In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

Ἡ λογική τε καὶ συλλογιστικὴ πραγματεία ἡ νῦν ἡμῖν προκειμένη, ὑφ’ ἣν ἥ τε ἀποδεικτικὴ καὶ ἡ διαλεκτική τε καὶ πειραστικὴ ἔτι τε καὶ ἡ σοφιστικὴ μέθοδος, ἔστι μὲν ἔργον φιλοσοφίας, χρῶνται δὲ αὐτῇ καὶ ἄλλαι τινὲς ἐπιστῆμαι καὶ τέχναι, ἀλλὰ παρὰ φιλοσοφίας λαβοῦσαι· ταύτης γὰρ ἥ τε εὕρεσίς ἐστι καὶ ἡ σύστασις καὶ ἡ πρὸς τὰ κυριώτατα χρῆσις. οὖσα δὲ ἔργον αὐτῆς τοῖς μὲν καὶ μέρος φιλοσοφίας εἶναι δοκεῖ, οἱ δὲ οὐ μέρος ἀλλ’ ὄργανον αὐτῆς φασιν εἶναι. οἱ μὲν οὖν μέρος αὐτὴν λέγοντες ἠνέχθησαν ἐπὶ τοῦτο, διότι ὥσπερ περὶ τὰ ἄλλα, ἃ ὁμολογεῖται πρὸς ἀπάντων μέρη φιλοσοφίας εἶναι, ἡ φιλοσοφία καταγίνεται ἔργον ποιουμένη τήν τε εὕρεσιν αὐτῶν καὶ τὴν τάξιν τε καὶ σύστασιν, οὕτω δὴ καὶ περὶ τὴν πραγματείαν τήνδε. οὖσα δὲ ταύτης ἔργον οὐδετέρου τῶν λοιπῶν τῆς φιλοσοφίας μερῶν μόριόν ἐστιν οὔτε τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ· ἄλλο γὰρ τό τε ὑποκείμενον ταύτῃ κἀκείνων ἑκατέρᾳ καὶ διαφέρουσα ἡ πρόθεσις καθ’ ἑκάστην αὐτῶν, οἷς τε διαφέροντα ἐκεῖνα ἀλλήλων ἀντιδιαιρεῖται ἀλλήλοις, τούτοις καὶ ἡ μέθοδος αὕτη ἑκατέρας ἐκείνων διαφέρουσα εὐλόγως ἄν ἀντιδιαιροῖτο αὐτοῖς. καὶ γὰρ τῷ ὑποκειμένῳ διαφέρει ἐκείνων ἀξιώματα γὰρ καὶ προτάσεις τὰ ὑποκείμενα ταύτῃ) καὶ τῷ τέλει καὶ τῇ προθέσει· ἡ γὰρ ταύτης πρόθεσις τὸ διὰ τῆς ποιᾶς τῶν προτάσεων συνθέ- [*](1 Titulus non satis constat; inscripsi ex optimi libri Β, qui deficit initio p. —13,11, tertii capitis titulo et subscriptione: Ἀλεξάνδρου ἀφροδισιέως ὑπόμνημα εἰς τὸ περὶ ἀναλύσεως συλλογισμῶν ἀριστοτέλους ἀναλυτικῶν προτέρων πρώτου; Ἀλεξάνδρου Ἀφροδισιέως ὑπόμνημα εἰς τὰ πρῶτα ἀναλυτικά inscribit LM: Ἀλεξάνδρου τοῦ ἀφροδισιέως εἰς τὸ τῶν τοῦ Ἀριστοτέλους προτέρων ἀναλυτικῶν πρῶτον ὑπόμνημα a: periit titulus in Κ 3 post συλλογιστικὴ 3 — 4 lit. evanuerunt in Κ; multae quoque aliae lit. in prima huius libri pag. evanuerunt, quae est usque ad συμβαίνει τοῖς μέρος (p. 2,22) 4 καὶ om. a ἡ (ante διαλεκτική) L: om. aKM 6 post ἐπιστῆμαι add. τε a 8 εἶναι φιλοσοφίας a 10 περὶ aKM: ἐπὶ L ἃ om. L 12 ante σύστασιν add. τὴν aL 15 ταύτης LM κἀκείνῳ a ἑκατέρα a: ἕτερα KLM 18 ἀντιδιαιρεῖται om. ἄν a 17 διαφέρουσα a 20 συνθέσεως τῶν προτάσεων a)

2
σεως ἐκ τῶν τιθεμένων τε καὶ συγχωρουμένων ἐξ ἀνάγκης τι συναγόμενον [*](2r) δεικνύναι, ὃ οὐδετέρας ἐκείνων τέλος.

Οἱ δὲ μὴ μέρος αὐτὴν ἀλλ’ ὄργανον φιλοσοφίας εἶναι λέγοντες οὔ φασιν αὔταρκες εἶναι πρὸς τὸ μέρος εἶναί τι τέχνης τινὸς ἢ ἐπιστήμης τὸ τὴν τέχνην ἢ τὴν ἐπιστήμην καὶ περὶ ἐκεῖνο καταγίνεσθαι τὸ μόριον ὁμοίως ὡς καὶ περὶ ἕκαστον τῶν ἄλλων μερῶν αὐτῆς, περὶ ἃ πραγματεύεται· κρίνεται γὰρ τὸ μέρος οὐκ ἀπὸ τῆς περὶ αὐτὸ σπουδῆς τε καὶ πραγματείας μόνης, ἀλλ’ ὅταν προσῇ τούτῳ τὸ καὶ τὸ τέλος αὐτοῦ καὶ τὴν σύστασιν μὴ πρὸς ἄλλο τι τῶν, περὶ ἃ καὶ αὐτὰ ἡ αὐτὴ ἐπιστήμη πραγματεύεται, τὴν ἀναφορὰν ἔχειν μηδὲ ἐκείνου χάριν ζητεῖσθαί τε καὶ συνίστασθαι. τὸ γὰρ ἐπ’ ἄλλων τινῶν χρείαν τῶν ὑπὸ τὴν αὐτὴν ἐπιστήμην ἢ τέχνην ὄντων τὴν ἀναφορὰν ἔχον οὔτ’ ἂν ἀντιδιαιροῖτο δεόντως ἐκείνοις, ὧν χάριν ἐστί τε καὶ γίνεται, οὔτ’ ἄν μέρος ὁμοίως ἐκείνοις εἴη ὄν τούτων χάριν· τὸ γὰρ ἐπί τινα τὴν ἀναφορὰν ἔχον καὶ οὗ τὸ τέλος ὡς πρὸς τὴν ἄλλων εὕρεσίν τε καὶ σύστασιν συντελοῦν διὰ τοῦτο σπουδάζεται ὄργανον ἐκείνων. ὡς γὰρ ἐπὶ τῶν διαφερουσῶν τεχνῶν τὸ τέχνης τινὸς ἔργον ἄλλης τινός ἐστιν τέχνης ὄργανον τῷ τὴν ἀναφορὰν ἔχειν τὸ τέλος αὐτοῦ πρὸς χρείαν τῶν γινομένων ὑπὸ τῆς τέχνης, ἧς ἐστιν ὄργανον, οὕτως εἰ καὶ ἐπὶ τῆς αὐτῆς ἐπιστήμης ἢ τέχνης γινόμενά τινα τήνδε τὴν τάξιν ἔχοι πρὸς ἄλληλα, ἔσται τὸ μὲν ὄργανον αὐτῶν τὸ δὲ προηγούμενον ἔργον τε καὶ μέρος· οὐδὲ γὰρ ἡ σφῦρα καὶ ὁ ἄκμων ὄργανον κωλύεται τῆς χαλκευτικῆς εἶναι, διότι αὐτῆς ἐστιν ἔργα. ἔτι δὲ συμβαίνει τοῖς μέρος αὐτὸ φιλοσοφίας λέγουσι τὸ φιλοσοφίας μέρος ὄργανον λέγειν εἶναι τῶν ἄλλων ἐπιστημῶν τε καὶ τεχνῶν, ὅσαι πρὸς τὴν τῶν οἰκείων κατασκευήν τε καὶ σύστασιν συλλογισμοῖς τε καὶ ἀποδείξεσι χρῶνται· χρῶνται γὰρ αὐτοῖς, οὐ μὴν ὡς μέρεσιν οἰκείοις· οὔτε γὰρ τῶν διαφόρων ἐπιστημῶν οἷόν τε ταὐτὸν εἶναι μέρος, οὔτε τις ἐκείνων περὶ τὴν σύστασιν αὐτῶν καὶ τὴν εὕρεσιν πραγματεύεται, ὥστε εἶεν ἄν αὐτοῖς ὡς ὀργάνοις χρώμεναι. εἰ δὲ τοῦτο, ἀρχιτεκτονικωτέρα δὲ ἀεὶ τέχνη τε καὶ ἐπιστήμη ἡ πρὸς τὸ οἰ|κεῖον ἔργον χρωμένη ἔργῳ καὶ τέλει [*](2v) τινὸς τέχνης τῆς τὸ ἴδιον ἔργον ἐπὶ τὴν ταύτης χρείαν ἀναφερούσης, ὡς ἔχει χαλινοποιητικὴ μὲν πρὸς ἱππικήν, ναυπηγικὴ δὲ πρὸς κυβερνητικήν, εἶεν ἄν καὶ φιλοσοφίας ἕτεραι τελεώτεραι κατ’ αὐτοὺς ἐπιστῆμαί τε καὶ τέχναι, ὧν ὄργανον τὸ ταύτης μέρος. εἰ δὲ μὴ πᾶσαν λέγοιεν τὴν λογικὴν πραγματείαν πρὸς τὴν εὕρεσίν τε καὶ σύστασιν τῶν κατὰ φιλοσοφίαν ζητουμένων τὴν ἀναφορὰν ἔχειν ἢ τῶν κατ’ ἄλλην ἐπιστήμην ἢ τέχνην τινὰ [*](1 τεθειμένων L 7 κρίνεσθαι a : κρῖνε . . . Κ τε om. K 8 τούτου a 9 αὐτὰ LM: αὐτὴ a: αὐτὴ an αὐτὸ? Κ 13 τε aK: om. LM ἐκείνοις οὐ L ὡς om. a 15 τούτων Κ post ἐκείνων add. ἐστιν a 17 τέχνης ἐστὶ L τῷ τὴν ὄργανον om. a 18 εἰ om. KM 19 ἢ KLM: καὶ a ἔχοι LM: ἔχει a: evan. Κ 20 αὐτοῦ Κ 22 συμβαίνει om. L 23 λέγει L εἶναι λέγειν collocant aK τε om. a 24 ὅσοι L τε (post συλλογισμοῖς) om. Κ 26 οἷόν τε LM: οἴονται aK 27 τὴν (post περὶ) om. Κ 30 τέχνης om. L τῆς τὸ ἴδιον ἔργον om. LM 33 τὸ aKM: τὰ (?) L 34 τὴν om. a 35 ἡ (ante τέχνην) KLM: τε καὶ a)

3
θεωρουμένων τε καὶ ζητουμένων, ἀλλ’ εἶναί τινα ἐν αὐτῇ θεωρούμενά τε [*](2v) καὶ ζητούμενα, ἃ πρὸς οὐδέν ἐστι χρήσιμα, πρῶτον μὲν συγχωρήσουσιν εὐλόγως ὑπὸ τῶν ἀρχαίων, οἳ μέχρι τῆς χρείας προήγαγον τὴν λογικὴν πραγματείαν, ὄργανον αὐτὴν ἀλλὰ μὴ μέρος λέγεσθαι. εἶτα δὲ καὶ κατ’ αὐτοὺς τὸ μὲν χρήσιμον αὐτῆς ἐστιν ὄργανον, τὸ δὲ οὐ χρήσιμον ἔσται μέρος ὅν. εἰ δὲ τὸ χρήσιμον βέλτιόν τε καὶ πλείονος σπουδῆς τε καὶ πραγματείας ἄξιον, καὶ κατ’ αὐτοὺς ἔσται τὸ μὲν βέλτιον τῆς λογικῆς μόριον ὄργανον φιλοσοφίας τε καὶ τῶν ἄλλων ἐπιστημῶν τε καὶ τεχνῶν, τὸ δὲ ἐλάττονος σπουδῆς ἄξιον μέρος. καίτοι τὸ ὄργανον ἐν πᾶσι τοῦ ὡς μέρους ἔργου δευτέραν χώραν ἔχει. ἔτι εἰ σπουδάζοιτο ὡς γυμνάσιον τῆς διανοίας πρὸς τὴν εὕρεσιν τῶν ἐν τοῖς μέρεσι τῆς φιλοσοφίας ζητουμένων, καὶ οὕτως ἄν τὴν τοῦ ὀργάνου χώραν ἔχοι. εἰ δὲ διὰ τὴν τῆς ἐν αὐτοῖς ἀληθείας νῶσιν, μόριον ἄν γίγνοιτο τῆς θεωρητικῆς· ἐκείνης γὰρ ἡ γνῶσις τέλος. τί δὲ τὸ καλὸν ἔχουσα ἡ τῶν ἀχρήστων κατὰ τὴν λογικὴν μέθοδον θεωρία σπουδῆς ἄν ἀξιοῖτο ὡς. οὖσα τῆς φιλοσοφίας μέρος; τὰ γὰρ σπουδῆς ἀξιούμενα δεόντως ἢ ἐπ’ ἄλλα τινὰ τὴν ἀναφορὰν ἔχει, ἅ ἐστι δι’ αὑτὰ αἱρετά, ἢ ἐν αὑτοῖς ἔχει τὸ τῆς σπουδῆς ἄξιον· οὐ γὰρ ἡ παντὸς καὶ ἡ τοῦ τυχόντος γνῶσις φιλοσοφίας ἀξία ἔνια γοῦν ἄμεινον ἀγνοεῖσθαι), ἀλλ’ ἡ τῶν θείων τε καὶ τιμίων, ταῦτα δέ ἐστιν, ὧν ἡ φύσις δημιουργὸς τέχνη τις οὖσα θεία· τὸ γὰρ θεωρεῖν καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος δῆλον ὡς ἔστι περὶ τὴν τῶν θείων ὄψιν τε καὶ γνῶσιν· σημαίνει γὰρ τὸ ὁρᾶν τὰ θεῖα. διὸ καὶ τὴν θεωρητικὴν φιλοσοφίαν ἐπιστήμην φαμὲν εἶναι θείων τε καὶ τῶν φύσει γινομένων καὶ συνεστώτων· ἡ γὰρ τῶν τοιούτων γνῶσις δι’ αὑτὴν σπουδῆς ἀξία. ἔνθα δὲ τὰ θεωρούμενα μήτε ἐπ’ ἄλλα τὴν ἀναφορὰν ἔχει μήτε ἐν αὑτοῖς τερπνόν τι καὶ τίμιον, ἡ τούτων νῶσις οὖσα παντάπασι περιττὴ οὐδ’ ἄν οἰκεία φιλοσοφίας εἴη οὖσα ματαιοπονία τις· παντὸς γὰρ μᾶλλον οἰκεῖον φιλοσόφου τὸ μηδὲν εἰκῇ ὡσπεροῦν μὴ πράττειν οὕτως δὲ μηδὲ θεωρεῖν, ἀλλ’ ἔχειν ὅρον ὁμοίως τῇ πράξει καὶ τὴν θεωρίαν. οὐ γὰρ ὅμοια τὰ κατὰ γεωμετρίαν, ὡς οἴονταί τε καὶ παραβάλλουσι, τῷ τῆς διαλεκτικῆς ἀχρήστῳ μέρει· πρῶτον μὲν γὰρ οὐδὲ γεωμετρία τῆς κυρίως λεγομένης φιλοσοφίας μέρος, ὥς φασιν αὐτοί· ἔπειτα δὲ ἀστρολογία μόριόν πως οὖσα τῆς γεωμετρίας περὶ θείων τε καὶ φυσικῶν οὐσιῶν [*](1 τε om. L 3 μέχρι χ in τ corr. man. rec.) προήγαγον τῆς χρείας M: τῆς om. a 4 καὶ om. a 6 εἰ δὲ . . . πλείονος om. LM πράγματος M 8 τε post φιλοσοφίας om. a τεχνῶν τε καὶ ἐπιστημῶν a 10 ἔχει χώραν L post εἰ add. μένα 11 τὴν om. a 12 τῆς M (corr.?): τοῖς KL: om. a γένοιτο a τῆς om. L 15 γὰρ om. LM 16 ἔχειν L (ante ἃ et ante τὸ) αὐτὰ libri 17 αὐτοῖς libri ante παντὸς add. τοῦ a 18 γοῦν KLM: οὖν a 19 ἡ (ante τῶν) aKM: ἢ L τε om. L ταῦτα aLM: τοιαῦτα Κ ἔσται a 20 post δῆλον add. ἐστιν a 22 διότι L 24 αὐτὴν KLM post ἄλλα add. τινὰ a 25 μηδὲ L τερπνόν a: περιττόν KLM 26 οἰκείας L 27 φιλοσόφου L: φιλοσοφία aKM 28 οὐτῶ L δὲ KLM: δὴ a μηδὲ scripsi: μήτε libri ἀλλὰ M ὅμοιον L τῇ θεωρίᾳ a 29 οἴονταί τε καὶ aKM: οἷόν τε L 31 κυρίας aKL post δὲ add. καὶ ἡ a 32 πως om. L ante θείων add. τῶν L)
4
ποιεῖται τὴν θεωρίαν, ὧν ἡ γνῶσις ἐν αὑτῇ τὸ καλὸν καὶ τίμιον ἔχει. [*](2v) πρὸς δὲ τούτοις πάμπολλά ἐστ·ι τῶν ἀπὸ γεωμετρίας πρὸς φιλοσοφίαν χρήσιμα, δι’ ἃ εἰκότως σπουδάζεται· τό τε γὰρ μὴ περὶ αἰσθητῶν μόνων τὸν λόγον ποιεῖσθαι ἀλλὰ περὶ τῶν ἐκπεπτωκότων τε τὴν αἴσθησιν καὶ νοητῶν χρησιμώτατον τῇ κατὰ φιλοσοφίαν θεωρίᾳ, εἴ γε αἱ ἀσώματοί τε καὶ νοηταὶ οὐσίαι πρῶταί τε καὶ τιμιώτεραι τῶν αἰσθητῶν, ὧν ὁ φιλόσοφος θεωρητικός. ἔτι ἡ γεωμετρία ἐκ νέων προσεθίζει περὶ γραμμῶν καὶ ἐπιπέδων καὶ στερεῶν ἰδίᾳ περὶ ἑκάστου διδάσκουσα τὸν λόγον ποιεῖσθαι, ὧν οὐδέν ἐστιν αἰσθητόν· τό τε <γὰρ> διαιρεῖν ἀπ’ ἀλλήλων τῷ λόγῳ τὰ διαφέροντα μὲν ἀλλήλων κατ’ οὐσίαν τῇ μέντοι ὑποστάσει τε καὶ ὑπάρξει μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι ἀναγκαιότατον πρὸς τὴν φιλόσοφον θεωρίαν· τάς τε γὰρ ἀρχὰς τῶν φύσει συνι|σταμένων, αὗται δέ εἰσιν [*](3r) ὕλη τε καὶ εἶδος, οὕτως λαμβάνει· ἀχώριστα γὰρ τῇ ὑποστάσει ταῦτα ἀλλήλων καὶ οὐ δυνάμενα θάτερον αὐτῶν εἶναι χωρὶς θατέρου. ἀλλὰ καὶ τὰς τῶν νοητῶν διαφορὰς καὶ τὸν ἀριθμὸν τῶν γενῶν, οἷς πάντα τὰ ὄντα ὑποτάσσεται, διὰ τοῦ τῷ λόγῳ χωρίζειν τὰ συγκεχυμένα ποιεῖται, ἐπεὶ τά τε ἐννέα γένη ἐν ὑποκειμένῃ τῇ οὐσία ἐστὶ καὶ οὐ δύναται χωρὶς αὐτῆς ὑποστῆναι. καὶ πρὸς τούτῳ δὴ οὕτως ἀναγκαία ἦν ἡ γεωμετρία καὶ χρήσιμος, ἐθίζουσα χωρὶς μὲν περὶ γραμμῆς λέγειν ὡς φύσεως τινος οὔσης καθ’ αὑτήν, χωρὶς δὲ περὶ ἐπιπέδου καὶ στερεοῦ, ὧν οὐδὲν ἔξω τοῦ φυσικοῦ σώματος οἷόν τε ὑποστῆναι. ἔτι δὲ συλλογισμοῖς τε καὶ ἀποδείξεσι πρὸς τὰς τῶν προκειμένων αὐτῇ δείξεις χρωμένη προσεθίζει καὶ ἐν τοῖς κατὰ φιλοσοφίαν μὴ ταῖς μυθώδεσι φλυαρίαις ἐπακολουθοῦντας πιστεύειν περὶ τῶν προκειμένων ἀλλ’ ἀποδείξεις αὐτῶν ἀπαιτεῖν καὶ μόνα ἡγεῖσθαι πιστὰ τὰ ἐξ αὑτῶν γνώριμα ἢ δι’ ἀποδείξεως τεθέντα. καὶ ἀναλογίαις δὲ καὶ συμμετρίαις χρῆται πρὸς τὰς τῶν οἰκείων δείξεις, δι’ ὧν πολλὰ καὶ τῶν κατὰ φιλοσοφίαν δείκνυται, ὧν οὐδὲν οἷόν τε παρὰ τῆς ἀχρήστου διαλεκτικῆς συντελοῦν εἰς φιλοσοφίαν λαβεῖν. διὸ καὶ ὡς παντάπασιν ἄχρηστός τε οὖσα καὶ περιττὴ δικαίως ἄν τῆς φιλοσόφου θεωρίας ἐξορίζοιτο. οὐκ ἐπεὶ δὲ ὄργανον καὶ οὐ μέρος φιλοσοφίας ἡ ἀναλυτική, διὰ τοῦτο ἐλάττονός ἐστιν ἡμῖν σπουδῆς ἀξία· ἡ γὰρ σπουδὴ τῶν ὀργάνων τῇ τῶν γινομένων ἢ δεικνυμένων δι’ αὐτῶν ἀξίᾳ κρίνεται. πλείστου δὲ τὰ κατὰ φιλοσοφίαν ὄντα ἄξια δι’ ἀποδείξεως δείκνυται· τά τε γὰρ ἄλλα τὰ ἐν φιλοσοφίᾳ πάσης ἄξια σπουδῆς καὶ πρὸ τῶν ἄλλων ἡ θεωρία τε καὶ [*](1 αὐτῇ libri 2 ante γεωμετρίας add. τῆς a 3 post περὶ add. τῶνa a μόνον aKL 5 αἱ om. L 6 τε om. aL 7 ἔτι aKM aKM: ἔστιν L προσερεθίζει a 8 ante ἰδία add. καὶ a τὸν λόγον διδάσκουσα L 9 γὰρ a: om. KLM 10 κατ’ LM: κατὰ τὴν aK τῇ μέντοι aKM: τὰ μὲν τῇ L 11 ἀναγκαιότερον a 12 θεωρίαν superscr. Κ φύσεων L 14 δυνάμενον M itemque sed corr. L αὐτῷ a 17 ὑποκειμένῳ a ἐστὶ LM: εἰσὶ aK οὐ δύνανται LM: ἀδύνατα aK 18 ἀναγκαῖα. οὕτως a 19 ἐχθίζουσα L 20 ἑαυτήν L 22 κειμένων aK προσερεθίζει a 23 ταῖς om. a 24 αὐτὸν L 25 αὐτῶν libri τεθέντων L 26 πολλαὶ a 28 ἄχρηστόν L 29 τῆς aKL: τοῦ (?) M 30 ὄργανον δὲ a 31 ἐστιν om. aK post ἡμῖν add. ἔσται a 32 πλείστων, ut videtur, Κ 34 post πάσης add. πλείστης a)
5
ἡ γνῶσις τῆς ἀληθείας· οἰκειοτάτη τε γὰρ τοῖς ἀνθρώποις ἡ ἀλήθεια καὶ [*](3r) μέγιστον ἀγαθόν. καὶ ὅτι μὲν οἰκειοτάτη, δῆλον ἐκ τοῦ ὥσπερ τῶν ἄλλων ζῴων ἑκάστῳ ἐστί τι οἰκεῖόν τε καὶ κατὰ φύσιν, τῷ μὲν τὸ τρέχειν, τῷ δὲ τὸ ἵπτασθαι, τῷ δὲ τὸ θηρᾶν, ἄλλῳ δὲ τὸ φυλάττειν, τῷ δὲ τὸ ἀχθοφορεῖν καὶ ἄλλῳ ἄλλο, οὕτως καὶ τῷ ἀνθρώπῳ οἰκεῖόν τε καὶ κατὰ φύσιν εἶναι ἐπιστήμην τε καὶ θεωρίαν· “πάντες γὰρ ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει“, οὗ σημεῖον τό τε τῶν αἰσθήσεων ταύτας προτιμᾶν, αἳ πλείονος αὐτοῖς γνώσεως εἰσιν αἴτιαι, καὶ τὸ εὐθὺς ἐκ νέων φιληκόους τε καὶ· φιλομύθους εἶναι· τὰ γὰρ παιδία σπουδάζει περὶ τὴν τῶν μύθων ἀκρόασιν, καίτοι μηδὲν ἄλλο παρὰ τὴν γνῶσιν αὐτῶν ἐκ τῶν μύθων λαμβάνοντα, καὶ κρίνεταί γε τὰ εὐφυέστερα αὐτῶν τῇ σπουδῇ τῇ περὶ τὴν τῶν μύθων ἀκρόασιν, ὡς οὔσης κατὰ φύσιν τοῖς ἀνθρώποις τῆς ἐπιστήμης τε καὶ γνώσεως. ἔτι δὲ ἐκ τοῦ τῇ τοῦ ἀληθοῦς γνώσει μάλιστά τε καὶ φανερώτατα τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον διαφέρειν· τῶν μὲν γὰρ ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων ἔστιν ἴχνη τινὰ εὑρεῖν καὶ ἐν τοῖς ἀλόγοις ζῴοις τὰ μὲν γὰρ αὐτῶν ἀνδρείας μετέχειν δοκεῖ, τὰ δὲ σωφροσύνης, τὰ δὲ δικαιοσύνης, ἤδη δέ τινα αὐτῶν καὶ φρόνιμα εἶναι προσυπείληπται, τὰ δέ τινα ἐλευθέρια, ὡς ἔνεστι μαθεῖν ἐκ τῆς Περὶ ζῴων ἱστορίας Ἀριστοτέλει γεγραμμένης ἐν βιβλίοις πλείοσιν), ἀληθείας δὲ καὶ τοῦ θεωρητικοῦ νοῦ παντάπασιν ἄγευστα τυγχάνει. ἀλλὰ καὶ μέγιστον τῶν ἀνθρωπίνων ἀγαθῶν ἡ θεωρία· “ἀλήθεια γὰρ πάντων μὲν ἀγαθῶν θεοῖς ἡγεῖται, πάντων δὲ ἀνθρώποις”. εἰ γάρ τι δεῖ περὶ τῶν ὑπὲρ ἡμᾶς ἀποφαίνεσθαι, οὐκ ἄλλην τινὰ τοῖς θεοῖς ἐνέργειαν ὑπάρχειν παρὰ ταύτην ὑποληπτέον· τὸ γὰρ κατά τινα τῶν ἄλλων ἀρετῶν αὐτοὺς ἐνεργεῖν λέγειν οὐδαμῶς ὁμολογούμενον, εἴ γε περὶ πάθη μὲν αἱ ἀρεταὶ τούτων οὖσαι μετρητικαὶ καὶ ταῦτα ῥυθμίζουσαι, ἀπαθὲς δὲ τὸ θεῖον. ἔτι δὲ αἱ μὲν ἠθικαὶ ἀρεταὶ μετὰ προαιρέσεως· ἐδείχθησαν γὰρ ἕξεις οὖσαι προαιρετικαί· ἀλλὰ μὴν ἡ προαίρεσις ὄρεξίς ἐστι βουλευ|τική, ἡ δὲ βουλὴ περὶ τῶν βουλευτῶν, βουλευόμεθα δὲ [*](3v) περὶ τῶν ἐφ’ ἡμῖν ἀδήλων δέ, πῶς ἀποβήσεται· περὶ δὲ τῶν κατὰ τὰς ἐπιστήμας οὐδεὶς βουλεύεται. εἰ τοίνυν μηδὲν ἐν τοῖς θεοῖς τῶν ὑπ’ αὐτῶν γινομένων ἄδηλον, πῶς ἀποβήσεται, οὐδ’ ἄν βουλευτόν τι ὲν αὐτοῖς εἴη· εἰ δὲ μὴ τοῦτο, οὐδὲ βουλή, εἰ δὲ μὴ βουλή, οὐδὲ προαίρεσις, εἰ δὲ μὴ προαίρεσις, [*](1 ἡ (ante γνῶσις) om. a οἰκειοτάτη τε aK: οἰκειότατον LM 2 οἰκειότατον M 3 ἑκάστῳ ζῴων L 4 ἱππᾶσθαι Κ ἄλλω KLM : τῷ a 5 post οὕτως add. δὲ a 6 “πάντες . . . φύσει”] Metaphys. I 1 p. 980 a 22 7 αἰσθητῶν Κ 8 αὐτῆς a τὸ aKM: τῶν L νέου a 10 post ἀκρόασιν add. ὡς οὔσης κατὰ φύσιν τοῖς ἀνθρώποις τῆς γνώσεως (12. 13) a itemque om. τῆς γνώσεως Κ αὐτῶν om. L 13 τοῦ (post τῇ) LM: τῆς a: om. Κ τε (post μάλιστα) aKM: δὲ L 14 φανερωτάτη L ἄλλων LM: ἀλόγων aK 16 ἀνδρείας αὐτῶν aK 17 τὰ δὲ δικαιοσύνης om. LM προσυπείληπται a: προείληπται KLM 18 ἐλεύθερα a ἔνεστι KLM: ἔστι a Περὶ ζ. ἱ.] I 1 p. 488 b 12 sq. 19 γεγραμμένοις a 21 “ἀλήθεια . . . ἀνθρώποις“] Plat, leg. V3 p. 730B post μὲν add. τῶν M 23 ὑπάρχειν om. a 24 post ὁμολογούμενον add. αὐτοὺς L 27 γὰρ om. L 29 ἄδηλον a περὶ δὲ . . . ἀποβήσεται (31) om. a 31 πῶς ἀποβήσεται om. LM βουλευτέον M εἴη aKM : εἶναι L)
6
οὐδ’ ἀρετὴ τοιαύτη. τοῖς μέν οὖν θεοῖς συνεχής τε καὶ ἀδιάλειπτος ἡ [*](3r) τῆς ἀληθείας θεωρία· τοῖς δὲ ἀνθρώποις συνεχῶς μὲν οὐχ οἷόν τε κατ’ αὐτὴν ἐνεργεῖν· πολλαὶ γὰρ αἱ κατὰ τὸν βίον περιστάσεις, αἷς συγκεκλήρωνται, αἱ ἀπάγουσαι αὐτοὺς τῶν τιμιωτέρων· οὐ μὴν ἀλλὰ ἐφ’ ὅσον οἷός τέ ἀνακύψας ἀνακύψας ἀπὸ τῶν παθῶν τε καὶ τῶν ἀνθρωπίνων περιστάσεων κατὰ τὴν θείαν τε καὶ δικαίως καλουμένην θεωρίαν ἐνεργεῖ ὁρῶν τὰ τιμιώτατα. ὅταν δὴ κατὰ ταύτην τὴν δύναμιν τῆς ψυχῆς ἐνεργῇ ὁμοίας ἐνεργείας ἐνεργῶν θεοῖς, ὁμοιοῖτ’ ἂν αὐτοῖς. εἰ δὴ τὸ θεῷ ὁμοιοῦσθαι μέγιστον ἀγαθὸν ἀνθρώπῳ, τοῦτο δ’ αὐτῷ διὰ θεωρίας τε καὶ τῆς τἀληθοῦς γνώσεως περιγίνεται, ἡ δὲ τἀληθοῦς γνῶσις δι’ ἀποδείξεως, δικαίως ἂν πλείστης τιμῆς ἀξιοῖτο καὶ σπουδῆς, διὰ δ’ αὐτὴν καὶ ἡ συλλογιστική, εἴ γε ἡ ἀπόδειξις συλλογισμός τις.

τοῦτό τοι καὶ πρῶτον περὶ συλλογισμῶν ὁ Ἀριστοτέλης πρὸ τοῦ περὶ ἀποδείξεως λέγειν πραγματεύεται ἐν τούτοις, οἷς ἡ ἐπιγραφὴ Περὶ προτέρων ἀναλυτικῶν, διδάσκων ἡμᾶς, τί ἐστι συλλογισμός, καὶ ἐκ τίνων σύγκειται, καὶ πόσα σχήματά ἐστι συλλογιστικά, καὶ τίνες αὐτῶν διαφοραί· τύπῳ γάρ τινι κοινῷ τὰ σχήματα ἔοικεν, ἐν οἷς ἔστιν ἐναρμόσαντα ὕλην εἶδός τι ἀναμάξασθαι ταὐτὸν ἐπὶ ταῖς διαφόροις ὕλαις· ὡς γὰρ ἐπὶ τῶν τύπων τῶν αὐτῶν ἡ διαφορὰ οὐ κατὰ τὸ εἶδος γίνεται καὶ τὸ σχῆμα τοῖς ἐναρμοζομένοις ἀλλὰ κατὰ τὴν ὕλην, οὕτω δὴ καὶ ἐπὶ τῶν σχημάτων τῶν συλλογιστικῶν. λέγει δὲ καί, πόσαι καθ’ ἕκαστον σχῆμα συζυγίαι, καὶ τίνες τούτων εἰσὶ συλλογιστικαὶ καὶ τίνες ἀσυλλόγιστοι, καὶ τίνες διαφοραὶ τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν πρὸς ἀλλήλους, καὶ τίνες μὲν τέλειοι τῶν συλλογισμῶν καὶ αὐτόθεν γνώριμοι καὶ οὐ δεόμενοι ἀποδείξεως, τίνες δὲ ἀτελεῖς καὶ οὐκ ἀναπόδικτοι, καὶ πόθεν τοῖς ἀτελέσιν εἴρηται τὸ εἶναι συλλογισμοῖς. λέγει δὲ ἐν αὐτοῖς καὶ περὶ εὑρέσεως προτάσεων, πῶς ἄν εὑρίσκοιμεν προτάσεις πρὸς τὸ καθ’ ἕκαστον σχῆμα τῶν οἰκείων εὐπορεῖν συλλογισμῶν. λέγει δὲ καὶ περὶ ἀναλύσεως συλλογισμῶν καὶ καθόλου, ὅσα τῆς συλλογιστικῆς ἐστιν διὰ πραγματείας. περὶ τούτων εἰπὼν ἐν τοῖς δύο τοῖς Προτέροις ἀναλυτικοῖς μετὰ ταῦτα τὸν περὶ ἀποδείξεως, περὶ ἧς ἐνταῦθα οὐ προτίθεται, ποιήσεται λόγον ἐν τοῖς ἐπιγραφομένοις ᾿Υστέροις ἀναλυτικοῖς, ἃ καὶ αὐτά ἐστι δύο. διὰ τοῦτο καὶ ἐπιγράφει Πρότερα μὲν ἀναλυτικὰ τὰ περὶ συλλογισμῶν, Ὓστερα δὲ τὰ περὶ ἀποδείξεως, ἐπειδὴ πρότερος ὁ συλλογισμὸς ἀποδείξεως τῇ φύσει· μεμαθήκαμεν γὰρ καὶ ἐν ταῖς Κατηγορίαις, ὅτι ἐστὶ πρότερα τῇ φύσει τὰ μὴ ἀντιστρέφοντα κατὰ [*](2 συνεχῶς μὲν om. a 4 αὐτὰς a 7 δὴ aKM: δὲ L ἐνεργεῖ Κ 8 ante θεοῖς add. τοῖς a 9 αὐτὸ Κ διὰ om. L τῆς τἀληθοῦς τ paene evan. M) γνώσεως KM: τῆς ἀληθοῦς γνώσεως L: γνώσεως τῆς ἀληθοῦς a 11 ἀξιῷτο τιμῆς a 13 τοι om. LM συλλογισμοῦ a 14 ἡ ἐπιγραφὴ aKM: γράφει L 18 post ταὐτὸν add. γὰρ a 24 αὐτόθι Κ 27 εὑρίσκωμεν πρότασιν a ἀπορεῖν L (et M?) 29 δύο τοῖς KM: δυσὶ a: om. L 30 ἐνταῦθα οὐ KLM: ἐνθάδε a 31 ποιῆσαι L γραφομένοις L: ἐπιγεγραμμένοις a 32 ἐπιγράφεται a 33 ἐπεὶ L 34 ante ἀποδείξεως add. τῆς a μεθεστήκαμεν L 3.5 Κατηγορίαις] c. 7 p. 7b15 sq. τῇ aK: τῶν LM)

7
τὴν τοῦ εἶναι ἀκολουθίαν ἐκείνοις, οἷς τεθεῖσιν αὐτὰ ἕπεται. τοιαῦτα δέ [*](3v) ἐστι καὶ τὰ γένη· πᾶν γὰρ γένος ἑκάστου τῶν ὑπ’ αὐτὸ εἰδῶν πρότερον τῇ φύσει· τῷ μὲν γὰρ εἴδει τεθέντι πάντως ἀνάγκη τὸ γένος ἕπεσθαι, μηκέτι δὲ τῷ γένει τὸ εἶδος. ὁμοίως δὲ ἔχει καὶ τὰ εἴδη πρὸς τά, ὧν ἐστιν εἴδη· πρότερα γὰρ καὶ αὐτὰ ἐκείνων. οὕτω δὲ ἔχει καὶ ὁ συλλογισμὸς πρὸς ἀπόδειξιν· ἀποδείξεως μὲν γὰρ οὔσης πάντως ἔστι καὶ συλλογισμός· ἡ γὰρ ἀπόδειξις συλλογισμός τις· συλλογισμοῦ δὲ ὄντος οὐ πάντως ἔστιν ἀπόδειξις διὰ τὸ συλλογισμὸν εἶναι καὶ διαλεκτικόν τινα καὶ σοφιστικόν. ἐπεὶ τοίνυν πρότερον μὲν συλλογισμός, ὕστερον δὲ ἀπόδειξις, εἰκότως, ἐν οἷς μὲν βιβλίοις περὶ τοῦ προτέρου τὸν λόγον ποιεῖται, ταῦτα Πρότερα ἐπέγραψεν, ἐν οἷς δὲ περὶ τοῦ ὑστέρου, ταῦτα Ὓστερα. Ἀναλυτικὰ δέ, ὅτι ἡ παντὸς συνθέτου εἰς τά, ἐξ ὧν ἡ σύνθεσις αὐτῶν, ἀναγωγὴ ἀνάλυσις καλεῖται. ἀντεστραμμένως γὰρ ἡ ἀνάλυσις ἔχει τῇ συνθέσει· ἡ μὲν γὰρ σύνθεσις ἀπὸ τῶν ἀρχῶν ὁδός ἐστιν ἐπὶ τὰ ἐκ τῶν ἀρχῶν, ἡ δὲ ἀνάλυσις ἐπάνοδός ἐστιν ἀπὸ τοῦ τέλους ἐπὶ τὰς ἀρχάς· οἵ τε γὰρ γεωμέτραι ἀναλύειν λέγονται, ὅταν ἀπὸ τοῦ συμπεράσματος ἀρξάμενοι κατὰ τὴν τάξιν τῶν εἰς τὴν τοῦ συμπεράσματος δεῖξιν ληφθέντων ἐπὶ τὰς ἀρχὰς καὶ τὸ πρόβλημα ἀνίωσιν. ἀλλὰ καὶ ὁ τὰ σύνθετα σώματα ἀνάγων εἰς τά, ἁπλᾶ σώματα ἀναλύσει χρῆται καὶ ὁ τῶν ἁπλῶν ἕκαστον εἰς τά, ἐξ ὧν αὐτοῖς τὸ εἶναι, ὅπερ ἐστὶν ὕλη καὶ εἶδος, ἀναλύει. ἀλλὰ καὶ ὁ τὸν λόγον εἰς τὰ μέρη τοῦ λόγου διαιρῶν καὶ ὁ τὰ μέρη τοῦ λόγου εἰς τὰς συλλαβὰς καὶ ὁ ταύτας εἰς τὰ στοιχεῖα ἀναλύει. ἀναλύειν δὲ ἰδίως λέγονται καὶ οἱ τοὺς συνθέτους συλλογισμοὺς ἀναλύοντες εἰς τοὺς ἀπλοῦς. ἀλλὰ καὶ οἱ τοὺς ἁπλοῦς εἰς τὰς προτάσεις, ἐξ ὧν αὐτοῖς τὸ εἶναι. ἀλλὰ καὶ τὸ τοὺς ἀτελεῖς συλλογισμοὺς εἰς τοὺς τελείους ἀνάγειν ἀναλύειν καλεῖται. ἀλλὰ καὶ τὴν τῶν τιθεμένων συλλογισμῶν εἰς τὰ οἰκεῖα σχήματα ἀναγωγὴν ἀνάλυσιν λέγουσι. καὶ κατὰ τοῦτο τὸ σημαινόμενον τῆς ἀναλύσεως μάλιστα Ἀναλυτικὰ καὶ ταῦτα ἐπιγέγραπται· ὑπογράφει γάρ τινα ἡμῖν μέθοδον ἐπὶ τέλει τοῦ πρώτου, δι’ ἧς τοῦτο ποιεῖν δυνησόμεθα. ἀλλὰ καὶ πῶς τὴν τῶν ἁπλῶν συλλογισμῶν εἰς τὰς οἰκείας προτάσεις, ἐξ ὧν αὐτοῖς τὸ εἶναι καὶ αὐτῶν, ἀναγωγὴν ποιεῖν δυνησόμεθα. εὑρήσομεν δέ τινα αὐτῶν λέγοντα, καὶ πῶς οἱ σύνθετοι συλλογισμοὶ γίνονται ἐκ τῶν ἁπλῶν, καὶ· πῶς αὐτοὺς εἰς ἐκείνους ἀνάξομεν. ἐν οἷς μὲν οὖν περὶ τῆς τῶν συλλογισμῶν ἀναλύἀκολούθησιν [*](1 a 2 ἕκαστον L 3 τῷ bis a om. γὰρ et ἀνάγκη 5 ἐστι γένη L 6 ἔσται a καὶ om. aK 7 post ἀπόδειξις add. καὶ L 12 ἡ post ὅτι om. Κ εἰς aKM: εἴη L 13 γὰρ (ante ἡ) aKM: δὲ L 14 ἐστιν om. L 15 post ἐστιν add. ἐπὶ τἀς ἀρχὰς aK ἐπὶ τὰς ἀρχάς om. a (non om. Κ) 17 τῶν aLM: τὴν Κ 18 ὁ τὰ aKM: τὰ ὅσα L συνθέντα a ἀνάγων σώματα L 20 ante εἶδος add. τὸ L 22 τὰ om. Κ 24 τὰς om. Κ 25 καλεῖται KLM: λέγεται a 26 ἀναγωγὴν εἰς τὰ οἰκεῖα σχήματα a 27 λέγεται Κ pr. ante καὶ add. ὅθεν a σημεῖον L μάλιστα τῆς ἀναλύσεως M 31 ἀναγωγὴν ποιεῖν aKM: ἀναγαγεῖν L τινα αὐτῶν KLM: που αὐτὸν a 32 καὶ πῶς aKM: δτι L)
8
σεως πεπραγμάτευται, ταῦτα Ἀναλυτικὰ Πρότερα, ἐν οἷς δὲ περὶ τῆς τῶν [*](4r) ἀποδείξεων, Ἀναλυτικὰ μὲν καὶ αὐτά, Ὓστερα δὲ ἐπιγράφει.

Ὂν δὲ πρὸς διδασκαλίαν χρησιμώτατον τὸ δεῖν τῶν ῥηθησομένων τὸν σκοπὸν καὶ τὴν πρόθεσιν λέγειν οἱ γὰρ εἰδότες, ἐπὶ τί τῶν λεγομένων ἕκαστον τὴν ἀναφορὰν ἔχει, ῥᾷον μανθάνουσι τῶν οὐκ εἰδότων· παραπλησία γὰρ τῶν οὕτως μανθανόντων ἡ διαφορὰ τοῖς ὁδὸν βαδίζουσι τὴν αὐτήν, ὧν οἱ μὲν ἴσασι τὸ πέρας τῆς ὁδοῦ, ἔνθα ἀφικέσθαι δεῖ, οἱ δὲ ἀγνοοῦσιν· καὶ γὰρ ἐκείνων οἱ μὲν εἰδότες ῥᾷόν τε βαδίζουσι καὶ χωρὶς καμάτου ἀνύουσι τὸ προκείμενον, οἱ δ’ ἀγνοοῦντες κάμνουσι μᾶλλον· ἐν πᾶσι γὰρ ἡ ἀγνωσία ἀπειρίᾳ τινὶ ἔοικε), τοῦτο δὴ οὕτως ὂν χρήσιμον ἔν τε ταῖς ἄλλαις πραγματείαις ὡς ἐπὶ τὸ πλεῖστον εἴωθε ποιεῖν καὶ δὴ καὶ ἐνταῦθα· εὐθὺς γὰρ ἐν ἀρχῇ λέγει, τί ποτέ ἐστι τὸ προκείμενον αὐτῷ, καὶ ταχέως εἰπὼν καὶ διὰ βραχέων ἐφεξῆς ἔχεται τῶν ἀγόντων ἐπὶ τὰ προκείμενα. καὶ γὰρ καὶ ἀρχή ἐστιν ὥσπερ ἐν τοῖς γινομένοις τὸ οὗ ἕνεκεν οὕτως καὶ ἐν τοῖς λεγομένοις· τὸ γὰρ οὗ χάριν τινὰ λέγεται, τοῦτ’ ἔστιν ὁ σκοπός, αἴτιον τῶν ἐκείνου χάριν λεγομένων. εἰ δὲ ἀρχή, ὡς ἀπὸ ἀρχῆς ἐντεῦθεν ἄρχεσθαι χρή. ἔσται δὲ καὶ πρὸς τὴν κρίσιν συντελῶν τοῖς τε λέγουσι τῶν λεγομένων καὶ τοῖς μανθάνουσιν, ὧν ἀκούουσι, γνωριζόμενος ὁ σκοπός. ἅμα δὲ ἡμᾶς διὰ τοῦ τὴν πρόθεσιν ταύτην εἰπεῖν εἶναι τῆς περὶ τῶν συλλογισμῶν πραγματείας τὸ περὶ ἀποδείξεως εἰπεῖν διδάσκει, ὅτι προηγούμενον ἔργον τῆς συλλογιστικῆς πάσης μεθόδου χρὴ τὸν περὶ ἀποδείξεως ἡγεῖσθαι λόγον· καὶ γὰρ ἡ περὶ τὰ ἄλλα εἴδη τοῦ συλλογισμοῦ πραγματεία τῷ φιλοσόφῳ γίνεται, καθ’ ὅσον καὶ τὸ περὶ ἐκείνων διειληφέναι χρήσιμον πρὸς ἀπόδειξιν καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν· ὅ τε γὰρ ἐν τοῖς διαλεκτικοῖς γυμνασάμενος συλλογισμοῖς καὶ τὸ πιθανὸν καὶ τὸ παρακείμενον τἀληθεῖ συνορᾷν δυνάμενος ῥᾷον τὸ ἀληθὲς εὑρίσκει οὐκ ἀπατώμενος ὑπὸ τῆς ὁμοιότητος τοὐ πιθανοῦ τῆς πρὸς τἀληθές, ἀλλ’ εἰδὼς αὐτοῦ τὴν διαφοράν, ὅ τε τοὺς σοφιστικοὺς λόγους εἰδώς, ὅπως γίνονται, δύναιτ’ ἄν τὸ ψεῦδος φυλάττεσθαι· ἡ δὲ τούτου φυγὴ πλεῖστα πρὸς τὴν τἀληθοῦς εὕρεσιν συνεργεῖ. παραπλήσιον δὲ καὶ ἐν τοῖς Ἠθικοῖς πεποίηκε τῷ ἐνταῦθα· καὶ γὰρ ἐκεῖ προειπὼν “ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται | πολιτική τις οὖσα” [*](4v) καὶ εἰπὼν τὴν πρόθεσιν εἶναι αὑτῷ περὶ πολιτείας καὶ τῆς πολιτικῆς δυνάμεως μετὰ δέκα βιβλία περὶ ἐκείνης ποιεῖται τὸν λόγον, ὡς ὄντος ἀναγκαίου [*](1 τῆς om. a 2 ante Ἀναλυτικὰ add. ταῦτα μὲν Κ, ταῦτα δὲ a αὐτά aKM: ταῦτα L 3 ὃν KLM: ἓν a πρὸ διδασκαλίας a δεῖν] conicio ἀεὶ 5 post ἕκαστον add. τὴν πρόθεσιν καὶ a 8 βαδίζουσί τε L 12 λέγεται aK 13 διὰ βραχέως a 14 καὶ (post γὰρ) om. aL γενομένοις a 16 ὡς om. ΚΜ 17 ἔστι aL τε om. L 19 τῆς aKM: καὶ L post περὶ add. τῆς L τῶν om. a 23 τὸ KLM: τὸν a πρὸς om. L 25 περικείμενον a τἀληθεῖ MK corr.: τἀληθῆ aLK pr. 26 δυνάμενος om. L τἀληθὲς a ante οὐκ add. καὶ L 28 δύναντ᾿ L 29 τοῦ ἀληθοῦς L 30 δὲ καὶ aKM: δὴ L 31 προειπὼν] Eth. Nic. I 1 p. 1094b 11 ἡ aKM: εἰ L 32 αὐτῷ libri 33 περιποιεῖται L)

9
πρῶτον εἰπεῖν περὶ τῶν ἠθῶν τῶν ἀνθρωπίνων, ὁποῖά τινα χρὴ εἶναι [*](4v) ταῦτα τῶν συμπληρωσόντων τὴν πόλιν· ταῦτα γὰρ πρῶτα πόλεως μέρη.

[*](p. 24a 10)

Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστιν ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμην ἀποδεικτικήν.

ETtts μὲν διὰ βραχέων, τίς ἡ πρόθεσις καὶ τίς ὁ σκοπὸς πάσης τῆς ἀναλυτικῆς ἐπιστήμης. προσθεὶς δὲ τό τε περὶ τί, ὅπερ ἐστὶν αἰτιατικῆς πτώσεως ἀπαιτητικόν, καὶ τὸ τίνος γενικῆς πτώσεως ὄν, τὴν ἀπόδοσιν ἐποιήσατο κατὰ αἰτιατικὴν πτῶσιν, μόνον εἰπὼν περὶ ἀπόδειξιν καὶ ἐπιστήμην, ἡμῖν καταλιπὼν τὸ μετασχηματίσαι καὶ εἰς γενικὴν πτῶσιν τὰ εἰρημένα. γράφεται <δὲ> ἔν τισιν οὐ διὰ τοῦ ν(??), ἀλλὰ διὰ σ(??) ἐπιστήμης ἀποδεικτικῆς· καὶ εἴη ἄν οὕτως ἐχούσης τῆς γραφῆς πρὸς ἑκάτερον τῶν προτεθέντων ἀπηντηκώς, πρὸς μὲν τὸ περὶ τί διὰ τοῦ περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ τίνος διὰ τοῦ ἐπιστήμης ἀποδεικτικῆς. δύναται δ’, ἄν ᾖ διὰ τοῦ σ(??) γεγραμμένον ἐπιστήμης ἀποδεικτικῆς, τὰ προειρημένα, τὸ περὶ τί καὶ τίνος, μὴ εἰρῆσθαι περὶ τοῦ ὑποκειμένου ἀμφότερα, ἀλλὰ τὸ μὲν ἕτερον τὸ περὶ τί περὶ τοῦ ὑποκειμένου πᾶν γὰρ τί ὑποκείμενον) τὸ δὲ τίνος περὶ τῆς θεωρούσης τὸ ὑποκείμενον ἕξεως, ὡς εἶναι περὶ μὲν ὑποκείμενον τὴν ἀπόδειξιν, θεωρούσης δὲ ταύτην τῆς ἀποδεικτικῆς ἐπιστήμης. καὶ εἴη ἄν πρὸς ἑκάτερον τῶν προτεθέντων οἰκείως οὕτως ἀπηντηκώς. ἔστι δὲ ἡ μὲν ἀπόδειξις συλλογισμὸς ἀποδεικτικός, ἐπιστήμη δὲ ἀποδεικτικὴ ἕξις, ἀφ’ ἧς οἷόν τέ ἐστιν ἀποδεικτικῶς συλλογίζεσθαι· τὸ γὰρ περὶ ἀποδείξεως εἰπεῖν ἐπιστήμης ἐστὶν ἀποδεικτικῆς καὶ τοῦ ταύτην ἔχοντος.

[*](p. 24a 11)

Εἶτα διορίσαι, τί ἐστι πρότασις.

Ἐπεὶ ἀναγκαῖος μὲν εἰς τὸν περὶ ἀποδείξεως λόγον ὁ περὶ συλλογισμοῦ, ὡς φθάνομεν εἰρηκότες, ὁ δὲ συλλογισμὸς ἐκ προτάσεων σύγκειται, αἱ δὲ προτάσεις ἐξ ὅρων, εἰκότως περὶ τούτων λέγει πρὸ τοῦ περὶ συλλογισμοῦ λέγειν, ἐξ ὧν τῷ συλλογισμῷ τὸ εἶναι· οὐδὲ γὰρ περὶ ὀνομάτων οἷόν τε εἰδέναι τῷ μὴ εἰδότι περὶ συλλαβῶν καὶ στοιχείων. μεθ’ ἃ περὶ συλλογισμοῦ προτίθεται εἰπεῖν ἐνδεικνύμενος ἡμῖν, ὅτι διὰ τοῦτον καὶ τὸν περὶ ἐκείνων πεποίηται λόγον, ὥσπερ καὶ τὸν περὶ συλλογισμοῦ διὰ τὸν περὶ [*](2 συμπληρούντων a πρῶτα om. L ante πόλεως add. τῆς a 4 ἀποδείξεως a ἐπιστήμης ἀποδεικτικῆς a et Ar. 6 τε om. a 9 post ἐπιστήμην add. ἀποδεικτικήν a 10 δὲ a: om. KLM το ν(??) K: oblit. L 13 ante ἐπιστήμης add. περὶ Κ 14 δύναται KM: δύνανται L: δύναιτο a δὲ L ᾖ KM: εἶναι L: καὶ a γεγραμμένου add. τοῦ a 16 ἀμφοτέροις a 17 πᾶν KLM: περὶ a 19 ταύτης KLM 20 ἀπήντα L ἡ μὲν KLM: ἡμῖν a 27 λέξαι a 29 ὃ a 30 καὶ om. L 31 ποιεῖται aK post πεποίηται add. τὸν L συλλογισμῶν aK)

10
ἀποδείξεως. τίνες δέ εἰσι τέλειοι συλλογισμοὶ καὶ τίνες ἀτελεῖς, αὐτὸς [*](4v) πρϊὼν ποιήσεται γνώριμον. καὶ τὸ ἐν ὅλῳ δὲ εἶναι καὶ τὸ ἐν μηδενί τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ ἢ μὴ εἶναι), ὅτι ταὐτά ἐστι τὸ μὲν τῷ κατὰ παντός, τὸ δὲ τῷ κατὰ μηδενός. τὸ δὲ κατὰ παντὸς καὶ κατὰ μηδενὸς σημαίνει τὴν καθόλου κατάφασιν καὶ τὴν καθόλου ἀπόφασιν, ὡς προιὼν γνώριμον ποιήσει. ἐπεὶ δὲ χρήσεται ἐν τῇ τῶν συλλογισμῶν ἀποδόσει καὶ τῶν συζυγιῶν ὅλως τῶν ἐν τοῖς σχήμασι τῷ ἐν ὅλῳ εἶναι ἄλλο τι ἄλλῳ τινὶ καὶ τῷ ἐν μηδενί, διὰ τοῦτο προλέγει περὶ αὐτῶν.

[*](p. 24a 16)

Πρότασις μὲν οὖν ἐστὶ λόγος καταφατικὸς ἢ ἀποφατικὸς κατά τινος· οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος.

εἴη μὲν ἄν λόγος τῆς προτάσεως κἀκεῖνος, ὃν τῆς ἀποφάνσεως ἀπέδωκεν ἐν τῷ Περὶ ἑρμηνείας· λόγος γάρ, “ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει”· οὐ μὴν ἀλλὰ καὶ ἰδίως τὴν πρότασιν ὁρίζεται· καὶ γὰρ εἰ ταὐτὸν κατὰ τὸ ὑποκείμενον πρότασίς τε καὶ ἀπόφανσις, ἀλλὰ τῷ λόγῳ γε διαφέρει. καθόσον μὲν γὰρ ἢ ἀληθής ἐστιν ἢ ψευδής, ἀπόφανσίς ἐστι, καθόσον δὲ καταφατικῶς ἢ ἀποφατικῶς λέ|γεται, πρότασις, ἢ ὁ μὲν [*](5r) ἀποφαντικὸς λόγος ἐν τῷ ἀληθὴς ἢ ψευδὴς εἶναι ἁπλῶς τὸ εἶναι ἔχει, ἡ δὲ πρότασις ἤδη ἐν τῷ πως ἔχειν ταῦτα. διὸ αἱ μὴ ὁμοίως ἔχουσαι αὐτὰ λόγοι μὲν οἱ αὐτοί, προτάσεις δὲ οὐχ αἱ αὐταί. ἡ μὲν γὰρ λέγουσα πρότασις, ὅτι ἡ δικαιοσύνη ἀγαθόν, ὁμοίως ἔχει τῇ λεγούσῃ, ὅτι ἡ ἀδικία κακόν, ἀληθεῖς δὲ ἄμφω καὶ καταφάσεις, προτάσεις δὲ οὐχ αἰ αὐταί, εἴ γε διαφέρουσιν ἐν αὐταῖς οἵ τε ὑποκείμενοι καὶ οἱ κατηγορούμενοι. ἀλλὰ καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις αἱ ἀληθεῖς ὁμοίως ἔχουσι κατὰ τοῦτο καὶ εἰσὶ λόγοι οἱ αὐτοί, προτάσεις δὲ οὐχ αἱ αὐταί, εἴ γε διάφορον τὸ ποιὸν τῆς ἀποφάνσεως ἐν αὐταῖς, καὶ εἰσὶ προτάσεις μὲν οὐχ αἱ αὐταί, ἀποφάνσεις δὲ αἱ αὐταί. δοκεῖ δὲ ἀπὸ τῶν ὑπὸ τὴν πρότασιν τὴν πρότασιν ὁρίζεσθαι. τούτου δὲ αἴτιον· ἐπεὶ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, ὅτι “ἔστιν εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις”, ἐν οἷς δὲ τάξις ἐστὶ καὶ τὸ μὲν πρῶτόν ἐστι τὸ δὲ ὕστερον τῶν ὑποτεταγμένων, ὡς ἐν τῷ ὑστέρῳ τὸ πρῶτον ἐμφαίνεσθαι, ἐν τούτοις τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐχ [*](2 ante προιὼν add. περὶ τούτων L ποιεῖται aK 3 ὑπὸ τοῦ om. LM; an ὑπὸ delendum? (cf. 7,27 et 12, 1) ante ἢ add. εἶναι a 4 τὸ δὲ . . . μηδενὸς om. a 5 ante καθόλου add. τοῦ Κ 7 ἀποδόσει M: ἀποδώσει aKL ἐν (ante ὅλῳ) om. L 8 τῷ aKM: τὸ L 13 ἀποφάσεως ἀποδέδωκεν L 14 Περὶ ἑρμηνείας] c. 4 p. 17 a 3 1.5 ἀλλὰ καὶ KLM: ἀλλ’ a 17 γε KLM: τε a: δὲ temptabat Prantl Geschichte der Logik im Abendlande I p. 352,20 18 post δὲ add. ἡ L καταφατικὸς aKL ἢ ἀποφατικὸς aL: om. Κ 21 ἡ μὲν γὰρ λέγουσα . . . ἀποφάνσεις δὲ αἱ αὐταί (27.28) om. aK γὰρ om. M 23 δὲ (ante ἄμφω) M: καὶ L 29 Περὶ ἑρμ.] c. 5 p. 17 a 8 πρῶτος post ἀποφαντικὸς transpon. L 30 εἶτα ἀπόφασις om. KLM 31 δ᾿ L)

11
ὡς γένος αὐτῶν κατηγορεῖται• ἐν γὰρ τοῖς γένεσι τὰ εἴδη τὰ προσεχῆ [*](5r) αὐτοῖς ἀντιδιαιρεῖται ἀλλήλοις, καὶ οὐ τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δ’ ὕστερον· ἐπεὶ τοίνυν οὐ γένος ἡ πρότασις οὐδέ ἐστι φύσις τις ἄλλη παρὰ τά, ὧν κατηγορεῖται, καὶ ἐν οἷς αὐτῇ τὸ εἶναι, ὡς ἐπὶ τῶν γενῶν ἐστι, διὰ τοῦτο ἐκ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως, ὧν κατηγορεῖται, ἐδή- λωσεν αὐτήν. καὶ γὰρ τὸ ἐν τῷ Περὶ ἑρμηνείας εἰρημένον ἴσον ἐστὶ τούτῳ τὸ “ἔστιν οὖν ἁπλῆ ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν”. ἀλλὰ καὶ τὸ ἲς ἀποφάνσεως τὸ ἕτερον μόριον, ἓν καθ’ ἑνός”, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς λέγει, ἴσον τούτοις, ᾧ ὅρῳ οὐκέτι προσέθηκε τὸ κατὰ τὸ ποιὸν ἢ τοὺς χρόνους, ὅτι ἐν τῇ ἀντιφάσει ταῦτα συνείληπται· εἰσὶ γὰρ κατὰ ταῦτα καὶ αἱ ἀντιφάσεις. ὅμοιον τούτοις καὶ τὸ ᾿λόγος ἀποφαντικός τινος περί τινος᾿, εἰ μὴ ἄρα οὗτος κοινότερος, ὅτι ἐν αὐτῷ οὔπω συμπαρείληπται οὔτε ἡ κατάφασις οὕτε ἡ ἀπόφασις. ὡς δὲ πολλαχῶς λεγομένης τῆς προτάσεως ἔοικε καὶ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως φρονεῖν. αὐτὴν γοῦν οὐχ ὁρίζεται, ἀλλὰ κατάφασιν καὶ ἀπόφασιν.

Εἰσὶ δὲ οὗτοι οἱ ὅροι προτάσεως οὐ πάσης ἀλλὰ τῆς ἁπλῆς τε καὶ καλουμένης κατηγορικῆς· τὸ γάρ τι κατά τινος ἔχειν καὶ τὸ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστον ἴδια ταύτης· ἡ γὰρ ὑποθετικὴ οὐκ ἐν τῷ τι κατά τινος λέγεσθαι ἀλλ’ ἐν ἀκολουθίᾳ ἢ μάχῃ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος ἔχει. ἔστι δὲ οὐδὲ τῆς διαλεκτικῆς ὁ ἀποδεδομένος ὁρισμός ἐκείνη γὰρ ἐν ἐρωτήσει), ἀλλὰ μόνης τῆς συλλογιστικῆς. τὸ δὲ [τὶ] κατά τινος καὶ ἐπὶ τῆς ἀποφάσεως εἶπεν, ἐπεὶ καὶ ἐν τῇ ἀποφάσει ὑποκείμενός τις ὅρος ἐστὶ καὶ κατηγορούμενος· τὸ γὰρ κατά τινος νῦν οὐ τοῦ καταφατικοῦ δηλωτικόν ἐστιν ἀλλὰ τοῦ κατηγορουμένου, ὃ κατηγορεῖται ἢ καταφατικῶς ἡ ἀποφατικῶς. ἐν μέντοι τῷ Περὶ ἑρμηνείας ὁριζόμενος τὴν κατάφασιν καὶ ἀπόφασιν τῷ κατά τινος ἐπὶ τῆς καταφάσεως ἐχρήσατο· ἐπὶ δὲ τῆς ἀποφάσεως οὐκέτι τῷ κατά τινος, ἀλλὰ τῷ ἀπό τινος εἰπὼν αὐτὴν ἀπόφανσιν εἶναι “τινὸς ἀπό τινος”. δύο δὲ ὄντων, οἷς ἡ κατηγορικὴ πρότασις ὁρίζεται (ποιῷ γὰρ καὶ ποσῷ), ἀμφότερα παρέλαβεν ἐν τῷ τῆς προτάσεως λόγῳ, τὸ μὲν ποιὸν διὰ τοῦ εἰπεῖν λόγον αὐτὴν εἷναι καταφατικὸν ἢ ἀποφατικόν (αὕτη γὰρ προτάσεων πρώτη καὶ κοινὴ ποιότης), τὸ δὲ ποσὸν διὰ τοῦ εἰπεῖν οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος, ὧν καὶ [*](1 τὰ προσεχῆ αὐτοῖς KLM: ἐπίσης a 2 δὲ aK 3 ἡ πρότασις οὐ γένος οὐδὲ φύσις ἐστί a 5 τῆς (post καὶ) om L κατηγορεῖ L 6 Περὶ ἐρμ.] c. 5 p. 17 a 22 7 οὑν] δὲ ἡ μὲν Ar. εἰ ὑπάρχει τι ἢ μὴ ὑπάρχει aK 9 Ὑστέρ. ἀναλ.] 1 2 p. 72 a 8 10 τὸ (post κατὰ) om. a ποσὸν aK 11 post γὰρ add. καὶ aK, κατὰ τὸ ποιὸν καὶ τοὺς χρόνους LM καὶ (ante αἱ) om. a 12 ἀποφατικὸς Κ 15 οὖν a 17 ἀπλῶς a καὶ καλουμένης aM: καὶ κατηγορουμένης expct. Κ 18 κατηγορικῆς καλουμένης L 20 τὸ (post ἡ) om. aK 21 ἀποδιδόμενος a 22 τὶ delevi ἐπὶ KLM: τὸ a 23 ἐστιν ὅρος L 24 καὶ om. Κ post γὰρ add. τι a 26 Περὶ ἑρμ.] c. 5 p. 17 a 26 καὶ scripsi: ἢ libri 29 ἀπόφασιν aK 30 παρέλαβον a 31 διὰ τοῦ KM: διὰ τὸ L: δι’ αὐτοῦ a ante καταφ. add. ἢ L 32 διὰ τὸ L 33 ὧν om. a)

12
νῦν μὲν ἐκτίθεται τὰ σημαινόμενα, ἐπὶ πλέον δὲ περὶ αὐτῶν ἐν τῷ Περὶ [*](5r) ἑρμηνείας εἴρηκε. σημειωτέον δέ, ὅτι οὐχ ὁμοίως ἐν τε τούτοις καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἀποδίδωσι τὸ καθόλου.

[*](p. 24a 22)

Διαφέρει δὲ ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς, ὅτι ἡ μὲν ἀποδεικτικὴ λῆψις θατέρου μορίου τῆς ἀντιφάσεώς ἐστιν.

εἰπὼν τὸν κοινὸν λόγον τῆς προτάσεως προστίθησι καὶ τὰς διαφοράς, αἷς διαφέρουσιν ἀλλήλων ἥ τε ἀποδεικτικὴ καὶ ἡ διαλεκτική, ἅμα μὲν δεικνύς, ὅτι ἐν ταύταις ἐστὶν ὁ κοινός τε καὶ ἀποδεδομένος λόγος τῆς προτάσεως καὶ οὐ κατὰ τοῦτό ἐστιν αὐταῖς ἡ διαφορά· ἐν πάσαις γὰρ ταῖς προτάσεσι ταῖς συλλογιστικαῖς ὁ ἀποδεδομένος λόγος· οὐ μὴν καὶ ἐν τῇ ἐρωτήσει· οὐδὲ γὰρ ἁπλῶς ἐκείνη πρότασις, ἀλ|λὰ τὸ ὅλον διαλεκτικὴ 5v πρότασις. ἅμα δὲ καὶ ἐπεὶ ἐν τοῖς τοπικοῖς ὁριζόμενος τὴν πρότασιν λόγον ἀποδέδωκεν αὐτῆς, ὅτι ἐστὶ πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος, ἵνα μή τις ὑπολάβῃ τῆς καθόλου προτάσεως ἐκεῖνον εἶναι λόγον, καὶ ἐνταῦθα διαστέλλεται καὶ τῶν προτάσεων τὰς διαφορὰς δηλοῖ δεικνύς, ὅτι τῆς κοινῶς λεγομένης προτάσεως τῆς πρὸς τὸ κοινῶς συλλογίσασθαι λαμβανομένης ὁ ἀποδεδομένος νῦν λόγος ἐστὶν ἀλλ’ οὐχ ὁ ἐν τοῖς τοπικοῖς εἰρημένος· ἐκεῖνος γὰρ διαλεκτικῆς ἐστι προτάσεως λόγος καὶ ταύτης οὐδέπω συλλογιστικῆς. κατὰ γὰρ τὰς διαφορὰς τῶν συλλογισμῶν διαφοραὶ καὶ προτάσεων εἰσιν, ὄντος τινὸς κοινοῦ προτάσεως λόγου ὡσπεροῦν καὶ συλλογισμοῦ. ἐπὶ πλέον μὲν οὖν περὶ τῆς ἀποδεικτικῆς προτάσεως, τίνι τῶν ἄλλων διαφέρει, ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς διαλαμβάνει· καὶ γὰρ τῇ ὕλῃ διαφέρει αὐτῶν ἀληθὴυς γὰρ καὶ προτέρα καὶ γνώριμος καὶ ἀναγκαία) καὶ τῇ χρήσει τε καὶ τῇ λήψει, ὅτι μὴ ἐρωτᾷ ὁ ἀποδεικνύς. νῦν δὲ ἐνδείκνυται αὐτῆς τὴν πρὸς τὴν διαλεκτικὴν πρότασιν διαφορὰν ἀπὸ τοῦ τρόπου τῆς λήψεως πρῶτον, ὅτι μὴ ἐν ἐρωτήσει κεῖται ἡ ἀποδεικτικὴ μηδὲ δι’ ἐρωτήσεως λαμβάνεται. ὁ μὲν γὰρ ἐρωτῶν τὴν ἀντίφασιν ὡς παρεσκευασμένος παντὶ τῷ ὑποκειμένῳ ὑπὸ τοῦ ἀποκρινομένου ἐνστῆναι καὶ ἀνελεῖν αὐτὸ διὰ τοῦ ἐσομένου ὑπ’ αὐτοῦ συλλογισμοῦ, δι’ ὧν ἐκεῖνος ἀποκρινόμενος δίδωσιν, οὕτως ἐρωτᾷ. τοιοῦτος δέ ἐστιν ὁ διαλεκτικὸς ὁ ἐξ ἐνδόξων συλλογιζόμενος· εὐπορῆσαι γὰρ οἷόν τε ἐνδόξων καὶ πρὸς τὰ ἀντικείμενα. ὁ δὲ ἀποδεικνὺς οὐκ ἐκ πάντων τῶν δοθέντων ἀποδείξει· οὐ γὰρ οἷόν τε τὰ ἀντικείμενα ἀλλήλοις ἀληθῆ εἶναι. οὐκ ἐρωτᾷ οὖν ὁ ἀποδεικνύς, ἀλλὰ παρ’ ἑαυτοῦ λαμβάνει· [*](3 Ὑστ. ἀναλ.] I 4 p. 73 b 26 sq. 7 προτίθησι aK 8 διαφέρει a ἡ alterum om. L 9 post καὶ add. ὁ M 10 ταῖς προτάσεσι om. L 13 τοπικοῖς] I 10 p. 104 a 8 λόγον LM: λόγῳ aK 14 ἀποδέδωκα L ὅτι . . . ἔνδοξος om. L 16 δηλοῖ om. a 17 κοινῶς om. a ante κοινῶς add. ὅλον L 18 λόγος νῦν L 20 προτάσεις L 23 ἀλήθεια a 24 τε aKM: γε L 25 ἀποδεικτικός a αὐτῆς aM: αὐτοῖς L: αὐτ. .~. Κ (fuisse ῶν videtur) 26 τρόπου KLM: πρώτου a 27 om. aL 20 ἀναιρεῖν a 32 ante ἀντικείμενα add. αὐτὰ Κ 34 ὁ om. Κ)

13
τὸ γὰρ ἀκόλουθον ταῖς ἀρχαῖς λαμβάνει καὶ ταῖς ὑποθέσεσιν, ὡς ἐν τῇ [*](5v) γεωμετρίᾳ γινόμενον ὁρῶμεν· οὐ γὰρ ὁ βουλόμενος δεῖξαι τοῦ τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας διὰ προτάσεων δείκνυσιν ἐξ ἐρωτήσεως δοθεισῶν. ἐρώτησιν δὲ ἀντιφάσεως εἶπε τὴν διαλεκτικὴν πρότασιν νῦν ἀντὶ τοῦ ‘δι᾿ ἐρωτήσεως ἀντιφάσεως λαμβανομένην᾿, ὡς δῆλον ἐκ τοῦ ἐπιφερομένου τοῦ οὐδὲν δὲ διοίσει· οὐδὲ γὰρ ὁ ἐρωτῶν διὰ τῆς ἐρωτήσεως συλλογίζεται ἀλλὰ διὰ τοῦ ληφθέντος διὰ τῆς ἐρωτήσεως. ὑποθέσεις δὲ τῶν ἀποδείξεων αἱ ἀρχαί, ὅτι οὐκ ἔστιν ἀπόδειξις τῶν τοιούτων προτάσεων καὶ τῶν ἀρχῶν, ἀλλ’ ὡς ἐναργεῖς καὶ αὐτόθεν γνώριμοι τίθενται ἢ ὡς τοῖς τοιούτοις ἑπόμεναι· τὸ δὲ μὴ δι’ ἀποδείξεως λαμβανόμενον ὑπόθεσίν τε καὶ ὑποτίθεσθαι καλοῦσι καὶ κοινότερον ἔτι θέσιν. ἐκ τούτων δὴ τὴν ἀπόδειξιν ποιεῖται. εἰπὼν δὲ τὴν κατὰ χρῆσιν διαφορὰν αὐτῶν προστίθησιν ἐφεξῆς καὶ τὴν κατὰ τὴν ὕλην, πρῶτον δείξας, ὅτι κοινὸς ὁ ἀποδεδομένος προτάσεως λόγος καὶ ἐφαρμόζων καὶ τῇ ἀποδεικτικῇ καὶ τῇ διαλεκτικῇ. ὅταν εἰς συλλογισμοῦ γένεσιν λαμβάνηται, εἰπὼν οὐδὲν δὲ διοίσει πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν· καὶ γὰρ ὁ ἀποδεικνύων καὶ ὁ ἐρωτῶν συλλογίζεται λαβών τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὃς ἦν ἀποδεδομένος προτάσεως λόγος· καὶ γὰρ εἰ ὁ τρόπος τῆς λήψεως αὐτῶν διάφορος, ἀλλὰ τά γε λαμβανόμενα κατὰ τὸν τῆς προτάσεως κοινωνεῖ λόγον. τῇ λαμβανομένῃ οὖν διαλεκτικῇ προτάσει ὁ εἰρημένος κοινὸς τῆς προτάσεως λόγος ἐφαρμόζει, οὐ τῇ ἐρωτωμένῃ· καὶ γὰρ τῇ ἀποδεικτικῶς ληφθείσῃ καὶ τῇ διαλεκτικῶς κοινὸν τὸ κατάφασιν ἢ ἀπόφασιν εἶναί τινος κατά τινος, ᾗ προτάσει πρὸς τὸν κοινῶς καὶ ἀπλῶς συλλογισμὸν χρώμεθα· τὸ γὰρ καταφατικόν τε καὶ ἀποφατικὸν αὐτῶν πρὸς συλλογισμὸν χρήσιμον.

ἐδήλωσε δὲ ἡμῖν διὰ τῆς λέξεως ταύτης, ὅπως καὶ ἐπὶ τῆς ἀποφάσεως τὸ κατά τινος ἁρμόζει, εἰπὼν τὶ κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν. καὶ προσθεὶς δὲ τοῖς ἑξῆς τὸν προειρημένον τρόπον τοῦτο δηλοῦν ἔοικεν, ὅτι | κοινόν ἐστι τὸ κατά τινος. ἢ τὸ τὸν προειρημένον [*](6r) τρόπον δηλωτικόν ἐστι τοῦ καθόλου ἢ ἐν μέρει ἡ ἀδιορίστως. ποιεῖται δέ τινα καὶ τῆς διαλεκτικῆς προτάσεως διαίρεσιν· ἄλλην μὲν γάρ φησιν [*](2 ὁρῶμεν γινόμενον L δεῖξαι post τριγώνου transpon. L: τὰς τρεῖς τοῦ τριγώνου colloc. a 3 προτάσεως Κ 4 τὴν om. L 6 φερομένου L δὲ a et Ar.: om. KLM οὐδὲ scripsi: οὔτε libri 7 διὰ (ante τῆς) om. L 9 post ἀλλ’ add. ἢ a αὐτόθι KL 10 τοῖς om. L ἑπόμενα KM 11 ὑποτίθεσθαι] hinc inc. Β; Κ huc usque coll. καλοῦμεν a 12 ἀπόδειξιν] ἀπό evan. Β 13 ὕλην] ὑλ evan. Β 14 ante προτάσεως add. τῆς aLM λόγος BM: ὅρος aL τῇ διαλεκτικῇ καὶ τῇ ἀποδεικτικῇ a 15 συλλογισμῶν λαμβάνηται γένεσιν a δὲ οὐδὲν Β δὲ om. L 16 post γὰρ add. καὶ a 17 τινος] ινο evan. Β ὑπάρχον ἢ μὴ ὑπάρχον L 18 ἀποδεδομένος] ος evan. Β ante προτάσεως add. τῆς LM 23 εἶναι ἢ ἀπόφασιν aLM προτάσει] ει evan. Β προτάσει L 24 τὸ γὰρ . . . συλλογισμὸν om. L 26 τῆς evan. Β 27 ὑπάρχειν ἡ] εἰν ἢ evan. Β ἢ a et Ar.: καὶ τί LM 28 προσθῆς L προειρημένον] πρὸ evan. B 30 τοῦ aB: τῶν LM)

14
εἶναι τὴν πυνθανομένου καὶ ἐρωτῶντος ἐρώτησιν γὰρ ἀντιφάσεως), [*](6r) ἥτις ἐστὶν ἐν τῇ παρ’ ἄλλου αἰτήσει, ἥτις οὐδέπω λόγος ἀποφαντικὸς οὐδὲ κατάφασις ἢ ἀπόφασις, ἄλλην δὲ τοῦ συλλογιζομένου, ἣ καὶ μέρος ἐστὶ τοῦ συλλογισμοῦ γινομένου, ἥτις ἐστὶν ἀπὸ τῆς ὕλης· ἡ γὰρ ἐρώτησις τῆς ἀντιφάσεως οὐκ ἔστι συλλογισμοῦ μέρος. τί δὲ τὸ φαινόμενόν τε καὶ ἔνδοξον, εἴρηκεν ἐν τοῖς τοπικοῖς.

[*](p. 24b 12)

Τί μὲν οὖν ἐστι πρότασις, καὶ τίνι διαφέρει συλλογιστικὴ καὶ ἀποδεικτικὴ καὶ διαλεκτική.

Εἴρηκεν, ὅτι ἡ μὲν πρότασίς ἐστι λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος, καὶ οὗτος ὁ λόγος εἴη ἄν τῆς συλλογιστικῆς προτάσεως. ἡ δὲ ἀποδεικτικὴ πρότασίς ἐστιν, ὡς μὲν ἐνθάδε εἴρηκεν, ἀληθὴς καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ὡς δὲ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, ἡ ἀληθὴς καὶ ἄμεσος καὶ πρώτη καὶ γνωριμωτέρα καὶ αἰτία τοῦ συμπεράσματος· ἡ δὲ διαλεκτικὴ πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου. εἴη δ’ ἄν καὶ σοφιστική, ἧς οὐκ ἐμνημόνευσε νῦν, λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου· ἡ γὰρ ἐπιπόλαιον τὸ πιθανὸν καὶ εὐφωρατότερον ἔχουσα σοφιστικὴ πρότασίς ἐστι. δι’ ἀκριβείας δὲ περὶ αὐτῶν λέγει, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς τοπικοῖς, περὶ δὲ τῆς σοφιστικῆς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις, ἃ πάντα ἕπεται τῇ κοινῇ περὶ συλλογισμῶν πραγματείᾳ. καὶ εἴη ἄν διὰ τοῦ εἰπεῖν ἐν τοῖς ἑπομένοις ῥηθήσεται, ὅτι πρῶτα τῇ τάξει ταῦτα τὰ βιβλία ἐκείνων τῶν πραγματειῶν, δεδηλωκώς.

[*](p. 24b 16)

Ὅρον δὲ καλῶ, εἰς ὃν διαλύεται ἡ πρότασις.

ἔοικεν ἐνδείκνυσθαι καὶ αὐτός, ὅτι μὴ σύνηθες τὸ τοῦ ὅρου ὄνομα μηδὲ γνώριμον ἐπὶ τοῦ τῆς προτάσεως τασσόμενον μέρους, εἰπὼν ὅρον δὲ καλῶ. διὰ τοῦτο καὶ πρῶτον περὶ προτάσεως τὸν λόγον ἐποιήσατο, ὅτι ἐκ τῆς προτάσεως καὶ τὴν τοῦ ὅρου ἀπόδοσιν ἔμελλε ποιεῖσθαι. εἰσὶ δὲ ὅροι ἐν ἁπλῇ προτάσει ὄνομα καὶ ῥῆμα. εἴρηνται δὲ ὅροι τὰ τῆς προτάσεως μέρη ἀπὸ τοῦ τούτοις ὁρίζεσθαι τὴν πρότασιν καὶ ἐκ τούτων αὐτὴν [*](1 ἐρώτησις γάρ ἐστιν aLM 3 τοῦ om. LM 4 ante γινομένου add. τοῦ LM γινομένη a τῆς om. a 5 φαινομένου καὶ καὶ ἐνδόξου a 6 τοπικοῖς] I 1 p. 100b 21 —23 7 τίνι aB (n m): τί Ar. 8 post συλλογιστικὴ add. τε a 12 τῶν aBM: τὸ L προτάσεως L Ὑστ. ἂν.] I 2 p. 71b 21 15 σύλληψις L καὶ om. L 16 δ’ om. LM 17 καὶ (ante ἐνδόξου) om. LM καὶ aBM: aliud quid superscr. in litura L εὐφωρατότερον scripsi: εὐφωρατώτερον libri 18 λέγειν L 19 τῆς (ante διαλεκτικῆς) om. L 21 συλλογισμῶν] γισμῶν in ras. Β 22 post εἰπεῖν add. ὅτι L 25 αὐτὸ a 26 τασσόμενον om. L δὲ om. M 27 καὶ πρῶτον B: καὶ a: δὲ καὶ πρότερον LM τὸν ante περὶ transponunt LM 29 post ἐν add. τῇ a δὲ om. L 30 τοῦ om. L)

15
συγκεῖσθαι. ἔστι δὲ ὁ μέν, καθ’ οὗ κατηγορεῖται, ὁ ὑποκείμενος ὅρος, περὶ [*](6r) οὗ καὶ ὁ λόγος γίνεται, ὁ δὲ κατηγορούμενος ὁ ἐπιφερόμενος τῷ ὑποκειμένῳ καὶ λεγόμενος περὶ αὐτοῦ· πᾶσα γὰρ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου σύγκειται. τὸ δὲ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι προσέθηκεν, ἵνα μή τινες ἀγνοήσαντες, ὅταν τὸ ‘ ἐστί’ τρίτον προσκατηγορῆται ἐν προτάσει, διαιροῦντες τὴν πρότασιν τὸ εἶναι ἢ μὴ εἶναι τρίτον ὅρον ἡγῶνται εἶναι. οὐ γὰρ ὅρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ ‘ἐστίν᾿, ἀλλὰ προστιθέμενον μὲν σύνθεσιν σημαίνει τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου καὶ ἔστι καταφάσεως δηλωτικόν· ἀποφατικῶς δὲ λεγόμενον διαιρεῖ καὶ χωρίζει τοὺς ὅρους ἀπ’ ἀλλήλων καὶ ἔστιν ἀποφάσεως δηλωτικόν· εἰς γὰρ δύο ὅρους πᾶσα διαιρεῖται πρότασις. ὅτι γὰρ μήτε ὅρος τὸ ‘ἐστί᾿ μήτε ὅρου μέρος, δῆλον εἶναι δοκεῖ ἐκ τοῦ καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντικειμένας ἐκ τῶν αὐτῶν ὅρων συγκεῖσθαι. δοκεῖ δὲ ὅρος γίνεσθαι τὸ ‘ἐστίν᾿, ὅταν μόνον κέηται, τοῦτ’ ἔστι κατηγορηθῇ κατὰ τοῦ ὑποκειμένου, ὡς ἐπὶ τοῦ ‘Σωκράτης ἔστι᾿. δοκεῖ γὰρ τὸ ‘ἐστί τότε κατηγορούμενος ὅρος εἶναι. οὐ μὴν ἀλλ’ εἰ ἀκριβολογοῖτό τις, οὐδὲ τότε ἐστὶ καθ’ αὑτὸ ὅρος τὸ ‘ἐστίν᾿. ἡ γὰρ λέγουσα πρότασις ‘Σωκράτης ἔστιν᾿ ἴσον δύναται τῇ ‘Σωκράτης ὄν ἐστιν᾿, ἐν ᾗ γίνεται τὸ ὃν μετὰ τοῦ ‘ἐστίν᾿ ὁ κατηγορούμενος ὅρος, οὐ τὸ ‘ἐστίν᾿. ἐπεὶ δὲ τῷ ὂν τὸ ‘ἐστίν᾿ ἴσον δοκεῖ δύνασθαι | ἐγκεκλιμένον ἀπ’ αὐτοῦ, συντομίας χάριν [*](6v) καὶ τοὐ μὴ ταὐτὸ λέγειν δοκεῖν μόνον συντάσσεται τῷ ὑποκειμένῳ· οὕτως δὲ συνταχθὲν ὅρος γίνεται καὶ τῆς προτάσεως μόριον.

Εἰπὼν δὲ συντιθεμένου ἢ διαιρουμένου προσέθηκε τοῦ εἶναι ἢ μὴ εἶναι ἀκαταλληλότερον μέν πως τῇ ἑρμηνείᾳ δοκῶν χρῆσθαι διὰ τὴν τοῦ μὴ εἶναι πρόσθεσιν· δοκεῖ γὰρ αὔταρκες εἶναι τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι· ἡ μὲν γὰρ πρόσθεσις τοῦ εἶναι κατάφασιν ποιεῖ, ἡ δὲ διαίρεσις ἀπόφασιν. οὐ μὴν ἀλλὰ καὶ προσέθηκεν αὐτὸ ὑπὲρ τοῦ δηλῶσαι, τίνα τρόπον τοῦ εἶναι διαιρουμένου ἀπόφασις γίνεται· διαίρεσις γάρ ἐστι καὶ ἡ παντελὴς ἄρσις τοῦ ‘ἐστί᾿, διαίρεσίς ἐστι καὶ ἡ μετὰ τοῦ ἀποφατικοῦ μορίου σύνταξις, ὁποῖόν ἐστι τὸ ‘οὐκ ἔστιν᾿. ἀλλὰ τέλεον μὲν ἀφαιρεθέντος τοὐ ‘ἐστίν᾿ ἀπὸ τῆς προτάσεως καὶ οὕτως διαιρεθέντος οὔτε ἀπόφασις τὸ καταλειπόμενον οὔτε πρότασις ὅλως· ὁ γὰρ ἀφελὼν ἀπὸ τῆς προτάσεως τῆς ‘Σωκράτης λευκός ἐστι᾿ τὸ ‘ἐστί᾿ καὶ καταλιπὼν τὸ ‘Σωκράτης λευκός᾿ οὔτε ἀπόφασιν πεποίηκεν οὔτε ἔτι πρότασιν τὸ καταλειπό- [*](3 πρότασις ex προτάσεις, ut videtur, corr. L 4 ante προστ. add. ἢ L 5 ante τοῦ add. ἢ a τινες] ες post superscr. Β 6 post ἐν add. τῇ a 7 ἡγοῦνται a 8 προστιθέμενον] τι superscr. Β 10 post διαιρεῖ add. τε a 12 εἶναι om. L 14 κέηται scripsi: κεῖται libri τοῦτ’ ἔστι . . . Σωκράτης ἔστι (15) om. aLM 16 τότε τὸ ἐστὶ aLM 18 ὄν Β: ὤν aLM 19 ὂν Β: ὢν aLM post ὁ add. δὲ a οὐ τὸ scripsi: οὗ τὸ Β1LM: οὕτω Β2: οὗτος a ἐστίν a: ὄν ἐστιν Β: ὤν ἐστιν LM τῶ aM: τὸ BL ὄν B: ὢν aM: ὢν ἐστὶ L τὸ aM: τῶ BL 21 ταὐτὸν aLM συντάσσεσθαι L 23 δὲ om. M 27 αὐτὴν L ὑπὲρ τοῦ δηλῶσαι om. L 29 διαίρεσίς ἐστι om. LM 33 Σωκράτης om. a34 ἐποίησεν Β ἔτι om. LM)

16
μενον τετήρηκεν· ἡ γὰρ πρότασις τέλειός ἐστι λόγος καὶ ἀνελλιπής. ὑπὲρ [*](6v) τοῦ οὖν δεῖξαι, τίνα τρόπον χρὴ διαιρεῖν τὸ ‘ἐστίν᾿ ἐν τῇ ἀποφάσει, προσέθηκε τὸ μὴ εἶναι, ἵνα ᾖ ‘προστιθεμένου μὲν τοῦ εἶναι ἐν ταῖς καταφάσεσιν, διαιρουμένου δὲ τοῦ αὐτοῦ τούτου ἐν ταῖς ἀποφάσεσι καὶ γινομένου μὴ εἶναι᾿· οὐ γὰρ τέλεον διαιρουμένου καὶ ἀφαιρουμένου. ἢ προσέθηκε τὸ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι ταῦτα, τὸ εἶναι ἢ μὴ εἶναι, οὐ μόριά ἐστι τῆς προτάσεως οὐδὲ ὅροι, ἀλλ’ ἔστιν ἔξωθεν τῶν ὅρων καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἢ προστιθέμενα τοῖς κατηγορουμένοις ὅροις ἔξωθεν ἐν τῇ τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσει ἢ χωριζόμενα αὐτῶν· οὐδὲν γὰρ πλέον ὡς πρὸς τὴν εἰς τοὺς ὅρους τῶν προτάσεων διαίρεσιν ποιεῖ ταῦτα προστιθέμενα ἢ ἀφαιρούμενα· δοκοῦσι γὰρ οἱ ὅροι εἶναι τῆς ‘Σωκράτης λευκός ἐστι᾿ τὸ Σωκράτης καὶ τὸ λευκός. καὶ εἴη ἄν καταλληλότερον ἡ λέξις ἔχουσα, εἰ οὕτως λέγοι τὸ προστιθεμένου τοῦ εἶναι ἢ μὴ εἶναι ἢ διαιρουμένου. μένου. ἢ ἄτοπον τὸ μηδ’ ὅλως λέγειν τὸ ‘ἐστίν᾿ ἐν ταῖς οὕτως ἐχούσαις προτάσεσι κατηγορεῖσθαι, καὶ ταῦτα Εὐδήμου ἐν τῷ πρώτῳ Περὶ λέξεως δεικνύντος τοῦτο διὰ πλειόνων.

[*](p. 24b 18)

Συλλογισμὸς δέ ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἒτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι.

εἰπὼν περὶ προτάσεων καὶ περὶ τῶν τῆς προτάσεως μορίων, ἃ ὠνόμασεν ὅρους, ἀκολούθως ἀποδίδωσι, τί ποτέ ἐστιν ὁ συλλογισμός. ὅτι μὲν οὖν λόγος τίς ἐστιν ὁ συλλογισμὸς καὶ ὡς ἐν γένει τῷ λόγῳ ἐστί, δῆλον. λαβὼν δὲ τὸ γένος αὐτοῦ, ὃ τῶν ὁριστῶν τῆς κοινῆς φύσεως ἐστι δηλωτικόν, καθ’ ἣν τῶν διαφερόντων κατὰ τὸ γένος χωρίζεται· τοῦτο γὰρ ἡ τοῦ γένους ἐν τοῖς ὁριζομένοις θέσις δύναται· δεῖ μὲν γὰρ ὑπὸ τοῦ ὅρου τὸ ὁριζόμενον πάντως χωρισθῆναι· ἐπεὶ δὲ τῶν διαφερόντων αὐτοῦ τὰ μὲν πλεῖον ἀφέστηκε τούτων, ὅσα οὐδὲ ταὐτοῦ κεκοινώνηκεν αὐτῷ γένους, τὰ δὲ ἐγγύτερά τέ ἐστι καὶ ὁμογενῆ αὐτῷ· τῶν μὲν οὖν ἀνομοιογενῶν τὸ γένος αὐτὸ χωρίζει, τῶν δὲ ὁμογενῶν αἰ διαφοραί, διὸ πρῶτον ἐν τοῖς ὁρισμοῖς λαμβάνεται τὸ γένος χωριστικὸν ὂν τῶν πλεῖστον διαφερόντων· λαβὼν δὴ τὸ γένος τὸ τοῦ συλλογισμοῦ μετὰ ταῦτα διὰ τῶν διαφορῶν τοῦ [*](3 ἵν᾿ a εἶναι BLM: ἐστὶν a 6 ἢ (ante μὴ) aL (bifum): καὶ BM (Ar.); cf. 15,23 et 16,7, 14 7 εἰσι L 8 καὶ τὸ εἶναι ἔζωθεν (9) om. LM 9 post ἐν add. δὲ M 10 ante ἢ add. ἢ προστιθέμενα LM οὑδὲ aLM ante πλέον expct. τὸ B 13 ἡ λέξις καταλληλότερον L 14 λέγοι τὸ scripsi: λέγοιτο libri ante μὴ add. καὶ Β 21 τῆς προτάσεως BLM: τῶν προτάσεων a 22 ὁ om. aLM συλλογισμός] συλ periit in M 23 ὁ om. LM ἐν om. a 24 ante γένος add. κοινὸν aM 25 τὸ om. aLM 26 ἐν τοῖς ὁριζομένοις ἡ τοῦ γένους a 27 ἐπὶ a αὐτῷ a aut τῶν διαφερόντων αὐτοῦ aut τούτων (28) delendum videtur 28 πλείω a τούτων BLM: τούτου a οὐδὲ B: οὐ aLM τοῦ αὐτοῦ LM αὐτῷ BLM: τοῦ a 29 ἐγγυτέρω a, τε superscr. B ὁμοιωγενῆ a ἀνομογενῶν M 30 αὐτὸ a: αὐτὰ BLM αἱ superscr. Β πρῶτον B: πρότερον aLM 31 πλείστων a 32 δὲ a τὸ (post γένος) om. a τοῦ λόγου BLM: τούτου a)

17
λόγου τὴν οἰκείαν καὶ ἴδιον οὐσίαν τοῦ συλλογισμοῦ συντιθεὶς ταύτας τῷ [*](6v) γένει ἔδειξε, διὰ μὲν τοῦ τεθέντων τινῶν ἐνδειξάμενος τό γε δεῖν εἶναί τινας εἰλημμένας προτάσεις ἢ συγχωρουμένας ὑπὸ τοῦ συλλογιζομένου, ὃ οὐ πᾶς ἔχει λόγος. τί γὰρ ἐν τῇ εὐχῇ τίθεται ἢ ἐν τῇ ἐντολῇ ἢ ἐν τῇ κλήσει; δοκεῖ δέ τισι τὸ τεθέντων μὴ ἀπλῶς σημαίνειν τὸ ‘ληφθέντων᾿, ἀλλὰ καὶ τὸν τρόπον δηλοῦν τῶν λαμβανομένων· ὅτι γὰρ κατηγορικὰς [*](7r) εἶναι δεῖ τὰς λαμβανομένας πρὸς συλλογισμὸν προτάσεις δηλοῦσθαι διὰ τοὐ τεθέντων· ταύτας γὰρ καὶ ὡρίσατο· δείξει γάρ, ὅτι αἱ ὑποθετικαὶ προτάσεις αὐταὶ καθ’ αὑτὰς οὐ ποιοῦσι συλλογισμόν. διὸ τεθέντων εἶπεν, οὐ ληφθέντων. καὶ προσέτι, ὅτι μὴ ἓν δεῖ τὸ τιθέμενον εἶναι μηδὲ μίαν πρότασιν, τὸ τεθέντων δηλοῖ, ἀλλὰ τὸ ἐλάχιστον δύο· οὐ γάρ εἰσι συλλογισμοὶ οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων μονολήμματοι· ὁ γὰρ συλλογισμὸς καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος σύνθεσίν τινα δηλοῖ λόγων· οἷς γὰρ ἄν ᾖ τὸ συν(??) προσκείμενον, συμπλοκὴν τούτων καὶ σύνθεσιν δηλοῖ καὶ σύλληψιν. οὕτω τὸ συντρέχειν· τρεχόντων γὰρ σύνθεσιν καὶ σύνοδον σημαίνει· ὁμοίως τὸ συμμαχεῖν· μαχομένων γάρ· καὶ τὸ συμπαλαίειν παλαιόντων· καὶ τὸ συζητεῖν δὲ ζητούντων· ἀλλὰ καὶ τὸ συμψηφίζειν ψήφων σημαίνει σύνθεσιν. οὕτως οὖν καὶ συλλογισμὸς σύνθεσίς ἐστι λόγων. οἱ δὲ λεγόμενοι μονολήμματοι δοκοῦσιν εἶναί ποτε συλλογισμοὶ τῷ τὴν ἑτέραν πρότασιν διὰ τὸ εἶναι γνώριμον τοὺς ἀκούοντας προστιθέναι. τὸ γὰρ ‘ἀναπνεῖς, ζῇς ἄρα᾿ δοκεῖ συλλογισμὸς εἶναι, ὅτι παρ’ αὑτοῦ προστίθησιν ὁ ἀκούσας τὴν ἑτέραν πρότασιν οὖσαν γνώριμον τὴν ‘πᾶς ὁ ἀναπνέων ζῇ᾿. ἐπεὶ εἴ γε μὴ ἦν γνώριμος αὕτη, οὐδεὶς ἄν συνεχώρει τὸ συμπέρασμα τό ‘ζῇς ἄρ’ ἐπὶ τοῦ ‘ἀναπνεῖς᾿, ἀλλ’ ἀπῄτει τὴν αἰτίαν· βούλεται γὰρ ὁ συλλογισμὸς τὸ συμπέρασμα ἀθροίζειν ἐκ τῶν προτάσεων, ὃ οὐ γίνεται ἐκ μιᾶς προτάσεως. καὶ γὰρ εἰ ὅτι μάλιστα ἕποιτό τι ἑνί τινι ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τοῦτο ἤδη καὶ συλλογιστικῶς· οὐ γὰρ ἐπεὶ ὁ συλλογισμὸς ἀναγκαίως ἔχει τὸ συμπέρασμα ἑπόμενον τοῖς κειμένοις, ἤδη καί, εἴ τι ἀναγκαίως ἕπεταί τινι, τοῦτο συλλογιστικῶς ἕπεται· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ. ἐν γοῦν τῖς ἀκολουθίαις καὶ ταῖς σχέσεσι καὶ συνεχέσι καὶ συνημμένοις τοῖς ὑγιέσιν ἐξ ἀνάγκης μὲν ἀκολουθεῖ τῷ ἡγουμένῳ τὸ ἑπόμενον, ἀλλ’ οὐ συλ- λογισμὸς ἤδη τοῦτο· ἐν γὰρ τῷ ἱεῖ ἡμέρα ἐστί, φῶς ἐστιν᾿, ἐξ ἀνάγκης ἕπεται τῷ ἡμέρα εἶναι τὸ φῶς εἶναι, ἀλλ’ οὐ συλλογιστικῶς. ἀλλὰ καὶ τῷ κλέπτοντι ἕπεται τὸ ἁμαρτάνειν καὶ τῷ ὑβρίζοντι τὸ ἀδικεῖν· ἀλλ’ οὐ [*](1 οὐσίαν post συντιθεὶς transponit Β 3 προτάσεις εἰλημμένας aLM 7 πρὸς συλλογισμὸν om. a δηλοῦται aLM 8 καὶ om. aLM 9 ἑαυτὰς M διὸ BLM: διὰ τοῦτο a 11 δηλοῦν LM 12 ἀπὸ L 13 καὶ om. aLM εἴη a 14 συμ L καὶ σύλληψιν . . . σύνθεσιν (15) om. a 17 ψηφίζειν L σημαίνει BLM: δηλοῖ a 18 οὖν om. a μονολήμματοι λεγόμενοι aLM 19 πρότασιν BLM: τῶν προτάσεων a 21 αὐτοῦ aB: ἑαυτοῦ LM δευτέραν a 22 οὖσαν BLM: εἶναι a τὴν πᾶς om. a 26 τι Β1 corr.: om. aLM ἐξ ἀνάγκης ἑνί τινι aLM 27 συλλογιστικῶς BLM: συλλογισμός a 30 καὶ (post σχέσεσι) aBL: ταῖς M 31 μὲν om. a 32 τῷ εἰ BLM: τῷδε ἡμέρα BM ἀλλὰ om. a 34 κλέπτοντι] οντι in ras. M)
18
διὰ τοῦτο συλλογισμοὶ ταῦτα· ἴδιον γὰρ συλλογισμοῦ τὸ διὰ πλειόνων τὸ [*](7r) ἀναγκαῖον δεικνύναι. διὸ οὐδ’ ἄν αἱ μὲν λέξεις ὦσι πλείους τῶν τιθεμένων, ταὐτὸν δὲ ταῦτα σημαίνῃ τῷ πρώτῳ, οὐδ’ οὕτω συλλογισμὸς ἐκ τῶν τοιούτων ἔσται· καὶ γὰρ ὁ οὕτως ἔχων λόγος τῇ δυνάμει μονολήμματος, ὡς ὁ λέγων ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ οὐχὶ οὐχ ἡμέρα ἐστίν· φῶς ἄρα ἐστίν᾿· τὸ γὰρ ‘οὐχὶ οὐχ ἡμέρα ἐστί᾿ τοῦ ᾿ἡμέρα ἐστί᾿ μόνῃ τῇ λέξει οιαφερει.

Τὸ μὲν οὖν τεθέντων τούτων ἐστὶ δηλωτικόν. τὸ δὲ ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει χωρίζει τὸν συλλογισμὸν τοῦ ἐπακτικοῦ λόγου· τὸ γὰρ ἀναγκαίως ἕπεσθαι τὸ συμπέρασμα τοῖς κειμένοις δηλοῖ, ὃ οὗτε ὁ παραδειγματικὸς οὔτε ὁ ἐπακτικὸς ἔχουσιν. καίτοι καὶ ἐν ἐκείνοις τίθεται ἢ τινὰ ἢ τί. πάνυ δὲ καλῶς τὸ δεῖν ἕτερον τῶν τεθέντων εἶναι τὸ συμπέρασμα προσέθηκεν· ἄχρηστον γὰρ καὶ συλλογιστικῆς χρείας φθαρτικὸν τὸ τὸ ὁμολογούμενον καὶ κείμενον ἐπιφέρειν. τὸ γὰρ χρειῶδες τοῦ συλλογισμοῦ οὐ παρέχεται τὸ ἱεῖ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· φῶς ἄρα ἐστί᾿, καὶ ὅλως οἱ λεγόμενοι ὑπὸ τῶν νεωτέρων ἀδιαφόρως περαίνοντες. τοιοῦτοι δὲ καὶ οἱ διφορούμενοι, οἷός ἐστιν ἱεῖ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿. σχῆμα μὲν γὰρ συλλογιστικὸν δύναται καὶ τὸ τοιοῦτον εἶναι καὶ συζυγία συλλογιστική, συλλογισμὸς δὲ οὐδαμῶς· ὄργανον γὰρ ὁ συλλογισμὸς καὶ χρείας τινὸς χάριν καὶ δείξεως παραλαμβανόμενον, ὥστε τὸ μὴ χρήσιμον οὐδὲ συλλογισμός. ὅτι δὲ οὐ χρήσιμον τὸ τοιοῦτον εἶδος, μάθοιμεν ἄν, εἰ ἐπέλθοιμεν τὰ εἴδη τοῦ συλλογισμοῦ καὶ ἐξετάσαιμεν, τίνι αὐτῶν οἰκεῖον τὸ τῶν κειμένων τι ἐπιφέρειν. πότερον γὰρ τῷ ἀποδεικτικῷ; ἀλλ’ οὗτός γε τὸ ἄδηλον πειρᾶται διὰ τῶν φανερῶν καὶ γνωρίμων ἐκ|καλύπτειν καὶ τὸ ὕστερον διὰ τῶν [*](7v) πρώτων. ἀλλὰ τῷ διαλεκτικῷ; ἀλλὰ καὶ οὗτος, ὃ μὴ βούλεται συγχωρεῖν ὁ προσδιαλεγόμενος, τοῦτο πειρᾶται διὰ τῶν ἐνδόξων καὶ ὧν συγχωρεῖ δεικνύναι εἰς ἀντίφασιν περιάγων. ἀλλὰ τῷ ἐριστικῷ; ἀλλὰ καὶ τούτῳ πρόκειται καὶ αὐτῷ ἢ εἰς ἀντίφασιν ἢ εἰς φαινομένην ἀντίφασιν περιαγαγεῖν τὸν ἀποκρινόμενον, ἐξ ὧν δίδωσιν· οὐχ ὃ δίδωσι γοῦν συμπεραίνεται, ἀλλ’ ἐξ ὧν δίδωσιν, ὃ οὐ βούλεται δοῦναι· δῆλον οὖν, ὡς ἄλλο τι τοῦ δεδομένου [*](1 συλλογισμοὶ Β: συλλογισμὸς aLM 3 σημαίνει aLM τῶν om. LM 5 ὡς ὁ λέγων om. a post λέγων add. εἰ M 8 μὲν om. a 9 συμβαίνειν a: ras. post νει Β χωρίζοι Β τοῦ om. a 10 τοῖς κειμένοις τὸ συμπέρασμα a 12 τίθενται a post ἤ τι add. ἢ ὅτι ἕτερον τῶν κειμένων ἐξ ἀνάγκης ἐξ ἂν. om. a) τὸ συμπέρασμα aLM 13 εἶναι τῶν τεθέντων a πρὸς συλλογιστικὴν χρείαν LM 14 φορτικὸν aLM τὸ alterum om. L καὶ om. a κείμενον aBM: κύριον L 15 τοῦ συλλογισμοῦ om. aB περιέχεται οἷον τὸ LM φῶς ἐστιν om. a 16 φῶς LM: ἡμέρα aB 17 ἀδιαφόρως a: διαφόρως BLM διαφορούμενοι Β; cf. 20,11 et Prantl Ι p. 446,122, p. 447, 125, p. 476, 185 18 ἡμέρα ἐστιν (ante ἀλλὰ) iterat L 19 γὰρ om. LM συζυγίας συλλογιστικῆς aLM 20 συλλογισμὸν (ante δὲ) L 22 οὐ BLM: οὐδὲ a μανθάνοιμεν 23 τῶν συλλογισμῶν εἴδη a τὸ om. L 24 post ἐπιφέρειν add. ἐστί aLM 28 ante τῷ add. καὶ L 29 πρόσκειται aLM καὶ αὐτῷ ἡ om. a: καὶ αὐτῶ sub ἡ εἰς add. L 30 γοῦν aBM: τοῦτο L 31 οὐ BLM: μὴ a)

19
ἐποίσει. εἰ δ’ ἐστὶ τὸ γένος ἐν τοῖς εἴδεσι τοῖς αὑτοῦ, καὶ ἔστιν ὁ συλλογισμὸς [*](7v) γένος τῶν αὑτοῦ εἰδῶν, ἐν οὐδενὶ δὲ αὐτῶν ταὐτὸν τῷ εἰλημμένῳ τὸ ἐπιφερόμενον, οὐδ’ ἄν ἐν συλλογισμῷ εἴη ὅλως. ὁ γὰρ ἐξ ἀντιφάσεως διαιρετικὸς συλλογισμὸς οὐχ ὡς ταὐτὸν τῷ μεταλαμβανομένῳ ἤ, ὡς οἱ νεώτεροί φασι, προσλαμβανομένῳ τὸ συμπέρασμα ἐπιφέρει· ὁ γὰρ λέγων ‘ἤτοι ἡμέρα ἐστίν, ἢ οὐκ ἔστιν ἡμέρα᾿, εἶτα προσλαμβάνων τὸ ἕτερον τῶν ἐν τῷ διαιρετικῷ, ἢ τὸ ἀποφατικὸν τὸ ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα᾿ ἢ τὸ καταφατικὸν τὸ ‘ἡμέρα ἐστίν᾿, ἔχει μὲν συναγόμενον ἢ τὸ ‘οὐκ ἄρα ἡμέρα ἐστίν᾿ ἢ τὸ ‘ἡμέρα ἄρα ἐστίν᾿, ὃ δοκεῖ ταὐτὸν εἶναι τῷ προσειλημμένῳ, ἤτοι τῷ ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρ’ ἢ τῷ ‘ἀλλὰ μὴν ἡμέρα ἐστίν᾿· οὐ μὴν ὡς ταὐτὸν ὂν αὐτῷ ἐπιφέρεται, ἀλλ’ ὡς ἀντικείμενον τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ· συμβαίνει δὲ τὸ ἐκείνῳ ἀντικείμενον ἐν τοῖς τοιούτοις συλλογισμοῖς ταὐτὸν γίνεσθαι τῇ προσλήψει. πάμπολυ δὲ διαφέρει τὸ προηγουμένως ταὐτὸν τῶν κειμένων τινὶ λαβεῖν τὸ συμπέρασμα ἢ λαβεῖν μὲν αὐτὸ ὡς ἄλλο συμπεσεῖν δὲ αὐτῷ τὸ ταὐτὸν αὐτῷ γενέσθαι. οὐδέποτε οὖν ἄλλοτε ἡ τότε, ὅτε ταὐτὸν γίνεται τὸ ἀντικείμενον τῷ ἑπομένῳ τῇ προσλήψει, ἡ τοιαύτη ἐπιφορά. καὶ τότε οὖν ὡς ἕτερον λαμβάνεται, εἴ γε ἕτερόν ἐστι τὸ εἷναι τῷδέ τινι καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου τῶν ἐν τῇ διαιρέσει. τῇ λέξει οὖν ταὐτὸν οὐ τῇ δυνάμει. καὶ τότε ἐστὶν οὕτως, ὃ ἀναγκαῖον καὶ τοῖς ἀπὸ τῆς Στοᾶς λέγειν, εἴ γε ἐν τοῖς διαιρετικοῖς καὶ διαζευκτικοῖς συλλογισμοῖς φασι τῇ προσλήψει θατέρου τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον ἕπεσθαι τοῦ λοιποῦ τῆς συλλογιστικῆς συμπλοκῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη συλλογισμὸς κατ’ αὐτοὺς ἔτι, ἔνθα προσληφθέντος τοῦ ἑτέρου μὴ τὸ ἀντικείμενον τὸ δ’ αὐτό τι τῷ προσληφθέντι τῶν ἐν τῷ διαζευκτικῷ ἐπιφέρεται. ὥστε ἢ οὐ συλλογιστικὴ ἡ προκειμένη συμπλοκή, εἰ ταὐτὸν τῷ προσλαμβανομένῳ τῶν ἐν τῷ διαζευκτικῷ ἐπιφέρει, ἤ, εἰ συλλογιστική, καὶ κατ’ αὐτοὺς οὐχ ὡς ταὐτὸν εἴληπται τῷ προσειλημμένῳ τὸ ἐπιφερόμενον· οὐ γὰρ εἰ συμπέπτωκε τῷ αὐτῷ ἅμα τε ἀντικειμένῳ εἶναι τῷ ἑτέρῳ τῶν ἐν τῷ διαιρετικῷ καὶ τῷ ἑτέρῳ αὐτῶν τὸ αὐτὸ γίνεσθαι, ἤδη καὶ ταὐτόν ἐστιν αὐτῷ τό τε εἶναι τῷ αὐτῷ τῷ ἑτέρῳ καὶ τὸ εἶναι ἀντικειμένῳ τοῦ ἑτέρου. εἰ γὰρ ἦν ἀλλήλοις ταὐτά, ἐν πᾶσι τοῖς διαιρετικοῖς τὸ ἀντικείμενον τῷ ἑτέρῳ εὐθὺς ἄν καὶ ταὐτὸν ἦν τῷ λοιπῷ. διαφέροντα δὲ ἐν τοῖς πλείστοις, καὶ ἐν οἷς ἅμα τῷ [*](1 τοῖς alterum om. aL αὐτοῦ libri 2 αὐτοῦ libri ἐν om. aLM 3 συλλογισμοῖς L 6 προσλαμβανομένων Β pr. 7 ἀποφαντικὸν LM 8 post μὲν add. οὑν a συναγόμενα aM 10 ἤτοι om. a 11 αὐτῷ ὃν aLM 13 τὸ scripsi: τοῦ aBM: τὸ an τοῦ? L 14 τινὶ τῶν κειμένων a ἢ BLM: τὸ a 15 γίνεσθαι a 16 ὅτε om. a 20 τοῖς (post καὶ) Β: τοὺς aLM 21 post καὶ add. τοῖς aL 22 τῷ λοιπῷ M τῇ συλλογιστικῇ συμπλοκῇ B 24 τὸ (post μὴ) superscr. B 25 διαζευτικῷ BL ἡ om. aB 26 προκειμένη scripsi: προσκειμένη Β: ἐπιφερομένη aLM προλαμβανομένῳ L λαμβαν in ras.) τῶν aBL: τὸ M διαζευτικῷ L 27 ἡ εἰ BM: ἡ aL 28 προειλημμένῳ aB 30 τὸ αὐτὸ BLM: τῷ αὐτῷ a ἤδη BLM: εἴδη a 32 ταῦτα aB pr. 33 λοιπῷ BLM: ληπτῷ a τῷ αὐτῷ aB: τὸ αὐτὸ LM)
20
αὐτῷ ὑπάρχει, οὐχ ὡς ταὐτὰ ὑπάρχει, ὥστ’ οὐδ’ ὁ λαμβάνων αὐτῶν τι [*](7v) ὡς ἀντικείμενον τῷ ἑτέρῳ ὡς ταὐτὸν ἄν τῷ ἑτέρῳ λαμβάνοι· ἐν γοῦν τοῖς μὴ ἐξ ἀντικειμένων διαιρετικοῖς, ὡς ἐν τοῖς ἐξ ἐναντίων, οὐδετέρῳ τῶν κειμένων ταὐτὸν τὸ συμπέρασμα οὐδὲ τῇ λέξει, ὅτι μή συμπίπτει ἐπὶ τούτων τὸ ἀντικείμενον τῷ ἑτέρῳ τῷ λοιπῷ ταὐτὸν εἶναι. ἐν γὰρ τῷ ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα, νὺξ ἄρα ἐστίν᾿ τὸ ‘νύξ ἐστιν᾿ οὐδετέρῳ ταὐτὸν τῶν εἰλημμένων, οὔτε τῷ τροπικῷ ὑπ’ αὐτῶν λεγομένῳ ἦν γὰρ ἐκεῖνο ‘ἤτοι ἡμέρα ἔστιν ἢ νύξ ἐστι᾿, τὸ ὅλον τοῦτο) οὔτε τῇ προσλήψει· ἡ γὰρ πρόσληψίς ἐστιν ‘ἀλλὰ μὴν οὐκ ἔστιν ἡμέρα᾿, ὧν ἀμφοτέρων ἕτερόν ἐστι τὸ ‘νύξ ἐστιν᾿. ἀλλὰ μὴν οὐδὲ οἱ διφορούμενοι λόγοι λεγόμενοι ὑπ’ αὐτῶν συλλογιστικοί, οἷός ἐστιν ὁ ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν᾿· οὔτε γὰρ τὴν χρείαν τὴν τοῦ συλλογισμοῦ παρέχεται, ἔτι τε, εἰ ἡ τοῦ ἑπομένου πρόσληψις ἐν τοῖς συνεχέσιν ἀσυλλόγιστος, ἐν δὲ τοῖς τοιούτοις συνεχέσι ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις οὐ μᾶλ|λον τοῦ ἡγουμένου ἢ τοῦ ἑπομένου γίνεται· οὐ γὰρ εἰ ἀληθὲς τὸ αὐτὸ αὐτῷ τι ἕπεσθαι, ἤδη καὶ πρὸς συλλογισμὸν χρήσιμον τὸ τοιοῦτον συνημμένον, ὥσπερ οὐδὲ τὸ ἀπρόσληπτον, οἷόν ἐστι τὸ ‘εἰ ἵππος εἶ, ζῷον εἶ᾿. ἀλλ’ εἰ καὶ τὸ ἀμφότερα προσλαμβάνειαν, καὶ τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον, ἀσυλλόγιστον, εἴη ἂν καὶ ταύτῃ ἐλεγχόμενος ὁ τοιοῦτος λόγος· ἐν οἷς γὰρ ταὐτὸν τὸ ἡγούμενον τῷ ἑπομένῳ, ἡ πρόσληψις ἢ ἀμφοτέρων ἢ οὐδετέρου ἢ μᾶλλον τοῦ ἑπομένου γίνεται καὶ ὁμοιοτέρα οὕτω γίνεται. ἀλλ’ εἰ καὶ τὸ τὸ ἐν ἀρχῇ λαμβάνειν ἀσυλλόγιστον, καὶ τούτῳ ὁ ταὐτὸν ἐπιφέρων τῶν κειμένων τινὶ ὑπεύθυνος λόγος· ὃ γὰρ βούλεται δεῖξαι, τοῦτο προσλαμβάνει. ἔτι αὐτὸς ἀρχόμενος τῆς πραγματείας, τί τέλος αὐτῆς καὶ σκοπός ἐστι, προεῖπεν· ἀπόδειξις γὰρ καὶ ἐπιστήμη ἀποδεικτική · ὥσθ’ ὅσα μηδὲν εἰς ταῦτα συντελεῖ, οὐκ ἄν οἰκεῖα τῆς προκειμένης εἴη πραγματείας. καὶ γὰρ ἄτοπον ἐπαγωγὴν μὲν μὴ λέγειν, εἰ τῶν εἰλημμένων τι καὶ κειμένων ἐπιφέροιτο ἐν τῷ ἐπακτικῷ λόγῳ, συλλογισμὸν δὲ ἀξιοῦν εἶναι καὶ τὸν τοιοῦτον λόγον. Τὸ δ’ ἐξ ἀνάγκης συμβαίνει οὐ τοῦ ἀναγκαῖον εἶναι τὸ συμπέρασμα δηλωτικόν ἐστιν, ὡς ᾠήθησάν τινες τοῦτο γὰρ ἐπὶ τῶν ἀναγκαίων μόνων γίνεται προτάσεων), ἀλλὰ τοῦ ἐξ ἀνάγκης ἀκολουθεῖν τοῖς κειμένοις, [*](1 ὑπάρχειν (ante οὐχ et ante ὥστ’) a οὐχ ὡς ταὐτὰ ὑπάρχει om. LM ταῦτα a οὐδ᾿ ὁ BLM: οὐδὲ a 2 λαμβάνοις a ἐν om. a 3 ἐν om. a 4 ante ταὐτὸν add. ὧν a τὸ om. aBL 5 τὸ λοιπῷ L 7 τὸ νὺξ . . . ἡ νὺξ ἔστι (8) om. a ἐστὶν (ante οὐδετέρῳ) M: δὲ BL οὐδέτερον L 8 ἦν M: ἢ BL 9 πρόσληψις aB: πρότασις λῆψις LM ἐστιν om. aL 10 ὧν BM: τῶν a: om. L post νὺξ add. ἄρα a 11 διαφορούμενοι BL λόγοι om. a ὁ om. a 13 τὴν alterum om. aLM 16 ἑπομένου ἢ τοῦ ἡγουμένου a τινι a 18 τὸ ἵππος εἰ ζῶον ᾖ a ἀμφότερον L 21 οὐδετέρων a 22 ὁμοιότατον οὕτως a γίνεται (post οὕτω) om. aLM τὸ alterum om. aLM 24 τούτῳ BM: τοῦτο L: τούτων a 25 τί BLM: ὃ a 26 ἀπόδειξιν LM ἐπιστήμην ἀποδεικτικὴν LM ταύτην a 28 ἐπαγωγὴν μὲν ἄτοπον a εἰ om. a 29 τῷ periit M ἀξιοῖ a 30 συμβαίνειν a 31 ὡς ᾠήθησάν τινες om. aLM)
21
ἄν τε ὑπάρχον ᾗ ἄν τε ἐνδεχόμενον ἄν τε καὶ ἀναγκαῖον τὸ συμπέρασμα. καὶ [*](8r) γὰρ ἂν ἐνδεχόμενον ᾖ τὸ συμπέρασμα, ἀλλ’ ἐξ ἀνάγκης γε καὶ αὐτὸ ἕπεται ταῖς προτάσεσιν ἐν ταῖς συλλογιστικαῖς συζυγίαις· οὐ γὰρ τοῦ τὴν συμπεραινομένην πρότασιν δεῖν ἀναγκαίαν εἶναι ἡ λέξις ἐστὶ δηλωτική, ἀλλὰ τῆς τοῦ συμπεράσματος πρὸς τὰς προτάσεις ποιᾶς σχέσεως ἐστι μηνυτική· ἂν γοῦν ληφθῇ πρότασις ‘πᾶς ἄνθρωπος κατάκειται᾿ καὶ ταύτῃ προσληφθῇ ἡ λέγουσα ‘πᾶς ὁ κατακείμενος κοιμᾶται᾿, ἐξ ἀνάγκης μὲν ἀκολουθήσει τὸ ‘πᾶς ἄνθρωπος κοιμᾶται᾿, οὐ μὴν καὶ ἀναγκαῖον ἔσται τὸ πάντα ἄνθρωπον κοιμᾶσθαι.

Τὸ δὲ τῷ ταῦτα εἶναι τίνος χάριν τῷ τοῦ συλλογισμοῦ ὅρῳ προσέθηκεν, αὐτὸς ἐξηγήσατο εἰπὼν λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, ὃ καὶ αὐτὸ ἔτι δοκοῦν ἀσάφειάν τινα ἔχειν τὸ γὰρ διὰ ταῦτα αἰτίας ἐστὶ δηλωτικόν· δύναται δὲ καὶ μὴ δι’ αἰτίων συλλογισμὸς γίνεσθαι, ὡς ὁ διὰ σημείων ἐκ τῶν ὑστέρων τὰ πρῶτα δεικνύς· τῆς γὰρ ἀποδείξεως ἴδιον τοῦτο, τοῦτ’ ἔστι τὸ δι’ αἰτίων συλλογίζεσθαι· δεῖ μὲν γὰρ αἰτίας τοῦ συμπεράσματος τὰς προτάσεις εἶναι, εἰ συλλογισμὸς ἔσται, οὐ μέντοι δεῖ πάντως τὰ ὑπὸ τῶν προτάσεων δηλούμενα αἴτια εἶναι τοῦ πράγματος τοῦ δηλουμένου ὑπὸ τοῦ συμπεράσματος · δύναται γάρ τις καὶ δι’ ὑστέρων τὸ πρότερον συλλογίσασθαι, ὡς ὁ ἐκ τοῦ γάλα ἔχειν τὸ τετοκέναι δεικνὺς καὶ διὰ τῆς τέφρας τὸ πῦρ, καὶ ὅλως οἱ διὰ σημείων συλλογισμοὶ τοιοῦτοι· οὐ γὰρ τὸ ὕστερον τοῦ προτέρου αἴτιον) διὰ τοῦτο καὶ τὸ διὰ ταῦτα συμβαίνειν ἐξηγήσατο εἰπὼν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, τοῦτ᾿ ἔστι τὸ αὐτάρκεις εἶναι τοὺς κειμένους ὅρους πρὸς τὸ συμπέρασμα, διὰ ταύτης τῆς προσθέσεως ἅμα δεικνὺς καὶ ὅτι μή εἰσιν οἱ λεγόμενοι μονολήμματοι συλλογισμοί· προσδέονται γὰρ καὶ ἐκεῖνοι ἔξωθέν τινος ὅρου καὶ προτάσεως πρὸς τὸ συμπέρασμα, ὃν ὅρον καὶ πρότασιν προστίθησι παρ’ αὑτοῦ, πρὸς ὃν ὁ λόγος, τῷ εἶναι γνώριμον. καθόλου γάρ, εἴ τι εἴη συναγόμενον μὲν οὐ μὴν ἐκ τῶν κειμένων ἀλλ’ ἑτέρας προτάσεως προσλήψει, τὸ τοιοῦτον ἀναγκαῖον μὲν ῥηθήσεται, οὐ μὴν συλλογισμὸς ἤδη τοῦτο, ὁποῖοί εἰσι καὶ οἱ ἀμεθόδως περαίνοντες λόγοι παρὰ τοῖς Στωικοῖς, οἷον εἰ λέγοι τις ‘τὸ πρῶτον τοῦ δευτέρου μεῖζον, τὸ δὲ δεύτερον τοῦ τρίτου, τὸ ἄρα πρῶτον τοῦ τρίτου [*](1 καὶ (post ἄν τε) oin. a 2 ἄν Β: κἀν aLM γε scripsi: τε libri 4 δεῖ πρότασιν a ἡ λέξις BLM: ὁ λόγος a δηλωτικός a 5 ἐστι om. a 6 κἄν aLM οὖν a 8 καὶ om. a ἐστι aLM 10 ταῦτα εἶναι] ἁ εἶναι superscr. B1 11 τῷ aBM: τὸ L (u) τὸ BLM et Ar.: τῷ a (Cifnm) 12 δοκοῦν ἔτι L 13 δι’ αἰτίαν L συλλογισμόν L 14 γίνεσθαι post αἰτίων transponunt LM ὡς ὁ . . . πρῶτα om. aL δεικνύς BM: δείκνυσι L: om. a 15 τοῦτ’ . . . συλλογίζεσθαι om. aLM δεῖ μὲν . . . τοῦ δηλουμένου (18) om. L 17 δειλούμενα a 19 τὰ πρότερα a ὁ om. LM 22 συμβαίνειν LM et Ar.: εἶναι aB τὸ BL et Ar.; τῷ aM ἔξωθεν a et Ar.: om. BLM (cf. 26) 23 τὸ (ante αὐτάρκεις) aB: τῷ LM 25 καὶ om. a: superscr. L 26 γὰρ om. L 27 παρ’ BLM: περὶ a αὐτοῦ Β: ἑαυτοῦ LM: om. in lac. a τῷ BLM: τὸ a 28 συναιρόμενον a μὲν om. L 31 στοϊκοῖς a . λέγει a)

22
μεῖζον᾿· τοῦτο γὰρ ἀναγκαίως μὲν ἕπεται, οὐ μὴν καὶ συλλογιστικῶς, εἰ [*](8r) μὴ προσληφθείη τις ἔξωθεν πρότασις ἡ λέγουσα ‘τὸ τοῦ μείζονος μεῖζον καὶ τοῦ ἐλάττονος ἐκείνου μεῖζόν ἐστι᾿. τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ πρώτῳ τῶν Εὐκλείδου Στοιχείων θεώρημα τὸ ‘‘ἥδε τῇδε ἴση· ἀλλὰ καὶ ἥδε τῇδε· καὶ ἥδε ἄρα τῇδε ἴση”. καὶ γὰρ τοῦτ’ ἀληθὲς μέν, ἀλλ’ ἐνδεῖ ἡ καθόλου πρότασις, ἵνα συνάγηται συλλογιστικῶς· | ἔστι δὲ αὕτη “τὰ τῷ αὐτῷ ἴσα [*](8v) καὶ ἀλλήλοις ἐστὶν ἴσα”. οὕτως ἔχει καὶ τὸ παρὰ Πλάτωνι ἐν Πολιτείᾳ τὸ “εἰ θεοῦ ἦν παῖς, οὐκ ἦν αἰσχροκερδής, εἰ δὲ αἰσχροκερδής, οὐκ ἦν θεοῦ παῖς· οὐκ ἄρα ἄμφω”· καὶ γὰρ καὶ τοῦτο οὐ διὰ τῶν κειμένων συνάγεται ἀλλὰ προσλήψει καθολικῆς προτάσεως· ἔστι δὲ αὕτη ‘ὧν ἑκατέρῳ τῶν ἀντικειμένων τὸ θατέρῳ ἀντικείμενον ἕπεται, ταῦτα ἀδύνατον ἄμφω ἅμα τῷ αὐτῷ ὑπάρχειν᾿. ταύτῃ γὰρ τῇ προτάσει οὔσῃ καθόλου προσληφθείσης τῆς ‘τῷ δὲ θεοῦ παῖδα εἶναι καὶ τῷ αἰσχροκερδεῖ ἕπεται ἑκατέρῳ αὐτῶν τὸ ἀντικείμενον θατέρου᾿, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὐκ ἄρα ἄμφω ταῦτα τῷ αὐτῷ᾿· τῷ μὲν γὰρ θεοῦ παῖδα εἶναι ἕπεται τὸ ἀντικείμενον τῷ αἰσχροκερδεὶ αὕτη γὰρ ἀπόφασις αὐτοῦ), τῷ δὲ αἰσχροκερδεῖ πάλιν ἡ ἀπόφασις τοῦ θεοῦ παῖδα εἶναι. καὶ ὅλως τοιοῦτον τὸ εἶδός ἐστι τῶν λόγων, οὓς οἱ νεώτεροι λέγουσιν ἀμεθόδως περαίνοντας, οἷόν ἐστι καὶ τὸ ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ σὺ λέγεις, ὅτι ἡμέρα ἐστίν· αληθεύεις ἄρα᾿· οὐ γὰρ συλλογισμὸς τοῦτο· ἔσται δὲ προστεθείσης καθόλου προτάσεως τῆς ‘ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει᾿, ᾗ προστεθείσης τῆς ‘ὁ δὲ ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων τὸ ὃν εἶναι λέγει᾿· συμπέρασμα γὰρ ἐπὶ τοῖς κειμένοις ‘ὁ ὄρα ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων ἀληθεύει᾿. διά τε οὖν τοὺς λόγους τοὺς μονολημμάτους καὶ διὰ τοὺς ἀμεθόδως περαίνοντας πρόσκειται τὸ τῷ ταῦτα εἶναι, καὶ ἔτι διὰ τοὺς μὴ ἔχοντας κυρίας προτάσεις ἀλλ’ ὀφείλοντας εἰς ἐκείνας μεταληφθῆναι, ἵνα γένωνται συλλογιστικοί, ὡς ἔχει ὁ λόγος ὁ λέγων ‘μὴ οὐσίας. ἀναιρουμένης οὐκ ἀναιρεῖται οὐσία· τῶν δὲ μερῶν τῆς οὐσίας ἀναιρουμένων ἀναιρεῖται οὐσία· τὰ μέρη ἄρα τῶν οὐσιῶν οὐσίαι᾿, οὗ καὶ αὐτὸς ἐπὶ τέλει τοῦ λόγου μνημονεύει· οὐ γὰρ τῷ ταῦτα εἶναι τὸ συμπέρασμα, ἀλλὰ δεῖ μεταληφθῆναι τὰς προτάσεις. παραιτοῖντο [*](1 μὴν evan. Β συλλογισμῷ a 2 προσληφθήσεται a 3 ἐστὶ μεῖζον LM 4 post τὸ add. εἰ Β ἴσον a ἀλλὰ καὶ ἥδε τῇδε om. aB 5 τοῦ τἀληθὲς a 6 εἰσίν aLM 7 ἴσα εἰσίν LM Πολιτείᾳ] III 16 p. 408 c memoriter cital: οὐ πειθόμεθα αὐτοῖς ἀμφότερα, ἀλλ’ εἰ μὲν θεοῦ ἦν, οὐκ ἦν, φήσομεν, αἰσχροκερδής, εἰ δ’ αἰσχροκερδής, οὐκ ἦν θεοῦ τὸ (ante εἰ) om. aL 8 εἰ δὲ αἰσχροκερδής, οὐκ ἦν θεοῦ ante om. subscr. L 9 παῖς om. LM καὶ alterum om.aL 10 τῆς καθόλου a ἔστι δὲ αὕτη om. a ὧν Β: ὡς LM: ᾧ a 11 ἕπεται ἀντικείμενον a 12 ὑπάρχειν ἄμα τῷ αὐτῷ a 13 τὸ ·δὲ LM τὸ αἰσχροκερδῆ LM αἰσχροκερδῶς a 14 θατέρῳ a ἐπὶ τούτοις a τὸ om. a 16 post αἰσχροκερδεῖ add. τῷ ἀντικειμένῳ a αὕτη ἡ aLM αὐτῷ a 17 τοῦ aBM: τὸ L ἐστὶ τὸ εἶδος LM 18 οὓς aBM: ὡς L 19 καὶ om. a 20 ante καθόλου add. τῆς a post καθόλου add. τῆς L 21 ἧς Β 22 γὰρ om. a 24 τὸ om. aL τῷ superscr. M 25 κυρίως a 26 ὁ λόγος ἔχει aLM 27 τῶν δὲ . . . οὐσία (28) Β: ὃ δέ ἐστιν ἀναιρούμενον, καὶ τὸ ἐκ τούτων ἀναιρεθήσεται a: ἐξ ὦν δ’ ἐστὶν ἀναιρουμένων, καὶ τὸ ἐκ τούτων φθείρεσθαι Ar.: om. LM 28 ante οὐσίαι add. οὐκ LB 29 μνημονεύει] Anal. pr. I 32 p. 47 a 24 memoriter citat 30 παραιτοῖτ᾿ a)
23
δ’ ἄν διὰ τῆς προσθήκης ταύτης καὶ οἱ παρέλκον τι προσκείμενον ἔχοντες, [*](8v) ὡς εἶπον, ἐν οἷς ἐστι τῶν σοφισμάτων τὰ τὸ μὴ αἴτιον αἰτιώμενα.

Πειρῶνται δέ τινες καὶ τὸ τεθέντων ὡς μὴ δεόντως εἰρημένον συκοφαντεῖν λέγοντες τὴν θέσιν ἐπὶ σωμάτων λέγεσθαι κυρίως τῶν τόπον κατεχόντων, ἀσώματον δὲ εἶναι τὸν λόγον, μὴ δεῖν δὲ μηδὲ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη μεταφοραῖς ἐν τοῖς ὁριστικοῖς λόγοις κεχρῆσθαι. ἀλλ’ οὗτοί γε ἐοίκασι τὴν αἰτίαν ἀγνοεῖν, δι’ ἣν οὐ χρὴ μεταφοραῖς ἐν τοῖς ὁριστικοῖς λόγοις κεχρῆσθαι· ἔστι δὲ αὕτη, ὅτι ἀσαφεστέρους τοὺς λόγους συμβαίνει γίνεσθαι , ὥστε τὰς τοιαύτας χρὴ μεταφορὰς φυλάττεσθαι καὶ τότε. ὅταν δὲ ἡ μεταφορὰ διὰ συνήθειαν γνωριμωτέρα τῶν κυρίως λεγομένων ἡ, οὐκέτι ἂν ὁ ταύτῃ χρώμενος ἁμαρτάνοι. πλήρης δὲ ἡ συνήθεια τῆς προειρημένης μεταφορᾶς. διὸ καὶ Πλατῶν ὡς ἐναργεῖ αὐτῇ ἐν Θεαιτήτῳ χρῆται λέγων “θὲς δή μοι κήρινον ἐκμαγεῖον ἐν τῇ ψυχῇ’’.

[*](p. 24b 22)

τέλειον μὲν οὖν καλῶ συλλογισμὸν τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον.

Δόξει προχείρως σκοποῦσι τοὐ τελείου συλλογισμοῦ τὸν προειρημένον ὅρον ἀποδεδωκέναι· εἶπε γὰρ ἐπ’ αὐτοῦ τὸ μηδενὸς ὅρου προσδεῖν αὐτῷ πρὸς τὸ γίνεσθαι τὸ ἀναγκαῖον, λέγει δὲ ἀτελῆ εἶναι συλλογισμὸν τὸν προσδεόμενον ἑνὸς ἡ πλειόνων. εἰ δὲ τοῦτο, οὐδ’ ἂν συλλογισμοὶ εἴησαν οἱ ἀτελεῖς. τοιοῦτοι δὲ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοί, οὕς παντὸς μᾶλλον λέγει καὶ αὐτοὺς συλλογισμοὺς εἶναι. ἀλλὰ καὶ ἀρχόμενος ὡς περὶ συλλογισμῶν τῶν ἀτελῶν εἴρηκεν· τῶν γὰρ συλλογισμῶν προέθετο ζητήσειν “ποῖος τέλειος καὶ ποῖος ἀτελής’’, ὡς ὄντος καὶ τοῦ ἀτελοῦς συλλογισμοῦ. οὐ μὴν τοῦτ’ ἔστι τὸ λεγόμενον, ἀλλ’ ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ περιέχεται καὶ ὁ ἀτελής· ὧν γάρ φησι προσδεῖσθαι τὸν ἀτελῆ , οὐχ ὡς ἔξωθεν ὀφειλόντων αὐτῶν προσληφθῆναι λέγει, ἀλλ’ ὡς ἐνυπαρχόντων μὲν ἐν τοῖς κειμένοις δεομένων δὲ δείξεως· λέγει γὰρ ἐπ’ αὐτῶν ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεων. | εἰ δ’ ἐστὶ τά, ἐξ ὧν τὸ συμπέρασμα, ἐν [*](9r) τοῖς κειμένοις, εἴη ἄν καὶ ἐν τοῖς τελείοις καὶ ἐν τοῖς ἀτελέσι συλλο- γισμοῖς συναγόμενον συμπέρασμα “τῷ ταῦτα εἶναι’’, ὥστε καὶ οὗτοι συλ- [*](1 δ’ M: om. aBL 2 μὴ om. a 5 ἐχόντων LM μηδὲ ora. aLM 6 Ἀριστοτέλην aLM μεταφοραῖς . . . ἐοίκασι om. LM 7 γε om. a 8 χρῆσθαι L 9 καὶ IJLM: κἀν a ὅταν om. a 10 συνηθείας aB pr. 12 διαφορᾶς L αὐτῷ BL Θεαιτήτῳ] c. 23 p. 191c memoriter citat: θὲς δή μοι λόγου ἕνεκα ἐν ταῖς ψυχαῖς ἡμῶν ἐνὸν κήρινον ἐκμαγεῖον 18 ὄρου BM: ὅρον aL αὐτῷ om. a 19 γενέσθαι a et Ar. συλλογισμὸν εἶναι a 20 ante ἑνὸς add. ἡ a et Ar. 21 σχήματι καὶ τρίτῳ aLM 22 μᾶλλον πάπων a: μᾶλλον πάντως LM 23 τῶν ἀτελῶν . . . ἀλλ’ ἐν (25) om. L 24 ζητῆσαι a ὡς ὀπὸς . . . ὁ ἀτελής (26) om. a καὶ τοῦ om. Β 27 αὐτῶν ὀφειλόντων aLM 29 μὲν BM, itemque sed superscr. L: μὴ a 30 post διὰ add. τῶν Β (f) δὲ L 31 ἐν (post prius καὶ) BLM: ἐπὶ a τελείοις καὶ ἐν τοῖς om. a)

24
λογισμοί. οὐκέτι δὲ καὶ ἀτελεῖς συλλογισμοὶ οἱ ἀμεθόδως περαίνοντες· [*](9r) ἔξωθεν γὰρ αὐτοῖς προστίθεται τὸ τῆς συναγωγῆς αἴτιον. ἑνὸς μὲν οὖν προσδέονται οἱ ἀτελεῖς συλλογισμοὶ οἱ μιᾶς ἀντιστροφῆς δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἴς τινα τῶν ἐν τῷ πρώτῳ σχήματι τῶν τελείων καὶ ἀναποδείκτων, πλειόνων δέ, ὅσοι διὰ δύο ἀντιστροφῶν εἰς ἐκείνων τινὰ ἀνάγονται, ὡς προϊὼν δείξει. καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον δὲ ἀπαγωγῆς δεικνύμενοι ἀτελεῖς καὶ αὐτοί. ὅσοις μὲν οὖν ἔξωθεν προσθήκης τινὸς δεῖ λόγου πρὸς τὸ τὸ συμπέρασμα συναχθῆναι, οὗτοι οὐδὲ τὴν ἀρχὴν εἶεν ἄν συλλογισμοί, ὧν λόγων εἰσὶ καὶ οἱ ἀμεθόδως περαίνοντες· οἷς δὲ τὸ ἐνδέον δυνάμει ἐν τοῖς κειμένοις ἐστί, βοηθείας δὲ δέονται καὶ τοῦ ἐκκαλυφθῆναι, οὗτοι συλλογισμοὶ μέν εἰσιν, ἀλλ’ ἀτελεῖς. οὗτοι δέ εἰσιν οἱ οὐκ ἀναπόδεικτοι οἱ ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι. πῶς οὖν ἐστιν ἐν τοῖς ἀδυνάτοις οὐκ ἔξωθεν τὰ λαμβανόμενα; ἢ ἔξωθεν μὲν τὰ λαμβανόμενα καὶ οὐδὲ δυνάμει ὄντα ἐν τοῖς κειμένοις, ὥσπερ αἱ ἀντιστροφαί, ἀλλὰ τὰ λαμβανόμενα οὐ τοὐ προκειμένου ἐστὶ συλλογιστικὰ ἀλλ’ ἄλλου τινός· ἐκείνου γὰρ ὁ συλλογισμός, ὃ τῷ ἀδύνατόν τι εἶναι ἀναιρεθὲν τῆς τούτου θέσεως αἴτιον. διὸ τοῦτο μὲν οὐ διὰ συλλογισμοῦ φαμεν ἀλλ’ ἐξ ὑποθέσεως δείκνυσθαι· ὁ δὲ συλλογισμὸς ἄλλου.

[*](p. 24b 26)

Τὸ ἐν ὅλῳ ὅλῳ εἶναι ἕτερον ἑτέρῳ καὶ τὸ κατὰ κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν.

οἷς προιόντος τοῦ λόγου μέλλει χρῆσθαι ἔστι δὲ ταῦτα τό τε κατὰ παντὸς καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενὶ εἶναι τόδε τῷδε) πρῶτον ταῦτα γνώριμα ποιεῖ, καὶ διδάσκει ἡμᾶς, τί μέν ἐστι τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντός, καὶ ὅτι ταὐτά ἐστιν ἀλλήλοις ἀμφότερα ταῦτα ἐπὶ τῆς καθόλου καταφατικῆς προτάσεως λεγόμενα, τί δὲ τὸ κατὰ μηδενὸς καὶ τὸ ἐν μηδενί, καὶ ὅτι καὶ αἰεὶ ταῦτα ἀλλήλοις μέν ἐστι ταὐτά, λέγεται δὲ ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως. τὸ οὖν κατὰ παντός, φησίν, ἐστίν, ὅταν μηδὲν ᾖ λαβεῖν, καθ’ οὗ θάτερον οὐ λεχθήσεται, τοῦτ’ ἔστιν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται · ἐπεὶ γὰρ πᾶσα πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου ἐστὶ καὶ κατηγορουμένου, τότε λέγεται ὁ κατηγορούμενος ὢ) κατὰ παντὸς τοῦ ὑποκειμένου ἀληθῶς, ὅταν μηδὲν ἡ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ οὐ ῥηθήσεται τὸ κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ [*](4 εἴς τινα BLM: εἴσω a 5 ἀνάγονται, ὡς om. in lac. a (5 δὲ om. aLM 7 μὲν οὖν ἔξωθεν oin. in lac. a προσθήκης προσδεῖ τινος LM: προσδεῖ τινος προσθήκης a 8 τὸ altcrum om. aLM ἄν εἶεν a 10 δεῖνται: δεῖται a 12 τε supcrscr. L: om. a 13 μὲν om. LM 15 εἰσι a ἐκεῖνος a 16 ὁ τῷ BM, itemque sed corr. L: τὸ a 17 τοῦτο ex τὸ corr. L 20 θάτερον θατέρου a (nmf) 21 TE om. a 22 to tertium om. LM εἶναι ora. a 26 to om. LM καὶ (post ὅτι) om. aL μέν om. aBL 27 ante ἐπὶ add. καὶ a καταφατικῆς LM 28 post λαβεῖν add, τοῦ ὑποκειμένου a (BCdifnum); τῶν τοῦ ὑποκειμένου Ar. 31 ὅρου om. a 33 τὸ κατηγορούμενον οὐ ρηθήσεται a)

25
παντὸς ἀνθρώπου· οὐδένα γὰρ λαβεῖν ἔστιν ἄνθρωπον, καθ’ οὗ τὸ ζῷον [*](9r) οὐ ῥηθήσεται. οὕτως δὲ ἐχόντων ὁ ἄνθρωπος ἐν ὅλῳ γίνεται τῷ ζῴῳ, τοῦτ’ ἔστι περιεχόμενον ὑπ’ αὐτοῦ ὡς ὅλου· μέρος γάρ πως τοῦ καθόλου τὸ ἐν ὅλῳ· τὸ γὰρ ἐν ὅλῳ σημαντικόν ἐστι τοῦ μὴ ἔξω πίπτειν τι τοῦ λεγομένου ἐν ὅλῳ εἶναι ἐκείνου , ἐν ᾧ λέγεται εἶναι ὡς ἐν ὅλῳ. οὐ γὰρ τὸ παρεκτεινόμενόν τινι διὰ παντὸς ἐν ὅλῳ μόνον λέγεται· ἐν ὅλῳ γὰρ καὶ τὸ μέρος ἐστίν· ἐνδέχεται γὰρ καὶ ἐπὶ πλέον εἶναι τὸ κατὰ παντός τινος λεγόμενον, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἐνδέχεται καὶ ἐπ’ ἴσης, ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. ἐν δὴ τοῖς οὕτως ἔχουσι κατὰ παντὸς μὲν λέγεται ἀπὸ τοῦ κατηγορουμένου ἀρχομένων· οὗτος γάρ ἐστι τὸ κατὰ παντός· ἐν ὅλῳ δὲ ἀπὸ τοῦ ὑποκειμένου· οὗτος γάρ ἐστιν ἐν ὅλῳ. σημειωτέον δέ, ὅτι οὐχ ὁμοίως ἔν τε τούτοις καὶ ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς ἀποδίδωσι τὸ καθόλου. ἀποδοὺς δέ, τί ποτέ ἐστι τὸ κατὰ παντός, φησίν, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως, οὐ τοῦτο λέγων, ὅτι ταὐτόν ἐστι τὸ κατὰ παντὸς καὶ τὸ κατὰ μηδενός ἐναντία γάρ ἐστιν), ἀλλ’ ὅτι δυνατὸν ὁρίσασθαι αὐτὸ ὁρμωμένους ἀπ’ αὐτοῦ τοῦ περὶ τοῦ κατὰ παντὸς εἰρημένου εἰπεῖν περὶ τοῦ κατὰ μηδενός· ἔσται γὰρ ἀνάπαλιν ἀποδιδόμενον τὸ κατὰ μηδενός· ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, | καθ’ οὗ τὸ κατηγορούμενον ν ῥηθήσεται, τότε ἐστὶ καὶ τὸ κατὰ μηδενὸς ἀληθῶς, οἷον τὸ χρεμετιστικὸν κατ’ οὐδενὸς ἀνθρώπου· οὐδεὶς γάρ ἐστιν ἄνθρωπος, καθ’ οὗ τὸ χρεμετιστικὸν κατηγορεῖται. κατ’ οὐδενὸς μὲν οὖν τοῦ ἀνθρώπου τὸ χρεμετιστικόν, ἐν οὐδενὶ δὲ ὁ ἄνθρωπος τῷ χρεμετιστικῷ· ἀμφότερα γὰρ ταῦτα λέγεται ἐπὶ τῆς καθόλου ἀποφατικῆς προτάσεως.

[*](p. 25a 1)

ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοὐ ἐνδέχεσθαι ὑπάρχειν. Γῷ πᾶσα πρότασις δεῖ τὸ ‘κατηγορική’ προσυπακούειν· περὶ γὰρ τῶν τοιούτων προτάσεων τε καὶ συλλογισμῶν τὸν λόγον νῦν ποιεῖται, ὧν καὶ τὸν λόγον ἀπέδωκεν. ἐπεὶ τοίνυν πᾶσα πρότασις κατηγορικὴ ὅρον ὅρου [*](1 ἔστιν ἄνθρωπον λαβεῖν M: ἄνθρωπόν ἐστι λαβεῖν aL 3 τοῦ BLM: πρὸς τὸ a 4 σημαντικόν corr. Β1 5 ἐκείνῳ a εἶναι (ante ὡς) om. a 6 λέγεται μόνον a 7 μέρος Β: ἐπὶ μέρους aLM 8 τινὰ a ’J δὴ BM: δὲ aL 10 λέγομεν a ἀρχόμενοι aB pr., ut videtur οὗτος scripsi: οὕτως lihri 11 οὗ- τος a: οὕτως BLM ante ἐν add. τὸ a 12 ἐν (ante τοῖς) oui. LM ‘Υστ. ἀν.] Ι 4 p. p. 73a 28sq. 13 ἀποδοὺς aBL: ἀποδιδοὺς M 14 ταὐτά a 16 ὁρίσαι LM ἀπ’ αὐτοῦ τοῦ M: ἀπ’ αὐτοῦ BL: ἀπὸ τοῦ a περὶ BLM: παρὰ a 17 εἰπεῖν περὶ . . . κατὰ μηδενός (18) om. a 18 ὅταν γὰρ . . . τὸ κατὰ μηδενὸς (19) om. LM 19 τότε Β: τοῦτο a καὶ om. a ἀληθῶς om. aLM 20 χρεμμετιστικὸν a semper 21 οὖ τοὶ Β μὲν om. a τοῦ om. a 22 post χρεμετιστικόν add. ἐστιν a τῷ χρεμμετιστικῷ ὁ ἄνθρωπος a γὰρ om. BM 23 ante ἐπὶ add. πάλιν LM 26 πᾶσαν πρότασιν Β κατηγορικὴν B: κατηγορικὸν L γὰρ om. L 27 ποιεῖται νῦν a 28 ἐπειδὴ a post κατηγορικὴ add. ἡ Β: ἢ τοῦ ὑπάρχειν ἡ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν add. a)

26
κατηγορούμενον ἔχει ἢ καταφατικῶς ἢ ἀποφατικῶς, τοῦτ’ ἔστιν ὡς ὑπάρχοντα [*](9v) τῷ ὑποκειμένῳ ἢ μὴ ὑπάρχοντα, τῶν δὲ ὑπαρχόντων τισὶ τὰ μὲν ἀεὶ ὑπάρχει, τὰ δὲ ποτὲ μὲν ὑπάρχει, ποτὲ δὲ οὐχ ὑπάρχει, εἰ μὲν ἀεὶ ὑπάρχοι τὸ ὑπάρχειν λεγόμενον καὶ οὕτως λαμβάνοιτο ὑπάρχειν, ἀναγκαία γίνεται ἡ τοιαύτη πρότασις καταφατικὴ ἀληθής, ἀναγκαία δὲ ἀποφατικὴ ἀληθὴς ἡ τὸ μηδέποτε πεφυκὸς ὑπάρχειν τινὶ οὕτως μὴ ὑπάρχειν αὐτῷ λαμβάνουσα. εἰ δὲ μὴ ἀεὶ ὑπάρχοι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, εἰ μὲν κατὰ τὸ ἐνεστὼς ὑπάρχοι, ἡ τοῦτο μηνύουσα πρότασις ὑπάρχουσα γίνεται καταφατικὴ ἀληθής. ὁμοίως καὶ ὑπάρχουσα ἀποφατικὴ ἀληθὴς ἡ τὸ νῦν μὴ ὑπάρχον μὴ ὑπάρχειν λέγουσα. εἰ δὲ μὴ ὑπάρχοι ἐπὶ τοῦ παρόντος τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ δυνάμενον αὐτῷ ὑπάρχειν καὶ οὕτως, ὡς δυνάμενον, λαμβάνοιτο, ἐνδεχομένη καταφατικὴ ἀληθὴς ἡ πρότασις. ἡ δὲ ἐνδέχεσθαι μὴ ὑπάρχειν ἢ τὸ ὑπάρχον ἢ τὸ μὴ ὑπάρχον μὲν οἷόν τε δὲ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν λέγουσα ἐνδεχομένη ἀποφατικὴ ἀληθής. ψευδεῖς δέ γε αἱ τὰ μὴ τοῦτον ἔχοντα τὸν τρόπον ὡς οὕτως ἔχοντα μηνύουσαι· δηλωτικαὶ γὰρ οὖσαι τῆς ὑπάρξεως τῶν ὑπ’ αὐτῶν δηλουμένων αἱ προτάσεις, ὡς ἂν ἐκεῖνα ἔχῃ ὑπάρξεως, οὕτως ἔχουσι καὶ αὐταὶ συνεξομοιούμεναι τῷ τῶν δηλουμένων ὑπ’ αὐτῶν τρόπῳ. ἔτι ἐπεὶ πᾶν τὸ ὑπάρχον τινὶ ἢ ἀχώριστον αὐτοῦ ἐστι καὶ καθ’ αὑτὸ ὑπάρχον ἢ χωριστόν, εἰ μὲν ἀχώριστον ἦν, ἡ τοῦτο δηλοῦσα πρότασις ἀναγκαία, εἰ δὲ χωριστόν, ἐνδεχομένη, ἧς ἡ μὲν τὸ παρὸν ἤδη δηλοῦσα ὑπάρχουσα, ἡ δὲ τὸ κεχωρισμένον ἢ τὸ μήπω παρὸν οἷόν τε δὲ ὑπάρξαι ἐνδεχομένη ἰδίως.

[*](p. 25a 2)

τούτων δὲ αἱ μὲν καταφατικαὶ αἱ δὲ ἀποφατικαὶ καθ’ ἑκάστην πρόσρησιν.

Τρεῖς διαφορὰς προτάσεων εἰπών, ἀναγκαίαν, ὑπάρχουσαν, ἐνδεχομένην, καθ’ ἑκάστην τούτων διαφορὰν τὰς μὲν καταφατικάς φησι γίνεσθαι τῶν προτάσεων τὰς δὲ ἀποφατικάς· καὶ γὰρ ἀναγκαία καταφατικὴ καὶ ἀναγκαία ἀποφατική ἐστιν, ὡς εἰρήκαμεν , ὁμοίως καὶ ὑπάρχουσα καὶ ἐνδεχομένη, ὥσθ’ ἓξ διαφοραὶ προτάσεων αὗται. τὸ δὲ καθ’ ἑκάστην πρόσρησιν τὸ καθ’ ἑκάστην κατηγορίας διαφορὰν καὶ καθ’ ἑκάστην τρόπου προσθήκην [*](1 καταφατικὸν ἡ ἀποφατικὸν M 2 δὲ om. L 3 post alterum μὲν add. οὖν aLM 4 ὑπάρχοι Β: ὑπάρχει aLM ὑπάρχειν (post λαμβ.) Β: ὑπάρχον aLM 5 ἡ πρότασις ἡ τοιαύτη a 6 οὕτως ora. a αὐτὸ aLM 7 αἰεὶ LM ὑπάρχει aLM 8 ἐνεστὸς a: ἐντὸς L ὑπάρχει aLM τοῦτο aBM: τοῦ L 9 post καὶ add. ἡ Β 10 ὑπάρχοι Β. ὑπάρχει aLM 11 αὐτὸ LM 13 ἐνδέχεσθαι μὴ BLM: ἐνδεχομένη a μὲν om. M 14 καὶ (post δὲ) om. a ὑπάρχον (pro altero ὑπάρχειν) a 15 τὰ om. a 16 τὸν . . . δηλούμενον L: τῶν . . . λεγομένων a 17 ἔχει aLM ἔχουσαι LM 18 πᾶν post τινὶ transpouunt LM 19 ἡ (post τινὶ) om. a ἐστιν αὐτοῦ aLM καθ’ ἑαυτοῦ LM ἧν a: ᾖ BLM 22 ἢ BLM: ἤγουν a μήπως M 26 φησι om. a 27 ante καταφ. add. ἡ M καὶ ἀναγκαία ἀποφατικὴ om. LM 28 ἐστιν BM: έσται L: om. a ὡς BL: ὥσπερ aM προειρήκαμεν L ὁμοίως om. LM 29 ὥστε M τὰ L 30 ante κατηγορίας add. πρὸς a προσθήκην τρόπου aLM)

27
δηλοῖ· οὐ γὰρ ἀξιοῖ τὰς προτάσεις ἀπὸ τῶν ὑποκειμένων αὐταῖς καὶ δηλουμένων [*](9v) ὑπ’ αὐτῶν λαμβάνειν τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον καὶ τὸ ἐνδεχόμενον, ἀλλὰ ἀπὸ τῆς προσθήκης τῆς προστιθεμένης καὶ προσκατηγορουμένης τῆς λεγούσης, ὅτι τόδε τῷδε ἐξ ἀνάγκης ὑπάρχει ἤ <ἢ ὑπάρχει> ἢ ἐνδέχεται ὑπάρχειν· οὕτως γὰρ ἔσονταί τινες καὶ ἀληθεῖς ἀναγκαῖαι καὶ ψευδεῖς, ὁμοίως καὶ ὑπάρχουσαι καὶ ἐνδεχόμεναι· οὐδεὶς γὰρ ἂν λόγος ψευδὴς γίνοιτο, εἰ μόνος οὗτος λέγοιτο ὁ δηλῶν τὴν τῶν πραγμάτων φύσιν καὶ ὢν τοιοῦτος, ὁποῖα τὰ δηλούμενα. ἐπεὶ δὲ λέγομεν τὸν ἀποφαντικὸν λόγον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὁμοίως δέχεσθαι, ὡς λέγομεν κατάφασίν τινα ἀλη|θῆ καὶ [*](10r) ἄλλην τινὰ ψευδῆ τὴν οὐχ ὡς ἔχει τό, περὶ οὗ λέγεται, λέγουσαν, οὕτως ἐροῦμεν καὶ ἀναγκαίαν τινὰ ψευδῆ· ψευδὴς δὲ ἔσται ἀναγκαία ἡ λέγουσα τὸ μὴ ἀναγκαῖον ἀναγκαῖον. δεῖ ἄρα ταῖς προτάσεσι προσκεῖσθαι τὰς τοιαύτας προσρήσεις καὶ τοὺς τοιούτους τρόπους.

[*](p. 24a 4)

Πάλιν δὲ τῶν καταφατικῶν καὶ ἀποφατικῶν αἱ μὲν καθόλου αἱ δὲ ἐν μέρει αἱ δὲ ἀδιόριστοι.

τούτων ταῖς προειρημέναις προτάσεσι προστεθεισῶν τῶν διαφορῶν γίνονται αἱ πᾶσαι προτάσεις κατηγορικαὶ ὀκτωκαίδεκα· τρεῖς μὲν καταφατικαὶ ἀναγκαῖαι, καθόλου, ἐπὶ μέρους, ἀδιόριστος, τρεῖς δὲ αἱ ταύταις ἀντικείμεναι ἀποφατικαί, ὁμοίως δὲ καὶ ὑπάρχουσαι τρεῖς μὲν καταφατικαὶ τρεῖς δὲ ἀποφατικαί, καὶ ἐνδεχόμεναι τὸν αὐτὸν τρόπον· ὥστε τρὶς ἓξ ἔσονται αἱ πᾶσαι αἱ κατ’ εἶδος ἀλλήλων διαφέρουσαι, ἐξ ὧν οἱ κατηγορικοὶ συλλομισμοὶ συντίθενται. οὐσῶν δὴ τούτων τε καὶ τοσούτων προτάσεων ἑξῆς πειρᾶται περὶ ἀντιστροφῶν αὐτῶν τὸν. λόγον ποιεῖσθαι, ἐπειδὴ οἱ πλεῖστοι τῶν ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμῶν πάντων ἀτελῶν ὄντων πρὸς τὸ δείκνυσθαι συλλογιστικοὶ δέονται τῶν κατὰ τὰς προτάσεις ἀντιστροφῶν, ἢ μιᾶς ἢ πλειόνων, ὡς δειχθήσεται.

Ἄξιον δὲ ἔδοξεν ἐπισκέψεως εἶναί μοι, τί δήποτε περὶ συλλογισμῶν καὶ σχημάτων τὸν λόγον ἐν τούτοις τοῖς βιβλίοις ποιούμενος παραλαμβάνει καὶ τὰς τῶν προτάσεων κατὰ τὴν ὕλην διαφοράς · ὑλικαὶ γὰρ διαφοραὶ τὸ οὕτως ἢ οὕτως ὑπάρχειν· ἤδη γὰρ δόξουσιν αἱ τοιαῦται διαφοραὶ τῶν [*](1 ὑποκειμένων BLM: κειμένων ἐν a 4 ἢ ὑπάρχει addidi 5 ὑπάρχειν aBL: ἡ ὑπάρχει M post ἀληθεῖς add. καὶ LM 6 γένοιτο a 7 post οὗτος add. ὁ τρόπος a 8 ἐπεὶ δὲ aBM: ἐπειδὴ L 9 ὡς λέγομεν BLM: λέγομεν δὲ a 10 τὴν οὐχ . . . ψευδῆ (11) om. L 11 δὲ ἔσται Β: γάρ ἐστιν aLM 12 προκεῖσθαι L 13 τοιαύτας om. a προσρήσεις aM: προσρρήσεις Β, ut semper: L τοιούτους om. a 1(1 προτεθεισῶν L 17 πᾶσαι om. L 18 ἀναγκαῖαι . . . καταφατικαί (19) om. L αἱ om. aLM 19 post καὶ add. αἱ M 20 post καὶ add. αἱ a τρὶς a: τρεῖς BLM post ἓξ add. πᾶσαι aLM 21 πᾶσαι αἱ om. aLM 22 δὴ aB: δὲ LM τοιούτων M post τοσούτων add. τῶν L 23 ἐπεὶ δὲ Β 25 ἐνδείκνυσθαι συλλογιστικῶς a 27 ἔδειξεν a μοι om. a 28 τὸν λόγον om. LM ἐν τούτοις τὸν λόγον a τοῖς βιβλίοις om. aL)

28
προτάσεων οὐχ ἁπλῶς πρὸς συλλογισμὸν συντελεῖν, ἀλλὰ πρὸς τὸ τοιοῦτον [*](10r) ἢ τοιοῦτον αὐτὸν εἶναι, ἀποδεικτικόν, ἄν οὕτως τύχῃ, ἢ διαλεκτικόν. αἱ διαφοραὶ αἱ τοιαῦται τῶν προτάσεων πρὸς τὴν συλλογιστικὴν μέθοδόν τε καὶ πραγματείαν ἀναγκαῖαι καθόλου· τῷ τε γὰρ μὴ ὁμοίως γίνεσθαι τὰς ἀντιστροφὰς τῶν κατὰ τοὺς προειρημένους τρόπους διαφερουσῶν προτάσεων, διὰ δὲ τῶν ἀντιστροφῶν τοὺς πλάους τῶν ἐν τοῖς παρὰ τὸ πρῶτον σχῆμα συλλογισμῶν δείκνυσθαι συνάγοντας ἀναγκαία ἡ κατὰ τοὺς τρόπους τούτους αὐτῶ διαίρεσις· ἄλλως μὲν γὰρ ἐπὶ τῶν ἀναγκαίων καὶ ὑπαρχόντων, ἄλλως δὲ ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρεφόμεναι αἱ προτάσεις ποιήσουσι συλλογισμόν. ἀλλὰ καὶ τῷ μιγνυμένας ἀλλήλαις τὰς κατὰ τούσδε τοὺς τρόπους διαφερούσας προτάσεις διαφοράν τινα ποιεῖν συλλογισμῶν καὶ κατὰ τοῦτο πρὸς τὴν συλλογιστικὴν πραγματείαν ἡ κατὰ τούσδε τοὺς τρόπους διαφορὰ τῶν προτάσεων ἀναγκαία. χωρὶς γοῦν τῆς ὕλης αὐτοὺς τοὺς τρόπους προστιθεὶς ταῖς προτάσεσι καθολικὰς ἐπ’ αὐτῶν τὰς δείξεις ποιεῖται, οὐ παρὰ τὸ τήνδε τὴν ὕλην ἢ τήνδε εἶναι δεικνὺς τὴν διαφορὰν γινομένην τῶν συλλογισμῶν ἀλλὰ παρὰ τὸν προσκείμενον τρόπον. οὖσαι οὖν αἱ δείξεις αὐτῶν καθολικαὶ ἴδιαι ἂν εἶεν τῆς περὶ συλλογισμῶν πραγματείας· ὅτι γὰρ ὡς πρὸς τὴν συλλογιστικὴν μέθοδον τῶν τρόπων τούτων χρησίμων ὄντων μνημονεύει, δῆλον ἐκ τοῦ εἶναι μὲν προτάσεων καὶ κατ’ ἄλλους τινὰς τρόπους διαφοράς· καὶ γὰρ τὸ καλῶς προσκείμενον καὶ τὸ κακῶς καὶ τὸ μακρῶς καὶ τὸ βραχέως καὶ τὸ ταχέως καὶ τὸ βραδέως τρόποι προτάσεων εἰσι καὶ διαφοραί, οἷον ‘Σωκράτης καλῶς διαλέγεται ἢ μακρῶς ἢ συντόμως᾿. ἀλλ’ οὐδενὸς τοιούτου μνημονεύει ποιούμενος τὴν τῶν προτάσεων διαίρεσιν, ὅτι μηδὲν πρὸς γένεσιν ἢ διαφορὰν συλλογισμῶν συντελοῦσι. πρὸς μὲν οὖν τὴν τῶν συλλογισμῶν γένεσίν τε καὶ. σύστασιν ἡ τῶν τρόπων τούτων διαφορὰ χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς τὴν τῶν εἰδῶν τοῦ συλλογισμοῦ· οὐ γὰρ κατὰ ταύτην τὴν διαίρεσιν αἱ τῶν συλλογισμῶν διαφοραί, τοῦ γε ἀποδεικτικοῦ καὶ τοῦ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ , ἀλλὰ καθ’ ἣν αὐτὸς δείκνυσιν | ἐν ταῖς οἰκείαις αὐτῶν πραγματείαις· ἐκεῖ γὰρ πολλὰ περὶ ταύτης [*](10ν) τῆς θεωρίας καλῶς σαφηνίζων ἐδήλωσεν.

[*](1 post ἁπλῶς add. ἀλλὰ a συντελεῖς a 2 ἡ τοιοῦτον om. L τύχοι aM 2. 3 ἡ αἱ aBM: καὶ αἱ L 3 post τοιαῦται διαφοραὶ repetit L τὴν om. a 4 τῷ BLM: τὸ a τε om. LM μὴ om. L 6 τοὺς om. L 7 συλλογιστικὸν L 8 ὑπαρχόντων BLM: ἐπὶ τῶν ὑπαρχουσῶν a 9 ποιοῦσι aL συλλογισμόν BLM: τοὺς αυλλογισμούς a 10 καὶ om. a τούςδε BLM: τούςδε ἡ τούςδε a 13 γοῦν LM: γ’ οὖν Β: οὖν a 14 προστιθέασι L ταῖς προτάσεσι om. L καθολικὰς ex καθολικαῖς corr. Β1 ἐπ’ αὐτῶν τὰς δείξεις aBM: τὰς δείξεις μετ’ αὐτῶν L 15 τὸ om. a ἢ τήνδε τὴν ὕλην a εἶναι om. a 16 προκείμενον aL δείξεις αὐτῶν BLM: ἀποδείξεις αὗται a 17 ekva: om. BLM oxtaBM: ἔστι L 19 κατὰ L 20 διαφοράν a γὰρ om. a τὸ (ante κακῶς) om. L 21 καὶ τὸ ταχέως καὶ τὸ βραδέως om. LM 22 καὶ διαφοραί BLM: διάφοροι a 24 ante alteram πρὸς add. καὶ LM 26 καὶ om. L 27 κατὰ ταύτην scripsi: κατ’ αὐτὴν libri προαίρεσιν a γε om. aL; conicio τε 28 καὶ τοῦ διαλεκτικοῦ om. L 19 ἐκεῖ . . . ἐδήλωσεν (30) om. LM)
29
[*](p. 25a 5)

Τῶν μὲν ἐν τῷ ὑπάρχειν τὴν μὲν καθόλου στερητικὴν [*](10ν) ἀνάγκη τοῖς ὅροις ἀντιστρέφειν.

ἐφεξῆς τοῖς εἰρημένοις περὶ ἀντιστροφῶν προτάσεων ποιεῖται τὸν λόγον · χρήσιμος γὰρ αὐτῷ ἡ τοῦδε τοῦ θεωρήματος διδασκαλία πρὸς τοὺς ἀτελεῖς συλλογισμοὺς τοὺς ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συνισταμένους, ὡς ἔφαμεν· οἱ γὰρ πλεῖστοι αὐτῶν δείκνυνται συλλογιστικοὶ δι’ ἀντιστροφῆς ἢ δι’ ἀντιστροφῶν. λέγεται δὲ πλεοναχῶς ἡ ἀντιστροφή· καὶ γὰρ ἐπὶ συλλογισμῶν ἀντιστροφὴ γίνεται , καὶ λέγονται συλλογισμοὶ ἀντιστρέφειν· λέγεται γοῦν ὁ τῷ συλλογιστικῷ λόγῳ ἀντιστρέφων συλλογιστικὸς καὶ αὐτὸς εἶναι. ἀλλ’ οὗτοι μὲν σὺν ἀντιθέσει ἀντιστρέφουσιν· ὅταν γὰρ τὸ ἀντικείμενον τοῦ συμπεράσματος λαβόντες τὴν ἑτέραν τῶν προτάσεων προσλάβωμεν, συλλογιστικῶς τὸ ἀντικείμενον τῇ ἑτέρᾳ προτάσει συνάγομεν· τὸ γὰρ τῷ συλλογιστικῷ τρόπῳ ἀντιστρέφον οὕτω καὶ αὐτὸ συλλογιστικόν ἐστιν. ἀλλὰ περὶ μὲν τῆς τῶν συλλογισμῶν ἀντιστροφῆς διδάξει ἡμᾶς ἐν τῷ δευτέρῳ τῆςδε τῆς πραγματείας. ἔστι δὲ καὶ ἐν προτάσεσιν ἀντιστροφὴ σὺν ἀντιθέσει· ἀντιστρέφει γὰρ τῇ ‘ἄνθρωπος ζῷόν ἐστιν’ ἡ λέγουσα ‘τὸ μὴ ζῷον οὐδὲ ἄνθρωπός ἐστιν᾿. ἐν προτάσεσιν ἀντιστροφή, καὶ ὅταν ἡ καταφατικὴ τῇ ἀποφατικῇ τῇ ὁμοίως λαμβανομένῃ συναληθεύῃ· οὕτως λέγεται ἀντιστρέφειν ἡ ἐνδεχομένη καταφατικὴ τῇ ἐνδεχομένῃ ἀποφατικῇ, οἷον εἰ ἀληθές ἐστι τὸ ‘ἐνδέχεται πάντα ἄνθρωπον περιπατεῖν’ ὡς ἐνδεχόμενον, ἀληθές ἐστι καὶ τὸ ἐνδέχεσθαι μηδένα ἄνθρωπον περιπατεῖν. λέγεται προτάσεων ἀντιστροφὴ καὶ ἡ ἀντιστροφὴ τῶν ὅρων μετὰ τοῦ συναληθεύειν. ἀντιστροφὴ δὲ ὅρων ἐστίν, ὅταν ἐναλλάξαντες τὸν μὲν ὑποκείμενον τῶν ὅρων κατηγορούμενον ποιήσωμεν, τὸν δέ πως κατηγορούμενον ὑποκείμενον ποιῶμεν, τηροῦντες τῆς ἀντιστρεφομένης προτάσεως τὴν ποιότητα. ἁπλῶς μὲν οὖν ἡ ἐναλλαγὴ τῶν ὅρων κατὰ τὸν προειρημένον τρόπον ἀντιστροφὴ καλεῖται, οἷον πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον ἄνθρωπος· ἀντεστράφησαν γὰρ οἱ ὅροι. ὅταν δὲ πρὸς τῇ ἀντιστοφῇ καὶ συναληθεύωσιν ἀλλήλαις αἱ ἀντιστρεφόμεναι ὁμοίως λαμβανόμεναι, ἀντιστρέφειν ἑαυταῖς αἱ προτάσεις αὗται λέγονται.

Περὶ τῆς τοιαύτης τῶν προτάσεων ἀντιστροφῆς τὸν λόγον ποιεῖται νῦν καὶ δείκνυσι, τίνες μὲν τῶν προειρημένων προτάσεων ἀντιστρέφουσιν ἀλλήλαις, τίνες δὲ οὔ. δειχθήσεται δέ, ὅτι, ὧν μὲν αἱ ἀντικείμεναι ἀντιστρέφουσιν ἀλλήλαις, καὶ αὐταὶ ἀντιστρέφουσιν, ὧν δὲ αἱ ἀντικείμεναι μὴ ἀντιστρέ- [*](1 τῶν μὲν Β: τὴν μὲν οὖν a: τὴν μὲν Ar. τὴν μὲν om. a et Ar. 3 ante προτάσεων add. τῶν LM τὸν λόγον ποιεῖται LM 5 τε om. aLM συνισταμένους BLM: συναγομένους a 6 ἔφημεν L 7 ἀντιστροφῶν L corr. 9 γοῦν LM: οὖν aB 10 post σὺν add. τῇ L 12 συνάγωμεν a τῷ om. L οὕτως aLM 15 καὶ om. a 17 προτάσεσιν Β: προτάσει ἐστὶν aLM 20 ἐνδέχεται BM: ἐνδέχεσθαι a: om. L 21 ἐνδέχεται M 22 προτάσεων ἀντιστροφὴ om. a ἡ om. a 23 ante ὄρων add. τῶν a ἐναλλὰξ a 24 πως om. LM 26 εἰρημένον aLM ἀντιστροφὴ aL: ἀναστροφὴ Β: ἀντιφατικὴ M 27 πᾶν aLM: πᾶς Β 28 αἱ om. L: superscr. M post ἀντιστρεφόμεναι add. προτάσεις a 30 post τοιαύτης add. τοίνυν a 31 προτάσεων om. L 32 δ’ οὐ M ὅτι om. LM αἱ om. L 33 αὗται libri)

30
φουσιν, οὐδὲ αὐταὶ ἀντιστρέφουσιν, οἷον ἀντίκειται ἀντιφατικῶς τῇ μὲν [*](10ν) καθόλου ἀποφατικῇ ἡ ἐπὶ μέρους καταφατική , τῇ δὲ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους ἀποφατική. ἡ μὲν οὖν καθόλου ἀποφατικὴ ἑαυτῇ ἀντιστρέφει, ὡς δείξει· ἀληθοῦς γὰρ οὔσης τῆς καθόλου ἀποφατικῆς ἀληθὴς γίνεται καὶ ἡ ἀνάπαλιν κατὰ τοὺς ὅρους ὁμοίως λαμβανομένη, οἷον ‘οὐδεὶς ἄνθρωπος ἵππος’ ἀληθὴς καὶ ‘οὐδεὶς ἵππος ἄνθρωπος’ ἀληθής. καὶ ἡ ἐπὶ μέρους δὴ καταφατική, ἥτις ἀντίκειται τῇ καθόλου ἀποφατικῇ, ἀντιστρέψει καὶ αὐτή· ἀληθοῦς γὰρ ληφθείσης τῆς ἐπὶ μέρους καταφατικῆς ἀληθὴς γίνεται καὶ ἡ ἀνάπαλιν κατὰ τοὺς ὅρους ταύτῃ λαμβανομένη, οἷον ‘τὶς ἄνθρωπος μουσικός’ ἀληθής, ἀληθὴς καὶ ἡ λέγουσα ‘τὶ μουσικὸν ἄνθρωπος’. καὶ αὗται μὲν οὖν ἀντιστρέφουσιν ἑαυταῖς. ἡ δὲ καθόλου καταφατικὴ οὐκ ἀντιστρέφει ἑαυτῇ· οὐδὲ γὰρ εἰ ἀληθές ἐστι τὸ πάντα ἄνθρωπον ζῷον εἶναι, ἤδη ἀληθὴς γίνεται καὶ ἡ τὸ πᾶν ζῷον εἶναι ἄνθρωπον λέγουσα· οὕτως γὰρ ἂν ἀντέστρεφεν ἑαυτῇ· ἀντιστρέφει δὲ αὐτῇ ἡ ἐπὶ μέρους καταφατικὴ ἡ λέγουσα ‘τὶ ζῷον ἄνθρωπος’, ὥστε ἡ ἐπὶ μέρους καταφατικὴ καὶ πρὸς ἑαυτὴν ἀντι|στρέφει [*](11r) καὶ πρὸς τὴν καθόλου καταφατικήν. ὡς μέντοι ἡ καθόλου καταφατικὴ οὐκ ἀντιστρέφει ἑαυτῇ , οὕτως οὐδ’ ἡ ἀντικειμένη τῇ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους ἀποφατικὴ οὐδὲ ἑαυτῇ ἀντιστρέφει· οὐ γὰρ εἰ ἀληθές ἐστι τὸ τὶ ζῷον μὴ εἶναι ἄνθρωπον, ἀληθὲς γίνεται καὶ τὸ τινὰ ἄνθρωπον μὴ εἶναι ζῷον. οὐκ εἴ τινες δέ ποτε ἐν αὐταῖς συναληθευόμεναι ληφθεῖεν ἐν ταῖς ἀντιστροφαῖς, διὰ τοῦτο τὸ εἰρημένον ὑφ’ ἡμῶν διαβάλλεται· ἱκανὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων πρὸς ἀναίρεσιν τοῦ καθόλου καὶ τὸ ἐπὶ τινὸς δεῖξαι μὴ οὕτως ἔχον· τὰ γὰρ μὴ ἐπὶ πάντων συναληθευόμενα οὐ παρὰ τῆς οἰκείας φύσεως τὸ ἀντιστρέφειν ἔχει ἀλλὰ παρὰ τὴν τινὸς ὕλης ἰδιότητα. λέγει δὴ περὶ τῶν τοιούτων κατὰ τὰς προτάσεις ἀντιστροφὦν καὶ πειρᾶται μὴ ἐκ τοῦ ἐναργοῦς μόνον ἀλλὰ καὶ λόγοις τισὶ καθολικοῖς προσχρώμενος τὰς ἐν αὐταῖς ἀντιστροφὰς δεικνύναι. περὶ δὲ τῶν ἀδιορίστων οὐ λέγει, ὅτι μηδὲ χρήσιμοι πρὸς συλλογισμούς εἰσιν αὗται, καὶ ὅτι ἴσον ταῖς ἐπὶ μέρους ουνανται.

[*](1 αὐταὶ aLM: αὗται Β ἀντίκετνται M 2 ἡ superscr. L 4 ἀληθῶς Β 6 ἀληθὴς iterant aLM ante οὐδεὶς alterum add. ἡ LM ἀληθὴς om. aLM 7 δὴ LM: δ’ ἡ Β: δὲ a 8 ἀντιστρέψει B ψ in ras.) LM: ἀντιστέφει a αὐτή] spirit, et accent, in ras. Β ἀληθῶς M ληφθείσης BLM: οὔσης a 10 ἀληθὴς alterum cm. a 11 τὶς μουσικὸς LM 12 καθόλου om. L 13 ἔσται a ἡ καὶ a 14 ἄνθρωπον εἶναι aM ἂν om. LM ἑαυτῇ aBM: αὐτῇ L 15 αὐτῇ post καταφατικὴ transponit L αὐτὴ τῇ . . . καταφατικῇ a ἡ (ante λέγουσα) om. a ἄνθρωπον εἶναι aLM 16 ἡ om. L 18 τῇ καθόλου καταφατικῇ ἀντικειμένη aLM 19 οὐδὲ γὰρ aLM εἰ om. L 20 τὶ om. L 24 μὴ οὕτως ἔχον om. L ἔχοντα M 25 μὴ om. L ἀληθευόμενα aL 26 δὴ BLM: δὲ a 27 πειρᾶται post μόνον collocat L 28 καὶ LM, itemque sed corr. Β: om. a 29 ante αὐταῖς add. ταῖς L δὲ om. M)
31
[*](p. 25a 14)

Πρῶτον μὲν οὖν ἔστω στερητικὴ καθόλου ἡ AB [*](11r) πρότασις. εἰ οὖν μηδενὶ τῷ Β τὸ Α ὑπάρχει, οὐδὲ τῷ Α οὐδενὶ ὑπάρξει τὸ Β.

Θεόφραστος μὲν καὶ Εὔδημος ἁπλούστερον ἔδειξαν τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφουσαν ἑαυτῇ· τὴν γὰρ καθόλου ἀποφατικὴν ὠνόμασε καθόλου στερητικήν. τὴν δὲ δεῖξιν οὕτως ποιοῦνται· κείσθω τὸ Α κατὰ μηδενὸς τοῦ Β· εἰ κατὰ μηδενός, ἀπέζευκται τοῦ Β τὸ Α καὶ κεχώρισται· τὸ δὲ ἀπεζευγμένον ἀπεζευγμένου ἀπέζευκται· καὶ τὸ Β ἄρα παντὸς ἀπέζευκται τοῦ Α· εἰ δὲ τοῦτο, κατὰ μηδενὸς αὐτοῦ. οὕτως μὲν οὖν ἐκεῖνοι. ὁ δὲ Ἀριστοτέλης δοκεῖ προσχρώμενος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἀντιστρέφουσαν αὐτὴν δεικνύναι. γίνεται δὲ ἡ εἰς ἀδύνατον ἀπαγωγή, ὅταν, οὗ βουλόμεθα δεῖξαι, τὸ ἀντικείμενον ὑποθέμενοι καὶ προσλαμβάνοντες αὐτῷ τι τῶν ὁμολογουμένων· καὶ κειμένων ἀναιρῶμεν ἕν τι τῶν ἐναργῶς συλλογιστικῶν· δι’ ὃ γὰρ ὑποτεθὲν ἀναιρεῖται τὸ ἐναργὲς καὶ ὁμολογούμενον, τοῦτο ἐλέγχεται ψεῦδος ὂν διὰ τῆς τοιαύτης ἀπαγωγῆς· τούτου δὲ δειχθέντος ψευδοῦς τὸ ἀντικείμενον αὐτῷ ἀληθὲς ὂν εὑρίσκεται, ἐπειδὴ ἐπὶ παντὸς θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθές, θάτερον δὲ ψεῦδος, ὅπερ ἦν τὸ προκείμενον καὶ δεικνύμενον. τούτῳ τῷ τρόπῳ πλείστῳ μὲν καὶ οἱ γεωμέτραι χρῶνται· οὐ μὴν ἀλλὰ καὶ οἱ διαλεκτικοί. δοκεῖ δὲ καὶ ὁ Ἀριστατέλης νῦν αὐτῷ προσχρῆσθαι· φησὶ γάρ, ὅτι, εἰ μηδενὶ τῷ Β τὸ Α ὑπάρχει, οὐδὲ τῷ Α οὐδενὶ ὑπάρξει τὸ Β, ὃ βούλεται δεῖξαι· εἰ γὰρ μὴ συγχωροίη τις τοῦτο, δῆλον ὡς τὸ ἀντικείμενον τούτῳ ἀληθὲς φήσει τὸ τὸ Β τινὶ τῷ Α ὑπάρχειν· τῷ γὰρ μηδενὶ τὸ τινὶ ἀντίκειται ἀντιφατικῶς, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδειχεν. ὑποθέμενος δὲ τὸ Β τινὶ τῷ Α ὑπάρχειν λαμβάνει, ᾧτινι τοῦ Α τὸ Β ὑπάρχει, τὸ Γ μόριόν τι ὃν τοῦ Α καὶ διὰ τοῦτο δείκνυσιν, ὅτι καὶ τὸ Α τινὶ τῷ Β ὑπάρξει.

Πάνυ δὲ διὰ βραχέων τὸ προκείμενον ἔδειξε· διὸ καί τινες αὐτὸν οἴονται διὰ τῆς ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν πεποιῆσθαι, οἳ καὶ ἐπεγκαλοῦσιν αὐτῷ ὡς χρωμένῳ τῇ δι’ ἀλλήλων δείξει· θέλων μὲν γὰρ δεῖξαι τὴν καθόλου ἀποφατικὴν ἀντιστρέφουσαν προσχρῆται εἰς τὴν τοῦδε δεῖξιν τῇ ἐπὶ μέρους καταφατικῇ, ὥς φασι, καὶ τῇ ταύτης ἀντι- [*](2 τῷ aB (inm, pr. C): τῶν Ar. 3 τῷ aB (nm): τῶν Ar. 4 post μὲν add. οὖν a ἔδειξαν aBM: εἶναι L 5 ὠνόμασαν aL 6 κείσθω LM, Β1 corr.: κεῖσθαι, quod etiam Β habuerat, a 7 post εἰ add. δὲ a τοῦ B . . . ἀπέζευκται (8) om. a 9 κατ’ οὐδενὸς a 12 βουλώμεθα L αὐτοῦ a 13 ἐναργῶν M 14 ὑποτιθὲν L 15 ἐλέγχεται om. L 17 ψευδές aLM ψευδές, θάτερον δὲ δὲ om. L) ἀληθές aL 18 πλεῖστα aLM καὶ (ante οἱ) om. L 19 δὲ om. M καὶ (ante 6) om. a 20 ὅτι om. L tiu p aB: xuiv p LM (cf. 31,2) 21 τὸ a L φησὶ Β: φύσει a 23 τὸ alterum om. L 24 Περὶ ἑρμ.] c. 7 p. 17 b 1(5 post τινὶ τῷ ἁ add. τοῦ p L 25 τοῦ (post ᾧτινι) LM: tw a: om. ’. ὑπάρχειν a ante γ add. γὰρ a τοῦ ἁ ante μόριον collocant LM: τοῦ p a 26 καὶ (ante διὰ) om. L τούτου M 28 πεποιῆσθαι ex ποιεῖσθαι corr. Β1 29 ἐπικαλεῖσθαι L: ἐπεγκαλεῖσθαι M διαλλήλῳ LM 30 τὴν καθόλου ἀποφατικὴν δεῖξαι a)

32
στροφῇ , δεικνὺς δὲ μετ’ ὀλίγον πάλιν τὴν ἐπὶ μέρους καταφατικὴν ἀντι- [*](11r) στρέφουσαν τῇ καθόλου ἀποφατικῇ προσχρῆται ὡς ἀντιστρεφούσῃ. ὁ δὲ Ἀριστοτέλης πεποίηκεν, ὡς οἴονται· τὴν μὲν γὰρ ἐπὶ μέρους καταφατικὴν ὁμολογουμένως δείξει διὰ τῆς καθόλου ἀποφατικῆς ἀντιστρέφουσαν, τὴν δὲ καθόλου ἀποφατικὴν οὐ δείκνυσι νῦν διὰ τοῦ τὴν ἐπὶ μέρους καταφατικὴν λαβεῖν ἀντιστρέφουσαν· δείκνυσι μὲν γὰρ τὸ προκείμενον, | ἀλλ’ οὐ χρῆται [*](11v) αὐτῷ ὡς ὁμολογουμένῳ καὶ κειμένῳ. δείκνυσι δὲ διὰ τῶν ἐφθακότων δεδεῖχθαί τε καὶ κεῖσθαι ’ ἔστι δὲ ταῦτα τό τε κατὰ παντὸς καὶ τὸ κατὰ μηδενὸς καὶ ἐν ὅλῳ καὶ ἐν μηδενί· τούτοις γὰρ προσχρώμενος δείκνυσι τὴν τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης ἀντιστροφήν. κειμένου γὰρ τοῦ Α μηδενὶ τῷ Β φησὶν ἕπεσθαι τούτῳ τὸ καὶ τὸ Β μηδενὶ τῷ Α · εἰ γὰρ τὸ Β τινὶ τῷ Α ὑπάρχει (τοῦτο γάρ ἐστι τὸ ἀντικείμενον τῷ κειμένῳ, καὶ fl δεῖ τὸ ἕτερον αὐτῶν ἀληθὲς εἶναι), ὑπαρχέτω τῷ Γ· ἔστω γὰρ τοῦτο τὶ "^ τοῦ , ᾧ ὑπάρχει τὸ Β. ἔσται δὴ τὸ Γ ἐν ὅλῳ τῷ Β καὶ τὶ αὐτοῦ, καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ· ταὐτὸν γὰρ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντός. ἀλλ’ἦντὸΓτὶτοσΑ·ἐνὅλῳἄρακαὶτῷΑτὸΓἐστίν·εἰδὲἐν ὅλῳ, κατὰ παντὸς αὐτοῦ ῥηθήσεται τὸ . ·ἦν δὲ τὸ Γ τὶ τοῦ Β· καὶ τὸ Α ἄρα κατὰ τινὸς τοῦ Β κατηγορηθήσεται • ἀλλ’ ἔκειτο κατὰ μηδενὸς τὸ Α τοῦ Β· ἦν ὃὲ κατὰ μηδενὸς τὸ μηδὲν εἶναι τοῦ Β, καθ’ οὗ τὸ Α κ̀αᾳ-ίορηθήσετι.

’Oxi δὲ μὴ διὰ τῆς ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν πεποίηται, δῆλον καὶ ἐξ αὐτῆς τῆς λέξεως· οὐ γὰρ εἶπεν ‘εἰ γὰρ τινὶ τὸ Β τῷ , καὶ τὸ Α τῷ Β τινί’· τοῦτο γὰρ ἦν τὸ διὰ τῆς ἐπὶ μέρους καταφατικῆς δεῖξαι. τὴν γοῦν ἐπὶ μέρους καταφατικὴν δεικνὺς ἐν τοῖς ἑξῆς ἀντιστρέφουσαν προσχρώμενος τῇ τῆς καθόλου ἀποφατικῆς ἀντι- στροφῇ οὕτως ἐχρήσατο εἰπών· εἰ γὰρ μηδενί, οὐδὲ τὸ Α οὐδενὶ τῷ B" τοῦτο γάρ ἐστι τὸ ὡς ὁμολογουμένῳ χρῆσθαι. ὁ δὲ οὐ λαμβάνει μὲν ὡς ὁμολογούμενον τὸ τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφειν, ἐκ- θέμενος δὲ τοῦ Α τὶ τὸ Γ ἐπὶ τούτου τὴν δεῖξιν ποιεῖται, καθ’ οὗ οὐκέτι τὸ Β κατὰ τινός. διὸ οὐ τῇ ἐπὶ μέρους ἀντιστροφῇ ἀλλὰ τῷ κατὰ παντὸς καὶ ἐν ὅλῳ ῥητέον αὐτὸν κεχρῆσθαι πρὸς τὴν δεῖξιν. ἡ ἄμεινόν ἐστι καὶ οἰκειότατον τοῖς λεγομένοις τὸ δι’ ἐκθέσεως καὶ αἰσθητικῶς λέγειν τὴν εἶξιν γεγονέναι, ἀλλὰ μὴ τὸν εἰρημένον τρόπον μηδὲ συλλογιστικῶς· [*](1 πάλιν μετ’ ὀλίγον LM ante ἀντιστρέφουσαν add. ὡς LM 4 ante Ἀριστ. add. ὁ LM 6 τὴν τοῦ L 8 ὡς om. a διὰ τῶν aB: δι’ αὐτῶν LM πεφθακότων LM 9 κατὰ alterum add. Β2 1Ι ἀποφατικῆς aB: καταφατικῆς LM 12 τὸ (post τούτῳ) aBM: τῷ L 13 κειμένῳ Β· ἀντικειμένῳ aLM 14 ἔστω coit. ex ἔσται B’ 15 δὴ aBM: δὲ L τῷ p καὶ τὶ αὐτοῦ. ..εἰ δέ ἐν ὅλῳ (18) om. a 17 ἄρα BM: γὰρ L 18 ante κατὰπαντὸς add. καὶ τὸ a 20 τοῦ p τὸ ἁ L 22 μὴ add. Β1 23 πεποίηκε L 25 γοῦν aM: οὖν Β: τῆς L ἐν τοῖς aBM: αὐ- τοῖς L 26 τῇ om. L 28 τῷ aBLM (if): τῶν Ar. ὅδε a 30 τοῦ -7 L οὐκἐτιP: οὐκέστιaLM 31 xtu aBM: τὸL 32βητόνL 33ἐστι om. L δι’ ἐκθέσεως aBM: ἐκ διαθέσεως L αἰσθήσεως LM)

33
ὁ γὰρ διὰ τῆς ἐκθέσεως τρόπος δι’ αἰσθήσεως γίνεται καὶ οὐ συλλογιστικῶς· [*](11v) τοιοῦτον γάρ τι λαμβάνεται τὸ Γ τὸ ἐκτιθέμενον, ὃ αἰσθητὸν ὂν μόριόν ἐστι τοῦ Α· εἰ γὰρ κατὰ μορίου τοῦ Α ὄντος τοῦ Γ αἰσθητοῦ τινος καὶ καθ’ ἕκαστα λέγοιτο τὸ Β, εἴη ἂν καὶ τοῦ Β μόριον τὸ αὐτὸ Γ ὄν γε ἐν αὐτῷ· ὥστε τὸ Γ εἴη ἄν ἀμφοτέρων μόριον καὶ ἐν ἀμφοτέροις αὐτοῖς. κατηγορούμενον δὴ τὸ Α τοῦ Γ ὄντος ἰδίου μορίου κατὰ τινὸς ἄν τοῦ Β κατηγοροῖτο, ἐπεὶ τοῦ Β τὸ Γ μόριόν ἐστιν ὄν γε ἐν αὐτῷ. οἷον εἰ κείμενον εἴη τὸν ἄνθρωπον μηδενὶ ἵππῳ ὑπάρχειν καὶ μὴ συγχωροίη τις τούτῳ τὸν ἵππον μηδενὶ ἀνθρώπῳ, λέγοι ἄν τινὶ αὐτὸν ἀνθρώπῳ ὑπάρχειν. ἂν 10 δὴ ληφθῇ οὗτος, οἷον Θέων, ἔσται καὶ ὁ ἄνθρωπος τινὶ ἵππῳ ὑπάρχων, ἐπειδὴ ὁ Θέων καὶ ἄνθρωπος καὶ ἵππος εἶναι ἐλήφθη. ἀδύνατον δὲ τοῦτο· ὡμολόγητο γὰρ τὸ τὸν ἄνθρωπον μηδενὶ ἵππῳ ὑπάρχειν. ἄντικρυς δὲ ἐπὶ τοῦ τρίτου σχήματος χρώμενος τῇ δι’ ἐκθέσεως δείξει οὕτως κέχρηται ὡς οὔσῃ αἰσθητικῇ ἀλλ’ οὐ συλλογιστικῇ. διὸ καὶ ἐνταῦθα κέχρηται αὐτῇ · οὐδέπω γὰρ περὶ τῶν συλλογιστικῶν δείξεων γνώριμον. ἐπεὶ δὲ ταύτῃ τῇ δείξει προσχρώμενον ἔνεστι καὶ τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφουσαν δεικνύναι τῷ ἕπεσθαι τοῖς προειρημένοις κἀκεῖνο, ἡγοῦνταί τινες διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς πεποιῆσθαι τὴν δεῖξιν αὐτόν. οὐ μὴν καὶ πεποίηκεν οὕτως· οὐ γὰρ προσκέχρηται τῇ ἀντιστροφῇ τῆς ἐπὶ μέρους καταφατικῆς· τὸ γὰρ Α λαμβάνει τινὶ τῷ Β ὑπάρχειν, οὐχ ὅτι ἀντιστρέφει, ἀλλ’ ὅτι τὸ Γ μόριον ὂν τοῦ Α καὶ τοῦ Β μόριόν ἐστιν· ἐπήνεγκε γοῦν τὸ γὰρ Γ τοῦ Β τί ἐστιν. ᾧ εἵπετο καὶ τὸ ἀντιστρέφειν· ἀλλ’ αὐτός γε οὐ προσεχρῆτο αὐτῷ. ἐπεὶ τῇ αὐτῇ γε δείξει ἔνεστι χρησαμένους δεῖξαι καὶ τῇ καθόλου καταφατικῇ τὴν ἐπὶ μέρους ἀντιστρέφουσαν· ἀλλ’ οὐ διὰ τοῦτο καὶ Ἀριστοτέλης αὐτῇ νῦν κέχρηται. ὅτι γὰρ ἄλλη τῆς δι’ ἀντιστροφῆς δείξεως ἡ δι’ ἐκθέσεως, φανερώτατα ἐπὶ τοῦ τρίτου σχήματος δέδειχεν· λαβὼν γὰρ συζυγίαν, ἐν ᾗ τὰ ἄκρα ἀμφότερα κατὰ παντὸς τοῦ μέσου κατηγορεῖται, καὶ δείξας | πρῶτον δι’ [*](12r) ἀντιστροφῆς τῆς ἑτέρας τῶν προτάσεων τὸ συναγόμενον συλλογιστικῶς μετὰ ταῦτα καὶ δι’ ἐκθέσεως τὴν δεῖξιν ποιεῖται ὡς ἄλλης οὔσης παρὰ τὴν δι’ [*](1 ὁ γὰρ BLM: τοιοῦτος γὰρ ὁ a 2 τι om. L τὸ alterum om. L ὃν om. aL 3 εἰ . . . τοῦ a om. a τὰ ᾱ L εἴη ἂν καὶ ΒLM: ἤγουν a γε om. aLM 5 καὶ om. L 6 τὸ ἁ aBM: τοῦ ᾱ L 7 γε superscr. M 8 τούτω Β: τοῦτο a: τὸ M: om. L 9 λέγοι . . . ἀνθρώπῳ post ὑπάρχειν collocaut LM: om. a ἐὰν L 10 post ληφθῇ add. λέγοιτο ἂν τινὶ ἀνθρώπῳ a τινὶ . . . ἄνθρωπος (11) om. L ὑπάρχει aJI 12 ὑπάρχειν ἵππῳ aLM 13 τοῦ om. a τρίτου σχήματος] cf. Ar. p. 28a 23 14 αἰσθητὴ LM 15 οὐδέπω aBM: οὐδὲ L 16 προσχρώμενος M post ἔνεστι add. ὡς M 17 εἰρημένοις LM 18 πεποιηκέναι Β 19 οὐ (ante γὰρ) om. L προσκέχρηται Β: προσχρώμενός ἐστιν aLM 21 ἀντιστρέφον a 22 τί om. LM 23 προσεχρήσατο LM γε om. aLM 24 δείξει aBM: χρήσει L δεῖξαι om. L τὴν κ. καταφατικὴν τῇ a 25 χρῆται LM 26 δι’ (post τῆς) om. L φανερώτερον LM: om. in lac. a 27 ἔδειξεν L 28 μέσου BLM: μέρους a post κατηγορεῖται interstitium ca. 8 lit. a 29 συλλογιστικῆς M)
34
ἀντιστροφῆς. ὁμοιοτάτη δὲ τῇ δι’ ἐκθέσεως ἐκεῖ δείξει, ᾗ νῦν ἐπὶ τῆς [*](12r) ἀντιστροφῆς κέχρηται·

Καὶ αὕτη μὲν ἡ δεῖξις ἡ ἐπὶ τῆς καθόλου ἀποφατικῆς, ᾗ Ἀριστοτέλης κέχρηται οὔτε τῇ δι’ ἀλλήλων προσκεχρημένος δείξει οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ συλλογιστικῶς· ἦν γὰρ οὐδὲ αὕτη κατὰ καιρὸν ἡ δεῖξις· οὐ γὰρ εἰ ἐφαρμόζει τοῖς εἰρημένοις ἡ δι’ ἀδυνάτου δεῖξις, ἤδη καὶ αὐτὸς δι’ αὐτῆς ἔδειξε τὸ προκείμενον. ἄλλος γὰρ καὶ τῆς τοιαύτης δείξεως ὁ ἐκθετικὸς τρόπος· ἡ γὰρ δι’ ἀδυνάτου δεῖξις τοῦ προκειμένου ἐν τρίτῳ σχήματι γί- νεται· ὑποτεθέντος γὰρ τοῦ τὸ Β τινὶ τῷ , τοῦτ’ ἔστι τῷ Γ παντί, ὅ ἐστί τι τοῦ , καὶ προσληφθείσης προτάσεως τῆς ι τὸ Α κατὰ παντὸς τοῦ Γ’ οὔσης ἐναργοῦς συνάγεται ἐν τρίτῳ σχήματι τὸ τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὅ ἐστιν ἀδύνατον • ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. ἄκαιρος δὲ νῦν καὶ ἡ διὰ τρίτου σχήματος δεῖξις. ἄμεινον οὖν λέγειν τὰ εἰρημένα δεικτικὰ εἶναι τοῦ δεῖν ἀπεζεῦχθαι καὶ τὸ Β τοῦ , εἰ τὸ Α τοὐ Β ἀπέζευκται, ὃ οἱ περὶ Θεόφραστον ὡς ἐναργὲς ὂν λαμβάνουσι χωρὶς δείξεως. ἔνεστι δὲ καὶ διὰ συλλογισμοῦ δεῖξαι διὰ τοῦ πρώτου σχήματος γινομένου, ὡς καὶ αὐτὸς προσχρῆται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ · εἰ γάρ τις μὴ λέγοι ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν, κείσθω τὸ Α μηδενὶ τῷ Β· εἰ δὲ μὴ ἀντι- στρέφει, ἔστω τὸ Β τινὶ τῷ Α· γίνεται ἐν πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Α μὴ ὑπάρχον, ὅπερ ἄτοπον. ἀλλ’ ἄκαιρον τὸ διὰ συλλογισμοῦ δεικνύναι μηδέπω περὶ συλλογισμῶν εἰδότας. διὸ χρηστέον, ᾧ αὐτὸς ἐξέθετο τρόπῳ τῆς δείξεως.

Δείξας δὲ ταύτην ἀντιστρς͂́φ)̔υσαν προσχρῆται τοῖς δεδειγμένοις πρὸς τὰ ἐφεξῆς δεικνύμενα· ὅτι γὰρ ἡ ἐπὶ μέρους καταφατικὴ ἀντιστρέφει, πάλιν προσχρησάμενος τῇ τῆς καθόλου ἀποφατικῆς ἀντιστροφῇ δείκνυσιν. εἰ γὰρ τὸ Α τινὶ ὑπάρχει τῷ Β, καὶ τὸ Β τινὶ ὑπάρχει τῷ Α· εἰ γὰρ μηδενί (αὕτη γὰρ ἀντίκειται τῇ τινί), οὐδὲ τὸ Α οὐδενὶ ὑπάρξει τῷ B’ ἀντιστρέ- φουσα γὰρ δέδεικται ἡ καθόλου ἀποφατική * ἀλλ’ ἔκειτο τὸ Α τινὶ τῷ Β ὑπάρχειν· καὶ τὸ Β ἄρα τινὶ τῷ Α ὑπάρξει. ἀλλὰ καὶ τῇ καθόλου κατα- φατικῇ ὅτι ἡ ἐπὶ μέρους ἀντιστρέφει, ὁμοίως δείκνυται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ A* εἰ γὰρ μηδενί, γίνεται καθόλου ἀποφατική, [*](1 ὁμοιοτάτην aLM τῇ aBL : τὴν M 4 διαλλήλῳ aLM ante δείξει add. ἡ L δυνατὸν L 5 οὐ BLM: οὐδὲ a G ἐφήρμοζε LM ἤδη aBM: ἢ L αὐτὸς Β: οὗτος aM : οὕτω L 7 ἐκθετικὸς IjLM : καθεστηκὼς a 8 post δεῖξις verba antecedentia inde ab ἤδη (G) ita, lit supra scripta sunt, repetit L ante τρίτῳ add. τῷ LM 9 ὑποτιθέντος L γὰρ om. M: γὰρ τοῦ om. L τῷ ᾶ aBL: τὸ a M 10 τοῦ ἁ aB: τῆς oi LM προληφθείσης L 11 ante τρίτῳ add. τῷ LM τὸ alterum om. M 13 ante τρίτου add. τοῦ aLM οὖν BLM: δὲ a post λέγειν add. περὶ a δεικτικὸν aL 14 καὶ om. L 17 χρῆ- χρῆταί L μὴ om. L λέγει LM 19 post γίνεται add. δὴ a πρώτῳ σχήματι aBM: προσχήματι L 20 ὑπάρχειν LM post ἀλλ’ add. οὐκ LM 21 συλ- λογισμοῦ LM 24 post πάλιν add. δὲ a 26 ὑπάρχει τινὶ L 27 τῇ om. L 28 τινὶ τῷ p τὸ a a 29 ἡ κ. καταφατικὴ a 30 ἡ om. aL δείκνυται ὁμοίως LM 31 καθόλου γίνεται L)

35
ἥτις ἐδείχθη ἀντιστρέφουσα αὑτῇ · ὥστε ἔσται καὶ τὸ Α οὐδενὶ τῷ B· [*](12r) κεῖται δὲ καὶ παντὶ ὑπάρχειν. οὐ τοῦτο δὲ λέγεται, ὅτι ἡ καθόλου καταφατικὴ οὐδέποτε αὑτῇ ἀντιστρέφει· ἀντιστρέφει γὰρ ἐπὶ ὕλης τινός, οἷον ἐπὶ τῶν ἐξισαζόντων καὶ ἰδίων. ἀλλ’ ἐπεὶ μὴ ἀεί, ἀεὶ δὲ ἡ ἐπὶ μέρους καὶ γὰρ ὅταν ἡ καθόλου ᾖ ἀντιστρέφουσα, καὶ τότε ἡ ἐπὶ μέρους ἀληθής), διὰ τοῦτο αὕτη ἀντιστρέφειν αὑτῇ λέγεται· αἱ γὰρ ἀντιστροφαί καὶ ὅλως αἱ κατὰ τὰ σχήματα συναγωγαὶ οὐ παρὰ τὴν τῆς ὕλης ἰδιότητα γίνονται, ὡς εἶπον ἤδη αὕτη μὲν γὰρ ἄλλοτ’ ἀλλοία), ἀλλὰ παρ’ αὐτὴν τὴν τῶν σχημάτων φύσιν. διὸ καθολικαὶ αἱ δείξεις ἐπ’ αὐτῶν. τὴν δὲ ἐπὶ μέρους ἀποφατικήν, ὅτι μὴ ἀντιστρέφει, ἔδειξεν ἐπὶ ὕλης· εἰ γὰρ ἔστιν, ὅτε καὶ ἐφ’ ὧν μὴ ἀντιστρέφει, ἀπολώλεκε τὸ καθόλου. οὔσης γὰρ ἀληθοῦς τῆς ‘ἄνθρωπος οὐ παντὶ ζῴῳ ὑπάρχει ἢ τινὶ ζῴῳ οὐχ ὑπάρχει’ οὐκέτι ἀληθὴς γίνεται ἡ λέγουσα ‘ζῷον οὐ παντὶ ἀνθρώπῳ ἢ τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει’· οὐδὲ γὰρ τοῦ ἀντικειμένου αὐτῇ ληφθέντος, ἀδύνατόν τι ἕπεται, ὥσπερ ἐπὶ τῶν ἀντιστρεφουσῶν δέδειχεν. ἀντίκειται μὲν γὰρ τῷ τινὶ μὴ τὸ παντί · ληφθέντος δὲ τοῦ Β παντὶ τῷ Α ὑπάρχειν ἀκολουθήσει καὶ τὸ Α τινὶ τῷ Β ὑπάρχειν· ἔκειτο δὲ αὐτῷ τινὶ μὴ ὑπάρχειν. οὐκ ἔστι δὲ ἀδύνατον, ὃ τινὶ ὑπάρχει, τοῦτο καὶ τινὶ μὴ ὑπάρχειν · ὁ γοῦν ἄνθρωπος τινὶ ζῴῳ μὴ ὑπάρχων καὶ ὑπάρχει τινί. |

[*](p. 25a 27)

τὸν αὐτὸν δὲ τρόπον ἔξει καὶ ἐπὶ τῶν ἀναγκαίων [*](12ν) προτάσεων.

‘Oμοίως φησὶ ταῖς κατὰ τὸ ὑπάρχον καὶ τὰς ἀναγκαίας ἀντιστρέφειν προτάσεις, καὶ δείκνυσι πρῶτον καὶ ἐπὶ τούτων τὴν καθόλου στερητικὴν ἀντιστρέφουσαν αὑτῇ οὕτως·

[*](p. 25a 29)

Εἰ μὲν γὰρ ἀνάγκη τὸ Α τῷ Β μηδενὶ ὑπάρχειν, ἀνάγκη καὶ τὸ Β τῷ Α μηδενὶ ὑπάρχειν· εἰ γὰρ τινὶ ἐνδέχεται, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχοιτο ἄν.

Ἡ μὲν καθόλου ἀποφατικὴ ὑπαρχούσα ἐδείχθη ἀντιστρέφουσα· ἐπεὶ [*](1 αὐτῇ Β: ἑαυτῇ aLM 2 ἔκειτο LM καὶ om. aLM ἡ om. L 3 αὐτῇ Β: ἑαυτῇ aM: δὲ L Οἶον ἐπὶ τῶν ἐξισαζόντων καὶ ἰδίων om. B: post ἀεὶ δὲ (4) transponunt LM (sed οἶον om. M) 4 ἡ BM: τῇ a: om. L 5 post γὰρ add. καὶ LM ἡ om. L ᾖ om. a καὶ (ante τότε) om. Β ἡ om. L ἀληθεύει a 6 post τοῦτο add. οὖν LM αὐτῇ aB: ἑαυτῇ LM αἱ γὰρ B: καὶ γὰρ αἱ aLM ὅλως καὶ aL 7 τὰ om. a 8 ὡς BLM: ὥσπερ a εἶπεν M μὲν om. a ἄλλοτε LM 9 ἀποδείξεις a 10 καὶ om. L 11 τῆς aBM: τὶς L 12 οὐχ om. a 13 ante ζῷον add. τὸ aLM 14 οὐδὲ aBM: οὐ L τοῦ periit M αὐτοῦ a ληφθέντος αὑτῇ L 16 τῷ a παντὶ aM: τὸ a παντὶ L 17 ἔκειτο . . . ὑπάρχειν om. Β οὐκ ἔστι aBM: οὐκέτι L 18 post τοῦτο add. δὲ L γοῦν aBM: γὰρ L 22 ὑπάρχειν L 23 καὶ alterum om. L 24 corr. corr. ex auxf, B: iauxT] aLM 27 τῷ β τινὶ a et Ar. ἄν om. aB 28 ἀντιστρέφειν a)

36
δὲ ἡ ἀναγκαία καθόλου ἀποφατικὴ τῆς μὲν ὑπαρχούσης καθόλου ἀποφατικῆς [*](12v) διαφέρει τῷ ἐξ ἀνάγκης, καθ’ ὃ τῆς δειχθείσης ἡ δεικνυμένη νῦν διαφέρει ἔστι δὲ τοῦτο τὸ ἀναγκαῖον), κατὰ τοῦτο τὴν δεῖξιν ποιεῖται. εἰ γὰρ μὴ ἐξ ἀνάγκης τὸ Β τῷ Α μηδενὶ ὑπάρχοι, ἀλλὰ ἐνδέχοιτο τινὶ ὑπάρχειν αὕτη γὰρ ἀναίρεσις καὶ ἀντίφασις πρὸς τὴν καθόλου ἀποφατικὴν ἀναγκαίαν, ὡς ἐν τῷ περὶ τῆς ἀντιφάσεως δέδεικται λόγῳ), καὶ τὸ Α, φησί, τῷ Β ἐνδέχοιτο <ἄν> τινί· ἀλλ’ ἔκειτο ἐξ ἀνάγκης μηδενὶ ὑπάρχειν. δοκεῖ καὶ ἐνταῦθα πάλιν διὰ τῆς ἐνδεχομένης ἐπὶ μέρους καταφατικῆς ὡς ἀντιστρεφούσης τὴν δεῖξιν περὶ τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς πεποιῆσθαι, καίτοι μηδέπω περὶ τῶν κατὰ τὰς ἐνδεχομένας ἀντιστροφῶν εἰρηκώς. ἢ τὸ μὲν ἀντικεῖσθαι τῇ καθόλου ἀναγκαίᾳ ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἐνδεχομένην εἶχεν ὁμολογούμενον ἀντιφάσεις γάρ), διὸ καὶ τοῦτο ἔλαβε. λαβὼν δὲ αὐτό, ἐπεὶ καὶ τὸ ὑπάρχον τινί , εἰ μὴ ἐξ ἀνάγκης ὑπάρχοι, ἐνδέχεσθαι καὶ ἐνδεχομένως ὑπάρχειν λέγεται, ἦν δὲ αὐτῷ δεδειγμένον τὸ τὴν ἐπὶ μέρους ὑπάρχουσαν ἀντιστρέφειν ἑαυτῇ, ταύτῃ προσεχρήσατο· ἀνελὼν γὰρ τὸ ἀναγκαῖον διὰ τοῦ τινὶ ἐνδέχεσθαι ὑπάρχειν τῷ τὸ τινὶ ὑπάρχον, ὅτε ὑπάρχει, ἀντιστρέφειν· τὸ δὲ ἐνδεχόμενον τινὶ ὑπάρχειν ἤτοι ἤδη ὑπάρχει αὐτῷ ἢ οἷόν τέ ἐστιν ὑπάρξαι ποτέ· ὁπόταν δὲ ὑπάρχῃ, ἀντιστρέφει· οὕτως ἔσται τὸ ἐξ ἀνάγκης μηδενὶ ὑπάρχον ὑπάρχον ποτὲ τινὶ ἐκείνῳ, ὃ ἀδύνατον. ὅτι δὲ τὸ ἐνδεχόμενον ἐπὶ τοὐ ὑπάρχοντος μὲν οὐκ ἐξ ἀνάγκης δὲ λέγεται, ὀλίγον προελθὼν διαιρούμενος τὸ ἐνδεχόμενον λέγει· σημαίνειν γάρ φησιν αὐτὸ ὥσπερ καὶ τὸ ἀναγκαῖον οὕτω δὲ καὶ τὸ μὴ ἀναγκαῖον ἀλλὰ ὑπάρχον, ἐφ’ οὗ καὶ νῦν αὐτῷ κέχρηται. καὶ εἴη ἄν τῷ ἐξ ἀνάγκης μηδενὶ τὸ ἐνδεχομένως τινὶ ὑπάρχον ἢ ὑπάρξον ἀντικείμενον. ἐπεὶ δὲ τοῦ ἀναγκαίου τὸ μὲν ἀπλῶς ἐστιν ἀναγκαῖον, τὸ δὲ μετὰ διορισμοῦ λέγεται, ὡς τὸ ‘ἄνθρωπος ἐξ ἀνάγκης παντὶ γραμματικῷ, ἔστ’ ἄν ᾖ γραμματικός’ αὕτη γὰρ οὐχ ἁπλῶς ἐστιν ἡ πρότασις ἀναγκαία· δέδειχε δὲ αὐτῶν τὴν διαφορὰν καὶ Θεόφραστος· οὐ γὰρ αἰεὶ γραμματικός ἐστιν, ἀλλ’ οὐδ’ ὁ ἄνθρωπος γραμματικός), ἐπεὶ τοίνυν διαφέρει, δεῖ ἡμᾶς εἰδέναι, ὅτι περὶ τῶν ἁπλῶς καὶ κυρίως λεγομένων 35 ἀναγκαίων τὸν λόγον ποιεῖται νῦν Ἀριστοτέλης· αἱ γὰρ οὕτως ἀναγκαῖαι ἀντιστρέφουσιν.

[*](1 ἡ om. L 2 δειχθείσης a: δεικνυμένης BLM 3 ante κατὰ add. καὶ L 4 ὑπάρχοι Β: ὑπάρχει aM: ὑπάρχειν L 6 ἀντιφάσεως Β: καταφάσεως aLM 7 ἄν addidi; cf. p. 35,27 8 καὶ om. L ὡς oin. a 11 τὴν ΒLM: τῇ a 13 ἐπεὶ aBM: ἐπειδὴ L ὑπάρχει a 14 ὑπάρχοι Β: ὑπάρχει aLM ἦν LM: ᾖ aB αὐτὸ L 16 γὰρ om. LM τῷ om. L IS ὑπάρχον αὐτοῦ a 19 ὑπάρχει a ἀντιστρέφειν a post ἔστι add. καὶ LM ὑπάρχειν (post μηδενὶ) L 20 ἐκείνῳ om. LM ὅπερ a δὲ τὸ om. L 21 προελὼν a 22 λέγειν L σημαίνει a φησιν] cf. Ar. p. 25 a 38 24 τῷ aBM: τὸ L ἐνδεχόμενον a 25 ἐπεὶ BLM: ἐπὶ a ἀπλῶς post ἀναγκαῖον collocat a 27 γὰρ om. a 29 οὐδ’ ὁ BM: οὐδὲ aL 30 λεγομένων om. aLM 31 ante Ἀρ. add. ὁ aLM)
37
[*](p. 25a 32)

εἶδέ ἐξ ἀνάγκης τὸ Α παντὶ ἢ τινὶ τῶν Β ὑπάρχει, 12v καὶ τὸ Β τινὶ τῶν Α ἀνάγκη ὑπάρχειν.

Ὅτι καὶ τῇ καθόλου καταφατικῇ ἀναγκαίᾳ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ ἀναγκαίᾳ ἀντιστρέφει ἡ ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὁμοίως δείκνυσιν, ὡς ἔδειξεν ἐπὶ τῆς στερητικῆς καθόλου. εἰ γὰρ τὸ μὲν Α ἢ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχοι ἢ τινί, τὸ δὲ Β μὴ ὑπάρχοι τινὶ τῷ Α ἐξ ἀνάγκης, ἐνδέχοιτ’ ἄν αὐτῷ ποτε μηδενὶ ὑπάρχειν· ἀπόφασις γὰρ τῆς ‘ἀνάγκη τινί’ τὸ οὐκ ἀνάγκη τινί’, ὃ ἴσον δύναται τῷ ‘ἐνδέχεται μηδενί’, ἐπεὶ τὸ ‘οὐκ ἀνάγκη τινί’ καὶ ‘οὐδενὶ ἀνάγκη’ τὰ αὐτά. ὅτε δὲ μηδενὶ ὑπάρχει τὸ Β τῷ Α, οὐδ’ ἂν τὸ Α οὐδενὶ τῷ Β ὑπάρχοι· δέδεικται γάρ· ὥστε οὐδ’ ἄν τὸ Α ἢ παντὶ ἢ τινὶ τῶν Β ἐξ ἀνάγκης ὑπάρχοι. | παρείασε δὲ [*](13r) αὐτὸς τὸ παντὶ καὶ ἠρκέσθη τῷ λαβεῖν, ὅτι μηδὲ τὸ Α ἔτι ἐξ ἀνάγκης τινὶ τῷ Β· ἀντὶ γὰρ τοῦ εἰπεῖν ἱεῖ γὰρ μηδενὶ ἀνάγκη’ ἁπλῶς εἶπεν εἰ γὰρ μὴ ἀνάγκη. ὅτι δὲ οὐ πεποίηται ἐπὶ τῆς ἐνδεχομένης ἀποφατικῆς τὴν δεῖξιν, δῆλον· οὐδὲ γὰρ ἀντιστρέφειν αὐτῷ δοκεῖ αὕτη· ἀλλ’ ἐπὶ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἤγαγε, καὶ ταύτης ἀφελὼν τὸ ἀναγκαῖον, ὃ ἐδήλωσε διὰ τοῦ μηκέτι χρήσασθαι τῷ ἐνδεχομένῳ, ἀλλ’ ἀπλῶς τῷ εἰ γὰρ μὴ ἀνάγκη· ἡ γὰρ ὑπάρχουσα αὐτῷ ἀντιστρέφουσα κεῖται. ἐξ οὗ δῆλον, ὅτι καὶ ἐπὶ τῆς πρὸ ταύτης δείξεως τῷ “τινὶ ἐνδέχεται’’ ἐπὶ τοῦ ὑπάρχοντος κέχρηται· τὸ γὰρ “εἰ γὰρ τινὶ ἐνδέχεται’’ ἀκουστέον ὡς εἰρημένον ἐκεῖ ἀντὶ τοὐ ἱεῖ γὰρ τινὶ ἐνδεχομένως ὑπάρχει’. καὶ τῇ ἐπὶ μέρους δὲ ἀποφα- τικῇ ἀναγκαίᾳ οὐδεμίαν φησὶν ἀντιστρέφειν, διότι μηδὲ τῇ ὑπαρχούσῃ ἀντέστρεφε, τοῦτ’ ἐστι διὰ τὸ ἐπὶ ὅρων καὶ ὕλης τινὸς ὁμοίως, ὅτι μὴ ἀντιστρέφει, δείκνυσθαι· ἐπὶ γὰρ τῶν αὐτῶν ὅρων ὁ ἔλεγχος· ὁ γὰρ ἄνθρωπος τινὶ ζῴῳ ἐξ ἀνάγκης οὐχ ὑπάρχει, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει.

[*](p. 25a 37)

Ἐπὶ δὲ τῶν ἐνδεχομένων, ἐπεὶ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι.

Τὴν τοῦ ἐνδεχομένου ὁμωνυμίαν ἔδειξεν ἡμῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας· [*](1 et 2 τῶν Β (Ci, corr. Α): τῷ a et Ar. 4 post ὁμοίως add. δὲ Β 5 καθόλου στερητικῆς LM μὲν γὰρ τὸ LM: μέλλει γὰρ τὸ a ἢ BM: εἰ a: om. L 6 ἀνάγκης aB: ἀναγκαίου LM ὑπάρχει (ante ἢ) LM: ὑπάρχειν a post ἡ τινὶ add. ἐνδέχεται L τὸ δὲ aBM: τῷ L ὑπάρχειν a τινὶ om. L τῷ aBM: τὸ L ἁ om. M 7 μηδενὶ . . . οὐδενὶ (9) om. L 8 ἀνάγκης (post τῆς) a ὃ om. a ἐνδέχεσθαι aM 9 ἀνάγκη (post οὐδενὶ) aB: ἐνδέχεται L, B2 superscr.: ἐνδέχεσθαι M δὲ om. aL 10 τῷ p τὸ ἁ L ὑπάρχει aLM ὡς a 11 τῷ β a ὑπάρχῃ a παρείασε] ἆσε superscr. Β 12 τὸ (ante παντὶ) aBM: τῷ L ἔτι BM: ἐστὶν aL 14 δὲ om. a 15 τὴν δεῖξιν ante ἐπὶ τῆς (14) transponit a αὐτῷ BLM: αὐτὸ a αὕτη Β: αὐτῇ a: αὐτό LM 16 ὃ om. LM 17 εἰ om. LM 19 τῷ BLM: τὸ a ἐπὶ τοῦ . . . ἐνδέχεται (20) om. a ἐπὶ τοῦ ὑπάρχον-] literarum loco lacera quaedam Β 20 τὸ LM: τοῦ Β 21 δὲ om. L 22 φασὶν a 23 ἀντιστρέφειν L 25 καὶ . . . ὑπάρχει om. BM 26 ἐπεὶ Β: ἐπειδὴ a et Ar. 28 Περὶ ἑρμηνείας] c. 9 p. 19)

38
καὶ γὰρ κατὰ τοῦ ἀναγκαίου τῷ ἐνδέχεσθαι χρώμεθα, ὅταν εἴπωμεν [*](13r) τὸ ζῷον ἐνδέχεσθαι κατὰ παντὸς ἀνθρώπου, καὶ κατὰ τοῦ ὑπάρχοντος, ἄν εἴπωμεν τὸ ὑπάρχον τινὶ ἐνδέχεσθαι ὑπάρχειν. ἐδήλωσε δὲ νῦν τὸ ὑπάρχον διὰ τοῦ μὴ ἀναγκαῖον εἰπεῖν, ἐπεὶ ταύτῃ τοῦ ἀναγκαίου διαφέρει τὴν εἰς τὸν παρόντα χρόνον ὕπαρξιν κοινὴν ἔχον πρὸς αὐτό. καὶ σημειωτέον τὴν λέξιν, ὅτι τὸ ὑπάρχον ἐνδεχομένως τῷ ὑπὸ τῆς ὑπαρχούσης προτάσεως σημαινομένῳ ταὐτόν ἐστιν. λέγεται δὲ καὶ κατὰ τοῦ δυνατοῦ τὸ ἐνδεκόμενον, ὃ μετ’ ὀλίγον, τί ποτε σημαίνει, ἐρεῖ λέγων “ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται ἐνδέχεσθαι, καθ’ ὃν τρόπον διορίζομεν τὸ ἐνδεχόμενον’’. ὁμωνύμου δὴ ὄντος τοῦ ἐνδεχομένου καὶ κατὰ τοσούτων κατηγορουμένου τὰς μὲν καταφατικὰς ἐνδεχομένας προτάσεις, καθ’ οὗ τὸ ἐνδέχεσθαι λαμβάνεται, ἄν τε κατὰ τοῦ ἀναγκαίου ἄν τε κατὰ τοῦ ὑπάρχοντος ἄν τε κατὰ τοῦ δυνατοῦ, ὁμοίως φησὶν ἀντιστρέφειν, τῇ μὲν καθόλου καταφατικῇ τὴν ἐπὶ μέρους καταφατικήν, ὁμοίως δὲ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ καὶ αὐτῇ τὴν ἐπὶ μέρους καταφατικήν. καὶ δείκνυσι τοῦτο τοῖς προειρημένοις καὶ δεδειγμένοις προσχρώμενος· εἰ γὰρ τὸ Α παντὶ τῷ B ἢ τινὶ ἐνδέχεται, καὶ τὸ Β τινὶ τῷ Α ἐνδέχοιτ’ ἄν· εἰ γὰρ μηδενὶ ἐνδέχοιτο, γίνεται καθόλου ἀποφατική, ἥτις ἐδείχθη ἀντιστρέφουσα ἑαυτῇ. εἰ μὲν οὖν τὸ δυνατὸν σημαίνοι τὸ ἐνδέχεσθαι, γίνεται τὸ ἀποφατικὸν λαμβανόμενον καὶ ὑποτιθέμενον καθόλου ἀναγκαῖον· τοιοῦτον γὰρ τὸ ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἐδείχθη ἀντιστρέφον· εἰ δὲ τὸ ὑπάρχον, ὑπάρχουσα πάλιν γίνεται καθόλου ἀποφατικὴ ἡ ὑποτιθεμένη, ἣ καὶ αὐτὴ ἐδείχθη ἀντιστρέφουσα. καὶ εἰ ἀναγκαῖον δὲ εἴη τὸ σημαινόμενον ὑπὸ τοῦ ἐνδέχεσθαι παντὶ ἢ τινὶ τὸ Α τῷ Β, ἐδείχθη καὶ ἐπὶ τούτου, ὅτι τὸ ἀντικείμενον αὐτῷ ἀποφατικὸν καθόλου ἐνδεχόμενον οὕτως ἕξει, ὥς ποτε αὐτῷ μηδενὶ ὑπάρχειν· οὕτως γὰρ ἀληθὲς τὸ ἐνδεχόμενον· κεῖται δὲ ἡ ὑπάρχουσα ἀποφατικὴ ἀντιστρέφουσα· οὕτως γὰρ τὴν δεῖξιν ἐποιήσατο ἐπὶ τῆς ἀναγκαίας τῆς τε καθόλου καταφατικῆς καὶ τῆς ἐπὶ μέρους. ἐπὶ μὲν οὖν τῶν καταφατικῶν πασῶν ὁμοίως φησὶν ἕξειν τὰς ἀντιστροφάς· ἐπὶ δὲ τῶν ἀποφατικῶν οὐκέτι· ἀλλ’ ὅσα μὲν ἀναγκαίως μὴ ὑπάρχοντα ὑπὸ τοῦ ἐνδέχεσθαι σημαίνεται, ἢ ὅσα μὴ ἐξ ἀνάγκης ὑπάρχοντα τὴν γὰρ ὑπάρχουσαν ἀποφατικὴν ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν), τὰ μὲν τούτων σημαντικὰ ἐνδεχόμενα ὁμοίως ἀντιστρέφει εἰκότως· οὐδὲν γὰρ ἄλλο ἢ ὀνόματος ὑπαλλαγὴ γέγονεν ὑπ’ αὐτῶν, τὰ δὲ σημαινόμενα ταὐτά ἐστι τοῖς φθάνουσι δεδεῖχθαι. ἐπὶ δὲ τῶν οὕτως λεγομένων [*](1 ante ὅταν add. ὡς a 3 ἐνδέχεται a 5 ἐγὼν a 9 cf. p. 39, 16 τῷ aBM: τὸ L ἐνδέχεσθαι λέγεται a 10 ὁρίζομεν a δὴ BM: δὲ aL 12 καθ’ οὗ aBM: καθόλου L 14 ἀντιστρέφει a 15 καὶ (post δὲ) ora. LM 17 καὶ om. L 19 αὑτῇ L σημαίνοιτο τῷ a 20 ante λαμβανόμενον add. τὸ a τοιοὐτο a .22 ὑπάρχει LM ἡ om. aLM 23 καὶ om. LM 25 καθόλου ἀποφατικὸν a 26 μηδὲν L ὑπάρχει a 27 γὰρ om. a 30 μὴ ἀναγκαίως a 31 μὴ om. a 32 τῷ BLM: τοῦ a 33 post μὲν add. οὖν a ἐνδεχόμενα om. M ἀντιστρέφειν a 34 γέγονεν ὑπαλλαγὴ a ὑπ’ BLM: παρ’ a δὲ om. L 35 ἐπὶ δὲ BM: ἐπὶ L: ἐπειδὴ a: ἐπὶ δὴ conicio ὕτως aBM: ὄντως L)
39
ἐνδεχομένων τῇ μὲν καθόλου ἀποφατικῇ ἡ καθό|λου ἀποφατικὴ ἀντιστρέφει, τῇ δὲ ἐπὶ μέρους οὐδεμία. τῶν δὲ παραδειγμάτων τὸ μὲν τὸν ἄνθρωπον ἐνδέχεσθαι μὴ εἶναι ἵππον τῆς ἀναγκαίας ἀποφατικῆς ἐστι σημαντικόν, τὸ δὲ τὸ λευκὸν ἐνδέχεσθαι μηδενὶ ἱματίῳ ὑπάρχειν τῆς ὑπαρχούσης, καὶ αἱ ἀντιστροφαὶ αὐτῶν, ἃς παρέθετο, σαφεῖς. τὸ δὲ εἰ γὰρ τινὶ ἀνάγκη, καὶ τὸ λευκὸν ἱματίῳ τινὶ ἔσται ἐξ ἀνάγκης εἶπεν, ἐπεὶ ἔδει μὲν τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἀναγκαίαν ἀντιθεῖναι, ἦν δὲ ἡ ὑπάρχουσα κατὰ τὴν λέξιν ἐνδεχομένη κειμένη· καὶ ἡ ἀντικειμένη δὴ αὐτῇ κατὰ τὴν λέξιν ἀναγκαῖον ἕξει, τὸ μέντοι σημαινόμενον ὑπ’ αὐτῆς ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἔσται· τοῦτο γὰρ ἀντίκειται τῷ καθόλου ἀποφατικῷ ὑπάρχοντι. κἂν τὸ κυρίως δὲ ἀναγκαῖον ἐπὶ μέρους καταφατικὸν ληφθῇ, δέδεικται καὶ αὐτὸ ἀντιστρέφον. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῆς ἐν μέρει ἀποφατικῆς, δῆλον ὅτι ἕξει· οὐδεμία γὰρ ἀντιστρέφει τῇ ἐπὶ μέρους ἐνδεχομένῃ ἀποφατικῇ, ὅταν ἢ τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον σημαίνῃ.

[*](p. 25b 14)

Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται.

Hv τρίτον ὑπὸ τοῦ ἐνδεχομένου σημαινόμενον τὸ δυνατόν, ὃ νῦν, τί ποτέ ἐστιν, λέγων εἶπεν ὅσα δὲ τό ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται. παρέθετο δὲ μόνον τοῦτο τοῦ ἐνδεχομένου, τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ πεφυκός τὸ γὰρ πεφυκὸς ὡς ἐπὶ τὸ πολύ) , ὅτι μόνον τοῦτο πρὸς συλλογιστικὴν χρείαν ἐστὶ χρήσιμον. ἔστι μὲν γὰρ τοῦ δυνατοῦ καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, ἀλλὰ ἄχρηστοι οἱ ἐπὶ τῆς τοιαύτης ὕλης συλλογισμοί· οὐδεμία γὰρ οὔτε τέχνη οὔτε ἐπιστήμη τῷ τοιούτῳ ἐνδεχομένῳ καὶ δυνατῷ χρῆται· ἐπὶ γὰρ τῆς τοιαύτης ὕλης οὐδὲν ἧττον ἢ μᾶλλον τοῦ δεικνυμένου συλλογιστικῶς ὑπάρχειν τὸ ἀντικείμενόν ἐστιν· ἐπὶ δέ γε τοῦ ἐπ’ ἔλαττον καὶ μᾶλλον τοῦ συναγομένου τὸ ἀντικείμενον, ὡς καὶ αὐτὸς ἐν τοῖς περὶ τῶν ἐνδεχομένων συλλογισμοῖς ἐρεῖ. περὶ δὴ μόνου ποιεῖται τὸν λόγον τοῦ ἐνδεχομένου καὶ δυνατοῦ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦ πεφυκότος τε καὶ κατὰ φύσιν, ὃ καὶ αὐτὸ ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἐπειδὴ ἐκ τῶν τοιούτων καὶ δείκνυταί τινα τῶν κατὰ φύσιν γινομένων, καὶ εἰσί τινες τέχναι περὶ τὸ οὕτως ἐνδεχόμενον, ὡς αἱ στοχαστικαί· λαβὼν γὰρ ὁ [*](1 ἐνδεχομένων om. LM καθόλου (post ἡ) aBM: ἐπὶ μέρους L 4 τὸ (post δὲ) om. L ἐνδέχεσθαι om. Ar. 6 τινὶ om. L 8 ἀντιτιθέναι a ἡ om. L τὴν om. M 9 ἡ om. M δὴ aB: δὲ LM τὴν om. M 10 ὑπάρχον] πάρχο evan. Β 12 ληφθείη aLM αὐτὸ BLM: τὸ αὐτῷ a 13 φησί 0111. L ἐπὶ om. L ἐν μέρει BLM: ἐπὶ μέρους a ἕξει a: ἕξειν BLM 14 ἀποφατικῇ ἐνδεχομένῃ a 16 τό om. Ar. libri praetor Cmi, corr. d post λέγεται adil. ἐνδέχεσθαι a 18 εἶπεν λέγων a τὸ om. a 19 τοῦτο μόνον aLM 20 τοῦτο μόνον L 22 τὸ alterum om. Β ἀλλὰ ἄρχηστοι οἱ BLM: ἀλλὰ χρηστὸν εἰ a τοιαύτης ὕλης . . . ἐπὶ γὰρ τῆς (24) om. a 23 τῶν τοιούτων J, 23. 24 ἐνδεχομένως omisso καὶ LM 25 ἐπὶ BLM: ἐπεὶ a 26 ἔλαττον καὶ aBM: ἐλάττονος L 27 περὶ τοῖς omisso ἐν L 30 τῶν τοιούτων aBM: τούτων L)

40
ἰατρὸς τὸ τὸν οὕτως νοσοῦντα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ πλήθους ἐνοχλεῖσθαι [*](13v) καὶ τὸ τὸν ὑπὸ τοῦ πλήθους ἐνοχλούμενον ὡς ἐπὶ τὸ πλεῖστον διὰ φλεβοτομίας θεραπεύεσθαι συνάγει τὸ τὸν οὕτως νοσοῦντα ἐνδέχεσθαι ὑπὸ φλεβοτομίας θεραπευθῆναι, ὃ λαβὼν χρῆται τῇ φλεβοτομίᾳ. διὸ καὶ ἔστιν ἐν συλλογιστικῇ χρείᾳ. ἐπὶ δὴ τούτου τοῦ λεγομένου οὕτως ἐνδέχεσθαι οὐκέτι ὁμοίως φησὶν ἕξειν τὰς ἀποφατικὰς ἀντιστροφάς, ὡς ἐδείχθησαν ἔχουσαι ἐπί τε τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ἐπὶ μὲν γὰρ ἐκείνων ἡ καθόλου ἀποφατικὴ ἀντέστρεφεν ἑαυτῇ, τῇ δὲ ἐπὶ μέρους ἀποφατικῇ οὐκ ἦν τις ἀντιστρέφουσα, ἐπὶ δὲ τούτων τὴν μὲν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν πρὸς ἑαυτήν, ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ἐπὶ μέρους τοῦτο γὰρ βούλεται), τὴν δὲ ἐπὶ μέρους ἀποφατικὴν ἀντιστρέφειν ἑαυτῇ, ἀνάπαλίν πως ἢ ὡς ἐπ’ ἐκείνων τῶν τρόπων εἶχον. τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἀντιστροφῆς φησι φανερὰν ποιήσειν, ἐπειδὰν περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων γινομένων συλλογισμῶν λέγῃ·

[*](p. 19)

Νῦν δὲ τοσοῦτον ἡμῖν πρὸς τοῖς εἰρημένοις ἔστω δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα.

Τὸ λεγόμενον ὑπ’ αὐτοῦ νῦν τὸ τὸ ἐνδέχεσθαι, ἐν αἷς ἄν προτάσεσιν ᾖ προσκατηγορούμενον, κατάφασιν ἐκείνην εἶναι, ὥσπερ καὶ ἐν αἷς χωρὶς τοῦ ἐνδέχεσθαι τὸ ‘ἐστί’ κατηγορεῖται, ἀληθές τέ ἐστι καὶ εἴρηται καὶ δέσεικται ἐν τῷ Περὶ ἑρμηνείας. οὐ μὴν αὐτάρκης αἰτία αὕτη τοῦ τὰς ἐνδεχομένας ἀποφατικάς, ἐπεὶ καὶ καταφάσεις εἰσίν, ὁμοίως ἀντιστρέφειν ταῖς ἄλλαις καταφάσεσι, τὴν ἐπὶ μέρους πρὸς ἀμφοτέρας, τήν τε καθόλου καὶ τὴν ἐπὶ μέρους· εἰ γὰρ ἦν αὔταρκες τοῦτο, ἔδει καὶ ἐπὶ τῶν ἀναγκαίων Mr οὕτως ἔχειν· καὶ γὰρ τὸ ἀναγκαῖον ἐν αἷς ἄν ᾖ προτάσεσι προσκατηγορούμενον, καταφάσεις ἐδείχθησαν οὖσαι καὶ αὐταί. ἀλλ’ ὅμως καίτοι οὕτως ἐχουσῶν αὐτῶν ἔδειξε τὰς μὲν καθόλου ἀποφατικὰς ἀναγκαίας ἀντιστρεφούσας αὑταῖς καίτοι καταφάσεις οὔσας· ἡ γὰρ ἀναγκαία ἀποφατικὴ κατάφασις ἀπλῶς οὖσα τὸ ὅλον ἀποφατικὴ ἀναγκαία λέγεται· τῇ δέ γε ἐπὶ μέρους ἀναγκαίᾳ ἀποφατικῇ οὐδεμία ἀντέστρεφεν. οὐχ ὡς αἰτίαν οὖν ταύτην ἀπο- [*](1 οὕτω a 2 τὸν BLM: αὐτὸν a τοῦ om. aM ὡς ἐπὶ τὸ πλεῖστον otn. a 3 θεραπεύεσθαι . . . φλεβοτομίας om. L 5 ἐν συλλογιστικῇ χρείᾳ aBM: συλλογιστικὴ χρεία L ἐπὶ δὴ scripsi: ἐπειδὴ aBM: ἐπὶ δὲ L 7 τε om. aLM γὰρ om. a 8 ἡ om. a 10 ἀντιστρέφει L ὅτι aBM: αὐτὴν L 11 δὲ om. L 12 ἀντιστρέφειν ἑαυτῇ om. aLM πως om. L 13 τῆς δὲ ἀντιστροφῆς τοιαύτης τὴν αἰτίαν L φανεράν φησι aLM 14 γινομένων om. aL λέγει Β 15 ὑμῖν a ἔστω ante πρὸς transponit a et Ar. 18 τὸ (post νῦν) om. LM 19 ἐκείνων a 20 προσκατηγορεῖται a τε om. Β 21 Περὶ ἑρμηνείας] c. 12 β α p. 21a34sq. ante αἰτία add. ἡ LM 23 πρὸς ante τὴν transponit L πρός ἀμφοτέρας βα in ras.) Β; γρ. ἀμφοτέρας . . . τὴν ἐπὶ (cetera pcrieruut) in mg. Β2 τε BL: τῆς a: om. M 25 ᾖ BLM: εἴη a post προτάσεσι add. καὶ L 26 αὐταὶ aM: αὗται BL 28 αὑταῖς B: αὐταῖς LM: αὐτὰς a οὔσας om. L 29 γε om. L 30 αἰτίαν οὖν aBM: αἰτιοῦνται L)

41
διδοὺς τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἐνδεχομένην ἀποφατικὴν ἔθηκεν αὐτός· καὶ γὰρ ὑπέθετο αὐτὸ ὡς ὕστερον φανερὸν ποιήσων· παραμυθίας δὲ χάριν τοῦ ὡς καταφάσεσιν ἡμᾶς προσέχειν αὐταῖς δεῖν καὶ οὕτως ζητεῖν αὐτῶν τὰς ἀντιστροφάς. ἐπεὶ τήν γε ἀληθῆ αἰτίαν, δι’ ἣν ὡς καταφάσεις αὐτὰς ἀντιστρέφειν δεῖ, ἀποδώσει προελθών· διότι γὰρ ἀντιστρέφει τὸ καθόλου ἐνδεχόμενον ἀποφατικὸν καὶ τὸ καθόλου ἐνδεχόμενον καταφατικὸν ἀλλήλοις καὶ συναληθεύουσι κατὰ τὴν τάξιν τὴν αὐτὴν φυλασσομένων τῶν ὅρων ἐπὶ τοῦ οὕτως λεγομένου ἐνδεχομένου, διὰ τοῦτο αὐτῶν καὶ αἱ ἀντιστροφαὶ ὡς καταφατικῶν γίνονται· ὃ γὰρ ἐνδέχεται μηδενὶ ὑπάρχειν, τοῦτο ἐνδέχεται καὶ παντὶ ὑπάρχειν, καὶ ὃ παντὶ ἐνδέχεται, καὶ μηδενί, ὃ ἐπ’ ἄλλων οὐκ ἔστι προτάσεων ἢ μόνων τῶν οὕτως ἐνδεχομένων. κατὰ τοῦτο οὖν ἰσοδυναμοῦσα ἡ καθόλου ἀποφατικὴ <τῇ> καθόλου <καταφατικῇ> ἄλλως κατάφασις ὁμοίως ἐκείνῃ ἀντιστρέφει, οὐ διότι τὸ ‘ἐνδέχεται᾿ προσκατηγορούμενον ἔχει· εἰ γὰρ ἴσον δυναμένης τῆς ἀποφάσεως τῇ καταφάσει ἀντιστρέφοι ἡ καθόλου ἀποφατική, ἀντιστρέφοι ἂν καὶ ἡ καθόλου καταφατικὴ ἐνδεχομένη πρὸς αὑτήν. τοῦτο δ’ ἐστὶ ψεῦδος· εἰ γὰρ τοὐ Α ἐνδεχομένου τῷ Β μηδενὶ καὶ παντὶ λέγοι τις καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί, τῷ καὶ παντὶ ἐνδέχεσθαι εἴη ἂν ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα αὑτῇ, ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ πάντα ἄνθρωπον ἐνδέχεται περιπατεῖν, ἤδη καὶ πᾶν τὸ περιπατοῦν ἐνδέχεται ἄνθρωπον εἶναι. Ἀριστοτέλης μὲν οὖν διὰ ταῦτα τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν αὑτῇ· Θεόφραστος δὲ καὶ ταύτην ὁμοίως ταῖς ἄλλαις ἀποφατικαῖς φησιν ἀντιστρέφειν, περὶ ὧν τῆς διαφορᾶς, ὅταν περὶ τῶν ἐνδεχομένων λέγωμεν, ἐπὶ πλέον ἐροῦμεν.