κατὰ ADP: τὰ δὲ οὐ καθ’ ἑαυτὰ ἀλλὰ κατὰ a 21 post γένος add. ἔστιν Β 21. 22 γραμματικῆς P 22 κατὰ τό γένος Β: διὰ aADP πρός τί ἐστι εἰσὶ AP) ABDP: γένος οὖσαν αὐτῶν εἰσὶ πρός τι καὶ οὐ καθ’ αὐτά a 22. 23 καθ’ ἑαυτὰ γὰρ ποιότητές εἰσιν a 23 ὡς—δέδεικται om. P post ἐν add. ταῖς a Κατηγορίαις] c. 8)

464
τίς τι τῶν πρός τι μὴ ἐν τῷ ὁρισμῷ ἀποδιδῷ πρὸς ὃ λέγεται ἢ αὐτὸ εἴη καθ᾿ αὑτὸ τῶν πρός τι, ἢ κατὰ τὸ γένος, εἰ κατὰ τοῦτο εἴη τῶν πρός τι, οὐκ ἂν εἴη ὁρισμός· οὐ γὰρ τὴν οὐσίαν δηλοῖ τοῦ ὁριστοῦ. οἷον εἴ τις ἀποδοίη τῆς ἐπιστήμης ὁρισμὸν λέγων ‘ἐπιστήμη ἐστὶν ὑπόληψις ἀμετάπειστος᾿, οὐ καλῶς ἀπέδωκε τὸν ὅρον· οὔτε γὰρ ὡς καθ’ αὑτὸ πρός τι ὡρίσατο τὴν ἐπιστήμην οὔτε κτὰ τὸ γένος, ἤγουν τὴν ὑπόληψιν, ὃ ἔλαβεν ἐν τῷ ὅρῳ· εἰ γὰρ ἀπεδίδοτο ἡ ὑπόληψις πρὸς ὑποληπτόν, εἶχεν ἂν ὁ ὅρος καλῶς. ὁμοίως καὶ εἴ τις εἴποι ‘βούλησίς ἐστιν ὄρεξις ἄλυπος᾿, οὐκ ἀπέδωκε καλῶς τὸν ὁρισμόν· οὔτε γὰρ πρὸς ὃ λέγεται τὸ πρᾶγμα, ἤγουν ἡ βούλησις, οὔτε πρὸς ὃ λέγεται τὸ γένος, τὴν ἐν τῷ ὅρῳ ἀπόδοσιν ἐποιήσατο. εἰ δέ τις εἴποι ‘βούλησίς ἐστιν ὄρεξις βουλητοῦ ἢ ὄρεξις ὀρεκτοῦ᾿, καλῶς ἔσται ἀποδεδωκὼς τὸν ὅρον τῆς βουλήσεως· ἡ γὰρ οὐσία τῶν πρός τι τοῦτό ἐστι τὸ πρὸς. ἕτερον λέγεσθαι, ἐπεὶ τὸ εἶναι καὶ ἡ οὐσία τῶν πρός τί ἐστιν ἐν τῷ ἕκαστον πρός τί πως ἔχειν ἢ πρὸς ἕτερον λέγεσθαι. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὄρεξις ὀρεκτοῦ᾿ εἶπεν ὄρεξις ἀγαθοῦ, ἐπεὶ καθολικώτερόν ἐστι τὸ ὀρεκτὸν τοῦ ἀγαθοῦ· πᾶν γὰρ ἀγαθὸν ὀρεκτόν, οὐ πᾶν δὲ ὀρεκτὸν ἀγαθόν· τῷ γὰρ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ.

[*](p. 146 b 6)

Ὁμοίως δὲ καὶ εἰ τὴν γραμματικὴν ὡρίσατο ἐπιστήμην γραμμάτων.

Ὁ οὕτως ὁριζόμενος οὐχ ὁρίζεται αὐτήν, ἐπειδὴ οὐκ ἀποδέδοται ἐν τῷ ὅρῳ πρὸς ὃ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει· ἔστι δὲ τὸ ἐπιστητόν· οὐκ ἔστι δὲ ταὐτὸν τὸ γραμμάτων τῷ ‘ἐπιστητοῦ’. διὸ ἔδει ἐν τῷ ὅρῳ κεῖσθαι ‘ἐπιστητοῦ᾿ | αὐτὴ μὲν γὰρ ἡ γραμματικὴ οὐ λέγεται πρός τι, οὐδέ ἐστιν [*](226) αὐτῆς τὸ εἶναι τὸ γραμμάτων εἶναι. διὸ τοῦτο μὲν οὐκ ἔδει ἐν τῷ λόγῳ εἰπεῖν· ἐπεὶ δὲ κατὰ γένος ἐστὶ πρός τι, πρὸς ὃ τὸ γένος αὐτῆς λέγεται. τοῦτο ἔδει ἀποδιδόναι. ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος· ἡ δὲ γραμματικὴ οὔτε πρός τί ἐστι καθ’ αὑτὴν οὔτε γραμμάτων ἐστὶν ἐπιστήμη, ἀλλὰ τοῦ ἀναγινώσκειν καὶ γράφειν. τὸ δ’ ἔδει γὰρ ἢ πρὸς [*](1 τις om. Α post τις add. φησί a μὴ — 2 πρός τι om. Β ἡ ex Arist. scripsi: εἰ libri 2 εἰ prius addidi εἰ ἢ A) κατὰ—3 ὁρισμός ABDP: οὐκ ἀποδίδωσι καλῶς τὸν ὁρισμόν a 4 post ὁριστοῦ add. ῥητῶς D οἷον—18 aN: om. ABDP 19 post δέ add. φησι a εἰ om. AP 21 οὕτως ὁριζόμενος a: οὕτως ὁρίζων ADP: γραμματικὴν ὁρίζων ἐπιστήμην γραμμάτων Β οὐχ ABDP: οὐ καλῶς a ἐπεὶ a ἀποδέδωκεν a 22 ὃ a: ἃ ABDP ἡ om. D ἔστι δὲ] ἤγουν a fort. οὐκ ἔστι γὰρ 23 τὸ] τῷ P ἐπιστητοῦ—γραμμάτων a τῷ prius aD, Bcorr.: τοῦ A: τὸ P, Bpr. ἐπιστητοῦ aA: ἐπιστητῶ BD: ἐπιστητὸν P 24 ἐπιστητοῦ aA: ἐπιστητὸν BD: τὸ ἐπιστητὸν P post ἐπιστητοῦ add. καὶ οὐ γραμμάτων a αὐτὴ aB: αὕτη ADP 25 τό alterum a: τῶν ABDP εἶναι alterum om. BD διὰ τοῦτο μὲν οὖν οὐκ a post λόγῳ add. τὸ γραμμάτων a εἰπεῖν a: ζητεῖν ABP: om. D 26 post κατὰ add. τὸ ABP ὃ om. P 27 ἀποδιδόναι ADP: ἀποδίδοσθαι Β: ἀποδίδοσθαι. τὸ γένος δὴ ἀποδιδοὺς, ἤγουν τὸ ἐπιστήμη, ἕδει ἐπιστητοῦ εἰπεῖν a 28 ἐστὶν om. D 29 post γράφειν add. ὥστε οὐ καλῶς ἀπέδωκε τὸν ὁρισμὸν τῆς γραμματικῆς a δ’ ἔδει scripsi cf. vs. 27: δὲ δεῖ libri ἢ D Arist.: om. aABP)

465
ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος ἐν τῷ ὁρισμῷ ἀποδίδοσθαι εἴη ἄν εἰρημένον, ὅτι τῶν πρός τι τὰ μὲν καθ’ αὑτά ἐστι πρός τι, πρὸς ἃ δεῖ ἀποδίδοσθαι· ὁ γὰρ λέγων τὴν ἐπιστήμην ὑπόληψιν ἐπιστητῶν οὐ πρὸς ὃ ἡ ὑπόληψις λέγεται, ὃ γένος ἔλαβε τῆς ἐπιστήμης, ἐν τῷ ὅρῳ τέθεικεν ἀλλὰ πρὸς ὃ ἡ ἐπιστήμη· καθ’ αὑτὴν γὰρ ἡ ἐπιστήμη πρός τι. ὁ δὲ τὴν γραμματικὴν λέγων ἐπιστήμην ἐπιστητῶν τοιούτων, πρὸς ὃ τὸ γένος λέγεται τοῦ ὁριζομένου, τοῦτο ἔλαβεν, ἐπειδὴ καὶ τὸ ὁριστόν, ἡ γραμματική, κατὰ τὸ γένος πρός τι.

[*](p. 146 b 9)

Ἢ εἰ πρός τι εἰρημένον μὴ πρὸς τὸ τέλος.

Oὐδὲ τούτους φησὶν ὁρίζεσθαι, ὅσοι τοῦ ὁριστοῦ πρός τι ὄντος καὶ λεγομένου πρὸς δύο, ὧν τὸ ἕτερον ἐπὶ τὸ ἕτερον τὴν ἀναφορὰν ἔχει, καὶ ἔστι τὸ μὲν ὡς τέλος τὸ δὲ ὡς πρὸς τὸ τέλος, μὴ πρὸς τὸ τέλος ἀλλὰ πρός τι τῶν πρὸς τὸ τέλος ἀποδιδόασι· δεῖ γὰρ ἀεὶ πρὸς τὸ βέλτιστον τῶν πρὸς ἃ λέγεται ἀποδιδόναι ἕκαστον γὰρ κατὰ τὸ βέλτιστον τῶν ἐν αὐτῷ μάλιστά ἐστιν) ἢ πρὸς τὸ ἔσχατον. οἷον εἴ τις εἴποι ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδέος, οὐ καλῶς ὡρίσατο· οὐ γὰρ τὸ ἡδὺ τέλος τῆς ἐπιθυμίας ἀλλά τι τῶν πρὸς τὸ τέλος· τέλος γὰρ τῆς ἐπιθυμίας ἡ ἡδονή· διὰ γὰρ ταύτην καὶ τὸ ἡδὺ αἱρούμεθα. ἔδει οὖν εἰπεῖν ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδονῆς· αὕτη γὰρ τέλος.

[*](p. 146 b 13)

Σκοπεῖν δὲ καὶ εἰ γένεσις.

Σκοπεῖν δὲ δεῖ, φησί, καὶ εἰ γένεσίς ἐστιν ἢ ἐνέργεια ἢ κίνησις πρὸς ὃ ἀπεδόθη ὁ ὁρισμός· οὔτε γὰρ ἡ γένεσις ἢ ἡ ἐνέργεια ἢ ἡ κίνησις τέλη εἰσί, διότι ἡ μὲν γίνεται, ἡ δὲ ἐνεργεῖται, ἡ δὲ κινεῖται, οὐδὲν δὲ τούτων τέλος ἐστίν. οἷον εἴ τις εἴποι ὅτι λευκόν ἐστι σῶμα πρὸς λεύκανσιν κινούμενον· ἐπειδὴ γὰρ κινεῖται καὶ οὔπω εἰς πέρας κατήντησε καὶ ἤδη λευκὸν γέγονεν, οὐ καλῶς ἀπεδόθη ὁ ὁρισμός, ἐπεὶ οὐ τὸ τέλος ἔλαβεν. ἢ πάλιν λευκόν ἐστι χρῶμα ἀπὸ μελανίας ἀφιστάμενον· καὶ οὗτος γὰρ ὁ ὁρισμὸς οὐκ ἔχει καλῶς· οὐ γὰρ ἡ ἀπὸ μελανίας ἀπόστασις τὸ πέρας ἐδήλωσεν. ὁμοίως οὖν καὶ ἐπὶ τῶν λοιπῶν, γενέσεως καὶ ἐνεργείας· τὸ γὰρ γεγενῆσθαι καὶ ἐνηργηκέναι τέλη μᾶλλόν εἰσιν ἢ τὸ γίνεσθαι καὶ [*](1 ὃ alterum D(Ccuqf): ὅ ποτε Arist.: om. aABP διορισμῷ Arist. (sed ὁρισμῷ ACPcuq) ἀποδεδόσθαι AD 3 ante ἐπιστητῶν add. τῶν aB 4 λέγει a post ὃ alterum add. γὰρ D 5 post γὰρ add. ἐστιν Β 6 ἐπιστητοῦ Α τοιούτων scripsi: τοιοῦτον ABDP: om. a post ὃ add. ἐστι P 7 τούτου Α 8 τὸ om. aB 9 lemma a: om. ABDP 11 ἐπὶ τὸ ἕτερον om. Β ἔχει om. Α 12 ὡς prius om. a ὡς πρός τὸ τέλος aAD: ὡς τούτου χάριν BP ante μὴ add. καὶ D 13 post τῶν add. ὡς D ἀποδιδόασι a: ἀποδοῦναι Α: ἀποδίδωσι BP: ἀποδιδόναι D 14 τῶν] τὴν P ἃ scripsi: ὃ libri ἀποδιδόναι ABP: ἀποδίδοσθαι a: ἀποδίδωσι D post γὰρ add. τούτων aA 1.5 οἷον—p. 466,4 aN 19 αὕτη γὰρ in ras. N ἡ tertium a: om. N 25 an κατήντηκε? 30 ἐνηργηκέναι ex Arist. scripsi: ἐνεργηθῆναι aN)

466
ἐνεργεῖν. ἐπὶ τούτοις κομίζει ἔνστασιν πρὸς τὸν τόπον καὶ δείκνυσι μὴ ἀληθῆ ὄντα ἐπὶ πάντων· φησὶ γὰρ ἐπὶ τοῦ ἥδεσθαι τοὺς πλείστους τὸ ἐνεργεῖν μᾶλλον βούλεσθαι ἢ τὸ ἐνηργηκέναι, τουτέστι τὸ πεπαῦσθαι, ὥστε ἐπὶ τούτου τὸ ἐνεργεῖν μᾶλλον εἴη ἂν τέλος, οὐ τὸ ἐνηργηκέναι.

[*](p. 146 b 20)

Πάλιν ἐπ’ ἐνίων εἰ μὴ διώρικεν.

ἐπεὶ γίνονταί τινες ἁμαρτίαι ἐν τοῖς ὁρισμοῖς καὶ παρ’ ἔλλειψιν, νῦν παραδίδωσι τόπον, πῶς φωρᾶν τοὺς οὕτως ἁμαρτάνοντας δυνησόμεθα. ἐπεὶ γὰρ ἔνια τῶν ὄντων τοιαῦτά ἐστιν οὐ τῷ ἁπλῶς ἔν τινι εἶναι ἀλλὰ τῷ ἐν ποσότητι ἢ ποιότητι ἢ τόπῳ ἤ τινι τοιαύτῃ διαφορᾷ, ὁ τῶν μετὰ τοιαύτης διαφορᾶς ὄντων τι χωρὶς τῆς διαφορᾶς ὁριζόμενος οὐχ ὁρίζεται. οἷον εἰ εἴποι τις ‘φιλότιμός ἐστιν ὁ τιμῆς ὀρεγόμενος᾿, μὴ προσθεὶς ποίας, οἷον παρὰ βασιλέως ἢ παρὰ μεγιστάνων, μηδὲ πόσης, οἷον μείζονος ἢ τῆς τυχούσης, μηδὲ ποῦ, οἷον ἐν βουλευτηρίῳ ἢ ἐν ἀγορᾷ, μηδ’ ἄλλην τῶν τοιούτων διαφορῶν, οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν ἐντελῆ. καὶ ἐπὶ τούτῳ τίθησι καὶ ἕτερα παραδείγματα, ἅπερ ὡς σαφῆ καταλείπομεν. πῶς δέ ἐστιν ὁ τῆς νυκτὸς ὁρισμός, ὁ λέγων ὅτι νύξ ἐστι σκιὰ γῆς, ἐλλιπής; ὅτι καὶ σκιᾶς γινομένης ὑπὸ δένδρου ἢ ὄρους μεγίστου νὺξ οὐκ ἔστιν, ὅτι μὴ ἡ τυχοῦσα καὶ ὡς ἔτυχε γινομένη σκιὰ γῆς νύξ ἐστιν ἀλλ’ ἡ γινομένη παρὰ τὴν τοῦ ἡλίου αἰτίαν, τῷ εἶναι αὐτὸν ἐν τῷ ὑπὸ γῆν, ὡς πρὸς τούτους παρ’ οἷς ἐστιν ἡ νύξ, ἡμισφαιρίῳ. ἔδει δὴ προσκεῖσθαι τῷ ὅρῳ ‘τοῦ ἡλίου διαμετροῦντος τῇ σκιᾷ᾿. καὶ ὁ τοῦ σεισμοῦ δὲ | ὅρος ὡσαύτως· [*](227) ἔδει γὰρ προσκεῖσθαι τὸ ‘ἐκ πνεύματος βιαίου ἐνσχεθέντος τοῖς κοιλώμασι τῆς γῆς καὶ ζητοῦντος διέξοδον᾿· πολλάκι γάρ τινων ὀρυσσόντων γῆν καὶ τὴν δίκελλαν σφοδρότερον καθιέντων διὰ τὸ ἐντετυχηκέναι σκληροτέρᾳ γῇ ἢ λίθου βαρέος ἀπὸ ὕψους πεσόντος κλόνος τις βραχύτατος τῶν περὶ αὐτὰ γίνεται. τῷ δὲ τῆς νεφέλης ὁρισμῷ, ὅτι πύκνωσις ἀέρος, ἔδει προσκεῖσθαι τὸ τοιάδε, ἤγουν σφοδρά. τῷ δὲ ὁρισμῷ τοῦ πνεύματος, ὅτι κίνησις ἀέρος, τὸ ἐξ ἀναθυμιάσεως τῆς γῆς. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διὰ τοῦτο δεῖ, φησίν, ὁρᾶν τὸν ὁρισμόν, καὶ] εἴ τι παραλέλειπται ἐν αὐτῷ, εἶτα [*](1 ἐνεργεῖν ex Arist. scripsi: ἐνεργεῖσθαι aN 3 et 4 ἐνεργηκέναι a 5 lemma a: om. ABDP 6 post ἐπεὶ add. δὲ D ἁμαρτίαι post ὁρισμοῖς collocat D: ἁμαρτίαις Β ἐν om. Β τῶ ὁρισμῶ a κατ’ a 6. 7 παραδίδωσι νῦν Β 7 ante τόπον add. τὸν P 8 εἰσιν a τῷ prius aDP: τὸ ΑΒ τισιν aB ἀλλὰ τῷ D: ἀλλὰ τὸ ABP: ἀλλ’ ἢ a 9 ποιότητι ἡ ποσότητι D ante ποιότητι add. ἐν Β τοίου (post τινι) A 10 οὐχ] ἁμαρτάνει· οὐ γὰρ a οἷον—οὐκ έστιν (17) aN: om. ABDP 11 οἶον scripsi: ἤγουν N: om. a 13 ἀγορᾶ scripsi: ἀγρῷ aN 17 ante ὅτι add. lemma εἰς τὸ ῥητόν D) ἡ πάλιν ὡς ὁρίζονται τὴν νύκτα σκιὰν γῆς ABDP ὅτι—ἡμισφαιρίῳ (20) Suidas sub V. νύξ μὴ ἡ scripsi: inv. ord. libri: οὐχ ἡ Suid. 19 τοῦ ἡλίου] τούτου P τὸ εἶναι αὐτὴν P ἐν τῶ superscr. D ὑπὸ τὴν γῆν D: ὑπάγειν Β ὡς om. B 20 ἡμισφαίριον BP post ἡμισφαιρίῳ add. ὥσπερ οὐχ ὁ ὑφ’ ὁποιασοῦν ἡδονῆς κρατούμενος ἀκρατής, ἀλλ’ ὁ ὑπό τινος Suid. 20 ἔδει — p. 467,4 aN: om. ABDP δὴ a: δὲ N (16 ὅτι καὶ—ἡμισφαιρίῳ om.) 23 γῆν—24 σφοδρότερον in ras. N 29 καὶ delevi)

467
ἐπιχειρεῖν ἀπὸ τοῦ ἐνδεοῦς. οὐδὲ γὰρ ὁπωσοῦν κινηθείσης τῆς γῆς οὐδὲ μικροῦ μορίου τῆς γῆς κινηθέντος σεισμὸς ἔσται· δεῖ οὖν προσθεῖναι τὸ πόσης, ἤγουν ὅλης ἢ ἀξιολογωτάτου μέρους τινός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

[*](p. 146 b 36)

ἔτι ἐπὶ τῶν ὀρέξεων.

Ὁ τόπος κοινός ἐστι παντὸς οὗ ἐν τῷ ὁρισμῷ ὡς γένος ἡ ὄρεξις παραλαμβάνεται· γένος δὲ ἡ ὄρεξις καὶ βουλήσεως καὶ ἐπιθυμίας καὶ θυμοῦ. λέγει δὲ τοὺς ἐν τοῖς τούτων λόγοις τῇ ὀρέξει τοῦ τινὸς μὴ προστιθέντας τὸ φαινόμενον μὴ ὁρίζεσθαι. προσέθηκε δὲ τὸ καὶ ἐφ’ ὅσων ἄλλων ἁρμόττει, ἐπεὶ τὸ φαίνεσθαι καὶ ἄλλοις τισὶ προστίθεται, οὐ μόνον ταῖς ὀρέξεσι· τὸν γοῦν σοφιστικὸν συλλογισμὸν λέγομεν εἶναι τὸν ἐκ φαινομένων ἐνδόξων. εἰ οὖν τις εἴποι, φησίν, ὅτι βούλησίς ἐστιν ὄρεξις ἀγαθοῦ ἢ ἐπιθυμία ὄρεξις ἡδέος, μὴ προσθεὶς τὸ φαινομένου ἀγαθοῦ ἢ τὸ φαινομένου ἡδέος, οὐ καλῶς ὡρίσατο, διότι οὐ πᾶν ὀρεκτὸν ἀγαθὸν ἢ ἡδύ ἐστιν· ἐπεὶ τῷ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ. πολλάκις γάρ, φησί, λανθάνει τοὺς ὀρεγομένους καὶ δοκεῖ αὐτοῖς ἀγαθὸν εἶναι ἐκεῖνο οὗ ὀρέγονται, οὐκ ἔστι δὲ ἀγαθόν· ὁμοίως οὐδὲ ἡδύ· ὥστε οὐκ ἐξ ἀνάγκης πᾶν τὸ ὀρεκτὸν ἀγαθὸν ἢ ἡδὺ ἁπλῶς λέγεται, ἀλλὰ φαινόμενον.

εἰπὼν δὲ ταῦτα προσέθηκε τὸ δεῖν πάλιν τοὺς τῇ ὀρέξει προστιθέντας τὸ φαίνεσθαι ἐν τοῖς τῶν προειρημένων ὅροις ἐλέγχειν ὡς οὐ καλῶς ὁρισαμένους, ἄγοντας ἐπὶ τὰς ἰδέας καὶ μεταφέροντας ἐπ’ ἐκείνας τοὺς ἀποδιδομένους λόγους. ἡ γὰρ ἰδέα πρὸς ἰδέαν λέγεται· οὐχ οἷόν τε δὲ τὸ αὐτοαγαθὸν φαινόμενον εἶναι ἀγαθόν· οὐδὲν γὰρ ἐν τῇ ἰδέᾳ φαινόμενον.

[*](p. 147 a 12)

Ἔτι ἐὰν μὲν ᾖ τῆς ἕξεως ὁρισμός.

Ὁ τόπος ἀπὸ τῶν συστοίχων ἐστὶ καὶ ἀπὸ τῶν ἐναντίων. ἐπεὶ [*](3 δὲ a: δὴ N ἐπὶ N: ἀπὸ a 5 lemma a: om. ABDP 6 post τόπος add. οὗτος a 7. 8 καὶ θυμοῦ om. P 8 δὲ ABDP: οὖν a: fort. δὴ τῶ — λόγω Α τούτων] ὢν corr. D 9 τὸ καὶ A DP: inv. ord. a: καὶ τὸ καὶ Β 11 συλλογὴν A εἶναι λέγομεν B τῶν ἐκ Α 12 εἰ—19 aN 15. 16 τὸ κλέπτειν scripsi: τῷ κλέπτειν a: τῶ κλέπτη N 19 an φαινόμενον x003E; ex Arist.? 20 ταῦτ’ εἰπὼν aA 21 προκειμένων a ὅροις AD: ὅρων P: λόγος aB ἐλέγχειν scripsi: ἐλέγχεσθαι libri ὡς om. Α οὐ BDP: μὴ aA 22 ὁριζομένους a ante καὶ add. ἡ aP 23 ἀποδεδομένους ABP post λόγους add. εἶπερ δηλονότι ἐκεῖνοι οἱ οὕτως ὁριζόμενοι τίθενται τὰς ἴδες a ἡ γὰρ] ἐπεὶ γὰρ ἡ a δὲ om. a post δὲ add. εἶναι BDP 24 τὸ αὐτοαγαθὸν scripsi: τὸ αὐτὸ ἀγαθὸν aABP: τὸ αὐτὸ πρῶτον ἀγαθὸν D ante φαινόμενον prius add. καὶ a εἶναι φαινόμενον Α οὐδὲν — φαινόμενον om. A 25 lemma a: om. ABDP ἕξεως Arist.: ὀρέξεως a 26 post τόπος add. οὗτος a στοίχων P ἐστὶ BP: ἡ aA: om. D post ἐναντίων add. ἐπιχειρεῖν ὑποτίθησιν a ἐπειδὴ a)

468
γὰρ τὰ μὲν σύστοιχα ἀλλήλοις ὄντα ὁμοίως ἔχει, τὰ δὲ ἐναντία ἐναντίως, δεῖν φησιν ἀποδοθέντος ὁρισμοῦ τινος μεταφέρειν τὸν ἀποδοθέντα ὁρισμὸν ἐπὶ τὰ σύστοιχα, δηλονότι ἁρμόζοντα κτὰ τὴν λέξιν ἑκάστῳ αὐτῶν οἰκείως τὸν ἀποδοθέντα ὁρισμόν, κἄν ἐπί τινος διαφωνῇ, ἀνασκευάζειν τὸν ὁρισμὸν ὡς μὴ ὄντα ἐκείνου οὗ ἀπεδόθη. ἐν γὰρ τοῖς τοιούτοις, φησίν, ὁρισμοῖς τρόπον τινὰ πλείω ἑνὸς συμβαίνει τὸν ὁριζόμενον ὁρίζεσθαι· καὶ γὰρ τὰ σύστοιχα καὶ τὰ ἐναντία καὶ τὰ τοῖς συστοίχοις ἐναντία καὶ τὰ τοῖς ἐναντίοις σύστοιχα· ὥστ’, εἰ ἐφ’ ἑνὸς διαφωνεῖ, ἀνασκευά- ζοιτο ἄν ὁ ἀποδιδόμενος λόγος. διὸ σκοπεῖν φησι δεῖν ἐπὶ τούτων στοιχείοις καὶ τόποις χρώμενον πρὸς τὴν τῶν εἰρημένων δεῖξιν τοῖς ἐκ τῶν ἐναντίων καὶ τοῖς ἐκ τῶν συστοίχων, τοῖς μὲν ἐκ τῶν ἐναντίων, ὅτι, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, τοῖς δὲ ἐκ τῶν συστοίχων, ὅτι, ὡς ἂν ἐφ’ ἑνὸς ἔχῃ τῶν συστοίχων, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν.

[*](p. 147 a 23)

Ἔτι ἐπὶ τῶν πρός τι.

Δεῖν φησιν ἐπὶ τῶν πρός τι σκοπεῖν, εἰ πρὸς ὃ γένος τὸ γένος ἀποδίδοται, καὶ τὸ εἶδος πρὸς τὸ εἶδος. οἷον ἐπεὶ γένος μὲν ἡ ὑπόληψις, εἶδος δὲ αὐτῆς ἡ τὶς ὑπόληψις, καὶ πάλιν γένος μὲν τὸ ὑποληπτόν, εἶδος δὲ τὸ τὶ ὑποληπτόν, φανερὸν ὅτι, εἰ τὸ γένος, ἡ ὑπόληψις, πρὸς εἶδος τὸ ὑποληπτὸν ἀποδίδοται, καὶ ἡ τὶς ὑπόληψις εἶδος οὖσα πρὸς εἶδος τὸ τὶ ὑποληπτὸν ἀποδοθήσεται· εἰ δὲ μὴ ἐκεῖνο πρὸς ἐκεῖνο, οὐδὲ τοῦτο πρὸς τοῦτο. ὁμοίως, φησί, καὶ εἰ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον καὶ τὸ τὶ πολλαπλάσιον πρὸς τὸ τὶ πολλοστημόριον· γένη γὰρ τὸ πολλαπλάσιον καὶ τὸ πολλοστημόριον, καὶ εἴδη τὸ τὶ πολλαπλάσιον καὶ τὸ τὶ πολλοστημόριον.

[*](p. 147 a 29)

Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου.

Δεῖν φησιν εἰδέναι, ὅτι εἰ μὴ καταλλήλως τὰ τῶν πρός τι γένη καὶ εἴδη [*](1 μὲν γὰρ τὰ P στοῖχα P1, corr. P2, itemque vv. 3, 7 ὄντα om. a ἐναντίως om. Α 2 τινος ὁρισμοῦ aA μεταφέρει a 3 ἐπὶ—ὁρισμόν (4) om. D δῆλον οὖν ὅτι Β ἑκάστῳ aA: ἑκάστου BP 5 ante ὁρισμὸν add. ἀποδοθέντα D ἀποδέδοται a γὰρ scripsi: δὲ libri 7 τἄ σύστοιχα ABDP: ὁ τὰ σύστοιχα ὁριζόμενος a καὶ τὰ ἐναντία ABDP: om. a 7. 8 καὶ τὰ τοῖς συστοίχοις ἐναντία a: om. ABDP 8 post σύστοιχα add. κατὰ τὸ σιωπώμενον ὁρίζεται a ὥστε—9 λόγος om. a ἐπί τινος Β 9 ἀποδεδομένος Β διὸ—τούτων a: om. ABDP 10 κα. ABDP: ἤγουν a τρόποις BP χρώμενον, sed ante στοιχείοις, a: χρώμενος ABDP πρὸς—δεῖξιν om. a 10 et 11 τὰ ἐκ P 11 τοῖς ἐκ om. a Arist. post συστοίχων add. λαμβανομένοις a 12 τό ἐναντίον alterum DP: τῷ ἐναντίω AB: τὸ ἐναντίῳ a τῶ ἐναντίω alterum DP: τὸ ἐναντίον aAB δὲ om. Β 13 ὡς ἔχει ἐφ’ ἑνὸς a ἔχει Α τῶν συστοίχων om. P post οὕτως add. δὲ Α 14 — 24 aN 15 post δεῖν add. οὖν a 25 lemma a: om. ABDP 26 post καταλλήλως add. ἀλλήλων D τὰ BDP: τοῦ Α: om. a τῶν AB: τοῖς aDP γένη καὶ εἴδη BDP: γένους καὶ εἴδους Α: τὸ γένος καὶ τὸ εἶδος a)

469
τις ὁρί|σαιτο, ἡμάρτηκε. διὸ δεῖν φησιν ἐπισκοπεῖν εἰ ὁ ἀντικείμενος [*](228) τῷ ἀποδεδομένῳ λόγος τοῦ ἀντικειμένου αὐτῷ ἐστιν ὁρισμός. ἀντικείμενα δὲ νῦν τὰ πρός τι καλεῖ. καὶ ἐπὶ τῶν ἐναντίων ὡσαύτως· εἴρηκε γὰρ ὅτι ὁ ἐναντίος τοῦ ἐναντίου λόγος ἔσται.

[*](p. 147 a 33)

Κατὰ μίαν τινὰ συμπλοκὴν τῶν ἐναντίων. ἐπεὶ κατὰ πολλοὺς τρόπους τὰ ἐναντία λαμβάνεται ἐν ταῖς συμπλοκαῖς ἀξιοῖ ζητεῖν πάσας προχειριζόμενον, εἴ τις τῶν συμπλοκῶν τῶν ποιουσῶν τὴν ἐναντίωσιν ἁρμόζει τῷ ἐναντίῳ τούτου οὗ ὁ ὁρισμὸς ἀποδέδοται. ἡ δὲ συμπλοκὴ τῶν ἐναντίων ὅτι πλεοναχῶς λέγεται, ἐδείχθη ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς παρούσης πραγματείας· ἰτῶ γὰρ τοὺς φίλους εὖ ποιεῖν ἐναντίον καὶ τὸ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὸ τοὺς ἐχθροὺς εὖ”. δεῖ οὖν, φησί, τὸν ἐναντίον λόγον τῷ ἀποδοθέντι ὁρισμῷ τοῦ ἐναντίου] ἐφαρμόζειν τῷ ἐναντίῳ τοῦ ὁριστοῦ καθ’ ὁποιανοῦν συμπλοκήν.

[*](p. 147 a 34)

x003E; εἰ ὠφέλιμον τὸ ποιητικὸν x003E;

Ὅτι τῷ τοῦ ἀγαθοῦ ποιητικῷ ἐναντίον ἢ τὸ ποιητικὸν κακοῦ ἢ τὸ φθαρτικὸν ἀγαθοῦ. τοῦτο μὲν οὖν ὡς παράδειγμα χεῖται τοῦ μὴ μίαν εἶναι τὴν τῶν ἐναντίων συμπλοκήν. τοῦ δὲ τόπου παράδειγμα τίθησι τὸ διπλάσιον καὶ τὸ ἥμισυ, λέγων ‘εἰ τὸ διπλάσιον τῷ ἡμίσει ἀντίκειται, καὶ ὁ τοῦ διπλασίου λόγος τῷ τοῦ ἡμίσεος ἀντικ·είσεται λόγῳ᾿. ἔστι δὲ διπλασίου μὲν λόγος τὸ ἐν ἴσῳ ὑπερέχειν, ἡμίσεος δὲ τὸ ἐν ἴσῳ ὑπερέχεσθαι· καὶ φανερὸν ὅτι καὶ οἱ λόγοι ἀντίκεινται. ὡσαύτως δέ, φησί, καὶ ἐπὶ τῶν ἐναντίων· εἰ μὲν γὰρ μηδὲν τῶν ὑστέρων ἐναντίων τῷ ἐξ ἀρχῆς ῥηθέντι ἐναντίον, οὐδ’ ὁ ἐξ ἀρχῆς ἀποδοθεὶς λόγος εἴη ἄν καλῶς ἀποδεδομένος.

[*](1 ὡρίσατο Β διὸ a: om. ABDP δεῖ σκοπεῖν, omisso φησιν, a εἰ om. Α: ante 2 τοῦ ἀντικειμένου collocat a τὸν ἀντικείμενον a 2 λόγῳ aP αὐτῶ AD: ταυτοῦ BP: τῷ ὁριστῷ a 3 καὶ — ὡσαύτως a: om. ABDP post ἐναντίων add. δ’ Arist. cf. vs. 21 4 ὁ om. Α λόγος ἐστιν Α: έσται λόγος Β 5 lemma a: om. ABDP 6 λαμβάνονται P 7 πάσας] πάλιν A 7. 8 τῶν ποιουσῶν συμπλοκῶν D 8 ἁρμόζει BD: ἁρμόσει aA: ἁρμόττει P τῷ] τῶν a ἐναντίου Β: compend. D ὁ om. Β 9 πολλαχῶς aA ἐδείχθη post βιβλίῳ collocat D 10 ἐν τῷ δευτέρῳ βιβλίῳ] c. ἔ τῆς—πραγματείας a: om. APDP τῷ aA(B): τὸ BDP Arist. p. 113 a 15 post γὰρ add. τὸ D 11 ἐναντίον post κακῶς ποιεῖν collocat P καὶ — ποιεῖν om. Β 12 ἐναντίον aD: τῶν ἐναντίων AP: ἐναντίων B post ὁρισμῷ add. τῷ P τοῦ ἐναντίου delevi 13 ἐφαρμόζων Β τοῦ ὁριστοῦ a: om. ABDP 14 lemma addidi 15 — 24 aN 20 ἐν utrumque om. Arist. (habet alterum CPc, utrumque u))
470
[*](p. 147 b 4)

Ἐπεὶ δ’ ἔνια τῶν ἐναντίων στερήσει θατέρου λέγεται.

Ότι ἐπὶ τῶν κατὰ στέρησιν ἐναντίων τὸ μὲν κτὰ στέρησιν λεγόμενον ἀναγκαῖον ὁρίζεσθαι διὰ θατέρου, τὸ δὲ λοιπὸν οὐκέτι x003E; διὰ τοῦ κατὰ στέρησιν λεγομένου ὁρίζεσθαι. συμβαίνει γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριστῷ χρῆσθαι ἐν τῷ ὁρισμῷ. οἷον ἄνισον μὲν τὸ μὴ ἴσον ῥηθήσεται· οὐκέτι δὲ καὶ ἴσον τὸ μὴ ἄνισον. διό, φησί, προσεκτέον τὴν τῶν οὕτως ὁριζομένων ἁμαρτίαν, ἤγουν εἴ τις ὁρίσαιτο τὴν ἰσότητα μὴ ἀνισότητα εἶναι· οὐ γὰρ καλῶς ἀπέδωκε τὸν ὁρισμόν, τὸ καθ’ ἕξιν λεγόμενον, ὅ ἐστι τὴν ἰσότητα, διὰ τοῦ κατὰ στέρησιν λεγομένου, τουτέστι τῆς μὴ ἀνισότητος, ὁρισάμενος. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔτι φησὶ τὸν οὕτως ὁριζόμενον, ἤγουν διὰ τοῦ κατὰ στέρησιν λεγομένου τὸ καθ’ ἕξιν.] ἀναγκαῖον γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριζομένῳ χρῆσθαι ἐν τῷ ὁρισμῷ. δῆλον δὲ τοῦτο, ἂν μεταληφθῇ ἀντὶ τοῦ ὀνόματος λόγος· ἐπειδὴ γὰρ ἡ ἀνισότης στέρησις ἰσότητός ἐστιν, ἔσται ἰσότης τὸ ἐναντίον στερήσει ἰσότητος, ὥστε αὐτῷ ἂν εἴη κεχρημένος. ὅτι δὲ τοῦτο μοχθηρόν, πρόδηλον· ἔσται γὰρ αὐτὸ δι’ ἑαυτοῦ ὁριζόμενον· ἔτι τε ὅπερ ὡς ἄγνωστον ὁρίζεται, τούτῳ ἤδη γνωρίμῳ χρῆται.

Ἂν δὲ μηδέτερον τῶν ἐναντίων κατὰ στέρησιν λέγηται, δεῖ μηδέτερον αὐτῶν διὰ τοῦ ἑτέρου ὁρίζεσθαι. εἰ γὰρ τῶν οὕτω λεγομένων ἐναντίων τὸ ἕτερον διὰ τοῦ ἑτέρου ὁρίσαιτό τις, πάντως ὁμοίως καὶ τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἀποδώσει· τί γὰρ μᾶλλον τὸ ἀγαθὸν διὰ τοῦ κακοῦ ἢ τὸ κακὸν διὰ τοῦ ἀγαθοῦ ἀποδώσει; οὐ γάρ ἐστι διαφορὰ ὥσπερ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, ἀλλ’ ἔστιν ὅμοιον τὸ ἀγαθὸν εἰπεῖν τὸ ἐναντίον κακῷ καὶ κακὸν τὸ ἐναντίον ἀγαθῷ· [*](1 στερήσει κτλ. om. a στερήσεων Α θάτερον P1 (corr. P2): καθ’ ἑ A λέγονται AD(BP) 2 ὅτι ABDP: εντι a 3 λεγόμενον a Arist.: om. ABDP post λεγόμενον add. ἐναντίον Arist. (om. Cc) post θατέρου add. ἤγουν τοῦ κατὰ τὴν ἔξιν a 4 δεῖ ex Arist. cod. Ccqu addidi ὁρίζεσθαι ABDP(CPcqu): εὔλογον ὁρίζεσθαι a: om. Arist. 5 συμβαίνει — 12 ἕξιν aN (in quibus apparet duas eiusdem lemmatis interpretationes misceri): om. ABDP 13 γὰρ τὸν οὕτως ὁριζόμενον om. a, at cf. vs. 5 αὐτὸ Α post ὁριζομένῳ add. ἤγουν τῷ ὁριστῷ a 13. 14 ἐν τῷ ὁρισμῷ om. a 14 δῆλον δὲ ἄν τοῦτο D: καὶ δῆλον ἐὰν a λόγος ἀντὶ ὀνόματος a 15 ἐπεὶ Β post γὰρ add. φησιν a ἡ ἀνισότης στέρησις ἰσότητός ἐστιν ἑ. ἰσ. P) aBP: στέρησιν ἰσότητος ἡ ἀνισότητος ἐστίν Α: ἡ στέρησις ἰσότητος ἀνισότης ἐστίν D 15. 16 ἡ ἰσότης—τῇ στερήσει τῆς ἰσότητος a 16 αὐτῷ ἄν εἴη κεχρημένος] ὁ εἰπὼν ἰσότης ἐστὶ τὸ ἐναντίον τῇ στερήσει τῆς ἰσότητος ταὐτὸν εἶπεν, ὅτι ἡ ἰσότης ἰσότης ἐστί. καὶ δῆλον ὅτι αὑτὸ τὸ ὁριστὸν ἀπέδωκεν ἐν τῷ ὁρισμῷ aN 17 αὐτὸ om. D 18 ὁρίζεται] πειρᾶται ὁρίζεσθαι a χρῆται γνωρίμω D 19 ἐὰν B post ἐναντίων add. φησὶ a λέγηται D Arist.: λέγεται aABP 20 αὐτῶν] ῶν in ras. Π2 24 κατὰ—ἀντικειμένων a: στερητικῶν στερήσεων Β) λεγομένων ABDP post ἀλλ’ add. ὧν P 24.25 τῶ ἀγαθῶ εἰπεῖν B: om. Α 25 κακῷ Arist. cf. p. 471,4. 5: κακοῦ libri καὶ a: om. ABDP τὸ alterum a: δὲ ADP; om. Β ἀγαθῷ P Arist.: ἀγαθοῦ aABD)

471
τῶν γὰρ οὕτως λεγομένων ἐναντίων καὶ μὴ ἐχόντων τὸ ἕτερον στερητικὸν ὁ λόγος ὁμοίως ἀποδίδοται. ἀλλὰ μὴν τούτου γινομένου συμβαίνει τὸ προειρημένον, τὸ χρῆσθαι αὐτῷ τῷ ὁριστῷ ἐν τῷ ὁρισμῷ αὐτοῦ· εἰ γάρ τις λέγοι ἀγαθὸν τὸ ἐναντίον κακῷ, ἐπεὶ ἐνυπάρχει τῷ τοῦ κακοῦ λόγῳ τὸ ἀγαθόν (ἔστι γὰρ κακὸν τὸ ἐναντίον ἀγαθῷ), μεταληφθέντος τοῦ κακοῦ εἰς τὸν οἰκεῖον λόγον ἔσται ἀγαθὸν τὸ ἐναντίον τῷ τοὐ ἀγαθοῦ ἐναντίῳ. δῆλον οὖν ὅτι αὐτῷ κέχρηται.

[*](p. 147 b 26)

Ἔτι εἰ τὸ κατὰ στέρησιν.

Παραδοὺς ἀπὸ τῶν κατὰ πρός τι ἀντικειμένων τόπους καὶ ἀπὸ τῶν ἐναντίων, τῶν τε ἁπλῶς ἐναντίων καὶ ὡς κατὰ στέρησιν ἀντικειμένων, εἰπών τε ἐν τοῖς πρὸ τούτων, ὅτι τὰ κατὰ στέρησιν λεγόμενα ὁρίζεσθαι δεῖ διὰ τούτων ὧν ἐστερῆσθαι λέγεται, ἄν τε ὧσι στερήσεις ἄν τε ἐναντία στερητικῶς λεγόμενα, νῦν φησιν, ὅτι εἰ τὸ κατὰ στέρησιν λεγόμενον ὁριζόμενός τις μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τοῦτο οὗ ἐστιν ἐν στερήσει τὸ [*](229) ὁριστόν, οὐχ ὁρίζεται ὀρθῶς. ἀλλὰ κἄν τοῦτο μὲν θῇ, μὴ προσθῇ δὲ τὸ ἐν ᾧ πέφυκε γίνεσθαι, ἢ ἁπλῶς ἢ ἐν ᾧ πρώτως, οὐδ’ οὕτως ὡρίσατο· ἡ γὰρ στέρησίς ἐστι τινός τε καὶ ἔν τινι, ἀλλὰ καὶ ποτέ ὅτε γὰρ πέφυκεν), εἰ τὴν κυρίως στέρησιν λαμβάνει. δεῖν γάρ φησι τὸν καλῶς ὁριζόμενον τὸ τί ἐστι καὶ τίνος ἐστὶν ἡ στέρησις ἀποδοῦναι καὶ ἐν τίνι γίνεται· τοῦτο γάρ ἐστι καὶ τί ἐστι τὸ ἐστερημένον· ἐπὶ μὲν γὰρ τῆς ἀγνοίας τὸ λογικὸν μέρος τῆς ψυχῆς ἐστι τὸ. ἐστερημένον, ἐπὶ δὲ τῆς τυφλότητος ὁ ὀφθαλμός.

[*](1 ἐναντίον Α 2 οὕτως BP ἀποδέδοται Α 3 τὸ] τῶ A ὁριστῷ corr. ex ὁρισμῶ Β αὐτῷ (ante εἰ) a 4 λέγει B ante κακῷ add. τῷ a τοῦ] οὐ aB 5 τῷ ἀγαθῷ a: ἀγαθὸν Β 6 τὸ om. Β 7 ἐναντίου ἀγαθῶ B ὅτι om. Β 8 lemma a: om. ABDP 9 παραδοὺς a: ἀποδοὺς ADP: ἀποδιδοὺς Β ἐπὶ (ante τῶν κατὰ) Β post κατὰ add. τὰ aA, superscr. P2 τόπους aP2: τόπον AP1: τόπων BD 10 τῶν τε ἀπλῶς a: om. ABDP ἐναντίων καὶ ὡς transposui: καὶ ὡς ἐναντίων BD: καὶ ὡς a: καὶ superscr. P: om. Α post στέρησιν add. τόπων B λεγομένων a εἰπών] p. 147 b 7 11 τοῖς πρὸ τούτων τούτου Β)] αὐτοῖς τοῖς ὡς κατὰ στέρησιν λεγομένοις ἐναντίοις a τὰ DP: τὸ a: om. ΑΒ λεγόμενον a δέον Β 12 τούτου οὐ a στερεῖσθαι P post ὦσι add. λεγόμενα AD post ἄν τε add. καὶ aB 12. 1.3 στερητικῶν P 18 νῦν φησιν] φησὶν ἐν τούτῳ a 14 τις om. Α παραλάβοι BP: παραλάβη D: περιέλαβεν a: πέρι Α τούτου B ἐστιν ἐν om. a ante στερήσει add. τῆ aA 15 post ὁριστὸν add. λέγεται a IB to prius superscr. P2 ἢ ἐν τῶ Β πρῴ D: πρώτῳ Arist. 17 ἡ scripsi: οὐ libri ἔσται Β καὶ alterum om. Β ὅτι D: οὗτε P 18 λαμβάνοι D δεῖ AB 19 ante τίνος add. τὸ a 20 post τίνι add. μέρει a γάρ ἐστι om. a 21 τὸ λογικὸν—ἐστερημένον a: ψυχὴ ABDP 22 ὁ a: om. ABDP)
472
[*](p. 148 a 3)

Ὁρᾶν δὲ καὶ εἰ μὴ λεγομένου.

Ἔτι, φησίν, ἁμαρτάνει καὶ ὁ τὸ μὴ στερητικὸν ὡς στερητικὸν ὁριζόμενος. διὸ δόξει μὴ ὀρθῶς ὁ τῆς ἀγνοίας ἀποδίδοσθαι ὁρισμός, εἴ τις αὐτὴν στέρησιν λέγοι ἐπιστήμης· ὅσοι γὰρ τὴν ἄγνοιαν μὴ κατὰ ἀπόφασιν λέγουσιν μηδὲ λέγουσιν ἁπλῶς τὸ μὴ γινώσκειν ἀγνοεῖν μήτε γὰρ τὸν τοῖχον ἀγνοεῖν μήτε τὰ παιδία, ἀλλὰ ταῦτα μὲν μὴ γινώσκειν, ἀγνοεῖν δὲ τοὺς διάθεσίν τινα ἠπατημένην καὶ μοχθηρὰν ἔχοντας), τούτους φησὶ τὴν ἄνοιαν ἕξιν τινὰ μοχθηρὰν καὶ ἠπατημένην λέγειν ἀλλ’ οὐ γνώσεως στέρησιν. ἁμαρτάνοι ἂν οὕτως καὶ ὁ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλ’ ἕξις καὶ διάθεσις.

[*](p. 148 a 10)

Ἔτι εἰ τῶν ὁμοίων τοῦ ὀνόματος πτώσεων.

οὗτος ὁ τόπος σχεδὸν ὁ αὐτός ἐστι τῷ τεσσαροκοστῷ ἐννάτῳ· καὶ γὰρ ἀξιοῖ νῦν ὅτι τῖς πτώσεσι τοῦ ὁριστοῦ τὰς πτώσεις τοῦ ὁρισμοῦ ἐφαρμόζειν δεῖ· εἰ γὰρ μὴ ἐφαρμόζουσιν, οὐκ ἄν εἴη καλῶς ἀποδεδομένος ὁ ὁρισμός. σαφὲς δὲ ποιεῖ τοῦτο διὰ τοῦ παραδείγματος.

[*](p. 148 a 14)

Σκοπεῖν δὲ καὶ ἐπὶ τὴν ἰδέαν.

οὗτος ὁ τόπος πρὸς τοὺς ἰδέας τιθεμένους καὶ λέγοντας ἐκείνων εἶναι τοὺς ὁρισμούς· ἐὰν γὰρ ὁ ἀποδεδομένος λόγος τινὸς μὴ ἁρμόζῃ τῇ ἰδέᾳ τῇ κατ’ ἐκεῖνο, οὐκ ἄν εἴη καλῶς ἀποδεδομένος. οἷον ἐὰν λέγῃ τις τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν, οὐ καλῶς ὁρίζεται διὰ τὸ μὴ δύνασθαι τοῦ αὐτοανθρώπου, τῆς ἰδέας, τοῦτον εἶναι ὅρον· οὐ γὰρ ἐμπαθὲς οὐδὲ [*](1 lemma a: om. ABDP 2 ἔτι φησὶν a: ὅτι ABDP καὶ et ὡς a: om. ABDP ὡς στερητικὸν alterum aAD: στερήσει B: στερητικ(??) P (superscr. P2) 3 δόξει BDP: διδάσκει aA (sed σκ perierunt) ἀποδίδοσθαι τὸν τῆς ἀγνοίας ὁρισμὸν a ὁ om. D 4 λέγει BP 4. 5 ὅσοι γὰρ μὴ κατὰ ἀπόφασιν λέγουσιν ἀντικεῖσθαι τὴν ἄγνοιαν τῇ ἐπιστήμῃ μηδὲ a 5. 6 ἀγνοεῖν μὴ γινώσκειν ἁμαρτάνουσιν· οὔτε γὰρ ὁ τοῖχος ἀγνοεῖ οὔτε a 5 ἀγνοεῖν] εἰν corr. Β μήτε—6 ἀγνοεῖν om. D 6 τὰ om. Α 7 τινα om. a ἠπατημένην aA: ἡμαρτημένην BDP 8 καὶ ἠπατημένην καὶ μοχθηρὰν Α λέγειν scripsi: ἔχειν corr. ex ἔχοντας Β 9 ὁμοίως ἁμαρτάνοι ἄν a καὶ om. DP 10 ἡ ἀθανασία aB: om. ADP ἀλλ’ ἐν ἐν om. Α) ἕξει καὶ διαθέσει ΑΒ 11 lemma a: om. ABDP 12 ἐστιν ὁ αὐτὸς Β λθ́ Α; respicit c. 9 p. 147 a 12 sq. 13 ὅτι ABDP: om. a cf. p. 241,43 Aid. ταῖς τοῦ ὁριστοῦ πτώσεσι Β post πτώσεσι add. ταῖς AP τὰς πτώσεις] εἰς P 14 δεῖ D: om. aABP μὴ ἐφαρμόσουσιν a 15 ὁ om. Α: ὁ λόγος ἤτοι Β σαφὲς—παραδείγματος a: om. ABDP 16 lemma a: om. ABDP 17 οὗτος ABD: καὶ οὗτος P: οὗτος δὲ a post τοὺς add. τἀς a τιθεμένους ἰδέας P 18 ὁ om. DP ἀποδιδόμενος D ἁρμόζῃ ΑΒ, Pcorr.: ἁρμόζει a, Ppr.: ἐφαρμόζοι D 19 τῇ om. P post ἐκεῖνο κεῖνο evanuit in D) add. καλῶς B ἀποδεδομένος καλῶς Β ἄν A 21 αὐτοῦ ἀνθρώπου Α τῆς ἰδέας] ἤτοι τῆς ἰδέας τοῦ ἀνθρώπου a ταὐτόν Α: τὸν αὐτὸν a οὐ AD: οὐδὲ aBP)

473
θνητὸν ἐκεῖνο. καὶ καθόλου ἐν οἷς λόγοις πρόσκειται ποιητικόν τι ἢ παθητικόν, οὗτοι οὐχ ἁρμόζουσιν ἐπὶ τῶν ἰδεῶν· ἀκίνητοι γὰρ αἱ ἰδέαι καὶ ἀίδιοι οὐσίαι. τὸ δὲ πρὸς τούτοις δὲ καὶ οἱ τοιοῦτοι λόγοι χρήσιμοι λέγοιτ’ ἂν ἤτοι περὶ τῶν ἐφεξῆς λεγομένων τόπων ἢ περὶ τῶν πρὸς τἀς ἰδέας εἰρημένων, καὶ εἴη ἂν ἴσως ἡ γραφὴ ἀντὶ τοῦ ‘πρὸς τούτους οἱ λόγοι χρήσιμοι᾿. τὸ δὲ λέγειν καὶ τὸν αὐτοάνθρωπον θνητὸν εἶναι, οὐ τῷ ἀποθνήσκειν ἀλλὰ τῷ λόγῳ εἶναι θνητόν, καθ’ ὃν τὰ θνητὰ τοιαῦτά ἐστιν, οὐκ οὐσίας ἐστὶ ποιούντων τὰς ἰδέας αὐτὰς καθ’ αὑτὰς πρώτας τε καὶ ἀιδίους, ἀλλὰ τοὺς λόγους τε καὶ ὁρισμοὺς τῶν τῇδε ποιούντων ιοεας.

[*](p. 148 a 23)

Ἔτι εἰ τῶν καθ’ ὁμωνυμίαν. Άν τις, φησί, ὁμωνύμως τινῶν λεγομένων ἕνα κοινὸν λόγον ἀποδῷ, δῆλον ὡς ἁμαρτάνει· ποιεῖ γὰρ αὐτὰ ὡς συνώνυμα. οὐδενὸς γὰρ ἔσται τῶν ὑπὸ τὸ ὄνομα ὁ τοιοῦτος λόγος ὁρισμός, τῷ ἐκείνων μὲν διαφέροντας εἶναι τοὺς ὁρισμοὺς τοῦτον δὲ πᾶσιν αὐτοῖς δοκεῖν ὁμοίως ἐφαρμόζειν ἐπιζητήσειε δ’ ἄν τις πῶς οἷόν τε ἐφαρμόζειν πάσι τοῖς ὁμωνύμοις ἕνα λόγον κοινόν· οὐκέτι γὰρ μενεῖ ὁμώνυμα, εἰ καὶ ὀνόματος καὶ κοινοῦ τινος κοινωνεῖ λόγου. ἢ εἰ μὲν οὐσίαν τινὰ μίαν καὶ φύσιν πράγματος δηλῶν ὁ λόγος οὗτος ἅπασιν ἐφαρμόζοι, οὐκέτ’ ἄν ὁμώνυμα εἴη εἰ δὲ κοινά τινα συμβεβηκότα αὐτοῖς ἔχοι συγκείμενα, οὐκέτ’ ἂν οὗτος οὔτε ὁρισμὸς εἴη οὔτε ἀναιροίη τὴν ὁμωνυμίαν αὐτῶν. εἶπε δὲ ὅτι ἐνδέχεται μὲν οὖν καὶ κατὰ προαίρεσιν οὕτως ἀποδοῦναι, τουτέστιν ὅτι εἴτε κατὰ προαίρεσιν ὡς συνωνύμου τοῦ ὁμωνύμου ἕνα λόγον ἀποδοίη πᾶσιν ἐφαρμόζοντα, εἴτε συνορῶν τὴν ὁμωνυμίαν καὶ βουλόμενος ἑνός τινος τῶν ὑπὸ τὸ κοινὸν ὄνομα ὁρισμὸν ἀποδοῦναι λάθοι μὴ ἴδιον [*](1 ἐκεῖνο P2: ἔκει AP1 πρόκειται P τι ποιητικὸν a 1. 2 ποιητικὸς ἢ παθητικὸς P 2 οὕτως Α 3 οὖσαι P: εἰσι a πρὸς δὲ a τούτοις δὲ a et inv. ord. Arist.: τούτους δὲ AP (inv. ord. Ccfq, corr. ΑΒ): τούτοις Β: τούσδε D λόγοι om. Α 4 ἤτε a 5 λεγομένων D καὶ εἴη — 6 χρήσιμοι] καὶ εἰ τοῦτο, εἴη μᾶλλον ἁρμοδιώτερον πρὸς τούτους γράφειν ἢ πρὸς τούτοις a 6 καὶ om. a θνητὸν supra deletum ἀγαθὸν Β 7 post ἀποθνήσκειν add. λέγεται, post λόγῳ add. τοῦ θνητοῦ a εἶναι θνητὸν D: inv. ord. a: εἶναι θνητὰ BP: θνητὸν εἶναι θνητὸν Α καθὸ P 8 τοιαῦτά εἰσιν a ἑαυτὰς A 9 ἀιδίας Α τοῦ pro altero τε P τῇδε ADP: τὶ aP) 11 lemma a: om. ABDP 12 ἐάν a φησὶ a: om. ABDP ὁμωνύμως B: ὁμωνύμων ADP: τῶν ὁμωνύμως a λεγομένων τινῶν a ἕνα] ἕνεκα Α ἀποδιδῶ P 13 αὑτὸν ὡς συνῶ Α ὡς alterum om. aB 15 τοῦτον scripsi: τοῦτο ABDP: ἐπὶ τούτων a αὐτοῦ Β οὕτως P 15. 16 ἐφαρμόττειν Β 16 ὡς P 17 ἕνα—ὁμώνυμα om. Β μένει ADP: μενοῦσιν a 18 μίαν om. P 19 πραγμάτων P οὕτως D ἅπασιν] ἀπόφασιν Β ἐφαρμόζει aA 20 τινος B ἔχοι scripsi: ἔκει libri post ἂν add. τούτων a 21 ἀναιροίη] οἴη ex corr. D τὴν] μὲν a 23 ὅτι om. P συνωνύμου scripsi: συνώνυμον BD: συνωνύμων aAP τῶν ὁμωνύμων a 24 ἀποδοίη a: ἀποδῶ ABDP)

474
ἀλλὰ κοινὸν ἀποδιδοὺς ὡς πᾶσιν ὁμοίως ἐφαρμόζειν τοῖς ὑπὸ τὸ ὄνομα, ὁμοίως αμαρτανει· ὁποτέρως γὰρ ἄν ἡ γινόμενον τοῦτο, ἁμάρτημά ἐστιν.

[*](p. 148 a 37)

Ἐπεὶ δ’ ἔνια λανθάνει.

Επεὶ δέ, φησί, τινὰ τῶν ὁμωνύμων οὐκ ἔστι γνώριμα, πότερόν ἐστιν ὁμώνυμα ἢ συνώνυμα. ἐρωτῶντας μέν, φησί, καὶ ἐλέγχειν βουλομένους δεῖ ὡς περὶ συνωνύμων αὐτῶν τὸν λόγον | ποιεῖσθαι καὶ δεικνύναι ὅτι ὁ [*](230) ἀποδιδόμενος λόγος οὐκ ἐφαρμόζει πᾶσιν αὐτοῖς ὡς οὖσι μιᾶς φύσεως καὶ ὁμοειδέσιν, εἰ δηλονότι τοιοῦτος εἴη ὁ ἀποδιδόμενος λόγος· ἀποκρινομένους δὲ διαιρεῖσθαι χρὴ καὶ δεικνύναι τὴν τῶν σημαινομένων κοινωνίαν οὖσαν μόνον κατὰ τοὔνομα. διὸ οὐδ’ ὁ ἀποδοθεὶς λόγος πάντων κοινὸς ἀπεδόθη. οἷον εἴ τις ὁρισμὸν κινήσεως εἴη ἀποδεδωκὼς ὅτι μεταβολή ἐστι κατὰ τόπον, ἐπεὶ κίνησίς ἐστι καὶ ἡ ἀλλοίωσις, δεικνύναι χρὴ ὅτι μὴ ἐφαρμόζει ταύτῃ ὁ ἀποδεδομένος λόγος τῆς κινήσεως x003E; οὔσης συνωνύμου· αὐτὸν δὲ ἀποκρινόμενον χρὴ δεικνύναι ὅτι καὶ ἡ κίνησις ὁμώνυμος καὶ αὐτὸς ὡρίσατο τὴν κατὰ τόπον κίνησιν, ἥτις ἐστὶ πρώτη τε καὶ κυριωτάτη κίνησις. χρὴ δὲ τοῖς τοιούτοις πρὸς τοὺς ἐριστικωτέρους χρῆσθαι· σοφιστικὸς γὰρ ὁ τόπος ὁ πρὸς τοὔνομα καὶ οὐ διαλεκτικός.

[*](p. 148 b 4)

Ἐπεὶ δ’ ἔνιοι τῶν ἀποκρινομένων.

Ἐπεὶ δέ, φησί, τινὲς τῶν ἀποκρινομένων δι’ ἀνεπιστημοσύνην πολλάκις τὸ συνώνυμον ὁμώνυμον λέγουσιν, ὅταν μὴ ἐφαρμόττῃ ὁ ἀποδοθεὶς ὅρος πᾶσιν οἷον ὅταν εἴπῃ τις ὅτι ζῷόν ἐστιν οὐσία ἔμψυχος ἄλογος, ἐπεὶ ὁ λόγος οὗτος, ὃν ἀπέδωκεν, οὐ προσαρμόζει πᾶσιν, ἀναγκαζόμενος φήσει ὅτι οὐ καινὸν εἰ οὐ προσαρμόζει πᾶσι· τὸ γὰρ ζῷον ὁμώνυμον, ἐπὶ δὲ τῶν ὁμωνύμων οὐ δύναται εἷς κοινὸς ὅρος ἀποδίδοσθαι), ἢ πάλιν τὸ ὁμώνυμον συνώνυμον οἷον εἰ ἀποδοίη ἕνα κοινὸν ὁρισμὸν ἐπ’ ἄμφω, ἤγουν ἐπὶ πάντων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων, οἷον ὅτι κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ὅτε κινητόν, φήσει ὁ τοιοῦτος, ὅτι ἐπειδὴ ὁ ἀποδοθεὶς οὗτος ὁρισμὸς πάσῃ κινήσει ἐφαρμόζει, ἡ κίνησις λοιπὸν συνώ- [*](1 ἀποδοὺς Β οὕτως ἐφαρμόζειν P: ἐφαρμόζειν ὁμοίως a 2 ὁμοίως ABD: οὕτως P: καὶ οὕτως a εἴη aP γιγνόμενον P 3 lemma a: om. ABDP 4 ἐπειδὴ δὲ D post ὁμωνύμων add. ἡ συνωνύμων a οὐκ—5 συνώνυμα om. A 5 ὁμώνυμα ἢ συνώνυμα scripsi: ὁμώνυμον ἢ συνώνυμον aBDP 6 ὁ om. a 7 et 8 ἀποδεδομένος Β 7 ἐφαρμόττει aA ὦς a: om. ABDP 8 ὁμοιειδέσιν A εἰ] ἡ P ὁ om. Α ἀποκρινόμενος Ppr. 10 κτὰ τοὔνομα μόνον D: μόνον κτὰ τοῦ ὀνόματος P πάντως κοινῶς A 11 post τις add. τὸν aA κινήσεως] κοινῶς Α 12 post τόπον add. κίνησις BP post ἐπεὶ add. ἡ P ἐστι om. BP 13 ὡς addidi οὔσης ὁμωνύμου Β: μὴ οὔσης συνωνύμου ἀλλ’ ὁμωνύμου· τὸ γὰρ συνωνύμως λεγόμενον δεῖ ἐπὶ πάντων καθ’ ὧν λέγεται ἐφαρμόττειν κατὰ τὸν λόγον a 14 δὲ] τὸ a 15 πρώτη τε AP: πρώτη D: πρωτίστη Β: προτίστη a 16 τοῖς ἐριστικωτέροις D 17 γὰρ] δὲ a ὁ τρόπος B: ὁ τόπος οὗτος a οὐ om. A 18 — p. 475,7 aN κοινὸς N: λόγος a ὅτι a: ὅτι Ν)

475
νυμός ἐστιν· ἐπὶ γὰρ τῶν συνωνύμων εἷς κοινὸς ὅρος), ἐπεὶ οὖν, ὡς εἴπομεν, τινὲς τῶν ἀποκρινομένων δι’ ἀμαθίαν λέγουσι τὰ ὁμώνυμα συνώνυμα καὶ τὰ συνώνυμα ὁμώνυμα, καὶ διὰ τοῦτο ἐλέγχονται ὑπὸ τοῦ ἐρωτῶντος ὡς μὴ καλῶς ἀποδιδόντες τὸν ὅρον, προδιομολογητέον ὑπὲρ τῶν τοιούτων, τουτέστι δεῖ τὸν ἐρωτῶντα καταναγκάσαι τὸν ἀποκρινόμενον ὁμολογῆσαι πότερον τὸ ὁριστὸν ὁμώνυμόν ἐστιν ἢ συνώνυμον.

[*](p. 148 b 9)

Μαλλὸν γὰρ συγχωροῦσιν οὐ προορῶντες τὸ συμβησόμενον.

Ρᾷον γάρ, φησί, συγχωροῦσι τοῖς ἀληθέσι μὴ προορῶντες τὸν ἐσόμενον ἐκ τῆς τοιαύτης ὁμολογίας ἔλεγχον. εἰ γάρ τις εἴη ὁρισάμενος τὸ ἀγαθὸν φέρε εἰπεῖν οὕτως ‘τὸ ποιοῦν ἀγαθούς᾿, δέον πρῶιον ὁμολογίαν ποιῆσαι τὸν ἐρωτῶντα, πότερον τὸ ἀγαθὸν ὁμώνυμον ἢ συνώνυμον· καὶ εἰ μὲν λέγει ὅτι συνώνυμον, δεικνύναι ὅτι μὴ πᾶσι τοῖς ἀγαθοῖς ὁ ἀποδεδομένος ἐφαρμόζει λόγος· εἰ δὲ ὁμώνυμον λέγει, εὐθυντέον ὡς πεπειραμένον τοῦ ὁμωνύμως λεγομένου πράγματος ἕνα ὁρισμὸν ἀποδιδόναι.

Τὸ δὲ ὁπότερον ἂν ᾖ ἀντὶ τοῦ ‘ἢ ἑτερώνυμον ἢ πολυώνυμον᾿.

[*](p. 148 b 10)

ἐὰν δὲ μὴ γενομένης ὁμολογίας φῇ τις τὸ συνώνυμον.

ἐὰν μὴ γενομένης ὁμολογίας ὁ ἀποκρινόμενος φεύγων τὸν ἔλεγχον τὸν ἐκ τοὐ μὴ ἐφαρμόζειν τὸν ἀποδοθέντα λόγον πᾶσι τοῖς ὑπὸ τοὔνομα φῇ αὐτὸ μὴ συνώνυμον ἀλλ’ ὁμώνυμον εἶναι, δεῖ, φησί, χρῆσθαι τοιούτῳ τρόπῳ πρὸς ἔλεγχον τοῦ λεγομένου· ἐπισκοπεῖν εἰ ὁ λόγος καὶ ὁ ὅρος τούτου, ᾧ οὐκ ἐφαρμόζει ὁ ἀποδιδόμενος [*](1 κοινὸν a 7 lemma ABDP: om. a οὐ] οἱ Β post τὸ delevit μὴ P 7. 8 συμβεβηκός Α 9 ῥᾷον] μᾶλλον a φησι a: om. ABDP 10 τοιαύτης om. a ante ὁρισ. add. ὁ a ὡρισμένος BP 11 οὕτως φέρε εἰπεῖν D τὸ ποιεῖν ἀγαθούς Α: τὸ πεφυκὸς ἀγαθοὺς ποιεῖν a 12 ante τὸν add. πρὸς a post συνώνυμον add. ἐστι a 13 δεικνύναι] δεικνύντα τὸν ἐρωτῶντα a 13. 14 ἐφαρμόζει ὁ ἀποδεδομένος D ἀποδιδόμενος AP 14 ἐφαρμόζοι aB post λόγος add. ἐλέγχειν οὕτως ἐκεῖνον a εὐθὺ τὲ Β ὡς] εἰς τὸν Α πειράμενον P: πειρώμενον a 15 πράγματος om. a ἀποδοῦναι Β 16 aN: om. ABDP 17 lemma ABDP: om. a γενομένης BD Arist.: γινομένης AP itemque vs. 18 φήσῃ Β: φησί D post συνώνυμον add. ὁμώνυμον εἶναι B: εἶναι P: ἔστιν Α 18 ante ἐὰν add. ὅτι ABDP ἂν δὲ a Arist. ἐὰν δὲ u) post ὁμολογίας add. φησὶν a 19 τόν ἐκ om. a 20 τοῦ ὀνόματος P φήσῃ D αὐτὸ D: αὐτὸν BP: τὸ Α: τὸ συνώνυμον a δεῖν Α 21 χρῆσθαι D: χρήσασθαι aABP ante τοιούτῳ add. καὶ aB: xdi P πρὸς aBD: καὶ πρὸς Α: καὶ P ἐπισκοπεῖν —p. 476, 7 ἀποδεδομένον ABDP: ἐπισκοπεῖν εἰ ὁ λόγος οὗτος ἐφαρμόζει καὶ πρὸς τὰ λοιπά, καὶ οὕτως ἐλέγχειν αὐτὸν ὡς τοῦ συνωνύμου ὄρον ὁμωνύμου ἀποδόντα· καὶ γὰρ ἐφαρμόζει καὶ τοῖς λοιποῖς, ἅπερ ἔλεγεν ὁμώνυμα εἶναι· ὧν γὰρ εἴς λόγος, ταῦτα συνώνυμα. εἰ δὲ μὴ εἴη συνώνυμα, ὁ δὲ παρ’ ἐκείνου ἀποδοθεὶς λόγος ὡς συνωνύμοις συνωνύμους a) ἀποδίδοται, καὶ οὕτως ἐλεγχθήσεται, ὅτι πλείους (40) εἰσὶν ὁρισμοὶ τῶν αὐτῶν εἰδῶν, ὅν τε ἀπέδωκεν ἐκεῖνος εἰπὼν ‘ζῷόν ἐστιν οὐσία ἔμψυχος ἄλογος᾿, καὶ ὁ ὕστερος ὃν ὁ ἐρωτῶν ἐπάγει, ὅτι ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική, καὶ aN 22 ὁρισμὸς Β post ὅρος add. ὁ AP ἀποδεδομένος B)

476
λόγος δῆλον γὰρ ὅτι ἔστι τις λόγος αὐτοῦ), ἐφαρμόζει καὶ τούτοις ὧν ἔλεγε τὸν ἀποδοθέντα λόγον ὁρισμόν. τούτου γὰρ δειχθέντος ἔσται συνώνυμον δεδειγμένον τοῦτό τε κἀκεῖνα, ἃ ἐλέγετο ὁμώνυμα εἶναι τούτου οὗ ὁρισμὸν ἀποδέδωκεν, εἴ γέ ἐστιν αὐτῶν εἷς λόγος· ὧν γὰρ εἷς λόγος, ταῦτα συνώνυμα. εἰ γὰρ μὴ εἴη συνώνυμα, συμβήσεται ὁμολογουμένως αὐτῶν πλείους εἶναι ὁρισμούς, τὸν αὐτόν τε ὃν αὐτὸς ἀποδέδωκε καὶ τὸν ὕστερον ἀποδεδομένον, ὃς κοινὸς εὕρηται ὢν αὐτοῖς πρὸς ἐκεῖνο τὸ δοκοῦν ἀυτῶν ομωνυμον εἶναι.

[*](p. 148 b 16)

Πάλιν εἴ τις ὁρισάμενος τῶν πολλαχῶς τι λεγομένων.

εἴ τις, φησίν, ὁρισάμενός τι τῶν πολλαχῶς λεγομένων, ἔπειτα ἐλεγχόμενος ὅτι μὴ πᾶσι τοῖς ὑπὸ τοὔνομα ἐφαρμόζει ὁ ἀποδεδομένος λόγος, μὴ λέγοι μὲν αὐτὰ ὁμωνύ|μως λέγεσθαι, λέγοι δὲ μηδὲ [*](231) τὴν ἀρχὴν τὸ ὄνομα ἐφαρμόζειν τούτοις οἷς οὐδὲ ὁ ἀποδεδομένος ὑπ’ αὐτοῦ ὁρισμός, δεῖ, φησί, πρὸς τοῦτον οὕτως λέγειν, ὅτι τοῖς μὲν ὀνόμασι δεῖ χρῆσθαι ὡς οἱ πολλοὶ λέγουσι καὶ μὴ καινοτομεῖν, τοῖς δὲ πράγμασιν ἐφαρμόζειν τὰ ὀνόματα οὐχ ὡς οἱ πολλοὶ ἀλλ’ ὡς οἱ σοφοί· οὐ γὰρ χρὴ ὁμοίως τοῖς πολλοῖς οὔτε τὸν εὐτυχῆ εὐδαίμονα καλεῖν οὔτε οἰκονομικὸν τὸν ἀνελεύθερον οὔτε τὸν δεινὸν φρόνιμον οὔτε τὸν τολμηρὸν ἀνδρεῖον, ὡς εἰώθασιν οἱ πολλοί· διαφέρει δὲ ταῦτα τῶν] οἷς κεῖται, ὅτι ἐκεῖνα μὲν οἱ σπουδαῖοι οὕτω καλοῦσι, ταῦτα δὲ οἱ ἰδιῶται ὀνομάζουσιν.

[*](p. 148 b 23)

Ἐὰν δὲ τῶν συμπεπλεγμένων.

Ὅτι ἐπὶ τῶν ὁρισμῶν τῶν συνθέτων, εἰ εἴη τὸ σύνθετον, οὗ ὁρισμὸς ἀποδέδοται, ἐκ δύο τινῶν συγκείμενον, δεῖ ἀφελόντα ἀπὸ τοῦ ὅλου λόγου [*](1 ὅτι ἔστι] εντι Β post αὐτοῦ add. ὃς ABP ὃν Β 3 κἀκεῖνο ἁ ὁμώνυμα ἐλέγετο Β οὐ AD: οὖν BP 4 ἐστιν om. D αὐτῶν Β corr.: αὐτὸ P ἦ BP ὁμολογουμένους Α 6 αὐτῶν D: αὐτοῦ ABP αὐτὸς AD: αὐτοῦ BP 7 αὐτοῖς D: αὐτῶ ABP 8 αὐτῶν scripsi: αὐτῶ D: compend. ABP 9 lemma a: om. ABDP 10 εἴ τις — λόγος ABDP: Νῦν πολλαχῶς φησι τὰ ὁμώνυμα, καίτοι γε καὶ τῶν ἄλλων πολλαχῶς λεγομένων, οἷον συνωνύμων. καὶ φησίν, εἴ τις ὁρίσαιτό (45) τι τῶν ὁμωνύμων, οἷον κίνησίς ἐστιν ἡ κτὰ τόπον μεταβολή, ἐπεὶ ὁ ὅρος οὗτος οὐκ ἐφαρμόττει πᾶσι τοῖς εἴδεσι τῆς κινήσεως οὐ γὰρ οἰκεῖος οὗτε τῇ αὐξήσει οὔτε τῇ ἀλλοιώσει οὔτε ταῖς λοιπαῖς), δῆλον ὅτι ὁμώνυμόν ἐστιν. εἰ οὑν ὁ προσδιαλεγόμενος ἀπελεγχθείη ὁ καὶ τὸν ὅρον τῆς κινήσεως ἀποδούς, ἔτι δὲ διισχυριζόμενος διισχυρίζοιτο N sequentia aliter exhibens) aN 11 ἐλεγχομένων Α 12 ὁμωνύμως scripsi cf. p. 473,12: ὁμώνυμα libri δὲ μὴ D 13 τοὔνομα P οὐδὲν A ἀποδιδόμενος D ἐπ’ P 14 πρὸς τὸν τοιοῦτον a τοῖς μἐν—17 ὁμοίως τοῖς πολλοῖς aN (15 καὶ μὴ καινοτομεῖν om. N): δεῖ τοῖς κειμένοις ὀνόμασι κατὰ καὶ Β) τῶν πραγμάτων χρῆσθαι καὶ μὴ καινοτομεῖν. ἔνια δὲ οὐ λεκτέον ὁμοίως (οὕτως Ρ) τοῖς πολλοῖς· οὐ οὐ—πολλοῖς om. D) γὰρ χρὴ οὔτε τοῖς πολλοῖς ὁμοίως ὁμοίως om. BP) ABDP 17 οὕτε prius om. BD τὸν superscr. Ρ1 19 τῶν delevi 21 lemma a: om. ABDP 22 post οὗ add. ὁ a 23 τινῶν om. D συγκείμενον D: συγκειμένων A: συγκείμενος aBP λόγου] τὸν λόγον Α)

477
τὸν τοῦ ἑτέρου τῶν ἐν τῷ ὁρισμῷ λόγον ἐπισκοπεῖν εἰ τὸ καταλειπόμενον μέρος τοῦ ἀποδεδομένου λόγου τοῦ καταλειπομένου ἐν τῷ ὁριστῷ τῷ συνθέτῳ ὁρισμός ἐστιν· εἰ γὰρ μή , οὐδ’ ὅλος ὁ λόγος εἴη ἂν ὁρισμὸς ὅλου τοῦ συνθέτου ὁριστοῦ.

Εἰς τὸ αὐτό. εἰ δέ τινος τῶν συμπεπλεγμένων, φησίν, ἀποδοθείη ὅρος, οἷον ὅτι ἄνθρωπος λευκός ἐστι ζῷον λογικὸν θνητὸν δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως, δεῖ σκοπεῖν καὶ ἀφαιρεῖν τὸν λόγον τοῦ ἑτέρου, ἤτοι τοῦ ἑνὸς τῶν συμπεπλεγμένων, οἷον τὸ ζῷον λογικὸν θνητόν· εἰ οὖν καὶ ὁ λοιπός, ἔστι δὲ τὸ δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως, ὅρος ἐστὶ τοῦ λοιποῦ, ὃ συμπέπλεκται τῷ ἀνθρώπῳ, ἤγουν τοῦ λευκοῦ, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς τοῦ ὅλου ἔσται ὁρισμός. εἰ δὲ τὸ ἀπολειφθὲν οὐκ ἔστι τοῦ ἀπολειφθέντος ὁρισμός, οὐδὲ ὁ ὅλος τοὐ ὅλου. οἷον γραμμὴ πεπερασμένη εὐθεῖά ἐστι πέρας ἐπιπέδου ἔχοντος πέρατα, οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς ἄκροις· δίελε τὸ συμπεπλεγμένον καὶ εἰπέ· εἰ τῆς πεπερασμένης γραμμῆς ὁρισμός ἐστι τὸ πέρας ἐπιπέδου ἔχοντος πέρατα καὶ ἔστι τῆς μὲν γραμμῆς τὸ πέρας ἐπιπέδου· πέρας γὰρ ἐπιφανείας ἡ γραμμή· τῆς δὲ πεπερασμένης τὸ ἔχοντος πέρατα), δεῖ καὶ τῆς εὐθείας ὅρον εἶναι τὸ λοιπόν, ἤγουν τὸ οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς ἄκροις· ἀλλ᾿ ἔστιν ἡ ἄπειρος γραμμὴ οὔτε μέσον ἔχουσα οὔτε πέρατα, ἔστι δὲ εὐθεῖα, τουτέστιν ἔστι δὲ ἐπινοῆσαι εὐθεῖαν γραμμὴν ἀχθεῖσαν μήτε μέσον ἔχουσαν μήτε πέρατα, ᾗ οὐ προσαρμόζει τὸ ἀπολειφθέν. ἤτοι τὸ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ, ἐπεὶ οὔτε μέσα ἔχει οὔτε πέρατα· ὥστε οὐκ ἔστιν ὁ λοιπὸς ὅρος τοῦ λοιποῦ, ἠγοῦντό οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ τῆς εὐθείας, ἀλλ’ οὐδὲ τὸ ὅλον τοῦ ὅλου.]

[*](p. 148 b 33)

Ἔτι εἰ συνθέτου ὄντος τοῦ ὁριζομένου ἰσόκωλος.

Τὸ μὲν ἰσόκωλον σημαίνει τὸ ἴσα μέρη ἔχον. ἔστι δὲ ὃ λέγει, ὅτι ἐὰν συνθέτου τινὸς λόγος ἀποδοθῇ τοσαῦτα μέρη ἔχων, ὅσα καὶ τὸ σύνθετον ἔχει οὗ ὅρος ἀποδέδοται, οὐκ ἔστιν οὗτος ὁ λόγος ὁρισμὸς ἐκείνου. ἐν γὰρ τοῖς οὕτως ἀποδεδομένοις λόγοις ἀναγκαῖον ὀνομάτων εἰς ὀνόματα [*](1 τῶν aD: τὸν ABP λόγω Β 2 ἀποδιδομένου D ἐν om. aB ὁρισμῷ P 3 εἰ aBP: ἄν AD ὅλος om. Β: (??) et ὃς compend. in ras. P2 4 συνθέτου om. P —25 aN 5 εἰς τὸ αὐτό a: om. ut antecedentia N 6 λευκός om. N δεκτὸν a 13 οὐ Arist.: ἧς aN 14 τοῖς πέρασιν Arist. cf. p. 480,25 15 τῆς a: ἡ, ut videtur, N 17 τῆς—πεπερασμένης scripsi: τὸ—πεπερασμένον aN 20 μέσον Arist.: μέσα aN ἔστι alterum N: om. a 21. 22 προσαρμόζειν a 26 lemma a: om. ABDP 27 τὸ μὲν — λέγει] ἰσόκωλον μέν φησι τὸν ὁρισμὸν τὸν ἶσα μέρη ἔχοντα τῷ ὁριστῷ. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν aN τὸ ἶσα — p. 478, 1 γεγονέναι Suidas sub v. ἰσόκωλον ἔχειν Β έστιν ὃν Α 28 σύνθετος a τινὸς post λόγος transposuerunt aA: om. D ante λόγος add. ὁ B ἀπεδόθη AD 29 post οὗ add. ὁ a Suid. ὁρισμὸς Suid. ἀποδέδοται D: ἀποδίδοται aABP Suid. έσται Suid. 30 ἀποδιδομένοις D Suid. ante ὀνομάτων add. τῶν a ὀνόματος D εἰς ὄνομα D Suid.)

478
τῷ λόγῳ · ἡ δὲ τοῦ ὀνόματος εἰς ὄνομα μετάληψις οὐχ ὁρισμός· κεῖται γὰρ ὁ ὁρισμὸς λόγος εἶναι. ὥσπερ οὖν ὁ τὸ ἁπλοῦν εἰς ὄνομα μεταλαβὼν οὐχ ὥρισται, οὕτως οὐδ’ ὁ x003E; ἐκ πλειόνων ὀνομάτων ἀποδιδοὺς λόγον τοιοῦτον ὡς ἕκαστον τῶν ἐν αὐτῷ ὀνομάτων εἰς ὄνομα μεταλαβεῖν ὥρισται.

Τὸ δὲ μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν πλείστων εἶπεν ὡς μὴ πάντων ἐξ ἀνάγκης ὀφειλόντων τῶν ἐν τῇ συνθέσει ὀνομάτων ἐν τῷ ὁρισμῷ αὐτῶν μεταλαμβάνεσθαι εἰς λόγον· ἱκανὸν γὰρ ἔν τισι τὸ τὰ πλεῖστα μεταληφθῆναι· λέγομεν γὰρ συλλογισμοῦ ἀποδεικτικοῦ λόγον εἶναι τὸν λέγοντα συλλογισμὸν “ἐξ ἀληθῶν καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος”, καίτοι τὸν συλλογισμὸν οὐχ ὁρισάμενοι. γίνεται δὲ τοῦτο ἐν οἷς ἐστι τὸ γένος τινὸς λεγόμενον γνώριμον· καὶ γὰρ ὁ προειρημένος λόγος ὁρισμός, ὅτι γένος ὁ συλλογισμὸς καὶ ὡς γένος εἴληπται ἐν τῷ λόγῳ.

ἔστω δὲ σαφέστερον τὸ λεγόμενον διὰ παραδείγματος. οἷον ἄνθρωπος λευκός ἐστι μέροψ ἀργός· ἐνταῦθα ἰσόμετρος ὁ ὅρος τῷ ὁριστῷ· καὶ ἑκάτερον γὰρ ἐκ δύο ὀνομάτων σύγκειται, καὶ ἀμφότερα τὰ ὀνόματα τὰ ἐν τῷ ὁριστῷ εἰς ἴσα ὀνόματα μετείληπται ἐν τῷ ὁρισμῷ. ἡ τινῶν, ὡς ὅταν γένηται μεταλλαγὴ τοῦ ἑνός· οἷον ἄνθρωπος λευκός ἐστι μέροψ λευκός. δῆλον οὖν ὅτι ἐναλλαγῆς γενομένης ἐν τῷ ὅρῳ, ἐπεὶ οὐ πλείω ὀνόματα εἴρηται | τῶν ἐν τῷ ὁριστῷ, οὐκ ἔστιν ὁρισμὸς ὁ ἀποδοθείς· [*](232) δεῖ γὰρ τὸν ὁρισμὸν πλείονα τοῦ ὁριστοῦ ὀνόματα ἔχειν δηλοῦντα δὲ ἕν, ὡς ἔχει ἐπὶ τοῦ ἀνθρώπου· οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ κἂ. ἐπιστήμης δεκτικόν.

[Δεῖ δὲ τὸν ὁριζόμενον πάντα μὲν τὰ ὀνόματα εἰς λόγον μεταλαβεῖν, ὡς ὅταν εἴπῃ ‘ἄνθρωπος λευκός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἔχον χρῶμα λευκόν᾿. ἢ μὴ πάντων, ἀλλ’ ὅμως τῶν πλείστων καὶ ἀσαφεστέρων· οἷον συλλογισμὸς ἀποδεικτικός ἐστι συλλογισμὸς “ἐν ᾧ τεθέντων τινῶν’’ καὶ τὰ ἑξῆς· ἐνταῦθα τὸ μὲν ‘συλλογισμός᾿ οὐ μετείληπται εἰς λόγον διὰ τὸ σαφές, τὸ δὲ ‘ἀποδεικτικός᾿ μετείληπται εἰς λόγον.]

Εἰ δὲ μὴ οὕτω γένοιτο μετάληψις τῶν ὀνομάτων εἰς λόγους, ἀλλ’ ὄνομα ἀντὶ ὀνόματος ἀποδούς τις ἀξιοίη ὅρον εἶναι, ἔσται καὶ πᾶν ὄνομα [*](1 ἶσον Β ἐστὶ om. D καὶ prius om. P 2 εἰς ὀνόματα P 3 λόγος] ὄνομα Β 4 τοῦ addidi ὀνομάτων om. aA ἀποδιδόμενος a λόγον DP: λόγος aAB τοιοῦτος aA 5 εἰς ὀνόματα P μεταβαλεῖν P: μεταληφθῆναι δύνασθαι a ὥρισται] ὁρισμός ἐστι a 6 post μὲν add. τῶν a πάντα P 7 ὀφειλόντων ἐξ ἀνάγκης a τῇ om. aA 8 αὐτῶν aN: αὐτοῦ BP: αὐτῶ D: compend. Α ἱκανὸν] κἄν P τὸ] τῶ P 9 συλλογισμοῦ ἀποδεικτικοῦ scripsi: συλλογισμὸν ἀποδεικτικὸν libri, sed ἀποδεικτικὸν post εἶναι Α εἶναι λόγον BP 10 λέγοντα συλλογισμὸν om. a συλλογισμὸν in συλλογισμῶν mutavit P1 ἐξ ἀληθῶν κτλ.] Anal. post. I 2 p. 71 b 21, ubi post ἀμέσων additur καὶ γνωριμωτέρων καὶ προτέρων 11 ὡρισμένοι Β 12 λεγόμενον ante γένος transposuit a: λεγομένου BP 13 post ὁρισμός add. ἐστιν aA 15 — p. 479,2 aN 16 καὶ a: om. N 25 τόν ὁριζόμενον in ras. N immo πάντων cf. vs. 27 27 an ἢ x003E;? ἐν ᾧ κτλ.] I 1 p. 100 a 25 32 ἀξιοῖ a, Npr.)

479
ἁπλοῦν εἰς ἁπλοῦν μεταλαβεῖν καὶ εἰπεῖν ὅρον εἶναι, οἷον ἱμάτιον ἀντὶ λωπίου.

ἔτι δὲ μεῖζον ἁμάρτημα, εἰ καὶ δι’ ἀγνωστοτέρων ὀνομάτων τὴν μετάληψιν ποιήσαιτο, οἷον ὁ ἀντὶ τοῦ λευκοῦ ἀνθρώπου βροτὸν ἀργὸν ἀποδούς· πρὸς γὰρ ·τῷ μὴ ὡρίσθαι καὶ ἀσυνετώτερον τὸ λεγόμενον πεποίηκε.

[*](p. 149 a 8)

Σκοπεῖν δὲ καὶ ἐν τῇ μεταλλαγῇ τῶν ὀνομάτων.

Δεῖν φησιν ἐπισκοπεῖν καὶ τοῦτο, εἰ ἐν τῇ τῶν ὀνομάτων μεταλήψει ταὐτόν ἐστι τὸ σημαινόμενον· εἰ γὰρ μὴ ταὐτόν ἐστι, δῆλον ὡς καὶ κατὰ τοῦτο μοχθηρὰ ἡ ἀπόδοσις, οὐ μόνον καθὸ οὐχ ὁριστική. οἷον ἐπιστήμη θεωρητική ἐστιν ὑπόληψις θεωρητική· ἐνταῦθα ἡ ὑπόληψις οὐ ταὐτὸν σημαίνει τῇ ἐπιστήμῃ· ἡ μὲν γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ ἀιδίων καὶ ἀπταίστων, ἡ δὲ ὑπόληψις τῶν πεπλανημένων καὶ μὴ ἀεὶ ὡσαύτως ἐχόντων. δεῖ δὲ ταὐτὸν σημαίνειν, εἴπερ μέλλει καὶ τὸ ὅλον, ἤγουν ὁ ὁρισμός, ταὐτὸν εἶναι τῷ ὁριστῷ.

[*](p. 149 a 14)

Ἔτι εἰ θατέρου τῶν ὀνομάτων μετάληψιν ποιούμενος.

Καὶ τοῦτό φησι δεῖν ἐν ταῖς τῶν ὀνομάτων εἰς ὀνόματα μεταλήψεσι σκοπεῖν, εἴ τις τοῦ ἑτέρου τῶν ὀνομάτων τὴν μετάληψιν ποιούμενος μὴ τοῦ ἀσαφοῦς ἀλλὰ τοὐ σαφοῦς εἴη πεποιημένος· δεῖ γὰρ τοῦ ἀγνωστοτέρου ποιεῖσθαι τὴν μετάληψιν, εἴτε ἡ διαφορὰ εἴη εἴτε τὸ γένος.

Καὶ μετὰ τὸ ἐκθεῖναι τὸ ἄνωθεν παράδειγμα, τὸ τῆς θεωρητικῆς ἐπιστήμης δηλονότι, φησίν· ἀλλ’ οὐκ ἔστιν ἀνάγκη τὴν διαφορὰν ἀεὶ τοῦ γένους ἀγνωστοτέραν εἶναι· διόπερ ἔν τισιν, εἰ συμβαίη τὴν διαφορὰν γνωριμωτέραν εἶναι τοῦ γένους, τὴν τοῦ γένους x003E; εἰς ὄνομα ποιήσασθαι μετάληψιν.

Εἰ δὲ μὴ εἰς ὄνομα, φησί, τοῦ ἑτέρου τῶν κειμένων ἡ μετάληψις γίνοιτο, ὧν τὸ μὲν γένος ἐστὶ τὸ δὲ διαφορά, ἀλλ’ εἰς λόγον τε καὶ [*](3 δὲ om. D post δὲ add. φησι a post ἁμάρτημα add. γίνεται a 4 ποιήσαιτο BDP: ποιήσεται Α: ποιοῖτό τις a: ἐποιήσατο Arist. οἶον — 6 ἀποδούς om. AB 5 τῶ corr. Β: τὸ Α, Bpr. ὁρίσασθαι a 6 τὸν λόγον a post λεγόμενον add. μὴ A πεποίηται P 7 lemma a: om. ABDP 8 δεῖ P: δεῖ δέ a 8. 9 εἰ τὸ ἐν τῇ τῶν ὀνομάτων μεταλλαγῇ ληφθὲν ταὐτὸν σημαίνει τῷ ἐν τῷ ὁριστῷ ὀνόματι, ἤγουν ἰσοδυναμεῖ αὐτῷ a 9 post τὸ add. σημαῖνον καὶ Β ἐστι alteram om. BP δηλονότι ὡς κατὰ Β 10 post μοχθηρὰ add. ἐστιν a οὐ — ὁριστικὴ om. a οἶον — 15 a: om. ABDP 16 lemma a: om. ABDP 17 δεῖ P εἰς ὄνομα D μετάληψιν Α 19 μὴ τῆς διαφορᾶς ὡς ἀσαφεστέρας ἀλλὰ τοῦ γένους σαφοῦς ὄντος πεποιημένος εἴη aN 20 εἴτε ἡ — γένος om. a ἡ et τὸ om. P 21 — 25 aN τὴν τοῦ γένους Ν: om. a δεῖ addidi 20. 27 φησί — διαφορά] ἡ τοῦ ὀνόματος μετάληψις γίνοιτο aN 27 γίνοιτο P)

480
ὁρισμόν, δεῖν φησι τὴν διαφορὰν μᾶλλον μεταλαμβάνειν τοῦ γένους· οἰκειότερον γὰρ ἑκάστῳ τοὺ γένους ἡ διαφορά τοῦ x003E; οἰκειοτέρου τῷ πράγματι ἀναγκαῖος ὁ ὅρος· τὸ γὰρ γένος οὐδὲν μᾶλλον τούτου ἢ ἄλλου τινὸς τῶν ὁμογενῶν, ὥστε διὰ μὲν τῆς διαφορᾶς τοῦτο, διὰ δὲ τοῦ γένους οὐδὲν μᾶλλον τοῦτο ἢ ἄλλο τι τῶν ὁμογενῶν αὐτῷ· τοῦ γὰρ γνωρίσαι χάριν ὁ ὁρισμὸς ἀποδίδοται. οἷον εἰ εἴη προκείμενον συλλογισμὸν ἀποδεικτικὸν ὁρίσασθαι, οὐ τὸν συλλογισμὸν ἀλλὰ τὸ ἀποδεικτικὸν συλλογισμὸν] ὁριστέον· τοῦτο γὰρ ζητοῦμεν ὡς ἴδιον καὶ τῶν ὑπὸ τὸν συλλογισμὸν μᾶλλον διαφέρον. τὸ δὲ ἧττον γὰρ ἡ διαφορὰ τοῦ γένους γνώριμον δοκεῖ μὴ ὁμόλογον εἶναι τῷ μικρῷ πρόσθεν εἰρημένῳ· ἔλεγε γὰρ δυνατὸν εἶναι τὴν μὲν διαφορὰν γνωρίμως ὠνομάσθαι, τὸ δὲ γένος μή· διὸ καὶ ἔφη δεῖν τὸ ἀσαφέστερον μεταλαμβάνειν. ἢ εἰ καὶ τὸ ὄνομά ποτε τὸ τῆς διαφορᾶς γνωριμώτερον εἴη τοῦ γένους, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς διαφορᾶς δηλούμενον ἧττον γνώριμον τοῦ ὑπὸ τοῦ γένους δηλουμένου· τὸν μὲν γὰρ τὴν διαφορὰν γνωρίζοντα δεῖ καὶ τὸ γένος γνωρίζειν, οὐ μὴν ἐν τῇ τοῦ γένους γνώσει καὶ ἡ τῆς διαφορᾶς γνῶσις περιέχεται.

Πάλιν δεῖν φησιν, ὅταν μεταληφθῇ ἡ διαφορὰ εἰς λόγον, σκοπεῖν εἰ ὁ ἀποδεδομένος λόγος τῆς διαφορᾶς καὶ ἄλλῳ τινὶ ἐφαρμόζει· ἄν γὰρ ᾖ καὶ ἄλλῳ τινὶ ἐφαρμόζων, οὐκ ἔσται ὁρισμὸς τῆς μετειλημμένης διαφορᾶς· δεῖ γὰρ τὸν ὅρον ἴδιον εἶναι τούτου οὗ ἐστι καὶ πρὸς μηδὲν ἄλλο κοινόν. οὐ μόνον δὲ ἁμαρτάνει ὁ ἀποδιδοὺς τοῦ ὡς διαφορᾶς κειμένου λόγον τὸν καὶ ἄλλοις ἐφαρμόζοντα, ἀλλὰ κἄν μὴ παντὶ ἐφαρμόζῃ τῷ οὗ ἀποδέδοται, καὶ οὕτως ἡμάρτηται. ὁ γὰρ γραμμῆς εὐθείας λέγων ὅρον γραμμήν, ἧς “τὸ μέσον ἐπιπροσθεῖ τοῖς πέρασιν”, ἁμαρτάνει, ὅτι οὐκ ἐφαρμόζει ὁ λόγος οὗτος καὶ τῇ ἀπείρῳ γραμμῇ εὐθείᾳ· οὔτε γὰρ μέσον [*](1 δεῖ Ρ τὴν διαφοράν φησι δεῖν a τοῦ γένους—4 ὁμογενῶν] ἡ τὸ γένος· οἰκειοτέρα γὰρ ἡ διαφορὰ τῷ πράγματι ἡ τὸ γένος. καὶ ὁ ὅρος τοῦ γνωρίσαι χάριν γίνεται a 2 ἑκάστῳ scripsi: ἑκάστου BDP: compend. Α τοῦ prius om. BP δ’ addidi 3 ὁ om. D τούτων Ρ post ἡ add. τοῦ AD 5 ἄλλο τι aBP: τοῦ ομ. Α) ἄλλου τινὸς AD ὁμοιογενῶν aP αὐτοῦ Β τοῦ—6 ἀποδίδοται om. a 6 ἀποδέδοται BP προσκείμενον AP 7 post συλλογισμὸν alterum add. ἀπλῶς a τὸ scripsi cf. p. 478, 30: τὸν libri 8 συλλογισμὸν delevi post γὰρ add. καὶ Β καὶ] πρὸς Β τῶν aAD: τὸν BP: fort. τοῦ εἶναι 9 διαφέρον D: διαφερόμενον aBP: διαφορὰν (comp.) Α ἧττον iterat P 10 γνώριμον τοῦ γενους Β γνώριμος a 10. 11 τὸ—εἰρημένον P1, corr. P2 11 δυνατὸν om. D εἶναι a: om. ABDP ὀνομάζεσθαι aBP 12 ἔφην Β τὸ alterum ora. P σαφέστερον aA καὶ om. B 13 τοῦ γένους εἴη aA 14. 15 τὸ—δηλούμενον P 14 τοῦ γένους] τῆς διαφορᾶς D 16 ἡ—γνῶσις] διαφορὰ a 17 lemma a: om. ABDP 18 Πάλιν a: om. ABDP δεῖν aD: δεῖ ABP λόγους Α 19 ἀποδιδόμενος D 20 ἔσται BP: έστιν ὁ aAD 21 post καὶ add. μὴ BDP 22 διαφορᾶς aP: διαφορὰν Β: διαφορὰ D: compend. obscurum Α 23 ἐφαρμόζει A et, ut videtur, Ppr. 24 γραμμὴν BP λέγων] λόγον Β 25 γραμμὴ a τὸ μέσον Arist. cf. p. 477,14 sq.: τὰ μέσα libri ἐπιπροσθι Α: ἐπιπροθεῖ D 26 ὁ λόγος οὗτος a: om. ABDP γραμμῇ om. P: γραμμῇ εὐθείᾳ om. D)

481
αὕ|τη οὔτε πέρας ἔχει.

[*](233)[*](p. 149 a 35)

Εἰ δὲ πολλαχῶς λέγεται τὸ μέσον ἔχον, διοριστέον.

Εἰ δὲ λέγεται πολλαχῶς τὸ μέσον, διοριστέον πῶς ἔχον λέγεται, † καὶ ὁμοίως ἐπί τε μεγεθῶν καὶ ἀριθμῶν λέγεσθαι, καὶ οὕτως ἐπιτιμητέον ὡς χωρὶς διορισμοῦ εἰρηκότι τὸ διορισμοῦ δεόμενον· δεῖ γὰρ ἐπὶ τῆς τῶν πολλαχῶς λεγομένων ἀποδόσεως διορίζεσθαι, κατὰ τί τῶν σημαινομένων τὴν ἀπόδοσιν ποιεῖταί τις. ἢ οὖν συλλογιστέον καὶ δεικτέον ὅτι οὐχ ὡρίσατο ὁ οὕτως ἀποδιδοὺς τῷ καὶ ἄλλοις ἐφαρμόζειν τὸν ἀποδοθέντα λόγον, ἢ ἐπιτιμητέον ὅτι μὴ καλῶς ἔλαβεν ἀδιορίστως· οὐ γὰρ περιττόν ἐστι τὸ ἔχον μέσον ἁπλῶς, ἀλλὰ τὸ μονάδα μέσην ἔχον, ὡς ὁ πέντε· μεταξὺ γὰρ τῶν δύο καὶ δύο ἐστὶ μονάς.

[*](p. 149 a 38)

Πάλιν εἰ οὗ μὲν τὸν λόγον.

ἐπεὶ ὁ ὅρος τὸ τί ἦν εἶναι σημαίνει ἑκάστου, δεῖ, φησίν, ἐπιβλέπειν, εἰ τὸ μὲν ὁριστὸν τῶν ὄντων ἐστί, τὸ δὲ ὑπὸ τοῦ ὁρισμοῦ σημαινόμενον μὴ τῶν ὄντων. εἰ γὰρ τοῦτο, δῆλον ὡς οὐκ ἄν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐ γ·ὰρ οἷόν τέ τινος τῶν ὄντων τὸ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὅρος δηλωτικός, μὴ ὂν εἶναι.

Τὸ δ’ ἐκκείμενον παράδειγμα σαφὲς ὂν δείκνυσι τὴν τοῦ τόπου ουναμιν.

[*](p. 149 b 4)

Ἔτι ὅσοι μὴ διαιροῦσιν ἐν τοῖς πρός τι.

Ἁμαρτάνουσι δὲ καὶ οἱ ἐν τῷ ὁρίζεσθαί τι τῶν πρός τι μὴ διαιροῦντες μηδὲ διορίζοντες πρὸς ὃ λέγεται τῶν ὑπὸ τὸ κοινὸν τοῦτο ὃ ὁρίζονται· [*](1 αὐτὴ libri post ἔχει add. ἀλλ’ οὐδὲ ἐπιπροσθεῖται κατά τινα μέρη ὑπὸ τῶν μεταξύ a 2 — 6 ἀποδόσεως] ἐπεὶ δὲ τὸ μέσον ἔχον τῶν πολλαχῶς λεγομένων ἐστίν ἐπί τε γὰρ ἀριθμῶν καὶ μεγεθῶν), ἐπὶ τῶν ἀποδόσεων τῶν πολλαχῶς λεγομένων δεῖ a μέσον] μὲν AP 3 εἰ δὲ — διοριστέον D: om. ABP τὸ πῶς om. P 4 λέγεται scripsi: λέγεσθαι libri καὶ μὴ add. BD) ὁμοίως BDP: om. Α: ἐπεὶ δοκεῖ ὁμοίως conicio καὶ tertium] γὲ Α 6 τῆς om. Α ἀποδόσεων Α post διορίζεσθαι add. εἰ P 7 οὖν BD: om. aAP 8 καὶ ἐφαρμόζειν ἄλλοις Α: ἐφαρμόζειν καὶ ἄλλοις a 9 ἀδιορίστως] ρίστως] ἐπεὶ ἀδιορίστως τὴν ἀπόδοσιν ἐποιήσατο a 10 post ἀλλὰ add. καὶ a μέσην ἔχον aAB: inv. ord. D: μέσον ἔχον P ὡς—11 μονάς aP: om. ABD 12 lemma aP: om. ABD 13 ἑκάστου σημαίνει Β ἐπιβλέπειν om. P 14 μὲν ὁρισμὸς a ἐστι] εἶναι P τοῦ ὁριστοῦ Β post σημαινόμενον add. τουτέστι τὸ ὁριστὸν a 16 ὁ ἀποδεδομένος λόγος om. P οὐ] οὐδὲ B 17 ὁ aP: om. ABD ante μὴ add. τὸ Α ὢν D IS. 19 a: om. ABDP 20 lemma a: om. ABDP 21 post δὲ add. φησι a 22 μηδὲν Α ὁρίζοντες BD τῶν BDP: τὸν Α: τὸ a ὁ alterum om. AP)

482
ἐπεὶ γὰρ πᾶν πρός τι τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἄλλο σχέσει καὶ ἔστι τοῦτο, πρὸς ὃ ἕκαστον· τῶν πρός τι τὸ εἶναι ἔχει, ὡρισμένον, ὥσπερ καὶ αὐτὸ τὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχον, εἰ ἀποδιδούς τις ὅρον τῶν πρός τι πρὸς ἄλλο ἀποδοίη, ὃ κοινὸν ὂν περιέχει καὶ τὸ πρὸς ὃ ὡρισμένως λέγεται τοῦτο, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ἢ ἄλλο ἐστὶν αὐτοῦ, παντάπασιν ἁμαρτάνει. καὶ ψεύδεται ἢ ἐπί τι ἢ ἀπλῶς· ἐπί τι μέν, ἄν ᾖ τὸ πρὸς ὃ ἀποδέδωκεν αὐτὸ κοινόν τε καὶ ἐν αὑτῷ περιέχον πρὸς ὃ ἰδίως τοῦτο λέγεται· ἁπλῶς δέ, ἂν παντάπασιν ἄλλο. ὁ μὲν γὰρ ἰατρικὴν ὁρισάμενος ἐπιστήμην ὄντος ἐπί τι ἁμαρτάνει τῷ ὑπὸ τὸ ὂν εἶναι καὶ ταῦτα ὧν ἐστιν ἡ ἰατρικὴ ἐπιστήμη· οὐ γὰρ πάντα τὰ ὄντα ἀλλὰ τινὰ ἐπίσταται ἡ ἰατρική· τὸ γὰρ ὂν ἀληθὲς καὶ κατὰ τῶν ὑγιεινῶν καὶ νοσωδῶν, ὧν ἐστιν ἡ ἰατρικὴ ἐπιστήμη. ἢ δύναται τὸ κοινὸν καὶ μὴ ὁμώνυμον εἶναι ὡς τὸ ὄν, ἀλλὰ συνώνυμον τοῦ πρὸς ὃ τὸ προκείμενον λέγεται· οἷον ἐὰν γεωμετρίαν τις ὁριζόμενος εἴπῃ ἐπιστήμην ἐπιστητοῦ ἢ ὑποληπτοῦ· ἐπιστητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ἁπλῶς δὲ ἁμαρτάνει ὁ τὴν ἰατρικὴν λέγων ἐπιστήμην ἀρτίου καὶ περιττοῦ· παντάπασι γὰρ ταῦτα ἕτερα τῶν ἰατρικῶν. παραδείγματος δὲ χάριν, ὑπὲρ τοῦ δεῖξαι τίς μέν ἐστιν ὁ ἐπί τι ψευδόμενος, τίς δὲ ὁ ἁπλῶς ἐπὶ τῆς ἰατρικῆς, εἶπε τὸ εἰ μὲν γὰρ μηδενὸς τῶν ὄντων ἡ ἰατρικὴ ἐπιστήμη, ἴσον λέγων τῷ ἱεῖ μὲν γὰρ μὴ εἴη ὑπὸ τὸ ἀποδεδομένον ταῦτα ὧν ἐστιν ἐπιστήμη ἡ ἰατρική, ἁπλῶς ἔψευσται, εἰ δὲ εἴη, ἐπί τι, ἐπεὶ πᾶσα ἐπιστήμη ὄντος ἐστίν᾿.

[*](p. 149 b 8)

Δεῖ γὰρ παντός, εἴπερ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβε- βηκός.

Δεῖ γὰρ παντὸς ὄντος τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἰ εἴη ὀρθῶς ἀποδεδομένος ὁ ὅρος καὶ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ ὄντος, ἐπεὶ συμβέβηκε τοῖς ὑγιεινοῖς οὖσιν εἶναι, οὐχ ἁπλῶς οὐδὲ καθ’ [*](2 ἔχει τὸ εἶναι a 3 ἀποδιδῶ D post τι add. καὶ AD ante ἄλλο add. ὁ a 4 ἀποδοίη post τι transposuit Β: ἀποδῴη D ὡρισμένον D 6 ἡ alterum superscr. Β post ἀπλῶς add. καὶ καθόλου a, superscr. καθόλου Β 7 αὐτῶ Α αὐτῷ scripsi: αὐτῶ BDP: τούτῳ aA fort. τοῦτο πρός ὃ ἰδίως cf. vv. 1.4 8 ἄν παντάπασιν ἄλλο BD: ἄν παντάπασιν ἁμαρτάνει ἄλλο P: καὶ ἂν add. A) παντάπασιν ἁμαρτάνει καὶ ἢ a) ψεύδεται, ἐὰν ἐὰν om. Α) ἄλλο aA 9 τῷ aAP ῷ in ras. P2): τὸ B: τῶν D ἡ om. P 10 ἐπιστήμη ἰατρική BP οὐ —ἐπιστήμη (12) om. A ἡ] ὡς D 11 ἀληθῶς D 12 ἢ fort. delendum cf. Ind. Asyndeton ὡς τὸ ὂν superscr. D 13 τοῦ] τῷ a προσκείμενον Α: κείμενον BD ἄν BP 14 εἴποι P 15 ἐπίληπτά Α: περιληπτὰ B τὰ AD: om. aBP ἐστιν] ἐστι καὶ a 17 post ἰατρικῶν add. λόγων AD δὲ] γὰρ BP 18 ἐστιν om. BP ἐπί τι post ψευδόμενος transposuit a: om. AP 19 ἡ om. P(AB) 21 ἡ aB: om. ADP 23 lemma om. aB εἴπερ—συμβεβηκός post 25 ὄντος habet B, post εἶναι a 25 ὄντος post ἐπιστήμην transposuit a 26 ὁ ἀποδεδομένος D 26. 27 γὰρ ὄντος om. D 27 εἷναι superscr. D)

483
αὑτό. δεῖ δὲ ἕκαστον τῶν πρός τι πρὸς ὃ λέγεται καθ’ αὑτὸ ἀποδιδόναι· πάντα γὰρ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· ὡς γὰρ ἡ ἐπιστήμη πρὸς ἐπιστητόν, οὕτω κα τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην· τὰ δὲ μὴ καθ’ αὑτὰ ἀποδεδομένα ἀλλὰ πρὸς κοινότερον καὶ κατὰ συμβεβηκὸς οὐκ ἀντιστρέφει.

[Καὶ ἔτι δὲ σαφέστερον περὶ τούτου ἐροῦμεν. εἰ μὲν γὰρ ὅτι οὐδενὸς τῶν ὄντων ἐπιστήμη ἐστὶν ἡ ἰατρική, παντελῶς ἔψευσται· εἰ δὲ τινὸς μέν ἐστιν, οἷον τοῦ ὑγιεινοῦ, τινὸς δὲ μή, οἷον τοῦ νοσώδους, ἐπί τι· δεῖ γὰρ παντός, τοῦ ὑπ’ αὐτὴν δηλονότι, ἤγουν καὶ ἀμφοῖν, τοῦ τε νοσώδους καὶ ὑγιεινοῦ, τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἴπερ καθ’ αὑτὸ ἀπεδόθη πρὸς τὸ ὂν καὶ μὴ κατὰ συμβεβηκός, καὶ μὴ κατὰ τινὸς μὲν ἀληθεύειν κατὰ τινὸς δὲ οὔ. οὐκ ὀφείλει οὖν καθολικώτερον εἷναι τοῦ πρὸς ὃ λέγεται· ὡς γὰρ ·ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν λέγεται καὶ τὸ ἀνάπαλιν, ἔδει καὶ τὴν ἰατρικὴν ὡρισμένως πρός τι λέγεσθαι· εἰ γὰρ μὴ εἴη καθολικώτερον ἀλλ’ ἐξισάζον, εἴη ἂν καὶ ἀντιστρέφον· νῦν δὲ οὐ δυνατὸν ἀντιστρέψαι καὶ | εἰπεῖν ‘πᾶν ὂν ἐπιστητὸν τῇ ἰατρικῇ ἐστι’· τὶ [*](234) γὰρ ὂν ἐπιστητὸν αὐτῇ ἐστιν, οἷον ὑγιεινὸν καὶ νοσῶδες. διὰ τοῦτο γὰρ εἴρηκεν ὅτι εἴπερ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς ἀπέδωκε τὴν ἐπιστήμην πρὸς τὸ ὄν· ·τὰ γὰρ καθ’ αὑτὸ λεγόμενα πρός τι καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα, τὰ δὲ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τουτέστι πρός τι κοινότερον ἀποδιδόμενα οὐκ ἀντιστρέφει.] Ότι δὲ οὐ δεῖ κατὰ συμβεβηκὸς τὴν ἀπόδοσιν τῶν πρός τι ποιεῖσθαι δεικνὺς προσέθηκε πρῶτον μέν, ὅτι εἰ οὕτως ἀποδοίη τις, συμβήσεται ἕκαστον τῶν πρός τι μὴ πρὸς ἓν λέγεσθαι ἀλλὰ πρὸς πλείονα κατὰ τοῦτον τὸν λόγον. ὥσπερ γὰρ τῷ ὕπνῳ συμβέβηκεν ὄντι εἶναι, οὕτως οὐδὲν κωλύει αὐτῷ συμβεβηκέναι καὶ τὸ ἀγαθὸν καὶ τὸ μέγα καὶ τὸ λευκὸν καὶ ἄλλα μυρία· καὶ ὁ πρὸς ἕκαστον δὴ τούτων ἀποδιδοὺς τὴν ἐπιστήμην ἢ τὴν ἰατρικὴν ἔσται καλῶς ἀποδεδωκώς, εἴ γε δεῖ κατὰ συμβεβηκὸς ποιεῖσθαι τὴν ἀπόδοσιν τῶν πρός τι. τοῦτο οὖν ἄτοπον, καὶ ἔτι τὸ μὴ γίνεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει τὸν ἀποδιδόμενον ὅρον ἴδιον τοῦ οὗ ἀποδίδοται· καίτοι δεῖ ἴδιον τοῦτο τὸν ὁρισμὸν ἔχειν· ἴδιόν τε γὰρ δεῖ αὐτὸν εἶναι καὶ δηλοῦν τὸ τί ἦν εἶναι οὗ ἐστιν. οὐ γὰρ μόνον κατὰ τῆς ἰατρικῆς ἀληθὲς τὸ ἐπιστήμην αὐτὴν εἶναι ὄντος, ἀλλὰ καὶ x003E; [*](1 αὑτό scripsi: αὐτά libii καὶ pro altero πρὸς P. 3 post πρὸς prius add. τὸ aB οὕτω καὶ τὸ aB: οὕτως ADP 4 αὐτὰ D: αὑτὸ aABP ἀποδιδόμενα AD 6 — 21 aN 17 αὐτῇ a: αὐτῆς N 23 προσετίθετο a πρῶτον μὲν] καὶ τοῦτον τὸν τόπον, λέγων a ἀποδοίη τις scripsi: ἀποδῶ τις ABDP: ἀποδοθείη τὶ a 24 τῶν πρός τι ante συμβήσεται transposuit a 25 τοῦτον BDP: τόνδε aA 27 δὴ] οὖν a ἡ] καὶ a 28 καλῶς ἔσται a εἴ γε—29 πρός τι] εἴτε δώσομεν ὅτι ὁ κατὰ συμβεβηκὸς ἀποδιδοὺς ὀρθῶς ἀποδίδωσιν a 30 ὁρισμὸν ἴδιον D: inv. ord. A τοῦ oiu. Α 31 ἀποδέδοται ABD καί τϊ Β τούτου A 31. 32 αὐτὸν δεῖ Α 32 οὐ γὰρ μόνον—p. 484,1 λεγόμενον] ἔτι οὖν φησι καὶ τοῦτο ἀδύνατον, τὸ εἶναι ἴδιον τοῦ ὁριστοῦ τὸν οὕτως ἀποδοθέντα λόγον. οὐ γὰρ μόνον ἡ ἰατρικὴ ἐπιστήμη τοῦ ὄντος λεχθήσεται, ἀλλὰ καὶ ἁπλῶς ἑκάστη τῶν ἐπιστημῶν πρὸς τὸ ὃν ἀποδοθήσεται a 33 αὐτῆς A κατὰ addidi)

484
πάσης ἄλλης ἐπιστήμης ἐστὶ κυρίως λέγόμενον, εἴ γε πᾶσα ἐπιστήμη ὄντος τινός ἐστιν· εἰ δὲ πάσῃ ἁρμόζει, οὐδεμιᾶς ἄν εἴη ἴδιον.

[*](p. 149 b 19)

Οὐ γὰρ μόνον ἡ ἰατρικὴ ἀλλὰ καὶ τῶν ἄλλων ἐπιστημῶν αἱ πολλαί.

Τοῦτο ἢ ἁπλούστερον εἴρηκεν, ἢ ὅτι δοκεῖ καὶ ἡ σοφιστικὴ ἐπιστήμη τις οὖσα περὶ τὸ μὴ ὂν εἷναι, ὡς ἐν τῷ Σοφιστῇ τοῦ Πλάτωνος δέδεικται.

[*](p. 149 b 24)

Ἐνίοτε δὲ ὁρίζονται.

Οἱ ὁριζόμενοί τε καὶ τὸν λόγον ἀποδιδόντες οὐχ ἁπλῶς τοῦ πράγματος ἀλλὰ τοῦ εὖ ἔχοντος ἢ τετελεσμένου οὐδ’ αὐτοὶ ἄν εἶεν ὁριζόμενοι καλῶς· οὐ γὰρ ἐπὶ πάντων τῶν πραγμάτων ἡ οὐσία ἐν τῷ εὖ κεῖται. ἐφ’ ὧν οὖν μὴ σύμφυτον τὸ εὖ ἀλλ’ ἔξωθεν παραγίνεται ὡς καὶ πρὸ τοῦ εὗ δύνασθαι τὸ πρᾶγμα εἶναι, ἐπὶ τούτων οὐκ ὀρθῶς τὸ εὖ εἰς τὸν ὁρισμὸν παραλαμβάνουσι· μέρος γὰρ αὐτοῦ ἀλλ’ οὐ τὸ ὅλον ὁρίζονται. οὐ γὰρ μόνος ἄνθρωπος ὁ σπουδαῖος, οὐδ’ οἰκία μόνη ἡ σπουδαία, ἀλλ’ οὐδὲ πόλις μόνη ἡ εὐνομουμένη· ἀλλ’ οὐδὲ ἡ πρᾶξις οὐδὲ ἡ διάθεσις ἢ ὑπόληψις μετὰ τοῦ εἶναι τὸ εὗ ἔχουσι. διὸ ἐπὶ πάντων τούτων ἕτερος ὁ τοῦ πράγματος ὅρος καὶ ἄλλος ὁ τοῦ εὖ ἔχοντος. ῥήτωρ γὰρ οὐχὶ ὁ τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρῶν καὶ μηδὲν παραλείπων, ἀλλὰ κἂν παραλείπῃ τινὰ τῶν ἐνδεχομένων πρὸς τὸ προκείμενον πιθανῶν, βούληται δὲ πᾶν τὸ πιθανὸν εὑρίσκειν τε καὶ παρέχεσθαι· εἰσὶ γάρ τινες καὶ ἐν ταῖς ἐπιστήμαις καὶ ταῖς τέχναις ἀτελέστεροι. ἀλλὰ καὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν ὁ μὲν ἐφ’ ἑκάστου προστιθεὶς τῇ βουλήσει τὴν ἐνέργειαν τὸν τέλειον ὁρίζεται, ὁ δὲ τῇ προαιρέσει ἀρκούμενος τὸν τὴν ἕξιν ἔχοντα· ἄδικος γὰρ οὐχ ὁ προαιρούμενός τε καὶ πράττων τὰ ἄδικα, ἀλλ’ ὁ τέλειος ἐν ἀδικίᾳ· ἄδικος δὲ καὶ ὁ μόνον προαιρούμενος.

[*](2 εἰ] ὁ D ἴδιος aP 3 ἡ om. AD ἄλλων] αὐτῶν a 6 fort. εἶναι— οὖσα μὴ ὂν scripsi: inv. ord. aBDP: μὴ ὂν μὴ A σοφιστικῷ Α 7 lemma a: om. ABDP 8. 9 σφάλλονται δ’ ἐνίοτε καὶ οἱ μὴ ὁριζόμενοι καθ’ αὑτὸ τὸ πρᾶγμα, ἀλλὰ τὸ πρᾶγμα εὖ ἔχον ἡ τετελεσμένον, ἤγουν οἱ τὸ τέλος καὶ τὴν ἕξιν τοῦ πράγματος καὶ ὃ κατωρθώθη τινὶ ἀπὸ ἀσκήσεως καὶ μελέτης ὁριζόμενοι a 8 τε AP: τι BD 9 post ἢ add. τοῦ Α αὐτὸν Α post εἶεν add. οἱ D 10 τῷ] τοῖς Β 11 π γίνεται P: πως γίνεται Β post καὶ add. ὁ Α πρὸς aP 12. 13 παραλαμβάνεται a: compend. Α 13 ὁρίζονται Β: ὁρίζεται aADP 14 ὁ a: om. ABDP ἡ a: om. ABDP 15 εὐνοουμένη A ἀλλ᾿ AD: om. aBP διά)θεσις ἡ ἡ initio paginae P3 17 ἕτερος D οὐχ a A 18 παραλείπῃ a: παραλείποι Β: παραλίπῃ ADP 19 ἐνδεχομένων aAD: ἐνδόξων BP προσκείμενον Α: κείμενον D πιθανῶν a: πιθανόν ABDP ανόν P3) βούληται a: βούλεται ABDP 20 τινες] τι D 21 ante ταῖς add. ἐν aA ἀτελέστεροι Β: ἀτελέστεραι aAP: ἀτελέστερον D post κακιῶν add. καὶ a 22 post ἐνέργειαν add. καὶ Β 23 οὐχ] ὅ, τε τέλειος ἐν ἀδικίᾳ a 24 τε om. D ἀλλ’—25 δὲ om. a 25 post καὶ add. εἰ P)
485
[*](p. 149 b 31)

Πάλιν εἰ τὸ δι᾿ αὑτὸ αἱρετόν.

Επεὶ ὁ ὅρος τὴν οὐσίαν ἑκάστου καὶ ἐν ᾧ τὸ εἶναι αὐτῷ ἐστι σημαίνει, ὁ τὸ δι’ αὑτὸ αἱρετὸν ὁριζόμενος ὡς ποιητικὸν ἢ πρακτικὸν ἄλλου καὶ διὰ τοῦτο αἱρετὸν ἢ ὅλως δι’ ἄλλο αἱρετὸν δῆλον ὡς οὐχ ὁρίζεται· οὐ γὰρ τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ διὰ τοῦ λόγου. εἰ δὲ καὶ ἔστι τινὰ δι’ αὑτὰ αἱρετὰ καὶ δι’ ἄλλα, οὐδὲν ἧττον, φησίν, ἁμαρτάνει ὁ τὰ τοιαῦτα ἀπὸ τοῦ χείρονος ὁριζόμενος· ἕκαστον γὰρ κατὰ τὸ βέλτιον τῶν ἐν αὐτῷ· ὁ δὲ ὁρισμὸς τοῦ τί ἦν εἶναι ἑκάστου ἐστὶ δηλωτικός. οὐ χρὴ δὲ ὑπολαμβάνειν μαχόμενα λέγειν αὐτόν, πρὸ ὀλίγου μὲν εἰπόντα μὴ δεῖν τὸν ὁριζόμενον ἀπὸ τοῦ εὖ ἔχοντος τῶν ἐν αὐτῷ ὁρίσασθαι, νῦν δὲ λέγοντα ἑκάστου τὴν οὐσίαν κατὰ τὸ βέλτιστον εἶναι τῶν ἐν αὐτῷ. ἐν οἷς μὲν γὰρ πᾶσιν ἄμφω ἐστί, καὶ τὸ βέλτιστον καὶ τὸ ἧττον τοιοῦτον, ὥσπερ ἐν τοῖς προειρημένοις † καθ’ αὑτά, ὧν χάριν ἐστὶ καὶ τοῖς ἄλλοις, τούτων τὸ εἶναι ἐν τῷ βελτίονι τῶν ἐν αὐτοῖς· ὧν δὲ τὸ βέλτιον μή ἐστιν ἐν τῇ φύσει, ἀλλ’ ἔξωθεν αὐτῶν τοῦτο προσγίνεται ἔκ τινος ἐπιμελείας, τούτων οὐκέτι τὸ εἶναι ἐν τῷ βελτίονι, ὅτι τὴν ἀρχὴν μηδὲ πᾶσίν ἐστιν. ἔτι καὶ ἡ ἐπιχείρησις κατὰ τὸ ἔνδοξον γί|νεται.

[*](235)[*](p. 150 a 1)

Σκοπεῖν δὲ καὶ εἴ τινος ὁρισμὸν ἀποδιδούς.

Σκοπεῖν δὲ δεῖ, φησί, καὶ εἴ τινος ὁριστοῦ, οἷον οἰκίας, ἀποδοὺς ὁρισμὸν ὡρίσατο ὅτι οἰκία ἐστὶ τάδε , ἤγουν λίθοι καὶ ξύλα, ἢ ἐκ τούτων, ἤγουν ὅτι δικαιοσύνη ἐστὶν ἐξ ἀνδρίας καὶ σωφροσύνης ἢ οἰκία ἐκ λίθων καὶ ξύλων, ἢ τόδε μετὰ τοῦδε, ὅτι δικαιοσύνη ἐστὶν σωφροσύνη μετὰ ἀνδρίας ἡ οἰκία σκέπη μετὰ λίθων καὶ ξύλων. εἰ μὲν γὰρ τάδε, συμβήσεται, ὅτι εἰ δύο τινὲς τύχοιεν καὶ ὁ μὲν σώφρων ἐστὶν ὁ δὲ ἀνδρεῖος, καὶ τοῖς δυσὶ τὴν δικαιοσύνην ὑπάρχειν καὶ μηδενὶ αὐτῶν ἀνὰ μέρος· ὁ γὰρ εἷς ὁ καὶ σώφρων οὐκ ἂν ῥηθείη δίκαιος· δύο γὰρ ἦν ἡ δικαιοσύνη, σωφροσύνη καὶ ἀνδρία. δύο γὰρ ὄντων ἀνθρώπων ὁ μὲν ἔχει τὴν σωφροσύνην, ὁ δὲ τὴν ἀνδρίαν· καὶ διὰ τοῦτο καὶ ἀμφότεροι δίκαιοι ἔσονται καὶ οὐδέτερος, καὶ οὐχ ὁ εἷς μόνον ὁ ἔχων τὴν ἀνδρίαν δίκαιος κληθήσεταί ποτε, ἐπεὶ ἀμφότεροι οἱ δύο ἔχουσι τὴν δικαιοσύνην, ἕκαστος δὲ ἀνὰ [*](1 lemma a: om. ABDP 2 ὁ om. Α ἑκάστου om. Β αὐτοῦ P ἐστι om. aA 3 αὐτὸ BP1 (corr. P2) ὡς] καὶ Α ἢ] καὶ a 4 ὅλως ὁπωσοῦν A list., ὅλως οὑν Β)] ἄλλως Β ὡς] ὅτι BP 6 αὐτὰ ABP1 (corr. P2) post αὑτὰ add. τε a post καὶ alterum add. οὐ D 10 τὸν ἐν AD 11 τῶν om. Α: τοῦ P 12 μὲν om., sed post πᾶσιν add. μὴ BP 13 καθ’—14 αὐτοῖς] τοῖς τε δι’ αὑτὰ αἱρετοῖς οὖσι καὶ δι’ ἕτερα, τούτων τὸ εἶναι δι’ αὑτὰ βέλτιον τοῦ δι’ ἕτερα a καθ᾿—τοῖς ἄλλοις τὸ ἀλλ’ οἷς BP)] requiritur τοῖς καὶ καθ’ αὑτὰ αἱρετοῖς οὖσιν καὶ ἄλλων χάριν 14 τῶ βελτίονι BOP: αὐτῶ βελτίονα Α 15 προσγίνεσθαι Β 16 τὸ εἶναι οὐκέτι a ὅτι Β: ὅτε aADP μὴ δὲ AD: μηδ’ ἐν aBP, sed cf. vs. 12 17 immo ἡ ἐπιχείρησις καὶ κατὰ τὸ ἄδοξον 18 — p. 486,24 aN 23 οἰκία a: om. N 26 an εἰ καὶ? cf. ad p. 488, 23 οὐκ ἄν ῥηθείη N: οὐ κριθείη a)

486
ἀπὸ τοῦ ἰδίᾳ μὲν ἕνα τούτων μὴ ἔχειν τὴν δικαιοσύνην μήτε καλεῖσθαι δίκαιον, ἀλλ’ ὁμοῦ τοὺς δύο ἔχειν αὐτὴν καὶ ὁρίζεσθαι δικαίους, διὰ τὸ ἐπ’ ἄλλων συμβαίνειν τὸ τοιοῦτον τριῶν γάρ τινων ὁμοῦ ἐχόντων νόμισμα ἓν τοῖς μὲν τρισὶν ὑπάρξει ὁμοῦ τὸ νόμισμα ἕν, ἰδίᾳ δὲ ἀνὰ μέρος ἑνὶ ἑκάστῳ οὐχ ὑπάρξει), ἀλλ’ οὖν τοῦτο, τὸ ὑπάρχειν τοῖς δυσὶν ἐναντίως τό τε δίκαιον καὶ ἄδικον, δόξειεν ἄν παντάπασιν ἄτοπον εἶναι. ἀντίκειται γὰρ τῇ δικαιοσύνῃ ἡ ἀδικία, τῇ δὲ σωφροσύνῃ ἡ ἀκολασία, τῇ δὲ δειλίᾳ ἡ ἀνδρία· εἰ οὖν ἡ δικαιοσύνη ἐστὶν ἀνδρία καὶ σωφροσύνη, εἴη ἄν ἡ ἀδικία δειλία καὶ ἀκολασία· διὸ καὶ συμβαίνει τὰ ἐναντία ὑπάρχειν αὐτοῖς, εἰ ὁ μὲν αὐτῶν σώφρων ἐστὶ καὶ δειλός οὐκ ἔστι γὰρ ἀνδρεῖος), ὁ δὲ ἀνδρεῖος καὶ ἀκόλαστος· οὐ γὰρ σώφρων. καὶ διὰ τοῦτο καὶ ἀμφότεροι ἕξουσι δικαιοσύνην καὶ ἀδικίαν, εἴπερ δικαιοσύνη ἐστὶ σωφροσύνη μετὰ ἀνδρίας καὶ διὰ τοῦτο ἀδικία ἀκολασία μετὰ δειλίας. καθόλου οὖν, φησίν, ὅσα ἔστιν ἐπιχειροῦντα δεικνύειν μὴ ταὐτὸν εἶναι τὸ ὅλον καὶ τὰ μέρη, πάντα χρήσιμά εἰσι πρὸς τὸ νῦν εἰρημένον· οἷον ὅτι δικαιοσύνη ἐστὶ τάδε, ἤγουν σωφροσύνη καὶ ἀνδρία· ὁ γὰρ οὕτως ὁριζόμενος φάσκει τὰ μέρη ταὐτὰ εἶναι τῷ ὅλῳ· μέρη γὰρ τῆς δικαιοσύνης ἡ ἀνδρία καὶ ἡ σωφροσύνη. μάλιστα δὲ οἱ λόγοι οἱ δεικνύντες μὴ ταὐτὸν εἶναι τὰ μέρη καὶ τὸ ὅλον οἰκεῖοι, ἤγουν ἁρμόδιοι, εἰσὶν ἐφ’ ὅσων κατάδηλός ἐστιν ἡ σύνθεσις τῶν μερῶν· δῆλον γὰρ ἐκ τῶνδε, ὅτι εἰ λίθοι καὶ ξύλα εἶεν, οὐκ ἀνάγκη καὶ οἰκίαν εἶναι· ὥστε, εἰ τῶν μερῶν ὄντων ἐνδέχεται τὸ ὅλον μὴ εἶναι, οὐ ταὐτὸν ἄν εἴη τῷ ὅλῳ τὰ μέρη. οὗτος δὲ ὁ τόπος χρήσιμος ἐπὶ μόνων τῶν ἀνομοιομερῶν.

[*](p. 150 a 22)

Εἰ δὲ μὴ ταῦτα ἀλλὰ τὸ ἐκ τῶν μερῶν ἔφησεν εἶναι τὸ ὁριζόμενον.

Εἰ δέ τις, φησίν, ὁριζόμενος μὴ τὰ μέρη εἶπε τὸ ὅλον εἶναι ἀλλὰ τὸ ἐκ τῶν μερῶν γινόμενον, οἷον τὴν οἰκίαν οὐ λίθους καὶ πλίνθους ἀλλ’ ἐκ λίθων καὶ πλίνθων, πρῶτον μὲν ἀξιοῖ δεῖν ἐπισκοπεῖν, εἰ ἐκ τοιούτων ὡρίσατό τις εἶναι ἐξ ὧν οὐχ οἷόν τε συντιθεμένων ἕν τι γίνεσθαι, ἑνὸς ὄντος τοῦ ὁριστοῦ. ἔνια γὰρ τοιαῦτά ἐστιν ὡς μὴ δύνασθαι ἐξ αὐτῶν γενέσθαι τι ἕν, οἷον γραμμὴ καὶ ἀριθμὸς καὶ ὅλως τὰ συμβεβηκότα. ὁ γὰρ ἐκ τοιούτων τινὸς τὸ εἶναι λέγων καὶ ὁριζόμενος [*](2 fortasse μηδὲ 3 post διὰ τὸ add. καὶ Arist. 11 an σώφρων 003E; ἐστι? 14 ἀ)δικία—δειλίας in ras. N 15 ἔστιν ex Arist. scripsi: εἰσὶν aN 25 lemma om. a τὸ BP Arist.: τὰ AD ἐκ τούτων Arist. 27 φήσει Β 28 γιγνόμενον P καὶ πλίνθους] οὐ πλήθους Α 30 τούτων a fort. τις 003E; cf. vs. 33 τι aDP: τε ΑΒ 30. 31 γίνεσθαι ἕν τι Β 31 τῶ ὁριστῷ Β γὰρ aBP: δὲ AD post γὰρ add. τούτων Β 32 γίνεσθαι Β ἕν] ἄν Α μὴ pro altero καὶ A ὅλως AD: ὅλα aBP 33 ἐκβεβηκότα Α τοιούτου P τὸ εἶναί τινος a)

487
δῆλον ὡς οὐχ ὁρίζεται· διὸ ὁ λέγων τὴν λευκότητα ἐκ πυρὸς καὶ χρώματος οὐχ ὁρίζεται.

[*](p. 150 a 26)

Ἔτι εἰ τὸ μὲν ὡρισμένον.

Ἔτι, φησί, δεῖ καὶ τοῦτο σκοπεῖν, εἰ τὸ μὲν ὁριστόν, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ἐν ἑνί τινί ἐστιν ἐν ᾧ πρώτῳ πέφυκε γίνεσθαι, τὰ δὲ ἐξ ὧν αὐτὸς ὡρίσατο εἶναι, μὴ ἐν τῷ αὐτῷ πρώτῳ ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. δῆλον γὰρ ὅτι οὐχ ὁρίζεται ὁ οὕτως ἀποδιδούς· ἐν ᾧ γὰρ τὸ ἔκ τινων συγκείμενόν ἐστιν, δῆλον ὅτι ἐν τούτῳ δεῖ εἶναι καὶ τὰ ἐξ ὧν τοῦτο σύγκειται. οἷον φρόνησίς ἐστιν ἐξ ἀνδρίας καὶ σωφροσύνης. ἀλλ’ ἡ μὲν φρόνησις ἐν πρώτῳ ἐστὶ τῷ λογιστικῷ, ἀνδρία δὲ καὶ σωφροσύνη ἡ μὲν ἐν τῷ θυμικῷ ἡ δὲ ἐν τῷ ἐπιθυμητικῷ· δῆλον οὖν ὅτι οὐκ ἄν εἴη ἐκ τούτων ἡ φρόνησις· ἐν οἷς γὰρ ἐμφαίνονται τὰ μέρη, ἐν ἐκείνοις καὶ τὸ ὅλον ἐμφαίνεσθαι δεῖ. ὥστε οὐκ ἐν ἑνὶ πρώτῳ τῷ λογιστικῷ συμβαίνει τὴν φρόνησιν ἐμφαίνεσθαι, ἀλλ’ ἐν ἄλλοις πλείοσι, τῷ τε θυμικῷ καὶ τῷ ἐπιθυμητικῷ.

Ὃ δὲ προστίθησιν, ἐστίν· ἀλλ’ εἰ ἑκάτερον, ἐξ ὧν ἀποδέδωκεν εἶναι | τὸ προκείμενον, ἐν ἑνὶ πρώτῳ τῷ αὐτῷ ἐστιν, ἐκεῖνά τε καὶ τὸ ὅλον τὸ [*](236) ἐκ τούτων, ὅπερ ἐστὶ τὸ προκείμενον, οὗ τὸν ὁρισμὸν ἀποδίδωσι, μὴ μέντοι ἐν τῷ αὐτῷ μέρει ἀλλὰ τὸ μὲν ἐν ἄλλῳ τὸ δὲ ἐν ἄλλῳ, οὐδ’ οὕτως ἄν εἴη ·ὡρισμένος· ἐν ᾧ γὰρ τὸ ὅλον, ἐν ἐκείνῳ καὶ τὰ μέρη δοκεῖ εἶναι. οἷον εἴ τις ὁρίσαιτο τὴν ἀρετὴν ἐξ ἀνδρίας, σωφροσύνης καὶ φρονήσεως· ἔνθα μὲν γὰρ τὸ ὅλον ἐμφαίνεται, ἤγουν ἡ ἀρετή ἐμφαίνεται δὲ ἐν τῇ ψυχῇ), ἐν ταύτῃ καὶ τὰ μέρη ἐμφαίνονται· ἀλλ’ ἕκαστον τῶν τοιούτων μερῶν τῆς ἀρετῆς ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τῆς ψυχῆς ἐμφαίνονται, καὶ οὐκ ἐν τῷ ὅλῳ ἕκαστον· μέρη γὰρ τῆς ψυχῆς τὸ λογιστικόν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.

[*](1 ὡς aAD: ὅτι BP post ὁρίζεται add. οἷον σῶμά ἐστιν ἐκ γραμμῶν καὶ ἀριθμῶν συγκείμενος a 2 οὐχ] οὐδὲ, sed post διὸ, a 3 lemma a: om. ABDP 4 δεῖν aA τὸ om. Α 5 ἐν prius om. D ἐν alterum superscr. Β 6 αὐτὸ ex αὐτὸς, ut videtur, corr. P2 post πρώτῳ add. εἰσὶν a post καὶ ἄλλῳ add. οἷον—σωφροσύνης aN, quae verba in vs. 9 transposui 7 γὰρ prius BDP: καὶ aA post ὁρίζεται add. τὴν φρόνησιν a ὁ om. ΑΒ τινων BDP: τούτων aA 8 post ·συγκείμενον add. ἤγουν ἡ φρόνησις a δῆλον ὅτι om. a ἐν τούτω BDP: ἐν ἐκείνῳ a: ἐκ τίνων A δὴ P εἶναι aD: om. ABP τοῦτο] ἡ φρόνησις a 9 οἶον—15 aN 16 ὃ—ἐστίν BDP: εἰ δὲ καὶ τὰ μέρη καὶ τό ὅλον lemma a: om. Α ἀλλ’ εἰ AD: ἀλλ’ BP: εἰ δὲ a post ἑκάτερον add. φησὶν a 17 προσκείμενον Α ἐν om. Β τῶ αὐτῶ BP, Dpr.: τὸ αὐτό Α, Ecorr.: om. a εἰσὶν a ἐκείνω Β τε aAD: δὲ BP καὶ om. Β 19 ἐν primum om. Α μέρει a: om. ABDP τὸ δὲ ἐν ἄλλῳ om. Β οὗτος a 20 post ἐκείνῳ add. δεῖ a δοκεῖ om. aP —26 aN 23 ἐμφαίνονται N cf. vs. 12: ἐμφαίνεται a)
488
[*](p. 150a33)

Πάλιν εἰ τῷ ὅλῳ συμφθείρεται τὰ μέρη.

ἐπεὶ τῶν μερῶν φθειρομένων ἀνάγκη συμφθείρεσθαι τὸ ὅλον, τοῦ δὲ ὅλου φθαρέντος οὐκ ἀνάγκη καὶ τἀμερῆ φθείρεσθαι, εἴ τις ἔκ τινών τι ὁρίσαιτο ὡς φθειρομένου τοῦ ὅλου συμφθείρεσθαι τὰ μέρη ἐξ ὧν ὥρισται τὸ ὅλον, δῆλον ὅτι οὐ καλῶς ὡρίσατο. οὕτως ἄν ἁμαρτάνοι ὁ τὸ μὲν σῶμα ὁρισάμενος τὸ ἐξ ἐπιπέδων συνεστὼς ἢ τὸ ἐπίπεδον τὸ ἐκ γραμμῶν ἢ τὴν γραμμὴν x003E; ἐκ στιγμῶν· οὔτε γὰρ τὸ σῶμα ἐξ ἐπιπέδων, διότι συμφθείρεται τῷ σώματι τὸ ἐπίπεδον, οὔτε τὸ ἐπίπεδον ἐκ γραμμῶν, οὔτε ἡ γραμμὴ ἐκ στιγμῶν. διὰ τοῦτο οὐδ’ ἐκ τῶν εἰδῶν οἷόν τε λέγειν τὸ γένος εἶναι, εἰ συναναιρεῖται αὐτῷ, οὐδ’ ἐκ περιττῶν καὶ ἀρτίων τὸν ἀριθμόν.

Ἢ εἰ τὸ μὲν ὅλον ἀγαθὸν ἢ κακόν ἐστιν, τὰ δὲ μέρη οὔτε ἀγαθὸν οὔτε κακόν· ἔδει γὰρ καὶ ταῦτα ἢ ἀγαθὰ ἢ κακὰ εἶναι, εἴπερ μέρη τοῦ ὅλου ἐτύγχανον· ἀδύνατον γὰρ τῶν μερῶν μὴ ὄντων ἡ ἀγαθῶν ἢ κακῶν τι ἐκ τούτων συγκείμενον ἀγαθὸν ἢ κακὸν εἶναι. ἢ πάλιν εἰ τὰ μέρη ἀγαθὰ ἢ κακά, τὸ δὲ ὅλον οὔτε ἀγαθὸν οὔτε κακόν· δῆλον γὰρ ὅτι οὐκ ἐκ τοιούτων μερῶν τὸ τοιοῦτον σύγκειται· ἦ γὰρ ἄν καὶ αὐτὸ τὸ ὅλον ἀγαθὸν ἢ κακὸν ἦν, εἴ γε ἐκ τῶν τοιούτων μερῶν ἦν.

[*](p. 150 b 1)

Ἢ εἰ μᾶλλον μὲν θάτερον ἀγαθὸν ἢ θάτερον κακόν.

Ἐπεὶ δοκεῖ τὸ συγκείμενον ἔκ τινων, ὧν τὸ μὲν μᾶλλόν ἐστι τὸ δὲ ἧττον, τῷ μᾶλλον τοιούτῳ ἀκολουθεῖν, ἄν ὁριζόμενός τις ἀποδῷ τι συγκείμενον ἐξ ἀγαθοῦ καὶ κακοῦ, ὧν τὸ ἀγαθὸν μᾶλλόν ἐστιν ἀγαθὸν ἢ τὸ κακὸν κακόν, ὃ μή ἐστι μᾶλλον ἀγαθόν, οὗτος οὐχ ὁρίζεται. εἰπὼν δὲ ταῦτα ἔνστασιν πρὸς τὰ εἰρημένα φέρει, λέγων ὅτι μὴ ἀνάγκη τὸ ἐξ ἀγαθῶν συγκείμενον πάντως ἀγαθὸν εἶναι μήτε τὸ ἐκ κακῶν κακόν, ὃ [*](1 τὰ μέρη om. a 2 post ἐπεὶ add. δὲ καὶ a: καὶ A συμφθειρομένων Β ante τὸ add. καὶ a 3 συμφθείρεσθαι a: ἐφθάρθαι Arist. εἴ a: ἐάν ABDP ἔκ τινών—4 τὰ μέρη] φησὶν ὡρίσατό τι ἐκ τοιούτων μερῶν ἃ φθειρομένου τοῦ ὅλου ἀνάγκη καὶ ταῦτα συμφθείρεσθαι a 3. 4 ἔκ τινος διωρίσαιτο Α 5 post οὕτως add. οὖν a ἁμαρτάνοι ἄν a: ἁμαρτάνει Β 6 μὲν om. BD συνεστὼς om. A post συνεστώς add. συμφθείρεται γὰρ τῷ σώματι τὰ ἐπίπεδα a τὸ (ante ἐκ) om. a 7 τὴν γραμμὴν a: inv. ord. ABDP τὸ prius addidi 8 post σώματι add. δὲ Α 9 pest διὰ add. δὲ BP 10 εἰ om., post συναναιρεῖται add. γὰρ a —18 aN 12 μὲν om. a 19 ἡ (aute εἰ) om. a θάτερον prius om. Β ἀγαθὸν — κακόν om. a ἢ θάτερον κακόν D Aiist.: ἢ κακὸν θάτερον Α: θάτερον δὲ κακόν BP 20 ὧν om. P ἐστι post ὧν transposuerunt aA 21 τὸ —τοιοῦτον BP τις] τί Α τι] τὸ Β 22 ἀγαθὸν alterum om. Α 23 κακὸν alterum om. A ὅ ABDP: ὁ δὲ ὃ a: fort. εἰ cf. ad p. 485,26 post ἀγαθὸν add. ὁρίζεται a οὕτως AP3 ὥρισται BP 23. 24 ταῦτ’ εἰπὼν ἔνστασιν ἐπὶ τοῖς εἰρημένοις a 25 ἐξ ἀγαθοῦ BP τὸ om. Β κακῶν aD: κακὸν A: κακοῦ BP ante ὃ add. καὶ P)

489
ἠξίου ὁ πρὸ τούτου τόπος. ἀλλ’ οὐδὲ τὸ ἐκ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον ἀγαθὸν ἀνάγκη ἢ τὸ ἐκ τοῦ μᾶλλον κακοῦ μᾶλλον κακόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ αὑτὰ καὶ ἁπλῶς ὄντων ἀκολουθοίη ἄν τὰ εἰρημένα· εἰ δέ τινα ὡς ποιητικὰ ἀγαθοῦ λαμβάνοιτο, οὐκέτι ἀκολουθεῖν ἀνάγκη τὰ εἰρημένα· πολλὰ γὰρ καθ’ αὑτὰ μὴ ὄντα ποιητικὰ ἀγαθοῦ ἐν τῇ πρὸς ἄλληλα μίξει τοῦτο ποιεῖ. ἡ μέντοι ἀρετὴ. καθ’ αὑτὴν οὖσα ἀγαθὴ τοιαύτη μένει καὶ ἐν τῇ μετ’ ἄλλου συνθέσει· τοῦ μὲν γὰρ καθ’ αὑτὸ ὄντος ἀγαθοῦ ἀνάγκη καὶ τὰ μέρη ἀγαθὰ εἶναι. ὁμοίως καὶ ἐπὶ τοὐ κακοῦ. † ὁμοίως καὶ τὰ ποιητικά τινων ἢ κακά ἐστιν ἢ ἀγαθὰ ἢ οὐδέτερα, δεῖ καὶ τὰ ἐξ αὐτῶν γινόμενα τοιαῦτα εἶναι. καὶ δείκνυσι τοῦτο οὕτως ἔχον ἐπὶ τῶν φαρμάκων τῶν τε ὑγείας ποιητικῶν καὶ τῶν δηλητηρίων. καὶ γὰρ οὐκ ὄντα καθ’ αὑτά τινα ὑγιεινὰ ἀλλὰ καὶ τοὐναντίον δηλητήρια, μιχθέντα ἀλλήλοις ὑγείας ποιητικὸν τὸ ἐξ αὐτῶν ποιεῖ· καὶ πάλιν οὐκ ὄντα τινὰ δηλητήρια κατ’ ἰδίαν ἀλλὰ καὶ ὠφέλιμα, μιχθέντα ἀλλήλοις ποιεῖ τὸ ἐξ αὐτῶν δηλητήριον.

[*](p. 150 b 14)

Πάλιν εἰ ἐκ βελτίονος καὶ χείρονος ὄν.

Ἐάν τι λεγόμενον ἐκ βελτίονος καὶ χείρονος μὴ ᾖ τοῦ μὲν βελτίονος χεῖρον τοῦ δὲ χείρονος βέλτιον, οὐκ ἂν δεόντως ἐκ τούτων εἶναι λέγοιτο· τὸ γὰρ ἐκ τοιούτων συγκείμενον μέσον γίνεται ἑκατέρου αὐτῶν ἀκράτου λαμβανομένου, διὰ τὴν μῖξιν τοὐ ἐναντίου ἑκατέρου αὐτῶν φέρον τὰ δεύτερα. διὰ τοῦτο οὖν ἡ ἐγκράτεια συγκειμένη ἔκ τε ὀρθοῦ λογισμοῦ καὶ φαύλης ἐπιθυμίας τῆς μὲν φαύλης ἐπιθυμίας ἐστὶ βελτίων, χείρων δὲ τοῦ ὀρθοῦ λογισμοῦ. καὶ πρὸς τοῦτο δὲ τὴν αὐτὴν ἔνστασιν φέρει ἣν καὶ πρὸς τὰ πρότερα. ἐπὶ γὰρ τῶν καθ’ αὑτὰ ἀγαθῶν καὶ κακῶν ἀληθῆ εἶναι τὸν λόγον οὐχ] ἀπλῶς· εἰ γάρ τι εἴη συγκείμενον ἐξ ἁπλῶς ἀγαθοῦ καὶ ἀπλῶς κακοῦ, μεταξὺ τὸ συγκείμενον ἔσται, εἰ ἑκάτερον ἐκείνων ἐν τῇ συνθέσει σώζοιτο. ἐπὶ δὲ | τῶν ὡς ποιητικῶν ἀγαθῶν οὐκέτι τοῦτο [*](237) [*](1 οὐδ’ ἐκ μᾶλλον Β ἀγαθὸν P 2 ἢ—κακόν a: om. ABDP 3 αὑτὸ aA ἀκολούθως Α: ἀκολουθείη a 4 post ἀγαθοῦ add. ἢ κακοῦ a ἀκολουθεῖ Α 6 σμίξει A 7 γὰρ om. Α: οὖν a 8 ὁμοίως καὶ τὰ (fortasse ὥστ’ οὐκ εἰ τὰ)—10 εἶναι] τῶν δὲ ποιητικῶν, οὐκ ἀνάγκη ὄντων ἀγαθῶν ἡ κακῶν, εἶναι καὶ τὸ ἐκ τούτων ἢ ἀγαθὸν ἢ κακόν a 9 οὐδέτερον Α καὶ BP: om. Α: οὖν καὶ D 9. 10 τὸ—γινόμενον τοιοῦτον BP 10 ἔχον post φαρμάκων transposuit Β 11 τῶν δηλητηρίων BDP: μὴ τοιούτων a A 12 ὑγιεινά τινα a 13 τινὰ οὑκ ὄντα aA 16 post ἐκ add. τοῦ D ὄν om. aA 17 ante ἐὰν add. πάλιν aA post τι add. φησὶ a λέγωμεν BP ᾖ a: ἐστὶ ABD: ἐστὶ δὲ P 19 τοιούτων] στοιχείων B γίνεται μέσον BP ἑκάτερον Α 20 post μῖξιν eras. ἑκατέρου αὐτῶν P τῶν ἐναντίων a 21 διὰ τοῦτο οὖν BDP: διὸ aA ὁ ἐγκρατεία D συγκειμένη a: συγκείμενον ABP: συγκείμενος D 22 τῆς—ἐπιθυμίας post βελτίων superscr. Β 23 τούτους Β: τούτοις P ἥνπερ a 24 πρότερον a: compend. D καλῶν Β 25 οὐχ delevi 26 κακοῦ ἀπλῶς Β μεταξὺ τὸ συγκείμενον soripsi: τὸ μεταξὺ τῶν συγκειμένων libri εἰ om. P 27 ἀγαθοῦ D τοῦτο om. Α)

490
ἀνάγκη· ταῦτα γὰρ ἐν τῇ πρὸς ἄλληλα συνθέσει ἀλλάσσεται, ὡς ἐπὶ τῶν ἰατρικῶν φαρμάκων προεῖπεν, ὡς μηδὲν κωλύειν τὸ ἐξ ἀμφοῖν καὶ βέλτιον ἑκατέρου καὶ χεῖρον γίνεσθαι.

Ἔτι εἰ συνώνυμον τὸ ὅλον θατέρῳ.

οὐδὲ τοῦτόν φησιν ὁρίζεσθαι τὸν λέγοντά τι ἔκ τινων εἶναι, ὧν ἕν τι τῷ ὅλῳ τῷ ἐκ πάντων ἐστὶ συνώνυμον. οἷον ἀρετή ἐστιν ἀνδρία δικαιοσύνη καὶ φρόνησις· ἕκαστον γὰρ τούτων ἀρετὴ λέγεται συνωνύμως τῷ ὅλῳ. οὐ δεῖ οὖν τὸ ὅλον συνώνυμον εἶναι τοῖς μέρεσι, καθάπερ οὐδὲ ἐπὶ τῶν συλλαβῶν· ἑκάστη γὰρ τῶν συλλαβῶν οὐκ ἔστι συνώνυμος τοῖς συντιθεῖσιν αὐτὴν στοιχείοις.

[*](p. 150 b 22)

Ἔτι εἰ μὴ εἴρηκε τὸν τρόπον τῆς συνθέσεως.

Οὐδ᾿ ἐκεῖνόν φησιν ὁρίζεσθαι τὸν λέγοντα μόνον ἔκ τινων συγκεῖσθαι ὃ ὁρίζεται, μηκέτι δὲ καὶ τὸν τρόπον τῆς συνθέσεως προστιθέντα· οὐ γὰρ αὔταρκες πρὸς δήλωσιν τῆς οὐσίας τῆς ἔκ τινων συγκειμένης ἡ τῶν ἐξ ὧν σύγκειται ἀπόδοσις, ἄν μὴ καὶ ὁ τρόπος ἰῆς συνθέσεως αὐτῶν ᾖ ἐν τῷ λόγῳ προσκείμενος· τὸ γὰρ οὕτως ἐκ τούτων συγκείμενον ἑκάστου τῶν συνθέτων οὐσία. δῆλον δὲ τὸ εἰρημένον ἐπὶ οἰκίας καὶ συλλαβῆς· οὔτε γὰρ ἡ οἰκία ἁπλῶς λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἀλλ’ ἡ τούτων ποιὰ τάξις, οὔτε ἡ συλλαβὴ στοιχεῖα, ἀλλ’ ἡ τούτων ποιὰ σύνθεσις.

[*](p. 150 b 27)

Εἰ δὲ τόδε μετὰ τοῦδε ἀποδέδωκεν.

Εἴ τις ὁρισμόν τινος εἴη ἀποδεδωκὼς τόδε μετὰ τοῦδε, οὐδέν φησι τοῦτον διαφέρειν τοῦ λέγοντος τάδε τινὰ εἶναι ἢ τὸ ἐκ τούτων. ὁ γὰρ λέγων τὸ οἰνόμελι οἶνον μετὰ μέλιτος ὅμοιον λέγει τῷ λέγοντι τὸ οἰνόμελι εἶναι οἶνον καὶ μέλι ἢ τὸ ἐξ οἴνου καὶ μέλιτος. ὁποτέρῳ δ’ ἄν τούτων ᾖ ταὐτὸν τὸ λεγόμενον, τοῖς αὐτοῖς τόποις πρὸς τὴν ἀνασκευὴν χρηστέον, οἷς [*](2 κωλύει Α 3 καὶ χεῖρον ἑκατέρου aA 5 ἔκ τούτων B 6 τῷ ὅλῳ om. A τῷ alterum aAP: τὸ BD συνώνυμόν ἐστιν a οἷον—10 aN 9 ὁμώνυμος N 11 μὴ] μὲν Α θέσεως D 12 ante οὐδ’ add. ἀλλ’ a οὐδ’ — 13 συνθέσεως om. Β μόνον DP: μᾶλλον Α: μὲν a 13 σὺν superscr. D προστιθέντα BP et post δὲ D: ἐκτι Α: ἐκτιθέμενον a 14 τῶν—συγκειμένων a 16 post τούτων add. καὶ D 17 ante οὐσία add. ἡ Arist. (om. C) 18 ἀπλῶς om. Α καὶ ξύλα om. Α τούτων BDP: πάντων aA 19 ποιὰ om. D 20 ἀπέδωκεν B(u): om. a 21 εἴ τις] καὶ εἴ τις δέ φησιν a 22 τοῦτον scripsi: τοῦτο libri διαφέρον Α 23 οἶνον—οἰνόμελι om. Β τῷ λέγοντι] ὡς εἰ ἔλεγε a 23. 24 οἶνον εἶναι Β 24 ἢ—μἐλιτος om. Α ὁποτέρω DP: ὁποτέρων Β: ὁπότερον a A 25 ταὐτὸ Α post λεγόμενον add. διὸ καὶ a τόποις αὐτοῖς a πρὸς τὴν ἀνασκευὴν BDP: τῆς ἀνασκευῆς aA)

491
καὶ <πρὸς> τοὺς ἐκεὶ ὀριζομένους παραδέδωκε πρότερον. παραδίδωσε δὲ καὶ ἰδίους τινὰς τόπους πρὸς τὴν τοιαύτην τῶν ὅρων ἀπόδοσιν.

[*](p. 150 b 32)

Ἔτι διελόμενον ὁσαχῶς λέγεται ἕτερον μεθ’ ἑτέρου.

Πρῶτον ἀξιοῖ διελόμενον ὁσαχῶς λέγεται τόδε μετὰ τοῦδε, σκοπεῖν εἰ κατὰ μηδὲν τῶν σημαινομένων ὑπ’ αὐτοῦ τὸ ἀποδοθὲν τόδε μεῖά τοῦδέ ἐστιν· οὐ γὰρ ἄν εἴη ὡρισμένος ὁ οὕτως ἀποδεδωκώς. σηματίνει δὲ τὸ τόδε μετὰ τοῦδε ἢ τὸ ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ τὸ ἐν τῷ αὐτῷ τόπῳ ἢ τὸ ἐν τῷ αὐτῷ χρόνῳ εἶναι. προστίθησι δέ, ὅτι κἄν τὰ ἀποδεδομένα δύνηται ἐν τῷ αὐτῷ χρόνῳ εἶναι, μὴ πρὸς τὸ αὐτὸ δὲ ἑκάτερον λέγηται, ἢ εἰ καὶ πρὸς τὸ αὐτὸ μὲν ἄμφω λέγεται, οὐ μέντοι πρὸς τὸ τοῦ προκειμένου ὁριστοῦ τέλος, οὐδὲ οὕτως ὑγιῶς ὥρισται· οὔτε γὰρ πρὸς ἕτερον δεῖ λέγεσθαι οὔτε πρὸς ταὐτὸν τὸ τυχόν, ἀλλὰ πρὸς τὸ τέλος τοῦ ὁριστοῦ.

Ὑποδείγματα δὲ τοὐ μὲν ἐν τῷ αὐτῷ δεκτικῷ εἶναι ὡς ἡ ἀρετὴ δικαιοσύνη μετὰ ἀνδρίας· ἐν γὰρ τῷ αὐτῷ δεκτικῷ, τῇ ψυχῇ, καὶ ἀμφότερά εἰσιν, ἥ τε δικαιοσύνη καὶ ἡ ἀνδρία. ἐν τῷ αὐτῷ δὲ τόπῳ ὡς σῶμα τὸ τριχῇ διαστατὸν μετὰ ἐπιφανείας· ἐν ᾧ γὰρ τόπῳ ἐστὶ τὸ σῶμα, ἐν τούτῳ καὶ ἡ ἐπιφάνεια. ἐν τῷ αὐτῷ δὲ χρόνῳ ὡς ἀνδρία ἐστὶ τόλμα μετὰ ὀρθῆς διανοίας· ἐν ᾡ γὰρ χρόνῳ ἐστὶν ἡ τόλμα, ἐν τῷ αὐτῷ καὶ ἡ ὀρθὴ διάνοια. εἰ δὲ καὶ πρὸς ταὐτὸ τέλος, φησίν, ἥ τε τόλμα καὶ ἡ ὀρθὴ διάνοια λέγεται, οἷον πρὸς τὰ ἰατρικὰ τυχόν εἰκὸς γὰρ ἐν οἷς ἐπάγει τομὴν ὁ ἰατρὸς τῷ τραύματι, τόλμαν ἅμα καὶ ὀρθὴν διάνοιαν ἔχειν καὶ πρὸς ἓν τέλος ἀφορᾶν, τὸ ὑγιάσαι τὸν κάμνοντα), ἀλλ’ ὅμως οὐδὲ οὕτως λεχθήσεται ἀνδρεῖος ὁ ἰατρός. οὔτε γὰρ ἑκάτερον τῶν μερῶν πρὸς ἄλλο καὶ ἄλλο τέλος δεῖ λέγεσθαι, καθάπερ ἐπὶ τῆς φαύλης ἐπιθυμίας καὶ τοῦ ὀρθοῦ λόγου, οὔτε πρὸς ταὐτὸ μὲν καὶ ἓν τέλος τὸ τυχὸν δέ, ὥσπερ νῦν εἴπομεν ταὐτὸν τέλος ἔχειν καὶ ἀμφότερα, τὸ ὑγιάσαι, ἀλλὰ πρὸς ὃ λέγεται τὸ ὁριστόν· οἷον ἐπεὶ ἡ ἀνδρία πρὸς τὸ κατορθῶσαι τὰ ἐν πολέμῳ λέγεται, πρὸς τὸ αὐτὸ τέλος δεῖ καὶ τὰ μέρη αὐτῆς ἀφορᾶν, τήν τε τόλμαν καὶ τὴν ὀρθὴν διάνοιαν.

[*](1 πρὸς addidi 2 post καὶ add. ἐνταῦθα a ἰδίους a: ἰδίως ABDP τόπους τινὰς D τὴν αὐτὴν Β 3 ὁσαχῶς κτλ. om. a 4 post πρῶτον add. οὑν a 0 ἐστιν — τοῦδε (7) iterat Α ὡρισμένως a 7 τὸ primum om. Α (etiam in iteratis) Β ἢ prius om. D τὸ alterum om. Β ἐν τῶ αὐτῶ ὑποκειμένω BDP: μετὰ τοῦ τοῦ om. Α) αὐτοῦ ὑποκειμένου aA τὸ tertium add. P2 8 τὸ ἐν τῷ αὐτῷ et εἶναι om. Α προστίθησι—9 εἶναι om. Β M ἀποδιδόμενα D δύναται DP μὴ] καὶ D τὸ a: om. ABDP αὐτὸν a 10 λέγηται ap: λέγεται ABP εἰ om. Β λέγεται aA: λέγηται P: λέγονται BD post μέντοι add. καὶ D 11 ὑποκειμένου P ὥρισται ὑγιῶς D 12 οὔτε γὰρ—13 ὁριστοῦ] δεῖ γὰρ πρὸς τὸ τέλος λέγεσθαι τοῦ ὁριστοῦ Α —30 30 aN 18 δὲ a: om. N 26 ταὐτὸν a 29 λέγεται om. a)
492
[*](p. 151 a 14)

Ἔνια δὲ τῶν οὕτως ἀποδεδομένων οὐδαμῶς ὑπὸ τὴν εἰρημένην διαίρεσιν.

Δείκνυσι καὶ ἄλλην δυναμένην ἁμαρτίαν εὑρίσκεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει· ἔνια γὰρ οὕτως ἀποδιδόμενα κατὰ τὴν λέξιν, ὅτι τόδε μετὰ τοῦδε, ἄλλο τι σημαίνει καὶ οὐδὲν τῶν τοῦδε μετὰ τοῦδε σημαινομένων οὐδὲ τῶν ὑπὸ τὴν εἰρημένην διαίρεσιν· οὔτε γὰρ σημαίνει τάδε οὔτε τὸ ἐκ τούτων οὔτε τόδε μετὰ τοῦδε, ἀλλὰ τόδε διὰ τόδε. ὁ γὰρ λέγων ὅτι ὀργή ἐστι λύπη μεθ’ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι ἐκείνων μὲν σημαίνει οὐδέν, σημαίνειν δὲ βούλεται ὅτι διὰ τὴν | τοιαύτην ὑπόληψιν [*](238) γινομένη ἡ λύπη ὀργή ἐστιν· εἰ δὲ βούλεται τὸ διὰ τόδε λέγεσθαι μετὰ τοῦδε, δῆλον ὡς ἁμαρτάνοι ἂν καὶ οὐ καλῶς ἀποδιδοίη τὸν ὅρον.

[*](p. 151 a 20)

Πάλιν εἰ τὴν τούτων σύνθεσιν.

Ἔτι ὁ τὸ ὅλον ὁριζόμενος τὴν τῶνδε, τουτέστι τῶν μερῶν, σύνθεσιν ἁμαρτάνει· οὐ γὰρ ἡ τυχοῦσα σύνθεσις τὸ ὅλον ἐστίν, οὐδὲ ἀπόχρη τὸ σύνθεσιν εἰπεῖν τὸ ὅλον, ἀλλὰ καὶ ποία τις προσδιοριστέον. οἷον ὁ εἰπὼν ‘ζῷόν ἐστι σύνθεσις ψυχῆς καὶ σώματος·’ τὸ γὰρ ζῷον ὡς ὅλον τί ἐστι, μέρη δὲ αὐτοῦ ἡ ψυχὴ καὶ τὸ σῶμα· δεῖ <δὴ> προσδιορίσασθαι καὶ ὅτι τοιάδε.

Ἔτι οὐδὲ συνθέσει ταὐτὸν οὐδέτερον τῶν εἰρημένων. ὅτι μή ἐστι τὸ ἔκ τινων συγκείμενον ἐκείνων σύνθεσις, δείκνυσιν οὕτω· πάσῃ μὲν γὰρ συνθέσει διάλυσίς τίς ἐστιν ἐναντία, τῷ δὲ ὅλῳ οὐδέν ἐστιν ἐναντίον.

[*](p. 151 a 29)

Ἔτι εἰ ὁμοίως πιθανὸν πᾶν τὸ σύνθετον.

Προστίθησι τοῖς εἰρημένοις καὶ τοῦτο· εἰ ὁμοίως εὔλογον καὶ πιθανὸν ἢ πᾶν τὸ σύνθετον σύνθεσιν ἐκείνων] μηδέν, ἐὰν [*](1 ἀποδιδομένων Arist. ἀποδεδ. u) οὐδαμῶς κτλ. om. a 2 post διαίρεσιν add. ἐστι ΑΒ 3 ἁμαρτίαν δυναμένην ἁμαρτίαν P: ἁμαρτίαν δυναμένην a: ἁμαρτίαν Α 4 ἀποδεδομένα Α 5 τῶν τόδε P 6 οὐδὲ pro altero οὔτε aBP 7 τὸ ex Arist. p. 150 a 1 scripsi: τὰ libri οὐδὲ τὸ μετὰ AD διὰ scripsi cf. vv. 9. 10: καὶ aBDP: om. Α 9 σημαίνει addidi, μὲν μὴ Α) σημαίνειν, quod post 10 βούλεται addunt libri, huc referens post ὅτι add. ἡ D τοιαύτην ex Arist. scripsi: τοσαύτην libri 9. 10 γινομένη ἡ om. D: ἡ om. Α 10 τόδε scripsi: τοῦδε D: τοῦτο AP: τούτου aB 11 ἀποδιδοίη D: ἀποδιδοῖ aABP 12 lemma a: om. ABDP 13 ἔτι a: ὅτι ABDP ὁριζόμενον Α post ὁριζόμενος add. εἶναι a post τουτέστι add. τὴν D τῶν om. a 15 σύνθετον aA οἷον — 18 aN 10 γὰρ N: δὲ a 17 δὴ addidi 19 ἔτι οὐδέ] ὅτι δὲ οὐδὲ a: ἔοικε δ᾿ οὐδ’ εἶναι τὸ παράπαν Arist. 20 ante ἐκείνων add. ἡ aA σύνθεσις om. Β 21 post συνθέσει add. φησὶ a 23 πᾶν τὸ σύνθετον om. a 24 καὶ τοῦτο τοῖς εἰρημένοις a 25 ἢ prius AD: ᾖ aBP post σύνθετον add. καὶ aA σύνθεσιν] σύνθετον D ἐκείνων ut e sequentibus illatum delevi)

493
[γὰρ] ἕν τι δειχθῇ τῶν ἔκ τινων συγκειμένων μὴ ὂν ἐκείνων σύνθεσις, οὐκ ἄν ἄλλο τι τῶν συγκειμένων ἔκ τινων σύνθεσις ἐκείνων εἴη· ἀλλὰ μὴν τὸ ζῷον συγκείμενον ὂν ἔκ τινων οὐκ ἔστιν σύνθεσις· οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ τὸ ζῷον, ἀλλ’ οὐ σύνθεσις ψυχῆς καὶ σώματος, ἐξ ὧν σύγκειται· οὐδ’ ἄλλο τι ἄρα τῶν ἔκ τινων συγκειμένων ἐστὶ σύνθεσις. εἴη δ’ ἄν ἡ τοιαύτη δεῖξις δι’ ὁμολογίας ἀπὸ τῶν ὁμοίων. εἰ δὲ μὴ σύνθεσις ὅλως, οὐδ’ ὁποιαοῦν σύνθεσις εἴη ἄν.

[*](p. 151a32)

πάλιν εἰ ὁμοίως ἔν τινι πέφυκεν ὑπάρχειν τἀναντία.

Ἐάν τι ᾖ τῶν ἀλλήλοις ἐναντίων ὁμοίως δεκτικόν, ὁ τοῦτο ὁριζόμενος διὰ τοῦ ἑτέρου τῶν ἐναντίων οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν αὐτοῦ· συμβήσεται γὰρ οὕτω τοῦ αὐτοῦ πλείους ὁρισμοὺς εἶναι· ἔσται γὰρ ὁρισμὸς τοὐ προκειμένου καὶ ὁ διὰ τοῦ ἑτέρου τῶν ἐναντίων ἀποδοθεὶς λῷος, εἴ γε ὁμοίως αὐτῶν τὸ ὁριστόν ἐστι δεκτικόν.

[*](p. 151b3)

Δεῖ δὲ καὶ ἐὰν μὴ πρὸς ὅλον ἔχῃ τις.

Δεῖ, φησί, τοὺς ἀσαφεῖς τῶν ὅρων αὐτὸν μεταλαμβάνειν, διορθοῦντα καὶ σχηματίζοντα αὐτούς, ὥστε δηλοῦν τι σαφὲς πρὸς ὃ ἐπιχειρεῖν δυνησόμεθα. ἢ γὰρ οὕτως ἔχειν συγχωρήσουσι τὸν λόγον οἱ ἐκεῖνον ὁριζόμενοι, ἢ εἰ μὴ συγχωρήσουσιν, αὐτοὶ σαφέστερον ὁριοῦνται, δεικνύντες κατὰ τῶν ὑφ’ ἡμῶν λεγομένων ὅτι μετάληψιν οὐ προσίεται. ὁπότερον δ’ ἄν γένηται, εὐεπιχείρητοι ἡμῖν ὁ λόγος ἔσται.

Οἶον εἰ ἀποδοίη τις ὁρισμὸν τῆς ψυχῆς ὅτι ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, δεῖ σε μεταλαμβάνειν αὐτὸν διὰ τὸ ἀσαφὲς εἰς σαφῆ καὶ τοιοῦτον, ἀφ’ οὗ ἄν ἔχοις ἐπιχείρημα, ἤγουν τόπον, ἀνασκευάσαι αὐτόν. ἢ γὰρ ἀποκρινόμενος πρὸς σὲ δέξεται τὴν τοῦ ὅρου μετάληψιν, ὡς μετελήφθη ὑπὸ σοῦ, καὶ οὕτω ποιήσεις τὴν ἀνασκευὴν αὐτοῦ, ἢ εἰ μὴ δέχεται τὴν μετάληψιν, ἀνάγκην ἕξει ὑπὸ σοῦ διασαφῆσαι τὸν ἀποδοθέντα ὅρον. [*](1 γὰρ delevi τὸ—συγκείμενον BP 2 fort, οὐδ’ cf. vs. 5 τῶν—σύνθεσις om. D 3 μὴν] μὴ a ὃν scripsi: ἐστιν a: om. ABDP οὐκ—ἔκ τινων (5) om. D post ἔστιν add. ἄρ a post σύνθεσις add. ἐκείνων aA οὐσία—σύνθεσις (6) om. Α 6 δ᾿ BP: om. aAD post ἂν add. οὖν a δεῖξις in contextu, σύνθεσις in mrg. D 7 ὁποιονοῦν aA ἄν a: om. ABDP 8 lemma om. AD ὑπάρχειν τἀναντία om. a: ὑπάρχειν om. P 9 ἦ BP: εἴη aAD ἀλλήλων Α ὁ om. D 12 ἔσται γὰρ ὁρισμὸς aA: οὐδὲν γάρ ἐστι τοῦ ὁρισμοῦ· ἔσται ὁρισμὸς BP: οὐδὲν γὰρ ὡρισμένον ἔσται D 14 lemma a: om. ABDP 15 δεῖν Β αὐτῶν B: om. a διορθοῦντα Ρ1: διαρθροῦντα P2 16 αὐτούς a: αὐτόν ABD: om. P 17 ἢ aAD: εἰ BP συγχωροῦσι BP fort, ἐκείνως ὁρισάμενοι BP 18 σαφεστέρως Α ὁρίζονται BP τὸν B 19 λεγομένων aA: γενομένων BDP μετάληψιν a: λῆψιν ABDP ὁπότερον aA: ὁπότερος BDP 19. 20 γίνηται a 21—p. 494, 26 aN 23 ἀνασκευάσαι αὐτόν aN: ἀνασκευαστικόν Waitz Organ. p. X; an πρὸς <πρὸς τὸ> ἀνασκευάσαι αὐτόν? cf. p. 495,8 24 δέξεται scripsi: δείξεται aN ὅρου a: ὅλου N)

494
ἡ δὲ μετάληψις τοῦ ὅρου γίνεται οὕτως, ὡς ἐπὶ τοῦ τῆς ψυχῆς, ὃς εἴρηται ἀνωτέρω· ἐστι δὲ Ξενοκράτους. εἰπὲ οὖν, εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν ἢ περιττός; καὶ εἰ ἄρτιος, ἢ δ΄ ἐστὶν ἢ ζ΄; εἰ δὲ περιττός, ἢ ἑ ἢ ζ΄; ἡ οὖν ψυχὴ τί ἐστι, δ΄ ἢ ε΄; καὶ ἐπεὶ ἐκ ·παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος ἕτερος ἀριθμὸς καταλείπεται, οἶον ἀπὸ τοῦ ς΄ ὁ ε΄ καὶ ἀπὸ τοῦ ζ΄ πάλιν ὁ ζ΄, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι δεῖ ὡς ποιῆσαι ἕτερον; καὶ οὕτως ἀνασκευάσεις καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου. οὗτοι γὰρ εἴδη ἐκάλουν τοὺς ἀριθμοὺς καὶ ἔλεγον ὅτι ὥσπερ ὁ ἀριθμός, φέρε εἰπεῖν ὁ δέκα, ῥηθεὶς περιορίζει τὴν διάνοιαν καὶ οὐκ ἐᾷ πλανᾶσθαι ταύτην περὶ τὸ ποσόν, οὕτω καὶ ἡ ψυχὴ τὸ σῶμα περιορίζει, καὶ αὐτή ἐστιν ἡ διδοῦσα τῷ ζῴῳ τὰς ἀφορμὰς τῆς κινήσεως, καθ’ ὃν τρόπον κινεῖιαι. τούτου χάριν γὰρ εἶπε ‘κινῶν αὐτὸς ἑαυτόν’· αἱ γὰρ κινήσεις, καθ’ ἃς κινεῖται τὸ ζῷον, ἢ ψυχικαί εἰσιν ἡ φυσικαί, καὶ φυσικαὶ μὲν αἱ εἰς τὸ ἄνω καὶ τὸ κάτω κινήσεις; ὡς ἡ τοὐ πυρὸς ἢ τοῦ λίθου, ψυχικαὶ δὲ αἱ ἀπὸ τόπου εἰς τόπον προαιρετικῶς.

[*](p. 151b12)

Ἔτι καθάπερ ἐν ταῖς ἐκκλησίαις.

Καθάπερ ἐν τοῖς συνεδρίοις, φησίν, ἐὰν ἐπεισαχθῇ νόμος τις παρά τινος, δόξῃ δὲ βελτίων τοῦ κειμένου ἐκ παλαιοῦ, ἀναιρεῖται οὗτος δὴ ὁ κείμενος, τὸν αὐτὸν τρόπον γινέσθω καὶ ἐπὶ τῶν ὁρισμῶν· ὁρισμοῦ γάρ τινος ἀποδοθέντος παρὰ τοῦ ἀποκρινομένου, εἰσαχθήτω παρὰ σοῦ ἕτερος βελτίων, ὅστις μᾶλλον δηλώσει τὴν οὐσίαν τοῦ ὁριστοῦ. ὃ δὴ καὶ [*](239) Ἀριστοτέλης ἐποίησε· κειμένου γὰρ ὁρισμοῦ ὅτι ψυχή ἐστι κίνησις αὐτοκίνητος, ἐπεισήγαγεν ἕτερον, ὅτι “ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος’’· τούτου γὰρ δόξαντος βελτίονος ἠκυρώθη ὁ κείμενος, ὅτι οὐ δύνανται τοῦ αὐτοῦ δύο εἶναι ὁρισμοί.

[*](p. 151b18)

Πρὸς ἅπαντας δὲ τοὺς ὁρισμοὺς οὐκ ἐλάχιστον στοιχεῖον 5 τὸ πρὸς ἑαυτὸν εὐστόχως ὁρίσασθαι.

οὐ μικρὰν ἔφοδον καὶ ἀφορμὴν πρὸς ἐπιχείρησιν τὴν πρὸς τοὺς ὁρισμοὺς εἶναί φησι τὸ γεγυμνάσθαι πρὸς τὸ δύνασθαι πᾶν τὸ προτιθέμενον εὐκόλως ὁρίζεσθαι ἢ καὶ τοὺς καλῶς ἀποδεδομένους ἀνειληφέναι. [*](1 ὅς N: ὅ a 2 ἀνωτέρω] c. 3 p. 140b2 4 et 6 ζ N: ξ a 6 ὁ prius om. N 7 ὡς scripsi: καὶ aN ποιῆται a 19 δὴ N: δὲ a 23 κειμένου] Phaedr. c. 24 p. 245 C sq. 24 ἐντελέχεια κτλ.] De an. II 1 p. 412a27. b5 post ἐντελέχεια add. ἡ πρώτη Arist. σώματος Arist.: post ζωὴν collocant aN 25 δύναμιν ζώου N 27 ὅρους aBP(Ccu) οὐκ κτλ om. a ἐλάχιστον] ἔλαβον Α 28 ἑαυτὸν BP Arist.: αὐτὸν καὶ AD 29 μικροῦ Α τὴν] ἁ (sic) A 30 ὅρους BP post φησι add. καὶ a 31 καλῶς om. AP1 (add. P2) ἀναλαμβάνειν a)

495
ὥσπερ γὰρ κανόνα ἔχοντες τὸν καλῶς ἀποδεδομένον ὅρον καὶ τούτῳ παραδείγματι χρώμενοι συνορᾶν δυνησόμεθα ῥᾷον τοῦ ἀποδοθέντος ὅρου τὰ ἁμαρτήματα, εἰ ἐλλιπῶς ἀποδέδοται ἢ περιττὸν ἔχει τι προσκείμενον. οὕτω δὲ καὶ ἐπιχειρημάτων μᾶλλον ἂν εὐπορήσαιμεν. οἷον εἰ ἀποδοθείη ‘ἄνθρωπός ἐστι ζῷον θνητὸν ἄλογον᾿, παραχθείη δὲ καὶ ἕτερος βελτίων, τό τε ἐλλεῖπον δεῖ προστεθῆναι, τὸ λογικὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τὸ ματαίως προσκείμενον, ἤγουν τὸ ἄλογον, ἐκβληθῆναι· ὥστε τούτου γινομένου εὐπορία έσται επιχειρηματων πρὸς τὸ ἀνασκευάσαι αὐτόν.

[*](1 ὡσπερ—2 ῥᾷον] καὶ ὥσπερ κανόνι χρῆσθαι καὶ παραδείγματι τινὶ ἐκ τούτων πρὸς τὴν χρείαν. πρὸς τοῦτον γὰρ σκοποῦντες καὶ παραβάλοντες (sic) τὸν ἀποδιδόμενον ῥαδίως συνορᾶν δυνησόμεθα a γὰρ om. Α 3 ἐλλειπῶς Ρ1, corr. Ρ2 ἀποδίδοται V περιττῶς a προκείμενον Bpr. 4 δὲ] γὰρ a ἂν ante καὶ transposuit a εὐπορήσαιμεν P: εὐπορήσωμεν ABD: ἀπορήσαμεν a οἷον—8 aN 6 προστεθῆναι scripsi: προσθῆναι aN)
496

Εἰπὼν ἐν τῷ πρώτῳ ὁρικὰ εἶναι τὰ προβλήματα καὶ τὰ ἔχοντα ζήτησιν περὶ τοῦ εἰ ταὐτὸν τόδε τῷδε ἢ οὔ, καὶ κατὰ τί δείξας ἐκεῖ, εἰκότως τοῖς ὁρικοῖς προβλήμασι, περὶ ὧν εἶπεν ἐν τῷ ἕκτῳ, συντάσσει τὰ περὶ ταὐτοῦ καὶ τοὺς ἁρμόζοντας τόπους πρὸς τὰ τοιαῦτα ἀνασκευαστικούς τε καὶ κατασκευαστικοὺς παραδίδωσι ἐν τούτῳ ἑβδόμῳ ὄντι τῆς πραγματείας. χρησιμεύουσι δὲ οὗτοι οἱ περὶ τοῦ ταὐτοῦ τόποι εἰς τὰ ὁρικὰ προβλήματα· δι’ ὧν γὰρ τόπων δεικνύομεν ὅτι τόδε ταὐτόν ἐστι τῷδε, διὰ τῶν αὐτῶν τούτων ἀποδεῖξαι δυνάμεθα ὅτι καὶ ὅδε ὁ ὁρισμὸς ὁ αὐτός ἐστι τῷ ὁριστῷ· καὶ πάλιν δι’ ὧν τόπων δεικνύομεν ὅτι τόδε ἕτερόν ἐστι τοῦδε, διὰ τῶν αὐτῶν πάλιν δεῖξαι δυνάμεθα ὅτι ὅδε ὁ ὁρισμὸς ἕτερός ἐστι τοῦ ὁριστοῦ.

[*](p. 151b29)

Ἐλέγετο δὲ κυριώτατα.

Πολλῶν ὄντων τοῦ ταὐτοῦ τρόπων περὶ τοῦ κατὰ τὸν κυριώτατον τρόπον λεγομένου ταὐτοῦ δεῖ, φησίν, εἰπεῖν. ἔστι δὲ κυριώτατος τῶν ἄλλων τρόπος ὁ περὶ τοῦ ταὐτοῦ καὶ ἑνὸς τῷ ἀριθμῷ, ὅτι οἱ μὲν ἄλλοι μετὰ προσθήκης λέγονται, οἷον ταὐτὰ τῷ γένει ἢ τῷ εἴδει, ὁ δ’ ἀπλῶς, ἤγουν καὶ χωρὶς προσθήκης τοῦ ἀριθμοῦ, καὶ ὅτι τὰ τῷ ἀριθμῷ ταὐτὰ [*](1 Ἀλεξάνδρου ἀφροδισιέως σχόλια εἰς τὸ ἕβδομον τῶν τοπικῶν ἀριστοτέλους inscribunt AD, om. Ἀλεξ. ἀφρ. σχ. Β, om. σχόλια et post ἀριστ. add. ὑπόμνημα P, om. σχόλια et ἀριστοτέλους a 3 ἐν τῷ πρώτῳ] c. 5 p. 102a6 sq. post πρώτῳ add. τῶν τοπικῶν a ὁριστικὰ A 4 εἰ aP: om. ABD καταδείξας omisso τί Α 5 ὁριστικοῖς ΑΒ post συντάσσει add. καὶ Β 6 τοῦ αὐτοῦ aA τοσαῦτα a 7 ἐν—πραγματείας om. Α: ante παραδίδωσι transposuit a post παραδίδωσι add. τοὺς περὶ τοῦ ταυτοῦ, ἑπομένως τοῖς περὶ τὼν ὁρισμῶν a —12 aN —18 Ἐλέγετο—ἀριθμοῦ aN: τὸ δὲ κατὰ τὸν κυριώτατον (τὸ κυριώτερον A) τῶν ῥηθέντων (τρόπον add. Β) περὶ ταυτοῦ τρόπων (τρόπου A: τόπου D: om. Β) εἶπεν, ἐπεὶ τὰ μὲν ἄλλως ὄντα ταὐτὰ μετὰ προσθήκης λέγεται, ἀπλῶς δὲ (τὰ τῶ τὰ τῶ Α: τῶ D: ταὐτὰ BP, ἁ supra add. Ρ3) ἀριθμῶ ABDP 18 post ταὐτὰ add. ἐστι A)

497
καὶ κατὰ τὰ ἄλλα σημαινόμενα τοῦ ταὐτοῦ ἐστιν ἀλλήλοις, οὐκέτι δὲ ἐκεῖνα καὶ κατὰ τοῦτο. ποιεῖται δὲ περὶ τῶν κατ’ ἀριθμὸν ταὐτῶν τὸν λόγον, καίτοι πλεοναχῶς λεγομένου τοῦ ταὐτοῦ, ὅτι καὶ· ὁ ὁρισμὸς τῷ ὁριστῷ οὕτω ταὐτόν· οὐ γὰρ τῷ γένει οὔτε τῷ εἴδει. μέρος δὲ τῶν ὁρικῶν προβλημάτων καὶ τὰ περὶ τοῦ ταὐτοῦ, δηλονότι ταῦτα ὅσα κοινωνίαν ἔχει πρὸς τοὺς ὁρισμούς. ἔτι περὶ μὲν τῶν τῷ γένει ταὐτῶν ἀπὸ τῶν πρὸς τὸ γένος τόπων ἔστιν ἐπιχειρεῖν· δι’ ὧν γὰρ κατασκευάζεται καὶ δείκνυται τόπων ἄλλο ἄλλου γένος ὄν, διὰ τούτων καὶ ὅτι ἄλλο ἄλλῳ ταὐτόν ἐστι τῷ γένει δείκνυται· ὅταν γάρ τι ἀμφοτέρων δειχθῇ γένος κοινόν, γίνεται δεδειγμένον ὅτι τὰ προκείμενα ταὐτὰ ἀλλήλοις ἐστὶ κατὰ γένος, ὡς καὶ αὐτὸς εἶπεν ἐν τῷ πρώτῳ. ἀλλὰ καὶ εἰ τὰ εἰδικὰ προβλήματα ὑπὸ τὰ γένη ἐστὶν ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν, εἴη ἂν καὶ τὰ κατ’ εἶδος ταὐτὰ ἐκ τῶν πρὸς τὸ γένος τόπων δεικνύμενα καὶ αὐτά. διὸ εἰκότως περὶ τῶν κατ’ ἀριθμὸν ταὐτῶν ἐνταῦθα τὴν ζήτησιν ποιεῖται. καὶ πρῶτον τόπον ἐκτίθησιν ὅτι τὸ ταὐτὸν τῷ ἀριθμῷ καὶ κατασκευάζεται | καὶ ἀνασκευάζεται [*](240) ἔκ τε τῶν πτώσεων καὶ τῶν συστοίχων καὶ τῶν ἀντικειμένων. ὡς γὰρ ἔχει ἓν πρὸς ἓν κατὰ τὸ ταὐτὸν ἢ ἕτερον τῶν κατὰ τὰς πτώσεις καὶ τὰς συστοιχίας, οὕτω καὶ τὰ ἄλλα πάντα πρὸς ἄλληλα ἕξει· ἀλλὰ καὶ τὰ ἀντικείμενα τοῖς αὐτοῖς τὰ αὐτὰ καὶ τὰ τοῖς ἑτέροις ἕτερα καθ᾿ ὁποιανοῦν τῶν ἀντιθέσεων.

[*](p. 151b36)

Πάλιν ἐκ τῶν ποιητικῶν καὶ φθαρτικῶν.

Πάλιν, φησίν, ἐκ τῶν ποιητικῶν καὶ φθαρτικῶν· ὅσα γὰρ ἁπλῶς ταὐτά, καὶ αἱ γενέσεις αὐτῶν ἢ αἱ φθοραὶ αἱ αὐταί. οἷον εἰ βροτὸς καὶ μέροψ ταὐτά, καὶ αἱ γενέσεις αὐτῶν αἱ αὐταί· ἔστι γὰρ γένεσις μὲν αὐτῶν ἡ ἐκ σπέρματος καὶ καταμηνίων, φθορὰ δὲ ἡ διάλυσις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. πάλιν εἰ ὑγεία καὶ νόσος ταὐτόν, εἴη ἄν καὶ ἡ γένεσις αὐτῶν ἡ αὐτή· ἀλλ’ οὐκ ἔστι· τῆς μὲν γὰρ ὑγείας τὰ ὑγιεινὰ σιτία εἰσὶ ποιητικὰ καὶ ἡ σύμμετρος τροφή, τῆς δὲ νόσου τὰ ἐναντία. ὁμοίως δὲ [*](1 καὶ om. Β κατ’ ἄλλο H: κατὰ ἄλλο P σημαινόμενον Β: ὂν periit in P ἐστιν ἀλλήλοις] ταυτὰ ἀλλήλοις εἰσίν a 2 δὲ] οὖν a o τῶν ὁριστῶν Α 4 οὕτω] οὔτε BP ταὐτόν. ἤγουν τῷ ἀριθμῷ. οὐ γὰρ γένει ἢ εἴδει ταὐτὸν a fort, οὔτε γὰρ cf. p. 500,7 5 τοῦ om. Α ὅσα δηλονότι omisso ταῦτα D 6 πρὸς prius] καὶ Β ἔτι περὶ μὲν] περὶ μὲν γὰρ a τῶν prius om. Β τῶ BDP: ἐν a A 7 κατασκευάζεται scripsi: ἀνασκευάζεται libri καὶ δείκνυται om. Α δεικνύεται D 8 τόπων superscr. P1 ὅτι om. aA ἄλλῳ] ἄλλου BP ταὐτόν DP3: ταὐτά aAB post ταυτόν add. δὲ BP ἐστι] εἶναι a 9 γὰρ ὅταν BP post ἀμφοτέρων add. εἶναι BP δειχθῇ BP: δειχθείη aAI) 10 ἐστι ἀλλήλοις a post κατὰ add. τὸ BP 11 τῷ πρώτῳ (sell. c. 7 p. 103a13. 14) aA: τοῖς πρώτοις D: τοῖς πρός τι BP ἀλλ’ ἀλλὰ A) εἰ καὶ aA 14 περὶ om. BP 14. 15 καὶ πρῶτον τόπον ἐκτίθησιν a: om. ABDP 15 καὶ prius BP: om. aAD 15. 16 ἀνασκευάζεται—κατασκευάζεται BP 15 post κατασκευάζεται add. τε a 16 τε aP Arist.: om. ABD 17 τῶν BP: καὶ aAD 18 post καὶ prius add. κατὰ D 19 τούτοις ταὺτὰ D —p. 498,3 aN 24 γένησις a 27 σιτία in ras. N)

498
καὶ τὰ φθαρτικὰ αὐτῶν ταὐτά, εἴπερ ταὐτά εἰσι. διαφέρει δὲ φθορὰ καὶ φθαρτικόν· φθορὰ μὲν γὰρ ἡ νόσος, φθαρτικὸν δὲ τὸ σιτίον καὶ ἡ μοχθηρὰ δίαιτα.

[*](p. 152a5)

κοπεῖν δὲ καὶ ὧν θάτερον.

Ἔτι τὰ καθ’ ὑπερβολὴν λεγόμενα κατὰ τὸ αὐτό. οἷον τὸ βέλτιστον καὶ τὸ μέγιστον καὶ τὰ ἄλλα, εἰ τὰ αὐτά ἐστι, πάντως ἕν ἐστι τῷ ἀριθμῷ· εἰ γὰρ μὴ ἦν ἓν τῷ ἀριθμῷ, οὐ ταὐτὰ ἔσται, καὶ ἀνάγκη τὸ ἕτερον ὑπὸ τὸ ἕτερον εἶναι· εἰ γὰρ μή, ἔσται ἑκάτερον ἑκατέρου κατὰ τὸ αὐτὸ ὑπερβάλλον. δεῖ οὖν, φησίν, ἐπιβλέπειν ἐπὶ τῶν ζητουμένων εἰ ταὐτά ἐστιν ἀλλήλοις, εἰ ὧν τὸ ἕτερον αὐτῶν μάλιστα εἶναί τι λέγεται καθ’ ὑπερβολήν, τῶν αὐτῶν τούτων καὶ τὸ ἕτερον μάλιστα εἶναί τι λέγεται, κτὰ τὸ αὐτὸ τοῦ μάλιστα λαμβανομένου, οἷον εἰ τοὐ ἑτέρου μεγίστου πάντων ὄντος καὶ τὸ ἕτερον ὁμοίως μέγιστον πάντων εἴη, καὶ εἰ τοῦ ἑτέρου μεγίστου καὶ αἱρετωτάτου πάντων ὄντος καὶ τὸ ἕτερον ὁμοίως μέγιστον καὶ αἱρετώτατον πάντων εἴη· οὐ γὰρ ἂν τὸ μὲν αἱρετώτατον ᾖ καὶ κατὰ τοῦτο ἔχῃ τὸ μάλιστα, τὸ δὲ μέγιστον καὶ κατὰ τοῦτο τῶν ἄλλων ὑπερβάλλον, ἔσται ταῦτα τὰ αὐτά, ἀλλ’ ἒν ἀμφότερα κατὰ τὸ αὐτὸ ἁπάντων ὑπερβάλλῃ. ἀνάγκη γὰρ κατὰ ταὐτὸν ἁπάντων ὑπερβάλλοντα ταὐτὰ κατ’ ἀριθμὸν ἀλλήλοις εἶναι· ἓν γὰρ τὸ κατὰ ταὐτὸν τῶν αὐτῶν ὑπερβάλλον. τοῦτο δέ ἐστιν, εἰ ἑκάτερον αὐτῶν ἓν κατ’ ἀριθμὸν εἴη καὶ μὴ ἐκ πλειόνων συγκείμενον ὡς τὸ μὲν περιέχειν τὸ δὲ περιέχεσθαι τῶν συγκρινομένων, ὡς δείξει. δεικνὺς γὰρ πῶς τὰ συγκρινόμενα δεῖ λαβεῖν, φησὶν ὅτι ἓν δεῖ κατ’ ἀριθμὸν εἶναι τὸ σημαινόμενον ὑφ’ ἑκατέρου, περὶ ὧν ἡ ζήτησις εἰ τὰ αὐτὰ καὶ ἡ κατὰ τὸν προειρημένον τρόπον δεῖξις ὅτι τὰ αὐτά, καὶ μὴ ἐκ πλειόνων συγκείμενα. εἰ γὰρ ἓν κατ’ ἀριθμὸν ἑκάτερον εἴη, καθ’ ὧν τὸ μέγιστον [*](3 δίαιτα N: om. a 4 lemma a: om. ABDP 5 ἔτι a: ὅτι ABDP 6 ἐν εἰσι Β ἦν D: ἦ ΑΒΡ: εἴη a ἕν ΒD: ἐν AP: om. a τὰ αὐτὰ D ἐστι aA 8 τὸν ἕτερον Β 9 δεῖ οὖν a: καὶ ἄλλως (ἄλλο Β) δεῖ ABDP τὰ αὐτά D 10 ἄλληλα BP εἰ] ἢ BP 10 et 11 τι om. BP 10 καθ’—11 λέγεται om. D 11 τούτων aA: om. BP ante κατὰ add. καὶ D 12 λαμβανόμενον AD 13 κατὰ τὸ Α πάντων om. AD 14. 15 αἱρετώτερον DP 15 πάντων ante 14 μέγιστον transposuerunt BP ante εἴη add. ἂν BP αἱρετώτερον Α et fort. Dpr. ἄτον in ras. 5—6 lit.) ᾖ a: εἴη BDP: ἄν εἴη Α ἔχη a: οι ΑΒ: ἔχοι D: non liquet P 16 ὑπερβάλλον aB, Dpr.: ὑπερβάλλει A: ὑπερβάλλει corr. D1: ὑπερβάλλη P 17 ταὐτά BP ἀπάντων DP: πάντων aB: om. Α 17. 18 ἀνάγκη ὑπερβάλλειν Α 18 γὰρ—19 εἶναι om. Α post γὰρ add. τὰ a: καὶ Β 19 κατ’ αὐτὸν Α τῶν a AD: τὸ BP αὐτῶν] πάντων Α 20 post ἓν add. γὰρ καὶ AD, καὶ ταὐτόν a 21 τῶν συγκειμένων Β 21. 22 ὡς δείξει om. aP 22 γὰρ scripsi: δὲ a: om. ABDP δεῖ prins post πῶς transposuit a λαμβάνειν BP δεῖ alterum a: om. ABDP 23 εἰς Β τὰ αὐτὰ AD: ταὐτὰ BP: αὐτὰ a 24 καὶ in ras. D ἡ AD: εἰ aBP τόπον a δείξει BP: ἡ δεῖξις a ταὐτὰ Β: ταὐτὸν D 25 συγκείμενον ΒΡ1 (corr. Ρ2))

499
ἢ ἄλλο τι τῶν καθ’ ὑπερβολὴν λεγομένων κατηγορεῖται, δεικνύοιτ’ ἄν τὸ ταὐτὰ ἐκεῖνα εἶναι ἀλλήλοις· εἰ δὲ μὴ εἴη ἑκάτερον αὐτῶν ἓν κατ’ ἀριθμόν, οὐκ ἄν δεικνύοιτο τὸ ταὐτὸν τῷ δύνασθαι τὸ ἕτερον αὐτῶν ὑπὸ τὸ ἕτερον εἶναι. οὐ γὰρ ἀναγκαῖον, φησίν. εἶναι τοὺς αὐτοὺς Λακεδαιμονίους καὶ Πελοποννησίους, κἂν καθ’ ὑπερβολὴν λέγωνται καὶ ἀμφότεροι ὁμοίως ἀνδρειότατοι τῶν ‘Eλλήνων, ἐπεὶ οὐχ εἷς τῷ ἀριθμῷ Πελοποννήσιος καὶ Λακεδαιμόνιος, ἀλλὰ καὶ περιέχουσιν οἱ Πελοποννήσιοι τοὺς Λακεδαιμονίους. διὰ τοῦτο οὖν προσέθηκεν ὅτι τὰ δύο, καθ’ ὧν κατηγορεῖταί τι καθ’ ὑπεροχήν, ὀφείλουσιν ἓν σημαίνειν πρᾶγμα. οὔπω γὰρ ἂν εἴη ταὐτὰ τῷ ἀριθμῷ, κἀν ἔχωσί τι ἓν καθ’ ὑπεροχὴν αὐτῶν λεγόμενον ὡς οἱ Πελοποννήσιοι καὶ οἱ Λακεδαιμόνιοι· ἐπεὶ γὰρ οὐχ ἓν σημαίνουσιν, εἰ καὶ ἔχουσί τι καθ’ ὑπεροχὴν αὐτῶν λεγόμενον, οὐ ῥηθήσονται ταὐτὰ τῷ ἀριθμῷ. πλὴν διότι περιέχεται τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου, οὐδέν τι ἄτοπον συμβαίνει· ἐν οἷς γὰρ λέγει ὅτι οἱ Πελοποννήσιοι ἀνδρειότατοι, συμπεριέλαβε καὶ τοὺς Λακεδαιμονίους ὅτι ἀνδρειότατοι· εἰ γὰρ καὶ λέγονται οἱ Πελοποννήσιοι πάντων τῶν Ἑλλήνων ἀνδρειότατοι, ἀλλ’ οὐχὶ καὶ τῶν Λακεδαιμονίων, ὅτι περιέχουσιν οἱ Πελοποννήσιοι τοὺς Λακεδαιμονίους. εἰ δὲ μὴ περιέχονται οἱ ἕτεροι ὑπὸ τῶν ἑτέρων, συμβήσεται τοὺς αὐτοὺς εἶναι καὶ βελτίους καὶ χείρους ἀλλήλων.

Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ὁ σπουδαῖος βίος μέρος τοῦ εὐδαίμονος βίου· καὶ γὰρ περιέχεται ὑπ’ αὐτοῦ.

[*](p. 152a31)

Πάλιν σκοπεῖν εἰ ᾧ θάτερον ταὐτόν.

Οἷον εἴ τις εἴποι μέροπα καὶ βροτὸν τὸν αὐτὸν καὶ ἕνα εἶναι τῷ ἀριθμῷ· εἰ γὰρ ἀνὰ μέρος ἑκάτερος ταὐτὸν εἴη τῷ ἀνθρώπῳ, | φανερὸν [*](241) ὅτι καὶ ἀλλήλοις ταὐτά εἰσι τῷ ἀριθμῷ· εἰ δὴ μὴ εἶεν ταὐτὰ τῷ ἀνθρώπῳ, οὐδ’ ἀλλήλοις.

[*](p. 152a33)

Ἔτι ἐκ τῶν τούτοις συμβεβηκότων.

Εἰ γὰρ ὁ βροτὸς καὶ ὁ μέροψ ταὐτά, ἐνδέχεται λοιπὸν καὶ ὅσα τῷ ἑτέρῳ συμβεβήκασι, καὶ τῷ ἑτέρῳ συμβεβηκέναι· συμβέβηκε δὲ τῷ βροτῷ τὸ γραμματικόν, τὸ λευκόν· τὰ αὐτὰ καὶ τῷ μέροπι ἐνδέχεται συμβεβηκέναι. ἀλλὰ καὶ τὸ ἀνάπαλίν φησιν, οἷς συμβέβηκε τὸ ἕτερον, τούτοις καὶ τὸ ἕτερον ὀφείλειν συμβεβηκέναι. συμβέβηκε δὲ τῷ τε Σωκράτει καὶ Πλάτωνι καὶ τοῖς λοιποῖς κατὰ μέρος ἀνθρώποις τό τε βροτὸν καὶ μέροπα εἶναι· [*](1 τῶν add. Ρ2 τὸ aAD: ὅτι BP 2 ἀλλήλοις εἶναι P εἴη a: ἡ AD: ἐστιν BP ἕκαστον BP 3 τὸ primum om. BP τῷ aAD: τὸ BP 4 οὐ γὰρ—19 aN 9 οὔπω scripsi: οὕτω aN 20.21 ABDP: om. aN δὲ om. D 22—p. 500,2 aN: ὅτι τὰ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ εἰσὶ Β) ταὐτά· καὶ ABDP θάτερον Arist.: θατέρῳ a 25 εἶεν N: ἓν a)

500
διὸ βροτὸς καὶ μέροψ ταὐτὸν καὶ ἓν τῷ ἀριθμῷ. εἰ δέ τι κατὰ ταῦτα διαφωνεῖ, φανερὸν ὅτι οὐκ εἰσὶ ταὐτὰ τὰ ἀποδοθέντα.

[*](p. 152a38)

Ὁρᾶν δὲ καὶ εἰ μὴ ἐν ἑνὶ γένει.

Ὁ τόπος πρὸς ἀνασκευὴν χρήσιμος μόνον. ἐὰν γὰρ μὴ ᾖ τὰ ζητούμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν, δῆλον ὡς πολὺ <ἂν> ἀποδέοι τοὐ ἀριθμὸν εἶναι ταὐτά, εἴ γε οὐδὲ κατ’ ἄλλο τῶν σημαινομένων τοῦ ταὐτοῦ οἷά τέ ἐστι ταὐτὰ εἶναι· οὔτε γὰρ τῷ γένει οὔτε τῷ εἴδει οἷόν τε ταὐτὰ εἶναι τὰ μὴ ἐν τῇ αὐτῇ κατηγορίᾳ. εἰ γάρ τις εἴποι ὅτι ἐπιστήμη καὶ ἀρετὴ ταὐτόν, ὁρᾶν δεῖ εἰ καὶ ἀμφότερα ὑπὸ ἓν· γένος κατηγορίας ἀνάγονται· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀλλὰ τὸ μὲν ὑπὸ τὸ ποσὸν τὸ δ’ ὑπὸ τὸ ποιὸν ἢ ὑπὸ τὸ πρός τι ἢ ἄλλο τι, οὐκ ἄν εἶεν ταὐτά, ὡς φέρε εἰπεῖν ἀριθμὸς καὶ ἐπιστήμη ὑπὸ ἄλλο καὶ ἄλλο γένος ἀναγόμενα.

[*](p. 152a39)

<Πάλιν εἰ τὸ γένος.>

Δόξειεν ἄν ὁ τόπος οὗτος ὁ αὐτὸς εἶναι τῷ πρὸ αὐτοῦ. οὐ μὴν οὕτως ἔχει· ἐπ’ ἐκείνου μὲν κὰρ ἐζήτει εἰ μὴ ὑπὸ τὴν αὐτὴν κατηγορίαν εἴη· νῦν δὲ περὶ τοῦ προσεχοῦς γένους τὸν λόγον ποιεῖται. κἄν γὰρ ὑπὸ τὴν αὐτὴν κατηγορίαν ᾖ τινα ἀλλήλοις, μὴ ἔχῃ δὲ τὸ προσεχὲς γένος τὸ αὐτό, δῆλον ὅτι οὐκ ἄν εἴη κατ’ ἀριθμὸν ἀλλήλοις ταὐτά. εἰ γὰρ εἴη ἀμφότερα μὲν ὑπὸ τὴν αὐτὴν ποιότητα, εἴη δὲ τοῦ μὲν ἀρετὴ τοῦ δὲ κακία τὸ γένος, ἢ τοῦ μὲν ἀρετὴ τοῦ δὲ ἐπιστήμη, δῆλον ὅτι ετερα ταύτα.

[*](p. 152b2)

Καὶ εἰ τὸ μὲν γένος.

Καὶ εἰ τὸ μὲν γένος αὐτῶν ταὐτὸν εἴη, αἱ δὲ διαφοραὶ αἱ εἰδοποιοὶ μὴ αἱ αὐταί, δῆλον ὅτι ταῦτα οὐ ταὐτά. ὥστε οὐ ταὐτὸν ἐπιστήμη θεωρητικὴ καὶ ἐπιστήμη πρακτική· γένος μὲν γὰρ ἀμφοτέρων ἕν, ἡ ἐπιστήμη, διαφοραὶ δὲ τοῦ μὲν θεωρητικὴ τοῦ δὲ πρακτική.

[*](3 lemma a: om. ABDP 4 ὁ τόπος—8 κατηγορίᾳ ABDP: om. a anfe ὁ add. καὶ AD μόνον χρήσιμος P: μόνον om. Β 5 πολλοῦ D ἂν addidi 5. 6 κατ’ ἀριθμὸν AD: ἀριθμῶ BP 6 εἴ γε scripsi cf. ad p. 434,1: ὅτε AD: οὕτως BP οὐδὲν Α τῶν σημαινομένων AD: σημαινόμενον Βρ τοῦ αὐτοῦ BP 8 τῆ αὐτὴ BDP: τοιαύτη Α εἰ γὰρ—12 aN 13 lemma addidi 14 δόξειεν ΑΒ: δόξειε δ’ aDP 16 περὶ om. a 17 ᾖ scripsi: εἴη libri ἔχη D: ἔχει ABP: ἔχοι a δὴ a post προσεχὲς add. τὸ a 18 post εἴη add. ταὐτὰ BP ἀλλήλοις ταὐτά (ταῦτα BP) BDP: ταὐτὰ ἀλλήλοις aA 21 ταῦτα ἕτερα a 22 lemma a: om. ABDP ἢ εἰ Arist. 23 διαφοραὶ εἰδοποιοὶ Β: inv. ord. a 24 μὴ superscr, D ἐπιστήμη—ταὐτόν (p. (p. 501,2) aN: om. ABDP)
501
[*](p. 152b6)

Ἔτι ἐκ τοῦ μᾶλλον.

Ὥστε οὐ ταὐτὸν ἐγκράτεια καὶ σωφροσύνη, εἴ γε ἐγκρατεύεσθαι μὲν ἔστι μᾶλλον καὶ ἧττον, σωφρονεῖν δὲ οὐχ οὕτως.

[*](p. 152b17)

Σκοπεῖν δὲ μὴ μόνον εἰ ἤδη ἀδύνατον.

Ὁ τόπος ἐξ ὑποθέσεως. ἀξιοῖ γὰρ μὴ μόνον σκοπεῖν εἰ ἤδη ἀδύνατον ἕπειαι κειμένοις τισὶν εἶναι τοιούτοις, ὥσπερ τεθέντι τῷ τὴν ἀσωτίαν καὶ τὴν ἐλευθεριότητα ταὐτὰ εἶναι, ᾧ δὴ καὶ προδήλως ἕπεται αδυνατον τὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν τὴν αὐτὴν εἶναι. οἷς μὲν οὖν τὸ ἀδύνατον ἕπεται τοῖς αὐτοῖς τιθεμένοις, πρόδηλον ὅτι ταύτα ἕτερα. οὐ δή φησι δεῖν ἐπὶ τῶν κειμένων μόνον ὁρᾶν, ἀλλὰ καὶ εἰ ὑποτεθέντος τινὸς ἢ ἀληθοῦς ἢ ψευδοῦς ἢ καὶ δυνατοῦ ἢ ἀδυνάτου (οὐ γὰρ πάντα τὰ ἀδύνατα καὶ πρὸς ὑπόθεσιν ἀδύνατα) ἕπεταί τι ἀδύνατον, οὐκ ἔστι ταὐτὰ ἀλλήλοις τὰ προκείμενα. τῷ δὲ ἀλλὰ καὶ εἰ δυνατὸν ἐξ ὑποθέσεως ὑπάρξαι λείπει τὸ ‘ἀδύνατον’. κειμένου γὰρ τοῦ ταὐτὸν εἶναι τὸ κενόν τε καὶ πλῆρες ἀέρος ὑποτεθέντι τῷ ἀνῃρῆσθαι τὸν ἀέρα ἕπεταί τι ἀδύνατον, τὸ εἶναι ταὐτὸν κενόν τε καὶ πλῆρες ἀέρος· ἀναιρεθέντος γὰρ τοὐ ἀέρος κενὸν μὲν ἔσται, πλῆρες δὲ ἀέρος οὐκ ἔσται.

[*](p. 152b 25)

Καθόλου δ’ εἰπεῖν.

Δοκεῖ οὗτος ὁ τόπος ὁ αὐτὸς εἶναι τοῖς πρὸ ὀλίγου δύο τόποις τοῖς ἀπὸ τοῦ συμβεβηκότος παραδεδομένοις. οὐ μὴν πάντῃ ἐστὶν ἐκείνοις ὁ αὐτός, ἀλλ’ οὖτος καθολικώτερος· ἐκ γὰρ τῶν ὁπωσοῦν ὑπαρχόντων [*](2 καὶ ἡ ἐγκράτεια καὶ ἡ Β μὲν om. aB: non liquet P 3 οὐχ οὕτως] οὐκ ἔτι a 4 lemma a: om. ABDP εἰ ἤδη τι συμβαίνει ἀδύνατον Arist. 5 ante ὁ add. καὶ Α οὗτος ὁ τόπος BP: ὁ τόπος οὗτος a post ὑποθέσεως add. λαμβάνεται a ἄξιον ΒΡ 6 τούτοις ΒΡ τεθέντι τῷ DP: τεθέντος τοῦ τῶ Α) aA: τῶ θέντι Β 7 τοῦ αὐτοῦ ΒΡ 8 τὴν alterum om. AP τῶν αὐτῶν aA μὲν om. a 9 τιθεμένου Α πρόδηλον aB: προδήλως ADP ταὐτὰ P δή δεῖ, sed εῖ in ras., D) φησι δεῖν AD: δεῖ φησιν aP: δεῖ φησιν οὐ δεῖ Β 10 ἐπὶ τῶν scripsi: ἐπὶ τούτων aABD: τῶν post lineolam ductam per spatium 12 lit. P ὁρᾶν μόνον Β 11 ἀληθοῦς ἢ ψευδοῦς a: inv. ord. ABDP ἢ καὶ D: τὲ καὶ BP: καὶ aA 12 τι om. Α ταῦτα Β: τὰ αὐτὰ DP 13 τῷ Brandis Schol. p. 291a26 τό aBDP: τῷ δὲ ἀλλὰ om. Α 14 post ὑπάρξαι add. τὸ ἄτοπον a, superscr. man. al. Β (delebat Waitz Org. II p. X) ταὐτὸν εἶναι post ἀέρος transposuit a τὸ alterum aD: om. ABP 15 ὐποτεθέντι—ἀέρος (16) om. Α ὑποτεθέντος τι D τῷ aB: τοῦ D: τὸ P ἀναιρεῖσθαι D 16 ταὐτὸν superscr. D ἀναιρεθέντος γὰρ ABDP: ἀφαιρεθέντος ἐξ ὑποθέσεως a 17 κενὰ Α μὲν ἔσται aAD: τέ γε ἐστι Β: τέ ἐστι P οὐκ ἐστι BP: οὐκέτι ἔσται Arist. 18 lemma a: om. ABDP 19 post δοκεῖ add. 6 καὶ a τοῖς πρὸ ὀλίγου ταὐτὸν ταυτ Β) εἶναι δυσὶ BP πρὸς ὀλίγον A 2(1 παραδεδομένοις scripsi: παραδιδομένοις BDP: ἀποδεδομένοις a: ἀποδεδομένου Α πάντη ABP: πάντως a: compend. D post ἐστὶν add. οὗτος om. aBP 21 ὑπαρχόντων ὁπωσοῦν D)

502
τοῖς προκειμένοις, οὐ τῶν ὡς συμβεβηκότων μόνον (οὐ γὰρ πᾶν τὸ ὑπάρχον τινὶ συμβεβηκός), σκοπεῖν ἀξιοῖ καὶ ἐκ τῶν οἷς ταῦτα ὁπωσοῦν ὑπάρχει, οὐ μόνον ὡς συμβεβηκότα. εἰ γὰρ εἴη μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν πάντα τὰ αὐτά, ἢ εἰ μὴ τοῖς αὐτοῖς ὑπάρχοι καθ’ οἱονδήποτε τρόπον ὑπάρξεως, οὐ τὰ αὐτά· δεῖ γὰρ κατὰ μηδὲν διαφωνεῖν τὰ κυρίως ταὐτά.

[*](p. 152b30)

Ἔτι ἐπεὶ πολλαχῶς.

Ἐπεὶ τριχῶς τὸ ταὐτόν, ὡς ἐν τῷ πρώτῳ διεῖλεν, ἀξιοῖ νὺν ὅτι τὰ λεγόμενα ταὐτὰ κατ’ ἄλλον τινὰ τρόπον οὐκ ἄν εἴη ταὐτὰ κατ’ ἀριθμόν. τοῦτο δ’ ἄν οὕτως ἔχοι· εἰ εἴη ταὐτὰ τῷ γένει προσεχῶς, τῷ εἴδει διαφέροντα ἀλλήλων, ἀδύνατον αὐτὰ τῷ εἴδει ὄντα ἕτερα ταὐτὰ κατ’ ἀριθμὸν εἶναι· πάλιν τὰ τῷ εἴδει προσεχῶς ταὐτὰ τῷ ἀριθμῷ ἀλλήλων διαφέρει. προσέθηκα δὲ τὸ κυρίως καὶ προσεχῶς, ὅτι δοκεῖ τὰ τῷ ἀριθμῷ ταὐτὰ καὶ εἴδει καὶ γένει ταὐτὰ εἶναι. διὸ δόξει δύνασθαί τινα καὶ | γένει [*](242) καὶ εἴδει ταὐτὰ ὄντα μὴ κεκωλῦσθαι καὶ ἀριθμῷ εἶναι ταὐτά. χρὴ οὖν δεικνύντα ὅτι κατ’ ἄλλο τί ἐστι ταὐτὰ ταῦτα, ἅ φησί τις εἶναι ταὐτά, ἀλλ’ οὐ καθ’ ὃ ἡ ζήτησις ἢν, ἀνασκευάζειν τὸ εἰρημένον, ἐνδεικνύμενον τὴν πλάνην τῆς τοιαύτης ἀποδόσεως.

Ετι εἰ δυνατὸν τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου εἶναι, οὐκ ἄν εἴη ταὐτά.

[*](p. 152b36)

Δῆλον δ᾿ ἐκ τῶν εἰρ ημένων ὅτι ἅπαντες οἱ πρὸς ταὐτὸν 5 ἀνασκευαστικοὶ τόποι.

Ὄτι οἱ μὲν ἀνασκευαστικοὶ τόποι τοῦ ταὐτοῦ καὶ πρὸς τὸν ὅρον εἰσὶ [*](1 ὡς om. D μόνον aAD, Bpr.: μόνων P, corr. B πᾶν a: om. ABDP 2 ἐνυπάρχον aA post σκοπεῖν add. δὲ aBP post ἀξιοῖ add. ἀλλὰ D 3 συμβεβηκότα aA: συμβεβηκότων BDP εἴη a: ἡ BBDP 4 ταὐτὰ aB, ante πάντα P τῆς τὴν A) αὐτῆς aA ὑπάρχει BP: compend. D ὁνδήποτ᾿ οὖν D: οἷον δή τινα a 5 οὐ] οὐκ εἰσὶ a ταὐτά Β διαφέρειν Α 7 lemma a: om. ABDP 8 ἐπεὶ a: ὅτι ABDP τὸ αὐτὸ Α post ταὐτὸν add. λέγεται BP τῶ πρώτω ἁ BP) BDP (scil. c. 7 p. 103a6sq.): τοῖς πρώτοις Α: τοῖς πρότερον a διεῖλεν] εἶπεν a post ἀξιοῖ add. δὲ ABDP post ὅτι add. ἀεὶ aABP 9 τρόπον τινὰ BP εἴη aBP: ἦ Α: ἦν D ταὐτὰ alterum D: ἢ aABP 10 ἔχη ΑΒ, ante ras. 2 lit. P 11 διαφερόντων Β ἀλλήλοις aAB ἀδύνατα A 12 post πάλιν add. δὲ a 13 προσέθηκε (προσέθηκα scripsi) δὲ τὸ κυρίως καὶ προσεχῶς ABDP: διὸ ἐν ἀρχαῖς εἶπε κυριώτατον εἶναι τὸν τρόπον τοῦ ταὐτοῦ τὸν τῷ ἀριθμῷ λεγόμενον a 14 post ταὐτὰ prius add. ὄντα BP post διὸ add. καὶ aB post δύνασθαι add. ταὐτὰ εἶναι A post τινα add. τὰ a 14. 15 γένη—εἴδη A: εἴδει—γένει D post γένει add. ταὐτὰ aBP 15 ὄντα AD: om. aBP 16 δεικνύναι Β τί om. BP ταῦτα ταὐτὰ a 17 ἀνασκευάζει τὸν Α ἐνδεικνυμένοις Β: ἐνδεικνυμένῳ P 19 ἔτι D Arist.: ὅτι aABP ταυτά aP: ταὐτόν ABD 20 δέ φησιν ἐκ a ἅπαντες om. a τὸ ταὐτὸν aB Ν u f, corr. Α): ταὐτὸ D 22 ὅτι—χρήσιμοι (p. 503, 1) ABDP: οὗτοι καὶ πρὸς ἀνασκευὴν τῶν ὄρων χρήσιμοί εἰσι a)

503
χρήσιμοι· δι’ ὧν γὰρ μὴ ταὐτὸν ἄλλο ἄλλῳ δείκνυται, διὰ τῶν αὐτῶν οἷόν τε ἀνασκευάζειν καὶ τοὺς ὁρισμούς· εἰ γὰρ μὴ ταὐτὸν δηλοῖ τό τε ὄνομα καὶ ὁ λόγος, οὐκ ἄν εἴη ὅρος. οὐκέτι μέντοι οἱ κατασκευαστικοὶ τοῦ ταὐτοῦ τόποι καὶ πρὸς κατασκευὴν ὅρου χρήσιμοι τῷ τὸν ὅρον μὴ μόνον τὸν αὐτὸν ὀφείλειν εἶναι τῷ πράγματι ἀλλὰ καὶ τὸ τί ἦν εἶναι δηλοῦν αὐτοῦ, ὃ οὐ παντὶ τῷ ταὐτῷ τινι ὄντι παρακολουθεῖ· δεῖ γὰρ τὸν ὅρον καὶ τὸ γένος δηλοῦν τοῦ πράγματος καὶ τὰς διαφοράς, αἷς τῶν ὁμογενῶν διαφέρει, καὶ μηδὲν περίεργον ἔχειν προσκείμενον καὶ τὸ σαφὲς ἔχειν καὶ ἐκ προτέρων εἷναι καὶ ὅσα ἄλλα περὶ τῶν ὅρων προδιώρισται.

[*](p. 153a6)

Ἀναιρεῖν μὲν ὁ ὗν ὄρον οὕτως καὶ δία τούτων ἀεὶ πειρατεον.

Διὰ τούτων λέγει τῶν τε ἐν τῷ πρὸ τούτου βιβλίῳ εἰρημένων τόπων πρὸς ἀνασκευὴν ὅρου καὶ διὰ τῶν ἐν τούτῳ ἀνασκευαστικῶν τοῦ ταὐτοῦ. ἑξῆς δὲ παραδίδωσί τινας τόπους δι’ ὧν κατασκευάζειν οἷοί τό ἐσόμεθα ὅρον. καὶ πρῶτον ὑπομιμνήσκει ἡμᾶς ὅτι οἱ πλεῖστοι τῶν ὁριζομένων τι ὡς ἀρχὴν τὸν ὅρον λαμβάνουσιν ἀλλ’ οὐ δι’ ἀποδείξεως καὶ συλλογισμοῦ, συνιστὰς διὰ τούτων ὅτι μὴ ῥᾴδιον ὅρον κατασκευάσαι καὶ ὅτι οὐκ ἀνάγκη· οἱ γὰρ γεωμέτραι καὶ οἱ κατὰ τὰς ἄλλας ἐπιστήμας ὡς ἀρχαῖς χρῶνται τοῖς ὅροις μὴ ἀποδεικνύντες. δεύτερον δὲ ὅτι ἡ ἀκριβὴς περὶ αὐτῶν πραγματεία οὐ τῆς διαλεκτικῆς ἀλλὰ τῆς πρώτης φιλοσοφίας ἐστίν. ὥστε τοσοῦτον μόνον λεκτέον, ὅτι δυνατὸν γενέσθαι ὅρου καὶ τοῦ τί ἦν εἶναι συλλογισμόν, τουτέστι διὰ συλλογισμοῦ δειχθῆναι ὅτι ὁρισμός· καίτοι ὅτι μὴ ἔστιν ὅρου ἀπόδειξις, ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν ἔδειξεν. ἀποδεῖξαι μὲν οὖν οὐχ οἷόν τε, ὡς ἐκεῖ δέδειχε, διαλεκτικῶς δὲ καὶ πιθανῶς συλλογίζεσθαι ὅρον οἷόν τε, ὡς ἐν- [*](1 post γὰρ add. ὅτι aBP διὰ om. P 2 τὸν ὁρισμόν a 4 τόπου Α post κατασκευὴν add. εἰσι Β χρήσιμοι ὅρων B: inv. ord. P 5 τὸ ταὺτὸν Β: τὸ αὐτὸν P εἶναι ὀφείλειν BP ὀφείλειν com e φιλεῖν Ρ2) τῷ ὁριστῷ εἶναι a 6 αὐτὸ BP ταυτῶ iterat D: ταυτὸν Β: spatium 5 lit. P post γὰρ add. καὶ BP 7 τὸ γένος καὶ τὸν ὅρον Β 8 διαφέρουσι D προκείμενον Α 9 ἐκ προτέρων εἶναι καὶ om. Α 10 οὕτως κτλ. om. a καὶ οὕτως BP(N) 12 πρώτω ἁ Β) τοῦ βιβλίου BP τόπων superscr. D 13 post τῶν ras. 2—3 lit. ταυτοῦ aD: αὐτοῦ ABP 14 δὲ om. Α οἷόν Β 15 ὑπομιμνήσκειν Α ὅτι (superscr.) ὡν (sic) P 16 ὡς ἀρχὴν ABDP: ἀρχὴν ἀναπόδεικτον a τῶν ὅρων P ὢν superscr. Ρ3) 17 συνιστᾶσι Β κατασκευάσαι ἀποδεικτικῶς ὅρον a 19 πρῶτον BP δὲ D: om. aABP 20 αὐτῶν AD: ὅρων a: τῶν ὅρων Β: ὅρον P πρώτης aA: om. BDP 21 λεκτέον om. Β ὅρου scripsi ὁρισμοῦ Arist.): ὅρον libri 22 ἢν superscr. D συλλογισμόν aA Arist.: om. BDP διὰ] δὴ A δειχθῆναι a: δειχθήσεται ABDP 23 ὅτι alterum AP: εἰ Β: om. aD μὴ superscr. P εἶναι ἀπόδειξιν ὅρου a ante ἐν add. ὡς BP 24 ὑστέρων mrg. D ἔδειξεν] c. 3—7 24. 25 ἀποδεῖξαι μὲν οὖν (οὖν om. B) —δέδειχε ἀλλὰ λέγομεν ὅτι τῇ μὲν ἀλγθείᾳ τῆς ἀκριβείας οὐκ ἔστιν ἀποδεῖξαι, καθὼς καὶ ἐκεῖ ἔδειξε a 25 διαλεκτικοῦ—πιθανοῦ BP ante ὅρον add. τόν a)

504
ταῦθα λέγει. καὶ πῶς οἷόν τε τοῦτο ποιεῖν, ὑπογράφει. πρῶτον μὲν γὰρ δῆλον ὅτι δεῖ δείκνυσθαι τὸ δυνατὸν εἶναι διὰ συλλογισμοῦ κατασκευάζειν ὅρον, εἶτα τοὺς τόπους, δι’ ὧν τις δυνήσεται τοῦτο ποιεῖν, παραδίδοσθαι. εἰ γάρ, φησίν, ὁ ὅρος οὐδὲν ἕτερόν ἐστιν ἢ λόγος δηλωτικὸς τοῦ τί ἦν εἶναι τοῦ ὁριζομένου, καὶ διὰ τοῦτο δεῖ τὰ ἐν τῷ ὅρῳ κατηγορούμενα ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τοῦ πράγματος, κατηγορεῖται δ’ ἐν τῷ τί ἐστι τὰ γένη καὶ αἱ διαφοραί κἂν γὰρ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορῶνται αἱ διαφοραί, ἀλλ’ οὖν ἐν τῷ ὅρῳ τὸ· τί ἐστι σημαίνουσι τοῦ πράγματος), φανερὸν ὡς εἴ τις συνθείη λόγον ἐκ γένους καὶ διαφορᾶς τὸ τί ἦν εἶναι δηλούντων τοῦ πράγματος, ὅρον ἐποίησεν, ὅτι οὐκ ἐνδέχεται ἄλλον ὅρον γενέσθαι, μὴ ὄντος ἄλλου γένους μηδὲ διαφορῶν τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλούντων. εἶτά φησιν ὅτι μὲν οὗν ἐγχωρεῖ συλλογισμὸν ὅρου γενέσθαι, δηλονότι διαλεκτικὸν ἀλλ’ οὐκ ἀποδεικτικόν, διώρισται μὲν ἐν ἑτέροις ἀκριβέστερον, ἔν τε τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν καὶ ἐν τῷ ἑβδόμῳ τῶν Μετὰ τὰ φυσικά.

[*](p. 153a23)

Πρὸς δὲ τὴν προκειμένην μέθοδον οἱ αὐτοὶ τόποι χρήσιμοι.

Πρὸς κατασκευὴν τῶν ὅρων κατὰ τὴν διαλεκτικὴν μέθοδόν φησι τοὺς αὐτοὺς τόπους εἷναι χρησίμους, ἤτοι τοὺς πρὸς ἀνασκευὴν τῶν ὅρων παραδοθέντας· παραδέδωκε γὰρ ἀπὸ τῶν ἀντικειμένων ἐν τῷ πρὸ τούτου τόπους ἀνασκευαστικοὺς τῶν ὅρων, ὁμοίως καὶ ἀπὸ τῶν συστοίχων καὶ ἀπὸ τῶν ἄλλων, ὧν καὶ νῦν μνημονεύσει. εἶεν δ’ ἄν οἱ αὐτοὶ τόποι χρήσιμοι καὶ πρὸς τὴν τῶν ἄλλων προβλημάτων κατασκευήν. καὶ γὰρ τὸ συμβεβηκὸς ἀπὸ τῶν ἐναντίων κατασκευάζειν οἷόν τε καὶ τὸ γένος καὶ τὸ ἴδιον· εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ συμβέβηκε, καὶ τῷ προκειμένῳ· καὶ εἰ τὸ ἐναντίον τοῦ ἐναντίου γένος ἢ ἴδιον, καὶ τοῦ προκειμένου· ὁμοίως καὶ ἐπὶ τῶν ἀπὸ <ἀπὸ τῶν> συστοίχων καὶ τῶν ἄλλων, οὓς παραθήσεται. κοινοὶ γὰρ οἱ [*](1 ποιεῖν aAD: λέγειν BP πρῶτον—3 παραδίδοσθαι] δηλῶν a μὲν om. BP 2 σηλονότι ante πρῶτον transposuit Α, post δείκνυσθαι D δεῖ δείκνυσθαι scripsi: δεῖ κεῖσθαι AD: δείκνυσθαι BP εἶναι, quod post τόπους add. BP, huc transposui: om. AD 3 τοὺς om. Β τις superscr. Β τοῦτο ποιεῖν Α: τούτους ποιεῖν BP: τοῦτο ποιεῖν τούτους D 4 εἰ γάρ—φησιν (12) aN 4. 5 τοῦ ὁριζομένου scripsi cf. vv. 10. 11: τὸ ὁριζόμενον aN 12 ὅτι] εἰ BP οὖν om. AD ὅρου] οὕτω Β: οὕτως P γίνεσθαι P(C) 13 διαλεκτικῶς —ἀποδεικτικῶς a οὐχὶ AP ἐν aD Arist.: οὖν Α: οὖν ἐν BP(u) 14 τε a: om. ABDP ἐν τε τῷ δευτέρῳ τὼν Ὑ. ἀ.] c. —10 15 ἐν τῷ ἑβδόμῳ τῶν Μ. τ. φ.] c. 17 18 τὴν DP: om. aAB 19 χρησίμους εἶναι D 20 παραδοθέντας aP: om. ABD παραδέδωκε —21 ὁμοίως] ἐπεὶ γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ παρέδωκεν ανασκευαστικοὺς τῶν ὅρων ἀπό τε τῶν ἀντικειμένων a ἐν τῴ πρὸ τούτου] c. 9. 10 21 τόπους scripsi: τόπω ABDP 22 μνημονεύσει. εἶεν δ’ ἂν scripsi: μνημονεύει, εἶεν δ’ ἂν Α et omisso δ’ a: μνημονεύσει, εἰ BP: μνηνομονεύσειεν D αὐτοὶ om. aA post. χρήσιμοι add. οἲ BDP 23 ἄλλων om. a post γὰρ add. καὶ a 24 κατασκευάζεται Α 25 post προκειμένῳ add. ὡσαύτως a 26 τὸ ἐναντίον τοῦ ἐναντίου D: inv. ord. aABP 27 ἀπὸ τῶν addidi post καὶ add. ἐπὶ aA οὓς παραθήσεται AD: οὑς παρατίθεται aP: οἷσπερ τίθεται B)

505
ἀπὸ τῶν ἀντικειμένων τόποι πᾶσι τοῖς γένεσι τῶν προβλημάτων καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν, ὥσπερ καὶ οἱ ἀπὸ τῶν πτώσεων καὶ οἱ ἀπὸ τῶν συστοίχων καὶ ὧν ἄλλων μνημονεύσει.

[*](p. 153a30)

Ληπτέον τῶν ἐναντίων, ὁποίου ἂν μάλιστα φανερὸς ᾖ ὁ ἐναντίος ὅρος. |

Ἐπὶ τῆς τῶν ἐναντίων συμπλοκῆς, φησίν, ἑκατέρου τῶν ἐναντίων [*](243) διὰ τῶν ἐναντίων ὁριζομένου ληπτέον ἀπὸ τῶν δύο ὅρων τὸν μᾶλλον φαινόμενον ἐναντίον. οἷον ἔστω ὠφελίμου ὅρος τὸ ποιητικὸν ἀγαθοῦ, τοὺ δὲ βλαβεροῦ τὸ ποιητικὸν κακοῦ ἢ τὸ φθαρτικὸν ἀγαθοῦ · ληπτέον οὖν ἀπὸ τῶν δύο τούτων ὅρων τοῦ βλαβεροῦ τὸν φαινόμενον μάλιστα ἐναντίον τῷ ὅρῳ τοῦ ὠφελίμου. καὶ πάλιν φιλία ἐστὶ περιποιητικὴ τοῦ εὖ, ἔχθρα δὲ περιποιητικὴ τοῦ μὴ εὖ ἡ περιποιητικὴ κακίας· ληφθήτω οὖν καὶ ἐν τούτοις ὁ δοκῶν φανερώτερος. δεῖ γάρ, φησίν, ἀρχόμενον ἀπὸ τοῦ γνωριμωτέρου ποιεῖσθαι τὴν κατασκευήν. ὅλου μὲν οὖν τοῦ λόγου οὕτως ἀπὸ τῶν ἀντικειμένων χρὴ τὴν κατασκευὴν ποιεῖσθαι. ἑξῆς δὲ διδάσκει τίνα τρόπον οἷόν τε κατὰ μέρος τὴν κατασκευὴν ποιεῖσθαι. ἔστι δὲ μέρη τοῦ ὅρου γένος καὶ διαφορά· καὶ πρῶτον οὖν τὸ γένος πῶς κατασκευάσομεν δείκνυσι. καὶ φησί· πρῶτον μὲν οὖν ὅτι τὸ ἀποδοθὲν γένος ὀρθῶς γνωρίσομέν τε καὶ δείξομεν ἀπὸ τοῦ ἐναντίου τῷ οὗ ὁ ὅρος ἀποδεδομένος. εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ ἐστὶ τούτου ἐν ᾧ τὸ προκείμενον ἐτέθη, μὴ δύναται δὲ τοῦτο ὑπὸ τὸ γένος εἶναι ἐκεῖνο μηδ’ ἐν ᾧ ἐκεῖνο, δῆλον ὅτι ἐν τούτῳ ἄν εἴη ἐν ᾧ ἀπεδόθη· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ ἐν τοῖς ἐναντίοις γένεσιν. οἷον εἰ ληφθείη ἀρετὴ γένος τῆς δικαιοσύνης, ῥητέον ὅτι καλῶς ἀποδέδοται· εἰ γὰρ τὸ ἐναντίον αὐτῇ, ἡ ἀδικία, ὡς ἐν γένει τῇ κακίᾳ ἀνάγεται, τὸ δὲ προκείμενον, ἡ δικαιοσύνη, μή ἐστιν ὡς ἐν γένει τῇ κακίᾳ, δῆλον ὅτι ἐν τῷ ἐναντίῳ ἀναχθήσεται, ἤγουν τῇ ἀρετῇ· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ [*](1 τόπων Β 2 κατασκευὴν—ἀνασκευὴν AD: inv. ord. aBP πρὸς om. 1) 3 οἱ om. Α, surerscr. Β μνημονεύει aA 4 ante ληπτέον add. Ἐπεὶ δὲ τῶν ἐναντίων φησὶ πλείους εἰσὶ συμπλοκαὶ a post ληπτέον add. γὰρ Α ὁποῖος a (pr. C) εἴη a 6 ἐπὶ—13 φανερώτερος hue transposui: post 16 ποιεῖσθαι habent aN cf. ad vs. 13: om. ABDP 9 ἢ—ἀγαθοῦ mrg. N 13 φανερώτερος a: ἐναντιώτερος N post φανερώτερος add. ἑξῆς—ποιεῖσθαι (ut vv. 15. 16) a γὰρ a: om. ABDP ante ἀρχόμενον add. τὸν AD 14 ὅλους—τοὺς λόγους a 16 ἔστι δὲ ABDP: καὶ ἐπεὶ a 16. 17 τοῦ ὅρου] διορισμοῦ D 17 post ὅρου add. τὸ P, εἰσὶ τό, τε a διαφορά AD: αἱ διαφοραί BP: ἡ διαφορὰ a 17. IS καὶ πρῶτον—δείκνυσι ABDP: δείκνυσι πῶς πρῶτον τὸ γένος κατασκευάσομεν a 17 κατασκευάσωμεν A 18 δείκνυται Bpr. καὶ φησὶ a: om. ABDP, in quibus πρῶτον— ἀποδέδοται est lemma οὖν om. D 19 ἀποδίδοται P (pr. ΑΒ) post ἀποδέδοται add. ὅτι εἰ ὀρθῶς τὸ ἀποδοθέν τινος γένος ἐν τῷ ὄρῳ ἀποδέδοται ABDP τῷ a: τὸ AD: τούτω Β: τοῦτο Ρ ὅρος ὁ Α: ὅρος BP 20 post ἀποδεδομένος add. ἐστίν a, sed cf. p. 516,15 ἐν om. Β 21 post τοῦτο add. τὸ προκείμενον a 22 μηδ’ ἐν ὦ ἐκεῖνο ABDP: ἐν ᾦ τὸ ἐναντίον ἐστὶ a ἐν tertium om. Α 23 ἐστὶν om. aA post γένεσιν add. εἶναι Α, εἶναι δέδεικται a 24—p. 506,2 aN 2.5 αὐτῇ scripsi: αὐτῷ)

506
γένει ἀνάγονται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἐν τῷ χρώματι, ἤ ἐν τοῖς ἀνανατιίοις γένεσιν, ὡς ἡ δικαιοσύνη καὶ ἡ ἁδικία ἐν τῇ ἀρετῇ καὶ τῇ κακίᾳ. οὐκέτι δὲ προσέηκεν “ἢ αὐτὰ γένη εἶναι”, ὡς ἐν ἄλλοις λέγει, ὅτι μηδὲ χρήσιμον ἦν πρὸς τὸ προκείμενον τοῦτο προστιθέμενον· οὐ γάρ ἐστιν ἡ ζήτησις νῦν εἰ γένος ἐστὶ τὸ προκείμενον, ἀλλ’ ὑπὸ τί γένος. καὶ τῶν διαφορῶν δὲ τὴν ἐπίκρισιν, φησίν, ἐκ τῶν ἐναντίων ποιησόμεθα· εἰ γὰρ τοῦ ἐναντίου τῷ ὁριστῷ αἱ ἐναντίαι διαφοραὶ κατηγοροῦνται, καὶ τοῦ προκειμένου αἱ ἀποδοθεῖσι ἄν εὐλόγως κατηγοροῖντο. οἷον εἰ δικαιοσύνης ἀποδοθείη τὸ ‘ἕξις διανεμητικὴ τοῦ ἴσου᾿, σκεπτέον εἰ τοῦ ἐναντίου, τῆς ἀδικίας, ἡ ἐναντία διαφορά, ἤγουν τὸ διανεμητικὸν τοῦ ἀνίσου, κατηγορεῖται· καὶ τούτου φανέντος, εὐλόγως ἀποδέδοται ἡ ἐναντία διαφορὰ τῇ δικαιοσύνῃ.

[*](p. 153b4)

Ἤ οὐκ ἀναγκαῖον τῶν ἐναντίων τὰς ἐναντίας διαφορὰς κατηγορεῖσθαι.

Ενστασιν φέρει πρὸς τὰ εἰρημένα, ὅτι οὐκ ἀναγκαῖον τῶν ἐναντίων τὰς ἐναντίας διαφορὰς κατηγορεῖσθαι, ἐὰν μὴ ᾖ τἀναντία ὑπὸ τὸ αὐτὸ γένος. τῶν μὲν γὰρ ὑπὸ τὸ αὐτὸ γένος ὄντων ἀνάγκη τὰς εἰδοποιοὺς διαφορὰς ἐναντίας εἷναι, ἢ πάσας ἢ τινάς, πάσας μέν, ὡς ἐπὶ βαρέος καὶ κούφου γένος μὲν γὰρ τὸ σῶμα, διαφοραὶ δὲ τοῦ μὲν βαρέος τὸ παχὺ καὶ κάτω φερόμενον, τοῦ δὲ κούφου τὸ λεπτὸν καὶ ἄνω φερόμενον), τινὰς δέ, εἰ λέγοιμεν πάλιν τὸ μὲν βαρὺ κτὰ φύσιν κάτω φερόμενον, τὸ δὲ κοῦφον κατὰ φύσιν ἄνω φερόμενον · τὸ γὰρ κατὰ φύσιν ἐν ἀμφοῖν κοινὴ διαφορά. τῶν δ’ ὑπὸ τὰ ἐναντία γένη οὐκ ἀνάγκη ἐναντίας εἶναι τὰς διαφοράς· δυνατὸν γὰρ κοινήν τινα ἔχειν διαφοράν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, δείκνυσιν ἐπὶ δικαιοσύνης καὶ ἀδικίας· αὗται γὰρ ὑπὸ ἐναντία οὖσαι γένη ἡ μὲν γὰρ ὑπὸ τὴν ἀρετήν, ἡ δὲ ὑπὸ τὴν κακίαν) τὴν αὐτὴν διαφορὰν ἔχουσι· τὸ γὰρ ψυχῆς ἀμφοτέρων κοινὴ διαφορά· καὶ γὰρ ἡ δικαιοσύνη ἀρετὴ ψυχῆς καὶ ἡ ἀδικία κακία ψυχῆς. τὸ γὰρ ψυχῆς χωρίζει αὐτὰς τῶν σωματικῶν· πρὸς μὲν γὰρ τὸν ἀπ’ ἀλλήλων χωρισμὸν ἤρκεσεν αὐταῖς τὰ γένη ὄνια ἐναντία, πρὸς δὲ τὰς ἐν τῷ σώματι γινομένας ἡ προειρημένη διαφορά. ἐνδέχεται μέντοι καὶ ὑπὸ τὰ ἐναντία τινὰ ὄντα [*](3 ἢ—εἶναι] Categ. c. 11 p. 14a20 ἐν ἄλλοις ἄλλω B) λέγει ABDP: ἐν κατηγορίαις εἶπεν a 4 προστεθέν a 5 νῦν a: om. ABDP τί aAP; τὸ Β: τίνος D 6 δὲ a: om. ABDP φησιν a: ἓν BP: om. AD 8 ἄν εὐλόγως—11 aN 12. 13 ἐπὶ τούτοις κομίζει ἔνστασιν. ἢ οὐκ ἀνάγκη λέγων τῶν κτλ. a 12 ἀνάγκη Α 14. 15 ἔνστασιν — κατηγορεῖσθαι om. aB 15 τὰ ἐναντία aBP 18 γὰρ a: om. ABUP μὲν τοῦ omisso δὲ Β 19, 20,21 φέρεσθαι a 20 τινὰς a: τινὰ AD: τινῶν BP ἐλέγοιμεν (sic) omisso εἰ a 22 post διαφορά add. καὶ τοῦτο προσὸν οὐ πάσας τἀς διαφορὰς αὐτῶν ἐναντίας εἶναι ἐποίησε a ante ἐναντίας add. τὰς Β 23 ταῦθ’ B 25 γὰρ om. Β primum et alterum τὴν superscr. D ὑπὲρ pro altero ὑπὸ Α αὐτὴν om. B 27 ἡ om. ΑΒ κακία ψυχῆς AD: inv. ord. aBP 29 ἤρικεν et in mrg. (??) D αὐταῖς aP: αὐτοῖς ABD post γένη add. εἶναι BP ἐναντία] ἀναγκαῖα Β δὲ om. Α τὰ—γινόμενα aA 30 τὰ om. D, sed cf, vs. 22 ὄντα τινὰ a)

507
γένη [καὶ] διαφορὰς ἔχειν ἐναντίας, ὡς ὅταν λέγωμεν τὴν δικαιοσύνην ἀρετὴν ἰσότητος ποιητικὴν καὶ τὴν ἀδικίαν κακίαν ἰσότητος φθαρτικήν.

[*](p. 153b10)

Ἀλλὰ τοῦτό γε ἀληθές, ὅτι τῶν ἐναντίων ἢ ἐναντίαι ἢ αἱ αὐταὶ διαφοραί εἰσιν.

Εἰπὼν τὴν ἔνστασιν ἐπήνεγκεν ἀληθὲς εἷναι καθόλου τὸ τῶν ἐναντίων ἢ τὰς αὐτὰς ἢ ἐναντίας εἶναι διαφορὰς ὥσπερ καὶ γένη· | καὶ γὰρ τὸ [*](244) γένος ἢ ταὐτὸν ἢ ἐναντίον. ὥστε, εἰ εἴη τις διαφορὰ τοῦ ἐναντίου τῷ προκειμένῳ, μὴ εἴη δὲ καὶ τοῦτο ὑπὸ τὴν αὐτὴν διαφορὰν δυνάμενον εἶναι, εἴη ἄν ὑπὸ τὴν ἐναντίαν ἐκείνῃ.

[*](p. 153b14)

Κθόλου δὲ εἰπεῖν, ἐπεὶ ὁρισμός ἀστιν ἐκ γένους.

Ἐὰν ᾖ γνώριμος ὁ τοῦ ἐναντίου τῷ προκειμένῳ ὅρος, γνώριμος ἔσται καὶ ὁ τούτου. ἐπεὶ γὰρ τὸ ἐναντίον ἡ ἐν τῷ αὐτῷ γένει ἢ ἐν τῷ ἐναντίῳ, ὁμοίως δὲ καὶ αἱ διαφοραὶ τῶν ἐναντίων ἢ ἐναντίαι ἢ αἱ αὐταί, δῆλον ὅτι τὸ προκείμενον ἢ ὑπὸ ταὐτὸ γένος ἐστὶ τῷ ἐναντίῳ· καὶ εἰ τοῦτο, ἕξει πάντως τἀς διαφορὰς πάσας ἢ τινὰς ἐναντίας ταῖς ἐκείνου, τὰς δὲ λοιπὰς τὰς αὐτάς· οὐκέτι δὲ οἷόν τε πάσας ἔχειν τὰς αὐτὰς διαφορὰς ἔχοντα καὶ τὸ γένος ταὐτόν· οὕτως γὰρ ἂν οὐκέτι εἴη ἐναντία ἀλλὰ ταὐτά, εἴ γε ὧν ὁ αὐτὸς ὅρος, ταῦτα ταὐτά, ὁ αὐτὸς δὲ ὅρος ἐν ᾧ καὶ τὸ γένος ταὐτὸ καὶ αἱ διαφοραὶ αἱ αὐταί. εἰ δὲ μὴ ὑπὸ ταὐτὸν γένος εἴη τὸ προκείμενον τῷ ἐναντίῳ αὐτοῦ, ἔσται ὑπὸ τὸ ἐναντίον [*](1 καὶ delevi διαφορὰν—ἀναντίαν Α λέγω A: εἴπωμεν ΒΡ ἀρετὴν add. εἶναι 1) 3 ἀλλ’ οὖν Arist. οὖν om. ΑΒ) ἀληθής ἐστιν a 4 αἰ αὐταὶ corr. ex αὗται Ρ2 5 ante εἰπὼν add. καὶ ὅτι ὁ Α, ὅτι ὁ P, ὅτι Β εἰπὼν—6 γένη ABDP: τοῦτο δ’ ἐπήγαγε μετὰ τὴν ἔνστασιν, ὡσανεὶ λέγων ὅτι τῶν ἐναντίων ἐπεὶ ἐναντίαι εἰσὶν αἱ διαφοραὶ ἡ αἱ αὐταί, ὁμοίως ἔσται καὶ τὰ γένη ἢ ἐναντία ἡ τὰ αὐτά aN 5 καθόλου scrispsi cf. p. 508,9: καθὸ libri 6 ὥσπερ scripsi: ὥστ·ε libri γένη A: γένος BP: τό γένος D καὶ γὰρ—8 προκειμένῳ om. Α 7 εἰ εἴη—10 γένους] φανερὸν ὡς εἰ μὲν τοῦ ἐναντίου ἡ ἐναντία κατηγορεῖται διαφορά, τοῦ δὲ προκειμένου οὐ κατηγορεῖται ἡ αὐτὴ διαφορά, ἡ εἰρημένη ἤγουν ἡ ἐναντία κατηγορηθήσεται αὐτοῦ. διὰ τοῦτο καὶ τίθησι καθόλου μέθοδον, λέγων ὡς ἐπεὶ ὁ ὁρισμὸς ἐκ γένους ἐστὶ καὶ διαφορῶν aN τις D: om. BP 8 μὴ et καὶ AD: om. BP 1) ἐκείνην Β 10 ὁ ὁρισμός Arist. ἐκ γένους om. D 11 ante ἐὰν add. ὅτι BP προειρημένω ὅρω BP 12 τὰ ἐναντία B(N) ἢ prius BD: om. aAP Arist. 12. 13 τοῖς αὐτοῖς γένεσιν ἡ ἐν τοῖς ἐναντίοις aA 13. 14 ἡ αἱ αὐταὶ ἡ ἐναντίαι a 14 αἱ αὐταί] αὗται A ὅτι] οὑν Β ἡ alteram excipit 19 εἰ δὲ μὴ ταὐτὸ D: τὸ αὐτὸ aA: ταὐτὸν BP τὸ ἐναντίον P —p. 508,2 ἢ ὑπό τὸ ἐναντίον. καὶ εἰ ὑπὸ τὸ αὐτό, ἡ πάσας τἀς διαφορὰς ἐναντίας ἕξει, ἢ τινὰς μὲν ἐναντίας ταῖς ἐκείνου, τινὰς δὲ ταυτάς. εἰ δ’ ὑπὸ τὸ ἐναντίον γένος, καὶ οὕτως ἐναντίας εἶναι τὰς διαφορὰς (10) ἐνδέχεται καὶ τὰς αὐτάς, οὐ πάσας ἀλλὰ τινάς, ἢ καὶ ἄμφω ἐναντία, τά τε γένη καὶ αἱ διαφοραί. ούκέτι δὲ οἶόν τε καὶ ἄμφω τὰ αὐτὰ ἔχειν, τό τε γένος καὶ πάσας τὰς διαφοράς· οὕτω γὰρ ἄν εἴη οὐκέτι ἐναντία τὰ ὁριζόμενα ἀλλὰ ταὐτά. εἰ δ’ οὖν, ἔσται τῶν ἐναντίων ὁ αὐτὸς ὁρισμός, ὅπερ ἄτοπον aN 15 πάσας—πάντως A ταῖς] τὰς Ρ 16 ἐκείνων Α τὸ αὐτό ΒΡ τὸ αὐτὸ ΑΒΡ αἱ prius om. D 20 ἦ Α)

508
τῷ γένει ἐν ᾦ ἐκεῖνό ἐστι, καὶ ἕξει πάλιν τὰς διαφορὰς ἤτοι τὰς αὐτὰς ἃς ἐκεῖνο ἢ ἐναντίας ταῖς ἐκείνου.

[*](p. 153b25)

<Ἔτι ἐκ τῶν πτώσεων καὶ τῶν συστοίχων.>

Ἔτι καὶ ἀπὸ τῶν πτώσεων καὶ ἀπὸ τῶν συστοίχων οἷόν τε κατασκευάζειν τὸν ὅρον· ἀνάγκη γὰρ ἀκολουθεῖν ἐπὶ τούτων τὰ γένη τοῖς γένεσι καὶ τοὺς ὅρους τοῖς ὅροις. εἰ γὰρ ἑνός τινος τῶν συστοίχων τὸν ὅρον λάβοιμεν, εἴημεν ἂν εὑρηκότες καὶ τὸν τῶν ἄλλων, [καὶ] ὡς ἐπὶ τῆς γενέσεως λαβὼν τί·ποτέ ἐστιν ἡ γένεσις ἔδειξε καὶ τοὺς τῶν τῇ γενέσει συστοίχων ὅρους· καθόλου γάρ, ἑνὸς τῶν συστοίχων εἰ <ὁ> ὅρος ὁμολογηθείη, εἴη ἂν δι’ ἐκείνου καὶ ὁ τῶν ἄλλων ὡμολογημένος.

Ἔτι ἐκ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίως [καὶ] ὁσαχῶς ἐν- οεχεται.

Τὸ ὅμοιον οὐ τὸ αὐτὸ τῷ προειρημένῳ νῦν λαμβάνει· ἐκεῖ μὲν γὰρ ἡ κατὰ ἀναλογίαν ὁμοιότης ἐλαμβάνετο, ἐνταῦθα δὲ ἡ ἁπλῶς καὶ κυρίως λεγομένη. πλείους μὲν οὖν τόποι παρεδόθησαν ὑπ’ αὐτοῦ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως κατασκευαστικοί τε καὶ ἀνασκευαστικοί, τέσσαρες ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ τρεῖς ἀπὸ τοῦ ὁμοίως. φησὶ δὲ δεῖν ἐκείνων τῶν τόπων χρῆσθαι πρὸς τὴν τοῦ ὅρου κατασκευὴν τούτοις δι’ ὧν οἷόν τε τοῦτο ποιεῖν· ἔστι δὲ διὰ μόνου τοῦ ἐν ᾧ δύο ἦν πρὸς δύο λεγόμενα, καὶ ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως. οὔτε γὰρ διὰ τοῦ εἰ ἓν περὶ ἑνὸς λέγοιτο, ὃ σημαίνει ‘<εἰ> τὸ τῷ μᾶλλον, καὶ τὸ ἁπλῶς τῷ ἁπλῶς’· μᾶλλον γὰρ ὁ αὐτὸς τοῦ αὐτοῦ ὅρος καὶ ἧττον οὐ δύναται εἷναι· οὐ γὰρ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ [*](1 ἐκεῖνος P τὰς αὐτὰς ΑD: τοιαύτας BP 2 ἐναντίας Β: ἐναντία ADP ἐκείνου Α: ἐκεῖνο Β: ἐκείνω D: ἐκείνω P 3 lemma addidi 4 ὅτι P ἀπὸ alterum om. aB 5 ἐπὶ τούτων ἀκολουθεῖν D 6 τοῖς ὅροις τοὺς ὅρους D ἑνός τινος D: ἑνὸς Α: τινος aBP 7 τόν prius AD: om. aBP τὸν τῶν ἄλλων scripsi cf. vs. 10: τὸν ἄλλον A: τῶν ἄλλων aBDP 8 καὶ prius delcvi an λαβών #x003E; τί? 9 καθόλου scripsi cf. p. 507,5: καθ’ οὐ libri 10 ὁ prius addidi cf. vs. 7 ὁμολογηθῇ AD ἐκείνων A ὁ alterura om. aH 1 1 καὶ prius] ἐκ A καὶ (om. Arist.) ὁσαχῶς ἐνδέχεται om. a 13 τὸ ὅμοιον om. a προκειμένῳ A 14 ἐνταῦθα BD: ἐνθάδε aAP δὲ om. A κυρίως καὶ ἁπλῶς D 14. 15 λεγομένη καὶ κυρίως BP 15 οὖν om. Α παρεδόθησαν] II 10 p. 114b37—115a24 post τοῦ τε a 16 καὶ (post ἧττον) —17 ἧττον iterat D ἀπὸ om. BP, in iteratis D. sed cf. vs. 20 et p. 509,16 ὁμοίου Α et in iteratis D τε om. Β 17 τέσσαρες BDP: δι’ Α: δ δὲ a post μᾶλλον add. τε A post καὶ prius add. τοῦ I) καὶ (superscr. P2) τρεῖς εῖς P2) DP: καὶ γὰρ Α: τρεῖς Β: γ δὲ a ὁμοίου AD 18 ἐκείνω τῶ τόπω D: ἐκεῖνον τόν τόπον ΒΡ1 (corr. Ρ4) 19 fort. περὶ cf. vs. 21 et p. 509,1. 3. 13 20 ἀπό τε—ἀπὀ scripsi cf. vv. 15. 16 et p. 509,15.16: ἐπὶ τῶν—ἐπὶ libri ὁμοίου ΑD 21 τοῦ a: τὸ ABDP εἰ prius supescr. P: ἐν ᾧ a: om. ABD ἑνὸς] δύο a ἐλέγετο a Eialteium addidi 22 τῶ μᾶλλον D: τὸ· μᾶλλον BP: om. aA τὸ ἁπλῶς τῶ τὸ BP) ἀπλῶς ABDP: ἧττον a μᾶλλον γὰρ—23 ἧττον iterat a 23 ὅρου Α τὸ alterum om. aP)

509
ἧττον ὁ ὅρος. ἀλλ’ οὐδὲ διὰ τοῦ εἰ περὶ δύο ἓν λέγοιτο ὡς τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχειν αὐτῶν ἢ ὁμοίως· ἀλλ’ οὐδὲ διὰ τοῦ εἰ περὶ ἑνὸς δύο λέγοιτο ὡς τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ὑπάρχειν αὐτῷ ἢ ὁμοίως· τοιοῦτοι δ’ ἦσαν τόποι ὅ τε λέγων ἱεῖ τόδε τῷδε μᾶλλον ἢ τῷδε ὑπάρχει’ καὶ ὁ λέγων ‘<εἰ> τῷδε τόδε μᾶλλον ἢ τόδε ὑπάρχει’· καὶ ἀπὸ τοῦ ἧττον· ἀλλὰ καὶ ἀπὸ τοῦ ὁμοίως. τοῖς μὲν οὖν τοιούτοις οὐχ οἷόν τε χρῆσθαι ἐπὶ τῆς τοῦ ὅρου κατασκευῆς· ἀδύνατον γὰρ τὸν αὐτὸν πλειόνων εἶναι ὅρον ἢ τοῦ μὲν μᾶλλον τοῦ δὲ ἧττον ἢ ὁμοίως· ἀμφότεροι γὰρ ἦσαν τόποι λέγοντες ἢ ἱεῖ τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχει <ἢ ἀμφοῖν ὁμοίως>’ ἢ ‘εἰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ἄμφω ὁμοίως’. ἀδύνατον γὰρ διὰ τούτων τὸν ὅρον κατασκευάσαι, ἐπεὶ ἀδύνατον ἑνὸς πλείους ὅρους εἶναι ἢ ὁμοίως ἢ τοῦ μὲν μᾶλλον τοῦ δὲ ἧττον. λείπεται δὲ ὁ τόπος ἐν ᾧ δύο ἦν τὰ ὑποκείμενα καὶ δύο τὰ περὶ αὐτῶν λεγόμενα, εἰ τὸ μὲν μᾶλλον τῷ ἑτέρῳ ὑπάρχει, τὸ δὲ ἧττον τῷ ἑτέρῳ, ἢ ἑκάτερον ἑκατέρῳ ὁμοίως. κατὰ τοῦτον οὖν μόνον ἔστι † κοινὸν τὸν τρόπον ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως κατασκευάζειν ὅρον.

[Ἡ δὲ συνάφεια τοῦ ῥητοῦ ἔχει οὕτως. ἔτι, φησίν, ὁσαχῶς ἐνδέχεται κατασκευάσαι ἐκ τοῦ μᾶλλον. οἷον εἰ τῆς σωφροσύνης μᾶλλον ὁρισμός ἐστι τὸ σῶα φρονεῖν ἢ τῆς δικαιοσύνης τὸ ἕξις διανεμητικὴ τοῦ ἴσου, καὶ αὖθις ἧττόν ἐστιν ὁρισμὸς τῆς δικαιοσύνης τὸ ἕξις διανεμητικὴ τοὐ ἴσου ἢ τῆς σωφροσύνης τὸ σῶα φρονεῖν. οὐ δυνατὸν δὲ εἰπεῖν, εἰ ὁ μᾶλλον ὁρισμός, ἔσται καὶ ὁ ἧττον, καὶ εἰ ὁ μᾶλλον οὐκ ἔστιν, οὐδὲ ὁ ἧττον, δύο ὅρους λαμβάνοντα καὶ πρὸς δύο ὑποκείμενα συγκρίνοντα. ὡσαύτως δὲ καὶ ἐκ τοῦ ὁμοίως· εἰ γὰρ ὁμοίως ὅδε ὁρισμός ἐστι τῆς ἀνδρίας, τὸ ἕξις περὶ τὰ φθαρτικὰ θάρσους περιποιητική, ὁμοίως ὁρισμὸς ἔσται τῆς δικαιοσύνης τὸ ἕξις τοῦ ἴσου διανεμητική· εἰ δὲ ὁ ἕτερος οὐκ ἔστι τοῦ ἑτέρου, οὐδὲ ὁ ἕτερος τοῦ ἑτέρου. εἰ δὲ λάβοις ἕνα ὅρον πρὸς δύο ὑποκείμενα, οὐ χρησιμεύσει σοι ἡ ἐκ τοῦ μᾶλλον ἐπίσκεψις· οὐ γὰρ δυνατὸν εἰπεῖν | [*](1 ὁ ὅρος om. Α: ὁ αὐτὸς καὶ εἷς ὅρος, sed post γὰρ, a ἀλλ’ οὐδὲ—2 ὁμοίως om. a τὸ εἰ περὶ Ρ: τοῦ εἰπεῖν Β τῶ—τῶ Ρ2: τὸ—τὸ ΑΒDΡ1 2 αὐτῶν D: αὑτὸ AP: αὐταῖς Β ὅμοιον AD ἀλλ’ οὐδὲ—4 ὁμοίως, quae post 8 ὁμοίως habent ADP, om. Β, huc transposui: ἀλλ’ οὐδὲ διὰ τοῦτο ἐν ᾧ δύο περὶ ἑνὸς, ὡς τὸ μὲν μᾶλλον τὸν (sic) δὲ ἧττον ὑπάρχειν αὐτῷ· ἀλλ’ οὐδὲ εἰ ὅμοιον a ὐ)δὲ—3 δύο initio folii om. P 3 τὸ—τὸ scripsi cf. a: τῶ—τῶ ADP αὐτῷ scripsi cf. a: αὐτῶν AD: αὐτὸν P 4 ἢ ὁμοίως P: om. AD λέγων εἰ AD: λέγει BP: λέγων a 4. 5 ἡ τῷδε ὑπάρχει aB: ὑπάρχει ἢ τῶδε D: ὑπάρχει P: om. Α 5 καὶ ὁ—ὑπάρχει a: om. ABDP εἰ addidi 6 post καὶ prius add. ὁ Α ἀλλὰ om. a 7 post ἐπὶ add. δὲ Β τὸν aD: om. ABP 8 ὅρον εἶναι Β: ὅρων εἰνὶ a ἢ alterum om. Α 9 ἀμφότεροι—10 τὸ δὲ ἧττον ὑπάρχει om. D τόποι om. a 9. 10 ἢ εἰ—τῶ δὲ ἧττον ὑπάρχει BP: om. aA 10 ἢ ἀμφοῖν ὁμοίως addidi ἡ εἰ—ὑπάρχει Α et omisso ἢ a: om. BP pnst ὑπάρχει add. αὐτῶν Α 12 εἶναι ὅρους a 13 immo δὴ post δὲ add. λοιπὸν BDP 14 εἰ a: ἢ ΑΒDP τὸ μὲν—τὸ δὲ a: τοῦ μὲν—τοῦ δὲ ΑΒDP οὖν a: om. ABDP μόνον om. D τὸν τρόπον ἔστι κοινὸν a: fort. ἔστιν ἐκείνων τῶν τόπων τε a: om. ABDP 16 ante ἧττον add. τοῦ D ὅρον aBP: om. AD —p. 510,5 aN 17 φησίν, ὁσαχῶς scripsi: φησὶ ποσαχῶς aN 27 ἕνα N: ἶνα a)

510
‘εἰ ὅδε μᾶλλόν ἐστιν ὁρισμὸς τοῦδε ἢ τοῦδε, ἔστι δὲ τοῦδε ὁρισμός, καὶ [*](245) τοῦδε οὐδὲ οὐδὲ γὰρ ἐνδέχεται λαβεῖν ἕνα ὅρον δυσὶν ὑποκειμένοις, ἐπεὶ οὐδὲ εἷς ὁρισμὸς δύο ὑποκειμένων μὴ ἀτόμων εὑρίσκεται. ἀλλ’ οὐδὲ δύο ὁρισμοὶ πρὸς ἓν ὑποκείμενον· οὐ γὰρ δυνατὸν εἰπεῖν ‘εἰ ὅδε μᾶλλον ὁρισμός ἐστι τοῦδε ἢ ὅδε, ἔστι δὲ ὁρισμὸς ὅδε τοῦδε, καὶ ὅδε ἄν εἴη’.]

[*](p. 154a12)

Εἰσὶ δὲ καὶ ἐπικαιρότατοι τοῶν τόπων οἵ τε νῦν εἰρημένοι. Πρὸς τὸ κατασκευάζειν ὅρον χρησιμώτατοι τῶν τόπων οἵ τε ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως δεικνύντες καὶ οἱ ἐκ τῶν συστοίχων καὶ τῶν πτώσεων· διὸ προχείρους ἔχειν δεῖ. εἰσὶ δὲ ἐπικαιρότατοι καὶ διὰ τὴν σαφήνειαν καὶ ἐνάργειαν.

[*](p. 154a 15)

Καὶ τῶν ἄλλων δὲ τοὺς μάλιστα κοινούς.

Δεῖ, φησί, καὶ τῶν ἄλλων τόπων τῶν ὑπ’ αὐτοῦ παραδεδομένων τοὺς μάλιστα κοινούς, τουτέστιν οἷς οἷόν τε πρὸς πλείω γένη προβλημάτων χρῆσθαι, προχείρους ἔχειν· ἐναργέστατοι γὰρ οὗτοι οἱ τόποι καὶ χρησιμώτατοι. τοιοῦτον δὲ λέγει εἶναι τὸν παραδεδομένον ὑπ’ αὐτοῦ ἐν ἀρχῇ τοῦ <δευτέρου> βιβλίου, δι’ οὗ ἠξίου ἐπιβλέπειν εἰ τὸ λεγόμενόν τινι πᾶσι τοῖς ὑπ’ αὐτὸ ὑπάρχει· καὶ γὰρ ἐπὶ τῆς τῶν ὅρων κατασκευῆς τε καὶ ἀνασκευῆς χρήσιμον τοῦτο. εἰπὼν δὲ τὸ ἐπιβλέπειν ἐπὶ τὰ καθ᾿ ἕκαστα προσέθηκε καὶ τὸ ἐπὶ τῶν εἰδῶν σκοπεῖν, εἰ μὲν εἶδος εἴη ἢ ἄτομον οὗ ὁ ὅρος ἀποδέδοται, ἐπὶ τὰ καθ’ ἕκαστα μόνον ἐπιβλέπειν, εἰ δὲ γένος, καὶ ἐπὶ τὰ εἴδη τὰ ὑπ’ αὐτό. λέγει δὲ χρήσιμον τὸν τόπον τοῦτον καὶ τὴν τοιαύτην ἐπίβλεψιν εἶναι πρὸς ἀνασκευὴν τῶν ἰδεῶν καὶ εἰδῶν· ὁ [*](3. 4 fort, οὐδ’ εἰ δύο ὁρισμούς (scil. λάβοις cf. p. 509,27) 6 καὶ om. ΑΒ τῶν κτλ. om. a τῶν τόπων om. AD γε ΒΡ 7 ante πρὸς add. ὅτι ABP, οἶ τε D, ἔτι a χρησιμώτατον ΑΒ 8 post δεικνύντες add. ὡς ἀνωτέρω εἴρηκεν. ἀλλὰ δὴ a 9 προχείρως D δὲ BDP: γὰρ a: om. Α post δὲ add. καὶ ΒD 10 καὶ διὰ] διά τε Β post καὶ alterum add. τὴν aA 11 lemma om. a τοὺς] τὰ Β post μάλιστα eras. 1 lit. P 12 post δεῖ add. δέ a τῶν ἄλλων τόπων τῶν ὑπ᾿ αὐτοῦ παραδεδομένων scripsi: τῶν ἄλλων τόπων ἀπ’ αὐτῶν τῶν ἀποδεδομένων ἀποδιδομένων D) ABDP: ἀπὸ τῶν παραδεδομένων ἄλλων τόπων a 12. 13 τοὺς—κοινούς BP: τοῖς—κοινοῖς AD: τοῖς—κοινοῖς χρῆσθαι a 13 οἷς οἷόν τε AD: ὅσοις τὲ Β: οἴοις τε τε superscr.) P: οἲ a γένη superscr. D post γένη add. τῶν a 14 χρῆσθαι, προχείρους προχείρως BP) ἔχειν ABDP: ἐφαρμόζουσι. καὶ τούτους ἔχειν προχείρους a 15 λέγει δὲ τοιοῦτον aA εἶναι λέγει D 16 τοῦ βιβλίου ABDP, addidi δευτέρου i. e. β΄ (citat enim II 2 p. 109b13 sq.) τῆς πραγματείας ταύτης a 17 ὑπὸ τὸ αὐτὸ Β: ὑπὸ ταὐτό P 17. 18 ἀνασκευῆς—κατασκευῆς BP 17 τε om. aP 18 τό τ’ Arist. τὰ ABD Arist.: τὸ aP(N) ἕκαστα Β Arist.: ἕκαστον aADP 19 καὶ om. AD post μὲν add. γὰρ a εἶδος D cf. vs. 21: εἴδη aABP εἴη D: ἡ Α: om. aBP ἄτομον Dcorr.: ἄτομα ABP, Dpr.: ἢ ἄτομα εἰσὶν a 20 ὧν a ὁ om. Α καθέκαστα aP: καθέκαστον ABD post καθέκαστα add. ἤτοι τὰ ἄτομα a 21 γένη—αὐτά aA ἐπὶ om. D χρήσιμον om. D post χρήσιμον add. εἶναι a τὸν τοιοῦτον τόπον D 22 ἐπίσκεψιν εἶναι a: εἶναι ἐπίβλεψιν Β)

511
γὰρ αὐτὸς λόγος οὐκ ἐφαρμόζει τοῖς τε καθ᾿ ἕκαστα καὶ τῇ ἰδέᾳ πρὸς ἣν ταῦτα. οὔτε γὰρ ὁ τῆς ἰδέας τούτοις, οὔτε ὁ τούτων ἐκείνῃ· δεῖ δὲ τοῖς εἴδεσι συνώνυμα εἶναι τὰ πρὸς αὐτὰ γινόμενά τε καὶ ὄντα.

[*](p. 154a20)

Ἔτι εἰ μεταφέρων εἴρηκε τοὔνομα.

Εἰπὼν τίνες εἰσὶ τῶν τόπων χρήσιμοι πρὸς τὴν τῶν ὅρων κατασκευήν, μνημονεύσας δὲ καί τινων δι’ ὧν οἷόν τε οὐ μόνον κατασκευάζειν ἀλλὰ καὶ ἀνασκευάζειν ὅρον, προστίθησι καὶ τοὺς τῶν τῶν ἀνασκευαστικῶν κοινούς, ἀξιῶν καὶ τούτους προχείρους ἔχειν ὡς μάλιστα χρησίμους ὄντας. εἰσὶ δὲ ὅ τε ἀπὸ τοῦ μεταφορικῶς τῷ ὀνόματι χρῆσθαι ἢ ὅλως τροπικῶς καὶ μὴ κυρίως ὁ γὰρ οὕτως ὁριζόμενος οὐ καλῶς ὁρίζεται), καὶ ὁ αὐτὸ αὑτοῦ κατηγορήσας ὡς ἕτερον ἐν τῇ τοῦ ὅρου ἀποδόσει οὐχ ὁρίζεται. καὶ μεταφορικῷ μὲν ὀνόματι χρῆται ὁ εἰπὼν ‘σωφροσύνη ἐστὶ συμφωνία ψυχῆς’· τὸ γὰρ ‘συμφωνία’ κυρίως ἐπὶ τῶν χορδῶν λέγεται. αὐτὸ δὲ αὑτοῦ κατηγορεῖ ὁ εἰπὼν ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν ἄνθρωπος᾿.

[*](p. 154a23)

Ὅτι δὲ χαλεπώτερον κατασκευάζειν ἢ ἀνασκευάζειν ὄρον.

Ἐx τῶν ῥηθησομένων φανερόν, φησίν, ἔσται <ὅτι χαλεπώτερον κατασκευάζειν ἢ ἀνασκευάζειν ὅρον>· καὶ γὰρ χαλεπὸν λαβεῖν τοῦ ἀποκρινομένου τοιαύτας προτάσεις, δι’ ὧν δειχθήσεται ὁ εἰρημένος λόγος ὅρος ὤν. δεῖ γὰρ λαβεῖν, εἰ μέλλει τις δείξειν ὅτι ὅρος τοῦτο, ὅτι τῶν ἐν τῷ λόγῳ ἀποδοθέντων τὸ μὲν γένος τὸ δὲ διαφορά. καὶ ὅτι ἐν τῷ τί ἐστι μόνα κατηγορεῖται. ταῦτα δὲ οὐ ῥᾴδιον· οὐ γὰρ παντὸς τὸ τοῖς τοιούτοις παρακολουθεῖν· χωρὶς δὲ τοῦ ταῦτα συγχωρηθῆναι ἀδύνατόν ἐστιν δειχθῆναι ὅτι ὅρος ὁ ἀποδεδομένος λόγος. εἰ γὰρ εἴη καὶ ἄλλα τινὰ ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ προκειμένου καὶ μὴ μόνα τό τε γένος καὶ ἡ διαφορά, ἃ ἐν τῷ ἀποδεδομένῳ λόγῳ παρείληπται, οὐδέπω [*](1 τῶι τε P: τῶ Β καθέκαστον Β 4 μεταφέρειν Β τὸ ὄνομα D 5 τῶν τόπων aP: τῶν ὅρων Β: τόποι D:oin. Α post χρήσιμοι add. κοινοὶ D πρὸς] καὶ P 6 καὶ a: om. ABDP οὐ] μὴ a 6. 7 ἀλλὰ καὶ ἀνασκευάζειν mrg. D1 7 post προστίθησι add. δὲ Β 8 κο·ινωνούς Β ἀξιῶν] ἄξιον λέγων a προχείρως D ὡς μάλιστα προχείρους, οmisso ἔχειν et χρησίμους, Β ὄντας a: εἶναι AliDP 1) ἔστι D οἵ τε Β τοῦ om. Β μεταφορικοῦ A 10 αὐτὸ] τὸ D 11 et 13 αὐτοῦ libri 11 κατηγορήσας post ἕτερον transposuit Β ἕτερον B, mrg. D2: ὕστερον aAP ἐν om. Β —14 aN 15 ὅτε Α δὲ om. D 17 ἐκ—ἔσται a: om. ΑΒDP 17. 18 ὅτι—ὅρον addidi 20 μέλλοι D δείξειν aP: δεῖξαι ABD 21 τὸ—τὸ BDP: τόδε τόδε—τόδε aA 22 οὐ aBD: οὐδὲν Α: οὐδὲ P πᾶν P: om. Β 23 post τοιούτοις delevit κατηγορεῖν Β ταῦτα BDP: τὰ τοιαῦτα aA 24 ἐστιν post λόγος transposuit a καὶ εἴη B 25 κατηγορούμενα post τινὰ transposuit P, post προκειμένου Β 26 παρείληπται scripsi cf. p. 512,8 et Ind.: περιείληπται libri)

512
γνώριμον εἴτε οὗτος ὅρος ἐστὶ τοὐ προκειμένου εἴτε καὶ ἄλλος τις, ἐπειδὴ ὅρος ἐστὶν ὁ τὸ τί ἦν εἶναι σημαίνων, ὁ δὲ τοῦ προκειμένου λόγος ἓν τῶν ἐν τῷ ἁ ἐστι κατηγορουμένων.

[*](p. 154a32)

Δῆλον δὲ καὶ ἐκ τῶνδε· ῥᾷον γὰρ ἓν συμπεράνασθαι ἢ πολλά.

Ὅτι ῥᾷον ἀνασκευάσαι ἢ κατασκευάσαι ὅρον. δεῖ γὰρ πρὸς τὸ κατασκευάσαι ὅρον πάπα συλλογίσασθαι καὶ δεῖξαι ὑπάρχοντα τῷ προκειμένῳ τὰ ἐν τῷ ὅρῳ παρειλημμένα· εἰ γὰρ μὴ πάντα ὑπάρχει, οὐχ ὅρος. πρὸς δὲ τὸ ἀνασκευάσαι καὶ δεῖξαι ὅτι μὴ ὅρος ὁ ἀποδεδομένος λόγος ἀρκεῖ καὶ ἓν ἀποδεῖξαι τῶν ἐν τῷ λόγῳ μὴ ὑπάρχον τῷ ὁριστῷ· ἑνὸς γὰρ διαβληθέντος ὁ πᾶς ὅρος ἀνῄρηται· ῥᾷον δὲ τὸ ἓν κατασκευάσαι ἢ πολλά. ἔτι τὸν κατασκευάζοντα ὅρον ἀνάγκη καθόλου καὶ καταφατικῶς συμπεραίνεσθαι ὅ τὰ ἐν τῷ ὅρῳ κατὰ παντὸς τοῦ ὁριστοῦ κατηγορεῖται, καὶ ὅτι ἀντιστρέφει καὶ καθ’ οὗ ὁ λόγος καὶ τοὔνομα, εἴπερ ἐστὶν ὁ ἀποδεδομένος λόγος ἴδιος τοῦ πράγματος. ἀνασκευάζοντα δὲ οὐκ ἀνάγκη τὸ καθόλου συνάγειν· οὐ γὰρ μόνον ἀναιρεῖται, ἂν μηδενὶ τῶν ὑπὸ τοὔνομα ὑπάρχων ὁ λόγος δειχθῇ, ἱκανὸν πρὸς ἀνασκευὴν τὸ τινὶ τῶν ὑπ’ αὐτὸ δειχθῆναι αὐτὸν μὴ ὑπάρχοντα.

[*](1 Οὖτίς ὄρος ἐστὶ aAD: ὅτι (sic) BP καὶ om. D ἄλλο τι BP 3 ἓν τῶν scripsi: ἐκ τῶν ABDP; om. a ἐν τὼ om. D κατηγορεῖται a: κατηγορουμένων εἶναι Α 4 καὶ om. ΑB ῥᾷον] δῆλον HP 4. 5 ἓν συμπεραίνεσθαι a(Cc): inv. ord. Α 6 ἀνασκευάζειν—κατασκευάζειν a 0. 7 πρὸς μὲν γὰρ τὸ κατασκευάσαι ὅρον δεῖ a 7 πάντως Α καὶ δεῖξαι a: om. ΑΒDP ὑπαρέχονται (sic) Α 8 τὰ—παρειλημμένα πὰρ corr. ex πέρι Β) ABDP: ἃ—παρείληπται a 10 post ἀποδεῖξαι repetit e vs. 9 ὅτι—λόγος Α ὑπάρχον D: ὑπάρχειν aABP 11 δὲ AD: γὰρ aBP 12 καθόλου ἀνάγκη D post ἀνάγκη add. φησὶ a 13 καταφατικῶς aA: καταφατικὸν BDP συμπεράνασθαι BD 14 καὶ alterum AD: om. aBP καθ’ οὗ corr. ex καθ D2 εἴπερ a: οὐ γὰρ ABDP 15 ῖδιον D τὸν δὲ ἀνασκευάζοντα a δὲ om. Β 16 οὐκ ἀνάγκη om. Β οὐκέτι Arist. οὐκ CNcu) τὸ aA: om. BDP καθὸ Β συναγαγεῖν BP ἀνήρηται BP ἄν ABD: εἰ aP 17 ὑπάρχων scripsi: ὑπάρχει aD: compend. Α: ὑπάρχειν, sed post λόγος, ΒΡ δειχθῇ—18 ὑπάρχοντα] ἀλλ᾿ εἰ καὶ τινὶ δειχθείη μὴ ὑπάρχειν. ὑπάρχειν. γάρ ἐστι τὸν ἀνασκευάζοντα (I. τῷ ἀνασκευάζοντι) καθόλου τὸ δεῖξαι ὅτι μηδὲ τινὶ ὑπάρχει ὁ ἀποδεδομένος λόγος τῶν ὑπὸ τοὔνομα. ἀλλ’ οὐδὲ τὸ ἀντιστρέφειν τὸν ὄρον τῷ ὁριστῷ ἐπὶ τοῦ ἀνασκευάζειν ἀναγκαῖον, ἀναγκαῖον, ὥσπερ ἢν ἀναγκαῖον δηλονότι ἐπὶ τοῦ (5) κατασκευάζειν· οὐ γὰρ χρήσιμον πρὸς ἀνασκευὴν τοῦ ὁρισμοῦ τοῦτο· ἱκανὸν γὰρ τὸ δεῖξαι τὸ καθ’ ὧν τοὔνομα, κατ’ οὐδενὸς τούτων ἁρμόζειν τὸν λόγον, οὐ μὴν καὶ τὸ ἀνάπαλιν κατὰ ἀντιστροφήν, ὅτι καθ’ ὧν ὁ λόγος οὐκ ἐφαρμόζει, τοὔνομα κατηγορεῖται. ἔστι μὲν γὰρ ἶσον τὸ καθ’ οὗ τοὔνομα κατηγορεῖται, μὴ ἐφαρμόζειν τὸν λόγον τῷ καθ’ οὖ μὴ ἐφαρμόζει ὁ λόγος, τοὔνομα κατηγορεῖσθαι, ἀλλ᾿ ὡς μὴ συντελοῦν (10) τῇ χρείᾳ τῆς ἀνασκευῆς παραιτητέον φησὶ τὴν ἀντιστροφὴν ἐπὶ τούτου· οὐ γὰρ ὅρος ὁ ἀποδεδομένος ἀποδιδόμενος N) λόγος. ἔστιν οὖν χαλεπώτερον τὸ κατασκευάσαι ὅροι ἡ ἀνασκευάσαι. εἰς τὸ αὐτό. aN δειχθῇ BP: δειχθήσεται AD 18 τὸ] τῶ Β ὑπὸ ταυτὸν Α αὐτὸν Dcorr., P: αὐτὸ Dpr.: ἀντὶ A: om. B)
513
[*](p. 154b6)

Ἀπόχρη γὰρ ἀνασκευάζοντα καθόλου τὸ δεῖξαι.

Ἀπόχρη, φησίν, ἀνασκευάζοντα καθόλου τὸ δεῖξαι ὅτι μηδενὶ ὑπάρχει ὁ ἀποδεδομένος λόγος τῶν ὑπὸ τοὔνομα. οὐκέτι δὲ αὐτὸ χρὴ καὶ κατ’ ἀντιστροφὴν δεῖξαι, ἥτις ἐστὶ τὸ ‘καθ’ ὧν ὁ λόγος κατηγορεῖται, κατ’ ουοενος τούτων τοὔνομα κατηγορειται · οὐ γὰρ χαρησιμον πρὸς ἀνασκευὴν τοῦ ὁριστοῦ τοῦτο· ἱκανὸν γὰρ τὸ δεῖξαι τὸ καθ’ ὧν τοὔνομα, κατ’ οὐδενὸς τούτων ὁ λόγος. δοκεῖ μέντοι αὐτὸς μὴ ἀποφατικῶς ἐπενηνοχέναι τὸ ἀντιστρέφον τῷ πρώτῳ ἀλλὰ τὸ αὐτό· τὰ αὐτὰ γὰρ τό τε ‘κατ᾿ οὐδενὸς ὧν τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος κατηγορεῖται᾿ καὶ τὸ καθ’ ὧν ὁ λόγος μὴ κατηγορεῖται, τοὔνομα κατηγορεῖσθαι· ἔστι γὰρ τὸ ἀντιστρέφον τῷ προειρημένῳ τὸ ‘κατ᾿ οὐδενὸς ὧν ὁ ὅρος κατηγορεῖται, τοὔνομα κατηγορεῖται᾿. ἴσον μέντοι καὶ τοῦτο ἐκείνῳ δύναται. ἢ <οὐκ> ἀντιστρέφειν εἶπε τῷ κατ’ οὐδενὸς ὧν τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος κατηγορεῖται, τὸ ὅτι καθ’ ὧν ὁ λόγος μὴ κατηγορεῖται, τοὔνομα κατηγορεῖται· ἀλλ’ έστιν ἴσον τὸ εἰρημένον τῷ ‘οὐδὲν συντελεῖ πρὸς τὸ δεῖξαι ὅτι κατ’ οὐδενὸς ὧν τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος κατηγορεῖται, τὸ αὐτὴν ταύτην τὴν πρότασιν ἀντιστρέψαι᾿. ἴσως δὲ καὶ τῷ ‘οὐκ ἀνάγκη καὶ τὴν ἀντιστροφὴν δεικνύναι τὸν ἀνασκευάζοντα καθόλου, ὅτι τὸ καθόλου ἀποφατικὸν ἀντιστρέφει καὶ οὐ δεῖται δείξεως᾿.

ὅσῳ οὖν χαλεπώτερον τὸ πλείω δεῖξαι τοῦ ἓν καὶ τὸ ἓν καθόλου καταφατικὸν καὶ τοῦτο ἀντιστρέφον τοῦ τὸ ἐπὶ μέρους ἀποφατικὸν [*](1 lemma om. a ἀνασκευάζοντα ABDP(u): ἀνασκευάζοντι Arist. 2 ἀπόχρη—δεῖξαι a: om. ABDP μηδενὶ aB: μηδέ τινι AP: μή τινι D 3 δὲ D, superscr. P3: om. aAB αὐτὸ aDP2: αὐτῶ ABP1 3. 4 καὶ κατ’ scripsi: καὶ ABDP: κατ’ a 4 ἀντιστροφὴν aB: ἀντιστρέφειν ADP ante δεῖξαι add. ἱκανόν γὰρ D ἥτις ἐστὶ ἥτις ἐπὶ Β: ἢ τί ἐστι Α: ὅτι τὸ] τῶν D ὦν aAD: ἦν Β: ἣν Ρ 6 οὗ P 7 αὑτὸς scripsi: αὐτὰ aADP: οὐ τὰ Β μὴ om. Β ἀποφαντικῶς a ἀντιστρέφον scripsi: ἀντιστρέφειν libri 8 τὸ αὐτὸ aBP: τ αὑτὰ A: τὸ αὐτὰ D τὰ αὐτὰ AD: ταῦτα BP: ταυτὸ a τό τε om. Α 9 post κατηγορεῖται prius add. ὅτι D, ὁ τϊ et ex vs. 10, ubi om., τοὔνομα κατηγορεῖσθαι Α τὸ P: τῶν ABD: τὸν a οὗ A μὴ superscr. P 10 ἀντιστρέφειν Β 11 τῷ P ὁ om. AD τοὔνομα (τὸ ὅ. D) κατηγορεῖται AD: τὸ ὅτι καθ’ ὧν μὴ κατηγορεῖται ὁ λόγος (ὁ λόγος μὴ κατηγορεῖται P), τοὔνομα aBP 12 ἢ aBP: ἣν AD οὐκ addidi ἀντιστρέφην (sic) a τῷ scripsi: τοῦ llbri 13 καὶ ὁ—14 τοὔνομα κατηγορεῖται iterat D τὸ ὅτι—14 τοὔνομα κατηγορεῖται om. Β 14 μὴ D (sed in iteiatis delevit): μὲν Α: om. aP 15 τὸ προειρημένον Α: τὸ εἰρημένα (sic) a τῷ] τὸ a 16 τό Α: τῷ aBDP 17 ταύτην AD: om. aBP ἀντιστρέφειν AP τῷ (sell. έστιν ἴσον) scripsi: τὸ libri οὐκ om. D 17. 18 ἀνάγκη καὶ τὴν ἀντιστροφὴν ABDP: ἀναγκαῖον ἀντιστρέφειν a 18 δεικνύναι τὸν ἀνασκευάζοντα scripsi: δείκνυσι τὸ ἀνασκευάζειν libri 20 τὸ—τοῦ DP2: τοῦ—τὸ aABP1 21 καὶ καὶ τοῦτο scripsi: καὶ τὸ τούτω AD: τοῦτο Β: τοῦτό P: τοῦ τὸ a ἀντίστροφόν Β post ἀντιστρ. add. ἐστι BP, τουτέστι a: fort. ἔτι τοῦ τὸ scripsi: τοῦ AD: τὸ aBP ἀποφατικὸν aBP: ἀποφατικοῦ AD)

514
συναγαγεῖν ἢ καὶ τὸ καθόλου ἀποφατικόν, τοσούτῳ χαλεπώτερον ὅρον κατασκευάσαι ἢ ἀνασκευάσαι.

[*](p. 154b14)

Περὶ μὲν οὗν τοῦ ἰδίου φανερὸν ἐκ τῶν εἰρημένων.

Ἐπειδὴ ἐπὶ τὸ πολὺ ἐν συμπλοκῇ τὸ ἴδιον λέγεται εἶπε γὰρ ἐν τοῖς περὶ τοῦ ἰδίου λόγοις ὅτι δεῖ μετὰ τοῦ γένους τὴν ἀπόδοσιν τοῦ ἰδίου ποιεῖσθαι. ὡς ἐπὶ τὸ πολὺ δὲ εἶπεν, ἐπειδὴ ἀποδίδοταί ποτε καὶ διὰ τοῦ ἀνόματος μόνου, ὡς ὅταν λέγωμεν ἴδιον εἶναι τοῦ καλοῦ τὸ πρέπον καὶ εὐδαιμονίας τὸ ἀνενδεές. μάλιστα δὲ οὕτως ἀποδίδοται τὰ ἴδια ἐπὶ τῶν πρώτων γενῶν τῷ μὴ δύνασθαι μετὰ τοῦ γένους αὐτὰ συμπλέκεσθαι· οὕτως οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἷναι), εἰ τοίνυν καὶ τὸ ἴδιον ἐν συμπλοκῇ λέγεται, δεῖ καὶ πάντα ὑπάρχοντα τῷ προκειμένῳ δειχθῆναι καὶ καθόλου καὶ ὅτι ἀντιστρέφει· μόνον γὰρ τῷ ἰδίῳ ἐνδεῖ παρὰ τὸν ὅρον τὸ <τὸ> τί ἦν εἶναι σημαίνειν. πρὸς δὲ τὸ ἀνασκευάσαι ἴδιον αὔταρκες καὶ τὸ ἕν τι δεῖξαι τῶν ἐν τῇ ἀποδόσει τοῦ ἰδίου μὴ ὑπάρχον τῷ προκειμένῳ καὶ τὸ ἑνί τινι τῶν ὑπὸ τὸ προκείμενον μὴ ὑπάρχον τὸ ἴδιον τὸ ἀποδεδομένον· ἀλλὰ καὶ εἰ παντὶ μὲν ὑπάρχει, μὴ μόνῳ δέ, ἀνῄρηται.

Δείκνυσι δὲ καὶ ἐπὶ τοῦ γένους ὅτι τὸ ἀνασκευάζειν ῥᾷον ἢ κατα- σκευάζειν· κατασκευάζεται μὲν γὰρ τὸ γένος μοναχῶς, οἷον διὰ τοῦ καθόλου καταφατικοῦ, ἀνασκευάζεται δὲ διχῶς, διά τε γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ.

[*](p. 1541b33)

Ἐπὶ δὲ τοῦ συμβεβηκότος.

Ὅτι τὸ συμβεβηκὸς μὲν καθόλου ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάξειν, τὸ δὲ μερικὸν ἀνάπαλιν. ὁ μὲν γὰρ κατασκευάζων, ὅτι τόδε τὸ συμβεβηκὸς παντὶ ἀνθρώπῳ ὑπάρχει οὐκ ἔχει τοῦτο ῥᾷον ποιῆσαι· ἀδύνατον γὰρ ἀληθεῦσαι τὸ λευκὸν ἐπὶ πάντων ἀνθρώπων λεγόμενον· ὁ δὲ ἀνασκευάζων εὐχερῶς δείξει ὅτι τὸ λευκὸν ἑνὶ οὐχ ὑπάρχει, οἷον τῷ Σωκράτει, καὶ οὕτως ἀνατρέπεται τὸ καθόλου πρόβλημα. τὸ δ’ ἐπὶ μέρους, οἷον ὅτι [*](247) [*](1 καταφατικόν P τοσούτω D: τοσοῦτον aABP post, χαλεπώτερον add. οὖν BP 3 οὖν AD Arist.: om. aBP φανερὸν κτλ. 0111. a 4 ἐπειδὴ om. a ἐν συμπλοκῆ τὸ ἴδιον λέγεται ABDP: φησι τὸ ἴδιον ἐν συμπλοκὴ, τουτέστι μετὰ τοῦ γένους λέγεσθαι a εἶπε] V 3 p. 132a10 sq. 5 τῷ—λόγῳ aA τοῦ (post περὶ) om. aB μετὰ] μὲν Α τὸ γένος a, Ppr. (corr. P1) 6 et 8 ἀποδέδοται a (5. 7 διὰ τοῦ] δι’ BP 7 μόνου τοῦ ὀνόματος a 8 ἐνδεές Α τὸ ἴδιον BP 11 post πάντα add. τὰ D 12 μόνον scripsi: μόνῳ libri 13 περὶ τῶν ὅρων Β τό alterum addidi σημαῖνον Bcorr., P: σημαίνων Bpr. 14 μὴ om. P 15 ὑπάρχον D: ὑπάρχοντος Α: ὑπαρχόντων BP: ὑπάρχειν a 15. 16 ὑπάρχον scripsi: ὑπάρχειν libri 16 τὸ ἀποδεδομένον ἴδιον a πάντα Β 18 δὲ om. D; fort, ante δείκνυσι lemma p. 154b 23 περὶ δὲ τοῦ γένους κτλ. addendum ἡ] τοῦ a 20 γὰρ om. aP 23 ἔτι a 24 ὁ μὲν γὰρ—515,36 aN ὁ μὲν γὰρ κατασκ in ras. Ν1)

515
τὸ λευκὸν τινὶ ὑπάρχει, ῥᾷον κατασκευάσαι ἢ ἀνασκευάσαι· ἀρκεῖ γὰρ πρὸς κατασκευὴν τὸ δεῖξαι ὅτι τινὶ ὑπάρχει· ἀνασκευάσαι δὲ δυσχερὲς καὶ δεῖξαι μηδενὶ ὑπάρχειν τὸ λευκόν· ἀδύνατον γὰρ μηδένα ἄνθρωπον εἶναι λευκόν· τὴν γὰρ ‘τις᾿ ἡ ‘οὐδείς᾿ ἀναιρεῖ, ἐπεὶ ἡ ‘οὐ πᾶς᾿ ἔν τισι συναληθεύει.

[*](p. 155a3)

Φανερὸν δὲ καὶ διότι πάντων ῥᾷστον. ῥᾷστον.

Φανερὸν οὖν, φησίν, ὅτι τὸ ἀνασκευάσαι τὸν ὅρον εὐχερέστερόν ἐστιν ἁπάντων τῶν προβλημάτων, τῶν τε ἰδικῶν καὶ τῶν γενικῶν καὶ τῶν κατὰ συμβεβηκός. πολλῶν γὰρ εἰρημένων παρατηρημάτων ἐν τῷ ὅρῳ, οἷον τοὺ ἀντιστέφειν τὸν ὅρον τῷ ὁριστῷ, τοῦ οὐσιώδεις εἶναι τὰς διαφοράς, τοῦ μὴ ὁμωνύμους λαμβάνειν φωνὰς μηδὲ μεταφορικάς, πολλά εἰσι καὶ τὰ παραδεδπ,έμα ἐν αὐτοῖς πρὸς ἀνασκευήν. ἐκ γὰρ τῶν πλειόνων παρατηρημάτων ῥᾷον γίνεται καὶ ὁ συλλογισμὸς ἀνασκευαστικός· ἔνθα γὰρ πολλὰ παρατηρήματα, πολλὰ συμβαίνει γίνεσθαι καὶ τὰ ἁμαρτήματα· ἔνθα δὲ ὀλίγα, φανερὸν ὅτι καὶ τὰ ἁμαρτήματα ὀλίγα. ὁ γὰρ μακροτέραν βαδίζων ὁδόν, ἔτι δὲ καὶ ταχέως βαδίζειν πειρώμενος πλείονα προσπταίει ἤπερ ὁ βραχυτέραν καὶ σχολαιοτέραν· καὶ ἐν οἰκίᾳ δὲ πολλὰς εἰσόδους ἐχούσῃ νύκτωρ ῥᾳδίως εἰσέλθοι τις ἄν ἡ ἐν ἐχούσῃ μίαν.

[*](p. 155a7)

Ἔτι πρὸς μὲν τὸν ὅρον.

Ὁ ἐπιχειρῶν, φησίν, ἀνασκευάζειν ὅρον δύναται ἐπιχειρεῖν, ὅτι οὐκ ἔλαβεν ὁ προσδιαλεγόμενος τὸ προσεχὲς γένος ἐν τῷ ὅρῳ, καὶ ὅτι ἀλλότριόν ἐστι τὸ ληφθὲν γένος, ἢ ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, ἢ ὅτι ὁμωνύμους ἢ μεταφορικὰς ἔλαβε φωνάς, ἢ ἄλλα ὅσα παρεδόθησαν ἐν τοῖς ἀνασκευαστικοῖς τόποις· ἀνάγκη γὰρ πολλῶν παρατηρημάτων ὄντων ἁμαρτάνειν κατά τι ἢ καὶ κατὰ πλείονα τὸν συντιθέντα τὸν ὅρον. ὁ οὖν ἀνασκευάζων τὸν ὅρον ἐνδέχεται καὶ διὰ τῶν ἄλλων τόπων, δι’ ὧν ἀνασκευάζομεν τὰ ἰδικά, τὰ γενικὰ καὶ τὰ κατὰ συμβεβηκὸς προβλήματα, ἀνασκευάζειν αὐτόν. δι’ ὧν γὰρ τὸ ἴδιον δείκνυται μὴ ἀντιστρέφον πρὸς ὃ ἀποδίδοται, διὰ τούτων καὶ ὁ ὅρος ἀνατραπήσεται ὡς μὴ ἀντιστρέφων πρὸς τὸ ὁριστόν. πάλιν δι’ ὧν τὸ ἀποδοθὲν γένος δείκνυται ἀλλότριον ἢ μὴ προσεχὲς ἢ οὐκ οὐσιωδῶς λεγόμενον, διὰ τῶν αὐτῶν δειχθήσεται καὶ τὸ ληφθὲν ἐν τῷ ὅρῳ γένος ἢ μὴ ὑπάρχειν γένος ἢ μὴ ὑπάρχειν τῷ ὁριστῷ. πάλιν ἐπὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων ὥσπερ τυχὸν δείκνυται τὸ λευκὸν μὴ ὑπάρχειν τῷ Σωκράτει, οὕτως, εἰ ἀποδοίη τις ὅρον τοῦ ἀνθρώπου τὸ ‘οὐσία ἔμψυχος ἄλογος’ ἢ ‘θάλαττα ὑγρὸν ποτόν᾿, ἀνῃρημένου τινὸς μέρους τῶν ἐν τῷ ὅλῳ ὅρῳ καὶ ὅλος ἀναιρεθήσεται.

[*](8 καὶ prius om. N 18 imino ῥᾷον 25 ἁμαρτάνειν scripsi: λανθάνειν aN καὶ om. a 31 post δείκνυται repetit τυχὸν N 35 an <τῆς> θαλάττης <τὸ>? ὅρος Ν)
516

Δι’ ὧν μὲν οὖν ἀνασκευάζεται τἆλλα, καὶ ὁ ὅρος ἀνασκευασθήσεται. οὐ μὴν δι’ ὧν ὁ ὅρος, καὶ τὰ ἄλλα· οὐ γὰρ πάντα τὰ τοῦ ὅρου χρήσιμα πρὸς κατασκευὴν τῶν ἄλλων. οὐδὲ γάρ, εἰ δειχθείη ἐν τῷ ὅρῳ τὸ γελαστικὸν μὴ οὐσιωδῶς ὂν τῷ ἀνθρώπῳ, ἤδη ἀνῄρηται καὶ μὴ ἴδιον ὂν τοῦ ἀνθρώπου· οὐδέ, εἰ τὸ μὴ προσεχὲς γένος μὴ καλῶς ἀποδεδομένον, ἤδη ἀνῄρηται καὶ μὴ γένος ὄν· ὁμοίως οὐδέ, εἰ τὸ λευκὸν <οὐκ> λέγεται κατὰ τοῦ ἀνθρώπου, ἤδη ἀνῄρηται καὶ μὴ συμβεβηκὸς εἶναι. ἀλλ’ οὐδὲ πάλιν δι’ ὧν κατασκευάζεται ἡ ἀνασκευάζεται τόπων τὰ ἄλλα, ἤγουν τὰ γενικὰ καὶ τὰ ἰδικὰ προβλήματα, διὰ <τῶν> αὐτῶν καὶ πρὸς τὰ πάντα, τὰ κατὰ συμβεβηκὸς δηλονότι, ἐπιχειρήσομεν, ἀλλὰ μᾶλλον διὰ τῶν πρὸς τὸ συμβεβηκὸς καὶ πρὸς τὰ ἄλλα.

[*](p. 155a11)

όνα γὰρ τὰ πρὸς τὸ συμβεβηκὸς κοινὰ πάντων τῶν εἰρημένων ἐστιν.

Ἤγουν οὐ μόνου τοῦ συμβεβηκότος ἐστὶν ἀναιρετικὰ ἀλλὰ καὶ τῶν ἄλλων· καὶ γὰρ τὸ ἐπὶ τοῦ κτὰ συμβεβηκὸς ζητούμενον, εἰ ὑπάρχει μόνον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ζητεῖται, εἰ τὸ ἴδιον καὶ τὸ γένος καὶ ὁ ὅρος ὑπάρχει τῷ πράγματι. εἰ δὲ μὴ ἀντιστρέφει τὸ ὡς γένος ἀποδοθὲν πρὸς τὸ πρᾶγμα, οὐκ ἀνῄρηται ἤδη ὡς μὴ ὂν γένος· καὶ τὸ· ἴδιον εἰ μὴ ὡς γένος, ἤγουν οὐσιωδῶς, ἀποδέδοται <οὐκ> ἤδη καὶ μὴ εἶναι ἴδιον ὁμοίως καὶ ἐπὶ τῶν πρὸς τὸ συμβεβηκός· οὐ γάρ. <εἰ> μὴ ὡς γένος, ἤγουν οὐσιωδῶς, ὑπάρχει τῷ πράγματι, ἢ εἰ οὐκ ἀντιστρέφει ὡς ἴδιον, δείκνυται καὶ μὴ συμβεβηκὸς ὄν.

[*](p.155a22)

αὶ τοῦτο καλῶς δεῖ πεποιηκέναι.

Δεῖ δέ, φησίν, καὶ τοῦτο, ἤγουν τὸ συλλογίζεσθαι κὶ δεικνύειν ὅτι ὁ ὅρος | τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ, καλῶς ποιεῖν, εἰ μὴ ἀσαφὲς μηδὲ [*](248) περιττόν τι ἔχει ὁ λόγος, πρὸς ἃ πλείους ἡμῖν παραδέδωκε τόπους. διά τε τοῦτο οὖν καὶ τὰ εἰρημένα πάντα χαλεπώτατον κατασκευάζειν τὸν ὅρον.

[*](1—11 aN: πρὸς δὲ τὰ ἄλλα οὔτε τὰ ἐκ τῶν ὅρων: οὔτε γὰρ δι’ καὶ τὰ ἄλλα ἀναιρεῖται· οὐ (οὐ οm. A) γὰρ εἴ τι μὴ (μὴ om. A) τὸ τί ἣν εἶναι μὴ add. A) σημαίνει σημαῖνον BP), κεκώλυται (BP: καὶ κωλύεται AD) ἐκεῖνο γένος ἡ ἡ om. Β) ἴδιον ἢ συμβεβηκός εἶναι· οὐδὲ ὃ μὴ ἴδιόν ἐστι, διὰ τοῦτο οὐδὲ γένος· οὐδ’ ὃ οὐδ’ ὃ P; οὐδὲ εἰ AD: οὐδὲ B) μὴ γένος, ἤδη οὐ οὐ P: οὐδὲ Β: om. AD) συμβεβηκός ABDP 6 οὐκ addidi cf. vs. 21; si candor Itominis naluram non constiluil Muretus διὰ τῶν αὐτῶν scripsi: δι’ αὐτῶν aN cf. p. 515,31 13 ἐστίν aD Arist.: εἰσί ABP 14—22 aN: τουτέστι μόνα τὰ (μόνου, om. τὰ, A) τοῦ συμβεβηκότος ἐστὶν add. Α) καὶ τῶν ἄλλων ἐστὶν (εἰσὶν Β) ἀναιρετικά· τῷ τῷ scripsi: τὸ libri) γὰρ μὴ ὑπάρχειν ἀναιρεῖται ABDP 15 τὸ om. N 19 οὐκ addidi 20 οὐ γὰρ εἰ scripsi: εἰ γὰρ aN 23 πεπτηκέναι a 24.25 δεῖ—ποιεῖν aN: τουτέστιν ABDP 25 post ποιεῖν excidisse suspiceris ἤγουν σκοπεῖν, sed cf. p. 525,6. 7 ἀσαφὲς Urb. 52: ἀσαφῶς ADP: ἀσαφὴς a: σαφὴς Β 26 παραδέδωκε] VI 2. 3 27 διά τε—p. 517,21 aN πάντων conicio)
517

Τῶν δ’ ἄλλων προβλημάτων, ἤγουν τῶν γενικῶν καὶ τῶν πρὸς τὸ συμβεβηκός, μᾶλλον χαλεπώτερον πρὸς κατασκευὴν τὸ ἴδιον, εὐκολώτερον μέντοι παρὰ τὸν ὅρον. ἀνασκευάζειν δὲ τὸ ἴδιον ῥᾷόν ἐστιν ἢ τὰ ἄλλα διὰ τὸ ἐκ πολλῶν εἶναι, ἤτοι συμπλοκῆς ὡς ἐπὶ τὸ πολὺ ἀποδίδοσθαι, οἷον ὅτι ζῷον γελαστικόν, ὃ καὶ κυρίως ἴδιόν ἐστιν ὡς μετὰ συμπλοκῆς ἀποδιδόμενον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἶπεν, ὅτι ποτὲ καὶ δι’ ὀνόματος μόνου ἀποδίδοται, οἷον ἴδιον ἀνθρώπου ἐστὶ τὸ γελαστικόν. χαλεπὸν οὖν κατασκευάσαι τὸ μετὰ συμπλοκῆς, ὅτι πολλὰ δεῖ συμβιβάσαι καὶ συλλογίσασθαι, πρῶτον μὲν ὅτι τὸ προσεχὲς ἐλήφθη γένος, καὶ πρὸς τούτῳ ὅτι μόνῳ ὑπάρχει τῷ ἀνθρώπῳ τὸ ζῷον γελαστικὸν καὶ ὅτι ἀντιστρέφει.

Εὐχερέστερον δὲ πάντων τῶν προβλημάτων εἰς τὸ κατασκευάζεσθαι τὸ συμβεβηκός· ἀρκεῖ γὰρ πρὸς κατασκευὴν τὸ δεῖξαι μόνον ὅτι τὸ λευκὸν ὑπάρχει τῷ Σωκράτει, ὃ μόνον ἐν τοῖς ἄλλοις οὐκ αὔταρκές ἐστιν. χαλεπώτατον δέ, φησίν, ἐστὶ καὶ τὸ συμβεβηκὸς πρὸς ἀνασκευήν, ὅτι ἀφ’ ἑνὸς τόπου ὁρμώμεθα δεικνύειν τὸ μὴ ὑπάρχειν τῷ πράγματι τὸ συμβεβηκός· οὐ γὰρ πρὸς τῷ ζητεῖν, εἰ μὴ ὑπάρχει ᾖ ὑπάρχει τὸ συμβεβηκὸς τῷ πράγματι, ἔτι δεῖ ζητεῖν καὶ εἰ ὡς γένος ὑπάρχει ἢ ὡς ἴδιον. διὰ τοῦτο τῶν ἄλλων προβλημάτων διχῶς ἀναιρουμένων καὶ διὰ τοῦτο ῥᾳδίας οὔσης τῆς αὐτῶν ἀναιρέσεως, τὰ πρὸς τὸ συμβεβηκὸς προβλήματα μοναχῶς ἀναιρούμενα τῶν ἄλλων χαλεπώτατά εἰσι πρὸς ἀναίρεσιν.

[*](2 χαλεπώτερον scripsi cf. p. 248, 6 χαλεπώτατον aN 10 γελαστικὸν ζῶον N 12 fort. εὐχερέστατον cf. vs. 15 et Arist., sed cf. etiarn p. 515,7 16 ὑπάρχειν scripsi: ὑπάρχον aN 17 τῷ Ν: τὸ a ἡ ὑπάρχει in mrg. N1 21 noli conicere χαλεπώτερά, nam cf. p. 127,26 τέλος τοῦ ἑβδόμου βιβλίου τῆς ἀλεξάνδρου ἀφροδισιέως ἐξηγήσεως εἰς τὸ ἕβδομον τῶν τόπων ἀριστοτέλους subscr. D: τέλος τοῦ ἑβδόμου subscr. a)
518

[Ὥσπερ ἐν τῷ πρώτῳ προτεχνολογεῖταί τινα χρήσιμα κατὰ τὴν πραγματείαν, οὕτως καὶ ἐν τῷ ὀγδόῳ ἐπιτεχνολογεῖταί τινα. πρόκειται τοίνυν αὐτῷ περὶ τριῶν εἰπεῖν κεφαλαίων. πρῶτον μὲν περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, πότε ὀρθὴ ἑκατέρα καὶ πότε ἡμαρτημένη. παράκειται δὲ τῷ μὲν περὶ ἐρωτήσεως τά τε πρὸς κρύψιν λαμβανόμενα καὶ ὅλως δι’ ὧν ἄν ὁ ἐρωτῶν ἐπάγοιτο τὸν ἀποκρινόμενον τὴν καθόλου πρότασιν αὐτῷ τιθέναι, ἐπειδὴ ἄνευ ταύτης ἀδύνατόν ἐστι συλλογίσασθαι· τῷ δὲ περὶ ἀποκρίσεως λόγῳ παράκειται ὅ τε περὶ διαιρέσεως λόγος τῶν προτάσεων καὶ περὶ τῆς τῶν σημαινομένων ἀμφιβολίας καὶ ὅλως ὁ περὶ ἐνστάσεως· διὸ καὶ περὶ τούτων λέγει. ἐπεὶ δὲ τῶν προβλημάτων ὅσα εὐχερές ἐστι φυλάξαι, ταῦτα δυσχερές ἐστι τὸν θέμενον ἐλέγξαι, ἔστι δὲ τοῦ μὲν ἀποκρινομένου τὸ ἣν ἔθετο θέσιν φυλάξαι, τοῦ δὲ ἐρωτῶντος τὸ τὴν θέσιν ἐλέγχειν, κοινὸς ἄν εἴη τῷ ἐρωτῶντι καὶ ἀποκρινομένῳ ὁ περὶ τούτων λόγος · διόπερ καὶ περὶ τούτων λέγει, ὕστερον μὲν τῆς ἐρωτήσεως,. πρότερον δὲ τῆς ἀποκρίσεως. τὸ δὴ πρῶτον κεφάλαιον τοῦτο. τὸ δὲ δεύτερον ποσαχῶς ἐστι λόγος ψεκτὸς καὶ ἐπαινετός, ὅτι τριχῶς, ἢ καθ’ αὑτὸν ἢ ὡς πρὸς τὸ πρόβλημα ἢ παρὰ τὸν ἕτερον τῶν διαλεγομένων· ἐνδέχεται γὰρ καὶ τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ψεκτὸν ἡ ἐπαισχόλια [*](1 εἰς τὸ ὄγδοον βιβλίον τῶν τόπων inscr. ΑΡ: σχόλια εἰς τὸ ὄγδοον τῶν τόπων ἀριστοτέλους BD: ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ H ΤΩΝ ΤΟΠΙΚΩΝ ΑΡΙΣΤΟΤΟΕ- 1 σχόλι στ ΛΟΥΣ, ΥΠΟΜΝΗΜΑ a —p. 520, 8 aPZ 5 μὲν a: om. PZ 7 post περὶ add. τῆς aP παραλαμβανόμενα a: πάρα superscr. Ρ2 8 ἐπάγοιτο aP2: ἐπάγοι P1Z 9 ἐπείπερ aP2 περ in ras.) ἐστι aP: om. Z 10 ὅ τε περὶ Z: ὁ περί τε aP τῶν Z: om. aP 11 περὶ τῆς τῶν Z: om. aP ἀμφιβόλων aP (ων in ras.) διὸ aP: διόπερ Z 12 ἐπὶ Z 14 τό alterum Z: om. aP 15 post ἄν add. οὖν Z 16 καὶ a, superscr. P: om. Z λέγει post ἀποκρίσεως transposuerunt aP 16 et 17 ante τῆς add. περὶ Z 18 ὅτι τριχῶς aP: om. Z 19 αὑτὸ Ppr. πρὸς] εἰς in ras. P2 τῶν διαλεγομένων τὸν ἕτερον aP 20 αὑτὸ Z)

519
νετὸν εἶναι, καὶ τούτων ὁποτερονοῦν ὄντα καθ’ αὑτὸν πρὸς τὸ πρόβλημα τὰ ἐναντία εἶναι· ποτὲ δὲ ποτὲ δὲ καὶ δυνάμενος καλῶς ἐρωτηθῆναι θατέρου τῶν διαλεγομένων μοχθηρίαν ψεκτὸς ἂν γένοιτο. τοῦτο δὲ τὸ δεύτερον κεφάλαιον. τρίτον δὲ πῶς ἂν Υυμνασθείημεν πρὶν εἰς τὴν διάλεξιν ἐλθεῖν, καὶ τίς ἡ προκατασκευή.]

[ἄλλως.] Ἐν τῷ πρώτῳ τὴν διαίρεσιν ποιησάμενος τῶν διαλεκτικῶν [*](249) προβλημάτων καὶ δείξας ὅτι τέσσαρά ἐστιν, παραδοὺς δὲ καὶ τοῖς μετ’ ἐκεῖνο βιβλίοις καὶ τοὺς πρὸς ἕκαστον γένος τῶν προβλημάτων τόπους, δι’ ὧν οἷοί τε ἐσόμεθα εὐπορεῖν ἐπιχειρημάτων πρός τε τὰς ἀνασκευὰς τῶν προβλημάτων καὶ πρὸς τὰς κατασκευάς, ἐν τούτῳ ὄντι τελευταίῳ τῆς πραγματείας περὶ τῆς χρήσεως αὐτῶν ποιεῖται τὸν λόγον· οὐ γὰρ αὐτάρκης ἡ τῶν τόπων εὕρεσις τῷ διαλεκτικῷ πρὸς τὸ συλλογίζεσθαι δι’ αὐτῶν τὸ προκείμενον, ἀλλὰ δεῖ αὐτῷ καὶ ποιᾶς τάξεως αὐτῶν καὶ χρήσεως. αἴτιον δὲ τούτου, ὅτι τῷ διαλεκτικῷ πρὸς ἄλλον ὁ λόγος, καὶ ἐξ ἐρωτήσεως λαμβάνει τὰς προτάσεις δι’ ὧν τὸ προκείμενον συλλογίζεται. διὰ τοῦτο γὰρ καὶ ἡ διαλεκτικὴ πρότασις ὡρίσθη ἐρώτησις ἀντιφάσεως εἶναι. δεῖ δὲ αὐτῷ καὶ ποιᾶς τάξεως τῶν ἐρωτωμένων· οὐ γὰρ τὰς αὐτὰς ἀποκρίσεις ἀποκρίνονται περὶ τῶν αὐτῶν οἱ ὁπωσοῦν ἐρωτώμενοι, ἀλλὰ πολλάκις ἃ οὐκ ἂν συγχωρήσειαν ἁπλῶς ἐρωτηθέντες, ταῦτα διδόασι διὰ τὸν τρόπον τῆς ἐρωτήσεως. δεῖ οὖν καὶ περὶ τὸ ἐρωτᾶν ἐμπειρίαν τινὰ καὶ τέχνην ἔχειν τὸν διαλεκτικόν, ὡς διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως δύνασθαι λαμβάνειν τὰ πρὸς τὸν προκείμενον αὐτῷ συλλογισμὸν χρήσιμα. καὶ ἔστι κατὰ τοῦτο ὁμοιότης τῇ τε ῥητορικῇ καὶ τῇ διαλεκτικῇ· ὡς γὰρ τῷ ῥήτορι καὶ αὐτῷ πρὸς ἄλλον ποιουμένῳ τοὺς λόγους (ἢ γὰρ πρὸς δῆμον ἢ πρὸς θεωρὸν ἢ πρὸς δικαστήν) δεῖ μετὰ τὴν εὕρεσιν τῶν ῥηθησομένων οἰκονομίας τε τούτων, ἥτις ἐστὶ τάξις τῶν εὑρημένων, καὶ ποιᾶς ἑρμηνείας τε καὶ φράσεως, οὕτως καὶ τῷ διαλεκτικῷ μετὰ τὴν τῶν τόπων ἀφ’ ὧν αἱ δείξεις τῶν προκειμένων εὕρεσιν δεῖ τῆς τῶν εὑρημένων ποιᾶς τάξεως καὶ παρασκευῆς πρὸς τὴν ἐρώτησιν, καὶ ἐπὶ τούτοις αὐτῆς τῆς ἐρωτήσεως, ἥτις ἐστὶν ἀνάλογος τῇ τοῦ ῥήτορος φράσει. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τοὐ διαλεκτικοῦ τὸ ἐρωτᾶν ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι, ὡς εἶπε καὶ αὐτὸς ἀρχόμενος τῆς πραγματείας (εἶπε γὰρ “καὶ αὐτοὶ λόγον ὑπέχοντες [*](1 εἶναι post ψεκτὸν collocat a αὑτὸ Z 2 δυνάμενος a: δυνάμενον PZ post παρὰ add. δὲ Z 3 τῶν superscr. Ρ2 μοχθηρίαν τῶν προσδιαλεγομένων Z 4 κεφάλαιον δεύτερον Z πρὶν εἰς τὴν διάλεξιν Z: πρὶν εἰς λόγους a et, ut vidctur, corr. nescio unde P 7 παραδοὺς scripsi cf. Ind.: ἀποδοὺς libri an κἀν τοῖς? 8 post ἐκεῖνο ras. P πρός aP: ἐις Ζ 10 πρὸς οm. Z τούτου ὅτι aP2: τὸ Ρ1 Ζ τὸν διαλεκτικὸν Z ἄλλον λόγον Z 15 λαμβάνειν Z 1(3 ὡρίσθη] An. pr. Ι 1 p. 24 a ’) 18 περὶ τῶν αὐτῶν ἀποκρίνονται P 19 συγχωρήσειαν scripsi: συγχωρήσειεν libri ἐρωτηθέντες] ἐς in ras. Ρ1 21 ὡς a et in ras. P: ἢ Z 22 αὐτοῖς χρήσιμα συλλογισμὸν Z 25 ante δῆμον add. τὸν Z θεωρὸν scripsi (cf. Rhet. 13 p. 1358b2): θέατρον aP et add. τὸ Z: θηωρὸν siiperscr. P2 ante δικ. add. τὸν Z 27 οὕτως Z: om. aP 28 αἱ δείξεις τῶν προκειμένων aP: ἔδειξε τὸ προκείμενον Z δεῖται P 31 τῆς διαλεκτικῆς P 32 εἶπε] p. 100a20 post γὰρ add. ἶνα Z)

520
μηδὲν ἐροῦμεν ὑπεναντίον”), διὰ τοῦτο οὐ περὶ ἐρωτήσεως μόνης ἀλλὰ καὶ περὶ ἀποκρίσεως ποιήσεται τὸν λόγον. ὥσπερ γὰρ τοῦ ἐρωτῶντός ἐστι τὸ καλῶς ἐρωτᾶν (τοῦτο δέ ἐστι πρὸς τὸ λαβεῖν χρησίμως ὃ βούλεται), οὕτως καὶ τοῦ ἀποκρινομένου τὸ καλῶς ἀποκρίνεσθαι, ὅπερ ἐστὶν ἐν τῷ μηδὲν ὑπεναντίον διδόναι οἷς ἔθετο τὴν ἀρχήν. διὰ τοῦτο δὲ καὶ ἀξιοῦσί τινες ἐπιγράφειν τὸ βιβλίον τοῦτο Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, ἄλλοι δὲ Περὶ τάξεως καὶ ἀποκρίσεως, ἐπεὶ καὶ αὐτὸς περὶ τούτων εἰπεῖν ἐρχόμενος προτίθεται.

[ἄλλως. ἑτέρου. Διδάξας ἐν ἀρχαῖς τῆς παρούσης πραγματείας ὅτι τέσσαρα γένη προβλημάτων εἰσί, τά τε κατὰ συμβεβηκός, τὰ γενικά, τὰ ἰδικὰ καὶ τὰ ὁρικά, καὶ ἐφεξῆς ἑκάστου τοὺς οἰκείους παραδοὺς τόπους τούς τε ἀνασκευαστικοὺς καὶ τοὺς κατασκευαστικούς, ὕστερον δὲ καὶ περὶ τοῦ ταὐτοῦ μικρόν τι διαλεχθεὶς ὡς πρὸς τὰ ὁρικὰ προβλήματα χρησιμεύοντος, παραδοὺς οὖν ἐν τούτοις πᾶσι, πόθεν ὀφείλομεν λαμβάνειν τὰ ἐπιχειρήματα τοὺ κατασκευάζειν ἢ ἀνασκευάζειν ἕκαστον αὐτῶν, νῦν προτίθεται διδάξαι καὶ περὶ τῆς τάξεως αὐτῶν, ὡς ἄν μὴ ἀτάκτως καὶ ὡς ἔτυχεν αὐτὰ προφέρωμεν (ἀρίστη γὰρ οἰκονομία τὸ εἰδέναι τίνα πρῶτον δεῖ προφέρειν, τίνα δ’ ὕστερον) καὶ μὴ ὥσπερ οἱ ῥήτορες· ἐκεῖνοι γὰρ οὐχ ὡς ἔχουσι φύσεως καὶ τάξεως τὰ κεφάλια τιθέασιν, ἀλλ’ ὡς ὁ καιρὸς ἀπαιτεῖ. διδάσκει οὗν ποῖα τῶν ἄλλων ὀφείλομεν προτάττειν, τὰ ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων τῶν ἀπὸ τῶν ἐναντίων ἢ ταῦτα ἐκείνων, εἴ γε πολλῶν τοιούτων εὐποροῦμεν, ἀλλὰ δὴ καὶ περὶ τοῦ πῶς δεῖ ἐρωτᾶν, ἥτοι κατὰ ἀντίφασιν· τοῦτο γὰρ ἡ διαλεκτικὴ μέθοδος ἀπαιτεῖ.]

[*](p. 155b3)

Δεῖ δὲ πρῶτον μὲν ἐρωτᾶν μέλλοντα.

Δεῖ, φησί, τὸν μέλλοντα ἐρωτᾶν διαλεκτικῶς πρῶτον μὲν ἐφευρίσκειν καθ’ ἑαυτὸν σκοποῦντα τὸν τόπον ὅθεν ὀφείλει ἐπιχειρεῖν καὶ διαλέγεσθαι, αὐτὴν διαλεκτικῶς, τουτέστιν ἀντιφατικῶς, οἷον ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ, καὶ σὺν τούτῳ τάξαι καθ’ ἑαυτὸν τὰ καθ’ ἕκαστον τῶν εὑρεθέντων ἐπιχειρημάτων, ποῖον δεῖ πρῶτον ἐπενεγκεῖν | καὶ ποῖον μετὰ [*](250) ταῦτα καὶ ἐφεξῆς, καὶ τρίτον προενεγκεῖν τὴν ἐρώτησιν.

[*](p. 155b7)

Μέχρι μὲν οὖν τοῦ εὑρεῖν τὸν τόπον.

Ἀπὸ τῶν αὐτῶν μέν, φησί, τόπων ἀφ’ ὧν ἐπιχειρεῖ ὁ διαλεκτικὸς κατασκευάζειν ἢ ἀνασκευάζειν, ἀπὸ τῶν αὐτῶν ἐπιχειρεῖ καὶ ὁ ἀποδεικτικός· καὶ μέχρι τοῦ εὐπορῆσαι τῶν τοιούτων ἐπιχειρημάτων καὶ ἀμφο- [*](3 πρὸς P: om. aZ 4 ὥσπερ Z 5 οἶς—7 Περὶ, quae initio paginae perierant, in mrg. Ρ3 9—p. 521,24 aN 9 ἄλλως. ἑτέρου a: om. N 12 ante τοὺς add. τε N 17 προςφέρωμεν a 22 δὴ corr. ex δεῖ N 27 προτείνῃ N 30 εύρηθέντων a 34 ἢ N: καὶ a)

521
τέροις ἡ αὐτὴ σκέψις. ἴδιον δὲ τοῦ διαλεκτικοῦ τὸ τοὺς εὑρεθέντας τόπους τάττειν καθ’ ἑαυτὸν καὶ ποιεῖν ὡς προείπομεν· ποιεῖ δὲ ταῦτα ὁ διαλεκτικὸς εἰκότως, διότι πρὸς ἕτερον προτείνει τὰ εὑρεθέντα. ὁ δὲ ἀποδεικτικὸς καθ’ ἑαυτὸν ζητῶν τὸ ἀληθὲς οὐ φροντίζει, ἄν ἀληθῆ καὶ γνώριμον λάβῃ πρότασιν· οὐ γὰρ ἔχει ἀνάγκην ὁμολογηθῆναι ταύτην παρὰ τοῦ ἀποκρινομένου· οὐ γὰρ ἐρωτᾷ, ἀλλὰ λαμβάνει καθ’ ἑαυτόν. ποιεῖ δὲ ταῦτα ὁ ἀποδεικτικὸς διὰ τὸ σύνεγγυς εἶναι τὰς ληφθείσας προτάσεις τῷ ἐξ ἀρχῆς τεθέντι προβλήματι, καὶ ὅτι εὐθὺς ἐκ τῶν σύνεγγυς προτάσεων προορᾷ τὸ συμβησόμενον συμπέρασμα. λαμβάνει γὰρ φέρε εἰπεῖν ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ἥτις πρότασις ἀληθής ἐστι καὶ γνώριμος καὶ προσεχῶς συνακτικὴ τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος· κἄν γὰρ ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ οὐ συγχωρήσῃ ταύτην διὰ τὸ συνορᾶν τὸ ἐκ τούτου συμπέρασμα, ἀλλ’ οὖν ἐκεῖνος λαμβάνει ταύτην. καὶ διὰ τοῦτο μάλιστα σπουδάζει, καθόσον πέφυκε γνωριμώτατα καὶ ἐγγύτατα εἶναι τοῦ συμπεράσματος καὶ πρῶτα καὶ ἄμεσα, τὰ λαμβανόμενα ἀξιώματα, ἤγουν τὰς προτάσεις· ἐκ γὰρ τούτων γίνονται οἱ ἀποδεικτικοὶ συλλογισμοί. ὁ δὲ διαλεκτικὸς οὐ λαμβάνει ταῦτα οὕτως οὐδὲ γὰρ συγχωρήσειεν ἄν ταῦτα ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ διὰ τὸ προορᾶν ἐκ τῶν σύνεγγυς τὸ συμβησόμενον), ἀλλὰ φροντίζει ὅπως ἂν λάθῃ τὸν προσδιαλεγόμενον, ὥστε ὁμολογῆσαι ὃ βούλεται. οἷον ἐρωτᾷ ‘ἕτερόν ἐστι τὸ κινοῦν τὴν ψυχήν, ἢ αὐτὴ ἑαυτὴν κινεῖ;’· τοῦ δὲ ὁμολογήσαντος ὅτι ἑαυτὴν κινεῖ, ἐπάγει ‘πᾶν δὲ τὸ κινοῦν αὐτὸ ἑαυτὸ αὐτοκίνητόν ἐστι· τοῦτο δὲ ἀθάνατον· καὶ ἡ ψυχὴ ἄρα ἀθάνατος᾿. ἔλαβεν οὖν τὴν πόρρω, ἵνα λάθῃ τὸν ἀποκρινόμενον καὶ ὁμολογήσῃ ἐκ ταύτης τὴν προσεχῆ καὶ οὕτως συνάξῃ τὸ συμπέρασμα.

[*](p. 155b19)

Ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας.

Διελεῖν δὲ δεῖ, φησί, τὰς προτάσεις, ὅσας ὀφείλομεν λαμβάνειν παρὰ τὰς ἀναγκαίας. ἀναγκαίας δὲ λέγει ταύτας, οὐχ ὅτι ἀναγκαίας εἰσὶν ὕλης, ἀλλ’ ὅτι ἐκ τούτων δύο οὐσῶν τὸ ἐλάχιστον ἀναγκαίως συνάγεται τὸ συμπέρασμα. ἀλλ ’ οἱ διαλεκτικοὶ καὶ πλείονας τῶν δύο λαμβάνουσιν· αὗται δὲ αἱ πλείονές εἰσι τέσσαρες, τουτέστι κατὰ τέσσαρας τρόπους λαμβάνονται. ἢ γάρ, φησί, χάριν ἐπαγωγῆς· χρῶνται γὰρ τῇ ἐπαγωγῇ, ἵνα λάβωσιν ἐκ τοῦ μερικοῦ τὸ καθόλου, καὶ οὕτως ἐπάγουσι τὴν προσεχῆ. ἢ δι’ ὄγκον λόγου, λόγου, ἵνα δόξῃ τοῖς ἀκροαταῖς σοφός, παρενείρει τῷ λόγῳ περιττὰς προτάσεις καὶ εὐμήκη τοῦτον ποιεῖ· οἷον ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν; τί δαί; τὸ [*](1 εὑρηθέντας a 5 ἀνάγκη a 14 γνωριμώτατα scripsi: γνωρίματα aN 25—p. 522,19 aN: αἱ δὲ (αἱ μὲν οὖν D) παρὰ ταύτας λαμβανόμεναι εἰσιν:— ὅτι αἱ παρὰ (περὶ Α) τὰς ἀναγκαίας προτάσεις τέσσαρές εἰσι, τουτέστι ἤγουν Α) κατὰ τέσσαρας τρόπους λαμβάνονται superscr. Β). ἢ γὰρ ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου, ἢ εἰς ὄγκον τοῦ λόγου, ἢ πρὸς εἰς Α) κρύψιν τοῦ συμπεράσματος, ἢ πρὸς εἰς AD) τὸ σαφέστερον εἶναι τὸν λόγον ΑΒDP 28 ἐλάχιστον scripsi cf. p. 8,16: ἔλαττον aN 29 συνάγηται a 32 τὸ a: τοῦ N)

522
φύσει καὶ τὸ φύσις ταὐτόν ἐστιν ἢ ἕτερον; τί δαί; τὸ κατὰ φύσιν οὐχ αἱρετόν ἐστιν; τὸ δὲ αἱρετὸν οὐκ ἀγαθόν; ἡ ἡδονὴ ἄρα ἀγαθόν᾿. αὗται αἱ ληφθεῖσαι προτάσεις περιτταί εἰσι καὶ οὐ χρήσιμοι πρὸς τὸ συμπέρασμα, ἐλήφθησαν δὲ χάριν τοῦ εὐμεγέθη ποιῆσαι τὸν λόγον. ἢ πρὸς κρύψιν τοῦ συμπεράσματος, ὅταν λαμβάνῃ καὶ τοὺ προσυλλογισμοὺς τῶν ἀναγκαίων προτάσεων· ἀναγκαῖαι <δ’ αἱ> προτάσεις εἰσὶν συνακτικαὶ τοῦ συμπεράσματος. [καὶ] οἷον ἔστω συμπέρασμα ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἀντικείμενα· ἀναγκαῖαι οὖν προτάσεις ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία· τὰ ἐναντία ἀντικείμενα· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἄρα ἀντικείμενα. ὁ δὲ διαλεκτικὸς βουλόμενος λαθεῖν τὸν προσδιαλεγόμενον, ἴσως διὰ τὸ μὴ τὴν ἐλάττονα πρότασιν συγχωρεῖν, προσυλλογίζεται ταύτην οὕτως· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες φθαρτικὰ ἀλλήλων· τὰ ἀλλήλων φθαρτικὰ ἅμα εἶναι ἀδύνατον· ταῦτα δὲ ἐναντία εἰσί· τὰ φθαρτικὰ ἄρα ἐναντία ἀλλήλων εἰσίν. ἢ πρὸς τὸ σαφέστερον ποιῆσαι τὸν λόγον· τίθεται γὰρ παρ’ αὐτῶν πολλάκις πρότασις οὐδὲν πλέον παρὰ τὴν ἄλλην δηλοῦσα ἀλλ’ ἢ μόνον ταύτην σαφηνίζουσα. παρὰ δὲ ταύτας ἀδύνατον, φησί, λαβεῖν ἑτέραν πρότασιν | περιττήν, ἀλλ’ ἢ διὰ τούτων, [*](251) ἤγουν δι’ ἑνὸς τῶν ῥηθέντων τεσσάρων τρόπων, αὔξειν ἅμα τὸν λόγον καὶ ἐρωτᾶν διαλεκτικῶς· ἄλλοθεν γὰρ ἀδύνατον λαβεῖν προτάσεις περιττάς.

[*](p. 155b24)

Παρὰ δὲ ταύτας οὐδεμίαν.

Προσυπακουστέον τὰς ἀναγκαίας· πρόδηλον γὰρ ὅτι πρώτας ἐκείνας δεῖ λαμβάνειν.

[*](p. 155b25)

Ἀλλὰ διὰ τούτων αὔξειν καὶ ἐρωτηματίζειν πειρατέον.

Τουτέστιν ‘ἀλλὰ ταύτας μόνας δεῖ ἔξωθεν προστιθέναι᾿· τὸ γὰρ αὔξειν τῆς προσθήκης τῶν παρὰ τὰς ἀναγκαίας ἐστὶ δηλωτικόν.

[*](p. 155b26)

Εἰσὶ δὲ αἱ πρὸς κρύψιν ἀγῶνος χάριν.

Αἱ εἰς κρύψιν καὶ ἀγωνιστικώτεραί εἰσ’.· κακοῦργον γὰρ ἐν τῷ λόγῳ [*](1 δαί Ν: δὲ a 6 ἀναγκαίων scripsi: ἐναντίων aN δ’ αἱ addidi 7 οἷον, quod ante 6 ἀναγκαῖαι liabent aN, huc transposui, καὶ delevi 11 πρόφασιν N 17 ἀλλ’ ἣ aN (Ccu): ἀλλὰ Arist. cf. vs. 23 19 post ἄλλοθεν add. μὲν a 20—25 huc post p. 523,6 collocant libri —22 Δ (cf. Praef.; quae cum D concinunt, non notavi): om. aABDP 20 περ·ὶ Δ 23 lemma om. Δ post αὔξειν add. τε D 24 ταύτας Ἴρη ἔξωθεν Δ 25 τῶν παρὰ τὰς] τῆς πρὸς B: τῆς περὶ Δ τοῦ ἀναγκαίου προτάσεως ἐστὶ Δ δηλωτέρα (sic) Β 2(1 lemma addidi: ἢ πρὸς κρύψιν τοῦ συμπεράσματος (i. e. b23) Δ —p. 523,5 αἱ—ἐρωτᾶν Δ: εἰσὶ δὲ αἱ πρὸς κρύψιν ἀγωνιστικώτεραι γνωστικώτεραι D1, corr. D2), ἤγουν σοφιστικώτεραι. κακουργεῖ γὰρ ἐν τῷ λόγῳ καὶ ἡ κρύψις· ἐνδέχεται γάρ κακουργεῖν γ. ἑ. τ. λ. τόν ἐρωτώμενον aP, sed τῶν ἐρωτωμένων P) ποτε (D: om. aABP) καὶ πρὸς Β) φιλονεικότερον (om. P) ἀνανεύειν ἐνδέχεται add. a) —χρήσιμον)

523
ταί ποτε καὶ φιλονεικότερον ἀνανεύειν καὶ μὴ ἕπεσθαι τῷ εὐλόγῳ τῶν ἐρωτωμένων τε καὶ τιθεμένων, χρήσιμον τῷ διαλεκτικῷ εἰς τὸ προκείμενον χρήσασθαι καὶ τοῖς τοιούτοις. διὸ δεῖ παρεσκευάσθαι καλῶς εἰς τὸ οὕτως ἐρωτᾶν. διὰ τοῦτο γὰρ ἐπήνεγκεν ἀλλ’ ἐπειδὴ πᾶσα ἡ τοιαύτη πραγματεία πρὸς ἔτερόν ἐστι καὶ τὰ ἑξῆς.

Τὰς μὲν οὖν ἀναγκαίας οὐκ εὑθὺς προτατέον, ἀλλ’ ἀποστατέον ὅτι ἀνωτάτω, τουτέστιν ἐπὶ τὰ καθολικώτερα καὶ κοινότερα, ἐὰν διὰ συλλογισμοῦ τὴν λῆψιν τῶν ἀναγκαίων ποιώμεθα. ἐὰν δὲ μὴ τιθῇ, δι’ ἐπαγωγῆς ληπτέον, τουτέστιν ἐὰν τὸ καθόλου καὶ ἀνώτερον τῆς ἀναγκαίας προτάσεως βουλώμεθα λαβεῖν, μὴ συγχωρῇ δὲ ὁ ἀποκρινόμενος, πειρατέον δι’ ἐπαγωγῆς λαβεῖν, οὐ τὴν καθόλου καὶ ἀνωτέραν ἀλλὰ τὴν ἀναγκαίαν· ἐργωδέστερον γὰρ τὸ κοινότερον τῶν ἐλαττόνως κοινῶν ὄντων ὑπ’ ἐκεῖνο δι’ ἐπαγωγῆς λαβεῖν. αὐτὸ δὴ τὸ προκείμενον καὶ ἀναγκαῖον χρὴ πειρᾶσθαι δι᾿ ἐπαγωγῆς λαμβάνειν. ἦν δὲ τοῦτο <τὸ> τῶν ἐναντίων μίαν ἐπιστήμην· ληψόμεθα δὴ ‘καὶ ἀρτίου καὶ περιττοῦ ἐναντίων ὄντων ἡ αὐτὴ ἐπιστήμη· ἀριθμητικὴ γάρ· καὶ ἡρμοσμένου καὶ ἀναρμόστου· μουσικὴ γάρ· καὶ εὐεκτικοῦ καὶ καχεκτικοῦ· γυμναστικὴ γάρ· καὶ ἀρετῆς καὶ κακίας· ἠθικὴ γὰρ φιλοσοφία· καὶ πλούτου καὶ πενίας· ποριστικὴ γάρ’· καὶ οὕτως ἐπάγοντες ἀξιώσομεν τὸ καὶ πάντων τῶν ἐναντίων τὴν αὐτὴν εἶναι ἐπιστήμην.

[*](p. 155b35)

Ἤ γὰρ διὰ συλλογισμοῦ ἢ δι᾿ ἐπαγωγῆς τὰς ἀναγκαίας ληπτέον.

Ἐπεὶ αἱ ἀναγκαῖαι καὶ προσεχεῖς τῷ δεικνυμένῳ συμπεράσματι προτάσεις δύο εἰσίν, ὡς ἐν τοῖς Ἀναλυτικοῖς δείκνυται, νῦν ἀξιοῖ, ὅταν μὴ [*]((δὲ add. a) ἔσται τότε τ. D: om. aABP) τῷ διαλεκτικῷ (τὸ add. a) πρὸς τὸν καιρὸν χρῆσθαι χρήσασθαι ’) τῇ κρύψει καὶ πρὸς τὸ οὕτως ἐρωτᾶν ἐρ. οὕτως Β) aABDP 5. 6 διὰ—ἑξῆς om. Δ 5 ἐπήνεγκεν D: ἐπήγαγεν aABP 6 πραγματεία om. B ἐστι] τι Β 7 ὅτι τὰς μὲν, omisso οὖν, AD (non Δ) οὑκ—προτ. om., sed post ἀναγκ. add. ex Arist. δι’ ὧν ὁ συλλογισμὸς Δ post εὐθὺς add. αὐτὰς Arist. (om. Ccuq) προταττέον D: τ prius in ras. P 7. 8 ὑποστατέον Ppr. 8 ὅτι om. Δ: ὡς D ἐπεὶ Α 9 τὴν om. Β 10 δι’ ἐπαγωγῆς:—ἐάν δὲ φησὶ τὸ Δ ὅτι τουτέστιν, sed ante ἐὰν, Α post καὶ add. τὸ a ἀνωτέρω aAP 11 βουλόμεθα Β συγχωρεῖ ΑΒ δὲ om. ΒΔ 13 ἐλλαττόνως (sic) a: ἐλαττόνων ABDP κοινῶν ὄντων scripsi: κοινῶν δ’ ὄντων Δ: κοινῶν δὲ D: κοινῶν ABP: ὃν δὲ a 14 λαβεῖν. αὐτὸ δὴ scripsi: αὐτὸ (om. Β) δεῖ λαβεῖν libri 14. 15 χρὴ—λαμβάνειν om. a 15 δι’ ἐπαγωγῆς om. Δ post ἐπαγωγῆς expunxit αὐτὸ b τὸ addidi 16 δὴ καὶ scripsi: δὲ καὶ ABD: ras. 4 lit. V: om. a ἐναντίων aDP2: ἐναντία Α: ἐναντίον ΒΡ1 ὄντων aA, in ras. Ρ2: om. ABD 16. 17 ἡ αὐτὴ in ras. P2 17 ἐπιστήμη om. aP ἀριθμητικὸν γὰρ Α: om. P καὶ ἡρμοσμένου καὶ ἀναρμόστου om. aP 17. 18 μουσικὴ γάρ om. aAP 18 καὶ εὐε- in ras. Ρ2 εὐεκτικὴ—καχεκτικὴ Δ 21 εἶναι om. aP 24 post καὶ add. αἱ aABDP: om. Δ 24. 25 τῶν δεικνυμένων πρὸ σύμπαν πρὸ A 25 καθάπερ Δ ἐν τοῖς Ἀναλυτικοῖς] An. Pr. I 25 p. 42a32 sq. νῦν BD: om. aAAP ἄξιον Δ)

524
ὦσιν αὐτόθεν αὗται γνώριμοι, ἢ ἀμφοτέρας διὰ συλλογισμοῦ λαμβάνειν, ὡς εἶναι προσυλλογισμούς τινας γινομένους, ἢ ἀμφοτέρας δι’ ἐπαγωγῆς, ἢ τὴν μὲν αὐτῶν διὰ συλλογισμοῦ τὴν δὲ δι’ ἐπαγωγῆς. ταῦτα δὲ ποιητέον ἐπὶ τῶν οὐ γρωρίμων. ὅσαι γάρ, φησί, λίαν προφανεῖς τῶν ἀναγκαίων, χρὴ αὐτὰς προτείνειν· οὐ γὰρ ἀπαναισχυντοῦσιν ἀντιλέγειν πρὸς τὰ ἐναργῆ· οἷον ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός· περιίστανται γάρ, κἄν ἀγωνίζωνται, πρὸς τὰ ἐναργῆ δοκοῦντα ἐνίστασθαι, φυλαττόμενοι τὴν ἀπὸ τῶν ἀκουόντων ἐπιτίμησιν.

[*](p. 155b38)

Ἀδηλότερον γὰρ ἀεί.

Εἰπὼν πῶς δεῖ τὰς ἀναγκαίας λαμβάνειν προτάσεις, ἂν μὴ λίαν ὧσι προφανεῖς, ὅτι διὰ συλλογισμοῦ τὰ ἀνώτερα λαμβάνοντας ἢ δι’ ἐπαγωγῆς, νῦν τὴν αἰτίαν τοῦ δεῖν οὕτως λαμβάνειν ἀποδίδωσιν. ἀδηλότερον γάρ, φησί, γίνεται τὸ συμβησόμενόν τε καὶ συναχθησόμενον ἐν τῇ ἀποστάσει, τουτέστιν ἐν τῇ τοῦ καθολικωτέρου λήψει, καὶ ἐν τῇ ἐπαγωγῇ. διά τε οὖν τὸ ἀδηλότερον εἷναι τὸ συμβησόμενον ἐκείνως λαμβάνομεν τὰς ἀναγκαίας καὶ διὰ τὸ μὴ κεκωλῦσθαι, εἰ μὴ ἐκείνῃ τῇ ὁδῷ χρωμένοις πρὸς τὴν τῶν ἀναγκαίων λῆψιν συγχωροίη τις, τοῦ αὐτὰς τὰς ἀναγκαίας τε καὶ χρησίμους προτείνοντας ἀξιοῦν λαμβάνειν.

[Εἰς τὸ αὐτό. τὸ ἀδηλότερον γὰρ ἀεὶ ἐν τῇ ἀποστάσει κατασκευαστικόν ἐστι τοῦ ἐπάνω, ὅτι δεῖ πρὸς τὸ καθολικώτερον ἀνατρέχειν ἢ χρῆσθαι τῇ ἐπαγωγῇ. ὅσον γὰρ χρῆταί τις τοῖς ·καθολικωτέροις, καὶ ὅσον ἀφίσταται ἀπὸ τῶν προσεχῶν προτάσεων ἐπὶ τὰ πόρρω, οἷον εἰ ἀντὶ τῶν ἐναντίων λάβοι τὰ ἀντικείμενα, ἢ ἐπαγωγῇ ὅτι τοῦ ἡρμοσμένου καὶ ἀναρμόστου ἡ μουσικὴ ἐπιστήμη, τοσοῦτον ἀδηλότερον γίνεται τὸ συμβησόμενον συμπέρασμα· ληφθέντων γὰρ τῶν καθολικωτέρων ἢ ἐν τῇ [*](1 αὐτόθεν D: αὐτόθι aBP: compend. A αὗται post ὦσιν tiaiisposuciuut aP: αὐταὶ Δ post συλλογισμοῦ expunxit τινος D 2 εἶεν D (non Δ) πρὸς συλλογισμοὺς, ut videtur, Ppr. γενομένους Β ἢ prius om. Δ 3 αὐτῶν om. aP συλλογισμῶν Δ post συλλογισμοῦ add. e vs. 1 λαμβάνειν aP 4 οὐ add. D2 5 αὐτὰς AD: ταύτα aBP ἀνεπαισχυντοῦσιν Δ 6 post ἄρτιος add. ἐστιν aABP περιΐσταται a 7 καὶ Β ἀγωνίζονται ΒΡ, Αpr. τὰ] τὴν Α (??) ἐν ἀρχὴ Β δοκοῦντα ΔΡ οῦντα in ras. Ρ2): δοκεῖν aABD 8 ἀπὸ om. D (non Δ) ἀποτίμησιν Α 9 ἀδηλότερον (τε add. Arist., om. f) γὰρ ἀεί a: καὶ ἄμα τὸ καὶ τῶ καὶ B: καὶ τὸ Δ) αὐτάς αὐτοῖς Β: τὰς χρησίμους add. Δ) ABD: om. P cf. ad p. 525,7 10—18 om. P 11 ἀνωτέρω Α: τὸ ἀνώτερον Δ 12 νῦν AD: γοῦν aB τοῦ δεῖν οὕτως AD: δι’ ἣν οὕτω χρὴ a et omisso χρὴ B λαμβάνει Β: λαβεῖν Δ 13 τε aBA: om. AD καὶ ἀχθησόμενον aB: om. A 14 ἐν alterum superscr. D: om. Arist.: ἐν τῇ om. A 14. 15 ἀπαγωγῆ Α 15 ἐκείνως scripsi: ἐκεῖνο aABD: ἐκεῖ Δ 16 τὰς ἀναγκαίας Δ: τῶν ἀναγκαίων aABD διὰ τοῦ Α 17 χρωμένοις scripsi: χρωμένους aABD: compeud. Δ ante πρὸς add. τῇ aABD: om. Δ τοῦ αὐτὰς A: τοιαύτας aABD 18 προτεινομένας aB post λαμβάνειν add. χρησίμους δὲ δὲ D: om. ΑΒ) φησί, τουτέστι τὰς ἀναγκαίας εἶναι add. AD) ABD: om. aA cf. ad vs. 9 —p. 525,7 aN εἰς τὸ αὐτὸ om. N post τὸ add. δὲ Ν ὅσον Ν: ὅσῳ a)

525
ἐπαγωγῇ τῶν μερικῶν οὐκ εὐθὺς ὁ προσδιαλεγόμενος νοεῖ ὃ μέλλει συναχθήσεσθαι ἐκ τῶν ληφθεισῶν προτάσεων συμπέρασμα.· εἰ γοῦν συγχωρηθείη ὅτι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ἕτοιμον ἅμα ἐστὶ τὸ προτεῖναι εὐθὺς αὐτὰ τὰς χρησίμους, ἤγουν ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη. καίτοι μὴ δυνάμενον ταύτας λαβεῖν, διὰ τὸ μὴ δίδοσθαι ταύτας παρὰ τοῦ προσδιαλεγομένου, ἐκείνως, ἤγουν εἰ οὐκ ἀνέδραμεν ὁ ἐρωτῶν εἰς τὸ καθολικώτερον ἢ εἰ μὴ ἐχρήσατο τῇ ἐπαγωγῇ.]

[*](p. 156a3)

Τὰς δὲ παρὰ ταύτας εἰρημένας ληπτέον μὲν τούτων 252 χάριν.

Εἰπὼν περὶ τῶν ἀναγκαίων, πῶς χρὴ ταύτας προτείνειν τε καὶ λαμβάνειν, λέγει καὶ περὶ τῶν οὐκ ἀναγκαίων, αἳ διὰ τέσσαρας τὰς προειρημένας κοινὸν μὲν καὶ καθόλου περὶ αὐτῶν τὸ δεῖν αὐτὰς τῶν ἀναγκαίων παραλαμβάνειν χάριν, ἰδίᾳ δὲ πῶς ἑκάστῃ χρηστέον, ἑξῆς προστίθησιν.

[*](p. 156a4)

Ἐπάγοντα μὲν ἀπὸ τῶν καθ’ ἕκαστον ἐπὶ τὰ καθόλου καὶ τὰ ἑξῆς.

Ἀπὸ γὰρ τῶν καθ’ ἕκαστα καὶ γνωρίμων ἐπὶ τὰ καθόλου καὶ ἄγνωστα δεῖ προϊέναι, τουτέστι χρῆσθαι τοῖς καθ’ ἕκαστα καὶ γνωρίμοις πρὸς τὴν δεῖξιν τῶν καθόλου τε καὶ ἀγνώστων.

[*](p. 156a6)

Γνώριμα δὲ μᾶλλον τὰ κατὰ τὴν αἴσθησιν ἢ ἁπλῶς καὶ τὰ ἑξῆς.

Ἐνδέχεται γάρ τινα τοῖς σοφοῖς γνωριμώτερα τῶν αἰσθητῶν εἶναι τῷ δι᾿ ἀποδείξεως αὐτὰ εἰδέναι.

[*](p. 156a7)

ρύπτοντα δὲ προσυλλογίζεσθαι.

Πῶς χρηστέον ταῖς κρύψεως χάριν καὶ τοῦ λαθεῖν συμπεραινόμενον [*](2 γοῦν a: οὖν N 3 ἀντικειμένων in ras. Ν ἡ corr. N 5 δυνάμενος Npr. post 7 add. καὶ ἄμα τὸ τῷ P) αὐτὰς τὰς | χρησίμους προτεῖναι. Χρησίμους φησί, τουτέστι τὰς ἀναγκαίας aP 8 εἰλημμένας aBP (corr. A) 10 προτείνειν ταύτας καὶ Δ 11 καὶ om. ΔΡ οὐκ add. P2 τέσσαρας post προειρ. transposuit a: om. P 12 αὐταὶ aP: αὗται ABD λαμβάνονται Δ 13 καθόλου post αὐτῶν transposuit Α 13. 14 παραλαμβάνειν om. Δ 15 ἀπὸ om. D (non Δ) τῶν καθ’ ἕκαστον mrg. D ἕκαστα aP τὸ Arist. (τὰ u) 16 om. Δ 17 ἕκαστον Α καὶ prius om. Β 19 τε post δεῖξιν transposuit A 20. 21 ἐπὶ τὰ ἄγνωστα Δ 21 τὰ om. Α 22 τινα ΔΡ2: om. ABDP1 γνωριμώτερον A 23 τῷ corr. ex τὸ P ταῦτα ἔχειν Δ —p. 526, 23 post p. 527,30 collocat Β 25 post πῶς add. δὲ aABP ταῖς] τῆς Α τοῦ] τῶ Α συμπεραινόμενον scripsi: συμπεραινομέναις libri)

526
δ βούλεταί τις λαμβανομέναις προτάσεσι. κρύψις δέ ἐστι μέθοδος δι᾿ ἧς οἷόν τε λανθάνειν· συλλογίζομενον τὸ προκείμενον.

[*](p. 156a11)

Ἔτι τὰ συμπεράσματα μὴ λέγειν ἀλλ’ ὕστερον ἀθρόα συλλογίζεσθαι.

Δύναται τὸ ἀθρόα συλλογίζεσθαι εἰρηκέναι, οὐχ ἵνα πάντα τὰ τῶν προσυλλογισμῶν συμπεράσματα ἀθρόα τις λέγῃ, ἀλλ’ ἵνα ἐπὶ πάσαις ταῖς τῶν προσυλλογισμῶν προτάσεσιν ἀθρόον τὸ τελευταῖον ἐπάγῃ συμπέρασμα. ὃ καὶ μᾶλλον ἔοικε λέγεσθαι ἐκ τῶν ὕστερον ἐπιλεγομένων· λέγει γὰρ μόνου τοῦ ἐσχάτου ῥηθέντος συμπεράσματος”. τῷ μὲν οὖν ἄδηλον εἶναι τὸ δεικνύμενον ὑπὸ τῶν οὕτως ἐρωτωμένων συγχωροῦσι ταῖς προτάσεσι· τῷ δὲ συγχωρηθείσαις αὐταῖς δείκνυσθαι διὰ τῆς ἀναλύσεως τοῦ λόγου ἑπόμενα τὰ συνακτικὰ τοῦ προκειμένου οὐκέτι ἀνανεύειν ἔχουσιν.

[*](p. 156a13)

Καθόλου δὲ εἰπεῖν οὕτω.

Καθόλου δεῖ, φησίν, οὕτως ἐρωτᾶν τὸν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἠρωτημένων πασῶν τῶν προτάσεων, δι’ ὧν δείκνυται τὸ προκείμενον, καὶ τοῦ ἐσχάτου ἐπὶ τοῖς ἠρωτημένοις ἑπομένου συμπεράσματος ῥηθέντος ἄδηλον εἶναι πῶς τοῦτο συνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖς κειμένοις.

[*](p. 156a15)

Τοῦτο δὲ ἔσται μάλιστα διὰ τοῦ λεχθέντος ἔμπροσθεν.

Τοῦτο δέ φησι μάλιστα ἄν γίνεσθαι, καθάπερ εἴρηται, εἰ χωρὶς τῶν οἰκείων συμπερασμάτων λαβών τις τὰς προτάσεις πάσας, δι’ ὧν δείκνυται τὸ προκείμενον, τὸ ἔσχατον ἐπενέγκῃ συμπέρασμα μόνον. ποιεῖ δὲ αὐτὸ γνώριμον ἡ ἀνάλυσις τοῦ λόγου.

[Ἑτέρου. οὕτω γὰρ ἄν. οὕτω γὰρ ποιῶν καὶ λαμβάνων τὰς προτάσεις τῶν προσυλλογισμῶν καὶ τοὺς προσυλλογισμοὺς τῶν προσυλλογισμῶν καὶ μὴ ἐπάγων τὰ αὐτῶν συμπεράσματα εὐθὺς ἀλλ’ ὕστερον, πόρρω ἀποστήσεις τὸν ἀποκρινόμενον τῆς ἐξ ἀρχῆς θέσεως, ἤτοι τοῦ προβλήματος. καθόλου [*](1 βούλεταί τις om. Α λαμβανομέναις om. Δ κρύψις—προκείμενον sub v. κρύψις Suidas 2 συλλογιζομένους Δ 4 συλλογίζεσθαι om. AD 5 τὰ superscr. D 6 et 7 προσυλλογισμῶν Δ: συλλογισμῶν aABDP 6 ἀθρόα ΑΒ: ἀθρόον aP: ἀθρόους D: ὕστερον ἀθρόα Δ λέγει Α ἶνα om. Μ’ 8 ὑστέρων ΑΒ ἐπαγομένων aP 9 ῥηθέντος om. D (non Δ) τῷ] τὸ D 11 τῷ aA, in ras. P: τὸ BD: ταῖς Δ συγχωρηθείσας aB αὐτὰς Β: om. aP 12 ἑπόμενα ΔΡ: ἑπόμενον ὅτι aABD συνεκτικὰ D (non Δ): νακ in ras. P2 13—18 Δ: om. aABDP 14—18 sub v. κρύψις 16 ἑπόμενον συμπέρασμα τοῦ ῥηθέντος Said. 17 ὃν Suid. 19 lemma om. Δ ἐστι Α 20 φησι om. Δ κάλιστα (sic) Α ἄν Δ: om. aABDP 21 λαβών AD: λαμβάνων aBP 22 post τὸ alterum add. δ’ ΑΔ 24—p. 527,22 aN)

527
δή, φησίν, οὕτως δεῖ ἐρωτᾶν τὸν πυνθανόμενον, ἤγουν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἐρωτηθέντος τοῦ ὅλου λόγου, ἤτοι τοῦ συλλογισμοῦ, καὶ συναχθέντος καὶ τοῦ συμπεράσματος ζητεῖν τὸν προσδιαλεγόμενον τὸ διὰ τί, ἐπειδὴ οὐκ ἐνόησεν ὅθεν συνήχθη τὸ συμπέρασμα. οἷον εἰ κεῖται πρόβλημα τὸ εἰ ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία ἐστίν, εἰπὲ ‘ἆρά γε οὐχ ἡ οὐσία κατὰ πάντων τῶν ὑπ’ αὐτὴν λέγεται᾿, ἐκείνου δὲ τοῦτο συγχωρήσαντος ‘καὶ λοιπὸν ἄρα ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία᾿· εἶτα ἐκείνου ἐρωτήσαντος διὰ τί, ὡς μὴ νοήσαντος ὅθεν συνήχθη, εἰπέ, ὅτι ὅτε συνεχώρησας ὡς ἡ οὐσία κατὰ πάντων τῶν ὑπ᾿ αὐτὴν λέγεται, τότε οἱονεὶ ὡμολόγησας ὅτι ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία ἐστί. τοῦτο δέ, ἤγουν τὸ καὶ τῶν προτάσεων ὁμολογηθεισῶν, εἶτα ἐπαχθέντος τοὐ συμπεράσματος ἔτι πάλιν ζητεῖν τὸν ἀποκρινόμενον τὸ διὰ τί , γίνεται διὰ τοῦ ῥηθέντος τρόπου τῆς κρύψεως· ἔστι δὲ ὁ τρόπος οὗτος τὸ λέγειν τἀς προτάσεις τῶν προσυλλογισμῶν καὶ μὴ ἐπάγειν καὶ τὰ συμπεράσματα αὐτῶν. μόνου γάρ φησι τοῦ τελευταίου συμπεράσματος ῥηθέντος, #x003E; συμβαίνει ἐντεῦθεν, ἄδηλον εἶναι, μὴ διαρθρωθέντων τῶν προσυλλογισμῶν ἐξ ὧν συνήχθη τὸ συμπέρασμα. τουτέστι μὴ καθ’ ἕκαστον τῶν προσυλλογισμῶν τοῦ συμπεράσματος λεγομένου. ἥκιστα δ᾿ ἄν, φησί, διαρθρωθείη καὶ γνώριμος γένοιτο ὁ συλλογισμός, ποῖός ἐστι τοῦδε τοῦ συναχθέντος συμπεράσματος, ἡμῶν μὴ τιθέντων τὰ λήμματα, ἤγουν μὴ λαμβανόντων τὰς ἀναγκαίας προτάσεις, αἵτινές εἰσι συμπεράσματα τῶν προσυλλογισμῶν, ἀλλὰ τὰς τῶν προσυλλογισμῶν προτάσεις, δι’ ὧν γίνεται ὁ συλλογισμός.]

[*](p. 156a23)

Χρήσιμον δὲ καὶ τὸ μὴ συνεχῆ τὰ ἀξιώματα λαμβάνειν.

Χρήσιμον εἶναί φησι πρὸς κρύψιν καὶ τὸ μὴ τὰς ἐφεξῆς ἀλ|λήλαις [*](253) προτάσεις ἐν τῇ τάξει λαμβάνειν ἀλλ’ ὑπερβαίνοντα καὶ ἐναλλάσσοντα καὶ ἐφεξῆς ἀλλήλαις τιθέντα τὰς πρὸς ἕτερον καὶ ἕτερον συμπέρασμα συντελούσας ἀλλὰ μὴ πρὸς τὸ αὐτό· τῶν γὰρ οἰκείων καὶ πρὸς τὸ αὐτὸ συντελουσῶν συμπέρασμα προτάσεων ἐφεξῆς τιθεμένων ῥᾷον συνορῶσιν οἱ ἀπο- κρινόμενοι τὸ συμβησόμενον. σημειωτέον δὲ ὅτι κοινῶς τοῖς ἀξιώμασιν ἀντὶ τῶν προτάσεων κέχρηται.

[*](p. 156a27)

Χρὴ δὲ καὶ ὁρισμὸν λαμβάνειν.

Δεῖ, φησί, καὶ ὁρισμὸν πειρᾶσθαι λαμβάνειν, ἐφ’ ὧν ἐνδέχεται δι’ ὁρισμοῦ λαβεῖν τὴν καθόλου πρότασιν, ὁριζόμενον μέντοι μὴ αὐτὸ [*](12 διὰ τί N: διδιΐ (sic) a 14 μόνου N: μόνον a post φησὶ add. καὶ a 15 πῶς ex Arist. addidi 18 δ’ Arist.: γὰρ aN διαρθροῖτο Arist. διαρθρωθείη Cc, rc. u) 20 λήματα a 23—30 ΔΡ: om. ΑD 25 post ἀλλ᾿ add. ὡς Β 20 τιθέντας τἀς B 26. 27 τελούσας Β 27. 28 συμπέρασμα συντελουσῶν Δ ’50 ἀντὶ τῶν προτάσεων add. P2 31 ὁρισμῷ Arist. post λαμβάνειν add. ἐφ’ ὧν ἐνδέχεται aP 32 δεῖν aP ὁρισμοὺς A: δι’ ὁρισμοῦ ΒΔ post ἐνδέχεται add. καὶ A 33 καθόλου] προκειμένην Β)

528
τὸ προκείμενον ὁρίζεσθαι ἀλλά τι τῶν συστοίχων αὐτῷ· λαβόντας γὰρ ἐπ’ ἐκείνου δι’ ὁρισμοῦ ὃ βουλόμεθα, ῥᾴδιον καὶ ἐπὶ τὸ προκείμενον σύστοιχον ὂν ἐκείνῳ μεταφέρειν τὸ ληφθέν. ἃ γὰρ ἐπ’ αὐτῶν τῶν προκειμένων οὐ διδόασιν οἱ ἀποκρινόμενοι τῷ ὁρᾶν τὸ συμβησόμενον, ταῦτα ἐπὶ τῶν συστοίχων τῷ προκειμένῳ διδόασι· τούτου δὲ δοθέντος καὶ τὸ προκείμενον δοθήσεται διὰ τὸ ἀληθῆ εἶναι τὸν τῶν συστοίχων τόπον. τὸ δ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου λαμβανόμενον ἔχει ἔνστασίν τινα οὐκ ἀληθῆ μὲν ἴσως πιθανὴν μέντοι πρὸς τὸ μὴ δοκεῖν ἀλόγως ἀνανεύειν πρὸς τὸ προτεινόμενον. οὐκέτι δὲ ὁμοίως εὔπορον τῷ ἐπὶ τοῦ συστοίχου ὁριζομένῳ ἐνστῆναι.

[*](p.156b4)

Ἔτι τὸ προτείνειν μὴ ὡς δι’ αὐτὸ ἀλλ’ ἄλλου χάριν.

Κρυπτικὸν καὶ τὸ τὰ χρήσιμα πρὸς τὴν τοῦ προκειμένου δεῖξιν προτείνειν τε καὶ ἐρωτᾶν ὡς ἄλλου χάριν ἀλλὰ μὴ τοῦ προκειμένου λαβεῖν ἀξιοῦντας· ὑποπτεύουσι γὰρ τὰ τῆς θέσεως χάριν καὶ τοῦ προκειμένου προβλήματος ἐρωτώμενα οἱ ἀποκρινόμενοι, καὶ διὰ τοῦτο οὐ ῥᾳδίως οιοοασιν.

[*](p. 156b6)

Ἁπλῶς δὲ εἰπεῖν ὅτι μάλιστα ποιεῖν ἄδηλον.

Γίνεται μέν, ὡς προείρηται, καὶ παρὰ τὸ τὸ ἐρωτώμενον ἄδηλον εἶναι ἄγνοια τοῦ ποτέρα τῶν ἀποκρίσεων χρήσιμός ἐστι πρὸς τὸ προκείμενον· γίνεται δὲ τοῦτο καὶ παρὰ τὸν τῆς ἐρωτήσεως τρόπον, ὃ νῦν ἀξιοῖ ποιεῖν. ἄν γὰρ τῇ ἐρωτήσει μὴ διασημαίνωμεν, ὃ βουλόμεθα λαβεῖν, ἢ τῷ μόνον αὐτὸ τιθέναι ἡ τῷ δείκνυσθαι ἄτοπον τὸ ἀντικείμενον λέγειν, ἄδηλον ποιοῦμεν πότερον ὡς χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον λαβεῖν βουλόμεθα. ἄν μὲν γὰρ θέλοντες δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαβεῖν [*](1 κείμενον D αὐτῶ Δ cf. vv. 3. 5: αὐτοῦ aABDP λαβόντας scripsi: λαβόντες Δ: λαμβάνοντες aABDP 2 ῥαδίως Α 3 ὃν om. aP ἐκεῖνο ΑΒ μεταφέρει Α οὐ om. A τῷ] τὸ Α 6 ἀληθὲς D 7 ἐπ᾿] ε in ras. P2 λαμβανόμενον aAP, sed ανόμενον in ras. P2: λαμβάνειν BD: λαμβάνει Α 8 πιθανὸν A: ἢν infra ras. P μέντοι ABD: δὲ aP ἀνευλόγως D (non Δ): ἀλλόγως (sic) a 9. 10 τῷ—ὁριζομένῳ scripsi: τὸ—ὁριζόμενον libri 10 συστῆναι Δ 11 τὸ om. Δ μὴ ὡς ABD Arist.: ὡς οὐ aA, in ras. Ρ2 (uq) δι’ αὐτὸ Δ Arist.: δι’ αὐτοῦ ABD: δι’ αὑτὸ a, in ras. P2(Af) 12 τοῦ om. Β δεῖξιν P2: δεῖν P1 13 ἀλλ’ οὐ τοῦ Δ 14 χάριν post προκειμένου transposuit Α καὶ] περὶ Δ 15 ἐρωτώμενοι AD 16 post διδόασιν add. αὐτά Δ 17 εἰπὼν Α ἄδηλον aP Arist.: ἄδηλα ABD: ποιεῖν ἄδηλον om. Δ 18 τὸ aUerum Δ: om. aABDP 20 καὶ τοῦτο Α ὃ aD: ὃν ABP 21 ἀξιοῖ λαβεῖν Δ post γὰρ add. ἐν aP, μὴ B διαμείνωμεν Β 22 τῷ μόνον—ποιοῦμεν (23) om. Α τῶ—τῶ ΔΡ: τὸ—τὸ aBD μόνον BD: μάλιστα aP, sed ἁλιστὰ in ras. Ρ2: πάλιστα Δ αὐτὸ Ρ1: αὐτῷ ΔΡ2 τιθέναι] λαμβάνειν D (non Δ) τὸ ἀντικείμενον Ρ1: παντὶ κείμενον ΔΡ2 23 ἄδηλον ΔΡ, sed ἄ in ras. Ρ2: ὡς δῆλον BD εἰς aDP: εἰ ΑΒ 24—p. 529,1 ἂν—βουλώμεθα om.B)

529
βουλώμεθα ὅτι ἡ ψυχὴ αὐτοκίνητος * * * *, ὑποσημαίνομεν διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως ὅτι τοῦτο βουλόμεθα λαβεῖν· ἐὰν δὲ εἴπωμεν οὕτως ‘ἆρά σοι δοκεῖ ἡ ψυχὴ ἣν κινεῖται κίνησιν ὑπ’ ἄλλου κινεῖσθαι ἢ οὔ;’ , οὐκέτι ἐνδεικνύμεθα διὰ τῆς ἐρωτήσεως πότερον ὃ προετείναμεν βουλόμεθα λαβεῖν ἡ τὴν αποφασιν αὐτοῦ.

[*](p. 156b10)

Ἔτι διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι.

Κρυπτικόν φησιν εἶναι τόπον καὶ τὸ μὴ ἐπ’ αὐτοῦ τούτου, ὃ βουλόμεθα λαβεῖν, ποιεῖν γίνεσθαι τοὺς λόγους ἀλλ’ ἐπ’ ἄλλου τινὸς ὁμοίου αὐτῷ. τῷ τε γὰρ μὴ ἐπ’ αὐτοῦ γίνεσθαι τὰς ἐρωτήσεις διδόασιν οἱ ἀποκρινόμενοι ὡς περὶ ἄλλων τινῶν ἀλλ’ οὐ περὶ τῶν προκειμένων ἐρωτώμενοι, καὶ τὰ ἐπὶ τούτων συγχωρηθέντα ῥᾴδιον μεταφέρειν ἐπὶ τὰ προκείμενα διὰ τὴν ὁμοιότητα. ἀξιοῖ οὖν διὰ τῆς τοὐ ὁμοίου τῷ προκειμένῳ παραθέσεως πειρᾶσθαι λαμβάνειν τὸ προκείμενον. λέγει δὲ τοῦτο ὅμοιον εἶναι ἐπαγωγῇ, οὐ μὴν ταὐτόν· ἡ μὲν γὰρ ἐπαγωγὴ διὰ τῆς τῶν καθ’ ἕκαστα ὁμοιότητος τὸ καθόλου λαμβάνει, ἡ δὲ κατὰ τὴν τοῦ ὁμοίου μετάβασιν γινομένη ἀπὸ τοῦ ὁμοίου τῷ προκειμένῳ τὸ προκείμενον λαμβάνει, ἀλλ’ οὐκ ἀπὸ τῶν ὑπ’ αὐτὸ τὸ προκείμενον. διὰ δὲ τοῦ εἰπεῖν τὸ καθόλου τὸ προκείμενον ἐσήμανε.

[*](p. 156b18)

Δεῖ δὲ καὶ αὐτόν ποτε ἑαυτῷ ἔνστασιν φέρειν.

ρυπτικόν φησιν εἶναι πρὸς τὸ ῥᾷον ὃ βούλεταί τις συγχωρηθῆναι αὐτῷ ὑπὸ τοῦ ἀποκρινομένου τὸ καὶ αὐτόν ποτε ἑαυτῷ πρός τι ἐρωτῶντα ἐνίστασθαι· δοκοῦσι γὰρ οἱ τοῦτο ποιοῦντες δικαίως καὶ φιλαληθῶς ἐπιχειρεῖν πρὸς τὸ προκείμενον. πρὸς δὴ τοὺς οὕτω μεταχειριζομένους τοὺς λόγους ἀνυπόπτως ἔχουσιν οἱ ἀποκρινόμενοι καὶ ἑτοιμότατα συγχωροῦσιν οἷς αὐτοὶ ἀξιοῦσιν, ὡς οὐδ’ ἐκείνων ἀξιωσάντων ἂν αὐτά, εἰ μὴ [*](1 βουλόμεθα Α ante ὅτι add. τὸ BD (non Δ) excidit velut καὶ ἐρωτῶμεν ‘ἆρ᾿ οὐ δοκεῖ σοι ἡ ψυχὴ αὐτοκίνητος,’ τοῦ om. Β τόπου Δ 2 τοῦτο om. Δ τ οὗ Δ: ὅτι aBDP: ὡς A ἄρ Β 3 κίνησις A ἄλλης Δ κινεῖσθαι aAΔP, sed εἷσθαι in ras. Ρ2: κινεῖται BD 4 ἂν δεικνύμεθα Α προετείνομεν D (non Δ): προελόμεθα Α 7 εἶναι λέγει Δ τὸν τόπον Α: om. Δ ἐπ᾿] ε in ras. P- post τούτου add. τοῦ D (uon Δ) 8 ποιεῖν om. Δ: ποιεῖν—λόγους om. a 9 τῷ τε—τὸ προκείμενον (13) Δ: om. aABD: eadem in mrg. adscripsisse videtur P, sed paeue omnia abscisa sunt 13 φησὶ δὲ Δ 13. 14 ὅμοιον ἐπαγωγῆ· οὐ μὴν εἶναι τοιοῦτον Δ 14 τῶν om. Δ 15 fort, κατὰ τὴν ὁμοιότητα μετάβασις τοῦ ΑΒΔ: om. DP 16 γενομένη A τῷ προκειμένῳ om. Δ ante λαμβάνει add. καθόλου ex vs. 15 Δ οὐχὶ aP 17 ὐπ’ αὐτὸ (in ras.) τὸ superscr. Ρ 17. 18 διὰ—ἐσήμανε om. Δ 19 ἑαυτῷ οm. Δ 20 κρυπτικόν ex vs. 7 illatum suspicor; χρήσιμον conicio post εἶναι add. λέγειν Β αὐτῷ ΔP2: om. ABDP1 21 ἀποκριναμένου Α καὶ—22 οἱ om. Β αὐτὸ ἑαυτῶ ποτε Α 22 ἐν—in ras. Ρ2 δικαίως] ῥαδίως A 23 μεταχειριζομένου a 23. 24 τὸν λόγον ΑΒ1 (corr. B2) 24 καὶ ἑτοιμότερον Δ: ἐτυμώτατα τὲ Α 25 ταῦτα aP)

530
οὕτως εἶχε. κρυπτικὸν δὲ πᾶν ὅπερ ἀπάγει τὸν ἀποκρινόμενον τῆς περὶ τὰς ἀποκρίσεις ἐπιστάσεως.

Χρήσιμον δὲ καὶ τὸ ἐπιλέγειν ὅτι σύνηθες.

Χρήσιμόν φησι πρὸς τὸ ἑτοιμότερον λαμβάνειν τοῖς ἐρωτῶσιν ἃ βούλονται καὶ κρυπτικὸν τὸ προστιθέναι τὸ σύνηθες καὶ λεγόμενον· οἷον ‘ἆρά γε δοκεῖ σοι ἡ ὑγεία αἱρετὸν εἶναι, ὡς πᾶσι δοκεῖ;’, ‘ἆρά σοι δοκεῖ ὁ ἀγαθὸς κριτὴς ἄριστος εἶναι, ὡς πᾶσι σύνηθες λέγειν;’. οὕτως καὶ Σωκράτης πρὸς Καλλικλέα κέχρηται εἰπόντα τοὺς σώφρονας ἠλιθίους· οὐ γὰρ συνήθης ἡ τοιαύτη περὶ σωφροσύνης ὑπόληψις· τοῦτο γὰρ δύναται αὐτῷ ἡ ἀπόκρισις ἡ “οὐδεὶς ἄν ἀγνοοίη ὅτι οὐ τοῦτο λέγω”. οὕτως κἄν φιλοπλάτων τις ᾖ, ῥᾷον λήψεται παρ’ αὐτοῦ ὁ ἐρωτῶν ὃ βούλεται, ἄν προωθῇ ‘οὕτω Πλάτωνι δοκεῖ᾿.

[*](p. 156b23)

Ἔτι τὸ μὴ | σπουδάζειν.

[*](254)

Κἂν ὅλως χρήσιμον ᾖ πρὸς τὴν θέσιν], φησί, τὸ προτεινόμενον εἰς τὴν τοῦ προκειμένου δεῖξιν, οὐ δεῖ φαίνεσθαι σπουδάζοντα περὶ τὸ δοθῆναι αὐτό· κρυπτικὸν γὰρ καὶ τοῦτο. πρὸς γὰρ ἃ σπουδάζουσι λαβεῖν οἱ ἐρωτῶντες, τῶντες, μᾶλλον ἀντιτείνουσιν οἱ ἀποκρινόμενοι· διὸ ζητοῦσιν ἔνστασιν φέρειν πρὸς αὐτά. γίνοιτο δ’ ἄν τοῦτο, εἰ ὡς ἐνδοιάζοντες καὶ αὐτοὶ ἐρωτῷεν καὶ ὡς οὐκ εἰδότες· ὃ πολλάκις ὁ Σωκράτης ποιεῖ παρὰ τῷ Πλάτωνι· ὡς γὰρ οὐκ εἰδὼς τὸ συμβησόμενον καὶ ὡς τοῦτο ληψόμενος, ὃ ἄν ἐκ τοῦ λόγου φαίνηται ἄριστα ἔχειν, οὕτως ἐρωτᾷ.

[*](p. 156b25)

Καὶ τὸ ὡς ἐν παραβολῇ προτείνειν.

Κρυπτικόν ἐστι καὶ τὸ ὃ βούλεταί τις λαβεῖν ὡς ἐν παραβολῇ ἐρωτᾶν [*](1 κρυπτὸν aBP ἀπάγει aN: ἄγει ABDP 3 ὅτι] οὐ Δ 4 post χρήσιμον add. δὲ aABDP: om. Δ εἰς Δ τὸ om. Α λαβεῖν AD (non Δ) 5 κρυπτὸν Ρ καὶ σύνηθες, omisso τὸ, Β 6 ἄρα utrobique Β γε in ras. D1 post δοκεῖ prius ras. 1 lit. D σοι δοκεῖ Δ ἡ om. Β 7 δοκεῖ σοι aP ὁ om. AD εἶναι ante ἄριστος collocat Δ: ἐστίν Α οὕτω A: τούτῳ conicio 8 post Καλλικλέα delevit λέγει Β κέχρηται] πεποίηκεν N εἰπόντος aAP, Apr, ἠλιθίους] τὴν ἠλιθιότητα περικειμένους Α 9 οὐ γὰρ οὐ σύνηθες Α 10 ἡ alterum scripsi: ἢ libri ἡ—λέγω om. Δ: memoriter citat Gorg. c. 46 p. 491 E οὐδεὶς ὅστις οὐκ ἄν γνοίη ὅτι οὐ τοῦτο λέγω οὐδεὶς ἄν ἀγνοοίη post οὕτως transposuit A ἄν om. D ἀγνοοίη om. Β τοῦτο Β Plato: τούτους aADP 11 κἂν D: καὶ Δ: καὶ εἰ aABP AD: ἦν Β: εἴη aP: ὢν Δ ὃ βούλεται ἐρωτῶν Β 12 post ἄν add. τις aABDP: om. Δ 14 κὰν—θέσιν om. Δ ἡ χρήσιμον Β πρὸς τὴν θέσιν, quod ante χρήσιμον transposuit Α, delevi φησὶ Δ. φησὶν ὅτι aABDP 15 σπουδάζοντας Δ 16 αὐτῶ D (non Δ) πρὸς—αὐτά (18) Δ, mrg. Ρ1 aut Ρ5: om. ABD 19 ἐρωτῷεν aBA, Pcorr.: ἐρωτῶμεν AD, Ppr. πολλάκις post σωκράτης transposuit D ὁ ΒΔΡ: om. AD ποιεῖ post πλάτωνι transposuit D τῷ om. aBA, at cf. p. 158,7 361,4 20 καὶ om. Α 21 φαίνεται aB 23 κρυπτόν D: κρυπτικὸν γὰρ Β ὃ—λαβεῖν Δ, superscr. P1: om. ABD post παραβολῇ add. τὲ Α ἐρωτᾶν post λαμβάνοντα collocat Δ)

531
ἄλλου χάριν λαμβάνοντα, ἀλλὰ μὴ ὡς αὐτὸ βουλόμενον λαβεῖν· ῥᾷον γὰρ διδόασιν οἱ ἀποκρινόμενοι ἃ μὴ νομίζουσι χρήσιμα εἶναι πρὸς τὸ προκείμενον. οὕτως βουλόμενοι λαβεῖν, ὅτι ἡ ἐγκράτεια ἀρετή ἐστιν, ἐρωτήσομεν εἰ δοκεῖ ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτω καὶ ἡ ἀνδρεία καὶ ἡ δικαιοσύνη ἀρετὴ εἶναι.

[*](p. 156b27)

Ἔτι μὴ αὐτὸ προτείνειν ὃ δεῖ ληφθῆναι, ἀλλ’ τοῦτο ἕπεται ἐξ ἀνάγκης.

Ἐπεί εἰσί τινα ἑπόμενά τισιν ἐξ ἀνάγκης, ὡς τῷ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τὸ διδακτὸν εἶναι τὴν ἀρετήν, κρυπτικόν φησιν εἶναι καὶ τὸ μὴ ἐρωτᾶν αὐτὸ ὃ λαβεῖν βουλόμεθα, ἀλλ’ ᾧ τοῦτο ἕπεται. ῥᾷόν τε γὰρ τοῖς τοιούτοις συγχωροῦσιν ὡς οὐκ ἔχουσί τι πρὸς τὸ προκείμενον χρήσιμον, καὶ οὐδὲν ἧττον αὐτῶν δοθέντων περαίνεται τὸ προκείμενον διὰ τὴν ἀκολουθίαν.

[*](p. 156b30)

Καὶ τὸ ἐπ᾿ ἐσχάτων ἐρωτᾶν ὃ μάλιστα βούλεται λαβεῖν.

Κρυπτικὸν καὶ ὃ βούλεταί τις μὴ πρῶτον ἐρωτᾶν· πρὸς γὰρ τὰ πρῶτα ὡς τοῦ προκειμένου χάριν ἐρωτώμενα καὶ ὄντα ἀναγκαῖα μάλιστα ἐνίστανται, ἐπεὶ καὶ σχεδὸν οἱ προσδιαλεγόμενοι ταῦτα πρῶτον ἐρωτῶσι. δεῖ οὖν, φησίν, ἄλλα τινὰ ἐρωτᾶν πρότερον καὶ προεκλύσαντα δι’ αὐτῶν τὸ ἐνστατικὸν τῶν ἀποκρινομένων ἔσχατον ἐρωτᾶν τὰ χρήσιμα. οὐ πρὸς πάντας δέ φησι δεῖν χρῆσθαι τούτῳ τῷ τρόπῳ τῆς ἐρωτήσεως· εἰσὶ γάρ τινες οἳ τοῖς πρώτοις συγχωρήσαντες, ἄν μὴ σφόδρα φανερὰ ᾖ, ὡς εὐπροσίτους ἑαυτοὺς ἐν τῇ κοινολογία παρέχοντες, ὕστερον ἀνατρέχουσι πρὸς τὸ οἰκεῖον ἐλάττωμα.

[*](p. 156b36)

Ὁμοίως δὲ καὶ ὅσοι οἴονται δριμεῖς εἶναι.

Εἰσὶν οἳ δι’ οἴησιν δριμύτητος, ὡς οὐδὲν πεισόμενοι συγχωρήσαντες τὰ [*](1 post ἄλλου add. γὰρ Β βουλόμενοι Β ῥᾴδιον (ῥᾷον scripsi) —3 οὕτως Δ: οἷον εἰ aABDP 3 post οὕτως superscr. οὖν Δ βουλόμενοι AD: βουλόμεθα aBP ἡ om. Α ἀρετὴ ἡ ἐγκράτεια Β ἐστιν om. B: λέγομεν expunctum Δ 4 εἰ AD: ὅτι Β: ὅτι ἀρά γε aP, ἀρά γε superscr. P2 post δοκεῖ add. σοι a, superscr. P2 ἡ alterum om. Α 5 ἀρετὴ εἶναι N: εἶναι aAP: ἀρετή Δ: om. BD 6 post αὐτὸ add. μὴ aBl) (non Δ) ὃ τούτω Α, 7 post ἀνάγκης add. ex Arist. μᾶλλον γὰρ συγχωροῦσι Δ 8 ἐπεί N: om. aABDP τῷ aBAP: τὸ AD 9 διδακτὸν Δ: διδακτὴν D: διδακτικὸν aABP 10 βουλόμεθα λαβεῖν Β ὃ τούτω ΑΒ post ἕπεται add. ἐξ ἀνάγκης a τε Δ: om. ABDP 11 τοῖς om. Δ, superscr. P: τὴν Α τού| Δ 12 χρήσιμον scripsi cf. p. 532,8: γνώριμον libri post καὶ add. ὡς AD (non Δ) δοθέντων αὐτῶν Δ: αὐτῶ δοθέντος Β post αὐτῶν superscr. καὶ μὴ D 14 ἐσχάτῳ Arist. ὃ κτλ. om. ABD: βούλεται λαβεῖν om. Δ 15 post κρυπτικὸν add. δὲ Α καὶ om. Δ πρότερον Α 16 χάριν] πάλιν Α 17 ἐπεὶ δὴ Δ πρῶτα D: om. Δ 18 προερωτᾷν τινα, omisso πρότερον, Δ διεκλύσαντα Β 19 τὸ χρήσιμον Bpr. πάντα ΑΔ: compend. D 20 δεῖ aAP 21 φανερὸν Α 23 οἷόν τε Dpr. post εἶναι add. ἐν τῶ Δ 24 δι’ ΒDP2: διὰ Δ: δ’ ΑΡ1 ὡς ΔΡ2: om. ABDP1 συγχωρήσαντες ABD: διὰ τοῦ διδόναι (9 lit. eras. P) καὶ συγχωρεῖν εἰν supra ras. Ρ2) ΔΡ)

532
ἐρωτώμενα, τοῖς πρώτοις οὐκ ἐνίστανται, εἶτα ἐπὶ τέλει φλυαροῦσι καὶ πειρῶνται διαστρέφοντες τὰ δεδομένα δεικνύναι ὅτι μὴ ἐκ τῶν συγχωρηθέντων τὸ ἐπιφερόμενον δείκνυται, ἢ τὴν λέξιν διαστρέφοντες ἢ ἀμφιβολίας τινὰς ἐξηγούμενοι. τοὺς δὴ τοιούτους φησὶ δεῖν πρῶτον τὰ ἀναγκαῖα ἐρωτᾶν καὶ ὧν τις μάλιστα συγχωρουμένων δεῖται.

[*](p. 157a1)

Ἔτι τὸ μηκύνειν καὶ παρεμβάλλειν.

Κρυπτικόν φησι καὶ τὸ μηκύνειν καὶ παρεμβάλλειν τινὰ ἐρωτήματα μηδὲν χρήσιμον ἔχοντα πρὸς τὰ προκείμενα. ὃ ποιεῖν φησι καὶ τοὺς ψευδογραφοῦντας ἐν γεωμετρίᾳ· πολλὰς γὰρ ἄγοντες γραμμὰς μηδὲν χρησίμους πρὸς τὸ ψευδογράφημα τὸ δεικνύμενον καί τινα περὶ αὐτῶν λέγοντες λεληθότως καὶ τὰς εἰς τὸ ψεῦδος φερούσας ἐγγράφουσιν. ἀδηλότερον γὰρ καί ἀφανέστερον τὸ ψεῦδος ἐν πλείοσι καὶ ἐν παραβύστῳ τεθέν· ὡς γὰρ ἀχρήστοις οὖσι τοῖς ἐρωτωμένοις πρὸς τὸ προκείμενον συγχωροῦντες οἱ ἀποκρινόμενοι λανθάνουσι καὶ τὰ χρήσιμα διδόντες σὺν αὐτοῖς. ἀλλὰ καὶ ἐπιταρίττεσθαι συμβαίνει αὐτοῖς ὑπὸ τοῦ πλήθους τῶν ἐρωτήσεων, ὡς μὴ διορᾶν ἐκ τίνων συμβαίνει τὸ προκείμενον.

[*](p. 157a6)

Εἰς <δὲ> κόσμον ἐπαγωγῇ καί.

Ὅτι εἰς ὄγκον καὶ κόσμον τοῦ λόγου χρηστέον ἐπαγωγῇ καὶ διαιρέσει τῶν ὁμοίων τε καὶ συγγενῶν. ἔστι δὲ διαίρεσις ἥ τε εἰς τὰ εἴδη τομὴ τοῦ γένους καὶ ἡ τοῦ ὅλου εἰς τὰ μέρη καὶ ἡ τῆς λέξεως εἰς τὰ σημαινόμενα.

[*](157a7)

Ἡ μὲν οὖν ἐπαγωγὴ ὁποῖόν τί ἐστι, δῆλον.

Ὅτι τὸ παράδειγμα τῆς ἐπαγωγῆς ἄλλο, καὶ ἐν τῇ Ἀναλυτικῇ εἴρηται. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ τῶν καθ’ ἕκαστά ἐστιν ἐπὶ τὸ καθόλου [*](1 ἐνίσταται P post τέλει add. τερθρεύονται, τουτέστι Δ 2 διαστρέφειν Δpr. 3 τὸ om. Β 4 δὴ om. Δ φασὶ Α δεῖ ΒΔ 6 παρεμβαλεῖν (sic) a 7 κρυπτικόν εἶναι add. Δ)—παρεμβάλλειν ΒD: om. aAP 8 μηδὲν—προκείμενα] κρύπτειν γὰρ καὶ τοῦτο Α 9 μὴ Α 10 τὸ δεικνύμενον 001. A περὶ αὐτῶν om. Α 11 λεληθότως λέγοντες A φέρουσιν Α 11. 12 ἀφανέστερον γὰρ τὸ Α 12 ἀσαφέστερον Β ἐν παρ’ αὐτὸ Δ 13 τοῖς ἐρωτωμένοις om. Α 14 λαμβάνουσι Α σὺν superscr. Β 15. 16 ἐπιταράττεσθαι —ἐρωτήσεων] ταῖς πολλαῖς ἐρωτήσεσιν ἐπιταράττονται Α 15 αὐτοῖς alterum ΔΡ: αὐτοὺς BD ἀπὸ P τοῦ om. Β post 16 add. εἰς μὲν οὖν κρύψιν τοῖς εἰρημένοις:—τίσι χρηστέον εἰς κόσμον τῆς ἐρωτήσεως καὶ τίσιν εἰς σαφήνειαν:—Δ —21 Δ: om. aABDP 17 δὲ Arist.: om. Δ 18 ἐπαγωγῆ mrg. Δ 22 εἰς δὲ σαφήνειαν παραδείγματα καὶ παραβολάς: —ὅτι εἰς σαφήνειαν παραδείγματα καὶ παραβολὰς οἰστέον Δ ὁποῖόν τί ἐστι οm. Α τί om. D δηλοῖ D 23 post ὅτι add. δὲ AP τὸ παράδειγμα—σημαίνουσα (p. 533,11) Suidas sub v. παράδειγμα ἐν τοῖς ἀναλυτικοῖς Α: ἔναλυτικῆ Β εἴρηται] Anal. Pr. II 24 24 ἐκ om. Α ἕκαστον A: compend. Δ τὸ ABD: τὰ aP Suid.)

533
ἔφοδος· παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου. διὸ ἐπαγωγὴ μὲν δι’ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι’ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. προσχρῆται μέντοι καὶ ὁ διαλεκτικὸς παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον, ὡς πρὸ ὀλίγου ἐλέγετο τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι ‘ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ αἴσθησις;’. παραδείγματος δὲ παραβολὴ διαφέρει, ὅτι τὸ μὲν παράδειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγονότος καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἔοικε μέντοι αὐτὸς νῦν ἐπὶ τοῦ αὐτοῦ κεχρῆσθαι τῷ παραδείγματι καὶ τῇ παραβολῇ δι’ ὧν λέγει παραδείγματα δὲ οἰκεῖα [*](255) καὶ ἐξ ὧν ἴσμεν, Ὅμηρος, μὴ οἷα Χοιρίλος· ἐναργεῖς γὰρ καὶ διὰ γνωρίμων αἱ παρ’ Ὁμήρῳ παραβολαί· οὐ τοιαῦται δὲ αἱ Χοιρίλου.

[*](p. 157a21)

Ἔστι δὲ ἐπ’ ἐνίων μὲν ἐπάγοντα δυνατὸν ἐρωτῆσαι τὸ καθόλου.

Λέγει πρῶτον περὶ τῶν ἐπακτικῶν λόγων, πῶς χρηστέον αὐτοῖς. καὶ πρῶτον μὲν δυσχέρειάν τινα πολλάκις ἐπὶ τῶν ἐπακτικῶν λόγων ἀπαντῶσαν μηνύει, ἣν ἀξιοῖ φυλάττεσθαι ἐπανορθοῦσθαι πειρωμένους. ἔστι δὲ ἡ δυσχέρεια αὕτη· ἐπεὶ ἐπί τινων τὸ καθόλου τε καὶ κοινὸν οὐκ ὠνόμασται, οἷον τίνα ἐστὶ τῶν ζῴων τετράποδα τῷ μὲν γὰρ δίποδι πεζῷ ἄνθρωπος ὄνομα, τοῖς δὲ τετράποσι πεζοῖς οὐκ ἔστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν), οἱ τὰς ἐπαγωγὰς ἐπὶ τούτων ποιούμενοι λαβόντες τινὰ τῶν ὑπὸ τὸ [*](1 ἔφοδος ABD (cf. p. 105a13) ὁδὸς ΔΡ Suid. καὶ παράδειγμα, omisso δὲ, Α γίνεται τὸ] τινὸς Δ 3 ἀρκεῖ om. Α εἶναι] γίνεται Α ἔστιν om. Α τοῦ διαλεκτικοῦ Α 4 οἰκειοτέρα om. Α τοῦ ῥήτορος Α 4—6 κέχρηται προσχρῆται scripsi cf. p. 441,15)—πυνθάνεσθαι aBDP: σαφηνίζων δὲ πολλάκις τὸ λεγόμενον καὶ ὁ διαλεκτικὸς· παραδείγμασιν Α ἡ διαλεκτικὴ D (non Δ) 5 παραδείγματι Δ εἰ—γνώριμον om. D (non Δ) 6 πρὸ ὀλίγου] p. 156b 10—17 διὰ τῆς] δι’ D (non Δ) 8 αἴσθησις add. ἡ ΑΒ Suid. παράδειγμα AD (non Δ) παραβολὴ Δ: καὶ παραβολὴ D: καὶ παραβολῆς aABP Suid. διαφέρει AD: διαφορά ἐστιν aBP: διαφορά Suid. μὲν om. Α 9 δοκεῖ om. AD (non Δ) γένος τι Β: τὸ γεγονὸς, sed post δεῖξιν, Α τινὸς om. Α παρατίθεται D (non Δ): τίθεται Α μήπω D: μήπω δὲ Δ: μηδέπω δὲ Α 10 ἀδήλου mrg. Δ εἰκός Α ὁμοιότητος Β εἰς τί Δ: πρότερον Β 11 σημαῖνον Α αὐτὴν Β νῦν post αὐτοῦ transposuit D (non Δ) 13 καὶ prius ΑΔ Arist.: om. aBDP οἴα prius] ἐξ ὧν Β ὁμήρου D (non Δ) Χοιρίλλος Δ: Χοιρίλου ἐστίν D: χειρίλλος ἐστίν Α 13. 14 καὶ διὰ γνωρίμων om. Α 14 Χοιρίλλου Δρ post 14 add. καὶ ἐφ’ ὧν μὴ κεῖται τοῖς ὁμοίοις ὄνομα κοινόν, πειρατέον ὀνοματοποιεῖν τοὺς διαλεγομένους διαλεκτικοὺς Α), ἶνα μὴ παρακρούωνται (παρακούωνται ΑΒ) ἀλλήλους ABD: om. aAP 15 τὸ om. aP 17 περὶ πρώτων τῶν Δ τῶν om. AD ἐπακτικοῦ λόγου A 18 πολλάκις om. D, mrg. Δ 20 τινος B 21 τίνα ΒΔ: τινά aADP μὲν om. Α γὰρ om. Δ ante ἄνθρωπος add. ὁ D (non Δ) 22 τετραπόδοις Β 23 αὐτοῖς D (non Δ) τούτου Α λαμβάνοντες aBP ὑπὸ τὸ ABD: ἀπὸ τῶν aP)

534
καθόλου, τῷ τὸ κοινὸν ἐπ’ αὐτοῖς μὴ ὠνομάσθαι ἐπιφέρουσι ‘καὶ πᾶν ἄρα τὸ τοιοῦτον᾿. διὰ δὴ τὴν τοιαύτην ἐπιφορὰν ἐν τοῖς ἐπακτικοῖς λόγοις πολλάκις ἀλλήλους παρακρούονται οἱ διαλεγόμενοι, οἱ <οἱ μὲν> τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ἀνόμοια ἐπάγοντες ὡς ὅμοια καὶ περιεχόμενα ἐν τῷ <τοιούτῳ τῷ> τοιαῦτα δοκεῖν εἶναι διά τινα βραχεῖαν ὁμοιότητα, οἱ δὲ τὰ ὅμοια οὐκ ἀξιοῦντες ὅμοια εἶναι οὐδὲ συγκεχωρῆσθαι τὰ τοιαῦτα διά τινα κατά τι ἄλλο ἀνομοιότητα. παραινεῖ οὖν τὰ τοιαῦτα φυλάττεσθαι πειρωμένους, εἰ οἷόν τε, ὀνοματοποιεῖν αὐτοὺς καὶ κοινῷ ὀνόματι περιλαμβάνειν τὰ τοῖς εἰλημμένοις διὰ τῆς ἐπαγωγῆς ὅμοια, οἷον ὡς πάντα, ἃ κερασφόρα οὐκ ἔστιν, ἀμφόδοντα. ἐπ’ ἐνίων μὲν οὖν ῥᾴδιον εὐπορεῖν ὀνομάτων, ὡς ἐπὶ τῶν εἰρημένων· ἐπ’ ἐνίων δ’ οὐ ῥᾴδιον. οὐ μὴν ἀλλ’ ἴσως χρή εἰ καὶ μὴ ὀνόματι ἑνὶ δυνατὸν αὐτὰ περιλαβεῖν, ἀλλὰ λόγῳ γε σαφῶς περιορίζοντας ἐπιφέρειν· γνώριμον γὰρ καὶ τοῦτο καὶ ἧττον ἀφορμὰς παρέχον ἀμφισβητήσεως.

[*](p. 157a34)

Ὅταν δ’ ἐπάγοντος ἐπὶ πολλῶν μὴ διδῷ τὸ καθόλου.

Λέγει διὰ τούτων, πότε εὔλογον ἔνστασιν ἀπαιτεῖν τὸν ἐρωτῶντα παρὰ τοῦ ἀποκρινομένου καὶ πότε οὐκ εὔλογον. ὅταν μὲν γὰρ τοῦ ἐρωτῶντος ἐπακτικῶς ἐπὶ πολλῶν τὸν λόγον ποιησαμένου μὴ συγχωρῇ ὁ ἀποκρινόμενος τὸ καθόλου, τότε εὔλογον ἀπαιτεῖν αὐτὸν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως. ἐὰν δέ τις χωρὶς τοῦ τὴν πίστιν διὰ τῶν καθ’ ἕκαστα ποιήσασθαι τοῦ καθόλου τὸ καθόλου λαμβάνῃ, ἀνανεύοντος δὲ ἔνστασιν ἀπαιτῇ, οὐκ εὔλογος ἡ ἔνστασις· δεῖ γὰρ ἐπάγοντα πρῶτον οὕτως τὴν ἔνστασιν ἀπαιτεῖν.

[*](p. 157a37)

Ἀξιωτέον τε τὰς ἐνστάσεις μὴ ἐπ’ αὐτοῦ τοῦ προτεινομενου.

Καὶ τοῦτο περὶ τῶν ἐπακτικῶν λόγων λέγει, μὴ δεῖν συγχωρεῖν τοῖς ἀποκρινομένοις ἐπ’ αὐτοῦ τοῦ προτεινομένου καὶ δεικνυμένου ποιεῖσθαι [*](1 τὸ om. Α πᾶν παρὰ Δ: πᾶν εἶναι Α 2 post τοιοῦτον add. ἔχειν A διὰ] τὸ Δ 3 οἱ N: καὶ οἱ ABD: καὶ aP οἱ μὲν addidi cf. Arist. 4 ὑπάγοντες Δ 5 τοιούτῳ τῷ addidi cf. vs. 2 ἰδιότητα D (non Δ) 6 τὰ ὅμοια δὲ Α εἶναι ὅμοια aP post συγκεχωρῆσθαι add. τῷ aBAP, τοῦ Α: om. D τὰ alterum om. A 7 τινων Β οὖν om. AP 8 πειρώμενοι Δ 9 διὰ τῆς] δι’ Β ἃ scripsi: τὰ libri 10 ἔστιν Δ: om. aABDP ἀμφόδοντα D cf. Ind.: ἀμφώδοντα aAAP: ἄμφοδα ὄντα Β μὲν Δ· om. aABDP οὖν] οὐ Β ἀπορεῖν Β 11 ὀνομάτων Α: ὀνόματα Β: ὀνόματος aP: compend. D 12 γε om. ΑΒ 13 περιορίζοντας Δ cf. vs. 8: περιορίζοντα aBDP: περιορίζοντι Α καὶ prius om. aP 13. 14 ἀφορμὴν περιέχον Α 15 ἐπάγοντα P ἐπάγων τις ἐπιδιδῶ τὸ Δ 16 et 17 πότερον Α 18 τὸν λόγον P, Dcorr. (aut Dpr.), post ἐπακτικῶς Δ: τῶν λόγων ΑΒ, Dpr. (aut Dcorr.): λόγον a 19 post καθόλου add. δὲ A τὴν ἔνστασιν αὐτὸν Β 20 ἐὰν AD: ἄν aBAP post τις add. τούτων Β τοῦ prius] τούτων Α τὴν om. Β τοῦ alterum corr. ex τὸ Β post τοῦ eras. 12 lit. P 21 λαμβάνῃ τὸ καθόλου aP δὲ om. Δ εὔλογον Α 23 ἀξιώτερόν D (non Δ) δὲ A(C) μὴ κτλ. om. Δ 23. 24 προειρημένου Β 25 μὴ δεῖν om. Δ 26 προκειμένου Α)

535
τὰς ἐνστάσεις χρωμένοις πρὸς τὴν ἀναίρεσιν τῷ καθόλου, ἐὰν μὴ ἓν μόνον ᾖ τοιοῦτον.

[*](p. 157b2)

Πρὸς δὲ τοὺς ἐνισταμένους τῷ καθόλου μὴ ἐν αὐτῷ δὲ τὴν ἔνστασιν.

Ἐπεί τινες πειρῶνται πρὸς τὸ καθόλου τὸ διὰ τῶν ἐπαγωγῶν λαμβανόμενον ἐνίστασθαι, ποιούμενοι τὰς ἐνστάσεις οὐκ ἐπὶ τούτων περὶ ὧν ὁ λόγος καὶ ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ ὁμωνύμων αὐτοῖς τινων, δεῖ πρὸς τὴν προφυλακὴν τῶν τοιούτων ἐνστάσεων, μηδὲν φερουσῶν πρὸς τὸ προκείμενον φαντασίαν δὲ ἀποτελεῖν δυναμένων ποτὲ ὡς οὐσῶν ἐνστάσεων, διελόμενον τὴν ὁμωνυμίαν ἐπὶ τούτων τὴν ἐρώτησιν ποιεῖσθαι, ἃ ἔξω πίπτει τῆς πρὸς τὰ μὴ οὕτως ἔχοντα ὁμωνυμίας, ὡς ἐπὶ τοὐ τοῦτό τι ἔχειν, πῶς ἔχει, εἰ ὡς μέρος ἐν αὑτῷ ἢ ὡς ἕξιν ἢ ὡς πάθος ἢ ὡς κτῆμα.

Ἐὰν δὲ μὴ ἐν τῷ ὁμωνύμῳ ἀλλ’ ἐν αὐτῷ ἐνιστάμενος.

Εἰπὼν πῶς φυλαξόμεθα τὰς ἐπὶ τῶν ὁμωνύμων ἐνστάσεις, ὅτι διαιρούμενοι, προστίθησι πῶς, εἰ μὴ ἐπί τινος ὁμωνύμου ἡ ἔνστασις γένοιτο ἀλλ’ ἐπί τινος τῶν ὑπὸ τὸ καθόλου, ὃ λαβεῖν βουλόμεθα διὰ τῆς ἐπαγωγῆς, φυλαξόμεθα καὶ τὴν τοιαύτην ἔνστασιν καὶ περανοῦμεν τὸ προκείμενον. ἐπὶ γὰρ τούτου ἀφαιροῦντας ἀξιοῖ ἐκεῖνο ἀπὸ τοῦ καθόλου, καθ’ ὃ ἡ ἔνστασις γίνεται, ἢ προσδιορίζοντας περὶ τοῦ καταλειπομένου ἐρωτᾶν καθόλου. οἷον εἰ δι’ ἐπαγωγῆς ἡμῖν λαμβάνουσιν, ὅτι λήθη ἐστὶν ἡ τῆς ἐπιστήμης ἀποβολή, ἐνίσταταί τις λέγων τοὺς ἔχοντάς τινος πράγματος ἐπιστήμην μεταβάλλοντος τοῦ πράγματος ἀποβάλλειν μὲν τὴν ἐπιστήμην αὐτοῦ μὴ μέντοι ἐπιλελῆσθαι, ἀφελόντα χρὴ τοῦτο, καθ’ ὃ ἡ ἔνστασις, τὸ λοιπὸν καθόλου λαβεῖν. ἀφαιροῖτο δ’ ἄν, εἰ προσθείημεν τῷ τὴν τῆς ἐπι- [*](1 τὴν ἔνστασιν AD (non Δ) χρωμένοις N: τοὺς χρωμένους aABDP1: τὰς χρωμένας ΔΡ2 περὶ Α τῷ scripsi: τῶν AD: τοῦ aBAP 2 τὸ τοιοῦτον Arist.: τὸ τοῦ πράγματος Δ 3 τῶ Β Arist.: τῶν Α: τὸ aDP(u): τῷ κτλ. om. A 5 τὸ alterum om. aP: τῶ Δ 5. 6 λαμβανομένω Δ 6.7 ἄλογος Δ 7 δεῖ BD: δὴ Α: om. aP 8 φυλακὴν ΒΔ διαφερουσῶν Δ 9 ποτὲ post ἐνστάσεων collocat A 10. 11 ἐπὶ—ὁμωνυμίας om. A τῆς om. D 11. 12 ἐπὶ —αὐτ(ῷ) initio paginae P3 τοῦ τοῦτό τι ἔχειν scripsi: τοῦτο ἀλλ’ ὅτι ἔχει Β: τοῦτο ἄλλου τί ἔχειν Δ: τοῦτο δ’ ἡ δi (sic) ἔχει Ρ3: τούτου Α: τούτων:—D: τοῦ ἔχειν ὅπερ πολλαχῶς λέγεται a 12 πῶς ἔχει, εἰ scripsi: πᾶς ἔχει ἢ Α: πᾶν ὃ ἔχει ἡ D: ἡ aBAP ἐν om. ΑΡ3 αὐτῷ aBDP3: compend. Α ἕξις Α ἡ ὡς πάθος om. aB post κτῆμα add. ἔχει D 13 ἀλλ’ ἐν αὐτῷ ἐνιστάμενος om. aA 14 εἰπεῖν Α ὡς Δ 14. 15 διαιρούμενον Α: διαιρουμένοις Δ 15 εἰ a, superser. P: εἴη Δ: om. ABD μὴ ἐπί τινος ὁμωνύμου ἡ ἔνστασις Ν: ἐπί τινος ἡ ἔνστασις μὴ ὁμωνύμου aP, iteraque, sed ὁμώνυμος, ABD 16 ὑπὸ ΔΡ: ἐπὶ ABD τὸ] τῶν D (non Δ) ὁ λαβεῖν βουλόμεθα iterata expunxit Δ 17 καίπερ ἀναιροῦμεν Α: καὶ συμπερανοῦμεν P, συμ add. Ρ3 18 ἐπὶ (τ)ὸ supra ἀπὸ τοῦ scriptum Δ post καθόλου add. λαβεῖν Α 19 ὃ] οὗ Α ἡ superser. P 20 ἐρωτᾶν] ἐν τῶ Α δι’] δ’ a λαμβάνει Β 21 ·ἐνίστατό Δ: fort. ἐνίσταιτο τις] τ| Ρ1: ὀπὸς add. Ρ2 post τοὺς add. οὕτως Β τινος] εὖ Α 21. 22 πράγματα ἐπιστήμης Α 22 μεταβαλόντος Δ 23 χρὴ τοῦτο aAP: inv. ord. ABD 23. 24 τὸ καθόλου λοιπὸν Α 24 εἰ] ἡ Α τῷ τὴν Δ: τὸ τὴν AB: τὸ aDP)

536
στήμης ἀποβολὴν λήθην εἶναι ‘σωζομένου τοῦ πράγματος᾿· ὁ γὰρ τοιοῦτος διορισμὸς προστεθεὶς τήν τε ἔνστασιν ἀναιρεῖ καὶ τοῦ τὸ προκείμενον λαβεῖν αἴτιος γίνεται.

[*](p. 157b17)

‘Oμοίως δὲ καὶ πρὸς τοὺς ἐνισταμένους διότι τῷ μείζονι ἀγαθῷ.

Ὅτι ἐπὶ τούτων ἀξιωτέον τῷ μείζονι ἀγαθῷ μεῖζον κακὸν ἀντικεῖσθαι, ἐᾶ ὧν οὐκ ἔστι τὸ | μεῖζον ἀγαθὸν συνεπιφέρον τὸ ἕτερον τὸ [*](256) ἔλαττον. εἰ γὰρ εἴη τοιοῦτον ὡς συνεπιφέρειν τὸ ἕτερον καὶ διὰ τοῦτο μεῖζον εἶναι, τῷ αὐτὸ καθ’ αὑτὸ χωρὶς ἐκείνου μὴ λαμβάνεσθαι, οὐκέτι γίνεται καὶ τὸ τούτῳ ἐναντίον κακὸν μεῖζον τοῦ ἐναντίου τῷ ἐλάττονι ἀγαθῷ κακοῦ τῷ συνεπιφερομένῳ ὑπὸ τοῦ μείζονος. διὰ τοῦτο γὰρ καὶ τὸ <τῇ εὐεξίᾳ> ἐναντίον κακὸν οὐκ ἔστι μεῖζον τοῦ τῇ ὑγείᾳ ἐναντίου κακοῦ· καίτοι μεῖζον ἡ εὐεξία τῆς ὑγείας, ἀλλὰ διὰ τοῦτο μεῖζον, ὅτι συνεπιφέρει τὴν ὑγείαν· ἀδύνατον γάρ τινα εὐεκτεῖν μὲν μὴ ὑγιαίνειν δέ. ὡς δὲ ἡ εὐεξία μεῖζον ἀγαθὸν τῆς ὑγείας, ὅτι συνεπιφέρει αὐτήν, οὕτω πάλιν ἡ νόσος, ἥτις ἐστὶν ἐναντία τῇ ὑγείᾳ, τῷ συνεπιφερομένῳ ἀγαθῷ ὑπὸ τῆς εὐεξίας, μεῖζον κακὸν τῆς καχεξίας, ἥτις ἐστὶν ἐναντία τῇ εὐεξίᾳ, ὅτι καὶ αὐτὴ συνεπιφέρει τὴν καχεξίαν· πᾶς γὰρ ὁ νοσῶν ἐν καχεξία ἐστίν.

[*](p. 157b 24)

Οὐ μόνον δὲ ἐνισταμένου τοῦτο ποιητέον.

Ὅτι κἄν μὴ ἔνστασίν τινα φέρῃ ὁ ἀποκρινόμενος, ἀρνῆται μέντοι τὸ καθόλου ὑφορώμενός τι τοιοῦτον, ἀξιοῖ αὐτοὺς προλαβόντας διορίζειν τὰς ἐρωτήσεις καὶ ἀφαιρεῖν καθ’ ἃ αἱ ἐνστάσεις χώραν ἔχουσι· τούτων γὰρ ταῖς προσθήκαις ἀφαιρουμένων ἀναγκασθήσεται τοῖς ἀξιουμένοις συγχωρεῖν τῷ μηκέτι συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει τῶν ὑποτιθεμένων. τίνες δὲ τῶν προτάσεων τῶν καθόλου διορισμοῦ τοιούτου δέονται, ἐδήλωσε [*](1 λήθης Α post πράγματος add. καὶ γὰρ καὶ expunctum) τοῦ πράγματος σωζομένου ἡ τῆς ἐπιστήμης ἀποβολὴ λήθη Δ 2 διορισμὸς aP: δὴ ὅρος BD: δὴ λόγος Α: προσδιορισμὸς Δ προσθεὶς Α: προστιθεὶς Δ τε om. Β 3 αἴτιον a γίνεται] huc usque Δ 4 δὲ om. D 6 ante μεῖζον add. τὸ aP 7 οὐκέτι Β συνεπιφέρον scripsi: ἐπιφέρειν libri 7. 8 τὸ ἔλαττον τὸ ἕτερον Β 8 εἰ γὰρ om. P εἴη a: ἡ ABD: ἡ P 8. 9 καὶ—αὐτὸ om. P 9 τὸ Β αὐτῶ Α 10 γίνεται aP: γὰρ ABD τὸ τούτῳ scripsi: τούτω B: τοῦτο ADP: τὸ a post κακὸν add. οὐκ ἐστι Β post τοῦ delevit τῆ ὑγεία Β τῷ— ἐναντίου (12) om. Α 10. 11 τῷ ἐλάττονι ἀγαθῷ om. P 11 κακοῦ BD: κακὸν aP (??) τ (ante ras.) D: τῶν ὡς P: ὡς a: τὸ Β συνεπιφερομένῳ scripsi: συνεπιφερομένων DP: συνεπιφερόμενον aB γὰρ om. Β καὶ om. a, post τὸ collocat P 12 τῇ εὐεξίᾳ addidi 13 μείζων (post καίτοι) AD 14 μὲν om. -BD μὴ ante εὐεκτεῖν transposuerunt BP 15 αὐτὸ Α ἡ om. Α 18 αὕτη Β 19 ἐνισταμένους D: compend. Α 20 ἀναιρεῖται BP 21 ὑφορώμενον Β τι aP: om. ABD τοῦτο Dpr. αὖ τοὺς P 22 ἀφαιρεῖν aBP: φέρειν AD καθὼς Α: καθὸ Β 23 τῆς προσθήκης Α et supra ἦς ὁ scripto ἁ D 24 τῷ aB, Pcorr.: τὸ A, Ppr.: τῶ D)

537
καθόλου· αἱ γὰρ ἐπὶ τὶ μὲν ἀληθεῖς ἐπὶ τὶ δὲ ψευδεῖς· ποῖαι δέ εἰσιν αὗται, ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ἐπὶ γὰρ τῶν τοιούτων ἔνεστι τῷ διορισμῷ προστιθεμένῳ ἀφελόντας τὸ ψεῦδος ἔχειν τὸ καταλειπόμενον ἀληθές· ἡ γὰρ πρότασις ἡ λέγουσα ‘πᾶσα ἀποβολὴ ἐπιστήμης λήθη ἐστίν’ οὐ καθόλου ἀληθής, ἀλλὰ σωζομένου τοῦ πράγματος.

[*](p. 157b31)

Ἐὰν δὲ ἐπὶ πολλῶν προτείνοντος μὴ φέρῃ ἔνστασιν.

Ἄξιοί, εἰ ἐπὶ πολλῶν καὶ διὰ πολλῶν τὸ καθόλου συνιστάντων ἡμῶν διὰ τῆς ἐπαγωγῆς ὁ ἀποκρινόμενος ἔνστασιν μὴ φέροι ἐπὶ τίνος οὐχ οὕτως, μόνον δ’ ἀντιλέγοι πρὸς τὸ καθόλου, τιθέναι αὐτὸ καὶ χρῆσθαι αὐτῷ ὡς ὁμολογουμένῳ καὶ ἐνδόξῳ· διαλεκτικὴ γάρ, τουτέστιν ἔνδοξος πρότασίς ἐστι, πρὸς ἣν δεικνυμένην ἐπὶ πολλῶν ὅτι οὕτως ἔχει μὴ φέρεται ἔνστασις.

[*](p. 157b34)

Ὅταν δὲ ἐνδέχηται τὸ αὐτὸ ἄνευ τε τοῦ ἀδυνάτου καὶ διὰ τοῦ ἀδυνάτου συλλογίσασθαι.

Ἐπεὶ συλλογισμὸς γίνεται μὲν καὶ δεικτικός, γίνεται δὲ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, λέγει ὅτι πρὸς μὲν τὸ ἀποδεικνύναι τὸ προκείμενον ἐπ’ αὐτοῦ τὸν συλλογισμὸν ποιούμενον καὶ τῆς ἀληθείας εὑρέσεως χάριν οὐδὲν διαφέρει οὕτως ἢ ἐκείνως συλλογίσασθαι· τοῖς γὰρ αὐτοῖς ὡς ἐναργέσι καὶ ὁμολογουμένοις χρῆται καὶ ὁ δεικτικῶς δεικνὺς καὶ ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς ἐδείχθη ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. ἐν δὲ ταῖς διαλέξεσι χρησιμώταται αἱ δεικτικαὶ δείξεις· τὰ γὰρ αὐτὰ εὐκολώτερον δίδοταί τε καὶ συγχωρεῖται μηδέπω ὄντος γνωρίμου τοῦ δεικνυμένου δι’ αὐτῶν. ἐπὶ μὲν οὖν τῆς δεικτικῆς μετὰ τὴν λῆψιν τῶν προτάσεων φανερὸν τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς φανεροῦ ὄντος τοῦ ὀφείλοντος δειχθῆναι· τὸ γὰρ ἀντικείμενον τῇ [*](2 ἐν τοῖς Ἀναλυτικοῖς] fortasse in commentario ad An. Pr. II 2 p. 54 al sqq. εἴρηνται Α γὰρ scripsi: δὲ libri 3 προςτιθεμένους ABD ἀφελόντα BD, sed cf. p. 536,21 τὸ prius aBP: τὰ D: γὰρ Α ἔχειν aP: ἔχοντα ABD 5 οὐκ ἀληθής ἐστι καθόλου aP ἀληθὲς Α 7 εἰ om. P διὰ ABD: ἀπὸ aP 8 post ἐπαγωγῆς add. οἶον εἰ P φέροι a: φέρει Α: φέρῃ BD: compend. P 9 ἀντιλέγοι scripsi: ἀντιλέγει aAP: ἀντιλέγῃ BD αὐτὸ aP: αὐτῶ ABD καὶ χρῆσθαι P: κεχρῆσθαι ABD: καὶ κεχρῆσθαι a 11 ἐστι om. BP δεικνυμένην scripsi: δεικνυμένου aP: δεικνυμένων Α: δεικνυμένη Β: δεικνυμένην—13 ὅταν δὲ om. D 11. 12 φέρεται Α: φέρηται aB (ται superscr. B) P 12 ἐνστασιν B: ἲς in ras. P 13 δὲ B, superscr. P: δ’ Arist.: om. aA ἐνδέχεται Α: δέχεται 1) τε om. D(u) 14 διὰ om. Β δυνατοῦ B 15 post ἐπεὶ add. δὲ D μὲν oin. A: ante γίνεται transposuerunt BD 16 post εἰς add. τὸ D ἐπαγωγῆς Β 17 τὸν συλλογισμὸν ἐπ’ αὐτοῦ aA ποιούμενος B: ποιούμενοι Ρ ἀληθείας scripsi: ἀληθοῦς libri αἱρέσεως Α 18 ἐκείνως ἢ οὕτως Β 19 δεικτικὸς A 20 ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλ.] c. 14 21 τῆ διαλέξει Α χρησιμώταται N: χρησιμώτατοι aABDP: fort. χρησιμώτεραι 22 εὐκολώτερον scripsi cf. ad p. 538,16: εὐλογώτερα aABDP: εὐλογώτερον N 23 διαλεκτικῆς D, sed δεικτικῆς in mrg. man. rec. 23. 24 τῶν προτάσεων φανερὸν scripsi: τῶν φανερῶν προτάσεων aBDP: τῆς φανερᾶς προτάσεως Α 24 ἐπαγωγῆς Α 25 an <φανερὸν> φανεροῦ? φανερὸν ὅτι )

538
ὑποθέσει δεῖξαι βούλεται ἡ τοιαύτη ἀπόδειξιες. ὅταν οὗν προσληφθείσης τῆς ἑτέρας τῶν προτάσεων τῇ ὑποθέσει δεικνύηταί τι [ὅτι] ἀδύατον, οὗ τῇ ἀναιρέσει ὡς ἀδυνάτου κατασκευάζεται τὸ ἀντικείμενον τῆς ὑποθέσεως, οὔ φασι τὸ δειχθὲν καὶ συναχθὲν ἀδύνατον εἶναι, ὁρῶντες ὅτι τούτου δειχθέντος εἶναι ἀδύνατον δείκνυται τὸ τῆς ὑποθέσεως ἀντικείμενον, καὶ ὃ ἔδοσαν ἂν ἁπλῶς αἰτούμενοι ὡς ἀληθές, τοῦτο οὐ διδόασι τότε ὁρῶντες τὸ συμβησόμενον δοθέντος αὐτοῦ. καὶ καθόλου ἐπὶ μὲν τῆς δεικτικῆς δείξεως οὐδεμία ἐστὶν ἐνστάσεως χώρα μετὰ τὸ διὰ συλλογισμοῦ δειχθῆναι τὸ συμπέρασμα· ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μετὰ τὸ συναχθῆναι συλλογιστικῶς ἔτι ἐνστάσεώς ἐστι χώρα τῷ μὴ δείκνυσθαι διὰ τοῦ συλλογισμοῦ τὸ προκείμενον ἀλλὰ τὸ τὸ συλλογισθὲν ἀδύνατον εἶναι, τοῦτο κατασκευάζειν τὸ προκείμενον, ὃ ἦν τὸ τῇ ὑποθέσει ἀντικείμενον.

[*](p. 158 a 3)

Δεῖ δὲ προτείνειν ὅσα ἐπὶ πολλῶν μὲν οὕτως ἔχει.

Δεῖ τὰς ἐρωτωμένας ὑπὸ τῶν ἐρωτώντων προτάσεις τοιαύτας εἶναι ὡς ἐπὶ πολλῶν μὲν φανερῶς καὶ ὁμολογουμένως οὕτως ἔχειν, ἔνστασιν δὲ ἢ ὅλως μὴ ἔχειν ἢ μὴ πρόχειρον καὶ εὔκολον εὑρεθῆναι ἔχειν. οὕτως γὰρ ἂν λαμβάνοι αὐτὰς παρὰ τοῦ προσδιαλεγο|μένου· μὴ δυνάμενος [*](257) γὰρ συνορᾶν ἐπὶ τίνος οὐχ οὕτως ἔχει, συγχωρεῖ τοῖς καθόλου ἀξιουμένοις.

[*]([Ἑτέρου. p. 158 a 7)

Οὐ δεῖ δὲ τὸ συμπέρασμα.

Οὐ δεῖ δέ, φησί, ἐρωτᾶν τὸ συμπέρασμα ὡς πρότασιν διαλεκτικήν. οἷον ἔστω τὸ συμπέρασμα, ἤτοι τὸ πρόβλημα, ὅτι ἡ ἡδονὴ κατὰ φύσιν· οὐ δεῖ ἐρωτᾶν ‘τί δέ; τὸ κατὰ φύσιν οὐκ ἀγαθόν; τί δε; ἡ ἡδονὴ οὐκ ἀγαθόν;’· εἰ γὰρ οὕτως ἐρωτᾷς, ἀνανεύσαντος τοῦ προσδιαλεγομένου καὶ μὴ συχωρήσαντος ὅτι ἡ ἡδονὴ ἀγαθὸν οὐδ᾿ ὅλως ἔσται συλλογισμός. εἰ γὰρ τὰς μὲν ἄλλας προτάσεις χάριν τοῦ συμπεράσματος ἐρωτᾷς, ἵν᾿ ἐκ τούτων συνάξῃς αὐτό, προενέγκῃς δὲ τὸ συναχθήσόμενον ὡς ἐρώτημα, ὁ δὲ ἀπαρνήσεται, οὐδ᾿ ὅλως ποιεῖς συλλογισμόν. πολλάκις γὰρ ἀρνεῖται [*](1 ἀπόδειξις] ὑπόθεσις A οὖν N: δὲ aABDP προληφθείσης AD 2 post ἑτέρας add. προτάσεως B δεικνύηταί scripsi: δείκνυται libiri ὅτι delevi ante ἀδύνατον add. ἐστὶν aP, post ἀ, Α 3 δυνατοῦ AD 4 ὁρῶντας D 6 ὃ aBP ἄν a: om. ABDP ἐρ(??)ωτῶντες P, ὁρ superser. P3 7 ἀπ᾿ αὐτοῦ δοθέντος D post αὐτοῦ add. εἶναι aP, ante οὑτοῦ B 9 ὅειχθῆνατ D 10 ἕνατασις A τῷ aP: τοῦ AD: τὸ B διὰ a, superser. P2: om. ABD 11 τὸ τὸ D: τῷ τὸ aBP: τὸ Α 12 τὸ alterum om. A 14 ὑπὸ τῶν ἐρωτωμένων B προτάσεις ante ὑπὸ transposuerunt aP: προφάσεις A αὐτὰς D 15 φανερὰς καὶ ὁμολογομένας aP 16 ἢ prius om. B μὴ alterum om. A εὗλογον D ἔχει B 17 ἂν om. A λαμβάνη B τοῦ] οὕ a 20—p. 539,8 a: 21—539,8 N 23 δὲ] fortasse utrobique δαί cf. p. 521,35 522,1 28 ἀπαρνήσηται conicio cf. p. 539,7)

539
ὁ προσδιαλεγόμενος καὶ μὴ ἐρωτῶντός σου τὸ συμπέρασμα ἀλλ’ ἐπιφέροντος καὶ συνάγοντος αὐτὸ ὡς συμβαῖνον ἐκ τῶν προκειμένων προτάσεων· καὶ τοῦτο, ἤγουν τὸ ἀρνεῖσθαι, ποιοῦντες οὐ δοκοῦσιν ἐλέγχεσθαι τοῖς μὴ ἀκριβέσι διαλεκτικοῖς· εἰ γὰρ μὴ εἴη ἀκριβὴς διαλεκτικός, οὐκ ἄν ἀπελέγξειεν αὐτὸν μὴ λέγοντα καλῶς. ὅταν οὖν ὁ ἐρωτῶν ἐρωτήσῃ τὸ συμπέρασμα καὶ μὴ προδιομολογήση ὅτι συνήχθη ἐκ τῶν δοθεισῶν προτάσεων, ὁ δὲ ἀποκρινόμενος ἀρνήσηται, φανερὸν ὅτι οὐδ’ ὅλως ἄν γένοιτο συλλογισμός.]

[*](p. 158a14)

Οὐ δοκεῖ δὲ πᾶν τὸ καθόλου διαλεκτικὴ πρότασις εἶναι.

Τὸ καθόλου ἤτοι ἐπὶ τῶν προτάσεων λέγει, ὅτι μὴ πᾶσα πρότασις διαλεκτική, [ἢ] ἀντὶ τοὐ ‘οὐ οὐ δοκεῖ δὲ καθόλου διαλεκτικὴ πρότασις εἶναι πᾶν τὸ ὁπωσοῦν ἐρωτώμενον᾿, ἢ πᾶν τὸ ἐπὶ τοῦ καθόλου εἶναι. καὶ γὰρ ὁ τὸ τί ἐστι τόδε τι ἐρωτῶν καθόλου τινὰ ἐρώτησιν ἐρωτᾷ (τούτου γὰρ οἱ ὁρισμοὶ), καὶ ὁ ἐρωτῶν περί τινος ποσαχῶς λέγεται· ἀπλῶς γὰρ οὐ μόνον οὐ διαλεκτική ἐστι πρότασις τὸ τί ἐστιν ἄνθρωπος, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν πρότασις. τῶν δὲ εἰρημένων ἐν τῷ πρώτῳ καὶ νῦν ἡμᾶς ὑπομιμνήσκει· καὶ γὰρ ἐν ἐκείνῳ εἶπε μὴ εἶναι διαλεκτικὰς ἐρωτήσεις τὰς τί ἐστι τὸ προκείμενον ἐξεταζούσας, ἃ πύσματα ἔθος λέγειν τοῖς νεωτέροις, ἐπεὶ εἶπεν ἐν ἐκείνοις τὴν διαλεκτικὴν πρότασιν ἐρώτησιν ἀντιφάσεως εἶναι· οὐ τοιαῦται δὲ αἱ ἐρωτήσεις αὗται. ὅμως δὲ τὸ τί ἐστιν ἄνθρωπος ἐρώτημά τί ἐστιν, εἰ ὁ ἐρωτῶν ἀξιοῖ πρὸς τοῦ προσδιαλεγομένου μαθεῖν τὴν τοῦ ἀνθρώπου οὐσίαν οὕτως καὶ ἐπὶ τοῦ δευτέρου τὴν διαίρεσιν. καὶ διὰ τί αἱ τοιαῦται ἐρωτήσεις οὐκ εἰσὶ διαλεκτικαί, προσέθηκεν· ἔστι γὰρ πρότασις διαλεκτικὴ πρὸς ἣν ἔστιν ἀποκρίνασθαι ναὶ ἢ οὔ. ὅτι δὲ πρὸς τὰς εἰρημένας ἐρωτήσεις οὐχ οἷόν τε οὕτως ἀποκρίνασθαι, προδήλως διδάσκει· αἱ γὰρ τοιαῦται ἐρωτήσεις μαθεῖν βουλομένων, οὐ διαλεγομένων. πῶς δ’ ἔνεστι καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων εἰς τὸν δια- [*](2 ὡς ex Arist. scripsi: καὶ aN 8 οὐδόλως N: οὐ καλῶς a 9 πᾶν om. Α 11 ἢ delevi οὐ add. D2: om. A δοκεῖν A δὲ om. B 11. 12 διαλεκτικὴ— ἑρωτώμενον Α: διαλεκτικὴ πρότασις εἶναι post ἐρωτώμενον trausposuenint aBDP 12 ἐπὶ τοῦ D: ἐπὶ τῶ Α: ἐπὶ τὸ Β: οm. aP e=inai ABD: οm. aP ὁ τὸ τί ΑBD: ὅτι aP 13 ἐστι τόδε τι] δὲ D τούτου AD: τούτων aBP: fortasse τοιοῦτοι 14 post τινος ras. 15 lit. P πολλαχῶς Β ἀπλῶς aAD: ἄλλως BP immo δὲ οὐ alterum aD: om. ABP cf. p. 55,20 15 διαλεκτικὴ a: καθόλου ABDP πρότασίς ἐστι a 15. 16 τὸ—πρότασις om. P 16 πρότασιν Α ἐν τῷ πρώτῳ (scil. c. 5 p. 101b29 sq.) aP: ἐν τῶ δευτέρω ABD post καὶ excidisse suspicor ἐν τῷ Περὶ ἑρμηνείας, cuius c. 11 p. —30 citari videtur 19 ἐν ἐκείνοις] dixit etiam Anal. Pr. I 1 p. 24a25 20 ὅμως aP: ὁμοίως ABD post δὲ superscr. ὁ D τὸ om. P 20. 21 ἐν ἐρωτήσει Α 21 ἐστιν] spatium vacuum 3 lit. reliquit P εἰ om. D ὁ aB: om. ADP τοὺς προςδιαλεγομένους Α: τοῦ διαλεγομένου B μαθεῖν om. Α 22 τοῦ prius om. aP 24 πρότασις om. D πρὸς] καὶ Β 25 ἐρωτήσεις aDP: ἀποκρίσεις ΑΒ post τε add. ἐστιν aBP 26 post μαθεῖν add. εἰσι a)

541
ἐρωτώμενα ἐνδιατρίβει ταῖς ἐρωτήσεσιν, ἁμαρτάνει, ὅτι μὴ ἐπιτιμᾷ αὐτῷ καὶ ἀφίσταται ἀπ’ αὐτοῦ ὡς οὐ διαλεγομένου. ἕκαστον δὲ τούτων ἔστιν εὑρεῖν παρὰ Πλάτωνι. οὐ δεῖ δὲ ἡγεῖσθαι αὐτὸν ἐναντιούμενα λέγειν τοῖς εἰρημένοις περὶ τῆς κρύψεως, ὅτι δεῖ πολλὰς ἐρωτᾶν προτάσεις καὶ ἐναλλάσσοντα αὐτὰς τιθέναι· οὐ γὰρ ἦν ταῦτα ἐπὶ ἑνὸς λεγόμενα λόγου, ἀλλ’ ἐπὶ τοῦ ἐν ᾧ προσυλλογισμῶν ἔδει.

[*](p. 158 a 31)

Ἕστι δὲ ἐπιχειρεῖν χαλεπὸν ·καὶ ὑπέχειν ῥᾴδιον τὰς αὐτὰς ὑποθέσεις.

‘Υποθέσεις μὲν νῦν λέγει τὰ προβλήματα, ἃ καὶ θέσεις ἐστὶν ἔθος αὐτῷ λέγειν· ἐπιχειρεῖν δὲ λέγει τὸ ἐρωτᾶν τε καὶ συλλογίζεσθαι· τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός· ὑπέχειν δὲ λέγει τὸ ἀποκρίνεσθαι. φησὶν οὖν τὰ αὐτὰ τῶν προβλημάτων ἰοῖς μὲν ἐρωτῶσί τε καὶ βουλομένοις δεικνύναι χαλεπὰ καὶ δύσδεικτα, τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια πρὸς ἔνστασιν· ῥᾷον γὰρ ἐμποδίσαι τὸ χαλεπὸν δειχθῆναι τοῦ δεῖξαι· διὰ γὰρ τοῦτο χαλεπόν, ὅτι μὴ ῥᾴδιον ληφθῆναι τὰ δι’ ὧν δείκνυται· οὐ ῥᾴδιον δὲ διὰ τὸ πολλὰς ἔχειν ἐνστάσεις. καὶ εἰκότως· ὃ γὰρ χαλεπὸν τῷ ἐρωτῶντι, τοῦτο τῷ ἀποκρινομένῳ ῥᾴδιον, ὅτι ἔστιν αὐτοῖς ἡ σπουδὴ περὶ ἀντικειμένων, τῷ μὲν συλλογίσασθαι τὸ τοῦ τιθεμένου ἀντικείμενον, τῷ δὲ κωλῦσαι τοῦτο. τίνα δέ ἐστι τοῖς μὲν ἐπιχειροῦσι Χαλεπὰ δειχθῆναι τῶν προβλημάτων τοῖς δὲ ἀποκρινομένοις ῥᾴδια, προστίθησι· φησὶ γὰρ τοιαῦτα εἶναι τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα. φύσει μὲν οὖν πρῶτα αἱ ἀρχαί· ἔσχατα δὲ τὰ πολὺ τῶν ἀρχῶν διεστῶτα. οὐχ ἡ αὐτὴ δὲ ἀμφοτέροις αἰτία τῆς χαλεπότητος ἀλλ’ ἀντικειμένη. τὰ μὲν γὰρ πρῶτα <τὸ> χαλεπὸν ἔχει, ὅτι μὴ οἷόν τε καὶ αὐτὰ δι’ ἄλλων δεικνύναι τῷ τὰ μὲν δεικνύμενα δείκνυσθαι διὰ πρώτων, τῶν δὲ πρώτων (γίνεται γὰρ ἡ τῶν ἀρχῶν γνῶσις οὐ δι’ ἀποδείξεως ἀλλὰ δι’ ὅρου) * * * * . ὡρίσθαι γὰρ δεῖ τὴν [πρώτην] ἀρχὴν τί ποτέ ἐστιν, καὶ τοῦτο αὐτὴν ὑποθέμενον εἶναι χρῆσθαι αὐτῇ εἰς τὴν δεῖξιν τῶν μετ’ αὐτήν. ὁρίζεσθαι δὲ οὔτε αὐτοὶ ἀξιοῦσιν οἱ ἀποκρινόμενοι (οὐδὲ γὰρ τὴν ἀρχὴν διαλεκτικοῦ τὸ ἐρωτᾶν καὶ ἀξιοῦν λαμβάνειν παρὰ τοῦ ἀποκρινομένου τὸ τί ἐστι τὸ προτεινόμενον), [*](2 ἀφίσταται] ται post lac. add. P3 ἀπ’ Z : ἐπ’ aP 3 ἐναντιούμενα aP (ἐναντιόυ in ras. P2): ἀναλογούμενα Z 4 τοῖς εἰρημένοις] c. 1 p. 156 a 7 sq. 5 ἐναλλάσσοντας Z 6 ἀλλ’ post lac. add. P3 προσυλογισμὸν Ppr. : προσυλλογισμῶ Z 7 post ἐπιχειρεῖν add. τε Arist. (om. u) 9 μὲν νῦν Z: inv. ord. aP 12 φησὶν οὑν aP οὖν marg. P): om. Z post αὐτὰ add. δέ Z 13 δὲ ἀποκρινομένοις Z: inv. ord. aP 14 post ἔνστασιν add. οἶον, τὰ γενικὰ καὶ εἰδικά a ἐμποδίσαι a: ἐμπόδιον Z: ἐμπόδι P 16 καὶ Z: om. aP γάρ Z: om. aP 17 αὐτῶ P 18 post περὶ add. τῶν Z 22 διεστηκότα Z 23 ἀμφοτέρων P 24 τὸ addidi καὶ αὐτὰ μὴ οἶόν τε Z 25 post πρώτων alterum supeiscr. ὁ . . . . . . προτέρα P3 25. 26 γίνεται γὰρ (γὰρ om. a) ἡ τῶν ἀρχῶν γνῶσις aP: ἤτοι τῶν ἀρχῶν γίνεται ἡ γνῶσις Z 26 supple velut μὴ γνώριμον γίνεσθαι ἕκαστον ἀλλ’ ἡ δι’ ὅρου 27 πρώτην dolevi τοῦτο PZ: τότ’ a 28 δὲ οὗτε αὐτοὶ P: μὲν οὑν οὐκ οὔτ’ Arist., sed οὐκ Cu) aZ 29 οὐδὲ scripsi: οὔτε libri 30 προτεινόμενον scripsi cf. p. 557, 9: ἀποκρινόμενον libri)

542
οὔτε τοῖς ἐπιχειροῦσι συγχωροῦσι ὁρίζεσθαι καλῶς, οὐδ’ ἀπ’ ἄλλου τινὸς μὴ ἀγνοουμένου πράγματος οἷόν τε περὶ αὐτοῦ δεικνύναι τι καὶ συλλογίζεσθαι. μάλιστα δ’ ἐπὶ τῶν ἀρχῶν τοῦτο συμβαίνει τῷ διὰ τούτων μόνων αὐτάς τε γνωρίμους γίνεσθαι καὶ ἀπὸ τούτων γίνεσθαι τοὺς πρὸς τὰ ἄλλα συλλογισμούς· ἀδύνατον δὲ χρῆσθαι ταῖς ἀρχαῖς ἀγνοουμέναις. τὰ μὲν οὗν πρῶτα τῇ φύσει διὰ τοῦτο δυσεπιχείρητα καὶ οὐ ῥᾴδια δειχθῆναι. τὰ δ’ ἔσχατα ὅτι διὰ πολλῶν μέσων δείκνυται· τῷ γὰρ ἀπὸ τῶν ἀρχῶν τε καὶ πρώτων ἠρτῆσθαι τὴν γνῶσιν τούτων, ἢν μὴ ἀπὸ τούτων ἡ πρόοδος ἐπ’ αὐτὰ γίνηται, διὰ δέ τινων προσεχῶν, ἀσαφεῖς οἱ λόγοι καὶ τὰ ἐρωτώμενα αἰτίας δεόμενα. εἰ μὲν οὖν συνεχεῖς τις ἀπὸ τῶν ἀρχῶν προτάσεις λαμβάνοι, χαλεπὸν διὰ τὸ πλῆθος τῶν λαμβανομένων· πολλῶν γὰρ λαμβανομένων πολλῶν καὶ ἐνστάσεων ἀφορμαί. εἰ δ’ ὑπερβαίνων καὶ <οὐ> συνάπτων ταῖς ἀρχαῖς, ψευδεῖς καὶ σοφισματώδεις προτάσεις φαίνονται καὶ οὐ δεικνύουσι τὸ προκείμενον· ῥᾴδιον δὲ πρὸς τὰς φαινομένας τοιαύτας ἐνίστασθαι. λέγει δὲ εἶναι δυσεπιχείρητα καὶ τὰ σφόδρα ἐγγὺς τῆς ἀρχῆς. ἔστι δὲ ταῦτα χαλεπὰ κατὰ τὸ ἐναντίον, ᾗ τὰ μὲν πόρρω διὰ τὸ πλῆθος τῶν μέσων, τὰ δ’ ἐγγὺς δι’ ὀλιγότητα· διὰ γὰρ τὸ μὴ εἶναι αὐτῶν μέσα, ἢ εἶναι μὲν ὀλίγα δέ, οὐ φανερὰ ἀλλὰ δύσκολος ἡ δεῖξις αὐτῶν. ἔτι διὰ τὴν ἐγγύτητα φαντασίαν ἀποτελοῦσιν οἱ περὶ τῶν τοιούτων λέγοντες ὡς τὸ ἐν ἀρχῇ αἰτούμενοι.

[*](p. 158 b 8)

Τῶν δὲ ὅρων δυσεπιχειρητότατοι πάντων μάλιστά εἰσιν ὅσοι κέχρηνται καὶ τὰ ἑξῆς.

Δεδειγμένον ἐστὶ τὸ ῥᾷον εἶναι ἀνασκευάσαι ὅρον ἢ κατασκευάσαι. νῦν δὲ δείκνυσι τίνες αὐτῶν δυσχερεῖς εἰσιν ἀνασκευασθῆναι· τῶν γὰρ ὅρων, φησί, δυσεπιχειρητότατοι οἱ διὰ τούτων ἀποδεδομένοι ἃ ἄδηλά ἐστι δι’ ἀσάφειαν εἴτε ὁμώνυμά ἐστι καὶ τῶν πολλαχῶς λεγομένων εἴτε μή, ἢ διὰ τοιούτων ἃ μὴ γνώριμά ἐστιν εἴτε ὡς κύρια εἴληπται εἴτε ὡς [*](259) κατὰ μεταφοράν. εἴρηκε γὰρ ἐν τῷ ἕκτῳ μὴ καλῶς ὁρίζεσθαι μήτε συ ου [*](1 συγχωροῦσιν a: συγχωρεῖν Z: γχωρ P (συ supra ras., οῦ in ras.) 1. 2 τινὸς μὴ scripsi: μέν τινος libri 2 ἐγνοουμένου a 3 τὸ Ppr. 4 post γνωρίμους ras. 9 lit. P 7 τῶ Z, corr. P: τὸ a, Ppr. 8 ἢν—τούτων om. Z 9 γίνηται a: γίνεται PZ συνεχῶν Z 10 αἰτίας δεόμενα aP: γίνονται Z 11 λαμβάνει Z 11. 12 πολλῶν γὰρ λαμβανομένων om. Z 12 οὐ addidi 16 κατὰ Z: om. aP ᾖ aP: om. Z μὲν Ζ: om. aP 19 ἔτι aP: ὅτι Ζ τῶν τοιούτων aP: τούτων Z 21 δυσεπιχειρότατοι aAP, Bpr. μάλιστα om. Arist. (sed habent Cu) 23 δεδεγμένον Β δεδειγμένον ἐστὶ] VII 5 ante ὅρον add. τὸν Β 24 δὲ om. aP εἰσὶν αὐτῶν εὐχερεῖς Β 25 φασὶ Α δυσεπιχειρότατοι aAP ἀποδιδόμενοι ABD 26 διὰ τὴν Β ὁμώνυμόν Β: ὁμώνυμοί D ἐστι ΑΒ: εἰσι aDP καὶ om. B 27 ἡ aP: ἐπὶ δὲ τοῦ ABD διὰ om. B τούτων Α: τοιούτου Β ὡς alterum om. Β 28 ἐν τῷ ἕκτῳ] c. 2 p. 139 b 19 — ὁρίσασθαι Α)

543
τοὺς δι’ ὁμωνύμων ὁριζομένους μήτε τοὺς μεταφορικῶς. ὅταν οὖν ἄδηλον ᾖ εἴτε ὁμώνυμόν ἐστι τὸ ὄνομα εἴτε μή, δυσεπιχείρητον γίνεται· ὁμοίως καὶ εἰ κυρίως τοῦ προκειμένου ἢ κατὰ μεταφορὰν εἰρημένου· διότι μὲν γάρ ἐστιν ἀσαφῆ <εἴτε ἁπλῶς λέγεται> εἴτε ὁμωνύμως, δυσεπιχείρητα, διότι δὲ ἄδηλα <εἴτε κυρίως> εἴτε κατὰ μεταφορὰν λέγεται, δυσεπιτίμητα. τοιοῦτός ἐστιν ὁ λόγος, εἴ τις ὁρίζει τὴν μονάδα τὸ ἐν ἀριθμοῖς ἄπειρον ἢ τὸ σημεῖον τὸ ἐν συνεχεῖ ἄπειρον· τὸ γὰρ ἄπειρον κατ’ ἀμφότερα ἀσαφές· οὕτε γὰρ γνώριμον εἰ ἁπλοῦν ἐστιν ἢ ὁμώνυμον, οὔτε φανερόν ἐστιν εἴτε κυρίως εἴτε μεταφορικῶς αὐτῷ κέχρηται. βούλεται γὰρ λέγειν τὸ πέρας μὴ ἔχον· ἄδηλον δὲ εἰ κυρίως ἄπειρον τὸ τοιοῦτον.

[*](p. 158 b 16)

Ὅλως δὲ πᾶν πρόβλημα, ὅταν ᾖ δυσεπιχείρητον, ἢ 10 ὅρου δεῖσθαι ὑποληπτέον.

Εἰπὼν δυσεπιχείρητα εἶναι “τά τε φύσει πρῶτα καὶ τὰ ἔσχατα”, ἔτι τε “τὰ λίαν ἐγγὺς τῆς ἀρχῆς’’, ἀλλὰ καὶ τὰ ἄδηλα εἴτε ὁμώνυμόν τι ἔχει ἐν τῷ λόγῳ εἴτε μεταφορικῶς λεγόμενον, νῦν καθόλου περὶ αὐτῶν ἀντιστρέφει λέγων δι’ ἃς αἰτίας δυσεπιχείρητα τῶν προβλημάτων ἐστὶ τὰ τοιαῦτα. ὅταν γὰρ ἄδηλον μὲν ᾖ κατὰ τί πρὸς αὐτὸ χρὴ τὴν ἐπιχείρησιν ποιεῖσθαι, δυσεπιχείρητον τὸ τοιοῦτον. πᾶν δὲ τὸ δυσεπιχείρητον τοιοῦτόν ἐστιν ἢ διὰ τὸ ὅρου δεῖσθαι (διὸ εἶπε τὰ πρῶτα τῇ φύσει δυσεπιχείρητα εἶναι) ἢ τῶν πολλαχῶς λεγομένων ἔχειν τι ἐν ἑαυτῷ ἢ τῶν κατὰ μεταφορὰν λεγομένων ἢ διὰ τὸ ἐγγὺς τοῦ πρώτου εἶναι. λέγει δὲ τὰ τοιαῦτα ἀπορίαν ἐμποιεῖν μάλιστα καὶ πρῶτον διὰ τὸ ἄδηλον εἶναι τὸ προκείμενον, κατὰ τί τούτων χρὴ τὴν ἐπιχείρησιν τὴν πρὸς αὐτὸ ποιεῖσθαι, καὶ κατὰ τί ἡ ἐν αὐτῷ δυσχέρεια, πότερον διὰ τὸ ὅρου δεῖσθαι [*](1 τοῖς δι’ ὁμωνύμου ὁρίζουσι P ὁμωνυμίας Α τοῖς μετα— restituit P3 2 ᾖ aP: ἐστὶν ABD δυσεπιχείρητον D: δυσεπιχείρητος aABP post ὁμοίως add. δὲ aP 3 καὶ] fortasse κἂν εἰ aBP: ἢ Α: ἡ D εἰρημένη D 4 ἐστιν om., sed post ἀσαφῆ add. ἡ D 4. 5 εἴτε ἀπλῶς λέγεται et εἴτε κυρίως addidi cf. 7 — 9, εἴτε ὁμωνύμως, quae post ἄδηλα collocant libri, transposui 5 ἄδηλον BD δυσεπιχείρητα D τοιοῦτον aP post τοιοῦτος add. γὰρ Α 6 εἴ τις] ὅτι Β ἀριθμῶ Α: οἶς ex corr. D ἢ—7 συνεχεῖ ἄπειρον ABD: om. aP 7 τὸ γὰρ ἄπειρον BD: om. aAP ἀμφοτέρων BD γὰρ alterum om. Α 8 γνώριμον—φαβερόν ἐστιν om. P 75 D εἴτε aBD: εἰ Α: ἢ P εἴτε ABD: ἢ ap 10 εἰ om. P 11 ὅλος a ἢ κτλ. om. Α 14 δὲ τὸ λίαν Β post τὰ prius add. τε aP ἀλλὰ superscr. D 14. 15 ἔχει ἐν aADP: ἐνυπάρχει Β 15 πάρα A 15. 16 fort, ἀντιστρέφων λέγει 16 ἐστὶ post τῶν D: εἰσὶA τὰ om. A 17 ὅτε B γὰρ om. D μὲν om. aB: fort, ante γὰρ transponendum πρὸς αὐτὸ AD: ὡς αὐτῷ aBP 18 πᾶν—τοιοῦτον, quae (etiam ἐστιν Β) post 17 τοιαῦτα transtulerunt libri, huc reposui δὲ scripsi: γὰρ libri 19 τὸ om. Β post δεῖσθαι add. ἢ aB διὸ ABD: δ’ ὃ aP 20 post ἢ prius add. τῷ a τι om. Β ἑαυτῷ seripsi: ἑαυτοῖς BD: compend. Α: αὐτοῖς aP 20. 21 ἢ τῶν κ. μ. λεγομένων transposui: post 21 εἶναι collocant libri cf. p. 544,1 21 διὰ a, superscr. P2: om. ABD 23 post τί ras. 4 lit. P τ τούτου Α τὴν alterum om. Α 24 τὸ] του Α)

544
ἢ διὰ τὸ ὁμώνυμά τινα ἔχειν ἢ μεταφορὰν ἢ διὰ τὸ ἐγγὺς εἶναι τῆς ἀρχῆς. δεῖ οὖν εἰδέναι ὅτι παρά τι τούτων τὸ δυσεπιχείρητόν ἐστι· τούτου γὰρ ὄντος γνωρίμου ζητήσομεν κατὰ τί τούτων τὸ προκείμενον δυσεπιχείρητόν ἐστιν. εἰ μὲν γὰρ παρὰ τὸ ὅρου τινὸς δεῖσθαι τὸ πρόβλημα φαίνεται, πειρασόμεθα ὁρίζειν· εἰ δὲ δι’ ὁμωνυμίαν, διαιρεῖσθαι· εἰ δὲ † μεταφορικῶς εἰρῆσθαι τοῦτο, δεικνύναι· εἰ δὲ παρὰ τὸ ἐγγὺς τῶν ἀρχῶν εἶναι, ζητεῖν τοὺς μεταξὺ ὅρους δι’ ὧν δειχθῆναι δυνήσεται.

[*](p. 158 b 24)

’Ev πολλαῖς τε τῶν θέσεων μὴ καλῶς ἀποδιδομένου τοῦ ὁρισμοῦ.

Δείξας ὅτι ἐν πολλοῖς τῶν προβλημάτων ἀναγκαῖόν ἐστι πρῶτον ὡρίσθαι τὸ πρᾶγμα, προστίθησι τοῦ προειρημένου δεικτικὸν καὶ τὸ πρὸς πολλὰ προβλήματα μὴ ῥᾴδιον εἶναι διαλέγεσθαι ἢ δεικνύναι τὸ ἐν αὐτοῖς ἀληθές, εἰ μὴ καλῶς εἴη ὁ ὁρισμὸς ὁ τῶν ἐν αὐτῷ πραγμάτων ἀποδεδομένος. ὅτι γὰρ ἓν ἑνὶ ἐναντίον ἐστίν, οὐχ οἷόν τε δεικνύναι μὴ καλῶς ὁρισθέντων τῶν ἐναντίων. ἂν γάρ τις λέγῃ ἐναντία εἶναι τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀναιρετικά, οὐχ οἷόν τε ἀπὸ τούτων ὁρμώμενον δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύναται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνεσθαι, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ τοῦ λευκοῦ διεστᾶσι, ἀλλὰ καὶ ἀναιρετικά εἰσι τοῦ λευκοῦ, κἀκεῖνο τούτων· ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαμβάνειν. ἀποδοφέντος δὲ αὐτῶν τοῦ λόγου, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστῶτα ἐν τῷ αὐτῷ γένει, ***** · πλεῖστον δὲ ἀλλήλων διεστάναι οὐχ οἷόν τε πλείω τῶν δύο· ἓν γὰρ ἑνὶ τὸ πλεῖστον διεστώς.

[ἄλλως. Ἀποδοθέντος δὲ αὐτῶν τοῦ λόγου κατὰ τρόπον, ἤγουν καλῶς, ῥᾴδιόν ἐστι συμβιβάσαι καὶ ἀποδεῖξαι πότερον ἐνδέχεται τῷ αὐτῷ ὑποκειμένῳ πλεῖστα ἐναντία ἢ οὔ. εἰ γὰρ ἀποδοθείη λόγος ὅτι ἐναντία εἰσὶ τὰ κατὰ πολὺ ἀλλήλων διεστηκότα φθαρτικὰ ἀλλήλων ὄντα καὶ εἰς ἄλληλα πεφυκότα μὴ μεταβάλλεσθαι, ἐπεὶ τὰ ἄκρα δύο εἰσίν, ἃ καὶ πλεῖστον ἀλλήλων διέστηκε, καὶ οὐ πλείω, δῆλον ὅτι ἓν ἑνὶ ἐναντίον ἐστί.]

[*](1 ὁμώνυμον D ἢ alterum om. D 2 περί A itemque compend. vs. 4 τούτου Β τούτου—ἐστιν (4) om. Β 3 ζητήσωμεν P τούτου Α 4 γὰρ BD: om. aAP δεῖ Β 5 πειρασώμεθα P δι’ om. P 5. 6 fort. 003E; μεταφοράν, πῶς εἰρῆσθαι τοῦτο ,x003E; δεικνύναι 6 εἴρηκε Α: κεῖσθαι Β 7 ζητήσομεν Α 8 ἐν erasit P: om. Arist. ἀποδεδομένου D 10. 11 ὁρίσασθαι Β 11 προκειμένου AD τὸ alterum om. P 14 ἓν ἑνὶ ἐναντίον aP: ἔνια ἐναντία ABD 16 τούτου A ὁρμώμενον om. aP 17 πολὺ πολλὰ aP 18 γὰρ om. D 19 διεστᾶσι scripsi: διεστάναι aABDP: διεστήκασι N ἀναιρετικόν A εἰσι N: ἐστι ABDP: ἐστιν a 20 δὲ om. D διαφέρουσι D λαμβάνειν aP: λαβεῖν ABD, sed cf. vs. 18 21 δὲ] ἐστὶ a αὐτοῦ τοῦ Α 22 supple velut ῥᾴδιον τοῦτο δεικνύναι· ἐναντία γὰρ τὰ πλεῖστον ἀλλήλων διεστῶτα ἐν τῷ αὐτῷ γένει πλείω aABP: πλὴν D 23 διεστώς] ὡς in ras. P2 24 — 30 aN 26 immo πλείω cf. Arist. ante λόγος add. ὁ a 27 ἐστὶ a διεστῶτα a)
545
[*](p. 158 b 29)

Ἕοικε δὲ κἀν τοῖς μαθήμασιν ἔνια δι’ ὁρισμοῦ ἔλλειψιν οὐ ῥᾳδίως γράφεσθαι.

Ὅτι οὐ μόνον ἐν τοῖς λόγοις καὶ ἐν τῷ διαλέγεσθαι ἀλλὰ καὶ ἐν τοῖς μαθήμασιν ἔνια δι’ ὁρισμοῦ ἔλλειψιν δυσαπολόγητά ἐστιν· τὸ γὰρ οὐ ῥᾴδιον ἀπογράφεσθαι εἶπεν ἀντὶ τοῦ ‘οὐ ῥᾴδιον ἀποδείκνυσθαι’, συνιστὰς ὅτι ἐν πολλοῖς τῶν ὄντων προβλήμασιν ὁρισμοῦ δεῖ. παραδείμα|τι δὲ τοῦδε ὡς δεικνυμένῳ καὶ ἀσαφεῖ κέχρηται τῷ ὅτι ἡ παρὰ τὴν πλευρὰν τέμνουσα τὸ ἐπίπεδον ὁμοίως διαιρεῖ τήν τε γραμμὴν καὶ τὸ χωρίον. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ἐὰν ἐπίπεδον παραλληλόγραμμον ᾖ, ἀχθῇ δ’ ἐν αὐτῷ μιᾷ τῶν πλευρῶν παράλληλος, ἡ παράλληλος ὁμοίως διαιρεῖ τὴν γραμμὴν καὶ τὸ πᾶν χωρίον, τουτέστιν ἐν τῇ αὐτῇ ἀναλογίᾳ. τοῦτο γὰρ ὁμοίως μὲν λεγόμενον οὐκ ἔστι γνώριμον· ῥηθέντος μέντοι τοῦ ὁρισμοῦ τοῦ ἀνάλογον γνώριμον γίνεται ὅτι ἀνάλογον ὑπὸ τῆς ἀχθείσης παραλλήλου τέμνεται ἥ τε γραμμὴ καὶ τὸ χωρίον. ἔστι δὲ ὁρισμὸς τῶν ἀναλόγων, ὣ οἱ ἀρχαῖοι ἐχρῶντο, οὗτος· ἀνάλογον ἔχει μεγέθη πρὸς ἄλληλα ὧν ἡ αὐτὴ ἀνθυφαίρεσις· αὐτὸς δὲ τὴν ἀνθυφαίρεσιν ἀνταναίρεσιν εἴρηκε. τὰ δ’ ἀνάλογον ἔχοντα πρὸς ἄλληλα καὶ ὁμοίως ἔχειν πρὸς ἄλληλα λέγεται· διὸ εἶπεν ἔστι δὲ ὁρισμὸς τοῦ αὐτοῦ λόγου οὗτος ἀντὶ τοῦ ‘ἕστι δὲ ὁρισμὸς τοῦ ἀνάλογον’. οὗ ῥηθέντος τοῦ ὅρου δῆλον γίνεται ὅτι ἡ παράλληλος ἀγομένη πλευρᾷ ἐν παραλληλογράμμῳ χωρίῳ ὁμοίως τέμνει καὶ ἀνάλογον τήν τε γραμμὴν καὶ τὸ χωρίον.

[ἄλλως. Ἔοικε, φησίν, ἐν τοῖς μαθηματικοῖς μὴ ῥᾳδίως καταγράφεσθαί τινα διὰ τὸ ἐλλιπῆ τὸν ὅρον ἀποδοθῆναι. οἷον ἡ γραμμὴ ἡ τέμνουσα τὸ ἐπίπεδον, ἤτοι τὸ ἐμβαδὸν τοῦ χωρίου, παρὰ τὴν πλευράν, ἐπεὶ τέμνει καὶ τὴν πλευράν, ὁμοίως διαιρεῖ τήν τε γραμμήν, ἤτοι τὴν πλευράν, καὶ τὸ ἐμβαδόν. γραμμὴν δὲ λέγει τήν τε εὐθεῖαν τὴν τέμνουσαν τὴν πλευρὰν τοῦ ἐπιπέδου καὶ αὐτὴν τὴν τεμνομένην πλευράν. ἐλλιπὴς οὖν ἐστιν οὗτος ὁ ὅρος, ὅτι γραμμὴν εἴρηκε καὶ τὴν ἀγομένην παρὰ τὴν πλευρὰν εὐθεῖαν καὶ τὴν τεμνομένην πλευράν. εἴη δ’ ἂν τέλειος ὁ ὅρος, εἰ οὕτως ἐλέγετο· ἡ παρά τινα πλευρὰν τοῦ τετραγώνου ἢ τοῦ παραλληλογράμμου ἀγομένη εὐθεῖα ὁμοίως τέμνει τό τε ἐμβαδὸν τοῦ χωρίου καὶ τὴν πλευράν.]

[*](1—21 aPZ, inde a 7 ὅτι Δ: om. ABD 1 κἀν scripsi: καὶ aPZ: καὶ ἐν Arist. cf. vs. 3 4 ἔνια—5 ἀποδείκνυσθαι, extrema paginae verba, add. P3 (eadem scripsisse videtur P1) 5 immo ῥᾳδίως γράφεσθαι—ῥᾳδίως τοῦ om. P3 (habuisse videtur P1) 6. 7 παράδειγμα— δεικνύμενα—ἀσαφῆ Z 7 παρὰ Z: περὶ ΔΡ 9 ἔστι—ὄτι om. Δ 10 ᾖ, ἀχθῇ scripsi: εἴη, ἀχθείη libri μιᾷ Waitz Organ. II p. X: μία libri 11 τὸ χωρίον πᾶν Δ 12 ὁμοίως Δ: παραπλησίως aPZ 13 post γίνεται add. τὸ εἰρημένον aPZ 14 ἥ τε Δ: ἡ aPZ 15 ἔστι—λέγεται (18) Suidas sub v. ἀνάλογον 16 post ἄλληλα ex vs. 18 intulerunt καὶ ὁμοίως ἔχειν (sic P1: ἔχει aΔΡ2 Ζ) πρὸς ἄλληλα ΔΡΖ: om. Suid. ὁ δὲ Ἀριστοτέλης Δ Suid. τὴν superscr. Δ 17 ἀνταναίρεσιν Δ Arist. Suid., mrg. Β: ἀναίρεσιν aPZ εἶπεν Δ τὰ δ’—20ὅτι om. Δ 18. 19 τοῦ αὐτοῦ λόγου Z Arist.: οὕτως τοῦ αὐτοῦ λόγος πρῶτος aP 19 ἀντὶ δὲ τοῦ ἔστι Z 20 ἡ παράλληλος οὖν λεγομένη Δ πλευρᾷ Waitz l. c.: πλευρὰ ΔΡΖ 22—31 aN 27 ἐπιπέδου in ras. et ante ras. 6—7 lit. N 29 εἴη non liquet N: fort, ἦν 31 χωρίου a: τετραγώνου N)
546
[*](p. 158 b 35)

‘Απλῶς δὲ τὰ πρῶτα τῶν στοιχείων τιθεμένων.

Εἰπὼν τὰ περὶ τῶν μαθημάτων καὶ χρησάμενος τῷ προειρημένῳ παραδείγματι, καὶ καθόλου, φησί, τὰ πρῶτα τῶν στοιχείων ταῦτα δ’ ἂν εἴη καὶ τὰ ἐγγὺς τῆς ἀρχῆς καὶ τὰ δι’ ἐκείνων μόνων δεικνύμενα), εἰ μὲν εἶεν οἱ ὁρισμοὶ τῶν ἀρχῶν γνώριμοι, οἷον τί σημεῖον, τί γραμμή, τί κύκλος, τί τρίγωνον, δι’ ὧν δείκνυται τὰ πρῶτα θεωρήματα, ῥᾴδια δειχθῆναι, οὐ διὰ πολλῶν δὲ τῷ μὴ πολλῶν τῶν μέσων, δι’ ὧν ἡ δεῖξις, εὐπορίαν εἶναι ἐπ’ αὐτῶν διὰ τὸ πλησίον τῶν ἀρχῶν, ὡς ἤδη προείρηται, εἶναι αὐτὰ καὶ διὰ τούτων δείκνυσθαι μόνων· εἰ δὲ μὴ εἶεν ὡρισμέναι αἱ ἀρχαί ἢ χαλεπὸν ἢ καὶ ἀδύνατον περὶ τούτων ἀπόδειξιν γίνεσθαι. εἰπὼν δὲ περὶ τῶν κατὰ τὰ μαθήματα δείξεων καὶ τὸ χρήσιμον τὸ πρὸς τὰς ἀποδείξεις τῶν ὅρων συστήσας καὶ διὰ τούτου, φησὶν ὁμοίως τούτοις καὶ ἐπὶ τῶν λόγων ἔχειν, λόγους λέγων τὰς ἐπιχειρήσεις τὰς ἐν τῷ διαλέγεσθαι. δεῖ δέ. φησί, μὴ λανθάνειν ὅτι τὰ δυσεπιχείρητα τῶν προβλημάτων πέπονθέ τι τῶν εἰρημένων.

[*](p. 159 a 4)

Ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον ἔργον διαλεγῆναι.

Θέσιν μὲν τὸ πρόβλημα λέγει, ἀξίωμα δὲ καὶ πρότασιν ἐκ παραλλήλου εἶπεν. λέγει δὲ περὶ τῶν εἰς τὴν τοῦ προβλήματος δεῖξιν λαμβανομένων προτάσεων. ἔστι δὲ ὃ ζητεῖ τοιοῦτον· ἄν ᾖ χαλεπώτερον, τουτέστι δυσκολώτερον, τὸ δεῖξαι τὴν λαμβανομένην εἰς τὸ προκείμενον πρόβλημα πρότασιν, ὅτι οὕτως ἔχει, τοῦ προβλήματος αὐτοῦ, τί χρὴ ποιεῖν ; πότερον ἐπιχειρητέον καὶ εἰς τὴν πρότασιν καὶ πρόβλημα [τὴν] αὐτὴν ποιητέον, ἢ αὐτὴν μὲν θετέον χωρὶς δείξεως <ὡς> οὕτως ἔχουσαν, τὸ δ’ ἐξ ἀρχῆς προκείμενον μόνον δεικτέον ἔχον τὴν ἀπορίαν; ἄν μὲν γὰρ καὶ τὴν πρότασιν δεικνύῃ, δόξει μεῖζον ἔργον ἐπεισκυκλεῖν τοῦ προκειμένου· ἄν δὲ μὴ δείξας † οὕτως ἐχούσης ἀξιώσῃ χρῆσθαι πρὸς τὸν τοῦ προβλήματος συλλογισμόν, δόξει δεικνύναι τε καὶ συλλογίζεσθαι καὶ ἀξιοῦν πιστεύειν τὸν ἀποκρινόμενον τῷ δεικνυμένῳ [*](4 μόνων] ων in ras. P ante εἰ add. ὧν aABDP: om. N 5 οἱ aP: ὡς ΑΒ: ὡς οἱ D γνώριμον Α τί σημεῖον iteratum delevit D γραμμὴν Α 7 τῷ aBP: τὸ AD 8 αὐτοῖς Α 9 μόνον aP 10 ἡ alterum om. Α καὶ superscr. Β 11 τὰ om. Ppr. 12 καὶ prius om. a τούτου DP: τοῦτο aAB ὅμοιον P τούτοις aB Arist.: τοῦτο ADP 13 τὸν λόγον Ppr., corr. P1: τῶν ἄλλων Β λόγον λέγων Α τὰς prius corr. ex τῶν Β ἐπιχειρήσας A 14 δυσεπιχειρήματα Β 15 post τι add. τούτων D 16 ᾖ πρὸς πρὸς corr. ex ὡς, ut videtur, P2) τὸ aDP Arist.: μὴ προσῇ ΑΒ 17 διαλεγῆναι ABD Arist.: εἶναι aP cf. p. 547,24. 26 20 τοιοῦτον N : om. aABDP Χαλεπώτερον—δυσκολώτερον scripsi: χαλεπώτατον—δυσκολώτατον libri 23 τὴν alterum delevi 24 ὡς addidi cf. p. 547,3. 15 25 ἔχειν Β 26 εἰσκυκλεῖν ABD τοῦ προκειμένου scripsi μεῖζον προστάξει τοῦ ἐν ἀρχῇ κειμένου Arist.): τῷ προκειμένῳ libri fortasse x003E; οὕτως ἐχούσῃ cf. p. 547,3 ἀξιώσει A 27 post χρῆσθαι add. καὶ aBP 28 post ἀξιοῦν add. τὶ aA τῶν δεικνυμένων a)

547
δι’ ἧττον πιστῶν. θεὶς δὲ τὴν ἀπορίαν αὐτὸς αὐτὴν διαιτᾷ, καὶ φησίν, ὅτι εἰ μὲν δέον μὴ ποιεῖν χαλεπώτερον τὸ πρόβλημα, θετέον τὴν πρότασιν καὶ χρηστέον αὐτῇ χωρὶς δείξεως x003E; οὕτως ἐχούσῃ πρὸς τὸ προ | κείμενον· [*](261) μένον· εἰ δὲ δεῖ τοὺς συλλογισμοὺς καὶ τὰς τῶν προβλημάτων προτάσεις ἀεὶ διὰ γνωριμωτέρων ποιεῖσθαι, οὐ δεῖ χρῆσθαι ταῖς τοιαύταις προτάσεσιν ἄνευ δείξεως. διὸ ἐπιφέρει τὸ δεῖν ἐν μὲν ταῖς διδασκαλίαις μηδὲν τιθέναι, ὃ μὴ γνώριμον καὶ πρῶτόν ἐστι τοῦ δεικνυμένου δι’ αὐτοῦ· αἱ γὰρ ἐπιστημονικαὶ γνώσεις διὰ τοιούτων. ἐν δὲ τοῖς διαλόγοις καὶ ταῖς γυμνασίας χάριν γινομέναις ἐπιχειρήσεσι χρηστέον καὶ τοιαύταις προτάσεσιν, ἄν μόνον ἀληθεῖς φαίνωνται· οὐ γὰρ μόνον δι’ ὁποίων προτάσεων χρὴ διδάσκειν τε καὶ συλλογίζεσθαι· οὐδὲν γὰρ ἔλαττον ἔσται τὸ προκείμενον αὐτῶν καὶ τούτων χωρὶς δείξεως συγχωρουμένων· ὁ μὲν γὰρ ἀποδεικνύς τε καὶ διδάσκων διὰ πρώτων τε καὶ γνωρίμων ποιεῖται τοὺς συλλογισμούς, ὁ δ’ ἐπιχειρῶν δι’ ἐνδόξων. προκειμένου γὰρ δεῖξαι ὅτι πᾶσα ἡδονὴ ἀγαθόν, ὁ μὲν διαλεκτικὸς χρήσαιτ’ ἄν τῷ πᾶσαν ἡδονὴν εἶναι κατὰ φύσιν ὡς ἐνδόξῳ προτάσει· ᾗ προσλαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ἔνδοξον καὶ αὐτὴν πρότασιν, δείξει τὸ προκείμενον. ὁ δ’ ἀποδεικνὺς ζητήσει πῶς πᾶσα ἡδονὴ κατὰ φύσιν, καὶ δείξει ὅτι ἐνέργεια τῆς κατὰ φύσιν δυνάμεως ἀνεμπόδιστος· τίς δὲ ἡ κατὰ φύσιν δύναμις καὶ πῶς ἐνέργεια, πλείονος λόγου δόξει δεῖσθαι τοῦ ἐξ ἀρχῆς προκειμένου. σημειωτέον δὲ ὅτι ἀξιώματα λέγει καὶ τὰς δεομένας ἀποδείξεως προτάσεις, ἀλλ’ οὐ μόνας τὰς ἀναποδείκτους, ὡς ἔθος αὐτῷ λέγειν ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς. δοκεῖ δέ τι ἡ λέξις ἀκατάλληλον ἔχειν ἡ ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα καὶ τὴν πρότασιν μεῖζον εἶναι διαλεγῆναι, ὅτι προσθεὶς τὸ ᾖ τὸ εἶναι πάλιν ἐπήνεγκεν. ἔστι δὲ ὁ νοῦς τῶν εἰρημένων ‘ὅταν δὲ ᾖ πρὸς τὸ ἀξίωμα μεῖζον ἔργον διαλεγῆναι ἢ πρὸς τὴν θέσιν.’

[*](p. 159 a 18)

Ἔστι δὲ τοῦ μὲν ἐρωτῶντος τὸ οὕτως ἐπάγειν τὸν λόγον.

Τουτέστι τὰς ἐρωτήσεις οὕτω ποιεῖσθαι ὥστε δι’ αὐτῶν ποιεῖν τὸν ἀποκρινόμενον τὰ ἀδοξότατα λέγειν τῶν διὰ τὴν θέσιν [*](1 δι’ ἧττον in spatio vacuo relicto P3 ὡς addidi cf. p. 546,24 ἔχουσι Α: ᾖ· e(??) in ras. P2 4 λογισμοὺς P 5 γνωριμωτέρας P 7 γνώριμον] ριμον periit in D: fort. γνωριμώτερον ἐστι om. Α 8 ἐν δὲ] καὶ ἐν Α διαλογικοῖς ΑD 9 γυμνασίαις ΑΒ χάριν γυμανσίας D τοιαύτας προτάσεις Α 10 δι’ ὁποίων scripsi cf. p. 552, 1: δι’ ὁμοίων ABDP2: διομοίων aP1 11 οὑδὲ aP ἐστὶ ΑD 12 αὐτῶν scripsi: αὐτοῦ aABP: compend. D δείξεων Α 13 post διδάσκων add. καὶ Α τε alterum aP: om. ABD post καὶ alterum add. διὰ Α λόγους aP 14 προκειμένων, omisso γὰρ, Α ἀγαθὴ Α 1 5 post μὲν add. γάρ Α 16 ἦ D: ἢ aABP 17 καὶ αὐτὴν aP: om. ABD πρότασιν] πρῶτον Β ζητήσει post 18 φύσιν prius transposuit D 18 ἐνέργεια κτλ.] cf. Eth. Nic. VIII 13 p. 1153 a 14. 15 19 πῶς om. B 20 δεῖσθαι δόξει Α post δὲ add. δεῖξαι Β 22 ἐν τοῖς ‘Υστ. ἀναλ.] velut Ι 2 p. 72 17, 10 p. 76 b 14 προτέροις P 23 ἡ λέξις ἀκατάλληλον AD: inv. ord. aBP ἡ alterum om. Β: ἦρ 24 καὶ om. aP ᾖ τὸ] ἦττον Ρ 25 post ἐπήνεγκεν add. διὸ καὶ παρά τισι τῶν ἀντιγράφων ἐκβέβληται aN 26 ἔργον nostri codd. Arist. exhibent ἔργον εἶναι uf) supra 27 llEPI ΑΠΟΚΡΙΣΕΩΣ inscribit a 27 — p. 548,19 aP et inde a 28 ὥστε Z: om. ABD)

548
ἀναγκαίων, τουτέστι τῶν τῇ θέσει καὶ τῷ προβλήματι, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, ἀναγκαίως ἑπομένων ἢ τῶν δυναμένων δειχθῆναι διὰ συλλογισμοῦ ὡς ἑπομένων αὐτῷ. ἢ τὸ ἀναγκαίων τῆς διὰ συλλογισμοῦ δείξεως δηλωτικόν ἐστιν. ἔστι δὲ ἀδοξότατα τὰ παράδοξα καὶ τὰ ἀδύνατα· ἔστι δὲ παράδοξα τὰ τοῖς ἐνδόξοις ἐναντία, ἃ οὐ πάντως ἤδη καὶ ἀδύνατά ἐστιν. τοῦ δὲ καλῶς ἀποκρινομένου ἔργον ἐστὶ πρῶτον μὲν τὸ μὴ εἰς ταῦτα ἄγεσθαι ὡς ἀναγκόζεσθαι ἀδύνατα ἢ παράδοξά τινα διὰ τῶν ἀποκρίσεων συγχωρεῖν, δεύτερον δέ, εἰ ἕποιτο αὐτῷ τοιαῦτά τινα, τὸ μὴ δι’ αὑτὸν φαίνεσθαι συμβαίνειν τοῦτο ἀλλὰ διὰ τὸ πρόβλημα ὂν τοιοῦτον.

τὸ μὲν οὖν προηγούμενον καὶ πρῶτον ἔργον τοῦ ἀποκρινομένου οὐκ εἶπε νῦν, τὸ δὲ δεύτερον, δι’ οὗ δῆλόν ἐστι καὶ τὸ πρῶτον· τοῦ γὰρ εἰρημένου τὰ παρεπόμενα παράδοξα ἢ ἀδύνατα δεικνύναι ὅτι διὰ τὸ οἰκεῖα εἶναι τοῦ προβλήματος καὶ] ἕπεται αὐτῷ ἀλλ’ οὐ δι’ αὑτόν, τούτου χάριν καὶ τὴν ἀρχὴν φυλάττεσθαι δεῖ τοιοῦτόν τι συγχωροῦντα. οὐ τὴν αὐτὴν δέ φησιν ἁμαρτίαν εἶναι τό τε τὴν ἀρχὴν τοιούτῳ παρίστασθαι τῷ προβλήματι, ᾧ ἕπεταί τινα παράδοξα ἢ ἀδύνατα, καὶ τὸ διὰ τῶν ἀποκρίσεων περιάγεσθαι 40 <εἰς> παράδοξά τινα ἢ ἀδύνατα καὶ ἀνομόλογα τῷ κειμένῳ· ἀμφότεραι μὲν <γὰρ> ἁμαρτίαι τοῦ ἀποκρινομένου, ἀλλὰ τὸ τοιούτοις παρίστασθαι οὐ κατὰ τὴν ἀπόκρισιν ἁμαρτάνοντος.

[*](p. 159 a 25)

Ἐπεὶ δ’ ἐστὶν ἀδίοριστα τοῖς γυμνασίας καὶ πείρας ἕνεκα τοὺς λόγους ποιουμένοις.

Ἐπεὶ μὴ διώρισται, φησίν, ὑπό τινος τῶν πρὸ ἡμῶν οὗ χρὴ στοχάζεσθαι τὸν ἀποκρινόμενον ἐν ταῖς πειραστικαῖς τε καὶ διαλεκτικαῖς συνουσίαις — οὐ γὰρ πᾶσι τοῖς ἀποκρινομένοις οἱ αὐτοὶ σκοποί· ἄλλος μὲν γὰρ τοῖς μαν|θάνουσι σκοπός, ἄλλος δὲ τοῖς ἀγωνιζομένοις (εἰσὶ δὲ καὶ ἀγωνιστικαὶ [*](262) καὶ σοφιστικαὶ συνουσίαι), ἄλλος δὲ τοῖς ζητήσεως καὶ γυμνασίας χάριν κοινολογουμένοις· οὗτοι δέ εἰσιν οἱ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι· τῷ μὲν γὰρ τοῦ μαθεῖν χάριν ἀποκρινομένῳ τιθέναι καὶ ἀποπαρίσταται [*](1 scripsi cf. vs. 15: προίσταται aP: προσίσταται ia ras. Z 2. 3 συλλογισμῶν Z 3 ἀναγκαίων ex Arist. scripsi: ἀναγκαῖον aPZ 4 ἐστιν om. Z τὰ prius aP: καὶ Z τὰ alterum Z: om. aP 5 παράδοξα aP: καὶ Z 7 τοιαῦτα malim 8 τὸ aP: τῶ Z 9 αὑτὸν aP2: αὐτῶν P1Z 10 οὖν om. Z πρώτως Z 11 καὶ om. Z τὰ om. Z 13 ἕπεται scripsi: καὶ ἕπεσθαι aPZ αὐτὸν P1, corr. P2 τὴν Z: om. aP 14 συγχωροῦντα Z : συγχωροῦντος aP 15 τοιούτῳ παρίστασθαι scripsi cf. vs. 18: οἱ τούτῳ προιστάμενοι libri ᾧ scripsi: ὡς iibri 17 εἰς addidi cf. p. 550,9. 24 18 γὰρ addidi ο΄ post ἀποκρινομένου add. ἀλλὰ τὸ τοιοῦτον περισταθὲς. τὸ ἀντιβ P cf. ad p. 550,5 19 ἁμαρτάνοντας P 20 τῆς ex τοῖς corr. Β et P2 aut P3 γυμνασίοις Α 21 τοὺς λόγους ποιουμένοις om. aBP 22 τινων aP πρὸ ἡμῶν] παλαιῶν Β οὖ corr. ex οὐ P2: καὶ Α post στοχάζεσθαι add. οὐ χρὴ μάχεσθαι D 23 πειρατικαῖς Β διαλεκτικαῖς—πειραστι καῖς D τε om. aP 24 ἀποκριναμένοις A 25 εἰσὶ γὰρ conicio καὶ N (quern sequi malui quam proximum καὶ delere): αἱ aABDP 26 τῆς AP1 (corr. P2) καὶ alterum] τῆς P 27 εἰσὶ δὲ οὗτοι Α 28 μὲν om. Β γὰρ AB: om. aDP χάριν om. D)

549
κρίνεσθαι τὰ δοκοῦντα αὐτῷ προσήκει ἀληθῆ εἶναι· ἢ γὰρ βεβαιωθήσεται αὐτὰ ταῦτα διὰ τῆς διδασκαλίας, εἰ ἀληθῆ εἴη, ἢ μεταμαθήσεται, εἰ ἄλλα εἴη· οὐδεὶς γὰρ ἐπιχειρεῖ τὰ ψευδῆ διδάσκεσθαι· τοῖς δὲ ἀγῶνος χάριν κοινολογουμένοις (οὖτοι δέ εἰσιν οἱ μὴ διαλεκτικὰς τὰς συνουσίας ποιούμενοι. τοιοῦτοι δ’ οἱ σοφισταί) τὸ φαίνεσθαι σκοπός· τῷ μὲν γὰρ ἐρωτῶντι τὸ φαίνεσθαι ἐλέγχειν τι διὰ τῶν ἐρωτήσεων· ὁ γὰρ σοφιστικὸς ἔλεγχος φαινόμενός ἐστι· καὶ τοῦτο βούλεται ὁ σοφιστικῶς ἐρωτῶν, ἢ ψευδόμενον δεικνύναι τὸν ἀποκρινόμενον ἢ παράδοξα λέγοντα ἢ ἀδολεσχοῦντα ἢ σολοικίζοντα· τῷ δ’ ἀποκρινομένῳ σκοπὸς τὸ μηδὲν τούτων φαίνεσθαι πάσχοντα — ἐν δὲ ταῖς διαλεκτικαῖς συνουσίαις, αἳ οὔτε ἀγῶνος χάριν γίνονται οὔτε διδασκαλίας ἀλλὰ πείρας καὶ γυμνασίας ἕνεκεν, ἐπεὶ οὐδέπω διήρθρωται ὑπό τινος ἄλλου, οὗ δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον καὶ ποῖα συγχωρεῖν ποῖα δὲ μή, εἰ μέλλοι διαλεκτικῶς ἀποκρίνεσθαι τὴν οἰκείαν θέσιν, πειραθῶμεν ἡμεῖς εἰπεῖν τι περὶ αὐτῶν καὶ διορίσαι.

[*](p. 159a38)

Ἀνάγκη δὴ τὸν ἀποκρινόμενον ὑπέχειν λόγον.

Ἄνωθεν ἀρξάμενος, τίνων δεῖ στοχάζεσθαι τὸν ἐν ταῖς διαλεκτικαῖς · συνουσίαις ἀποκρινόμενον, λέγει. ἐπεὶ τοίνυν πᾶς ὁ ἀποκρινόμενος καὶ ὑπέχων λόγον τινὶ θέμενός τινα θέσιν καὶ πρόβλημά τι περὶ τούτου ὑπέχει λόλον, τῦτο δ’ ἀνάγκη ἢ ἔνδοξον ἢ ἄδοξον εἶναι ἢ μηδέτερον, τουτέστιν μήτ’ ἔνδοξον μήτ’ ἄδοξον, καὶ ἔνδοξον καὶ ἄδοξον ἢ ἀπλῶς ἢ ὡρισμένως· ἔστι δ’ ἁπλῶς μὲν ἔνδοξα τὰ κτὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγείαν αἱρετὸν εἶναι, ὡρισμένως δ’ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ ἢ καὶ αὐτῷ τῷ ἀποκρινομένῳ· ἄδοξα δ’ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· τοιαῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ τὰ μαχόμενα τοῦ τινὸς ὄντος ἐνδόξου τῇ δόξῃ, ὡς φέρε [*](1 post προσήκει add. καὶ aP ἢ] εἰ Α 2 εἶεν Α μεταμαθήσεται scripsi: μεταθήσεται aDP: μαθήσεται Α: μετατίθεται Β εἰ alterum] ἢΑ 2. 3 εἰ ἄλλως ἔχοι N 3 ἐπιχειρῶν Β διδάσκεσθαι scripsi: διδάσκειν libri δὲ D: δ’ aP: δι’ AB 4 οὖτοι—ποιούμενοι AD: om. aBP 5 γὰρ om. a 6 τι superscr. D 7 σοφιστικὸς ἐρωτᾶν Α ἢ om. AD 8 παραδ.] ρ in ras. 1 — 2 lit. D λέγειν D 10 αἲ scripsi: αἱ D: om. aABP ἀγώνων AD 11 γίνονται scripsi: γίνεται aABD: γινομέναις P3 γιν. — 12 στοχάζεσθαι initio paginae renovavit) post ἐπεὶ add. οὖν a οὐδέπω a: οὐδέπως P3: οὐδέποτε ABD 13 post prius ποῖα add. μὲν N post συγχωρεῖν add. δεῖ aP ει P2) μέλλει ΑΒ: μέλλουσι P 13. 14 ἀποκρίνασθαι P 14 ἡμεῖς aN: om. ABDP 16 — p. 551, 9 aP: 16 — p. 550,5 μὴ εἶναι et 14 ἐπεὶ—25 συναχθήσεται Z: om. ABD 16 ἀναγκαῖον Z(f) δὴ] ἡ in ras. P2 18 ἐπεὶ τοίνυν om. Z 21 μήτ’ ἄδοξον μήτ’ ἔνδοξον Z καὶ prius] ἢ Z ἢ prius om. Z 22 ἁπλῶς—p. 550,5 μὴ εἶναι Δ, sub V. ἔνδοξα Suidas ἁπλῶς ἔνδοξα Δ: inv. ord. Suid. τὴν] ἢν in ras. 5 lit. P2 23 ὡρισμένα ἔνδοξα Δ 24 ἢ καὶ Δ: ἢ Z: καὶ aP: ἢ—ἀποκρινομένῳ om. Suid. 25 ταῦτα Suid. 26 λεγόμενα om. Δ 27 ὡρισμένως Δ Suid.: ὡρισμένα aPZ post δὲ add. ἄδοξα Suid. τοῦ aPZ: τοῦδε Suid.; de τοῦ—τῇ cf. p. 586,19 ὄντ)ος ἐνδόξου in ras. 2 lit. P2: ὄντος om. Suid. ὡς—p. 5.50,1 ἐπεὶ aPZ Suid.: οἶον ὁ τὴν ψυχὴν εἶναι μὴ λέγων ἀθάνατον Δ)

550
εἰπεῖν τὴν ψυχὴν μὴ εἶναι ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα περὶ οὗ ἤτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς ἢ ἀρτίους εἶναι· τοὺς ἀστέρας, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι ἢ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. διαφέρειν δ’ οὐδὲν ἔφη, ἄν τε ἁπλῶς τὸ πρόβλημα ἔνδοξον ἢ ἄδοξον ᾖ, ὑπὲρ οὗ τὸν λόγον ὁ ἀποκρινόμενος ὑπέχει, ἄν τε ὡρισμένως· ἐπ’ ἀμφοτέρων γὰρ ὁ αὐτὸς τρόπος τοῦ καλῶς ἀποκρίνεσθαι. τίς δέ ἐστιν, αὐτὸς ἑξῆς λέγει. ἐπεὶ γὰρ ὁ ἐρωτῶν διαλεκτικῶς εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον βούλεται τοῦ προβλήματος ᾧ παρίσταται, ἔστι δὲ τοῦ μὲν ἀδόξου προβλήματος ἔνδοξον τὸ ἀντικείμενον, τοῦ δὲ ἐνδόξου ἄδοξον, ἄν μὲν ἄδοξον ἀπλῶς ᾖ τὸ κείμενον πρόβλημα, ᾧ παρίσταται ὁ ἀποκρινόμενος. δῆλον μὲν ὅτι δεῖ ἁπλῶς ἔνδοξον εἶναι τὸ τούτῳ ἀντικείμενον· τοιοῦτον δὴ τοῦ ἐλέγχου τοῦ ἀδόξου προβλήματος τὸ συμπέρασμα δεῖ γίνεσθαι. ἐπεὶ δὲ ὁ καλῶς συλλογιζόμενος καὶ δεικνύς τι διαλεκτικῶς ἐκ γνωριμωτέρων αὐτὸ καὶ ἐνδοξοτέρων δείκνυσι, δῆλον ὅτι καὶ ὁ τὸ ἀπλῶς ἔνδοξον δεικνὺς δι’ ἐνδοξοτέρων αὐτὸ ἄν καλῶς δεικνύοι. δεῖ δή, φησί, τὸν ὑπὲρ τοιαύτης θέσεως ἀποκρινόμενον μήτε τοῖς μὴ ἁπλῶς δοκοῦσι συγχωρεῖν, τουτέστι μηδὲν διδόναι ὃ μὴ ἁπλῶς ἐστιν ἔνδοξον, κἀν ἀπλῶς δέ τι ἔνδοξον ᾖ, μὴ μέντοι τοῦ ὀφείλοντος γενέσθαι συμπεράσματος ἐνδοξότερον, μηδὲ τοῦτο συγχωρεῖν· οὐ γὰρ διαλεκτικοῦ τὸ συγχωρεῖν τῷ ἐρωτῶντι συλλογίζεσθαί τι ἔνδοξον δι’ ἧττον ἐνδόξων. ταῦτα δὲ λέγων δοκεῖ ὑπεναντίως τῇ προθέσει τοῦ ἀποκρινομένου λέγειν· πρόκειται μὲν γὰρ αὐτῷ μὴ περιαχθῆναι εἰς τὴν ἀντίφασιν· ὁ δὲ ταῦτα ἀξιοῖ συγχωρεῖν αὐτὸν ἐξ ὧν τὸ ἀντικείμενον τῇ ἀδόξῳ θέσει συναχθήσεται. ἢ ἐκ πάντων μὲν ὧν ὁ ἐ|ρωτώμενος οὐ] συγχωρεῖ, οὐ συναχθήσεται ὑπὸ τοῦ ἐρωτῶντος, [*](263) εἴ γε ἐρωτᾷ δι’ ὧν ἄν λάθοι συνάξων τὸ ἀντικείμενον τοῦ διαλεκτικῶς ἀποκρινομένου μὴ συγχωροῦντος, ἀλλὰ δι’ ἐνδοξοτέρων τοῦ προκειμένου. μόνοις οὖν τοιούτοις συγχωρητέον, ὧν εἴπερ εὐπορεῖ ὁ ἐρωτῶν, συνάγοιτο ἄν τὸ προκείμενον. εἰ δὲ μή, εἴη ἄν διαλεκτικῶς κωλυόμενος ὑπὸ τοῦ ἀποκρινομένου συνάγειν, ἀξιοῦντος αὐτὸν δι’ ἐνδοξοτέρων αὐτὸ δεικνύναι τῷ ἔνδοξον εἶναι τὸ δεῖν τὰ δεικνύμενα διὰ γνωριμωτέρων δείΠλάτωνος [*](1 Suid.: πάντων Δ: τοῦ Πλάτωνος aPZ 2 δὲ post ἔνδοξον collocat a: om. P ante πρόβλημα add. τὸ aP ἤτοι αΔΡ: οὗτοι Suid.: om. Z 3 περιττοὺς εἶναι τοὺς ἀστέρας ἡ ἀρτίους ἡ τὰς τρίχας τῆς κεφαλῆς ἡ περὶ Suid. 4 ἡ prius αΔΡΖ: καὶ Suid. 5 post ἀρετὰς add. ἢ εἶναι ἐπιστήμας ἀρτίας Δ, τὸ ἀντιβόλιν ἐπιστήμας ἀρτίας P cf. ad p. 548, 18 πάλιν om. Δ 6 ᾖ P: om. a 8 τίς scripsi: τί aP 9 ἀντίφρασιν a 10 ἀδόξου] ἁ in ras. P1 13 δὴ] η in ras. P 14 γενέσθαι a 15. 16 συλλογιζόμενος καὶ δεικνύς τι Z: inv. ord. aP 16 γνωρίμων P 17 δεικνύοι aZ: δεικνύῃ P δεῖ δέ δή δή scripsi) φησι Z: δεῖ φησι a: δεῖξε ante spatium vacuum 12 lit. P1; in vacuo scripsit δὲ φασὶ P2; in ras. 3 lit. add. τᾶι et supra add. γρ. οὖν φησὶ P3 21 τοῦτο aP: τότε Ζ 25 αὐτὸν scripsi: αὐτῷ aP 26 οὐ prius delevi 27 ἄν a: εἰ Ρ λάθοι scripsi: λάβοι aP ante συνάξων add. ὁ a: ras. P τὸ προκείμενον ante ras. 22 lit. P: γρ. τὸ ἀντικείμενον in mrg. P4 30 ἄν alterum in ras. P1 διαλεκτικὸς Ppr. 32 τῷ a: τὸ P)
551
κνυσθαι. ὥστε ἐν οἷς λόγοις ἔνδοξον ἁπλῶς τὸ συμπέρασμα δεῖ γίνεσθαι, ἐν τούτοις δεῖ τὸν ἀποκρινόμενον μόνα ταῦτα τιθέναι ἃ ἔνδοξά ἐστιν ἁπλῶς καὶ ἐνδοξότερα τοῦ δι’ αὐτῶν συμπεράσματος. εἰ δ’ εἴη πάλιν ἔνδοξος ἀπλῶς ἡ θέσις, δῆλον μὲν ὅτι τὸ ἀντικείμενον αὐτῇ ἄδοξον ἔσται. δεῖ δέ, φησί, τὸν ἀποκρινόμενον πάλιν ἔνδοξα διδόναι, ἀλλὰ καὶ τῶν ἀδόξων ὅσα ἧττον ἄδοξά ἐστι τοῦ ἐσομένου συμπεράσματος· οὕτως γὰρ πάλιν ἔσται τοιαῦτα συγχωρῶν δι’ ὧν μόνων οἷόν τε καλῶς συλλογίζεσθαι τὸ προκείμενον τὸν ἐρωτῶντα διὰ γνωριμωτέρων καὶ ἐνδοξοτέρων]· τοῦ γὰρ ἀδόξου τὰ ἔνδοξα γνωριμώτερα καὶ τὰ ἧττον ἄδοξα.

[*](p. 159 b 9)

Φανερὸν ὡς ἀδόξου μὲν ὄντος ἀπλῶς τοῦ κειμένου οὐ δοτέον τῷ ἀποκρινομένῳ.

Ἀντὶ τοῦ ‘οὐκ ὀφείλει ὁ ἀποκρινόμενος συγχωρεῖν τῷ ἐρωτῶντι τὰ ἀδοξότερα τοῦ βουλομένου παρὰ τοῦ ἀποκρινομένου συναχθῆναι συμπεράσματος.’

[*](p. 159 a 18)

Καὶ τῶν μὴ δοκούντων ὅσα ἧττόν ἐστιν ἄδοξα τοῦ συμπεράσματος· ἰκανῶς γὰρ ἂν δόξειε διειλέχθαι.

Τὸ ἱκανῶς γὰρ ἂν δόξειε διειλέχθαι σημαντικόν ἐστι τοῦ ἰού γὰρ δόξει παραβαίνειν τὴν διαλεκτικὴν συνουσίαν ὁ ἀποκρινόμενος οὔτως'· δεῖ γὰρ τοὺς γυμνασίας χάριν τὰς συνουσίας ποιουμένους συνεργεῖν ἀμφοτέρους πρὸς τὸ διαλεκτικὸν γίνεσθαι τὸν συλλογισμόν. ἐπὶ τῶν τοιούτων δὲ προβλημάτων ὁ τοῖς ἐνδόξοις μόνοις συγχωρῶν διαλεκτικῶς ἐμποδίσει τὸ προκείμενον· οὐ γὰρ ῥᾴδιον διαλεκτικὰς προτάσεις [ἐνδόξους] εὑρεῖν.

[*](p. 159 b 20)

‘Oμοίως δέ, εἰ μήτ’ ἄδοξος μήτ’ ἔνδοξός ἐστιν ἡ θέσις.

Εἰ μήτ’ ἔνδοξος μήτ’ ἄδοξος εἴη ἠ θέσις, πάλιν δεῖ τὸν ἀποκρινόμενον μένον τά τε ἁπλῶς ἔνδοξα τιθέναι καὶ τὰ ἐνδοξότερα τοῦ μήτε ἐνδόξου μήτε ἀδόξου· διὰ γὰρ τῶν τοιούτων δεικνύοιτ’ ἂν διαλεκτικῶς· τοιοῦτον [*](3 δ’ εἴη corr. P (ει in ras., supra η ras.) 4 μὲν superscr. P <ἀπλῶς> ἄδοξον conicio cf. Arist. b 17 et p. 550,11. 13 7 συγχωρῶν scripsi: συγχωρεῖν aP μόνων scripsi: μόνον P: μὴ ἦ a 8 διὰ—ἐνδοξοτέρων ut glossema verborum δι’ ὧν delevi o 10 ὡς] ὅτι aP ὄντως P (o add. P3) προκειμένου aP 13 περὶ Α 15 καὶ om. aP 16 δόξη Α διελέγχθαι AP 17 γὰρ aP: om. ABD δηλωτικόν aP 18 σημασίαν Α 19 τοὺς in ras. P συνεργὸν Β 19. 20 ἀμφότερα D 20 ante πρὸς add. καὶ AD 20. 21 δὲ τῶν τοιούτων Α 21 συγχωρῶν] σύμμορφος P διαλεκτικῶς D: διαλεκτικὸς aAP: διαλεκτικοῖς Β 22 διαλεκτικοὺς Α προτάσεις ἐνδόξους BD: inv. ord. aAP: ἐνδόξους ut glossema vocis διαλεκτικὰς delevi 23 et 24 διάθεσις D 24 εἰ—θέσις ΒD: om. aAP ἡ θέσις εἴη Β 24. 25 supra ἀποκρινόμενον scriptum δοτέον Β 26 post τοιούτων ras. 20 lit. P δείκνυτ’ BP διαλεκτικῶς aBP: ὁ διαλεκτικὸς AD)

552
γὰρ δεῖ τὸ συμπέρασμα γίνεσθαι τὸ ἀντικείμενον τῇ τοιαύτῃ θέσει ὁποία καὶ ἡ θέσις. οὐ δὲ πρὸς τὰ τοιαῦτα ῥαδιον εὐπορεῖν ἐνδόξων.

Πρὸς τὸ προκείμενον. ἐπεὶ τῶν προβλημάτων, ὑπὲρ ὧν ὑπέχει ὁ ἀποκρινόμενος λόγον, τὰ μὲν ἁπλῶς ἢ ἔνδοξα ἢ ἄδοξά ἐστι τὰ δὲ ὡρισμένως, καὶ τῶν] ὡρισμένως ἢ τῷ ἄλλῳ τινὶ ἐνδόξῳ δοκεῖν οὕτως ἢ αὐτῷ τῷ ἀποκρινομένῳ λέγοντι ‘ἐμοὶ τοῦτο δοκεῖ ἔνδοξον’, ἂν μὲν οὖν τὸ πρόβλημα τὸ προκείμενον ἀπλῶς ἔνδοξον ἢ ἀπλῶς ἄδοξον ᾖ, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὰ ἁπλῶς ἔνδοξα ὁρῶντα τὴν σύγκρισιν τῶν ἐρωτωμένων τε καὶ συγχωρουμένων ποιεῖσθαι. οὔσης γὰρ τῆς θέσεως ἀπλῶς ἀδόξου, ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἔνδοξον γίνεσθαι δεῖ ἐκ τῶν ἀπλῶς ἐνδόξων, τοῖς ἐνδοξοτέροις χρὴ συγχωρεῖν. οὔσης δὲ ἐνδόξου ἀπλῶς, ἐπειδὴ τὸ συμπέρασμα ἁπλῶς ἄδοξον γίνεσθαι δεῖ, πάλιν ἀπλῶς] τοῖς τε ἀπλῶς ἐνδόξοις χρὴ συγχωρεῖν καὶ τοῖς ἧττον ἀδόξοις τῶν ἁπλῶς ἀδόξων. εἰ δὲ μὴ εἴη ἁπλῶς ἔνδοξον ἢ ἄδοξον ἀλλ’ ὡρισμένως, ἐπεὶ τὸ ὡριδμένως 5 ἔνδοξον ἢ ἄδοξον διττόν, τὸ μὲν αὐτῶν ἄλλῳ, τὸ δὲ τῷ ἀποκρινομένῳ, ἂν μὲν ᾗ τῷ ἀποκρινομένῳ δοκοῦν, δεῖ τὰς ἀποκρίσεις ποιεῖσθαι πρὸς τὰ αὐτῷ δοκοῦντα· δεῖ γὰρ τὸν δεικνύντα τὸ ἀντικείμενον τοῦ δοκοῦντος αὐτῷ συλλογισμὸν ἐκ τῶν τῷ θεμένῳ τὴν θέσιν δοκούντων ποιεῖσθαι. ἐὰν δὲ ᾖ τὸ πρόβλημα ἄλλῳ τινὶ δοκοῦν, ᾧ παρίσταται ὁ ἀποκρινόμενος, δεῖ, φησίν, αὐτὸν τῆς ἐκείνου δόξης στοχαζόμενον καὶ διδόναι ἃ δίδωσι καὶ ἀρνεῖσθαι x003E;, σκοπὸν ἔχοντα τοιαῦτα συγχωρεῖν ἅ ἐστιν ἐνδοξότερα τοῦ τοῦ δειχθησομένου. οἱ γοῦν παριστάμενοι τῇ ‘Ηρακλείτου δόξῃ τῇ λεγούσῃ τὸ ἀγαθὸν καὶ τὸ κακὸν εἶναι ταὐτὸν οὐ συγχωροῦσι τῷ λέγοντι μὴ δύνασθαι τὰ ἐναντία συνυπάρχειν, οὐχ ὡς αὐτοῖς μὴ δοκοῦν, ἀλλ’ ὡς ‘Ηρακλείτῳ οὕτως οὐκ ἐδόκει, προστιθέντες δηλονότι τοῦτο. τὸ αὐτὸ δὲ τοῦτο ποιοῦσι καὶ οἱ παρ’ ἀλλήλων δεχόμενοι τὰς |θέσεις· στοχάγὰρ [*](264) [*](1 om. Α τοιαύτη omisisse videtur D, in quo sequentia usque ad θέσις paene omnia perierunt: αὐτῆ A 2 τὰ om. aP ἐνδόξων om. Β 3 ἐπεὶ aDP2: ἐπὶ ABP1 ὑπερέχει D 4 ἢ prius AD: om. aBP ἔνδοξα om. B 5 τῶν delevi ὡρισμένως· corr. ex ὡρισμένων Β τῷ aP: τῶν BD: τινὶ Α ἄλλων D δοκεῖ Α 6 οὖν] ἡ a 7 προκρινόμενον Β ἔνδοξον — ἄδοξον D: inv. ord. aABP ᾖ om. aP 9 συγκεχωρουμένων Α ἐνδόξου AD 10 σύμπαν Α γίνεσθαι N cf. vs. 12: γενέσθαι aABDP ἐκ—12 δεῖ iterat Β 11 τοὺς ἐνδοξοτέρους Α χρὴ ante τοῖς transposuit, in iteratis om. B: δεῖ D οὔσης—συγχωρεῖν (13) om. Α οὔσης] οὓς a ἁπλῶς ἀδόξου D ἐπειδὴ — συγχωρεῖν (13) om. D 12 ἄδοξον BP: ἔνδοξον a γενέσθαι Β 13 ἁπλῶς ἐνδόξων D 1.5 fort, τὸ μὲν ἄλλῳ, τὸ δὲ αὐτῷ τῷ 16 ἄν] ἀεὶ Β ἦ Α: om aBDP δοκοῦν N: δίκαιον aABDP δεῖ ABD: δὴ P: om. a ποιεῖσθαι τὰς ἀποκρίσεις Β 17 αὐτῶ D, Ppr.: αὐτοῖς Α: αὐτὰ Β: αὑτῷ a, P1 corr 18 αὐτοῖς συλλογισμοῦ Α τῷ θεμένῳ] τιθεμένων Β 19 ὃ ΑΒ 20 ἐκείνου BD: ἐκείνης AP: ἐκείνων a ἂ] μὲν Α 21 ἁ ἀρνεῖται addidi ἔχοντα ΑΒ: ἔχοντι aDP ἐστιν ABD: καὶ aP 22 γοῦν ABD: γὰρ aP 22. 23 τῇ λεγούσῃ aN, mrg. P4: om. ABD 23 ταὐτῶν e ταὐτὸν corr. P 24 μὴ prius superscr. P οὐχ ὡς periit in D μὴ alterum om. aP 25 οὐδὲ δοκεῖ Β προστιθέντες Β: προτιθέντες aADP τοῦτο ante δηλονότι transposuit D: τούτου A)

553
ζονται γὰρ τῆς ἐκείνων δόξης, καὶ ὡς ἐκεῖνοι ἀπεκρίνοντο, οὕτω καὶ αὐτοὶ πειρῶντι τὰς ἀποκρίσεις ποιεῖσθαι · ὡς ποιεῖ ἐν τῷ Πλάτωνος Φιλῄβῳ ὁ Πρώταρχος διαδεξάμενος παρὰ Φιλήβου τὸ πρόβλημα. φανερὸν οὖν φησι γεγονέναι τίνων δεῖ στοχάζεσθαι τὸν ἀποκρινόμενον, εἴτε ἀπλῶς εἴη ἔνδοξον τὸ κείμενον εἴτε τινί,

[*](p. 159b37)

ἐπεὶ δὲ ἀνάγκη πᾶν τὸ ἐρωτώμ·ενον ἢ ἔνδοξον εἶναι ἢ ἄδοξον ἢ μηδέτερον.

εἰπὼν τὰς τῶν προβλημάτων διαφορὰς καὶ διδάξας πῶς πρὸς ἕκαστον αὐτῶν χρὴ τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τίνων στοχάζεσθαι, νῦν περὶ αὐτῶν τῶν ἐρωτωμένων λέγει, καὶ τούτων τὴν διαίρεσιν ποιεῖται, καὶ δείκνυσι πρὸς τίνα χρὴ βλέποντα ἑκάστην τῶν ἐρωτωμένων προτάσεων ἢ διδόναι ἢ μὴ διδόναι· οὕτως γὰρ διὰ τοῦ τοῦτο ποιεῖν δυνησόμεθα τοῦ προκειμένου σκοποῦ τυγχάνειν. ἔστι δὲ καὶ τῶν ἐρωτωμένων τὰ μὲν ἔνδοξα ἐρωτώμενα, ὡς τὸ θεὸν δεῖν σέβειν, γονεῖς τιμᾶν, νόμοις πείθεσθαι, τὴν ἀρετὴν ἀγαθὸν εἶναι, τὰ δὲ ἄδοξα, τὰ δὲ οὐδέτερα. καὶ αὕτη μὲν ἡ τῶν ἀρωτήσεων διαίρεσις παραπλησία τῇ τῶν προβλημάτων· καὶ γὰρ ἐκεῖνα κατὰ ταῦτα διεῖλε. προστίθησι δὲ τῇ τῶν ἐρωτήσεων διαιρέσει καὶ τὸ ἢ πρὸς τὸν λόγον αὐτὰς εἶναι ἢ μή. ἔστι δὲ πρὸς μὲν τὸν λόγον ταῦτα ὅσα συντελεῖ εἰς τὸν περὶ τοῦ προβλήματος γινόμενον συλλογισμόν, οὐ πρὸς τὸν λόγον δὲ ὅσα μηδὲν εἰς τὸ προκείμενον συντελεῖ ἀλλ’ ἔστι μάτην ἐρωτώμενα. οὔσης τοίνυν τῆς τῶν ἐρωτωμένων διαφορᾶς ἐν τούτοις, ἀνάγκη πᾶσαν ἐρώτησιν ἢ ἔνδοξόν τε εἶναι καὶ πρὸς τὸν λόγον ἢ ἔνδοξον μὲν μὴ πρὸς τὸν λόγον δέ, ἢ ἄδοξον μὲν πρὸς τὸν λόγον δὲ ἢ ἄδοξον καὶ οὐ πρὸς τὸν λόγον, ἢ οὔτε ἔνδοξον οὔτε ἄδοξον οὖσαν πρὸς τὸν λόγον εἶναι ἢ οὐ πρὸς τὸν λόγον. πῶς οὖν χρὴ πάλιν καθ’ ἑκάστην τῶν κατὰ τὰς τοιαύτας ἐρωτήσεις διαφορῶν ποιεῖσθαι τὴν ἀπόκρισιν, λέγει. ἂν μὲν οὖν ἔνδοξος ᾖ ἡ ἐρώτησις μὴ πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον [*](1 γὰρ AD: δὲ Β: om. aP ἀπεκρίνοντο P: ἀπεκρίναντο a: ἀποκρίνονται ABD 2 post ὡς delevit καὶ αὐτοὶ Β ἐν τῷ Πλ. Φιλήβῳ] c. 1 πλάτωνι Α 3 ὁ om. a διαλεξάμενος A : δεξάμενος D (verbum simplex etiam Plato) post παρὰ add. τοῦ Α 4 γεγονέναι φησὶ Β: φησι γέγονε aP post τίνων superscr. προτάσεων B 5 ἔνδοξον εἴη ΑΒ προκείμενον Α —12 μὴ διδόναι Δ ἀνάγκη aBA Arist.: om. ADP πᾶν P1: πάντως δεῖ P3 ἢ om. Δ εἶναι post ἄδοξον collocat Δ(υ) post εἶναι add. ἀπλῶς D 7 ἢ μηδέτερον om. Δ 8 δείξας aAP ἑκάστην Δ 9 δεῖ Δ τίνος aP 10 λέγων Β: τῶ λέγει Α καὶ prius aΔΡ: ἐκ ABD 11 πρὸς superscr. B τίνα ex corr. Β ἑκάστην superscr. P1: ἑκάστων Α πρότασιν BD 12 διὰ — 14 τὴν, prima paginae verba, renovavit P3 τοῦ prius om. Β 13 καὶ om. B 14 τὸ aP3: τὸν AD: τὸ τὸν Β δεῖν D: δεῖ B: χρὴ Α: om. aP3 νόμω Α 17 διῆλθεν aP καὶ om. D 18 αὐτὰς scripsi : αὐτὸν aABP: αὐτῶν D post μὴ add. ex Arist. πρὸς τὸν λόγον aBP 19 περὶ et γινόμενον om. aP 20 μὴ δὲ A 21 τῶν ἐρωτημάτων Α 22 πᾶσα Bpr. ἢ prius D: om. aABP 24 τὸν prius om. Β 25 καθ’ ἑκάστην τῶν] κἆσ(??) (sic) Α κατὰ) π . . . D 27 post ἔνδοξος add. μὲν Β, superscr. P3 ᾖ aP: om. ABD)

554
διδόναι αὐτὴν λέγοντα ὅτι ἔστιν ἔνδοξος· οὕτως γὰρ αὐτὸς μὲν εὐδοκιμήσει συγχωρῶν τοῖς ἐνδόξοις, ἀδοξήσει δ’ ὁ ἐρωτῶν μὴ δυνάμενος τῷ δοθέντι χρῆσθαι πρὸς τὸ προκείμενον καὶ ταῦτα ὄντι ἐνδόξῳ. ἐὰν δὲ ἄδοξον ᾖ τὸ ἐρωτώμενον καὶ μὴ πρὸς τὸν λόγον, δοτέον μὲν καὶ τοῦτο τῷ δοθέντι αὐτῷ μηδὲν ἕξειν χρῆσθαι τὸν ἐρωτήσαντα. ὑπὲρ μέντοι τοῦ μὴ δοκεῖν ἠλίθιον εἶναι συγχωροῦντα τοῖς ἀδόξοις αὐτὸ τοῦτο ἐπισημαντέον, ὅτι ἄδοξον μέν ἐστι, τίθησι δὲ αὐτὸ τοῦ λόγου χάριν καὶ τοῦ μαθεῖν πῶς ἐξ αὐτοῦ τὸ προκείμενον δείκνυται· καὶ γὰρ οὕτως πάλιν ἐν ἀδοξίᾳ γενέσθαι ποιεῖ τὸν ἐρωτήσαντα. ἄν δὲ ᾖ καὶ ἔνδοξον τὸ ἐρωτώμενον καὶ πρὸς τὸν λόγον, δεῖ, φησί, τὸν ἀποκρινόμενον ὁμολογεῖν μὲν τὸ ἐρωτώμενον ἔνδοξον εἶναι, λέγειν δὲ λίαν αὐτὸ ἐγγὺς εἶναι τοῦ προκειμένου καὶ τρόπον τινὰ διὰ τοῦ ἐρωτωμένου τὸ ἐν ἀρχῇ λαμβάνεσθαι· οὕτως γὰρ οὔτε ἐνίστασθαι τοῖς ἐνδόξοις δόξει οὔτε τι πάσχειν ὑπὸ τοῦ ἐρωτωμένου τῷ ὁμοιότητα αὐτοῦ δεικνύναι πρὸς τὸ δεικνύμενον. εἰ δὲ ἄδοξον μὲν εἴη τὸ ἐρωτώμενον πρὸς τὸν λόγον δέ, δεῖ, φησί, τὸν ἀποκρινόμενον λέγειν ὅτι τεθέντος μὲν αὐτοῦ δείκνυται τὸ προκείμενον, εὔηθες μέντοι τὸ ἐρώτημα καὶ ὑπὸ μηδενὸς νοῦν ἔχοντος τεθέν. εἰ δὲ μήτ’ ἔνδοξον μήτ’ ἄδοξον εἴη τὸ ἐρωτώμενον, εἰ μὲν μηδὲν εἴη πρὸς τὸν λόγον, δοτέον αὐτὸ τῷ μηδὲν ἕξειν αὐτῷ χρῆσθαι τὸν ἐρωτῶντα λαβόντα· εἰ δὲ εἴη πρὸς τὸν λόγον, τοῦτο αὐτὸ δεῖ, φησίν, ἐπισημαίνεσθαι τὸν ἀποκρινόμενον, ὅτι συγχωρηθέντος αὐτοῦ ἀναιρεῖσθαι συμβαίνει τὸ κείμενον. λέγει δὲ ὅτι ὁ διδοὺς τὰς τοιαύτας ἀποκρίσεις καὶ προορῶν τὸ συμβησόμενον οὐδὲν δόξει δι’ αὑτὸν πάσχειν εἷπε γὰρ ἔργον εἶναι x003E; τοῦ καλῶς ἀποκρινομένου), ὅ τε ἐρωτῶν δυνήσεται συλλογίζεσθαι διαλεκτικῶς, συγχωρουμένων αὐτῷ τῶν ἐνδοξοτέρων τοῦ συμπεράσματος. ἔστι δὲ διαλεκτικὴ συνουσία, ὅταν μηδέτερος τῶν ἐν τῷ λόγῳ τι παρανομῇ, ἀλλὰ τὸ αὐτῷ προσῆκον ποιῇ.

[*](1 αὐτὸ Α ἔστιν om. Α ἔνδοξον Α αὐτὸς aBP: οὗτος AD 2 συγχωρῶν] ῶν in ras. P 3 τῶ προκειμένῳ B: τὸ et ον in ras. P δὲ N: τε aABDP 4 μὲν aDP: μέντοι Α: ἐπεὶ Β τούτω Β 5 ἐρωτῶντα aP μέντοι] μὲν D 6 συγχωροῦντος A ἀδόξων Α 7 μανθάνειν Β πῶς] τῶ A 8 πάλιν om. D 8. 9 ποιεῖ τὸν ἐρωτήσαντα N: συγχωρηθὲν ποιεῖ τὸ ἐρώτημα aABDP 9 εἴη Α ἠρωτημένον aP 10 ἀποκρινόμενον] ἐρωτώμενον D ἐρώτη . . . D 11 αὐτὸ λίαν Β ἐγγὺς εἶναι τοῦ π in ras. P 12 ἂρ in ras. 3—4 lit. D 14 πρὸς τό προκείμενον D μὲν om. aP ἡ ABD 15 δεῖ superscr. Β ὅτι — ἀποκρινόμενον (20) om. Α 18 μὲν μὴ D δοτέον — 19 λόγον om. a αὐτῶ τὸ Β: ὁ et ῷ in ras. P 19 ἕξειν τ αὐτῶ BP: ἐξ ἀυ D 20 τοῦτο] τὸ D ἐπισημήνασθαι aP 22 οὐ A 23 αὑτὸν ex Arist. scripsi: αὐτῶν libri post πάσχειν add. οὐδέν Α εἶπε] c. 4 p. 159 a 21 ἔργον] ἓν γὰρ P τοῦτο addidi, fortasse delatum ad p. 555,7 24 ὅτε D ὅ τ' Waitz Org. II p. X): ὅτι Β: ὅτι Α, Ppr.: ὅτε 6 a, P1 corr. 26 ὄτε Β μηδέτερος corr. e μὴ δεῖ ἕτερον P3 26. 27 παρανομεῖ—ποιεῖ Β)
555
[*](p. 160 a 14)

Ὅσοι δὲ ἐξ ἀδοξοτέρων τοῦ συμπεράσματος ἐπιχειρουσι.

Ὅτι μὴ δεῖ τὸν διαλεκτικῶς ἀποκρινόμενον ταῖς ἀδόξοις προτάσεσι συγχωρεῖν δείξας, ἐκ τούτου, φησί δῆλον ὅτι μηδὲ οἱ τὰ τοιαῦτα ἐρωτῶντες καὶ δι’ ἀδοξοτέρων τὰ ἐνδοξότερα πειρώμενοι συλλογίζεσθαι διαλεκτικῶς ἐρωτῶσιν· οἷς γὰρ ἄν μὴ <ᾖ> [τοῦτο] συγχωρεῖν διαλεκτικῶς, τούτοις βούλεσθαι χρῆσθαι οὐ δια|λεκτικοῦ.

[*](265)[*](p. 160 a 17)

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομενων ἀπαντητέον.

Πῶς ἐπὶ τῶν ἀσαφῶς καὶ πλεοναχῶς λεγομένων καὶ πῶς ἐπὶ τῶν σαφῶς καὶ ἀπλῶς ἀποκριτέον, νῦν διδάσκει. ἐπεὶ γὰρ γίνονταί τινες ἐρωτήσεις ἀσαφεῖς καὶ διά τινων πλεοναχῶς λεγομένων, πῶς χρὴ τὸν ἀποκρινόμενον πρὸς τὰς τοιαύτας ἐρωτήσεις ἐνίστασθαι, λέγει νῦν. τὸ ὁμοίως δὲ εἰπὼν οὐχ ὅτι ὡς προείρηται (περὶ γὰρ ἄλλων προείρηται), ἀλλὰ τὸ ὁμοίως λέγοι ἄν ‘κατὰ τὸν προειρημένον τρόπον.’ ἐπεὶ γὰρ οὐ κεκώλυται ὁ ἀποκρινόμενος, ἄν μὴ νοῇ τὸ λεγόμενον, αὐτὸ τοῦτο ὁμολογεῖν, ἀλλ’ οὐδ’ ἀνάγκην ἔχει πολλαχῶς τινος λεγομένου ἢ ἁπλῶς ὁμολογῆσαι ἢ ἁπλῶς ἀρνήσασθαι, ἀλλὰ καὶ διελέσθαι καὶ διαστείλασθαί τι τῶν ἐρωτωμένων ἐξουσίαν ἔχει, οὕτως οὖν ἀσαφοῦς ὄντος οὐκ ὀκνητέον ὁμολογεῖν μὴ συνιέναι· τῶν γὰρ οὕτως ἐρωτώντων ἡ ἁμαρτία, οὐ τῶν ὁμολογούντων μὴ συνιέναι. συμβαίνει γὰρ πολλάκις παρὰ τὸ συγχωρεῖν τι ὂν ἀσαφὲς ἐλέγχεσθαι· οἷον ἐὰν ἐρωτῶντός τινος <εἰ> πᾶν τὸ πεπερασμένον πρός τι περαίνει, μὴ νοήσας ὁ ἀποκρινόμενος συγχωρήσῃ · συμβήσεται γὰρ αὐτῷ συγχωρεῖν τὸ παντὸς τοῦ πεπερασμένου ἐκτός τι εἶναι· διὸ οὐκ ἄν συνεχώρησε νοήσας τί σημαίνει τὸ πρός τι περαίνειν. εἰ μέντοι γνώριμον μὲν τὸ λεγόμενον εἴη, πολλαχῶς δὲ λέγοιτο, ἄν μὲν ἐπὶ πάντων οὕτως ἔχειν φαίνηται τῶν σημαινομένων διαιρουμένῳ, συγχωρητέον [*](3 ante ὅτι add. καὶ P 4 τούτων aP τὰ τοιαῦτα D : ταῦτα aABP 5 post καὶ add. οἱ aB 6 γὰρ scripsi: δ’ libri μὴ superscr. P ᾖ addidi, τοῦτο delevi διαλεκτικοῦ P τούτοις om. Β: τούτω Α 7 διαλεκτικῶς Α: διαλεκτικὸς εἶναι τὸ ἀντιβόλιν οὐ διαλεκτικοῦ P cf. ad p. 550,5 8 δὲ om. D post λεγομένων add. ἐρωτημένων (sic) D 9 ἀπαντητέον—λεγομένων (10) om. Β 10 post λεγομένων add. ἐρωτωμένων a, ἀποκριτέον AB, ἐρωτωμένων ἀποκριτέον P: om. N: καὶ πῶς—πῶς (12) om. D 11 σαφῶς Waitz I. c.: ἀσαφῶς libri 12 ἀσαφῶς Bpr. 13 τὰς om. Β 14 an εἶπεν? post προείρηται add. παρίστησι aN παρὰ Α 15 προείρηται AD: εἴρηται Β: προείρητο aP post ἄν add. ἀντὶ τοῦ a 18. 19 διαστείλασθαί τι] διαλῦσαι a 19 οὕτως aBP: οὔτ’ AD οὐκ om. AD 22 ἐλέχθαι Β ἄν aAP εἰ addidi πᾶν D: ἄν aABP 23 et 25 πρότερον pro πρός τι Β 23 περαίνει D: συμπεραίνῃ Α: περαίνοι B: περαίνῃ aP 24 τι om. BP 25 διὸ periit in D συμβαίνει Β περαίνει AP 26 εἴη aN: ἦν Α: ἡ DP: om. Β λέγοιτο a: λέγεται ABDP post μὲν alterum add. οὖν ABP 27 διαιρουμένῳ BP: διαιρούμενον aA : compend. D)

556
ἁπλῶς· τὸ γὰρ σωφρονεῖν αἱρετόν ἐστι κατὰ πάντα τὰ σημαινόμενα τοῦ αἱρετοῦ · καὶ γὰρ καλὸν καὶ ἡδὺ καὶ συμφέρον. ἄν δὲ μὴ ἐπί τινος, ἀρνητέον πάλιν ἁπλῶς· τὸ γὰρ ἓν εἶναι τὸ ὂν κατ’ οὐδὲν τῶν ὑπὸ τοῦ ἑνὸς σημαινομένων ἀληθές· οὔτε γὰρ γένει οὔτε εἴδει οὔτε ἀριθμῷ. ἂν δὲ ἐφ’ ὧν μὲν ἀληθὲς ᾖ τὸ λεγόμενον ἐφ’ ὧν δὲ ψεῦδος, τοῦτο αὐτὸ μηνυτέον, ὅτι πολλ|αχῶς λέγεται τῷ τὸ μέν τι οὕτως ἔχειν τῶν σημαινομένων τὸ δ’ οὔ· τὸ γὰρ τὸν κύνα ὑλακτικὸν εἶναι ἐπὶ μὲν τοῦ ζῴου πεζοῦ ἀληθεύει, οὐκ ἀληθὲς δὲ ἐπὶ τοῦ θαλασσίου. ἀξιοῖ δὲ κατ’ ἀρχὰς τὴν διαίρεσιν ποιεῖσθαι, μὴ μετὰ τὸ συμπέρασμα· τότε γὰρ ἄδηλον γίνεται, εἰ καὶ τὴν ἀρχὴν γνωρίζων, ὅτι πολλαχῶς λέγεται, οὕτω συνεχώρησεν Ε; ὡς κατὰ Ε; τὸ ἀληθὲς τῶν σημαινομένων ὑπ’ αὐτοῦ διδούς. ἐὰν δέ, φησί, μὴ προειδῇ τὸ ἀμφίβολον, τουτέστι τὸ πολλαχῶς λεγόμενον εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον, ὡς εἴρηται ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις) ἐὰν οὖν μὴ προειδῇ τὸ διττὸν τοῦ λεγομένου, ἀλλὰ κατὰ τὸ ἀληθὲς ὡς μόνον συγχωρήσας εἰς τὸ ἕτερον ψεῦδος ὂν περιτραπῇ, ὁμολογητέον καὶ ῥητέον ὅτι μὴ πρὸς τοῦτο βλέπων συνεχώρησεν, ἀλλὰ πρὸς ἐκεῖνο καθ’ ὃ ἦν ἀληθὲς τὸ λεγόμενον. ὅταν γὰρ ᾖ πλείω τὰ σημαινόμενα καὶ διάφορα τὸ γὰρ πλειόνων ὄντων οὐ τῷ ἀριθμῷ λέγει ἀλλὰ κατὰ τὴν φύσιν διαφόρων), ῥᾳδία ἡ ἀμφισβήτησις τοῖς λέγουσιν] ὅτι μὴ κατὰ τοῦτο συνεχώρησεν· οἷον τὸ τὸν τυφλὸν ὁρᾶν ἢ τὸν σιγῶντα λαλεῖν. ἄν μέντοι σαφὼς ᾖ καὶ ἁπλοῦν τὸ ἐρωτώμενον, ἀξιοῖ ἁπλῶς ἢ ναὶ ἢ οὒ λέγειν τοὺς καλῶς ἀποκρινομένους, δεικνὺς πάλιν διὰ τούτων ὅτι μὴ πρὸς αὐτὰ χρὴ τὰ ἐρωτώμενα ἀμφισβητεῖν τὸν διαλεκτικῶς ἀποκρινόμενον.

[*](p. 160 a 35)

ἐπεὶ δὲ πᾶσα πρότασις συλλογιστικὴ ἢ τούτων τίς ἐστιν ἐξ ὧν συλλογισμὸς ἤ τινος τούτων ἕνεκα.

Συλλογιστικὴν μὲν πρότασιν λέγει τὴν συντελοῦσαν εἰς τὸν προκείμενον συλλογισμόν, ἣν εἶπε πρὸ ὀλίγου “πρὸς τὸν λόγον”. λέγει δὲ τῶν [*](1 πάντα om. AD σημαινομένου, omisso τὰ, Α 2 καὶ alterum om. Α μηδ’ ἐπὶ ἑνὸς aP 3 ὑπὸ τοῦ P : ὑπ’ αὐτοῦ τοῦ (τὸ Β) aABD 4 ἑνὸς aD : ἓν ABP σημαινομένου Α ἀληθεύει aBP 5 αὐτῶ Β 6 ἀποκριτέον aP λέγεται τῷ aN : λεγόμενον ABDP μέν τϊ BD: μέντοι Α, Ppr.: μὲν aP1 corr. 8 πεζοῦ om. Β οὐκ ἀληθεύει aBP τοῦ θαλαττίου B: τῶν ἄλλων P ἀρχὴν Α: compend. D 10 ἣ addidi 11 μόνον κατὰ addidi cf. vs. 15 τῶν σημαινομένου a φησί om. A 12 προίδῃ N Arist. τὸ prius ex Arist. scripsi: ὅτι libri τουτέστι — ἐλέγχοις (14) om. Α 13 ἐν τοῖς Σοφιστι. ἐλ.] c. 4 p. 165b 25 sq. 14 ἐὰν ABD: d aP οὖν μὴ] μὲν οὖν Α τοῦ (superscr.) λεγομένου corr. ex λέγον . . . D 15 μόνου P συγχωρήσῃ Α ψεῦδος ABD: εἶδος Μ’ περιτραπῇ N: περιετράπη aABDP 16 ῥετέον a , βλεπτέον AD ου συνεχώρει a 18 διαφέροντα aP τὸ] τῶ Β ὄντων om. D αὐτῷ P, οὐ superscr. P3 ἀλλὰ aN: om. ABDP 19 διαφόρων scripsi: ἀφορῶν libri ῥάδιον Β post ῥᾳδ. add. γὰρ ΑΒ, γίνεται aP τοῖς λέγουσιν delevi : τῆς λέξεως (compend.) Α 20 οἶον οἶά ἐστι aP τὸ τὸν aP: τὸ AD: τὸν Β λέγειν aP ἂν AD: ἐὰν B: εἰ aP μέντοι] οἱ in ras. P 21 ᾖν (sic) a ἢ prius aP Arist.: om. ABD 22 δεικνύων P, sed ων P2 αὐτὸ Α — p. 559,6 φθαρτική aP: om. ABD 27 πρὸ ὀλίγου] c. 6 p. 159b39 sq.)

557
συλλογιστικῶν προτάσεων, τουτέστι τῶν μὴ μάτην ἐρωτωμένων, τὰς μὲν εἶναι τοιαύτας ἐξ ὧν ὁ συλλογισμός, τουτέστιν ἐφ’ αἷς τὸ συλλογιστικῶς δεικνύμενον συμπεραίνεται, ἃς κἄν κυρίως τις εἴποι προτάσεις συλλογιστικάς, τὰς δὲ τῶν συλλογιστικῶν ἕνεκα προτάσεων ἐρωτᾶσθαι· τοιαῦται δέ εἰσιν αἱ εἰς σύστασιν τῶν συλλογιστικῶν προτάσεων λαμβανόμεναι, αἵ εἰσιν ἐν ταῖς ἐπαγωγαῖς. εἰρηκὼς δὲ πῶς χρὴ * * * * * πρὸς τὰς μὴ συλλογιστικὰς μὲν τῶν συλλογιστικῶν δὲ χάριν ἐρωτωμένας, δῆλόν φησιν εἶναι, ὅταν ἑτέρου χάριν λαμβάνωνταί τε καὶ προτείνωνται καὶ μὴ τοῦ συμπεράσματος, τῷ πλείω τὰ ὅμοια ἐρωτᾶν, † ὃ δι’ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ πολὺ πειρῶνται τὰς συλλογιστικάς τε καὶ καθόλου προτάσεις παραλαμβάνειν, ὅταν μὴ ὦσιν αὐτόθεν τιθέμενοι. ἐξηγούμενος δέ, τίνα ἐστὶ τὰ | πλείω ὅμοια, ἐπήγαγε τὸ ἢ δι’ ἐπαγωγῆς ἢ ὁμοιότητος ὡς ἐπὶ τὸ [*](266) πολὺ τὸ καθόλου λαμβάνουσιν· ἐν μὲν γὰρ ταῖς ἐπαγωγαῖς πλείω ὅμοια ἐρωτᾶται. εἰπὼν δὲ τὸ ἢ δι’ ἐπαγωγῆς προσέθηκε τὸ ἢ δι’ ὁμοιότητος· τῷ γὰρ πολλὰ ὅμοια λαμβάνεσθαι δείκνυσιν ἡ ἐπαγωγὴ τὸ καθόλου διὰ τῶν καθ’ ἕκαστα. ἢ εἰπὼν τὴν ἐπαγωγὴν ὡς κοινότερον τὴν ὁμοιότητα ἐπήνεγκε· δι’ ὁμοιότητος γὰρ καὶ αἱ γὰρ καὶ αἰ παραδειγματικαὶ προτάσεις δεικνύουσιν, οὐ μόνον αἱ ἐπακτικαί, ἀλλὰ καὶ αἱ διὰ παραβολῆς καὶ δι’ ἀναλογίας. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ προσέθηκεν, ὅτι πολλάκις καὶ διὰ προσυλλογισμοῦ κατασκευάζονται αἱ τοιαῦται προτάσεις· ἀλλὰ καὶ ὡς ἐναργεῖς τινες προτάσεις παραλαμβάνονται. πρὸς δὲ τὰς συντελούσας μὲν εἰς τὸν προκείμενον συλλογισμὸν προτάσεις καὶ διὰ τοῦτο δοκούσας εἶναι συλλογιστικὰς κἀς οὐ διὰ συλλογισμοῦ Ε; δεικνυούσας, δεῖ, φησίν, οὕτως ἀποκρίνεσθαι· τὰ μὲν καθ’ ἕκαστα πάντα θετέον, φησίν, ἄν ἀληθῆ ᾖ καὶ ἔνδοξα δι’ ὧν ἡ ἐπαγωγή, πρὸς δὲ τὸ καθόλου πειρατέον τὸ τοῖς καθ’ ἕκαστα ἐπιφερόμενον ἐνίστασθαι. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ συλλογισμοῦ ἐξ ἀνάγκης ἕπεται τοῖς τεθεῖσι τὸ ἐπ’ αὐτοῖς συμπέρασμα, οὕτω καὶ τοῖς ἐπακτικῶς λαμβανομένοις ἀναγκαίως ἕπεται τὸ καθόλου· οὐ γάρ, εἰ ἄνθρωπος καὶ κύων καὶ βοῦς τὴν κάτω γένυν κινεῖ, ἤδη καὶ πᾶν ζῷον. πρὸς δὴ τοῦτό φησι δεῖν πειρᾶσθαι φέρειν ἔνστασιν. οὐ γὰρ δὴ χωρὶς ἐνστάσεως τινος χρὴ πρὸς τὸ συμπέρασμα ἀνανεύειν. τὸ γὰρ χωρὶς ἐνστάσεως, ἢ οὔσης ἢ δοκούσης, κωλύειν τὸν λόγον περαίνεσθαι δυσκολαίνειν ἐστί, φησίν, οὖσαν μὲν ἔνστασιν λέγων τὴν ὡς ἀληθῶς κωλύουσαν τὸ συμπέρασμα· οἷον πᾶν τὸ ἔκ τινων εἴς τι μεταβάλλον κινεῖται· οὐ γάρ, εἰ ἡ κατὰ τὸ ποσὸν καὶ ἡ κατὰ τόπον καὶ ἡ κατὰ τὸ ποιόν, ἤδη καὶ πᾶσα· ἡ γὰρ γένεσις καὶ ἡ φθορὰ μεταβολαὶ μὲν ἔκ τινός εἰσιν, οὐ μὴν καὶ κινήσεις· τὸ μὲν γὰρ κινούμενον εἶναι δεῖ καὶ σώζεσθαι τὸ [*](3 κἄν scripsi : καὶ aP 4 συλλογιστικῶν a : συλλογιστικῶν ἅς corr. ex συλλογιστικὰς P 6 δὲ a: om. P supple πρὸς τὰς συλλογιστικὰς προτάσεις ἀποκρίνεσθαι, νῦν δεικνὺς πῶς χρὴ μὴ a: om. P 8 προτείνωνται scripsi cf. p. 541,30: ἀποκρίνωνται aP 9 fort, ὅτι: ἡ γὰρ Arist. ἡ δι’ ὁ. Arist. cf. vv. 12,14 11 αὐτόθεν scripsi: αὐτόθι aP 13 λαμβάνουσιν Arist.: λαμβάνει a: λα . . . . P μὲν P: om. a 17 δειγματικαὶ, sed δεῖ in ras. 6 lit., P 19 δὲ] δ in ras. P3 21 δὴ malim 23 δὲ addidi 34 τὸ συμπέρασμα add. P2 35 fort. τόπον — τὸ ποσὸν cf. p. 560,1 36 γένησις aP 37 an εἴς Ε; εἰσιν? cf. vs. 34)
558
αὐτό· ἐπὶ δὲ τούτων τῶν μεταβολῶν οὐ σώζεται <τὸ> αὐτὸ τὸ μεταβάλλον. δοκοῦσαν δὲ ἔνστασιν λέγει ὁ γὰρ] πρὸς τὸν δεικνύντα ἴσα εἶναι δι’ ἐπαγωγῆς τὰ μήτε ὑπερβάλλοντα μήτε ἐλλείποντα ἐνιστάμενος καὶ λέγων τὴν κατὰ ἀνάλογον τιμὴν ἴσην μὲν εἷναι, εἴ γε ὁ δίκαιος καὶ τὸ δίκαιον ἴσον, οὐ μὴν τοιαύτην εἶναι ὥστε μήτε ὑπερβάλλειν μήτε ἐνδεῖν · ἐν γὰρ τῇ τοιαύτῃ νομῇ τοῖς μὲν πλέον τοῖς δὲ ἔλαττον νέμεται. φαινόμενον δέ ἐστιν· οὐ γὰρ ταὐτὸν τὸ ἁπλῶς ἴσον, περὶ οὗ ὁ λόγος ἦν, καὶ τὸ μετὰ προσθήκης τῆς κατὰ ἀναλογίαν.

εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, τί ἐστι δυσκολαίνειν, ὕστερον λέγει φήσας ἔστι γὰρ ἡ ἐν λόγοις δυσκολία ἀπόκρισις παρὰ τοὺς εἰρημένους τρόπους συλλογισμοῦ φθαρτική. δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων γίνεσθαι συλλογισμόν· τίνες δὲ αἱ προσήκουσαι ἀποκρίσεις, εἴρηται. εἰπὼν δὲ δυσκολαίνειν τοὺς χωρὶς ἐνστάσεως ἀνανεύοντας πρὸς τὸ συμπέρασμα, λέγει ἔτι μᾶλλον τοῦτο ποιεῖν, εἰ μηδ’ ἀντεπιχειρεῖν πρὸς τὸ δεικνύμενον ἔχων τις καὶ δεικνύναι αὐτὸ διά τινων ὅτι μὴ ἀληθὲς μὴ συγχωροίη αὐτῷ. ἔστι δὲ τὸ ἀντεπιχειρεῖν τὸ πρὸς τὰ λεγόμενα μὲν μὴ φέρειν ἔνστασιν, ἐπιχειρεῖν δὲ δι’ ἄλλων τινῶν καὶ αὐτὸν πάλιν συλλογίζεσθαι ὅτι μὴ ἀληθὲς τὸ δεικνύμενον. ὁ γὰρ πρὸς μὲν τὸν δεικνύντα λόγον ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατος διὰ τὸ εἶδος αὐτὴν ἔνυλον εἶναι, μηδὲν δὲ ἔνυλον εἶδος χωριστὸν εἶναι τῆς ὕλης, μὴ ἐνιστάμενος, δεικνύναι δὲ πειρώμενος δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔστιν ἄφθαρτος, ἤτοι διὰ τοῦ λαμβάνειν ὅτι αἱ μὲν μαθήσεις ἀναμνήσεις ἢ ὅτι αὐτοκίνητος, ἀντεπιχειρεῖ, οὐκ ἐνίσταται. εἰπὼν δ’ εντι μᾶλλον δυσκολαίνειν τοὺς μὴ ἀντεπιχειροῦντας ὁ * * * *· οὐ γάρ, εἴ τινα λόγον ἐναντίον ταῖς κοιναῖς ἐννοίαις δύσλυτον ὄντα παρέχεταί τις ἀντεπιχειρῶν πρὸς τὰ δεικνύμενα, ἤδη διὰ ταύτην τὴν αἰτίαν οὐ χρὴ τιθέναι τὰ ἐναργῆ τῷ δεικνύντι. οὐ γάρ, εἰ δεικνύντος τινὸς δι’ ἐπαγωγῆς, ὅτι πᾶν ζῷον κινητόν ἐστι καὶ κινεῖται, ἀντεπιχειρῶν τις τὸν Ζήνωνος λόγον * τὸν ἀναιροῦντα κίνησιν διὰ τὸ δεῖν τὸν κινούμενόν τι διάστημα πρῶτον αὐτοῦ τὸ ἥμισυ διελθεῖν, τοῦτο δὲ μὴ οἷόν τε τῷ κἀκείνου πάλιν ὀφείλειν αὐτὸν τὸ ἥμισυ [*](267) διελθεῖν, κἀκείνου πάλιν ὁμοίως, ἀπείρων δὲ ὄντων τῶν ἡμίσεων ἀδύνατον εἶναι πάντα αὐτὰ διεξελθεῖν τὸ γὰρ μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, ἀδύ- νατον δὲ ἐν πεπερασμένῳ τὰ ἄπειρα διελθεῖν), οὐ δεῖ διὰ τοῦτο μὴ συγχω- [*](1 τὸ prius addidi 2 γὰρ delevi 4 ὁ a: om. P 6 φαινό(μενον δέ ἐστιν) P, circumclusa in ras. 8 lit. P2: φαινόμενον ἐνίσταται a 7 τὸ superscr. P 10 παρὰ P Suid.: περὶ a 11 post προσηκουσῶν delevit ἐρωτήσεων P 11. 12 δυσκολαίνει — συλλογισμόν Suidas sub v. δυσκολαίνειν 14 post λέγει ras. — 3 lit. P 16 συγχωρείη aP ἔστι δὲ — ἐνίσταται (23) Suidas sub v. ἀντεπιχειρεῖν τὸ prius om. Suid. 18 αὐτὸν Suid.: αὐτὸ aP 19 αὐτὴν Suid.: αὐτῆς aP 21 auxrjv Suid.: αὐτὸ aP 22 τοῦ Suid.: τὸ aP 23 αὐτοκίνητος Suid.: αὐτοκίνητον aP δέ τι P 24 supple sententiam e p. 5.59,2. 3 24. 25 τινα λόγον ἐναντίον — δύσλυτον ὄντα scripsi: τις λόγος ἐναντίος — δύσλυτος ὤν aP 26. 27 τῷ δεικνύντι scripsi cf. p. 518,9: τὰ δεικνύντα aP 28 adde λέγοι 29 δεῖν — 32 διεξελθεῖν Δ 30 τοῦτο—τῷ om. Δ αὐτὸν aΔ: αὐτὸ P 31. 32 ἀπείρων δὲ οὐσῶν τῶν κινήσεων, ἀδύνατον πάντα διελθεῖν Δ 32. 33 τὸ γὰρ — διελθεῖν a: om. P)

559
ῥεῖν μὴ εἶναι κίνησιν], οὐδ’ εἰ τῆς ἐπαγωγῆς τι δι’ ἐναργῶν γίνεται. εἰπὼν δὲ μηδὲ τὸ ἀντεπιχειρεῖν ἱκανὸν εἶναι πρὸς τὸ κωλῦσαι τὸ διὰ τῆς ἐπαγωγῆς συμπέρασμα, ἐπήνεγκεν ὅτι ὁ μήτε ἐνίστασθαι ἐπὶ τίνων οὐχ οὕτως μήτε ἀντεπιχειρεῖν ἔχων καὶ μὴ συγχωρῶν τῷ συμπεράσματι δυσκολαίνει. δυσκολία δέ ἐστιν ἀπόκρισις παρὰ τὰς διαλεκτικὰς ἀποκρίσεις συλλογισμοῦ φθαρτική· ὁ γὰρ δυσκολαίνων οὐκ ἐᾷ τὸν ἐρωτῶντα συλλογίσασθαι ὃ βούλεται. καὶ ἔστιν ὁ τρόπος οὗτος τῆς δυσκολίας ἄλλος παρὰ τοὺς εἰρημένους· μήτε γὰρ ἀντιτιθεὶς ὁ ἀποκρινόμενος ὅτι ὁμώνυμόν ἐστι τὸ ἐρωτηθὲν ἢ ὅτι μεταφορικὸν ἢ ἀσαφές, ἀλλὰ μόνον ἀνανεύων κωλύει τὸν συλλογισμὸν καὶ τὴν διάλεξιν.

[*](p. 160b 14)

Ὑπέχειν δὲ καὶ θέσιν καὶ ὁρισμὸν αὐτὸν ἑαυτῷ.

Δεῖ, φησί, τὸν μέλλοντα περὶ ἐπιχειρήσεως προβλήματός τινος ἢ ὁρισμοῦ παρίστασθαι ὑπέχειν τινὰ λόγον καὶ ἀποκρίνεσθαι πρῶτον παρ’ ἑαυτῷ, προεπιχειρήσαντα εἰς αὐτὸ καὶ προδιαλαβόντα δι’ ὧν οἷόν τε αὐτὸ ἀναιρεῖν καὶ ταξάμενον πῶς χρὴ πρὸς αὐτὰ ἀποκρίνεσθαι. ῥᾷον γὰρ τὰς ἀποκρίσεις ποιεῖσθαι προεπεσκεμμένον περὶ τούτων πῶς ἀποκρίνεσθαι χρή· πρὸς γὰρ ταῦτα ἀποκρίνεσθαί τε καὶ ἐνίστασθαι χρὴ ἐξ ὧν ἐπιχειροῦσιν οἱ ἐρωτῶντες ἀναιρεῖν τὸ κείμενον. τὸ δ’ αὐτὸ εἶπε δεῖν ποιεῖν καὶ περί τινος ἐρωτᾶν μέλλοντα.

[*](p. 160b 17)

Ἄδοξον δὲ ὑπόθεσιν εὐλαβητέον ὑπέχειν.

Παραινεῖ καὶ ἀδόξῳ ὑποθέσει μὴ παρεστάναι, ὑπόθεσιν τὸ πρόβλημα καὶ τὴν θέσιν λέγων. ἄδοξος δὲ ὑπόθεσίς ἐστι διχῶς· καὶ γὰρ δι’ ἣν ἀνάγκη τινὰ λέγειν ἄτοπα καὶ παράδοξα· τῷ γὰρ πάντα κινεῖσθαι καθ’ Ἡράκλειτον λέγοντι συμβήσεται τὸ αὐτὸ τὸ κινεῖσθαι ἀναιρεῖν, εἴ γε ἡ [*](1 μὴ εἶναι κίνησιν delevi οὐδ’ εἰ scripsi: οὑδὲ aP 2 μηδὲ τὸ scripsi: τὸ μὴ δὲ aP post ἀντεπιχειρεῖν add. εἰς P1, quod in ὡς mutavit P3 (κω)λύσαι — συγχωρῶν initio paginae renovavit P3 3 συμπέρασμα, quod post 1 ἐπαγωγῆς collocant aP, hue transposui ὁ P3: om. a 4 μήτε a: μὴ P3 5. 6 δυσκολία — φθαρτική Suidas sub v. δυσκολαίνειν 6 ὁ γὰρ—διάλεξιν (10) aN: om. ABDP 8 post εἰρημένους add. τρόπους N 11 ὁρισμοὺς Α σαυτὸν (sic) D 12 δεῖν B 12. 13 utrum περὶ ἐπιχειρήσεως] προβλήματί τινι ἡ ὁρισμῷ παρίστασθαι an ἐπὶ ἐπιχειρήσεως — ἐνίστασθαι scribendum sit dubito τινος om. Α ἢ om. D 13 ἐπίστασθαι Bpr. ἀποκρίνασθαι AP 14 ἐπιχειρήσαντα Β οἷόν om. D αὐτὸ alterum scripsi: αὐτὸν libri 15 ταξαμένῳ Α: ἀρξάμενον P αὐτὰ Α: αὐτὸ aDP: αὐτὸν Β ὑποκρίνασθαι Α: ἀποκρίνασθαι a γὰρ aA: om. BDP 16 ποιεῖσθαι AD: ποιεῖται aBP προεπεσκεμμένον Β: προεπεσκεμμένων Α: προεπεσκεμμένος aP: προεσκεμ D 17 πρὸς γὰρ ταῦτα om. B τε om. D 17. 18 οἱ ἐρωτῶντες ἐπιχειροῦσιν Α 18 δεῖν ποιεῖν εἶπε a δεῖ P 19 μέλλοντα scripsi cf. vs. 12: μέλλοντος libri 21 καὶ fort, post ὑπόθεσιν transponenduui cf. I 11 p. 104b18 sqq. ἄδοξον ὑπόθεσιν Α 22 καλῶν D ἐστιν ὑπόθεσις Α: ὑπόθεσις Β καὶ γὰρ aP: om. ABD 23 post λέγειν add. αὐτῷ P τῷ aBP: τὸ AD 24 λέγοντα D αὐτὸ κινεῖσθαι a: αὐτοκινεῖσθαι P)

560
μὲν κίνησ̣ις τοῦ τινὸς μεταβάλλοντος ἢ κατὰ τόπον ἢ κατὰ ποσὸν ἢ ποιόν, κατὰ δὲ τοὺς πάντα ῥεῖν λέγοντας οὐδὲν οἷόν τε τὸ αὐτὸ οὐδὲ πρὸς ὀλίγον ὑπομεῖναι. ἔτι εἰ πάντα κινεῖται συνεχῶς, οὐδ’ αὐτὸ τοῦτο τὸ πάντα κινεῖσθαι μένει. τῷ δὲ μηδὲν κινεῖσθαι λέγοντι ἕποιτ’ ἄν μὴ εἶναι κίνησιν παρὰ τὰ ἐναργῆ. τὰ μὲν οὖν τῶν προβλημάτων διὰ τοῦτό ἐστιν ἄδοξα, τὰ δὲ τῷ εἶναι χείρονος ἤθους τὴν αἵρεσιν αὐτῶν καὶ ὑπεναντίαν ταῖς τῶν ἀνθρώπων βουλήσεσιν· οὐ γὰρ ὡς γυμνασίας χάριν τοῖς μετα- χειριζομένοις τὰ τοιαῦτα προσέχουσιν οἱ ἀκούοντες, ἀλλ’ ὡς αἱρουμένους ἀυτὰ μισοῦσιν αὐτοὺς.

[*](p. 160b23)

Ὄσοι δὲτῶν λόγων ψεῦδος συλλογίζονται, λυτέον.

ἐπεὶ ἀνάγκη, εἰ τὸ συμπέρασμα ψεῦδός ἐστι, τούτου καὶ τῶν προτάσεων τινὰ ἢ τινὰς ψευδεῖς εἶναι, δῆλον ὅτι, εἰ μὲν εἴη [ἡ] πρότασις ψευδής, παρ’ ἐκείνην καὶ τὸ συμπέρασμα ψευδές, ὡς ἐπὶ τοῦ ιτὸ ποιὸν σῶμα, ἡ δὲ ποιότης ποιόν, ἡ ποιότης ἄρα σῶμα’· τοῦ γὰρ ἐν τῷ συμπεράσματι ψεύδους αἰτία ἡ πρότασις ἡ τὸ ποιὸν σῶμα λαβοῦσα· ἡ γὰρ ἑτέρα ἀληθής. ἐπεὶ δὲ ἐνδέχεται καὶ πλείω τινὰ ψευδῆ εἰλῆφθαι, οὐ τὸν ὁτιοῦν τῶν κειμένων δείξαντα ψεῦδός φησι λύειν τὸν λόγον ἀλλὰ τὸν ἐκεῖνο παρ’ ὃ τὸ συμπέρασμα γέγονε τοιοῦτον· οὐ γὰρ πᾶσα ψευδὴς ληφθεῖσα πρότασις αἰτία ψευδοῦς συμπεράσματος, ἐπεὶ δέδεικται ὅτι καὶ ἐκ ψευδῶν προτά- τεων ἀληθές τι συνάγεται. σαφὲς δὲ τὸ λεγόμενον διὰ τοῦ παραδείγματος οίγͅκο͂ν· ὁ γὰρ συνάγων τὸν Σωκράτη γράφειν διὰ προτάσεων ἀμφο- τερῶν ψευδῶν ‘Σωκοͅάτης κάθηται, πᾶς ὁ καθήμενος γράφει’ οὐ παρὰ τὸ τὸν Σωκράτη λαβεῖν καθήμενον τὸ ψεῦδος συνάγει· καὶ γὰρ εἰ εἴη ἀληθής, οὐδὲν ἧττον ἦν ψευδὲς τὸ συμπέρασμα· οὐκ ἔστιν οὖν αἰτία τοῦ ψεύδους, οὐδ’ ὁ ταύτην δεικνὺς ψευδῆ λύει τὸν λόγον, ἀλλ’ ὁ τὴν λέγουσαν πᾶς ὁ καθήμενος γράφει· αὕτη γὰρ ἀεὶ ψευδής. τούτου δὲ σημεῖον, ὅτι εἰ παρὰ [*](1 τοῦ D: τούτων aA: τούτου BP κατὰ alterum om. ΑΒ 2 αἱρεῖν Β πρὸ ὀλίγου Α 3 συνεχῶς κινεῖται Β 4 μένει] μηδὲν Α: μενεῖ inalim τῷ δὲ μηδὲν (μηδὲν δὲ ) κινεῖσθαι λέγοντι ABDP: καὶ ἐστι τὸ λέγει (sic) τὰ πάντα κεκινῆσθαι ταὐτὸν τῷ λέγειν μηδὲν κεκινῆσθαι a ἕποιτ’ ἄν scripsi: ἕποιτο BD: ἔπειτα aA : ἐπὶ τὸ ρ 5 περὶ AD post ἐναργῆ add. πῶς οὐκ ἄτοπον, μᾶλλον δὲ καὶ παράδοξον a post οὖν add. περὶ Α ἄδοξα superscr. D: ἔνδοξα Α 6 τῷ] τὸ I) ὑπὸ τὰ ἐναντία P 8 αἱρουμένοις Α 9 αὐτοὐςaDP: αὐτοίΑΒ 10 τῶν corr. ex τὸν Β λυτέον om. A 11 ἀνάγκη om. D 12 τινὰ ἢ ABD: om. aP ἡ delevi, desideratur autem μία 13 ἐκεῖνον (sic) a post τοῦ superscr. εἰ D 14 ἡ ποιότης aBDP2: τὸ ποιὸν AP1 ἄρα] ἐστὶ D 15 γὰρ] δὲ P 16 δὲ D: οὖν aBP (ν in ras. et add. P2) : om. Α καὶ om. Β τινὰ καὶ πλείω Α εἰληφέναι ψευδῆ D 17 ἀλλὰ τὸν scripsi: ἀλλ’ aABDP: ἀλλὰ τὸν λύοντα N παρὰ τὸ D 19. 20 αἰτίαηυνάγεται] γίνεται Α 19 ἐπεὶ δέδεικται (scil. Anal. Pr. II 2 p. 53b26 sqq.) D: ἐπειδὴ δείκνυται Β: ἀποδέδεικται (ἄπο in ras. P2) γὰρ aP 21 ὁ] ὡς Β τὸ Α σωκράτην Β 21. 22 ψευδῶν ἀμφοτέρων a 22 ante σωκρ. add. ὁ aP παρὰ] πάλιν Α 23 τὸν ABD: om. aP σωκράτην Β: σὼ(??) D καθήμενον] τὸ κείμενον Α fort, εἰ ἣν ἀληθὲς Α: compend. D 24 fort. αἴτιον Α 25 ταῦτα Α ψευδῆ om. Α 26 δὲ] γὰρ ἀεὶ Α εἰ περὶ Α: εἶπε B)

561
τὴν ‘Σωκράτης κάθηται’ ἦν, μεταπεσόντος ἐκείνου μετέπιπτεν ἂν καὶ τὸ συμπέρασμα· νῦν δὲ ὡς ἂν ἔχῃ αὕτη, τὸ συμπέρασμα ψεῦδος.

[*](268)[*](p. 160b33)

Λέλυκε μὲν οὗν πάντως ὁ ἀνελὼν παρ’ ὃ γίνεται τὸ ψεῦδος.

Λύειν μὲν οὖν τὸν λόγον τοῦτόν φησι τὸν ἀναιροῦντα τὴν πρότασιν παρ’ ἣν τὸ τοιοῦτον συμπέρασμα. οὐ μὴν πάντως τὸν λύοντα ψευδῆ λόγον τῷ ἀναιρεῖν τὴν πρότασιν παρ’ ἣν τὸ τοιοῦτον ἤδη φησὶ καὶ εἰδέναι τὴν λύσιν· ἐνδέχεται γάρ τινα οὕτως ἀναιρεῖν τὴν πρότασιν τὴν αἰτίαν τοῦ συμπεράσματος ὡς ψευδῆ μόνον, οὐχ ὡς ἐν αὑτῇ τὴν αἰτίαν ἔχουσαν τοῦ εἶναι τὸ τοιοῦτον συμπέρασμα. ὁ δὴ οὕτως ἀναιρῶν λύσει μὲν τὸν λόγον, οὐκ εἴσεται δὲ αὐτοῦ τὴν λύσιν· ἐν πᾶσι γὰρ ἡ τῆς αἰτίας γνῶσις ἡ τῆς ἐπιστήμης αἰτία· ἰατρὸς γὰρ ἐπιστήμων οὐχ ὁ ἰώμενος μόνον ἀλλ’ ὁ καὶ τὴν αἰτίαν καθ’ ἣν ἰᾶται γνωρίζων. παρέθετο δὲ εἰς δεῖξιν τοῦ τοὺς αἰτίαν εἰδότας δι’ ἣν ψεῦδος τὸ συμπέρασμα, τούτους εἰδέναι καὶ τὴν λύσιν, ἀλλ’ οὐ τοὺς δεικνύντας μόνον τὴν πρότασιν ψευδῆ, τοὺς τοῖς ψευδογραφοῦσι κατὰ γεωμετρίαν πειρωμένους ἐνίστασθαι. καὶ γὰρ ἐπὶ τούτων οὐκ ἀπόχρη τὸ ἐνστῆναι τῇ λέξει πρὸς τὸ λῦσαι τὸ ψευδογράφημα, κἄν ψεῦδος ᾖ πρὸς ὃ ἐνίσταται, ἀλλὰ καὶ διὰ τί φεῦδός ἐστι τὸ λαμβανόμενον καὶ πῶς πρὸς τοῦτο ἡ παραγωγὴ ἔχει, Ε; δεικνύναι· οὕτως γὰρ γνώριμον γίνεται ὅτι εἰδὼς καὶ ὁρῶν τὸ ἀπαντησόμενον ἐκ τοῦ τοῦτο ληφθῆναι ποιεῖται τὴν ἔνστασιν ἀλλ’ οὐκ ἀπὸ τύχης.

[*](p. 161a1)

ἔστι δὲ λόγον κωλῦσαι συμπεράνασθαι τετραχῶς.

εἰπὼν πῶς ἔστι λύειν τὸν ψευδῆ λόγον, νῦν λέγει πῶς καὶ κατὰ πόσους τρόπους ἐνιστάμενον ἔστι τὴν ἀρχὴν κωλῦσαι συμπεράνασθαί τινα [*](1 τὴν superscr. D post τὴν add. ἐν τῶ ABDP: om. N μετέπιπτε D: μετέπεσεν (v om. A) aA: μεταπίπτει BP ἄν a: om. ABDP 2 αὐτὴ aBP 3 πᾶς aP 3. 4 παρ’ — ψεῦδος om. Α 5 post φησι add. τοῦτον τὸν λόγον Β 6 τοιοῦτο a συμπέρασμα — τοιοῦτον (7) om. Β πάντα Α 7 τῷ] τὸ P post πρότασιν intulit τὴν αἰτίαν — μόνην e vv. 8. 9 Α παρ’ ἣν τὸ τοιοῦτον om. a post τοιοῦτον add. συμπέρασμα A 9 ψευδῆς (sic) Β μόνον scripsi cf. vs. 15: μόνην libri τ ἐν αὑτῇ a: ἐν αὐτὴ D: ἐν ταύτη BP: ἔναν Α 10 τὸ σ. τοιοῦτον a: τοιοῦτον τὸ σ. fortasse recte N λύσει D: λύει aABP 11. 12 ἡ (delendum censeo) τῆς ἐπιστήμης αἰτία] ἡ ἐπιστήμη ἐστίν a 12 γὰρ ABD: γοῦν aP ἐπιστήμης (post γὰρ) Α ἀλλὰ καὶ ὁ D: ἀλλὰ A 13 δὲ] οὖν Β ante αἰτίαν add. τὴν aB 14 δι’ om. Α 15 τοῦ τοῖς BP 16 post γεωμετρίαν delevit ἐνίστασθαι P 18 ἐνίστανται 1), sed cf. vv. 20. 21 συλλαμβανόμενον aP 19 πρὸς aut παὸς N corr. : παρὰ aABDP τούτῳ aP ἡ superscr. D δεῖ addidi γὰρ om. AD 20 post ὅτι add. ὁ Α εἰδὼς] εἰδ in ras. P τούτου τὸ BDP 22 συμπεράννυσθαι Α τετραχῶς P1: τετραχῆ P3 23 τὸν et νῦν om. Β 24 κωλῦσαι τὴν ἀρχὴν Α συμπεράννυσθαί A: συμπεραίνεσθαί a Comment. Arist. II 2 Alex, in Top (??))

562
λόγον. οὐ γὰρ ταὐτὸν λῦσαί τε καὶ κωλῦσαι· λύεται μὲν γὰρ ὁ ἤδη συμπεπερασμένος, κωλύεται δὲ πρὸ τοῦ συμπεραίνεσθαι. διὸ ἡ μὲν λύσις μοναχῶς, ἡ δὲ κώλυσις τετραχῶς. ὁ γὰρ ἀνελὼν παρ’ ὃ γίνεται τὸ ψεῦδος κωλύει τὸν λόγον· διαφέροι δ’ ἄν οὗτος τοῦ λύοντος καίτοι τὴν αὐτὴν ἀναιρῶν πρότασιν, ὅτι ἐκεῖνος μὲν ἤδη κειμένου τοὐ συμπεράσματος τοῦτο ποιεῖ, οὗτος δέ, ἵνα μή τι ἐπενεχθῇ, προλαμβάνει. ἔστι δέ τις κώλυσις λόγου καὶ ἡ πρὸς αὐτὸν γινομένη τὸν ἐρωτῶντα ἔνστασις ἀλλ’ οὐ πρὸς τὸν λόγον· ἔστι δέ, εἴ τις αὐτὸν μὲν τὸν λεγόμενον λόγον οὐκ ἐμποδίζει, τῷ δὲ τὸν ἐρωτῶντα ἀπορεῖν τῆς πρὸς τὴν ἔνστασιν λύσεως κωλύεται ὁ λόγος ἐπὶ τὸ προκείμενον ἐλθεῖν συμπέρασμα. τρίτος τρόπος ἐνστάσεως, ὅταν ἀληθῇ μὲν ᾖ τὰ λαμβανόμενα, τῷ δὲ κακῶς ἠρωτῆσθαι καὶ ἡ ἐλλείπειν τι αὐτὰ ἢ μὴ κατὰ σχέσιν συγκεῖσθαι συλλογιστικὴν μηδὲν φαίνηται συνάγοντα· ὁ γὰρ πρὸς ταῦτα ἐνιστάμενος καὶ δεικνὺς μὴ συναγόμενον ὑπ’ αὐτῶν τὸ ὡς συμπέρασμα ἐπιφερόμενον πρὸς τὰ ἠρωτημένα τὸν λόγον ποιεῖται. ἄν μὲν οὖν τῆς ἐνστάσεως γινομένης πρὸς τὸν οὕτως ἠρωτημένον λόγον ὑπὸ τοῦ ἀποκρινομένου μηκέτι δύνηται προάγειν αὐτὸν ὁ ἐρωτῶν, οὕτως οὐ πρὸς τὸν λόγον· ὅταν γὰρ μὴ ἀναιρῆται μὲν ὁ λόγος ὑπὸ τῆς γινομένης ἐνστάσεως ἀληθὴς ὤν μὴ δύνηται δὲ ὁ ἐρω- τῶν λύειν τὴν ἔνστασιν, πρὸς τὸν ἐρωτῶντα λέγεται, ὡς εἴρηται πρὸ ὀλίγου. ἐὰν δὲ τῆς ἐνστάσεως γινομένης Ε; ἐκ τῶν εἰλημμένων οὐ συνάγεται τὸ ἐπενεχθὲν μεῖζον Ε; τῶν δεικνύντων τὸν λόγον, μεταλαμβάνῃ τὰ εἰλημμένα εἰς τὰ ἰσοδυναμοῦντα ἢ ἀντιστροφαῖς τισι προτάσεων χρώμενος ἢ προστιθείς τινα πρότασιν καθόλου, οὕτως ἄν ἡ ἔνστασις πρὸς τὰ ἠρωτημένα εἴη γινομένη· οὕτω γὰρ τὰ ἠρωτημένα, ὡς τὴν ἀρχὴν ἐλαμβάνετο, οὐδὲν συνῆγε. τετάρτην ἔνστασίν φησιν εἶναι τὴν πρὸς τὸν χρόνον· ὅταν γὰρ Ε; ἡ ἔνστασις πλείονος δεομένη χρόνου ἢ κατὰ τὴν πα- ροῦσαν συνουσίαν, κωλύεται τὸ προκείμενον ὁ ἐρωτῶν συμπεράνασθαι· δεῖ μὲν [*](1 ὁ om. D 2 πρὸ τοῦ scripsi: πρὸς τὸ ABD: ὁ πρὸς τὸ aP συμπεραίνεσθαι aP: περάννυσθαι A: συμπεράνασθαι BD 3 τετραχῶς] τριχῶς A ἀναιρῶν B ὁ λύων κλύοντος 4 post ἂν add. καὶ Β οὗτος τοῦ λύοντος P (superscr. P1 aut P5) 4. 5 τὴν τοιαύτην Α 6 ἐπανεχθῆ Α προλαμβάνει P5 (πρ(??) supra προς) προσλαμβάνει aABDP1 τις om. Ρ 8 εἴ τις αὐτὸν A: ἥτις αὐτὴ aBDP μὲν om. D τῷ] τὸ Β τὸν om. Β ante λύσεως add. μελλούσης Α 10 τοῦ προκειμένου — συμπεράσματος D 11 καλῶς a καὶ om. a ἢ om. D 14 αὐτοῦ A ὠς om. AD 15 ποιεῖ Β ἐὰν aP 16 post ἀποκρινομένου add. λόγου Β δύνηται aA, post ras. 3 lit. P: δεδύνηται B: δύναται D προάγειν ex Arist. sciipsi: προσάγειν aADP: προσαγαγεῖν Β 17 οὕτως scripsi cf. vs. 23 et ad p. 575,32: ὄντα libri post λόγον add. φανερὸν νερὸν ὅτι κωλύεται ὁ λόγος a ὃ — ἀναιρεῖται Β μὲν om. P 20 ἄν A ὡς addidi 21 ὂν addidi μεταλαμβάνῃ scripsi: μεταλαμβάνει libri 22 προτάσεως Α 23 καθό· λοῦ πρότασιν P 24 γὰρ aA: om. BDP τὰ ἠρωτημένα a: τὴν ἠρωτημένην ABDP ὡς BP : πρὸς aAD 25 post ἐλαμβάνετο add. καὶ διὰ τοῦτο a συνήγαγε Α post τετάρτην add. δ’ a, sed cf. vs. 10 20 γὰρ ABD : γίνηται P: γένηται a ᾖ addidi δεομένη aP: δεῖται ABD ante χρόνου add. τοῦ Β 27 συμπεράννυσθαι Α: συμπεραίνεσθαι a)
563
γὰρ πρῶτον λῦσαι τὴν ἔνστασιν· δεῖσθαι δὲ τὴν λύσιν μακροτέρου λόγου τοῦ χρόνου καθ’ ὃν ἡ συνουσία γίνεται. χειρίστην δέ φησιν εἶναι τὴν τοιαύτην τῶν ἐνστάσεων· κακοτεχνούντων γὰρ τὸ τὸν μὲν λόγον μηκύνειν ἐκκρούειν δὲ τὸ προκείμενον κατὰ τὴν εἰς χαλεπώτερον πρόβλημα μετάθεσιν. εἰπὼν δὲ τέσσαρα εἴδη ἐνστάσεως εἶναι, καθ’ ἃ οἷόν τε κωλύεσθαι λόγον τινὰ συμπεραντικόν, μόνην τὴν ἔνστασίν φησι λύσιν εἶναι τοῦ ἐρωτωμένου λόγου τὴν πρώτην | (αὔτη δὲ ἦν ἀναίρεσις τῆς παρ’ ἣν [*](269) γίνεαι τὸ ψεῦδος), τἀς δὲ λοιπὰς τρεῖς κωλύσεις τινὰς καὶ ἐμποδισμοὺς τοῦ συμπεράσματος.

[*](p. 161a16)

Ἐπιτίμησις δὲ λόγου κατ’ αὐτόν τε τὸν λόγον καὶ ὅταν ἐρωτᾶται οὐχ’ ἡ αὐτή.

΄Οτι οὐχ ἡ αὐτὴ ἐπιτίμησις γίνεται λόγῳ καθ’ αὑτόν τε ἐξετα- ζομένῳ καὶ ὅταν ὡς ἐν ἐρωτήσει γινόμενος εὐθύνηται. καθ’ αὑτὸν μὲν γὰρ ἐξεταζόμενος ὁ λόγος ἐπιτιμᾶται, ἄν ἀσυλλόγιστος ᾖ, ἄν διὰ ψευδῶν δεικνύῃ, ἄν δι’ ἀγνωστοτέρων, ὡς μικρὸν προελθὼν ἐρεῖ· λέγει γὰρ πέντε ἐπιτιμήσεις εἶναι τῶν καθ’ αὑτὸ ἐξεταζομένων λόγων. οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ ἐπιτιμᾶται καὶ ὁ ἐρωτῶν καὶ ὁ ἀποκρινόμενος. τοῦ γὰρ μὴ καλῶς ἐρωτᾶν πολλάκις οὐχ ὁ ἐρωτῶν αἴτιος ἀλλ’ ὁ ἀποκρινόμενος, ὅταν μὴ συγχωρῇ τοῖς τοιούτοις ἐξ ὧν ἔστι καλῶς ἐπιχειρῆσαι, τουτέστι διαλεκτικῶς, πρὸς τὴν θέσιν. τὸ γὰρ καλῶς καὶ διαλεκτικῶς τὰς ἐπιχειρήσεις γίνεσθαι καὶ τὸν συλλογισμὸν οὐκ ἐπὶ τῷ ἐρωτῶντί ἐστι μόνῳ, ὥσπερ οὐδ’ ἐπὶ τῷ ἀποκρινομένῳ μόνω, ἀλλ’ ἐπ’ ἀμΦοτέροις· κοινὸς γὰρ ὁ διαλεκτικὸς [*](1 fortasse δεῖται δὲ τῇ λύσει δὲ τὴν λύσιν om. P μακροτέρου a: μακρότερον BP: μακρο(??) AD 1. 2 λόγου λόγω A) τοῦ χρόνου ABDP: χρόνου ἢ a 3 τὸ om. BD μὲν τὸν Α 4 κατὰ a, superscr. Ρ3: καὶ ABDP1 χαλεπώτερα προβλήματος D: χαλεπὼ(??) προβλη(??) Α 5 θέσιν AD post δὲ add. φησιν Β τέσσαρα aAP: δ΄ B: δεῖν D εἴδη om. D ἐνστάσεων Β: ἔνστ(??) D 6 συμπεραστικόν AD λύσιν φησὶν P 7 αὐτὴ B ἀναίρησις aABP τῆς BD : τοῦ aAP παρ’ ἣν ABD: πῶς a et in ras. 4 lit. P2 8 δὲ N: om. aABP 10 ante λόγου add. τοῦ aP κατ’ αὐτόν BD Arist.: καθ’ αὑτόν aAP(Cu) τε om. Β 12 λόγῳ scripsi cf. p. 567,8. 9, 570,15: compend. Α: ἐν λόγῳ aBDP καθ’ αὐτόν aP θ’ αὗ in ras. P2): κατ’ αὐτὸν ABD 12. 13 ἐξεταζομένῳ aP (sed accent, antea supra ο posuerat): ἐξεταζομένη Β: ἐξεταζόμενον D: compend. Α 13 ὡς om. Α, superscr. Β γινόμενος aP (σ in ras.): γινόμενον Α: γινομένη B: compend. D κατ’ αὐτὸν D 14 γὰρ a, superscr. P: om. ΑΒ: γὰρ ἐξεταζόμενος om. D 14. 15 ἄν ἄν τε a) διὰ ψευδῶν δεικνύῃ superscr. P 15 δεικνύῃ aP: δείκνυται ABD ἄν τε δι’ a ἐρεῖ] p. 161b19 sqq. 16 εἶναι τῶν om. B 19 post καλῶς delevit ἀποκρίνασθαι P 19. 20 ἀναλεκτικως Bpr. 20 πρόθεσιν D: post θέσιν delevit τὸ ἀντιβόλιν περὶ πρώτην θέσιν P post διαλεκτικῶς add. πρὸς τὴν θέσιν Α τὴν ἐπιχείρησιν aP 21 ἐστι om. D μόνω D: μόνον aABP 22 μόνῳ N: om. aABDP ἀλλ’ om. Α ἀμφοτέρων P ἰδιαλεκτικὸς (sic) omisso ὁ a)

564
συλλογισμὸς γίνεται ἀμφοτέρων· γυμνασίας Ε; χάριν διαλέγονται. διὸ δεῖ συντελεῖν εἰς αὐτὸν ἑκάτερον τὸ παρ’ αὑτοῦ· συντελοῖεν δ’ ἄν, ἐὰν ὁ μὲν ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς προείρηται, ὁ δὲ ἁποκρινόμενος πάλιν οὕτως ἀποκρίνηται νῆται ὡς ὑπέθετο· διὰ τοῦτο γὰρ εἶπε δεῖν τὸν ἀποκρινόμενον συγχωρεῖν τοῖς ἐνδόξοις. ὅταν οὖν μὴ δεόντως ἀποκρίνηται, αὐτὸς παρέχει τὴν ἀνάγκην τοῦ μὴ διαλεκτικῶς ποιεῖσθαι τὰς ἐρωτήσεις πρὸς τὸ προκείμενον, ὡς τὰ ἀντικείμενα οἷς ἐρωτᾷ τε καὶ βούλεται λαβεῖν διδόναι. διὸ ἀναγκαῖόν ἐστι πρὸς τὸν λέγοντα, τουτέστι πρὸς τὴν ἀπόκρισιν, ποιεῖσθαι τοὺς λόγους ἀλλὰ μὴ πρὸς τὴν θέσιν. οὗ αὐτὸς πάλιν ἐξήγησιν ἐπενεγκὼν δυσκολαίνοντες οὖν, φησίν, ἀγωνιστικὰς καὶ οὐ διαλεκτικὰς ποιοῦνται τὰς διατριβάς· τὸ γὰρ ἀγωνιστικῶς διαλέγεσθαι καὶ ἐκ παντὸς πειρᾶσθαι τρόπου καὶ διὰ τῶν τυχόντων περιτρέπειν τὸν ἀποκρινόμενον οὐ πρὸς τὴν θέσιν ἐστὶν ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον ποιεῖσθαι τοὺς λόγους. οὐκ αὐτὸς οὗν ἐπιτιμήσεως ἄξιος καίτοι κακῶς καὶ οὐ διαλεκτικῶς ἐρωτῶν, ἀλλ’ ὁ τὴν αἰτίαν παρέχων τῆς τοιαύτης ἐκτροπῆς· ὁποῖός ἐστιν ὁ ἐν τῷ Πλάτωνος Γοργίᾳ Καλλικλῆς, μηδὲν μήτε τῶν ἀληθῶν μήτε τῶν ἐνδόξων συγχωρῶν. μίαν μὲν οὖν αἰτίαν ταύτην εἶπε τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν γίνεσθαι λόγου καθ’ αὑτόν τε καὶ ἐρωτωμένου. προστίθησι δὲ τούτοις, καθ’ αὑτοὺς μὲν λόγοι ἐξεταζόμενοι, ἄν ὧσι ψευδεῖς, * * * * * οὐκέτι ἐπιτιμῶνται ται τῷ γυμνασίας χάριν ποιεῖσθαι τοὺς λόγους ἀλλ’ οὐ διδασκαλίας. ἐνταῦθα δῆλον ὅτι οὐ δεῖ τἀληθῆ μόνον συλλογίζεσθαι ἀλλὰ καὶ τὰ ψευδῆ. τούτου δ’ αἴτιον, ὅτι πειρᾶται μὲν ὁ διαλεκτικὸς τὸ τιθέμενον δι’ ἐνδόξων ἀνασκευάζειν· ὅταν οὖν ἀληθὲς ᾖ τὸ κείμενον, δῆλον ὅτι τὸ ἀντικείμενον αὐτοῦ πρόκειται δεῖξαι τῷ ἐπιχειροῦντι· διὸ ἀνάγκη ψευδεῖς εἶναι καὶ τὰς τοῦτο δεικνυούσας προτάσεις· οὐ γὰρ οἷόν τε ἐξ ἀληθῶν ψεῦδός τι δειχθῆναι· δεῖ οὗν τὰ ψευδῆ προτείνειν. ἐνίοτε δέ, κἄν ψευδής, φησίν, ἡ θέσις ᾖ, διὰ ψευδῶν ἀναιρετέον αὐτήν, ἄν ᾖ τῷ ἀποκρινομένῳ μᾶλλον δοκοῦντα τὰ ψευδῆ τῶν ἀληθῶν· ἐκ γὰρ τῶν ἐκείνῳ δοκούντων καὶ τῶν ὑπ’ ἐκείνου τιθεμένων καὶ συγχωρουμένων προἰόντος τοῦ λόγου μᾶλλον ἔσται πεπεισμένος.

[*](1 γίνεται (ἐπ’ add. D) ἀμφοτέρων ABD: inv. ord. P: γίνεται. ἀμφότεροι γὰρ a γὰρ addidi διαλέγονται N: om. aABDP 2 αὐτὸν aP: αὐτὸ ABD τὸ AD: τῶν B: τὰ aP αὑτοῦ aA: αὐτοῦ B: αὐτῷ P (supra τ ras.): compend. D ἐὰν om. B: ὅταν Α μὲν ὁ Β 3 ὡς προείρηται AD: ὥσπερ εἴηται aBP δὴ Β πάλιν om. D 4 δεῖ aP 5 μὴ iterat Α 6 τὰς ἐπιχειρήσεις probabiliter N fort, τῷ τἄ sive ὡς <τῷ> τὰ 7 ἐρωτᾶε D: ἐρωτᾶται a ABP λαβεῖν om. Α διὸ — 8 λέγοντα aN: om. ABDP 8 post τουτέστι add. τὸ BDP 9 οὖ scripsi: ὁ ABDP: om. a ἐξήγησεν, omisso ἐπενεγὼν, Α 10 φησίν a: om. ABDP ποιεῖσθαι Α 11. 12 τρόπου πειρᾶσθαι Β 12 περιέπειν A 16 ἀληθῶς a 17 μὲν om. Α τοιαύτην Β 18 γενέσθαι A ἐρωτωμένου scripsi: ἐρωτώμενον libri 19 ἐὰν Β supple ἐπιτιμῶνται, ἐρωτώμενοι δέ, ἄν ὦσι ψευδεῖς οὐκ ἔτι aP: οὐκ ABD 20 οὐδὲ Α 21 an ἐντεῦθεν? τὰ ἀληθῆ Β μόνον aB: om. ADP τὰ aN: om. ABDP 22 τούτων Α: compend. D δ’ aBP: τὸ Α: δὲ τὸ D δι’ ἐνδόξων] μὴ ἐνδόξως A 23 ἀνασκευάζειν scripsi: κατασκευάζειν libri ante οὖν add. μὲν A 24 διὸ scripsi: ὃ aABP: ὅτι D ψευδεῖς scripsi: ψεῦδος libri 26 ᾖ om., ut videtur, D 27 ἀποκρινωμένω Α 29 ἐστὶ Α)
565
[*](p. 161a33)

Δεῖ δὲ τὸν καλῶς μεταβιβάζοντα διαλεκτικῶς καὶ μὴ ἐριστικῶς.

Ἤ ἀπὸ ἀληθῶν ἐπὶ ψεῦδος ἢ ἀπὸ ψευδῶν εἰς ἀληθὲς μεταφέροντά τινα λόγον, ὡς τὸ ἀντικείμενον δεῖξαι διὰ τοῦ ἀντικειμένου, δεῖ, φησί, τὸν Ε; διαλεκτικῶς δι’ ἐνδόξων μὴ ἐριστικῶς παραλογιζόμενον δεῖξαι μηδὲ δι’ ἐπιπολαίων τινῶν καὶ φαινομένων. ὡς γὰρ τὸν γεωμέτρην διὰ γεωμετρικῶν ἀρχῶν δεῖ τὰς δείξεις ποιεῖσθαι, οὕτω καὶ τὸν διαλεκτικὸν Ε; διαλεκτικῶν· αὗται δέ εἰσιν αἱ ἔνδοξοι, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ἡ τὸ δεικνύμενον.

[*](p. 161a37)

ἐπεὶ δὲ φαῦλος κοινωνὸς ὁ ἐμποδίζων τὸ κοινὸν ἔργον.

οὕτω καὶ ἐν τοῖς διαλεγομένοις οὗτοι δέ εἰσιν οἱ τοῦ γυμνάζεσθαι χάριν τὰς διὰ λόγων συνουσίας ποιούμενοι) * * κοινὸν ἔργον, ἄν τε ὁ ἐρωτῶν ἄν τε ὁ ἀπο|κρινόμενος τοῦτο ποιῇ, παραβαίνων τὸν τοῦ διαλεκτικοῦ σκοπὸν [*](270) ἐπιτιμήσεως ἐστιν ἄξιος. εἰπὼν δὲ καὶ ἐν τῷ λόγῳ καὶ ἐν τοῖς διαλόγοις κοινόν τι ἔργον προκεῖσθαι, καὶ γὰρ ἐν τῷ διαλέγεσθαι] προσέθηκε πλὴν τῶν ἀγωνιζομένων. διότι δὲ τούτοις κοινόν τι ἔργον οὐ πρόκειται, ἐδήλωσεν· ἀμφότεροι γὰρ οἱ ἀγωνιστικῶς διαλεγόμενοι ἐφίενται φαινομένης νίκης· ἀδύνατον δὲ ἐν τῷ αὐτῷ λόγῳ ἅμα τοὺς ἀντιλέγοντας ἀλλήλους νικᾶν· πλείους γὰρ ἑνὸς ἀδύνατον. διαφέρει δὲ οὐδὲν τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον εἶναι τὸν ἐμποδίζοντα τὸ κοινὸν ἔργον· ἑκάτερος γὰρ αὐτῶν ἐριστικῶς ποιεῖται τὴν συνουσίαν· καὶ γὰρ ὁ ἐρωτῶν ἐριστικῶς ἐρωτᾷ, καὶ ὁ ἀποκρινόμενος οὐ δίδωσι τὸ φαινόμενον ἔνδοξον, οὐδὲ καθ’ ὃ ὁ ἐρωτῶν τὴν ἐρώτησιν ποιεῖ, ἐκλαμβάνει ἀλλὰ πάλιν μετάγει [*](2 ὁριστικῶς Α post ἐριστικῶς add. δεῖ δὲ τὸν καλῶς καὶ τὰ ἑξῆς τουτέστιν ABDP: om. a 3 ἀπὸ priusABD: ἐξ a, superscr. ’ ἀληθῶν ante ras. 2 lit. P ἀληθὲς aB, in ras. P2: ψεῦδος AD 4. 5 δεῖ, φησί, τὸν om. Β 5 διαλεκτικὸν addidi post διαλεκτικῶς add. καὶ Β post ἐνδόξων add. ἀλλὰ aN: καὶ Β 6 μηδὲ δι’ aA: μηδ’ ἐξ B: μὴ δι’ D: μηδὲ P ἐπιπόλαιον Α 7 post διὰ add. τῶν Α 8 Ε; διαλεκτικῶν scripsi: διαλεκτικῶς ut vs. 5 libri 9 ψεῦδος D Arist.: ψευδὲς aABP 10 — p. 566,3 aP: om. ABD 13 τὰς scripsi: τῆς a: τοῖς P post διὰ add. τῶν P ποιουμένοις P supple ὁ ἐμποδίζων τὸ 16 καὶ — διαλέγεσθαι delevi 17 δὲ a: om. P 18 ἀμφότεροι] οι in ras., supra ερ ras. P οἱ superscr. P διαλεγόμενοι] όμενοι corr. P (in fine versus, in initio proximi ras. 5 lit.) 19 δὲ a: om. P an ἀλλήλοις? 20 πλείους scripsi ex Arist. : πλείω aP post ἀδύνατον ras. 4 lit. P: νικᾶν Arist. 24 ὁ a: om. P ἀλλὰ πάλλιν (sic) μετάγει P: om. a post μετάγει add. ἀλλ’ ἐπηρεάζῃ καὶ μὴ διδῷ τὰ δοκοῦντα καὶ ἔνδοξα καὶ μὴ ἐκδέχηται πυθέσθαι καὶ ἀκοῦσαι τί ποτε βούλεται ὁ ἐρωτῶν, ἀλλὰ πρὸ τοῦ πληρῶσαι τὴν ἐρώτησιν προαρπάζων τὸν λόγον καὶ ἀπαρνούμενος μὴ συγχωρῇ a: καὶ γὰρ καὶ ὁ ἐριστικῶς ἐρωτῶν φαύλως διαλέγεται, ὁμοίως δὲ καὶ ὁ οὕτως ἀποκρινόμενος, ἄν μὴ διδῶ δηλονότι καὶ συγχωρῇ τὰ δοκοῦντα κτλ. N)

566
ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις λόγου καθ’ αὑτόν τε καὶ ἐν ἐρωτήσει· οὐδὲν γὰρ κωλύει τὸν μὲν λόγον φαῦλον εἶναι ἐξεταζόμενον καθ’ αὑτόν, τὸν μέντοι ἐρωτῶντα αὐτὸν ὡς ἐνδέχεται βέλτιστα διειλέχθαι πρὸς τὸν ἀποκρινόμενον, εἰ εἴη δυσκολαίνων καὶ μὴ ποιούμενος κτὰ δόξαν τὰς ἀποκρίσεις.

[ἄλλως. οὐδὲν γὰρ κωλύει τὸν μὲν συλλογισμὸν φαῦλον εἶναι αὐτὸν καθ’ αὑτὸν διὰ τὸ ἐξ ἀδόξων προτάσεων συλλογισθῆναι, τὸν δὲ ἐρωτῶντα καλῶς καὶ ἀμεταπτώτως πρὸς τὸν ἀποκρινόμενον διαλεχθῆναι· οὐ γὰρ συνεχώρει αὐτῷ ὁ ἀποκρινόμενος ἐνδόξους προτάσεις ἀλλὰ ἀδόξους. ὥστε οὐ μεμπέος, εἰ ἐξ ὧν συνεχωρεῖτο, ἐποιεῖτο καὶ τὰν συλλογισμόν· ἀδύνατον γὰρ ἦν ἄλλως συλλογίσασθαι πρὸς τοὺς δυσκολαίνοντας καὶ μὴ καλῶς ἀποκρινομένους. πρὸς γὰρ τοὺς τοιούτους οὐ δυνατὸν τὸν ἐρωτῶντα ποιεῖν συλλογισμοὺς οἵους βούλεται, ἀλλ’ οἵους ἐνδέχεται· ἐκεῖνος γὰρ ἄν βούλοιτο μὲν ἔνδοξον ποιῆσαι συλλογισμόν, τοῦ δὲ μὴ συγχωροῦντος τὰ ἔνδοξα ἀνάγκη συλλογίσασθαι αὐτὸν ὡς ἐνδέχεται καὶ ἐξ ὧν κρατήσει. οὕτως δὲ ποιῶν οὐ μεμπτέος ἄν εἴη].

[*](p. 161b11)

Ἐπεὶ δέ ἐστιν ἀδιόριστον πότε τὰ ἐναντία λαμβάνουσι.

Λέγει γίνεσθαι καὶ ἐν τῷ διαλέγεσθαι καθ’ αὑτὸ ἁμαρτίας ἐν λόγοις καὶ παρὰ τὴν ἄγνοιαν καὶ ὅτι οὐ διώρισται πότε τὰ ἀντικείμενα καὶ πότε τὰ ἐν ἀρχῇ λαμβάνουσι· διὰ γὰρ τὸ ἀγνοεῖν τοῦτο πολλάκις ἐν τοῖς λόγοις ἁμαρτάνουσι. καὶ ταῦτα συμβαίνει καὶ ἐφ’ ἑαυτῶν λέγοντας καὶ ἀποκρινμένους· ὁ γὰρ λέγων πάντα εἶναι καθ’ εἱμαρμένην καὶ εἶναί τινα ἐνδεχόμενα καὶ ἐφ’ ἡμῖν τὰ ἀντικείμενα αὑτῷ λέγων λανθάνει. ἀλλὰ καὶ ὁ ἄπειρον λέγων ὑπὸ ἀπείρου περιέχεσθαι τὰ ἀντικείμενα ἑαυτῷ λέγων ἀγνοεῖ· τὸ γὰρ αὐτὸ ἄπειρον καὶ πεπερασμένον λέγει. ἀλλὰ καὶ ὁ ἀδιαφόρως περαίνων ἀσυλλογίστως λέγων τὸ ἐν ἀρχῇ λαμβάνει· ἀξιοῖ γὰρ ὃ συνάγει, τοῦτο λαμβάνειν. παρὰ δὴ τὴν ἄγνοιαν τούτων συμβαίνει καὶ ἐν τῷ διαλέγεσθαί τινα ἁμαρτίαν. θέμενος γὰρ ἀγαθὸν εἶναι τὸν πλοῦτον, ἄν οὕτω τύχῃ, ἐρωτηθείς, εἰ ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν, συγχωρεῖ. ἢ τοῦτο οὐ συγχωρεῖ, ἀλλ’ ἀνανεύσας συνεχώ- ρησε τὸ ἀγαθὸν ἀγαθὸν ποιεῖν, ὅ ἐστιν ἐναντίον τῇ θέσει. φαῦλοι δὲ λόγοι [*](1 ὥστε δῆλον P: δῆλον οὖν aN Arist. 6—16 aN : om. ABDP 6 ἄλλως om. N 13. 14 μὲν γὰρ βούλοιτ’ ἂν a δὲ N: om. a 16 δὲ scripsi: γὰρ aN 17 ἐναντία ABD(Cu): τἀναντία aP Arist. λαμβάνουσι om. Α: καὶ πότε τὰ ἐν ἀρχῇ λαμβάνουσιν Arist. cf. vs. 20 18 γίγνεσθαι a post λόγοις add. εὐλόγως Α, εὐλόγους D 20 λαμβάνει τοῦ P immo ταῦτα cf. vs. 27 21 ἁμαρτάνειν συμβαίνει, καὶ ταῦτα conicio cf. p. 554,3 καὶ ἐφ’ — ἐφ’ ἡμῖν (23) om. Α αὑτῶν Β 23 ἐνδεχόμενα scripsi: ἔνδοξα B: ἔνδοξον D : hoc et καὶ om. aP, sed anteoedeus νᾷ in ras. 9 — 10 lit. P2 αὐτῶ AD, Ppr. λέγων αὑτῷ aP 24 αὐτῶ ABD 25. 26 διαφόρως Β 26 post λέγων delevit ἀγνοεῖ (illatum e vs. 25) D ἀρχαῖς D 28 διαλέγεσθαι Ε; conicio, sed cf. Vahlen Poet.3 243 29 τύχοι Α 30 οὐ τοῦτο A fort, συνεχώρησεν — συγχωρεῖ ἀνασκευάσας P ante συνεχώρησε add. οὐ aB 31 τὸ ἀγαθὸν] τὸ αὑτὸν Β ἀγαθὰ pro altero ἀγαθὸν AD)

567
καὶ παρὰ τὸ μὴ διωρίσθαι τὰ τοιαῦτα γίνονται. πολλάκις δὲ καὶ τῆς τοιαύτης κτὰ τοὺς λόγους ἁμαρτίας αἴτιος ὁ ἀποκρινόμενος, τοῖς μὲν Ε; οὕτως ἐρωτωμένοις οὐ συγχωρῶν, τοῖς δ’ ἤτοι ἀντικείμενα τῷ κειμένῳ λαμβάνουσιν ἢ τὸ ἐν ἀρχῇ αἰτουμένοις εὐθὺς συγχωρῶν. διὸ οὐκ ἂν αἰτίαν ἐν τοῖς τοιούτοις ἔχοι ὁ ἐρωτῶν ὡς ἐρωτῶν τοιαῦτα. δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι μὴ ὁμοία ἡ ἐπιτίμησις τοῖς τε λόγοις καὶ τοῖς ἐρωτῶσιν.

[*](p. 161a19)

Καθ’ αὑτὸν δετῷ λόγῳ πέντε εἰσὶν ἐπιτιμήσεις.

Δείξας ὅτι μὴ αἰ αὐταὶ ἐπιτιμήσεις καθ’ αὑτόν τε ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ, νῦν, πόσαι καὶ ἐπὶ τίσιν αἰ καθ’ αὑτὸν ἐπιτιμήσεις λόγῳ γίνονται, λέγει. πέντε δέ φησιν εἶναι, | ὧν πρώτη, ὅταν ἐκ τῶν ἠρωτημένων [*](271) μηδὲν συμπεραίνηται, μήτε τὸ προκείμενον μήτε ἄλλο τι, τουτέστιν ἄν ἀσυλλόγιστα ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, πᾶσι ἢ τινὲς αὐτῶν, ἐφ’ αἷς ἐπιφέρεται τὸ συμπέρασμα, πρὸς δὲ τούτοις μήτ’ ἀφαιρεθέντων τινῶν μήτε προστεθέντων συνάγηται τὸ συμπέρασμα· τὸ γὰρ ψευδεῖς καὶ ἀδόξους λαμβάνοντα προτάσεις μηδὲν συνάγειν παντάπασιν ἄτοπον. τοιοῦτον ἐν τῇ Φυσικῇ ἀκροάσει ἔδειξε λόγον ὄντα καὶ τὸν Μελίσσου καὶ τὸν Παρμενίδου· “καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ εἰσὶν ἀσυλλόγιστοι”. τοιοῦτος γὰρ ὁ λέγων ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν’· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν Ε; οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλ’ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ ‘παρὰ τὸ ὂν οὐδέν’. ὁ δὲ λέγων ‘εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἀρχὴν οὔτε τὸ προκείμενον οὔτε ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν· διὸ εἶπεν ἐπ’ αὐτοῦ ἐν τῇ Φυσικῇ “μᾶλλον δὲ ὁ Μελίσσου φορτικός”. ὅταν οὖν, φησί, μήτε λαμβανομένων ἅ ἐστιν ἰσοδύναμα τοῖς κειμένοις, μήτε προστιθεμένων τινῶν μήτε [*](1 καὶ prius om. a διαιρεῖσθαι Β γίνονται om. Α 2 post τοιαύτης add. καὶ D μὴ addidi 3 ὄντως Α δ’ ἤτοι aP: δή τι ΑΒ: δέ τι D ἀντικείμενα aP2: ἀντικειμένοις ABP1: compend. D 3.4 λαμβάνει Α 4 εὐθὺς αἰτουμένοις aP 5 ἔχοι superscr. P: ante ἐν transposuit D: ἔχη Α aute τοιαῦτα add. τὰ Α οὖν om. Α 7 — p. 569,8 aP: om. ABD, sed p. 568, 29 ἀδοξότερα — 569,8 mrg. Β 8 — p. 568,25 προβλήματος sub v. ἐπιτίμησις Suidas 8 post αὐταὶ add. αἱ P καθ’ αὑτόν τε om. Suid. post τε add. καὶ a ante λόγῳ add. τῷ a 10 ἠρωτημένων aP2 (C) Suid.: εἰρημένων P1: ἐρωτωμένων Arist. 11 τουτέστιν Suid.: om. aP 12 ἀσυλλόγιστα scripsi: ἀσυλλόγιστον aP Suid. 13 πᾶσαι ἢ τινὲς om. Suid. ἐπιφέρει φέρει Suid. πρός δὲ — ἀσυλλό9γιστοι (18) om. Suid. 14 post προστεθέντων addendum videtur ex Arist. μήτε τῶν μὲν ἀφαιρεθέντων τῶν δὲ προστεθέντων cf. p. 568,1 συνάγηται scripsi: συνάγεται aP: γίνηται Arist. 16 ἐν τῇ Φυσ. ἀκρ.] Ι 3 p. 186a4 sqq. 17 τὸν alterum om. P 18 τοιοῦτος Suid.: τοιοῦτον aP 19 οὗτος scripsi cf. vs. 21: οὕτως aP Suid. οὖν addidi 21 ante ὂν add. μὴ Suid. post οὐδὲν add. συνάγει a ὁ δὲ λέγων scripsi: ὃ δὲ λέγει aP: ἕτερος δὲ λόγος Suid. εἰ P Suid.: om. a 23 καὶ τὰ λαμβανόμενα aP3 Suid.: καταλαμβανόμενα P1 24 διὰ — p. 568,5 προειρημένος om. Suid.)

568
ἀφαιρουμένων, μήτε τῶν μὲν ἀφαιρουμένων τῶν δὲ προστεθέντων, δύνηται συνάγεσθαι συλλογιστικῶς, ὑπὸ τὴν προειρημένην ἐπιτίμησιν ὁ λόγος ἄν εἴη. ταῦτα δὲ προστέθεικε τὴν κυρίως ἀσυλλόγιστον συμπλοκὴν λαμβάνων καὶ μηδὲ βοηθείας τινὸς τυχεῖν δυναμένην πρὸς τὸ δοκεῖν μὴ εἶναι ἀσυλλόγιστον. ὁποῖός ἐστιν ὁ Μελίσσου λόγος ὁ προειρημένος. δευτέραν τίθησιν ἀπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς κείμεναι εἶεν καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ προκείμενον, ἐκ τοιούτων τε καὶ οὕτως ὡς εἴρηται πρότερον, τουτέστιν ἢ ψευδῶν ἢ ἀδόξων ἐν τῇ πρώτῃ ἐπιτιμήσει. καὶ εἴη ἄν μετὰ τὴν πρώτην ἐπιτίμησιν, ἥτις ἐγένετο ἐπὶ τῷ πάντα ἡμαρτημένως ἔχοντι λόγῳ, δευτέρα ἡ ἐπὶ συλλογιζομένῳ μὲν οὔτε δὲ τὸ προκείμενον οὔτε δι’ ἀληθῶν τε καὶ ἐνδόξων. τοιοῦτος ἄν εἴη ὁ Παρμενίδου λόγος, δεικνὺς μέν τι καὶ συνάγων, ἀλλ’ οὐ τὸ προκείμενον, καὶ ἔτι διὰ ψευδῶν. τρίτη ἐπιτίμησις, εἰ προστιθεμένου τινὸς συνάγοιτο τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι προστιθέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. δεῖ γὰρ τὰ γνωριμώτερα ἐν τοῖς λόγοις παραλείπεσθαι· ὅταν οὖν τὸ παραλειπόμενον ἀγνωστότερόν τε τῶν κειμένων καὶ ἀδοξότερον τοῦ συμπεράσματος, ἐπιτιμήσεως ὁ λόγος ἄξιος. τετάρτη ἐπιτίμησις, ἄν ἀφαιρουμένου ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγηται συλλογιστικῶς· ὡς ἔχουσιν οἱ παρέλκοντες λόγοι. εἰ γὰρ δεῖ τὸ συναγόμενον κατὰ συλλογισμὸν τῷ ταῦτα εἶναι συνάγεσθαι, ἐν οἷς λόγοις ἀφαιρεθέντων τινῶν τὰ αὐτὰ συνάγεται, δῆλον ὅτι οὐ τῷ τὰ εἰλημμένα εἶναι τὸ συμπέρασμα. πέμπτην ἐπιτίμησίν φησιν εἶναι, εἰ ἐξ ἀδοξοτέρων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ ἀληθῶν μὲν χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος. ὑφ’ ἐν δὲ τρόπον ἐπιτιμήσεως ἀμφότερα τὰ προειρημένα ἔταξεν, ἐπειδὴ ἐν ἀμφοτέροις, τῷ τε ἀδοξότερα τὰ λαμβανόμενα εἶναι καὶ τῷ χαλεπώτερα δειχθῆναι, ἕν ἐστι τὸ ἁμαρτανόμενον, τὸ ἧττον εἶναι πιστὰ τὰ λαμβανόμενα τοῦ συμπεράσματος. ἀδοξότερα μὲν οὖν τὰ λαμβανόμενα ἐν τῷ λόγῳ ἱεῖσίν, εἰ βωμοί εἰσι, θεοί’· πλείονος δὲ λόγου δεόμενα, εἴ τις δεικνύει τὴν [*](1. 2 τῶν δὲ προστεθέντων aP3: om. P1: fort. τῶν δὲ προστιθεμένων 2 δύνηται scripsi: δύναται aP συνάγεσθαι συλλογιστικῶς P: inv. ord. a 3 ὁ in ras. P3 ταῦτα scripsi: ταύτην aP 5 post ὁ add. τοῦ a 6 post δευτέραν add. δὲ a, sed cf. vv. 13. 18. 23 8. 9 προκείμενον — ἀδόξων initio pag. periit in P 8 post προκείμενον add. ἀλλ’ ἄλλο τι Suid. ἐκ — ψευδῶν (13) om. Suid. 9 post ἀδόξων addiderim ὡς 14 προστιθεμένου τινὸς scripsi: προστιθέμενόν τι aP: προστιθέμενά τινα Suid. συνάγοιτο τὸ scripsi: συνάγει τὸ aP Suid. τὸ alterum in ras. P2 15 προστιθέμενον] ὂν corr. P (accentus erat supra μὲν) 16 δεῖ γὰρ scripsi: δοκεῖ (sic) δὲ a: ooxeiP: δεῖ—ἄξιος (18) om. Suid. 17 an τ’ ᾖ? 19 ἀφαιρουμένου P2: ἀφ. ρομεν. P1 συνάγεται P 20 συλλογιστικῶς· ὡς scripsi: σ. ὃ Suid.: ἀλλ’ οὐ σ. a: ἄλλο σ P εἰ — συμπέρασμα (23) om. Suid. 22. 23 οὐ τῷ τὰ εἰλημμένα scripsi: τὰ εἰλημμένα οὕτω P: τὰ εἰλημμένα οὐ πρὸς τὸ a 23 φησιν εἶναι Suid.: inv. ord. a: εἶναι P 26 ἐπιτιμήσεως] ἕως P2: evan. P1 27 τά τε ἁ. P ἀδοξότερα — χαλεπώτερα scripsi cf. vv. 29. 30: ἀδοξότατα — χαλεπώτατα aP τῷ alterum a : τὰ P 28 λαμβανόμενα] μένα in ras. 26 lit. P 29 τὰ Β (cf. ad p. 567,7) P: om. a post λόγῳ add. ἐξ ἀδοξοτέρων οἶον Β εἰσίν Β: om. aP 30 θεοί Β: θεός aP post θεοί add. ἢ ἐξ ἀληθῶν, οἶον εἶ τις λέγει τὴν ψυχὴν ἀθάνατον Β λόγου Β cf. p. 569,5: πράγματος aP fort. δεικνύοι cf. p. 575,9)
569
ψυχὴν ἀθάνατον διὰ τὸ κίνησιν αὐτὴν αὐτοκίνητον εἶναι· τό τε γὰρ τὴν ψυχὴν κίνησιν δεῖξαι χαλεπόν, τό τε κίνησιν οὖσαν κινεῖσθαι χαλεπώτερον. Ἑρμῖνος μέντοι τὴν ἀπὸ τῆς προσθέσεως καὶ τῆς ἀφαιρέσεως ἐπιτίμησιν μίαν φησὶν εἶναι, τὴν δ’ ἀπὸ τοῦ δι’ ἀδοξοτέρων ἡ δι’ ἀληθῶν πλείονος δεομένων λόγου εἰς δύο ἐπιτιμήσεις διαιρεῖ. τοῦτο δὲ ποιῶν ποιεῖ καὶ τὴν δευτέραν ἐπιτίμησιν τὴν αὐτὴν τῇ τετάρτῃ. ἢ δὶς παραλαμβανόμενον τὸ ἐξ ἀδοξοτέρων· καὶ γὰρ ἡ δευτέρα τοῦτο εἶχεν, εἰ καὶ μὴ τὸ προκείμενον συλλογίζεται ἀλλ’ ἄλλο τι.

[*](p. 161b34)

Οὐ δεῖ δὲ πάντων τῶν προβλημάτων ὁμοίως ἀξιοῦν τοὺς συλλογισμούς.

τὸν διαλεκτικὸν συλλο|γισμὸν δι’ ἐνδόξων προτάσεων ἀξιῶν γίνεσθαι, [*](272) νῦν φησιν οὐ πάντων τῶν προβλημάτων ὁμοίως ἐνδόξους εἶναι τὰς προτάσεις· οὐ γὰρ οἷόν τε τοῦτο. ὅτι μηδὲ τὰ προβλήματα πάντα ὅμοια, ἀλλ’ ἔστιν αὐτῶν τὰ μὲν φύσει ῥᾴω καὶ εὐεπιχείρητα, τὰ δὲ χαλεπώτερα καὶ οὐκ εὔπορα πρὸς ἐπιχείρησιν. ἐχόντων δὲ τῶν προβλημάτων ταύτην τὴν διαφορὰν ἀδύνατον πάντα ὁμοίως δι’ ἐνδόξων δείκνυσθαι προτάσεων, ἀλλ’ ἱκανὸν τὸ καθ’ ἕκαστον πρόβλημα, ὃ ἐνδέχεται ἔνδοξον ληφθῆναι, τούτου εὐπορῆσαι· οὐδὲν γὰρ ἧττον διαλεκτικῶς ἔσται δεδειγμένα τῶν διὰ σφόδρα ἐνδόξων δεδειγμένων τὰ δι’ ἧττον τοιούτων δεικνύμενα, ὅταν μὴ Ε; οἷόν τε τὸ πρόβλημα δι’ ἐνδοξοτέρων δειχθῆναι.

[*](p. 161b38)

Φανερὸν οὖν ὅτι οὐδὲ λόγῳ ἡ αὐτὴ ἐπιτίμησις πρός τε τὸ προβληθὲν καὶ καθ’ αὑτόν.

Φανερόν φησι καὶ διὰ τούτου γενέσθαι τὸ μὴ τὴν αὐτὴν ἐπιτίμησιν λόγῳ γίνεσθαι καθ’ αὑτόν τε ἐξεταζομένῳ καὶ εἰ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο πρὸς ὃ γίνεται. ψεκτὸς γάρ τις δοκῶν εἶναι καθ’ αὑτόν, ὡς πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ὁ τοιοῦτος οὐ δόξει ψεκτὸς εἶναι· καὶ ἔμπαλιν [*](1 αὐτὴν om. Β post εἶναι add. τὸ δὲ αὐτοκίνητον διὰ τὸ κίνησιν αὐτὴν εἶναι Β 3 προσθέσεως, quod coniecerat Waitz Organ. II p. Χ, Β: θέσεως aP 4 τοῦ δι’ om. Β 5 δεομένων scripsi (ante quod fortasse addendum est δὲ) : δεομένην aB: δεομένου P λόγου aB, γρ. λόγου mrg. P4: συλλογισμοῦ in contextu P, μοῦ in ras. 12 lit. P2 11 post διαλεκτικὸν ras. 1 lit. P συλλογισμὸν] ὂν in ras. P ἀξιῶν aP2: ἄξιον ’ 12 post νῦν add. δὲ Β post φησιν add. ὅτι aADP: om. Β τῶν BDP: ὧν a: om. A τὰς om. Α 13 πάντως aP 14 τὰ prius om. Α φύσει· τὰ μὲν I) post εὐεπιχείρητα add. φύσει οἷον πότερον περιττοὶ ἡ ἄρτιοι οἱ ἀστέρες a et in mrg. P2 14. 15 καὶ χαλεπώτερα Α 15 ὧν a 16 τὴν om. Α 17 ἕκαστα aP προβλήματα a 18 τούτου P2: τοῦτο P1 οὑδὲ AU ἔστι διαλεκτικῶς aB 18. 19 δεδειγμένα τῶν — δεδειγμένων a: δεδειγμένον τοῖς — δεδειγμένοις ABDP 19 διὰ σφόδρα] διαφορὰ Β δι’ ἧττον τοιούτων scripsi: διὰ τῶν τῶν om. D) τοιούτων ABD: ἧττον τούτων aP 20 μὴ] μὲν Β ᾖ addidi οἷόν τε P2: οἴονται, ut videtur, ’ ληφθῆναι aP 21 — p. 570,11 aP: om. ABD 22 τε om. a πρόβλημα a 23 post φανερὸν add. οὖν a)

570
οὐκ ὢν ψεκτός, εἰ πρὸς τὸ πρόβλημά τις αὐτὸν ἐξετάζοι, ψεκτὸς ἄν εἴη. καθ’ αὑτὸν γὰρ ψεκτός τις ὢν λόγος, διὰ γνωριμωτέρων ἢ δι’ ἐνδοξοτέρων συλλογιζόμενος οὐ δόξει πρὸς τὸ πρόβλημα ἐξεταζόμενος ψεκτὸς εἶναι καὶ ἐπιτιμήσεως ἄξιος τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δειχθῆναι. ὁ γὰρ ἀναιρῶν τὸ τὰ πάντα καθ’ εἱμαρμένην γίνεσθαι καὶ λόγον διὰ τὸ μάτην εἶναι τούς τε ἐπαίνους καὶ τοὺς ψόγους καθ’ αὑτὸν μὲν ἐξεταζόμενος οὐκ ἂν ἄξιος ἐπιτιμήσεως φαίνοιτο. εἰ δέ τις αὐτὸν ἐξετάζοι πρὸς τὸ πρόβλημα, ἐνδεεστέρως ἄν ἔχειν δοκοῖ τῷ διὰ πλειόνων καὶ ἐνδοξοτέρων δύνασθαι τὸ προκείμενον δείκνυσθαι· διὰ γὰρ τοῦ ἀναιρεῖσθαι πᾶν τὸ ἐνδεχόμενον, ἀλλὰ καὶ τὸ ἐφ’ ἡμῖν· οὕτω δὲ καὶ τὸ μὴ εἶναι τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐφ’ ἡμῖν ἀναιρεῖται, ὡς μάτην εἶναι καὶ τὸ βουλεύεσθαι.

[*](p. 162a3)

εἴη δ’ ἄν ποτε λόγος καὶ συμπεπερασμένος μὴ συμπεπερασμένου χείρων.

Καὶ τοῦτο δεικτικὸν τοῦ μὴ τὴν αὐτὴν ἐπιτίμησιν εἶναι καθ’ αὑτόν τε τῷ λόγῳ καὶ πρὸς τὸ πρόβλημα ἐξεταζομένῳ. καθ’ αὑτὸν μὲν γὰρ χείρων ἐστὶν ὁ λόγος ὁ μὴ διὰ τῶν κειμένων συμπεραινόμενος τὸ προκείμενον τοῦ διὰ τῶν λαμβανομένων συλλογιστικῶς τι δεικνύοντος. εἰ δὲ πρὸς τὸ πρόβλημα ἐξετάζοιτο, φανείη ἄν ποτε ὁ λόγος ὁ μὴ συμπεραινόμενος τοῦ συμπεραινομένου καλλίων· ὅταν γὰρ ὁ μὲν συμπεραινόμενος δι’ αἰτήσεων τινων συμπεραίνηται εὐηθῶν, τοῦ προβλήματος μὴ ὄντος εὐήθους καὶ μὴ δυναμένου δι’ εὐηθῶν δείκνυσθαι, ὁ δὲ μὴ συμπεραινόμενος προσδέηται μὲν προτάσεως τινος ἀλλ’ ἐξ ἀνάγκης τοῖς κειμένοις ἑπομένης καὶ ἐναργοῦς, ἡ δὲ ἰσχὺς τοῦ λόγου ἐν τῇ εἰλημμένῃ Ε; ἀλλὰ μὴ ἐν τῇ λειπούσῃ.

[*](p. 162a8)

Τοῖς δὲ διὰ ψευδῶν ἀληθὲς συμπεραινομένοις οὐ δίκαιον ἐπιτιμᾶν.

Γράφεται καὶ δίκαιον καὶ οὐ δίκαιον. καὶ τὰ προστιθέμενα ἔοικε μᾶλλον ἀκόλουθα εἶναι τῷ οὐ δίκαιον. ἐπεὶ γάρ, ὡς δέδεικται ἐν τοῖς Ἀναλυτικοῖς, ἔστιν οὐ μόνον δι’ ἀληθῶν ἀλλὰ καὶ διὰ ψευδῶν [*](4 τῷ διὰ πλεῖ periit in P πλειόνων καὶ e vs. 8 illata suspicor; fort. γνωριμωτέρων καὶ immo ὁ δὲ 5 λόγον διὰ τὸ P: om. a fort. μάτην Ε; an μάτην ut e vs. 11 illatum delendum? 6 εἶναι periit in P 8 δοκοῖ τῷ P : δοκεῖ τὸ a 9 δείκνυσθαι P: δειχθῆναι a 11 ὡς— βουλεύεσθαι post 10 ἡμῖν trausponenda videntur βουλεύεσθαι a: βούλεσθαι P 12 συμπέρασμα a μὴ] καὶ Β 12. 13 πεπερασμένου aP 14 κατ’ αὐτὸν P 15 πρὸς om. Β αὑτὸ Β γὰρ BDP: om. aP 16 ἐστὶν ὁ ABD: ἐστὶ aP τοῦ] οὐ D 17 διὰ τῶν λαμβανομένων] διαλεκτικοῦ Α τι om. B δεικνύντος aAP πρὸς τὸ om. Β 18 τοῦ] ποῦ μὴ Α 19 περαινομένου Β γὰρ om. a αυμπεπεπσμένος BD: idem, sed ante μὲν, Α 20 εὐηθῶν aP: om. ABD καὶ om. aP 20. 21 μὴ δυναμένου Β: inv. ord. aADP 21 δὲ om. Β 22 ἐσομενης Β: 23 τῶ εἰλημμένω, ut videtur, Apr. ᾖ addidi 26 προστεθέντα a: προστιθέντα P 26. 27 ἔοικεν ἀκόλουθα μᾶλλον D 27 ἀκόλουθον Β τῷ οὐ] τὸ Β ὡς transposui: post ἀναλυτικοῖς collocant libri: post δέδεικται praeterea add. P 27 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. Pr. II 2 p. 53b 26 sqq. ante ἔστιν add. ὅτι aABP διὰ om. AD)

571
συλλογίσασθαι, ὅταν τὰ ψευδῆ, δι’ ὧν τις ἀληθῆ δεικνύει, ἔνδοξα καὶ εὐπαρακολούθητα ᾖ μᾶλλον τῶν ἀληθῶν, οὐ δίκαιον ἐπιτιμᾶν τοῖς διαλεκτικῶς δεικνύουσι τὸ προκείμενον. ἐὰν δὲ ᾖ δίκαιον ἐπιτιμᾶν, λέγοι ἂν ὅτι ἄξιον ἐπιτιμᾶν τούτοις, οἷς ἐνὸν δι’ ἀληθῶν τὸ προκείμενον δεικνύειν αἱροῦνται μᾶλλον διὰ ψευδῶν.

[*](p. 162a12)

Ὅταν δὲ ἀπόδειξις ᾖ τινος ὁ εἰρημένος λόγος, εἴ τί ἐστιν ἄλλο πρὸς τὸ συμπέρασμα μηδαμῶς ἔχον.

΄Οταν ὁ λεγόμενος συλλογισμὸς ἀπόδειξις ᾖ τινος, τουτέστιν ἐξ ἀληθῶν καὶ οἰκείων τοῦ δεικνυμένου δεικνύῃ αὐτό, πρὸς μέν τι ἄλλο οἰκεῖον τῷ γενομένῳ συμπεράσματι συντελοῖ ἄν ὁ τοιοῦτος συλλογισμός. εἰ γὰρ εἴη τὸ γινόμενον ἐπ’ αὐτῷ συμπέρασμα συντελοῦν εἰς ἄλλου τινὸς ἀπόδειξιν, εἴη ἂν πρὸς τὸ διὰ τοῦ συμπεράσματος αὐτοῦ δεικνύμενον συντελῶν καὶ ὁ λόγος, ὃς ἦν ἀπόδειξις τῆς συντελούσης εἰς τὸν δεύτερον γινόμενον λόγον προτάσεως· τοιοῦτοι γὰρ οἱ προσυλλογισμοί. ἐὰν δὲ φαίνηταί τι συντελῶν, σόφισμα ἔσται καὶ οὐκ ἀπόδειξις· εἰ γάρ τι εἴη μηδεμίαν οἰκειότητα ἔχον πρὸς τὸ τῆς ἀποδείξεως συμπέρασμα, οὐκ ἔσται πρὸς ἐκεῖνο συντελῶν ὁ εἰρημένος συλλογισμός.

[*](p. 162a19)

Εἰ δ’ ἐξ ἀμφοτέρων τι δοκούντων δειχθείη, μὴ ὁμοίως δὲ δοκούντων.

Εἰ μὲν μὴ εἶεν ἀμφότεραι αἱ προτάσεις δοκοῦσαι, τουτέστιν ἔνδοξοι, ἀλλ’ ἡ μὲν μᾶλ|λον ἡ δὲ ἧττον, οὐδὲν κωλύει τὸ δι’ αὐτῶν δεικνύμενον [*](273) συμπέρασμα ἀμφοτέρων τῶν προτάσεων ἐνδοξότερον εἶναι· οὐ γὰρ κεκώλυται μὴ σφόδρα ἐνδόξων οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα σφόδρα ἔνδοξον εἶναι. εἰ μέντοι ἡ μὲν ἔνδοξος εἴη τῶν προτάσεων, ἡ δὲ μήτ’ ἔνδοξος μήτ’ ἄδοξος, ἢ ἡ μὲν ἔνδοξος ἡ δὲ ἄδοξος, εἰ μὲν ὁμοίως, καὶ [*](1 συλλογίζεσθαι aP τις AD: τὰ aBP 1. 2 ἐν παρακολούθητα a 2 post ἐπιτιμᾶν add. καὶ aBP 4 οἶς] cf. Κϋhner Gr. d. gr. Spr. II § 557 ἐνὸν — δεικνύειν] δι’ ἀληθείας ἓν δεικνύει τὸ προκείμενον Α 6 δὲ om. Α ὁ εἰρημένος — τινος (8) om. a εἴ τι BP Arist.: εἴτε AD 7 ἐστιν (compend.) in ras. P: post ἄλλο transposuit Α ἔχον om. Β 8 ἀπόδειξις ora. Β post τινος add. ὁ εἰρημένος λόγος Α 9 δεικνύει Α, Bpr. αὐτὸ] ὸ add. P2, (supra τ ras.) πρὸς μέν τι— 10 συλλογισμός ABDP: εἰ ληφθείη ἄλλη τὶς πρότασις μὴ συντελοῦσα πρὸς τὸ συμπέρασμα, οὐκ ἔσται παρὰ (1. περὶ) ἐκείνου ἤτοι ἀπ’ ἐκείνης τῆς προτάσεως συλλογισμὸς ἀλλ’ ἀπὸ τῶν ἄλλων a 10 γινομένῳ conicio συμπεράσματι AP: συμπέρασμα BD συντελοῖ B: συντελῆ P (ῆ supra ras. 2 lit.): compend. AD γὰρ scripsi: δὲ ABDP 11 αὐτοῖς Α: compend. D ἀπόδοσιν ΑΒ 12 συντελοῦν Ppr., corr. P1 12. 13 καὶ ὁ λόγος συντελῶν D 13. 14 προτάσεως λόγον A: λόγον πρώτως Β 14 τις D συντελεῖν conicias, sed cf. p. 574,18 15 ἔσται ABD: ἄρα aP γὰρ scripsi: δὲ libri ἔχειν, ut videtur, Bpr. 16 ἐστι AD συντελεῖν Α 17 προειρημένος aBP 18 τι δοκούντων aP Arist.: inv. ord. ABD δειχθῇ aP μὴ ὁμοίως] οὕτως P 20 τουτέστιν ἔνδοξοι δοκοῦσαι Α 22. 22. 23 ἐνδοξότερον — συμπέρασμα om. B 23 τῶν om. a 24 εἴη aBP: ἡ AD 25 ante ἡ add. ἡ uAP ἡ om. P1, add. P3 εἰ μὲν — p. 572,2 ἄδοξος om. aP)

572
τὸ συμπέρασμα ἀμφοτέρων μεθέξει ὁμοίως, εἰ δὲ τῶν προτάσεων ἡ ἑτέρα μᾶλλον εἴη ἢ ἔνδοξος ἢ ἄδοξος, τῇ τὸ μᾶλλον ἐχούσῃ καὶ τὸ συμπέρασμα ἀκολουθήσει.

[*](p. 162a 24)

Ἔστι δέ τις καὶ αὕτη περὶ τοὺς λόγους ἁμαρτία.

Ἁμαρτίαν φησὶν ἐν συλλογισμῷ γίνεσθαι παρὰ τὸ διὰ πλειόνων δείκνσθαι ἐνὸν δι’ ἐλαττόνων καὶ ἐνυπαρχόντων τοῖς πλείοσι τοῖς εἰς δεῖξιν εἰλημμένοις, δῆλον ὅτι τὰ τοῖς δεικνύουσι τὸ προκείμενον προσκείμενα ἐκ περισσοῦ πρόσκειται. ποιεῖ δὲ τὸ λεγόμενον φανερὸν διὰ παραδείγματος. ἔστω γὰρ συλλογίσασθαι ὅτι ἔστι δόξα μᾶλλον ἑτέρα ἑτέρας· προσεχῶς μὲν οὖν ἔστι τοῦτο συλλογίσασθαι λαβόντα ‘ἐν πᾶσιν, ἐν οἷς ἐστι τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό, ἐν τούτοις τὸ μᾶλλόν ἐστι καὶ τὸ ἧττον· ἔστι δ’ ἐν δόξῃ τὸ μέν τι αὐτό, τὸ δὲ μὴ αὐτό’. [καὶ ἐδήλουν τὸν ἄνθρωπον λέγοντες.] ἄν δέ τις ἐνὸν δι’ ὀλίγων δεῖξαι τὸ προκείμενον διὰ πολλῶν αὐτὸ δεικνύῃ, λαμβάνων ἐν τοῖς πλείοσι καὶ αὐτὰ ταῦτα δι’ ὧν μόνων ἐνῆν δεῖξαι τὸ προκείμενον, ἁμαρτάνοι ἄν. οἷον εἰ πρῶτον μὲν αἰτήσαιτο ἐν οἷς τὸ αὐτὸ καὶ μή, καὶ τὸ μάλιστα εἶναι, καὶ πρὸς τούτοις λαμβάνοι τὸ δοξαστὸν εἶναί τι αὐτό, τὸ δ’ ἀληθὲς τῷ αὐτοσοξαστῷ προσθείη, δῆλον τὸ κυρίως ὄν· τὸ γὰρ κυρίως μᾶλλον ὄν· ἐξ ὧν συνάγει ὅτι καὶ τὸ αὐτοδόξαστόν μᾶλλον δοξαστὸν τῶν τινῶν, ἃ δῆλον ὅτι οὐκ ἔχει τὸ αὐτό· ἔχων δὲ κείμενον μᾶλλον ἄλλο ἄλλου δοξαστὸν εἶναι, εἰ προσλάβοι τὸ πρὸς τὸ μᾶλλον λεγόμενον μᾶλλον εἶναι, ὃ ἴσον ἐστὶ τῷ τῶν πρὸς ἄλληλα λεγομένων τὸ πρὸς τὸ μᾶλλον τοιοῦτον λεγόμενον καὶ αὐτὸ μᾶλλον τοιοῦτον· οἷον εἰ ἐπιστήμη πρὸς ἐπιστητόν, καὶ ἡ τοῦ μᾶλλον ἐπιστητοῦ μᾶλλον ἐπιστήμη· οὕτω καὶ ἐπὶ αἰσθήσεως· ἐπεὶ τοίνυν καὶ ἡ δόξα δοξαστοῦ ἐστι, καὶ ἡ τοῦ μᾶλλον δοξαστοῦ ἔσται μᾶλλον δόξα· ἔσται ἄρα μᾶλλον δόξα αὐτοαληθής, ἥ ἐστι μᾶλλον [*](2 ἡ prius BD: om. Α post ἄδοξος add. εἴη B τῇ τὸ] τοῦτο Α 4 — p. 573, 20 aP: om. ABD 4 ἁμαρτία καὶ αὕτη (καὶ αὕτη ἁμαρτία Cf) κτὰ τοὺς συλλογισμούς Arist. 5 περὶ a 6 ἐν ὑπαρχόντων a: ὡς ὑπαρχόντων P πλείοσι scripsi: πλείστοις aP 7 fort. δῆλον Ε; ὅτι, sed cf. vs. 18 12 ἔστι δ’ a: ἔστιν P ἐνδόξ (infra ἡ ras.) P τὸ δὲ μὴ αὐτὸ, καὶ a: om. initio pag. P 12. 13 καὶ — λέγοντες delevi 13. 14 ἂν — πλεί(οσι) restituit P3 13 δι’ ὀλίγων superscr. P3 15. 16 ἁμαρ)τάνοι — αὐτὸ restituit P3 16 τὸ prius P3 cf. p. 573,8: τι a 17 λαμβάνοι a: compend. P δοξαστὸν scripsi: δόξαν aP 17. 18 αὐτὸ— αὐτῷ δοξαστῷ restituit P3 18 προσθείη] spatium aut vacuum relictum aut detritum P post δῆλον add. τὸ κυρίως αὐτὸ μᾶλλον· οὕτω (οὔτω P) γὰρ κυρίως αὐτὸ μᾶλλον ὃν aP; addit his ἐξ ὧν συνάγει τὸ ἀντιβόλιν P 18. 19 τὸ κυρίως — συνάγει P: om. a γὰρ] fortasse δὲ 20 ἔχων scripsi: ἔχον aP3; etiam δὲ κείμενον restituit P3 21 λεγόμενον ex Arist. scripsi: γενόμενον aP 23 εἰ scripsi: ἡ aP 25 ἡ alterum transposui: post ἐστι μᾶλλον collocant aP 25. 26 (δοξα)στοῦ ἐστι μᾶλλον restituit P3 26 αὐτοαληθής scripsi cf. p. 573,3: αὐτοῦ ἀληθής aP ἣ ἔσται Arist.)

573
ἀκριβὴς τῶν τινῶν, ὥσπερ ἦν καὶ ἐπὶ τῶν δοξαστῶν. ὁ δὴ ταῦτα εἰς τὴν τοῦ προκειμένου δεῖξιν λαμβάνων ἔχει ἐν αὐτοῖς ᾐτημένον καὶ κείμενον τό τε εἶναί τινα δόξαν αὐτοαληθῆ· τὸ γὰρ ᾔτηται δὲ καὶ αὐτοσόξαν ἀληθῆ εἶναι τοῦτο σημαίνει, τὸ εἶναί τινα καὶ αὐτοδόξαν· ἀλλὰ καὶ τοῦτο εἴληφε, τὸ μάλιστα εἶναι ἕκαστον ὃ λέγεται αὐτό· ἐξ ὧν τὸ προκείμενον συνάγεται τὸ εἶναί τινα δόξαν ἀκριβεστέραν, τουτέστι μᾶλλον τῶν ἄλλων. ἡ γὰρ ἀκριβεστέρα δόξα μᾶλλον τῶν ἄλλων δόξα· ἐν ᾧ γὰρ τὸ αὐτό, ἐν τούτῳ Ε; μάλιστα καὶ ἀκριβέστατον· ἐν δὲ δόξῃ τὸ αὐτό· ἐν δόξῃ ἄρα τὸ μάλιστα καὶ ἀκριβέστατον.

[ἄλλως. Ὅτι ἔστι τις δόξα μᾶλλον Ε; ἑτέρας. τοῦτο γοῦν ἔσται δι’ ὀλίγων δεῖξαι οὕτως· ἔστι δόξα κυρίως καὶ οὐ κυρίως· πᾶν δὲ τὸ κυρίως καὶ οὐ κυρίως ἐστὶ μᾶλλον καὶ ἧττον. εἰ δέ τις αἰτήσειε καὶ λάβοι πλείους προτάσεις, εἶτα συλλογίσαιτο, οὕτως· εἰ τὸ ἕκαστον δοξαστόν ἐστι, τὸ αὐτοέκαστον μᾶλλον δοξαστόν ἐστι καὶ αὐτοαληθῶς δοξαστόν, ἤτοι αὐτοδοξαστόν· ὥστε τῶν τινῶν ἑκάστων τὸ αὐτοέκαστον αὐτοδόξαστόν, ἤτοι μᾶλλον δοξαστόν· ὥστε καὶ ἡ αὐτοδόξα μᾶλλον ἔσται ἀκριβὴς τῶν τινῶν δοξῶν.] τίς δ’ ἡ ἁμαρτία τῶν οὕτω δεικνύντων καὶ τίς ἡ τῶν τοιούτων λόγων μοχθηρία, προστίθησι· ποιοῦσι γὰρ διὰ τὰ ἔξωθεν καὶ ἐκ περισσοῦ προστιθέμενα λανθάνειν τὰ τοῦ συμπεράσματος αἴτια.

[*](p. 162a35)

Λόγος δέ ἐστι δῆλος ἕνα μὲν τρόπον καὶ δημοσιώ- τατον.

Δῆλον λόγον λέγει τὸν φανερόν τε καὶ ἀληθῆ. λέγει δὲ τοῦτον γίνεσθαι τριχῶς. καθ’ ἕνα μὲν τρόπον φανερώτατον καὶ πᾶσι γνώριμον, ἐὰν ἐκ τοιούτων προτάσεων συμπεραινόμενον ᾖ τὸ προκείμενον, ὥστε μὴ δεῖν ἐπερωτῆσαι περὶ μηδενὸς τῶν εἰλημμένων διὰ τὸ γνώριμον καὶ σαφὲς αὐτῶν. τοιοῦτος δ’ ἂν εἴη ὁ ἐκ τῶν γνωρίμων τε καὶ ἐνδόξων καὶ ἀμέσων καὶ μὴ δεομένων δείξεως συνάγων τὸ προκείμενον· οἷον ὧς τὸ ‘πᾶς ἄνθρωπος ζῷον πεζόν, πᾶν ζῷον πεζὸν ζῷον’.

[*](1 δοξαστῶν a et addito γρ. mrg. P: ἀδοξάστων in contextu ante inductum τὸ ἀντιβόλιν (in fine versus, in initio proximi ras. 6—8 lit.) P 3 τε P: γε a ᾔτηται δὲ a Arist.: ἢ τῇδε P 3. 4 αὐτὸ δόξαν ἀληθῆ εἶναι a Arist.: αὐτὸ ante spatium 6 lit. P 5 ἕκαστον ὃ a: spatium 6 lit. P 8 τὸ primum P: om. a τὸ alterum addidi ἀκριβέστατον scripsi: ἀκριβέστερον aP 10 — 17 aN: om. P 10 ἑτέρα ex Arist. addidi 17 δοξῶν N: δοξαστῶν a 19 διὰ P: om. a περισσοῦ scripsi : περιόδου aP 20 προστιθέμενα P: προςτεθέντα a post αἴτια add. ἤτοι τὸ μέσον, παρ’ ὃ καὶ δι’ ὃ ὂ Ν: om. a) ὁ συλλογισμὸς γίνεται aN 21 λόγος δέ ἐστι δῆλος δῆλον (δῆλον A) ABD Arist. et, ut videtur, P1: δῆλος δέ ἐστι λόγος aP2 23 δῆλος a: om. Β λόγον aP: om. ABD ἔχει τὸν P τὸ — ἀληθές Α τοῦτον AD: τοῦτο B: τοιοῦτον aP 25 προτάσεων om. Β συμπεραινόμενον Α: συμπεραινόμενος aBDP ᾖ aP: om. ABD 26 μὴ δεῖν AD: μηδὲν aBP: μηδὲν δεῖν Arist. post ἐπερωτῆσαι add. τὸν προσδιαλεγόμενον a παρὰ Α 27 γνωριμωτέρων ΑΒ 28 μηδὲν a 29 οἶον ὡς τὸ BDP: οἶς τὸ Α: οἶον a post πεζὸν ζῷον addendum videtnr πᾶς ἄρα ἄνθρωπος ζῷον)
574

κατὰ δεύτερον δὲ ὁ τρόπος συνήθης ἐστί· τὸ αὐτὸ γὰρ τῷ ὡς μά· Λίστα λέγεται. ὀλίγοι γάρ εἰσιν οἱ ἐξ ἀναποδείκτων προτάσεων λαμ· βνόμενοι, πολλοὶ δὲ καὶ συνήθεις οἱ λαμβάνοντες μὲν προτάσεις τὰς προσεχῶς δεικνυούσας τὸ προκείμενον, ἔχοντες μέντοι τὰς προτάσεις [*](274) ω-ων λόγων συuπς͂ράσuι ἄτα , τουτέστι rροσυλλο͂λογισμένας καὶ διὰ -τοῦτο φανεράς. ὡς γὰρ ἐν ταῖς ἀποδείξεσι πρώτη μὲν καὶ κυριωτάτη ἡ ἐξ ἀμέ- ἀμέσων καὶ πρώτων, δευτέρα δὲ ἡ διὰ τοιούτων ἃ δι’ ἀμέσων δείκνυται, οὕτω καὶ ἐπὶ τῶν φανερῶν λόγων μάλιστα μὲν φανερὸς ὁ διὰ γνωρίμων καὶ μὴ δεοῴνων δείξεως, δεύτρος δὲ ὁ διὰ δεδειγμένων [καὶ] διὰ τοιούτων nώρι- μος. τρίτον δὲ τρόπον τοῦ δήλου λέγει, εἰ ἐλλείπει μὲν καὶ μὴ εἴη πάντα εἰλημῴνα τὰ ἐφ’ οἷς τὸ συμπέρασμα, εἴη δὲ τὸ λεῖπον σφόδρα ἔνδοξόν τε καὶ γνώριμον. τοιοῦτος καὶ ὁ δοκῶν μονολήμματος ‘ἀναπνεῖς, ζῇς ἄρα’· γνώριμον γὰρ τὸ παραλλλειμμένον τὸ ‘ ἀναπνέον ζῇ᾿, τοιαῦτά ἐστι καὶ τὰ ἐνθυμήματα· ι οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ’· παρεῖται γὰρ τὸ τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως.

[*](p. 162b3)

ψευδὴς δὲλόγοςκαλεῖταιτετρχῶς.

Ὄτι κατὰ τέσσαρας τρόπους ψευδὴς γίνεται λόγος, καθ’ ἕνα μὲν καὶ πρῶτον, ἄν φαίνηται μὲν συνάγων τὸ προκείμενον, μὴ συνάγῃ δὲ ἀλλ’ ᾖ ἀσυλλόγιστος, ὅν φησιν ἐριστικὸν εἶναι· ἔστι γὰρ ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δέ. ἕνα δὲ [τὸν μὴ συλλογιζόμενον], ὅταν συλλογίζηται μέν τι ἐκ τῶν λαμβανομένων, οὐ ιuέντοι τὸ προκείμενον. τοῦτο δὲ συμβαίνειν φαίνεται μάλιστα τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι. τοῦτο δ’ ἄν λέγοι, ἤτοι ὅτι πάντες οἱ εἰς ἀδύνατον ἀπάγοντες συλλογίζονται μέν, οὐ μὴν τὸ προκείῳνον, ἀλλ’ ἔστιν ὁ συλλογισμὸς ψευδής· οὕτω γὰρ δεικνῦσι τὸ προκείμένον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐ τῷ αὐτὸ δεικνύναι διὰ συλλο- γισμοῦ. ἡ οὖν τοῦτο λέγει, ὡς ιεομίνῳ δοκεῖ, ἢ μᾶλλον, ὡς ἅπασι, λέγει συμβαίνειν μάλιστα τοῖς εἰς ἀδύνατον ἀπάγουσι τὸ μηδὲν πρὸς τὸ προκείῳνον συλλογίζεσθαι πολλάκις, ὅταν ἀλλοτρίας τις τῆς ὑποθέσεως [*](1 δεύτερον δέ lemmatis loco aP: δύο (β Β) δὲ BD: δὲ δύο Α: ἕνα δὲ (om. κατὰ) Arist. τὸ αὐτὸ aP: τοῦ αὐτοῦ Α: Toi αὐτῶ BD τῷ aD: τὸ ABP ὡς ABDP(BCuq): ὃς a Arist. 2 εἰσιν cm. A 3 δὲ scrips! : γὰρ libri 4 προσεχεῖς A 5 ἄλλου λόγου (ut videtur) συμπεράσμτος A πρὸσσεσυλλογισμἐνς ΑΒ: post πρὸ eras. 1 lit. P 6 καὶ om. Α 6. 7 ἀHσου καὶ πρῴ(??) Α 7 τούτων ΑΒ διὰ μέσων libri 8 φανερὸς] φασὶν A μὴ om. Α 9 δεόμενος BDP δεύτερον Α καὶ delevi διὰ τοιούτων] μὴ φανερῶν A 9. 10 γνώριμα Α 10 fort. ἐλλείποι μὴ] δὴ A 11 ὧν Β εἴη scripsi: ἡ libri δὲ] διὰ a 12 μονόληπτος Α 13 παραλελειπόμενον a 15 τὸ om. aP 16Ν. 576,18 aP: om. ABD 18 φαίνεται a συνάγων] cf. p. 571,14 19 γὰρ scripsi: δὲ aP 20 ἕνα a: ἐνταῦθα P τὸν μὴ συλλογιζόμενον delevi: γιζόμενον periit in P ὅταν — ὅτι (22), prima paginae verba, restituit P2 συλλογίζεται a τις a 22 ἄν λέγει P’ 23. 24 (γͅρο)κ͂είμενον—γὰρ δεῖ restituit P’ 24 δεικνῦσι scripsi: δείκνυσι a: δείκνυται P 25 αὐτὸ scripsi: αὐτὰ P: τὰ αὐτὰ a 25. 26 νᾶι διὰ συλλο- γισμοῦ restituit P3 27 γουσι τὸ μὴ restituit P2 28 πολλάκις, quod hic supervacaneum videtur, p. 575,6 post τοῦτο desidero τις τῆς scripsi: τῆς a: τ(??) P1: τ(??) P2)

575
προτάσεις λάβῃ καὶ συμπερανάμενός τι ἀδύνατον ἀξιώσῃ, ἐπεὶ τοῦτο ἀδύνατον, τὸ ἀντικείμενον τῆς ὑποθέσεως λαμβάνειν· τῷ γὰρ μὴ παρὰ τὴν ὑπόθεσιν γεγονέναι τὸ ἀδύνατον (καὶ γὰρ χωρὶς ταύτης ἐκ τῶν καταλειπομένων τὸ αὐτὸ ἀδύνατον συνάγεται) οὐδὲν πρὸς τὸ προκείμενον· τοῦτο δ’ ἦν τὸ ἀντικείμενον τῆς ὑποθέσεως κατασκευάσαι. εἶπε δὲ καὶ ἐν τοῖς Ἀναλυτικοῖς ὅτι “τὸ μὴ παρὰ τοῦτο” ἐν τοῖς Ε; ἀδύνατον λέγουσι λόγοις. τρίτος τοῦ ψευδοῦς λόγου τρόπος, ὅταν τὸ λαμβανόμενον μὲν συνάγῃ τὸ προκείμενον, μὴ ᾖ δὲ οἰκεῖα τὰ λαμβανόμενα τῷ δεικνυμένῳ, οἷον εἰ γεωμετρικόν τι δεικνύει μὴ διὰ γεωμετρικῶν ἢ ἰατρικὸν μὴ διὰ ἰατρικῶν, καὶ τοῦτο ὁμοίως, ἄν τε ἀληθὲς ἄν τε ψεῦδος ᾖ τὸ συναγόμενον· ἡ γὰρ αἰτία τοῦ λόγου τὸ μὴ διὰ οἰκείων γίνεσθαι τῷ προκειμένῳ. ὁ γὰρ δεικνὺς ὅτι τὰ περιφερῆ ἕλκη βραδύτερον θεραπεύεται διὰ τοῦ λαμβάνειν τὸ τῶν ἰσοπεριμέτρων σχημάτων μέγιστον εἶναι τὸ τοῦ κύκλου ἐμβαδὸν οὐ δι’ ἰατρικῶν ἰατρικὸν συλλογίζεται. κατὰ δὲ τὸν τέταρτον τρόπον ψευδὴς γίνεται λόγος, ὅτε διὰ ψευδῶν προτάσεων καὶ ἀμέσων τι συνάγεται. ἀλλ’ οὐ τοῦ διότι ἀλλὰ τοῦ ὅτι ὁ τοιοῦτος γίνεται συλλογισμός.

εἰπὼν δὲ περὶ τοῦ τελευταίου τοῦ διὰ ψευδῶν ψεῦδος ἢ ἀληθὲς συνάγοντος, γοντος, περὶ τοῦ πρώτου λέγων τοὐ ἐκ ψευδῶν ψεῦδος συνάγοντος τὸν ψευδῆ λόγον εἶναι τοῦ λέγοντος καὶ ἐρωτῶντος αὐτὸν ἁμάρτημά φησι, λέγων, ὡς εἶπον, ψευδῆ τὸν διὰ ψευδῶν ψεῦδος συλλογιζόμενον. ὁ δὴ τοιοῦτος λόγος καθ’ αὑτὸν μὲν ἐπιτιμήσεως ἄξιος οὐκ ἔστιν· εἰ γάρ ἐστι συλλογιστικός, εἴη ἄν ἁμαρτία τοῦ λέγοντος, καὶ οὐδὲ τούτου ἀεί, ἀλλ’ ὅταν ἀγνοήσῃ ὅτι ψεῦδός ἐστι. οὐ γὰρ πᾶς ὁ λόγος μεμπτός· ἔστι γάρ τις λόγος διὰ ψευδῶν ψεῦδός τι δεικνύς, ὃν πολλῶν ἀληθινῶν λόγων μᾶλλον ἀποδεχόμεθα ὡς μᾶλλον δεικνύντα καὶ συνιστῶντα τὸ προκείμενον. ἔστι δὲ οὗτος ὁ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γινόμενος· ἐν γὰρ τῷ τοιούτῳ λόγῳ ὑπόθεσίν τινα λαμβάνοντες καὶ ἐπὶ ταύτῃ πρότασίν τινα ὅτι μάλιστα δοκοῦσαν περὶ γὰρ ταύτης εἶπε τὸ ἐξ ὅτι μάλιστα δοκούντων ἀναιρεῖν τὸ ἀληθές· ἡ δὲ ἀσάφεια ἐν τῇ λέξει, ὅτι μιᾶς οὔσης τῆς τοιαύτης προτάσεως περὶ πλειόνων εἶπεν) ἐκ ταύτης τῆς ὑποθέσεως συνάγομέν τι ψεῦδος, δι’ οὗ ἀναιροῦμέν τι τῶν ἀληθῶν. ἀλλ’ ὅμως πρὸ πολλῶν λόγων ἀληθῶν ἀποδεχόμεθα μᾶλλον τὸν ὄντα ψευδῆ, ἐπεὶ ἀληθῶν ἀπόδειξίς ἐστι· καὶ γὰρ εἰ τὸ συμπέρασμα | ψεῦδος ἔχει, ἀλλ’ ὅτι ἄλλο τι δι’ αὐτοῦ δείκνυται [*](275) ἀληθές τὸ γὰρ ἀντικείμενον τῇ ψευδεῖ ὑποθέσει· τοῦτο γὰρ ἐδήλου [*](1 συμπερανόμενος (sic) a —μενος τι ἀδύν — P3 2 τῷ scripsi: τὸ aP 3 ἀδύνα — P3 5 τὸ aut omissum aut evanidum P 5. 6 ἐν τοῖς Ἀναλυτικοῖς] Anal. Pr. II 17 p. 65a 38 sq. 6 εἰς addicli 9 fort, δεικνύοι cf. p. 568,30 11 ἁμαρτία conicio cf. vs. 22 12 βραδύτερα P διὰ τοῦ λαμβάνειν P: καὶ διὰ τοῦτο λαμβάνων a 13 ἴσων περιμέτρων post οὑ add. γὰρ P 14 δὲ τὸν τέταρτον in ras. 4 lit. P2 15 ὅτε aP2: om. P1 an ὄταν — συνάγηται? cf. vs. 7 et p. 574,18. 20 17 ψεῦδος ἡ ἀληθὲς scripsi : inv. ord. aP 18 λέγων scripsi: λέγει aP ἐκ P: διὰ a 19 λέγω P 20 εἶπον scripsi: εἰπεῖν aP ψεῦδος P : ψευδῶς a 21. 22 συλλογισμός a 22 post εἴη add. δ’ P 23 οὐ γὰρ P: καὶ γὰρ οὐ a 25 συνεστῶντα a 27 τινα λαμβάνοντες a: τις λαμβάνεται P 28 τῶν ἐξότι P 29 ἡ a: ἢ ’: ἡ P2 δὲ ἀσάφεια aP2: διὰ σάφειαν, ut videtur, P1 30 post ἐκ add. δὲ P 32 ἀποδεχόμεθα] ποδ in ras. 1 lit. P2 τὸν οὕτω conicio cf. p. 562,17 33 ἀλλ’ ὅτι ἄλλο τι scripsi: ἀλλ’ ὅτι a: ἄλλο τι P)

576
διὰ τοῦ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς, ἀλλὰ δηλονότι τὸ ἀντικείμενον αὐτῷ), ὁ τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ἀπόδειξίς ἐστιν. ὥστε οὐ πᾶς λόγος ψευδὴς ψεκτός. ὁ μὲν τοιοῦτος λόγος καίτοι ψευδὴς ὢν ψεῦδος συνάγων ἀποδεικτικός.]

[ἄλλως. Εἰς τὸ δεῖ γὰρ τῶν κειμένων τι μὴ εἶναι παντελῶς. δεῖ μὴ εἶναί τι τῶν κειμένων καὶ ὁμολογουμένων παντελῶς, ὥστε εἶναι τούτου ἀπόδειξιν, ἀλλὰ τῶν ἀμφιβαλλομένων· τὰ γὰρ ἀμφιβαλλόμενα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς δείκνυνται· τὰ δὲ ὁμολογούμενα δέονται ἀποδείξεως ὡς ὄντα ἀποδεικτικά.]

Ἑξῆς δέ φησι περὶ τοῦ ἐκ ψευδῶν ἀληθές τι συνάγοντος. λέγει γὰρ ὅτι <ό> ἀληθὲς μέν τι συνάγων διὰ ψευδῶν δὲ καὶ ἠλιθίων, ἤτοι εὐηθῶν, οὗ ἐμνημόνευσεν ἐν τοῖς ψευδέσι λόγοις τελευταίου, πολλῷ ἄν εἴη χείρων τῶν ψεῦδος συμπεραινόντων λόγων, εἰ ἐκεῖνοι δι’ ἐνδόξων τοῦτο ποιοῦσιν· ἦν γὰρ καὶ ὁ εἰς ἀδύνατον ἀπάγων ψεῦδός τι συνάγων, οὐ μὴν ἀδόκιμος. ἐνδέχεται δέ, φησί, καὶ ψεῦδός τι συνάγειν διὰ ψευδῶν καὶ ἠλιθίων προτάσεων· ὃς ἔτι φαυλότερος ἄν εἴη τοῦ προειρημένου. τούτοις προστίθησιν, ἐκ τῶν προειρημένων λόγου τοῦ ψευδοῦς γνωρίμου γεγονότος, πῶς δεῖ τὴν ἐξέτασιν ποιεῖσθαι τῶν λόγων.

[*](p. 162b24)

ᾖστε δῆλον ὅτι πρώτη μὲν ἐπίσκεψις λόγου καθ’ αὐτὸν εἰ συμπεραινεται.

Πρῶτον, φησί, δεῖ ἐπισκέπτεσθαι τὸν συλλογισμὸν εἰ συνεπεράνθη καθ’ αὑτόν, ἤτοι ἐκ τῶν κειμένων προτάσεων. δεύτερον δὲ δεῖ θεωρεῖν πότερον ἀληθὲς ἢ ψευδές ἐστι τὸ ἐκ τῶν κειμένων προτάσεων συναχθὲν συμπέρασμα. τρίτον δέ, εἰ ἀληθὲς τὸ συναχθέν, ἐκ ποίων προτάσεων συνήχθη· εἰ μὲν γὰρ ἐκ ψευδῶν ἢ ἐνδόξων] συνήχθη δοκούντων δὲ τῷ προσδιαλεγομένῳ, καλεῖται ὁ τοιοῦτος συλλογισμὸς λογικός, ἤτοι διαλεκτικός· εἰ δὲ συνήχθη ἐξ ὄντων μὲν καὶ ἀληθῶν μὴ δοκούντων δὲ τᾷ προσδιαλεγομένῳ, καλεῖται φαῦλος. ἄν δὲ ψευδεῖς ὦσιν αἱ προτάσεις ἅμα καὶ λίαν ἄδοξοι, ἤτοι μὴ δοκοῦσαι τῷ προσδιαλεγομένῳ, δῆλον ὅτι καὶ οὗτος φαῦλος ἂν εἴη, ἢ ἁπλῶς καὶ καθ’ αὑτὸ μόνον ἡ τοῦ πράγματος, τουτέστιν ἢ καὶ πρὸς τὸ πρᾶγμα. ὅταν γὰρ τοῦ προβλήματος μὴ ὄντος [*](3. 4 ὁ μὲν — ἀποδεικτικός delere quam post μὲν addere γὰρ malui 4 συνάγων P: σημαίνων a — 9 a: — 9 N, in quo praecedunt ὃ οὖν μέλλει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυσθαι: om. P 10 post ψευδῶν ras. 8 lit. P 11 ὁ addidi ἠλιθίων scripsi cf. vs. 15: ἀληθῶν aP 12 πολλῷ aP(ABf): πολλῶν Arist. 14 ἀπάγων P: om. a 16 τούτοις a: τοῦτο P προστίθεσιν a 17 λόγου τοῦ ψεύδου (sic) a: om. P 19 μὲν periit in P 20 συμπεραίνεται Arist.: συμπεραίνηται aP 21 — 30 ἂν εἴη aN: om. ABDP (in P quinque folia perierunt, sed οὐδὲν λείπει notat P3) post πρῶτον add. οὖν N 24 ἀληθὲς τὸ scripsi: inv. ord. aN 25 ἡ ἐνδόξων ut glossema vocis δοκούντων delevi 29 λίαν superscr. N 30 ante ἡ ἀπλῶς add. τὰ δ’ ἐν ἀρχὴ καὶ τὰ ἐναντία πῶς ὁ ἐρωτῶν (i. e. p. 162b 31) Α καὶ om. Β καθ’ αὐτὸ μόνον ἡ ABD: καθ’ αὑτοῦ τοῦ a: κα . . . . . . P 31 ἡ καὶ om. a τὰ πράγματα AD)

577
ἀδόξου τε καὶ ψευδοῦς διὰ τοιούτων τις αὐτὸ δεικνύῃ, φαῦλος πρὸς τὸ πρᾶγμα ὁ τοιοῦτος λόγος· ὅταν δὲ καὶ τὸ πρόβλημα ᾖ τοιοῦτον, ὁ διὰ τοιούτων αὐτὸ δεικνὺς λόγος ἀπλῶς μὲν φαῦλός ἐστιν, οὐκέτι δὲ καὶ πρὸς τὸ πρᾶγμα, εἰ ἐκεῖνο μὴ δύναται διὰ βελτιόνων δειχθῆναι.

[*](p. 162b34)

Αἰτεῖσθαι δὲ φαίνονται ἐν ἀρχῇ πενταχῶς.

Τὸ φαίνονται προσέθηκεν, ὅτι πρὸς ἀλήθειαν ἡ Ε; ἐν ἀρχῇ αἴτησις τοσαυταχῶς λέγεται, ὡς ἐν τοῖς Ἀναλυτικοῖς' ἐδείχθη· φαντασίαν μέντοι τοῦ τὰ ἐν ἀρχῇ λαμβάνειν τινὰ ἀποτελοῦσι κατὰ τοὺς πέντε τρόπους, οὓς ἐκτίθεται.

Εἷς μὲν οὖν καὶ φανερώτατος τρόπος, εἴ τις αὐτὸ τὸ δεόμενον ἀποδείξεως αἰτήσας λάβοι, οἷον διὰ τί ὁ ἄνθρωπος λογικόν, διότι λογικός. οὗτος δὲ ὁ τρόπος τοῦ ἐν ἀρχῇ οὐ κατὰ δόξαν ἐστίν, ἀλλ’ ὁ κυρίως καὶ κατ’ ἀλήθειαν. τοῦτο δέ, ἤγουν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, οὐ ῥᾴδιον λανθάνειν ἐπὶ τοῦ τοιούτου τρόπου· οἷον εἴ τις ἐρωτήσας, διὰ τιὸ ἄνθρωπος λογικόν, λάβοι αὐτὸ τοῦτο τὸ ἐρωτηθὲν εἰς ἀπόδειξιν αὐτοῦ, οὐδένα ἄν λάθοι ὅτι τὸ ἐν ἀρχῇ ᾐτήσατο.

[*](p. 162b36)

Ἐν δὲ τοῖς συνωνύμοις, καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει, μᾶλλον.

Συνωνύμοις φησὶν ἀντὶ τοῦ ‘πολυωνύμοις’. τὸ Ε; μᾶλλον ἐπ’ ἀμφοτέρων ἐχρήσατο, καὶ ἐπὶ τῶν πολυωνύμων καὶ ἐφ’ ὧν τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει· μᾶλλον γὰρ ἐπὶ τούτων ἡ εἰ αὐτό τις τὸ ζητούμενον ἐπὶ τῆς αὐτῆς λέξεως λαμβάνοι. ὁμοίως δὲ καὶ εἰ ἀντὶ λόγου ὄνομα λαμβάνοι, τὸ ἐν ἀρχῇ αἰτεῖται, καὶ εἰ λόγον ἀντὶ λόγου, ὅταν ἀμφότεροι τὸ αὐτὸ σημαίνωσιν. ὁ δὲ ἀντὶ ὀνόματος ὁρισμὸν λαμβάνων φαινομένως αἰτεῖται· δείκνυσι γάρ τινα διὰ τοῦ ὁρισμοῦ, ὅταν τὸ μὲν ὄνομα ἄδηλον ᾖ, ὁ δὲ ὁρισμὸς καὶ τὸ σημαινόμενον γνώριμον. τὰ δ’ ἄλλα εἴη ἂν τοῦ ἀληθῶς τὸ ἐν ἀρχῇ λαμβάνειν παραδείγματα. καὶ καθόλου, ὅταν δύο [*](1 αὐτὸ δεικνύῃ a: αὐτὸ δείκνυσι BDP: ἀποδείκνυσι Α ante πρὸς add. ὁ a, καὶ Β et, ut videtur, P 2 ὁ τοιοῦτος λόγος ABD; γίνεται λόγος a: lac. 10 lit. P καὶ om. aP3 (ὲ τὸ τὸ πρὸ restituit P3) ἡ post δὲ collocant ΑΒ, post τοιοῦτον a: om. P 3 τοιούτου Α ἐστι a: έσται B: ἄρα P 4 τὸ πρᾶγμα, εἰ ἐκεῖνο μὴ] τὸ πρᾶγμα εἶναι ’’ 5 lemma om. AD 6 post τὸ add. δὲ Α προσέθηκεν] periit P1: πρ P3 τοῦ addidi post αἴτησις add. οὐ AD: ras. 2 lit. P 7 ταυσαχῶς Β ἐν τοῖς Ἀναλυτ.] Anal. Pr. II 16 ἐδείχθη supra εἴρηται scriptiun B 7. 8 μέντοι τοῦ τὰ ἐν a: μὲν τοῦ τἀν P (ῦ τἀναρ P3): μὲν τὸ ἐν AB: μὲν γὰρ τὸ ἐν D 9 — 15 aN: om. ABDP 9 φανερότατος a 11 κύριος N 18 συνωνύμοις συνώνυμα Α) — πολυωνύμοις πολυώνυμα A) ante lemma collocant AD: συνώνυμοις — 20 σημαίνει om. a φησὶν P: δέ φησιν ABD τὸ μᾶλλον om. D: τὸ — 19 πολυωνύμων om. P δὲ addidi post μᾶλλον add. καὶ Α 19. 20 καὶ ὁ λόγος καὶ τὸ ὄνομα Β 20 aBP: om. AD τις] τε Α 21 τῆς αὐτῆς superscr. D λαμβάνοι a: λαμβάνει ABDP λόγου in ras. D: τοῦ λόγου Α 22 λαμβάνει DP ἀμφότερα, ut videtur, Β 23 σημαίνουσιν Α ὁρισμὸν ἀντὶ ὀνόματος aP ante ὀνόματος add. τοῦ Β φαινόμενος BP 24 ἡ ἄδηλον Α 26 ἀληθοῦς A, Ppr.)

578
τινὰ ἀντιστρέφῃ ἀλλήλοις καὶ ᾖ όμοίως ἀσαφῆ, ὁ πρὸς τὴν τοῦ έτέρου δεῖξιν τῷ ἑτέρῳ αὐτῶν χρώμενος αἰτεῖται τὸ ἐν ἀρχῇ, ὥσπερ πάλιν καὶ ὁ πρὸς τὴν δεῖξίν τινος χρώμενος τῷ δεικνυμένῳ δι’ ἐκείνου· οὗς δύο τρόπους τῆς τοῦ ἐν ἀρχῇ λήψεως εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν.

[ἄλλως. εἰς τὸ ἐν δὲ τοῖς συνωνύμοις. ἀντὶ τοῦ ‘πολυωνύμοις’. καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος τὸ αὐτὸ σημαίνει, ἤγουν τοῖς κυρίως συνωνύμοις, λανθάνει μᾶλλον. ἐν μὲν γὰρ τοῖς πολυωνύμοις, οἷον διὰ τί ὁ | ἄνθρωπος λογικός διότι ὁ ἄνθρωπος βροτὸς ἢ μέροψ· ὁ Ε; βροτὸς 276 λογικός· ὁ ἄνθρωπος ἄρα λογικός· λανθάνει οὖν διὰ τὸ λαβεῖν πολυώνυμον. ἐν δὲ τοῖς συνωνύμοις, οἷον διὰ τί ὁ ἄνθρωπος νοῦ καὶ ἐπιστήμης δεκτικός, διότι ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, τοῦτο δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἔλαβε γὰρ συνώνυμον ὄνομα ἀντὶ τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν. τῷ δὲ μᾶλλον καὶ ἐπ’ ἀμφοτέρων ἐχρήσατο, τῶν τε πολυωνύμων καὶ συνωνύμων, ἐπειδὴ καὶ ἐπ’ ἀμφοτέρων τὸ ζητούμενον ὁμοίως λανθάνει.]

[*](p. 163a1)

Δεύτερον δέ, ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι καθόλου τις αἰτήσῃ, οἷον ἐπιχειρῶν, ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη, ὅλως τῶν ἀντικειμένων ἀξιώσειε.

Φαινομένως τὸ ἐν ἀρχῇ λαμβάνει· ὁ γὰρ ζητουμένου τοῦ εἰ ἔστι τινὸς τῶν ἀντικειμένων τὸ πάντων λαμβάνων τὸ ἐν ἀρχῇ αἰτεῖται· οὐκέτι δέ, εἰ ζητουμένου εἰ τῶν ἐναντίων λάβοι τις τῶν ἀντικειμένων τῷ μὴ αὐτόθεν κεῖσθαι τὸ τὰ ἐναντία ἀντικείμενα εἶναι.

[*](p. 163a5)

Τρίτον, εἴ τις τὸ καθόλου δεῖξαι προκειμένου κατὰ μέπος αἰτήσειεν, οἷον εἰ πάντων τῶν ἐναντίων προκειμένου τῶν δέ τινων ἀξιώσειεν.

οὐκ αἰτεῖται μὲν οὐδὲ οὗτος τὸ προκείμενον τῷ ἕπεσθαι τῷ ἐν μέρει τὸ [*](1 ἀντιστρέφει Α: ἀντιστρέφοντα aP (στρέφοντα mrg. P3) post ἀντιστρέφῃ repetit τινὰ Β καὶ ἡ om. a ὁ superscr. Β, om. D τοῦ D : om. aABP 2 αὐτοῦ Α 3 τὴν mrg. P3 τινὸς a: om. ABD: τῷ ἑτέρω (e vs. 2 illatum) induxit P 4 τῆς τοῦ om. aP ἐν ἀρχῆς A ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλ.] c. 16 πρώτων Β 5 — 14 a: 6 ἤγουν — 14 Ν 8 δὲ addidi 13 τῷ a: τὸ N 15. 16 δεύτερον — αἰτήσῃ om. D 16 post οἷον add. εἰ a (fort. pr. u) ἐστὶν post ἐπιστήμη collocat Β: om. Arist. 17 ὅλως aP Arist.: ὅλων Β: om. AD τῶν ἀντικειμένων om. Α ἀξιώσῃ P 18 φαινομένως scripsi cf. p. 577,23: φαινόμενον libri ὁ γὰρ ζητούμενος A: ζητουμένου γὰρ aBP τινὸς] ὡς Β 19 τὸ prius om. D πάντων — τῷ (20) om. P λαμβάνον A εἰ aA: om. BD 20 post τις add. ποτ’ ἄν aB τῶν alteriim Β: τὸ aAD ante ἀντικειμένων add. πάντων AD τῷ aD: τὸ ΑΒ 21 αὐτόθι BD κινεῖσθαι Α τὸ τὰ aDP: τὸ Α: τὰ Β ἀντικείμενον Α ante εἶναι induxit κεῖσθαι Β 22 lemma om. AD τὸ om. Arist. (non om. Β) δείξειν P 23 προκειμένου a Arist.: προκειμένων BP 24 post ἀξιώσειεν add. δοκεῖ γὰρ καὶ οὗτος ὃ μετὰ πλειόνων ἔδει δείξειν P : eadem, sed δεῖξαι, ante lemma add. Β 25 οὐκ αἰτεῖται aAD: οὐκέτι BP οὕτως AP τὸ (ante ἕπεσθαι) Β τὸ ἐν μ. τῶ Dpr.)

579
καθόλου· δοκεῖ δέ, φησίν, ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθ’ αὑτὸ χωρὶς αἰτεῖσθαι. καὶ εἰ πάντα λάβοι τὰ ὑπὸ τὸ καθόλου, οὐδ’ οὕτως πρὸς ἀλήθειαν αἰτεῖται τὸ ἐν ἀρχῇ (ἐπακτικὸς γὰρ ὁ τοιοῦτος τρόπος), ὥσπερ οὐδ’ ὁ πρὸ αὐτοῦ ἐκ τοῦ καθόλου τὸ ὑπ’ αὐτὸ συνιστάς· ἔστι γὰρ ἀποδεικτικὸν μάλιστα τὸ τοιοῦτον εἶδος.

[*](p. 163a8)

πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα.

Οὐδ’ οὗτος τὸ ἐν ἀρχῇ λαμβάνει, εἰ ἑκάτερον ἰδίᾳ λαμβανόμενον γνωριμώτερον τοῦ συναμφοτέρου εἴη.

[*](p. 163a14)

Ἰσαχῶς δὲ καὶ τὰ ἐναντία αἰτοῦνται τῷ ἐξ ἀρχῆς.

Καὶ ἡ τοῦ ἐναντίου αἴτησις ἐν λόγοις ἐστὶ παραγωγή, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκρινομένου καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρ’ αὐτοῦ λαμβάνειν καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἐναντιολογίαν αὐτοῦ τῶν ἀποκρίσεων. γράφεται δὲ ἤτοι τῷ ἐξ ἀρχῆς, τουτέστι ἰτῶ ἐν ἀρχῇ’ πενταχῶς γάρ), ἢ τῶν ἐξ ἀρχῆς κειμένων· τοῖς γὰρ ἤδη κειμένοις τὰ ἐναντία αἰτοῦνται. ἐναντία δὲ λέγει τὰ ἀντικείμενα, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ.

[*](p. 163a 16)

Δεύτερον δὲ τὰ ἐναντία κατὰ τὴν ἀντίθεσιν.

Δεῖ εἰδέναι, ὅτι ὥσπερ οἱ τὸ ἐν ἀρχῇ λαμβάνοντες οὐκ αὐτὸ τὸ ζητούμενον ἐπὶ τῶν αὐτῶν λέξεων ᾐτοῦντο (οὐ γὰρ οἷόν τε οὕτως λαμβάνοντα λαθεῖν), οὕτως οὐδ’ οἱ τὰ ἀντικείμενα· προφανὲς γὰρ καὶ αὐτόθεν ἄτοπον· ἀλλὰ μεταφέροντες τὰς λέξεις λαμβάνουσιν ἐπ’ ἄλλων μὲν ὀνομάτων ἢ λόγων τὴν κατάφασιν, ἐπ’ ἄλλων δὲ ταὐτὸ σημαινόντων τὴν ἀπόφασιν. δύναται δὲ μὴ τὰς ἀντιφατικῶς ἀντικειμένας εἰρηκέναι προτάσεις ἀλλὰ τὰς ὁπωσοῦν· καὶ γὰρ αἱ ἐναντίαι ἀντικείμεναι.

ἄλλως. εἰς τὸ δεύτερον δὲ τἀναντία. δεύτερος δὲ τρόπος τοῦ λαμβάνειν τὰ ἐναντία ἤτοι κατὰ τὴν θέσιν καὶ τὸν συλλογισμὸν τῶν ἐνανδέ [*](1 φησιν aBP: γὰρ καὶ οὗτος ex Arist. AD δείξειν P 2 τὰ] τὸ a τὸ] τοῦ P οὗτος Β 4 ὑπ’ αὑτοῦ P 6 πρόβλημα AD Arist.: προβληθέν aBP(Cufq) 7 οὕτως Α εἰ] ἡ A 8 γνωριμώτερον D: γνώριμον aABP post συναμφοτέρου add. μᾶλλον a εἴη scripsi: ᾖ libri 1) τῷ aA, Dcorr., in ras. P2: τὸ B, Dpr. 10 λόγω Α: coinpend. D λαμβάνον Α 12 λαμβάνειν παρ’ αὐτοῦ D λαμβάνων P τρό — in ras. 3 — 4 lit. P δείξειν P 13 ἤτοι τῷ scripsi: ἤτοι τὰ D: εἰ τὸ τὰ Α: ἡ Β: ἡ τὸ P: τῷ a τῷ a: τὸ ABDP ἢ scripsi: ἡ libri 15 τἀναντία Α 16 ὧμ δηλοῖ om. A δῆλον D 17 δευτέρα Α τἀναντία aP κατὰ τὴν AD Arist.: κατὰ BP : κατ’ a 18 post δεῖ add. δὲ Β τὸ prius : τὰ aBP τὸ alterum om. a 20 λαβεῖν D γὰρ ἄτοπον καὶ αὐτόθεν ἐλεγχόμενον N αὐτόθι Β 21 λαμβάνουσιν post ὀνομάτων coliocat Β 22 post δὲ add. πάλιν Β ταύτην P σημαινόντων aN : σημαίνουσι A: σημαινουσῶν BD et addito τῶν P 23 κειμένας aP 25 — p. 580,5 aN 25 ἄλλως — τἀναντία om. N)

580
τίων ἢ κατὰ τὰ ἀντιθετικῶς ἀντικείμενα. οἷον ἄρα ἡ ὑγεία οὐχ ᾧ ἄν παρῇ, ὠφέλιμός ἐστιν; ἔσται ἄρα ἀγαθόν· τί δέ, καὶ ἡ νόσος, εἰ ἐπ ὠφελείᾳ εἴη τοῦ νενοσηκότος, οὐκ ἀγαθόν ἐστι; τὰ δὲ ἐν τῷ αὐτῷ ὑποκειμένῳ ταὐτὰ καὶ ἀλλήλοις ἐστὶ ταὐτά· ἔστι ἄρα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ταὐτόν.]

[*](p. 163a 17)

τρίτον, εἴ τις τὸ καθόλου ἀξιώσας.

Δοκεῖ οὗτος ὁ τρόπος ὁ αὐτὸς εἶναι τῷ πρώτῳ εἰρημένῳ τῷ “εἴ τις τὰ ἀντικείμενα αἰτήσαιτο, φάσιν καὶ ἀπόφασιν”. διαφέροι δ’ ἄν οὗτος ὁ τρόπος ἐκείνου, ὅτι ἐπὶ μὲν ἐκείνου ἐδόκει αὐτόθεν φανερῶς λαμβάνεσθαι, ἐνταῦθα δὲ δυνάμει· οὐ γάρ ἐστιν ἀντίφασις ‘πάντων τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη’ * * * * *. διὸ ἐκεῖνος μὲν ὁ τρόπος καταφωρότερος τῆς τῶν ἀντικειμένων λήψεως, οὗτος δὲ μᾶλλον λανθάνων. εἴη ὅ ἄν τις τῶν εἰρημένων τρόπων διαφορὰ Ε; καθόσον ἐκεῖνος μὲν κατάφασιν καὶ ἀπόφασιν ἐλάμβανε τἀς ὁπωσοῦν ἀντικειμένας ἀντίκεινται γὰρ καθόλου αἱ ἐναντίαι· διὸ οὐδ’ ἐμνημόνευσεν ἔτι τῆς τοιαύτης τῶν ἀντικειμένων λήψεως), ἐνταῦθα δὲ τὰς ἀντιφατικάς. οὕτως ποιεῖ καὶ ὁ πᾶσαν μὲν ἀρετὴν ὁμολογουμένην εἶναι διάθεσιν, τὴν δὲ ἐγκράτειαν ἀρετὴν τιθείς· εἴη γὰρ ἄν δυνάμει λέγων ὅτι μὴ πᾶσα ἀρετὴ ὁμολογουμένη διάθεσις· ἡ γὰρ ἐγκράτεια οὐχ ὁμολογία ἀλλὰ μάχη.

[ἄλλως. Εἰς τὸ τρίτον, εἴ τις τὸ καθόλου ἀξιώσας καὶ λαβὼν ἐπὶ μέρους αἰτοῖτο τὴν ἀντίφασιν. οἷον εἰ ἐρωτήσας ὅτι πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη | ὕστερον λάβοι τὴν ἀντίφασιν μερικῶς, [*](277) τὸ μὴ τὴν αὐτὴν ἐπιστήμην εἶναι ὑγιεινοῦ καὶ νοσώδους. τοῦτο δ’ ἄν γίνοιτο, εἰ ἐρωτηθείη οὕτως· ἆρά γε ὁ ἰατρὸς οὐ τέλος ἔχει τὸ ὑγιάσαι καὶ τούτου στοχάζεται, τῆς δὲ νόσου οὔ, ἐπεὶ οὐδὲ τέλος ἔχει τὸ νοσοποιῆσαι; ὥστε ὁμολογήσας καθόλου, ὅτι πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, μερικῶς ἔλαβεν ὡς οὐχ ἡ αὐτή· ὑπὸ γὰρ τὰ ἐναντία καὶ ἡ ὑγεία καὶ ἡ νόσος. τέταρτος δὲ τρόπος, ὅταν τὸ ἀνάπαλιν ἐπὶ μέρους μὲν [*](1 ἄρα a 2 παρῇ scripsi: παρείη aN ἐστιν a: ἔσται N 6 ἀξιώσας] ras. 6—8 lit. initio paginae P post ἀξιώσας add. καὶ λαβών a cf. vs. 20 7 δοκεῖ — εἰρημένῳ lestituit P3 τρόπος scripsi: τόπος libri cf. vv. 9. 11. 13. 28, p. 581,12 post τόπος add. φανερῶς Α πρώτῳ scripsi: δευτέρω AD: πρότερον aBP3 τῷ εἴ τις — 8 ἀπόφασιν] ras. fere 30 lit. P 8 τὰς ἀντικειμένας Arist. (sed τὰ ἁ. C) διαφέρει δὲ οὗτος aP3 διαφέρει — 10 δυνάμει restituit P3) 9 ὁ τρόπος P3: ὁ τόπος aBD: om. Α δοκεῖ aP3 αὐτόθι Β: om. D 10 οὐ γὰρ — 11 ἐπιστήμη] ras. 30 — 40 lit. P 10. 11 ἐστὶν ἐπιστήμη A: inv. ord. aB: ἐπιστήμη D 11 supple καὶ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἑτέρα ἐστὶν ἐπιστήμη τρόπος P: τόπος aABD καταφορώτερος aB 12 — κειμένων postea add. D1 δ’ om. P 12. 13 τῆς τις scripsi) τῶν εἰρημένων τόπων τρόπων scripsi) διαφορὰ D: διαφορὰ τῶν εἰρημένων τόπων aBP : διαφορὰ τὸν εἰρημένον τρόπον Α 13 καὶ addidi an ἐκεῖ? cf. vs. 15 ἐνταῦθα 14 γὰρ scripsi: δὲ libri 15 ἔτι scripsi cf. p. 10,3: ἐπὶ libri τῆς superscr. D1: τοῖς Α τοιαύτου D: τοιαυ supra scripto τ Α ἀντικειμένας P 16 ἀρετὴ a 20 — p. ’)81,3 aN 20 ἄλλως εἰς τὸ om. N 21 immo ὁμολογήσας cf. vs. 26 εἰ post 22 ὕστερον N 23 μὴ superscr. Ν1)

581
αἰτήσας, τὸ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην, εἶτα ἐπὶ τοῦ καθόλου πειρᾶται λαβεῖν τὴν ἀντίφασιν, δείξας ὅτι οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη.]

[*](p. 163a21)

Πάλιν ἐάν τις αἰτήσῃ τὸ ἐναντίον τῷ ἐξ ἀνάγκης συμ- βαίνοντι.

Εἴ τις αἰτήσει τὸ ἐναντίον τῷ ἐκ κειμένων ἐξ ἀνάγκης συμβαίνοντι, οἷον εἰ εἴη τὰ μὲν κείμενα ἡ ἡδονὴ κατὰ φύσιν, πᾶν δὲ τὸ κατὰ φύσιν ἀγαθόν· ἕπεται γὰρ ἐξ ἀνάγκης τούτοις τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι· ἂν δή τις τούτων κειμένων λάβῃ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, εἴη ἂν τὸ ἐναντίον λαβὼν τῶν κειμένων.

[*](p. 163a22)

Κἄν εἴ αὐτὰ μὲν μὴ λάβῃ τὰ ἀντικείμενα.

Πέμπτον δέ φησιν εἶναι τρόπον, εἴ τις αὐτὰ μὲν μὴ λάβοι τὰ ἀντικείμενα τοῦδε, τοιαῦτα δ’ αἰτήσαιτο δύο ἐξ ὧν ἔσται ἡ ἀντικειμένῃ κειμένη ἀντίφασις. ἔνεστι μὲν καὶ οὕτως ἀκοῦσαι ἱεῖ τις αἰτήσαιτο τοιαῦτά τινα δύο οἷς ἀκολουθεῖ ἀντίφασις’. τὸ δ’ ἡ ἀντικειμένη ἀντίφασις ἴσον ἐστὶ τῷ ‘κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι‘· οὐ γὰρ πᾶσα κατάφασις πάσῃ ἀποφάσει ἀντίκειται. οὐδὲν γὰρ διαφέρει τοῦ τὴν ἀντίφασιν αἰτῆσαι τὸ τοιαῦτα αἰτῆσαι οἷς ἡ ἀντίφασις ἕπεται. ἔνεστι δὲ ἀκοῦσαι τοῦ δύο συμπλοκῆς προτάσεων ἐξ ὧν συναχθήσεται ἡ ἀντίφασις.

Διαφέρει δὲ τὸ τἀναντία λαμβάνειν τοῦ ἐν ἀρχῇ, ὅτι ἐν μὲν τῷ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι πρὸς τὸ συμπέρασμα σκοποῦσι τὸ ἁμάρτημα εὑρίσκεται (ὃ γὰρ δεῖξαι δεῖ, τοῦτο αἰτεῖται ὁ ἐν ἀρχῇ αἰτούμενος), ὁ δὲ τὰ ἀντικείμενα αἰτῶν κατ’ αὐτὴν τὴν τούτων λῆψιν [*](4 ἐάν τις αἰτήσῃ (Arist.) — 6 εἴ τις αἰτήσει scripsi: inv. ord. libri τῷ] τὸ ΑΒ 4.5 ἐξ ἀνάγκης συμβαίνοντι aP Arist.: ἐξ ἀρχῆς ABD 6 αἰτήσαιτο aB: compend. Α τῳ] ras. 6 lit. P κειμένων] ἐκείνων Β 6. 7 ἐκβαίνοντι Α 7 τὰ μὲν κείμενα aAP: τὰ ἀντικείμενα Β: om. D ἡ D: om. aABP 8 γὰρ] δὲ Α τοῦτο Β 9 ἂν— εἶναι ADP: om. aB τις P (τ P1, ις P2): om. AD τούτων in ras. 8 lit. P2 λάβοιμεν Α 10 ἄν BP: δ’ ἄν a: om. AD 11 μὲν aP Arist.: om. ABD 12 πέμπτον — 13 ἀντικείμενα om. Β δέ φησιν εἶναι AD: φησὶ aP post μὲν add. φησὶ aP μὴ om. A λάβοι P Arist.: λάβῃ aAD(Au) 13 ταῦτα Α αἰτήσαιτο a Arist.: αἰτήσει BP2: αἰτήσοι D: αἰτήσῃ P1: compend. Α ἐστιν AD 14 post ἀντίφασις delevit ἶσον ἐστὶ τὸ κατάφασιν καὶ ἀπόφασιν αἱ ἀντικείμεναι (iliata e vs. 16) B 15 ante ἀντίφασις add. ἡ Β τὸ δ’ — ἀντίφασις om. P 16 ἴσως εἶναι AD τῷ aD: τὰ Α: τὸ BP κατάφασιν καὶ ἀπόφασιν Β αἱ aBP : om. AD 17 οὐδὲν — 18 ἕπεται post 15 ἀντίφασις transponenda censeo πάσης (compend.) ἀποφάσεως A : πάση καταφάσει Β 18 ἀπόφασιν aP τοιαῦτα AD: ταῦτα aBP ἡ om. aP 19 τοῦ P: τὸ aAD: τὰ Β ante δύο add. τοιαῦτα δ’ αἰτήσαιτο ᾐτήσατο P) aBP συμπλοκῆς scripsi: συμπλοκὰς libri συναχθήσεται BD : συναφθήσεται aP: om. Α 20 τὰ ἐναντία aABP itemque p. 582,1 διότι aP 21 τὸ prius D: om. aABP αἰτήσασθαι Β 22 τὰ ἁμαρτήματα aP 23 δὲ om. I) τούτου P : τοῦ λόγου a)

582
τὴν ἁμαρτίαν ποιεῖται· ἁμαρτία γὰρ ἐν λήψει προτάσεων τὸ τἀναντία ἀλλήλοις συγχωρεῖν τε καὶ λαμβάνειν.

[ἅλλως. Εἰς τὸ πάλιν εἴ τις αἰτήσαιτο. πέμπτος τρόπος ἐστίν, εἴ τις αἰτήσας λάβοι τὸ ἐναντίον τῷ ἐξ ἀνάγκης συμβαίνοντι, ἤγουν τῷ συμπεράσματι. οἷον εἴ τις συλλογισάμενος ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τοῦτο δὲ ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος, εἶτα λάβοι ὅτι καὶ θνητή. καὶ ἐάν τις δὲ μὴ λάβῃ τὰ ἀντικείμενα φανερῶς, ὡς ἐν τούτοις πᾶσιν εἴρηται, λάβῃ δὲ τοιαῦτα δύο, ἤτοι ποιητικὰ καὶ φθαρτικά τινων, ἐξ ὧν ἔσται ἡ ἀντικειμένη ἀντίφασις· οἷον ‘ἆρά γε τῷ μήκωνι οὐχὶ τὸ βόειον κρέας ὑγιεινόν ἐστι, φθαρτικὸν δὲ νόσου, ὥσπερ τῷ καχεκτοῦντι τὸ ἀνάπαλιν ; ὧν δὲ τὸ ποιητικὸν καὶ φθαρτικὸν ταὐτόν, καὶ αὐτὰ ταὐτά· ἔσται ἄρα ὑγεία καὶ νόσος ταὐτόν’. ὁρᾷς ὅπως οὐ φανερῶς ἔλαβε τὰ ἀντικείμενα ἀλλὰ συνεσκιασμένως τῷ λαβεῖν τοιαῦτα ἰσοδύναμα.]

[*](p. 163 a 29)

Πρὸς δὲ γυμνασίαν καὶ μελέτην τῶν τοιούτων λόγων.

ἐκθέμενος τοὺς τόπους, ἀφ’ ὧν εὐπορήσομεν τῶν πρὸς ἕκαστον πρόβλημα οἰκείων συλλογισμῶν, ὑποθέμενος δὲ καὶ τὴν προσήκουσαν χρῆσιν αὐτῶν ἑκατέρῳ, τῷ ἐρωτῶντι καὶ τῷ ἀποκρινομένῳ, ἐπὶ τούτοις ὀργανικά τινα πρὸς γυμνασίαν καὶ μελέτην τῶν διαλεκτικῶν λόγων παραδίδωσι. καὶ πρῶτον μὲν δεῖν φησιν ἐθίζεσθαι ἀντιστρέφειν τοὺς λόγους, τουτέστιν τοὺς συλλογισμούς· τούτῳ γὰρ ἐγγεγυμνασμένοι πρός τε τὸ προκείμενον πρόβλημα εὔποροι ἐσόμεθα, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους. καὶ ὑπομιμνήσκει ἡμᾶς τῆς συλλογισμῶν ἀντιστροφῆς, περὶ ἧς ἐδίδαξεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. ἔστι δὲ τὸ ἀντιστρέφειν συλλογισμὸν τὸ μεταλαβόντα τὸ συμπέρασμα, τουτέστι τὸ ἀντικείμενον * * * * * * τῇ λοιπῇ προτάσει συναγαγεῖν.

[*](p. 163 a 30)

Πρῶτον μὲν ἀντιστρέφειν ἐθίζεσθαι χρή.

Δείξαντες γὰρ ὅτι ὁ ἀντιστρέφων λόγος, ᾧ χρώμεθα, συλλογισμός ἐστι, δεδειχότες ἄν εἴημεν καὶ τοῦτον, ᾧ χρώμεθα, ὄντα συλλογισμόν, εἴ τι εἴη πρὸς αὐτὸν ὡς οὐ συλλογισμὸν ὄντα ἀμφισβητήσιμον. ἢ εἰ μὴ τοῦτόν τις [*](1 τὴν ἀμαβτίαν aBP: τρίτον ἁμάρτημα Α: ἁμάρτημα D ἁμαρτία] ἁμάρτημα A ante γὰρ add. μὲν Β 1. 2 ἀλλήλοις om. D 3 — 14 aN ἄλλως — αἰτήσαιτο om. N 3 post πέμπτος add. δὲ N 10 μίκωνι Ν —26 aP: om. ABD 15 ante πρὸς ras. 1 lit. P καὶ μελέτην a Arist.: om. P 18 post ἑκατέρῳ ras. 1 lit. P 24 ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλ.] c. 8 26 supple τοῦ συμπεράσματος λαβόντα, μετὰ μιᾶς τῶν κειμένων προτάσεων τὸ ἀντικείμενον 27 χρὴ ἐθίζεσθαι A(u) 28 ἀντιστρέφων ὁ P an <τῷ> ᾧ? 29 τοῦτον—ὄντα συλλογισμὸν scripsi: τοῦτο—ὄντι συλλογισμῷ libri τινι D 30 αὐτὸ Α οὐ AD: om. aBP τοῦτόν scripsi : τοῦτό libri)

583
συγχωροίη, μεταβάντες ἐπ’ ἐκεῖνον ἄν δεικνύοιμεν. ἢ πρὸς πᾶν τε τὸ δεικνύμενον εὐπορώτεροι ἐσόμεθα, πλείους ἀφορμὰς ἔχοντες πρὸς τὸ συλλογίζεσθαι, καὶ ἐν ὀλίγοις πολλοὺς ἐξεπιστησόμεθα λόγους, ὅτι ἕνα ἔχοντες συλ|λογισμὸν ἕξομεν δι’ αὐτοῦ συλλογισμοὺς τέσσαρας, ποτὲ μὲν [*](278) τὸ ἐναντίον τοῦ συμπεράσματος λαμβάνοντες ἐν τῇ ἀντιστροφῇ καὶ δύο συλλογισμοὺς ποιοῦντες ἐν] τῇ κατὰ x003E; τῶν προτάσεων προσλήψει, ποτὲ δὲ τὸ ἀντικείμενον καὶ πάλιν ἄλλους ποιοῦντες δύο.

[*](p. 163 a 32)

Τὸ γὰρ ἀντιστρέφειν ἐστὶ τὸ μεταλαβόντα τὸ συμπέρασμα μετὰ τῶν λοιπῶν ἐρωτημάτων.

<Τὸ μετὰ τῶν λοιπῶν ἐρωτημάτων> ἐστὶν ἀντὶ τοῦ ‘μετὰ τοῦ λοιποῦ ἐρωτήματος’, τουτέστι μετὰ μιᾶς τῶν κειμένων προτάσεων· ἐπεὶ δὲ καθ’ ἑκατέραν προσληφθεῖσαν τῶν κειμένων τῷ ἀντικειμένῳ τοῦ συμπεράσματος ἡ λοιπὴ ἀναιρεῖται, διὰ τοῦτο μετὰ τῶν λοιπῶν εἶπε.

[*](p. 163 b 4)

Παράλληλά τε παραβάλλειν ἐκλέγοντα.

Προστίθησί τε] τῷ προειρημένῳ, τῷ δεῖν ἐφ’ ἑκάστου προβλήματος γυμναζομένους εἰς ἑκάτερον ἐπιχειρεῖν, τὸ δεῖν παράλληλα τιθέντας ἐν ταῖς ἐκλογαῖς πρὸς τὴν αὐτὴν θέσιν ἐπιχειρεῖν, παρατιθέντας τοῖς κατασκευαστικοῖς ἐπιχειρήμασι τὰ ἀνασκευαστικά. τοῦτο γὰρ πρός τε τὸ βιάζεσθαι καὶ ἐλέγχειν πολλὴν εὐπορίαν ἔχει τῷ ἐπιχειρημάτων εὐπορεῖν εἰς ἀμφότερα τὰ μέρη, ἀλλὰ καὶ μεγάλην ἔχει βοήθειαν πάλιν τοῖς ἀποκρινομένοις πρὸς τὸ μὴ ἐλέγχεσθαι· ὁ γὰρ εὐπορῶν πρὸς τὰ ἀντικείμενα καὶ εἰς ἑκάτερα τῶν ἀντικειμένων φυλάττεται πρὸς τὴν [*](1 συγχωρεῖ AD ἐκείνων Α δεικνύοιμεν aP : δείκνυμεν ABD εἰ Α πᾶν τε scripsi: πάντα libri 1. 2 τὰ δεικνύμενα a 3 post καὶ add. εἰ P λόγους aP Arist.: om. ABD ὅτε Α 4 διὰ τούτου Β: ἐξ αὐτοῦ a 5 τῶ συμπεράσ D 6 ἐν ut e vs. 5 illatum delevi, μιᾶς i. e. ἁ addidi cf. ad vs. 11 7 καὶ om. P ποιοῦντα Α 8 τὸ γὰρ ἀντιστρέφειν ἐστὶ om. ABD τὸν pro altero τὸ P 10 τό— ἐρωτημάτων addidi ἐστὶν om. aP τοῦ prius om. P 11 ἐρωτή)ματος—προτάσεων, initium paginae, restituit P3 μιᾶς om. P3 11. 12 ἐπεὶ δὲ aP: ἐπειδὴ ΑΒ: ἐπεὶ D 12 ἑκατέραν scripsi: ἑκάτερον libri προσληφθεῖσαν DP: —σι Α: —σα Β: —είσης a τῶν κειμένων] τῶ κειμένω Α 13 λοιπὴ] μία P ἀναιρεῖ ante ras. P 14 παραλλήλων Α παραβάλλειν ἐκλέγοντα (ἐκλέγονται Α) ABD Arist.: ἐκλεκτέον aP(C) lemmati add. ex Arist. τὰ πρὸς τὴν αὐτὴν θέσιν ἐπιχειρήματα aP 15 τε delevi εἰρημένῳ Β τῷ alterum scripsi: τὸ libri 16 γυμναζομένους Α: γυμναζόμενον aBDP δεῖν omissum aut detritum iu P τιθέντας scripsi: τιθέναι libri 17 αὑτὴν θέσιν] ἀντάθεσιν Β post ἐπιχειρεῖν add. τε aB παρατιθέντας —χειρεῖν—18 ἐπιχει 18 ἐπιχει—restituit P3): —ες BD: —α a: παρατίθενται Α 19 ποιεῖ Arist. τῷ scripsi: τοῦ aABP: τῶν D ἐπιχειρημάτων D: ἐπιχειρεῖν aABP3 Χειρεῖν—εἰς restituit P3) 20 εὐπορεῖν D: εὔπορον BP3: εὐπόρως a: εὐπορεῖν—21 γὰρ om. Α ἀμφότερα D: ἑκάτερα aB: om. P 21 ἐλέγχθαι Β post γὰρ add. μὴ Β 22 ἑκάτερα aBP: compend. AD φυλάττεται a: φυλάττεσθαι ABDP)

584
τῶν ἀντικειμένων αὐτοῖς παράθεσιν· ἡ γὰρ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις φυλακὴ τοῦ δεικνυμένου διὰ τῆς εἰς τὸ ἀδύνατον ἐπιχειρήσεως.

[*](p. 163 b 9)

Πρός τε γνῶσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν.

Λέγει δὲ καὶ πρὸς τὴν τὴν τῆς ἀληθείας εὕρεσιν καὶ τὴν κατὰ φιλοσοφίαν φρόνησιν, ἥτις ἐστὶν ἡ τοῦ ἀληθοῦς ἐπιστημονικὴ γνῶσις, τὴν τοιαύτην παρασκευήν τε καὶ περὶ τὰ προβλήματα γυμνασίαν συντελεῖν. τοῦτο δὲ εἶπεν ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας ἐκτιθέμενος πρὸς τίνα καὶ πόσα χρήσιμος ἡ διαλεκτική. διὰ γὰρ τοῦ πρὸς ἀμφότερα εὐπορεῖν “ῥᾷον κατοψόμεθα τὸ ἀληθές τε καὶ ψεῦδος”· ὄργανον γὰρ οὐ μικρὸν πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἡ εἰς τὸ ἀντικείμενον ἐπιχείρησις· τῶν γὰρ ἐνδεχομένων εἰς ἑκάτερον μέρος ἐπιχειρηθῆναι γνωρίμων ὄντων ῥᾳδία ἡ τῶν ἀληθῶν εὕρεσις· ἐν τούτοις γὰρ ἀνάγκη καὶ τἀληθὲς εἶναι. δεῖ δέ, φησί, καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν εὐφυίας, καθ’ ἣν ἐπιβλητικὸς ἔσται καὶ κριτικὸς τοῦ ἀληθοῦς. καὶ ταύτην λ·έγει εἶναι εὐφυίαν· εὐφυοῦς γὰρ τὸ οἰκειοῦθαι μὲν πρὸς τἀληθὲς ἀποστρέφεσθαι δὲ τὸ ψεῦδος. ὁ δὲ τοῦτο ἔχων ἔχει καὶ τὸ κρίνειν τἀληθὲς δύνασθαι καλῶς. οἱ δὲ ῥᾳδίως μέν τισι παρακολουθοῦντες καὶ μανθάνοντες, ὁμοίως δ’ ἔχοντες πρὸς πάντα τὰ μαθήματα οὐκ ἂν κυρίως εὐφυεῖς λέγοιντ’ ἄν τῷ μὴ ἔχειν τὸ κριτικὸν ἐν αὑτοῖς, ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυία.

[*](p. 163 b 15)

Εὖ γὰρ φιλοῦντες καὶ μισοῦντες τὸ προσφερόμενον εὖ κρινοῦσι.

Γουτέστι τῶν προσφερομένων, εἴτε μαθήματά τινα εἴη εἴτε καὶ ἄλλα τινά, τὰ μὲν ἄξια εὐπορεῖσθαι καὶ φιλεῖν προαιρούμενοι τὰ δὲ μὴ τοιαῦτα ἀποστρεφόμενοι καὶ μισοῦντες εὖ τε τοῦτο ποιοῦσι καὶ εἰσὶ κριταὶ ἀγαθοί.

[*](p. 163 b 17)

Πρός τε ἰὰ πλειστάκις ἐμπίπτοντα τῶν προβλημάτων.

ἐπεὶ τῶν προβλημάτων ἐστί τινα καὶ συνήθως αἰτούμενα καὶ ἐπιπολάζοντα καὶ πολλάκις ὑπὸ τῶν πλείστων ζητούμενα, φησὶ δεῖν ἔχειν πρὸς [*](1 αὐτοῦ A τὰ ἀντικείμενα Α : τὸν ἀντικείμενον B 2 immo ἀπαγωγῆς 3 — 19 aP: om. ABD 3 post κτὰ add. τὴν P 6 fort, ταὐτὸ; an post εἶπεν addendum καὶ? 7 ἐν τῷ πρώτῳ] c. 2 8 εὐπορεῖν a: διαφορεῖν P ῥᾷον scripsi cf. p. 101 a 35: ῥᾴδιον aP 11 ὄντων om., ut videtur, P 13 εὐφυΐας] immo εὐστοχίας, propter vs. 14 14 εὐφυοῦς — 24 Suidas sub v. εὐφυΐα 16 an οἱ γὰρ? ῥᾳδίως a Suid.: βραδέως P 19 αὑτοῖς a: αὐτοῖς P Suid. 20 — 24 post p. 585, 13 habent ABD 20 εὖ—22 τουτέστι] καὶ Suid. φιλοῦνται—μισοῦνται Α προφερόμενον Ppr. 22 προφερουμένων P οὔτε μαθημάτων Α τινα om. D: ταῦτα Suid. καὶ om. AB ἄλλα ex ὅλα, ut videtur, corr. P2 23 ἄξια ABD Suid.: ἐξ αὐτῶν aP αἰρούμενοι Suid. 24 ἀγαθοὶ κριταί Suid. 25 συμπίπτοντα D 26 συνήθη aA 26. 27 ἐπιπολλάζοντα AP (λλά P3) 27 πλειστάκις aP ἔχειν] ἐπιχειρεῖν D)

585
γὰρ οὐκ ἀπορήσομεν ἐν ταῖς συνουσίαις ταῖς περὶ αὐτῶν ἐπιχειρημάτων. περὶ δὲ τῶν πρώτων θέσεων λέγοι ἂν ‘περὶ τῶν ἀρχῶν’· αὗται γὰρ πρῶται θέσεις, καὶ περὶ τῶν τοιούτων προβλημάτων ἐξεπίστασθαι x003E; λόγους. τοῦτο δέ, ἐπεὶ χαλεπὸν εἰς τὰ τοιαῦτα ἐπιχειρημάτων εὐπορεῖν· δεῖ γὰρ ἢ διὰ πρώτων ἢ δι’ ἐνδόξων ταῦτα δείκνυσθαι· ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι περὶ τῶν τοιούτων χαλεπόν. ἤτοι οὖν λέγει ὅτι διὰ τοῦτο δεῖ πρὸς τὰς τοιαύτας θέσεις παρασκευάζειν λόγους τινάς, ὅτι ἀπορήσουσι πρὸς ταύτα ἀποκρίσεων οἱ ἐρωτώμενοι, διὸ οἱ παρεσκευασμενοι πρὸς ταύτα λόγους ῥᾳδίως ἄν περιγένοιντο τῶν ἀποκρινομένων, ἢ καθόλου ἀξιοῖ πρὸς τὰς τοιαύτας θέσεις ἔχειν τινὰς λόγους παρεσκευασμένους, ἐπεὶ δύσκολος ἡ περὶ αὐτῶν ἐπιχείρησίς τε καὶ ἀπόκρισις, ἵν’, ἂν δέῃ ποτὲ ὑπέχειν ἡμᾶς περὶ αὐτῶν | λόγον, μήτε ἐπιχειρήματος μήτε ἀποκρίσεως ἀπορῶμεν.

[*](279)[*](p. 163 b 20)

Ἕτι τε ὅρων εὐπορεῖν δεῖ.

Δεῖ, φησί, καὶ ὅρων εὐπορεῖν τὸν διαλεκτικὸν καὶ ἔχειν προχείρους ὅρους καὶ τῶν ἐνδόξων καὶ τῶν πρώτων· διὰ γὰρ τῶν ὁρισμῶν τῶν ἀρχῶν οἱ τῶν μετὰ τὰς ἀρχὰς συλλογισμοί. τοῦτο δὲ οὐ μόνον τῷ διαλεκτικῷ ἀλλὰ καὶ τῷ ἀποδεικτικῷ ἀναγκαῖον· τῷ γὰρ γεωμέτρῃ ἀναγκαῖον πρῶτον εἰδέναι τί γραμμή, τί γωνία· διὰ γὰρ τούτων αἱ ἑξῆς ἀποδείξεις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

[*](p. 163 b 22)

Πειρατέον δὲ καὶ εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ ἄλλοι λόγοι.

Δεῖ, φησί, καὶ ταῦτα πρόχειρα ἔχειν εἰς ἃ πλειστάκις ἐμπίπτουσιν οἱ λόγοι. λέγοι δ’ ἄν τοῦτο περὶ τῶν κοινῶν τόπων· εἰσὶ γὰρ τινες κοινοὶ τόποι, οἳ πρὸς πάντα τὰ γένη τῶν προβλημάτων εἰσὶ χρήσιμοι, οἷον οἱ ἀπὸ τῶν συστοίχων καὶ τῶν πτώσεων καὶ γενέσεων καὶ φθορῶν καὶ τοῦ μᾶλλον καὶ ἧττον. τοὺς δὴ τοιούτους λόγους ἀξιοῖ [*](2 post αὐτῶν add. τῶν a 4 δεῖ ex Arist. addidi 6 ἢ δι’ ἐνδόξων ἢ διὰ πρώτων D post διὰ add. τῶν Α δι’ DP: δ’ a: om. ΑΒ τὸ om. a 6. 7 ἀποκρίνασθαι Α (??) 7 λέγοι Β ὅτι D: om. aABP 8 παραθ D 9 fort, utrobique ταύτας ἀποκρίσεως D παρασκευαζόμενοι ABD 10 λόγους scripsi: λόγοι libri περιγίνοιντο AP ἢ] εἰ P 11 ἔχειν om. Β 12 αὐτὸν Α ἵν’ a: om. ABDP δὲ ἡ ΑΒ post ποτὲ add. μὲν Β ὑπερέχειν Α ἡμᾶς om. P 13 λόγους περὶ αὐτῶν A ἀπορῶμεν P1: ἀπορεῖ P3 16 τῶν alterum om. Β 18. 19 τὸ γὰρ γεωμετρίαν Α: om. aP 19 εἰδέναι (??) aABP: τιθέναι, sed ante πρῶτον, D γωνία] γυμνὰ Α τούτων γὰρ A 20 αἱ ἑξῆς δ΄ ἀποδείξεις aP: ἑξῆς ἄπο Α: ἕξει ἀποδείξεις Β: ἔξεισιν εἰς τἀς ἀποδείξεις D δὲ om. aP κἀπὶ A 21. 22 οἱ ἄλλοι λόγοι BDP Arist.: οἱ λόγοι Α: οἱ διάλογοι a(Cu) 22 lemmati add. ex Arist. κατέχειν a: διακατέχειν P 23 καὶ ταῦτα δεῖ φησι A 26 οἱ D: om. aABP τῶν alterum om. aP: ante γενέσεων transponere malim γενῶν A)

586
προχείρους ἔχειν ὡς πολλάκις χρησίμους· ὥσπερ γὰρ ἐν γεωμετρίᾳ πρὸ ἔργου τὸ περὶ τὰ στοιχεῖα γεγυμνάσθαι πρὸς τὰς τῶν ἄλλων θεωρημάτων δείξεις. κεφαλισμοὺς δὲ λέγει τοὺς τῶν πρώτων ἀριθμῶν τῶν μέχρι δεκάδος πολλαπλασιασμούς· διὰ γὰρ τῆς περὶ τούτων γυμνασίας καὶ οἱ τῶν ὑστέρων καὶ μειζόνων καὶ ὁμοίων αὐτοῖς πολλαπλασιασμοὶ κατὰ μετάβασιν γνωρίζονται· ἀπὸ γὰρ τοῦ δὶς δύο τέσσαρα γνωρίζεται ὁ δὶς εἴκοσι τεσσαράκοντα καὶ ὁ εἰκοσάκις εἴκοσι τετρακόσια καὶ ὁ διακοσιοντάκις εἴκοσι τετρακισχίλια, καὶ ἑξῆς ὁμοίως.

[*](p. 163 b 28)

Καθάπερ γὰρ ἐν τῷ μνημονικῷ μόνον οἱ τόποι τεθέν τες.

Τόπους τινὰς καὶ ἐν τῷ Περὶ μνήμης καὶ ὕπνου καὶ τῆς καθ’ ὕπνους μαντικῆς παρέθετο, δι’ ὧν ἔστιν ἀναμιμνήσκεσθαι καὶ ἀπὸ τῶν ἐναντίων καὶ ἀπὸ τῶν ὁμοίων καὶ ἀπ’ ἄλλων πολλῶν. ὡς οὗν ἐπ’ ἐκείνων αὐτοὶ οἱ τόποι γνωριζόμενοι, ἀφ’ ὧν οἷόν τε ἀναμιμνήσκεσθαι, αἴτιοι τοῦ ἀναμιμνήσκεσθαι ἡμῖν γίνονται (εἰδότες γὰρ ὅτι δι’ ἐναντίων φέρε εἰπεῖν, εὐθὺς εἰς τὸ ἐναντίον τῶν εἰρημένων μεταβάντες ἀπομιμνησκόμεθα τούτου, ἀπὸ πικροῦ γλυκέος, ἀπὸ λευκοῦ μέλανος, ἀπὸ ψύχους καύματος), ὡς οὖν ἐπὶ τοῦ ἀναμνηστικοῦ καὶ ἐπὶ τοῦ διαλέγεσθαι συλλογιστικώτερον ποιεῖ ἡ τῶν κοινῶν τόπων γνῶσις· ἅμα γὰρ τοῦ τόπου τῇ γνώσει συνεισάγεται καὶ ὁ [τοῦ] δι’ αὐτοῦ γινόμενος συλλογισμός. ἔτι τῷ ὡρισμένους . εἶναι τοὺς τόπους, ἀφ’ ὧν ἐπιχειρήσομεν, εὐπορήσομεν συλλογισμῶν, οὐ καθ’ ἕκαστον πρόβλημα οἰκείας ἀφορμὰς ζητοῦντες ἀλλὰ τοῖς κοινοῖς πρὸς πάντα χρώμενοι. ἔτι δὲ λέγων περὶ αὐτῶν φησι δεῖν προτάσεως κοινῆς μᾶλλον ἢ συλλογισμοῦ μνημονεύειν, πρότασιν κοινὴν τὸν τόπον λέγων· κοινὴ γὰρ πρότασις ὁ τόπος. διαιρουμένων τῶν πραγμάτων οἷς ἁρμόζεται, διαμνημονεύειν] τῶν οἰκείων ἑκάστῳ προβλήματι συλλογισμῶν. ὁ μὲν γὰρ συλλογισμὸν εἰδὼς πρὸς ἐκεῖνο μόνον εὐπορεῖν δύναμιν ἔχει τὸ πρόβλημα οὗ τὸν συλλογισμὸν ἔχει, ὁ δὲ κοινὴν πρότασιν ἔχων καὶ πρὸς ἄλλα. οἷον ὁ μὲν εἰδώς, ὅτι εἰ τὸ ὑγιεινὸν ἀγαθόν, τὸ νοσῶδες κακόν, ἀλλὰ μὴν τὸ [*](1 προχείρους ΑΒ: προχείρως aDP 2 τὰ στοιχεῖα aP Arist.: στοιχεῖα Α: στοιχείου Β: στοιχείων D προγεγυμνάσθαι aP 3 κεφαλισμοὺς—8 Suidas sub v. κεφαλισμός δὲ om. a ἀριθμοὺς A 4 τῶν om. Α πολλαπλασιασμός a περὶ om. AD 4. 5 γυμνάσεως Α 5. 6 αὐτοῖς πολλαπλασιασμοὶ] οἶς et οἱ in ras. P2 6 κατὰ iterat B τοῦ om. P τέσσαρες D: δ΄ Β 6. 7 γνωρίζονται Β post γνωρίζεται add. καὶ Α 7 εἰκοσάκις εἰκοσάκις Α τετρακόσια] τετράς P 8 ὁ AD Suid. : om. aBP διακοσοντάκις Β τετράσχι P 9 — 587,7 aP: om. ABD —καύματος (16) Suidas sub v. μνήμη 11 παρέθετο (cf. p. 452 a 13 sq.)] οἱ παλαιοὶ . . . . θέντο Δ cf. Praef. τῶν a Suid.: om. P 12 πολλῶν aP: τινῶν Suid. αὐτοὶ οἱ scripsi cf. vs. 9: inv. ord. aP 14 εἰπὼν P 15 τὸ εἰρημένον τῶν ἐναντίων Suid. 16 ὡς scripsi: ὃ aP 18 τοῦτό που a; de collocatione τοῦ τόπου τῇ cf. p. 549,27 19 τοῦ delevi τῷ a: τοὺς P ὁρισμοὺς P, έν superscr., supra υ del. P3 20 post ἐπιχειρήσομεν add. ἡ P 22 πάντα scripsi: πάντας aP 24 post διαιρουμένων add. τε a 25 διαμνημονεύειν delevi 26 ἐκείνω Ppr., corr. ut videtur P1 27 καὶ πρὸς ἄλλα a: om. P)

587
πρῶτον, καὶ τὸ δεύτερον ἄρα· ἔχει γὰρ συλλογισμόν, ἀλλὰ περὶ τῶν εἰρημένων μόνον· ὁ δὲ τὸν τόπον εἰδὼς τοῦ ἱεῖ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ’ συλλογισμὸν μὲν οὐκ ἔχει, ἀρχὴν δὲ καὶ ἀφορμὴν συλλογισμῶν, οὐ μόνον τοῦ προκειμένου· οὐ γὰρ μόνα ταῦτα ἐναντία. τὰς δὲ ἀρχὰς ὑποθέσεις λέγει, ὅτι μὴ δι’ ἀποδείξεως τίθενται. ἐπεὶ δὲ χαλεπὸν τὸ κἄν μετρίως ἀρχῆς εὐπορῆσαι δεῖ μνημονεύειν τῶν τοιούτων προτάσεων αἵ εἰσιν ἀρχαὶ τῶν προβλημάτων.

[*](p. 163 b 34)

Ἕτι τὸν ἕνα λόγον πολλοὺς ποιεῖν ἐθιστέον.

Καὶ τοῦτο ἀκόλουθον τῷ προειρημένῳ περὶ τῶν τόπων, τῷ ἐθίζειν αὑτὸν ἀντὶ τῶν καθ’ ἕκαστα προτάσεων καὶ προσεχῶν προσέχειν τινὶ καθόλου· τὴν γὰρ καθόλου πρότασιν πολλῶν ἀρχὴν γίνεσθαι συλλογισμῶν· πρὸς γὰρ ἕκαστον τῶν ὑπὸ τὸ καθόλου χρήσιμος ἡ τοιαύτη πρότασις. καὶ ἔστι τὸ νῦν λεγόμενον ἴσον τῷ ἐν τῷ πρώτῳ εἰρημένῳ τόπῳ “ληπτέον δὲ ὅτι μάλιστα καθόλου πρότασιν, καὶ τὴν μίαν πολλὰς ποιητέον.” ποιεῖσθαι δὲ ἀξιοῖ τὰς μεταβάσεις ἀπὸ τῶν κειμένων ἐπὶ τὰ καθολικώτερα ἀδήλως καὶ κεκρυμμένως· οὕτως γὰρ συγχωρηθήσεται, εἰ μὴ εἰς τὰ ἐγγὺς καὶ παρακείμενα καὶ | ὀλίγον ἀπέχοντα μεταβαίνει τις ἀλλ’ εἰς τὰ πλεῖστον [*](280) ἀπέχοντα τῶν ἐν τῇ συγγενείᾳ τούτων περὶ ὧν <ἂν> ὁ λόγος ᾖ.

[*](p. 163 b 36)

Ἔσονται δὲ δυνατοὶ τῶν λόγων οἳ μάλιστα καθόλου τοῦτο πάσχειν δύνανται.

ὸ ἕνα πολλοὺς ποιεῖν δύνασθαί φησι γίνεσθαι ἐπὶ τῶν μάλιστα καθόλου· ὅσῳ γὰρ κοινοτέρα καὶ καθολικωτέρα ἡ πρότασις, τοσοῦτον εἰς πλείονα διαιρεῖσθαι δύναται. ὁ γὰρ λαβὼν καθόλου ὅτι μή ἐστι μία πλειόνων ἐπιστήμη, ἔχει διὰ τούτου καὶ ὅτι μὴ τῶν ἀντικειμένων· [*](1 γὰρ fortasse delendiim 2 τὸν εἰ malim 2. 3 καὶ—ἐναντίω P: om. a 3 ἀρχὴν scripsi cf. vs. 11: ἀρχὰς aP 5 λέγει a: λέγουσιν P ἐπεὶ a: ἔτι P μετρίως τρίως ex Arist. scripsi: μετρίας aP 8 πολλὸν Α 9 ἀκολούθως Α : ἀκολουθεῖ D τῶν τόπων BP: τὸν τόπον aAD τῷ alterum scripsi: τὸ, sed ante περὶ, libri 10 αὐτὸν a: αὐτὸν ABDP post ἀντὶ add. τοῦ Β καθέκαστον Β προσεχῶν προσέχειν scripsi: προσεχῶν ABD: προσέχειν aP 11 τὴν γὰρ καθόλου a: om. ABDP πρότασιν πολλῶν aBP: προτάσσειν ἄλλων AD ἀρχὴν scripsi: ἀρχὴ a: ἀρχὰς BD: ἀρχῶν P: compend. Α συλλογισμῶν aA : συλλογισμοῦ BDP 12 τὸ om. Α: τοῦ P 13 νῦν τὸ D ἐν τῷ πρώτω] c. 14 p. 105 b 31 προτέρω D 14 προτάσεις Β 15 καθόλου Α 16 εἰ μὴ aA : εἰ μὴ γὰρ Β: εἰ γὰρ μὴ DP 16. 17 τὸ—περικείμενον Α 17 μεταβαίνει BD: μεταβαίνη A: μεταλαμβάνοι a: μεταλαμβάνει P 18 τῶν ἐν om. Α συγγε) νείᾳ—19ἔσονται, prima paginae verba, restituit P3 ἂν addidi ἡ A: εἴη aBDP3 19 ἔσσονται P3 δὲ a Arist.: om. ABDP δυνατὸν τὸν λόγον A 20 δύνανται om. Arist. (sed add. ABf, ante καθόλου u) 21 τὸ om. aP πολλοὺς post δύνασθαι collocat D: πολλὰ Α γίνεσθαι AD: γίνεται aBP τρ τρ 22 κοινό—καθολικώ D εἰς ΑBD: ἐπὶ aP 23 ὅτι om. Β μή] μία Α 24 ἔχει om. aP τούτου BD: τοῦτο aAP μηδὲ a)

588
τοῦτο δ’ ἔχων πάλιν ἔχει καὶ ὅτι τῶν πρός τι οὐκ ἔστι μία ἐπιστήμη καὶ τῶν ἐναντίων, ἀλλὰ καὶ τῶν συστοίχων· καὶ γὰρ ταῦτα ὑπὸ τὸ προκείμενον καθόλου.

[*](p. 164 a 3)

Δεῖ δὲ καὶ τὰς ἀπομνημονεύσεις καθόλου ποιεῖσθαι.

Ἄξιοί, κἄν ὁ προσδιαλεγόμενος ἐπὶ μέρους τιθῇ τι, οἷον ὅτι ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία ἐπιστήμη, αὐτὸν ἐκλαβόντα καθόλου αὐτοῦ μνημονεύειν λέγοντα ‘οὐκοῦν τῶν ἀντικειμένων οὐ φὴς εἶναι μίαν ἐπιστήμην;’· οὕτως γὰρ ἐξέσται πρὸς πολλὰ κεχρῆσθαι τῷ λόγῳ λέγοντι ‘οὐ μόνον ἄρα τῶν ἐναντίων οὐδὲ τῶν πρός τι’, ὅτι εἰ ἐπί τινων φανείη τῶν ἀντικειμένων οὖσα μία ἐπιστήμη, ἀναιρεῖσθαι δόξει τὸ τεθειμένον. ὁμοίως δὲ ἀξιοῖ ποιεῖν καὶ ἐν τῇ ῥητορικῇ · καὶ γὰρ τὸ ἐνθύμημα συλλογισμὸς ῥητορικός ἐστι. δεῖ οὖν, φησί, καὶ ἐνταῦθα τὸν λόγον τὸν καθόλου πειρᾶσθαι λαμβάνειν. ἐπιχειροῦντα μὲν οὖν χρὴ μεταφέρειν ἐπὶ τὰ καθόλου τὰς ἀποκρίσεις· οὕτω γὰρ ῥᾴδιον ἡ τῶν τιθεμένων ἀνασκευή. ἀποκρινόμενον δὲ καὶ ὑπέχοντα λόγον καὶ παριστάμενόν τινι συλλογιζόμενον περὶ αὐτοῦ φεύγειν δεῖ τὸ καθόλου ποιεῖσθαι τοὺς συλλογισμούς· οὕτω γὰρ τὰς ἀφορμὰς πλείονας τῶν πρὸς τὰ λεγόμενα ἀφαιρεθήσεσθαι τοὺς † ἀνασκευάζοντας τὸ ὑπ’ αὐτῶν πειρωμένους.

[*](p. 164 a 7)

Ἀεί τε δεῖ σκοπεῖν τοὺς λόγους, εἰ ἐπὶ πλειόνων κοινῶν διαλέγονται.

Δεῖ, φησί, τοὺς γινομένους συλλογισμοὺς ἐπισκοπεῖν, εἰ καθόλου προτάσεις ἔχουσι καὶ ἐπὶ τῶν καθόλου διαλέγονται· τᾶς γὰρ συλλογισμὸς ἢ ἀμφοτέρας ἢ τὴν ἑτέραν καθόλου ἔχει πρότασιν.

[*](p. 164 a 12)

Τῶν ἐπακτικῶν πρὸς νέον.

Ἐπειδὴ τὰ μερικὰ μᾶλλον αὐτῷ γινώσκονται, ἐξ ὧν ἡ ἐπαγωγή.

[*](p. 164 a 16)

Ὅλως δὲ ἐκ τοῦ γυμνάζεσθαι διαλεγόμενον πειρατέον.

Καθόλου φησὶ δεῖν ἀπὸ τῶν συνουσιῶν τῶν διαλεκτικῶν καὶ γυμναστικῶν πειρᾶσθαι ἀπομνημονεύειν ἤτοι συλλογισμόν τινα ἢ [εἴ] τινα καλῶς [*](1 ἔχων om. Α ὅτι καὶ Β καὶ alterum AD: οὐδὲ a: om. Β: periit in P 2 τῶν συστοίχων AD: ὅτι τῶν συστοίχων οὐκ ἔστι μία ἐπιστήμη aBP 3 — 22 aP: om. ABD 4 τιθῇ τι scripsi: τίθησιν aP —ον ὅτι ὑγιει— restituit P3 7 immo χρῆσθαι λόγῳ λέγοντι scripsi: λόγῳ a: λέγοντι P 8 φανείη scripsi: φανῇ aP 9 —ειμένον periit in P: fortasse τιθέμενον 11 τὸν alterum deiendum censeo 12 post καθόλου delevit τὰς ἐπιθυμήσεις P 13 an ῥᾷον? 13. 14 ἀποκρινομένου — ὐπέχοντος P 14 παριστάμενον] μένον periit in P συλλογιζόμενον P: συλλογιζομένῳ a 15 τοῦ conicio 16. 17 ἀνασκευάζειν τὸ ὑπ’ αὑτὸ (scil. τὸ καθόλου) conicio 20 γενομένους a 23. 24 a: 24 N: om. ABDP 25 τούτου Β πειρατέον om. a τινα alterum scripsi: εἴ τις libri)

589
λεγομένην πρὸς ἐρωτώμενόν τινα λόγον λύσιν ἢ πρότασίν τινα προτεινομένην καλῶς ἢ ἔνστασιν πρὸς πρότασιν. παραφυλάττειν δὲ ἀξιοῖ καὶ τὰ γινόμενα ἁμαρτήματα ὑφ’ ἡμῶν αὐτῶν ἢ ὑπ’ ἄλλων, καὶ παρὰ τί ἐγένετο, εἰ καλῶς ἠρώτησεν ἢ εἰ μὴ καλῶς, ὅπως τὰ μὲν μεμνῆσθαι τὰ δὲ φυλάττεσθαι ἐθιζώμεθα· ἐκ γὰρ τοῦ τὰ τοιαῦτα παραφυλάττεσθαι ἡ διαλεκτικὴ δύναμις περιγίνεται, ἧς χάριν καὶ τὴν ἀρχὴν γυμναζόμεθα.

[*](p. 164 b 2)

Καὶ μάλιστα περὶ τὰς προτάσεις καὶ ἐνστάσεις.

Δεῖν φησι μάλιστα περὶ τὰς προτάσεις * * * μνημονεύοντα καὶ ἀθροίζοντα, προτάσεις μέν, ἐπειδὴ διὰ τούτων αἱ ἐρωτήσεις τε καὶ ἐπιχειρήσεις, ἐνστάσεις δέ, ἐπειδὴ διὰ τούτων αἱ ἀποκρίσεις· τοῦ δὲ διαλεκτικοῦ ἔργον ἐρώτησίς τε καὶ ἀπόκρισις. εἰπὼν δὲ διαλεκτικὸν εἶναι τὸν προτατικὸν καὶ ἐνστατικόν, προστίθησι τί ἔργον ἐστὶ τοῦ καλῶς προτείνοντος καὶ τοῦ καλῶς ἐνισταμένου.

[*](p. 164 b 8)

Οὐχ ἅπαντι δὲ διαλεκτέον, οὐδὲ πρὸς τὸν τυχόντα γυμναστέον.

Εἰπὼν πῶς δεῖ γυμνάζεσθαι καὶ διὰ τίνων <καὶ τίνων> χάριν, ἐπὶ τούτοις καὶ τὸ μέγεθος, ὁποῖον χρὴ τὸν διαλεκτικὸν ἔχειν, δείκνυσι διὰ τοῦ ἀξιοῦν αὐτὸν μὴ πρὸς πάντας διαλέγεσθαι μηδὲ πρὸς τὸν τυχόντα γυμνάζεσθαι. καὶ τὴν αἰτίαν λέγει· συμβαίνει γὰρ πρὸς ἐνίους φαύλους γίνεσθαι τοὺς λόγους. ὅτι γὰρ ἐριστικῶς ἀποκρινόμενοι οἱ προσδιαλεγόμενοι παραβαίνοντες τὰ ἔνδοξα καὶ ἐκ παντὸς τρόπου πειρώμενοι τοῖς διαλεγομένοις ἐνίστασθαι, ἀκόλουθον μέν ἐστι καὶ τοὺς ἐπιχειροῦντας ἐκ παντὸς τρόπου πειρᾶσθαι συλλογίζεσθαι τὸ προκείμενον· ἐκφέρονται [*](1 λεγομένην aP: — η B: — ου D: compend. Α λόγον aA: λόγου BDP τινα om. Β 1. 2 προτεινομένου Α 2 post πρότασιν add. ἔτυχεν ἀποδούς a πάρα superscr. Β δὲ ἀξιοῖ] δεξιοῖ Α 3 ὐπ’ ADP: ὑπὸ Β: ἀπ’ a εἰ alterum superscr. Β 5 ἐθιζόμεθα ΑΒ τὰ alterum om. aP 6 παραφυλάττειν aP παραγίνεται aP καὶ ABD Arist.: ἢ καὶ (καὶ add. P2) τὰς aP (καὶ τὰς Cuf) 9 δεῖν φησι μάλιστα A: μάλιστα φησὶ aDP: μάλιστα δέ φησι Β supple σπουδάζειν καὶ τὰς ἐνστάσεις post προτάσεις add. δεῖ aP, δεῖν BD ἀπομνημονεύοντα Β 10 ἐπεὶ Β αἱ om. Α τε om. Α 11 τοῦ aBP: τοῦτο AD δὲ om. Β 12 ante ἔργον add. ἔργου Β δὲ om. D 13 προτίθησι Β ἐστὶ] ἐπὶ Β 14 τοῦ καλῶς scripsi: τοῦ κακῶς aABP: καλῶς, sed post ἐνισταμένου, D 15 ἅπαντα Β διαλεκτέον AD Arist.: διαλεκτικὸν B: om. aP 17 δεῖ om. ΑΒ διὰ om. aP τίνα Α καὶ τίνων addidi 18 supra μέγεθος scriptum μέτρον P3 ἔχειν ante χρὴ collocat Β 19 τοῦ AD: τὸ aBP 21 λέγεσθαι Α ὅτε conicio ἐριστικῶς ex ὁριστικῶς corr. D1: ἐραστικῶς Β 21. 22 οἱ προσδιαλεγόμενοτ aP: καὶ οἱ διαλεγόμενοι AD: ὅλως διαλεγόμενοι Β 22 πειρώμενοι—24 τρόπου om. Β 23 ἐνί— in ras, 3 — 4 lit. D1 καὶ AD: om. aP)

590
δὲ καὶ οἱ γυμναζόμενοι πρὸς τοὺς τοιούτους εἰς τὸ ἀγωνιστικὰς ποιεῖσθαι τὰς συνουσίας. τοῦτο δὲ οὐκ εὔσχημον ποιεῖν · τὸ γὰρ ἐρίζειν τε καὶ σοφίσμασι χρῆσθαι οὐδαμῶς οἰκεῖον τῷ διαλεγομένῳ· τὸ γὰρ διαλέγεσθαι| ἢ διὰ τῶν ἐνδόξων γυμνάζεσθαι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν [*](281) τὴν ἀναφορὰν ἔχει. διὸ τοῦτο φυλασσόμενον δεῖ μὴ πρὸς πάντα κοινολογεῖσθαι, ἀλλὰ κατὰ τὴν ἀρχὴν κρίνειν εἰ ἄξιοι κοινωνίας, ὅπως μὴ προπετῶς καθέντες ἑαυτοὺς ἀναγκαζώμεθα παραβαίνειν τὸ οἰκεῖον ἔργον ἁμιλλώμενοι τοῖς χείροσιν.

[*](p. 164 b 16)

Δεῖ δὲ καὶ πεποιημένους ἔχειν λόγους πρὸς τὰ τοιαῦτα.

Φθάνει μὲν ἤδη πως περὶ τούτου εἰρηκέναι, λέγει δὲ καὶ νὺν. ἀξιοῖ δὲ δεῖν ἑτοίμους καὶ πεποιημένους λόγους ἔχειν καὶ διὰ μνήμης πρὸς τὰ τῶν προβλημάτων τοιαῦτα ἃ χρήσιμά ἐστι πρὸς πολλά. τοιαῦτα δ’ ἄν εἴη τὰ μάλιστα καθόλου· ἔχοντες γὰρ τοὺς περὶ τούτων συλλογισμοὺς χρῆσθαι αὐτοῖς πρὸς πάντα τὰ ὑπ’ αὐτὰ δυνάμεθα. καὶ πρότερον δὲ εἶπεν· ἐλαχίστων δὲ εὐπορήσαντες, <ἐξ> ὧν ὁ τοῦ καθόλου προβλήματος συλλογισμός, πρὸς πλεῖστα λόγους χρησίμους ἕξομεν. καὶ διότι οὐ ῥᾴδιον περὶ τῶν καθόλου προτάσεων ἐκ τοῦ παρὰ πόδας εὐπορεῖν λέγειν, διὰ τὸ διὰ καθολικῶν γίνεσθαι τὸν περὶ τοῦ καθόλου συλλογισμόν, μὴ εἶναι δὲ ῥᾴδιον τοιούτων εὐπορεῖν προτάσεων, διὰ τοῦτο ἀξιοῖ περὶ τῶν τοιούτων προτάσεων ἔχειν λόγους παρεσκευασμένους. οἷον τὸ μίαν εἶναι τῶν ἀντικειμένων ἐπιστήμην οὐ ῥᾴδιον μὲν συλλογίζεσθαι· συλλογι- σθέντι μέντοι αὐτῷ ἔνεστι χρῆσθαι καὶ ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καὶ ὅτι τῶν πρός τι καὶ ὅτι τῶν λοιπῶν, καὶ πάλιν δὲ καθ’ ἕκαστον τῶν ὑπὸ ταῦτα. διὸ χρὴ λόγον τινὰ ἔχειν περὶ τοῦ προβλήματος ὄντος καθοδὲ [*](1 a: γὰρ ABDP τὸ] τὰς A post ἀγωνιστικὰς add. καὶ σοφισματώδεις a: non habuit P, in quo inter ἀγωνι— et —εῖσθαι 5 — 6 lit. perierunt 2.3 τὸ—διαλεγο—] fere 50 lit. perierunt in P 3 οὐδαμῶς D: οὐδαμοῦ aAB 4 τῶν superscr. Β 5 διὸ D: διὰ aABP3 διὰ—πάντα restituit P3) 5. 6 κοινονολογεῖσθαι P 6 post ἀλλὰ add. πάντα aB κρίνων Β ἄξιος a: ἀξιοῖ P 6. 7 προπετοῦς Α —πετῶς—ἀναγκαζώμεθα] 20 lit. perierunt in P 7 ἀναγκαζώμεθα ABD: ζώμεθα a ἔργον a: ἧττον BP: om. AD 9 ante λόγους add. τοὺς ΑΒ 10 ἤδη D: δὴ aABP τούτων A: τουτ P 12 τὰ τοιαῦτα τῶν προβλημάτων Arist. ἐστι om. Β 13 μάλιστα] κοινὰ καὶ Β καθόλου om. Α 14 ἅπαντα aBP αὐτὰ aA: αὑτοῦ BDP δυνάμενα Β 15 ἐλαχίστων δὲ] ἐν οἶς ἐλαχίστων Arist. ἐξ addidi προβλήματος om. D 16 λόγους ABD: om. aP Arist. 17 περὶ] παρὰ Α ἐκ τοῦ aADP (q): ἐκ τῶν Arist.: om. Β εὐπορεῖν Α: εὑρεῖν aBDP 18 λέγει D: compend. Α: fort. λόγων cf. ad vs. 24 διὰ καθολικῶν AD: καθολικὸν aBP τὸν om. D 18 et 19 παρὰ Α τῶν — συλλογισμῶν D 19 δὲ om. P: δὴ Α προτάσεων om. aP 20 ἔχειν post παρεσκ. A λόγους παρεσκευασμένους D: inv. ord. aBP: λόγον παρεσκευασμένον Α τὸ superscr. Β 21 ante ἐπιστήμην add. τὴν aP 21. 22 συλλογισθέντος BD: συλλογίσθέντις P 22 αὐτῶ AP: αὐτῶν a: αὐτοῦ D: compend. Β χρήσασθαι AD 23 πάλιν ABD: τἄλλα aP 24 ὐπ’ αὐτά aBP λόγον scripsi: λέγει aDP: λέγειν Β: om. A τινὰ post χρὴ collocat Β, post ἔχειν D)

591
ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη· τὰ δ’ ἀντικείμενα τοιαῦτα. ὅτι δὲ τῶν μὴ δυναμένων συνυπάρχειν ἀλλήλοις ἡ αὐτὴ ἐπιστήμη, οὕτως δείκνυσιν· ἐπιστήμης ἴδιον τὸ εἰδέναι τὸ ὑπάρχον τινί· τῆς αὐτῆς δὲ καὶ τὸ μὴ ὑπάρχον ἅμα ἐκείνῳ εἰδέναι· οὕτως γὰρ εἴσεται τὴν αὐτοῦ τοῦ ὑπάρχειν τινί.

[*](1 παρεσκευασμένον scripsi: παρεσκευασμένα libri 2. 3 τὰ δ’—ἐπιστήμη om. Β 4 τὸ (post ἴδιον) om. Α εἰδέναι post τινί collocant AD ὑπάρχειν (post τὸ) D τῆς αὐτῆς Δ cf. Praef.: ταύτῃ aAP: τοῦτο B: ταύτην D 5 post ἅμα add. ἐπ᾿ ABD οὕτως γὰρ iterat D γὰρ om. Α εἴσεται aAP: ἔσται Β: έσται εἴσεται εἰ in ras. 3 lit.) D αὐτοῦ om. D τοῦ om. P τινί e vs. 4 illatum suspicor; fort. αἰτίαν Τῶν εἰς τὰ τοπικὰ Ἀριστοτέλους ὑπομνημάτων τέλος subscr. a: τέλος σὺν θεῶ τοῦ ὀγδόου βιβλίου τῶν ἀλεξάνδρου ἀφροδισιέως ἐξηγήσεων εἰς τὰ τοπικὰ ἀριστοτέλους D: Τέλος σὺν θεῷ τῶν εἰς τὰ Ἀριστοτέλους τοπικὰ τοῦ Ἀλεξάνδρου ὑπομνημάτων P: om. ΑΒ)