In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 52b 12)

Φανερὸν οὖν, ὅτι οὐδὲ τῷ Δ τὸ Β ἀντιστρέφει.

Δείξας, ὅτι τῷ Β τὸ Δ ἕπεται ἑπομένου τῷ Γ τοῦ Α, δείξας δὲ καὶ ὅτι τὰ μὲν Α Δ ἔσται ποτὲ ἅμα ἀληθῆ ὡς ἀποφατικὰ ὄντα, τὰ δὲ Β Γ ἀδύνατον, εἰ εἶεν καταφατικά, νῦν τὸ καταλειπόμενον ἐπὶ τῶν προτεθέντων δείκνυσιν, ὅτι γὰρ μηδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπεὶ μηδὲ τὸ Α Γ ἀντέστρεφεν. οὐ γὰρ οἷόν τε τῷ Δ τὸ Β ἀκολουθεῖν. ἐπεὶ γὰρ δέδεικται, ὅτι ἐνδέχεται ἅμα ἀληθῆ ποτε εἶναι τὰ Δ Α, εἰ ἕποιτο τῷ Δ τὸ Β, ὅτε ἅμα ἀληθῆ ἐστι τὰ Δ Α, τότε ἄν ἅμα ἀληθῆ γίγνοιτο καὶ τὰ Α Β· ἐπὶ γὰρ τοῦ Δ ἄμφω ἅμα ἔσται ἀληθῆ, εἰ ἀντιστρέφοι καὶ ἕποιτο τῷ Δ τὸ Β. ὅτε γὰρ καὶ ἐφ’ οὗ ἀληθὲς τὸ Δ, τότε καὶ ἐπὶ τούτου ἀληθὲς γίνεσθαι τὸ Β· ἦν δὲ κείμενον καὶ τὸ Α ποτὲ συναληθεύειν αὐτῷ. εἶεν #x003C; ἄρα ὁμοίως ἀληθῆ τὰ Α Β· ἀδύνατον δὲ ἅμα ἀληθῆ εἶναι τὰ Α Β· τοῦτο γὰρ ἔκειτο.