In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 47a 40)

ἐὰν μὲν οὖν καὶ κατηγορῇ καὶ κατηγορῆται τὸ μέσον.

[*](118r)

Μετὰ τὸ λαβεῖν τὰς κυρίας τοῦ συμπεράσματος προτάσεις καὶ τοὺς ὅρους ἐκλαβεῖν ἀπ’ αὐτῶν ῥᾳδία λοιπὸν ἡ ἀναγωγὴ ἡ εἰς τὸ οἰκεῖον σχῆμα τοὐ ἀναγομένου συλλογισμοῦ. ἡ γὰρ τοῦ μέσου πρὸς τοὺς ἄκρους σχέσις τοῦτο φανερὸν ποιεῖ. ἄν μὲν γὰρ ὁ μέσος ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσιν οὕτως ἡ ὡς τοῦ μὲν κατηγορεῖσθαι αὐτῶν τῷ δὲ ὑποκεῖσθαι, πρῶτον ἔσται σχῆμα. τοῦτο γὰρ δηλοῖ τὸ κατηγορῇ καὶ κατηγορῆται· τὸ γὰρ κατηγορῆται σημαίνει τὸ ὑποκείμενον, ὅταν ᾖ τι κατηγορούμενον αὐτοῦ καταφατικῶς. ὁμοίως κἄν αὐτὸ μέν τινος κατηγορῆται, ἄλλο δὲ αὐτοῦ ἀποφάσκηται. ἐὰν δὲ ἀμφοτέρων κατηγορῆται τῶν ἄκρων, ἀλλὰ τοῦ μὲν καταφατικῶς τοῦ δὲ ἀποφατικῶς, ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός· ἄλλως γὰρ ἔχοντος τοῦ μέσου πρὸς τοὺς ἄκρους, ὧν κατηγορεῖται, ἔσται μὲν ἐν δευτέρῳ σχήματι ἡ συζυγία, ἀλλ’ οὐ συλλογιστική. ἐὰν δὲ τὰ ἄκρα ταῦτα γὰρ εἶπε τὰ ἄλλα) τοῦ μέσου ἀμφότερα κατηγορῆται, ἢ καταφατικῶς ἢ θάτερον μὲν καταφατικῶς θάτερον δὲ ἀποφατικῶς, ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι. ὁμοίως δὲ ἀναχθήσονται οἱ συλλογισμοί, κἂν μὴ ἀμφότεραι ὦσιν αἱ προτάσεις καθόλου, ἀλλ’ ἡ ἑτέρα μόνον· καὶ γὰρ καθόλου οὐσῶν τῶν προτάσεων ἀμφοτέρων καὶ τῆς ἑτέρας μόνης τριττὴ τοῦ μέσου πρὸς τοὺς ἄκρους ἡ σχέσις, κατὰ δὲ τὰς τῶν σχέσεων διαφορὰς ἡ τῶν σχημάτων διαφορά. δῆλον δέ φησιν ἐκ τῶν εἰρημένων εἶναι καὶ τοῦτο, ὅτι, ἐν ᾧ λόγῳ ὁ αὐτὸς ὅρος πλεονάκις οὐκ εἴληπται, οὗτος οὐκ ἔστι συλλογισμός· ἀδύνατον γὰρ συλλογισμὸν γενέσθαι χωρὶς μέσου, ὡς δέδεικται· μέσος δέ ἐστιν ἐν πᾶσι τοῖς σχήμασιν ὁ δὶς λαμβανόμενος.

[*](p. 47b 9)

ἐπεὶ δὲ ἔχομεν, ποῖον ἐν ἑκάστῳ σχήματι περαίνεται τῶν προβλημάτων.

Καὶ ταύτην ἡμῖν ὁδὸν τῆς ἀναλύσεως τῶν συλλογισμῶν τῆς εἰς τὰ ὢ σχήματα ὑπογράφει· ἐπεὶ γὰρ τεσσάρων ὄντων τῶν προβλημάτων ἔχομεν, ποῖον ἐν ἑκάστῳ σχήματι δείκνυται, λαβόντας χρὴ τὸ πρόβλημα καὶ τὸ συμπέρασμα, δι’ οὗ σχήματος τοῦτο συνάγεσθαι πέφυκεν, ἐν τούτῳ ζητεῖν καὶ μὴ ἐν πᾶσιν. ἐπὶ μὲν οὖν τοὐ καθόλου καταφατικοῦ ῥᾴδιον τοῦτο· ἐν γὰρ τῷ πρώτῳ σχήματι μόνῳ τοῦτο δείκνυται τὸ πρόβλημα. τῶν δ’ ἄλλων προβλημάτων τὸ μὲν καθόλου ἀποφατικὸν διά τε τοῦ πρώτου δείκνυται σχήματος καὶ διὰ τοῦ δευτέρου, μοναχῶς μὲν διὰ | τοῦ πρώτου 118v διχῶς δὲ διὰ τοῦ δευτέρου , τὸ δὲ ἐπὶ μέρους καταφατικὸν πάλιν διά τε τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου , μοναχῶς μὲν διὰ τοῦ πρώτου τριχῶς δὲ [*](1 καὶ (ante κατηγορῇ) Β: om. a et Ar. 3 ἡ (ante εἰς) a: καὶ Β (5 τῷ Β: τοῦ a 7 καὶ superscr. B3 14 ἀλλὰ Β 15 θατέρου . . . θατέρου a 16 καὶ a 21 ὅρος 0111. a 22 συλλο[γισμός· ἀδύνατον γὰρ] unc. incl. evanida restituit Β2; δυνατὸν Β2, sed ’ internoscitur 23 μέσον a τοῖς om. a 28 ἑκάστῳ] ᾦ corr. B1 30 οὖν 010. a)

350
διὰ τοῦ τρίτου, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν καὶ διὰ τοῦ πρώτου καὶ [*](118v) τοῦ δευτέρου καὶ διὰ τοῦ τρίτου, μοναχῶς μὲν διὰ τοῦ πρώτου, διχῶς δὲ διὰ τοῦ δευτέρου, τριχῶς δὲ διὰ τοῦ τρίτου. ἐπὶ δὲ τῶν διὰ πλειόνων σχημάτων δεικνυμένων προβλημάτων ἐπιβλεπτέον μὲν καὶ ἐκεῖνο, δι’ οὗ μᾶλλον δείκνυται καὶ πλεονάκις. οὐ μὴν ἀλλὰ γνώριμον ποιήσει τὸ σχῆμα ἡ τοῦ μέσου θέσις· εἰ μὲν γὰρ ὁ αὐτὸς ὑποκείμενος καὶ κατηγορούμενος εἴη, τὸ πρῶτον ἔσται σχῆμα, εἰ δὲ μόνον κατηγορούμενος, τὸ δεύτερον, εἰ δὲ μόνον ὑποκείμενος, τὸ τρίτον.

[*](p. 47b 15)

Πολλάκις μὲν οὖν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλλογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρηται πρότερον.

Ἐπιζητήσαι τις ἄν ἐνταῦθα γενόμενος, πῶς ἔτι ὁρισμὸς τοῦ συλλογισμοῦ ὁ ἀποδεδομένος λόγος, εἴ γε καὶ Μοι εἰσὶ λόγοι, ἐν οἷς “τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”. ἢ λείπει τούτοις τοῖς λόγοις, ὡς προείρηται ἐν τοῖς ἐπάνω, τὸ “τῷ ταῦτα κεῖσθαι”· οὐ γὰρ διὰ τὰ κείμενα τὸ ἀναγκαῖον ἐν τούτοις ἀλλὰ παρὰ τὸ ἀληθὲς εἶναι τὸ καθόλου παρειμένον, οὗ προστεθέντος γίνεται συλλογισμὸς καὶ αὐτός. ὁ δὲ δι’ ὅλων ὑποθετικὸς ἀποκρίνοιτο ἄν τοῦ συλλογισμοῦ τῷ “τεθέντων”, ἐπεὶ ἔχει γε καὶ οὗτος τὸ ἐπὶ τοῖς κειμένοις συμπέρασμα, ἀλλ’ οὐ τῷ “ταῦτα εἶναι”. δείξας δέ, πῶς χρὴ τὴν ἀνάλυσιν τῶν συλλογισμῶν ποιεῖσθαι, νῦν ὑπογράφει, τίνα δεῖ φυλάσσεσθαι ὡς δυνάμενα ἡμᾶς ἐξαπατᾶν πρὸς τὸ ἡγεῖσθαι τοὺς μὴ συλλογισμοὺς συλλογισμοὺς εἶναι· τοῦτο γὰρ εἰδότες φυλάσσεσθαι οὐ ματαιοπονήσομεν ὡς συλλογισμοὺς ἀναλύειν πειρώμενοι τοὺς μὴ συλλογισμούς. πρῶτον μὲν οὖν <οὐ> χρὴ πρὸς τὸ ἀναγκαίως ἕπεσθαι τοῖς τὸ ἐπιφερόμενον βλέποντας εὐθὺς ἡγεῖσθαι καὶ συλλογισμὸν εἶναι τὸν λόγον· ἀπάτη γὰρ γίνεται παρὰ τοῦτο. εἴρηται δὲ περὶ τούτου καὶ δέδεικται, ὅτι ἐπὶ πλέον τὸ ἀναγκαῖον τὸ ἐν λόγοις τοῦ ἐν συλλογισμοῖς. ἐνίοτε δὲ ἀπατώμεθα διὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· οὐδὲν γὰρ δοκεῖ διαφέρειν ἢ ἀδιορίστως θεῖναι τὴν πρότασιν ἢ καθόλου. διὸ καὶ προτείναντός τινος ἀδιόριστον πρότασιν συγχωροῦμεν ὡς οὐδὲν διάφορον οὖσαν τῆς καθόλου. τοιούτων δὲ ληφθεισῶν οὐ γίνεται συλλογισμός. καὶ τοῦτο καὶ διὰ παραδειγμάτων ἡμᾶς διδάσκει λαβὼν ἐπὶ μὲν τοῦ Α τὸ ἀεὶ εἶναι, ἐπὶ δὲ τοῦ Β διανοητὸν Ἀριστομένη, ἐπὶ δὲ τοῦ Γ Ἀριστομένη· οὓς λαβὼν ὅρους καὶ κατηγορήσας τὸ μὲν Α κατὰ τοῦ Β ἀδιορίστως, τὸ ἀεὶ εἶναι κατὰ τοὐ διανοητοῦ Ἀριστομένους, ἀληθὲς ὄν διανοητὸς γὰρ Ἀριστομένης ἀεί, τοῦτ’ ἔστιν οἷόν τε ἀεὶ διανοεῖσθαί τινα Ἀριστομένη καὶ διανοεῖσθαί τινα [*](5 πολλάκις a post ἀλλὰ add. καὶ a 9 οὖν om. a 12 τεθέντων κτλ.] c. 1 p. 24 b 19 14 προείρηται] p. 21, 10 sqq. κεῖσθαι] εἶναι Ar. (cf. vs. 18) 17 post ὑποθετικὸς add. καὶ αὐτὸς a 18 ἀλλ’ οὐ a: ἀλλὰ Β 21 συλλογισμοὺς εἶνα. . . συλλογισμοὺς (22) om. a 23 οὐ a: om. Β 25 εἴρηται] c. 32 p. 47a31 — 35 28. 29 προτείνοντος a 31 παραδείγματος a λαβὼν Β: λέγων a 32 Ἀριστομένην a semper λαβὼν om. a 34 post ἀεί add. ἐστιν a)

351
περὶ Ἀριστομένους), τὸ δὲ Β κατὰ τοὐ Γ καὶ γὰρ τοῦτο ἀληθὲς τὸ τὸν [*](118v) Ἀριστομένη, ὅπερ ἐστὶ τὸ Γ, διανοητὸν εἶναι Ἀριστομένη , ὃ ἦν τὸ Β), οὐκέτι φησὶν ἀληθὲς γίνεσθαι τὸ τὸ Α κατὰ τοὐ Γ, τὸ αἰεὶ εἶναι κατὰ Ἀριστομένους, ὅπερ ἐστὶ τὸ συνάγεσθαι δοκοῦν. οὐ γὰρ ἀεί ἐστιν Ἀριστομένης· φθαρτὸς γάρ. οὕτως δὲ δόξει διαβάλλεσθαι τοῦ πρώτου σχήματος ἡ πρώτη συμπλοκὴ καὶ ὁ πρῶτος συλλογισμός, εἴ γε ἀληθῶν οὐσῶν τῶν προτάσεων τὸ συμπέρασμα ψεῦδος. ἀλλὰ τούτου αἴτιον τὸ μὴ συλλογιστικῶς ληφθῆναι τὰς προτάσεις. ἀδιορίστως μὲν γὰρ λαμβανομένη ἡ Α Β πρότασις ἀληθὴς εἶναι δύναται ἡ λέγουσα διανοητὸν Ἀριστομένην ἀεὶ εἶναι, ἄν μέντοι καθόλου ληφθῇ καὶ γένηται ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστι’, ψευδής. ὁ γὰρ λέγων ‘πᾶς ὁ διανοητὸς Ἀριστομένης αἰεί ἐστιν’ οὐκέτι λαμβάνει πάντα τὸν διανοητὸν Ἀριστομένη ἀεὶ εἶναι διανοητόν, ἀλλ’ Ἀριστομένη, ᾧ ὑπάρχει διανοητῷ εἶναι, ἀεὶ εἶναι· ὃ ψεῦδος ὂν εἰ ἐσήμαινε καὶ ἡ ἀδιόριστος ἡ λέγουσα ‘διανοητὸς Ἀριστομένης ἀεί ἐστι’ , ψευδὴς ἄν ἦν καὶ αὐτὴ τῷ μηδέ τινα Ἀριστομένη, ᾧ συμβέβηκε διανοητῷ εἶναι, δύνασθαι I ἀεὶ εἶναι. νῦν δὲ ἄλλο μὲν ὑπ’ ἐκείνης τῆς ἀδιορίστου ἐσημαίνετο, [*](119r) ἄλλο δὲ τὸ σημαινόμενον καὶ ἀλλοῖον ἐγένετο τοῦ ‘πᾶς’ προστεθέντος. ἐπεὶ εἰ καὶ προστεθέντος τοῦ ‘πᾶς’ ταὐτὸ ἔτι ἐσημαίνετο, ἦν ἄν καὶ ἡ καθόλου ὁμοίως τῇ ἀδιορίστῳ ἀληθής· πᾶς γὰρ Ἀριστομένης ἀεὶ διανοητός ἐστι. διὸ οὐ ταὐτὸν τὸ νῦν εἰρημένον ὑπ’ αὐτοῦ τῷ πρὸ ὀλίγου, ὅτε ἔλεγε ‘‘πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι’’. οὕτως δέ γε λαμβανομένη ἀνάγκῃ συλλογιστικὴ γίνεται, ἀλλ’ οὐκ ἀδιορίστως· δεῖ γὰρ ἐν τῷ πρώτῳ σχήματι τὴν μείζονα πρότασιν ἀεὶ καθόλου εἶναι.

Χρῆται δὲ καὶ ἅλῳ παραδείγματι πρὸς τὴν τοῦ αὐτοῦ ἀπόδειξιν. λαμβάνει γὰρ ἐπὶ μὲν τοῦ Γ Μίκκαλον, ἐπὶ δὲ τοῦ Β μουσικὸν Μίκκαλον, ἐπὶ δὲ τοῦ Α τὸ φθείρεσθαι αὔριον· ἔπειτα τὸ μὲν Β τοῦ Γ κατηγορεῖ, τὸν μουσικὸν Μίκκαλον Μικκάλου, ὡς ἀληθὲς ὄν ἦν γάρ τις, ὡς ἔοικε, Μίκκαλος μουσικός), τὸ δὲ Α τοῦ Β, <τὸ> φθείρεσθαι αὔριον κατὰ Μικκάλου. πῶς ἐνδεχόμενον δὲ λαμβάνει τοῦτο ; ὡς καὶ τὸ διανοητὸν Ἀριστομένη ἀεὶ εἶναι ἢ ὡς Μικκάλου μουσικοῦ φθειρομένου αὔριον τῷ ἀποβάλλειν τὴν μουσικήν ; τούτων γὰρ ὄντων ἀληθῶν οὐκέτι φησὶν ἀληθῶς τὸ Α τοὐ Γ κατηγορεῖσθαι, τὸ φθείρεσθαι αὔριον Μίκκαλον· δι’ ὑποθέσεως γὰρ εἰλῆφθαι καὶ τὸ μὴ φθείρεσθαι αὔριον μουσικὸν Μίκκαλον κατὰ τὸ ἀποβάλλειν αὔριον τὴν μουσικήν. οὗ ψεύδους φησὶν αἴτιον εἶναι τὸ ἀδιόριστον ληφθῆναι τὴν μείζονα πρότασιν τὴν ἐγχωρεῖν λέγουσαν μουσικὸν [*](2 ὅπερ . . . Ἀριστομένη om. a ἦν Β: εἶναι a 3 ἀεὶ a 4 aute Ἀριστομένους add. τοῦ a 10 διαληφθῇ a 12 διανοητόν (post εἶναι) Β: δυνατόν a 13 post εἰ add. μὲν a 15 αὕτη Β διανοητῷ ex διανοητὸν corr. Β1 16 ἐκείνης ex ἐκείνους corr. Β1 19 ἀορίστῳ a 20 ἔλεγε] p. 47 a 28 21 λαμβανομένης a 23 ἀεὶ superscr. B 24 τοῦ om. a 25 μὲν om. a 28 τὸ alterum addidi 29 πῶς Β: ὡς a 30 αἰεὶ a 31 ἀληθῶς ex ἀληθὲς corr. Β1 32 Μίκκαλον Β: τὸ κατὰ τοῦ Μικκάλου a ὑποθέσεως a: ὑπόθεσιν Β 33 εἴληπται a κατὰ τὸ om. in lac. a 34 ἀποβάλλειν ox ἀποβαλεῖν corr. Β1 οὖ ex οὐ corr. Β 35 ἐγχωρεῖ a)

352
Μίκκαλον αὔριον φθαρῆναι, ὡς ἀδιορίστως μὲν αὐτῆς λαμβανομένης ἀληθοῦς [*](119r) οὔσης, καθόλου δὲ οὐκέτι ἀληθοῦς· μὴ γὰρ ἀληθὲς εἶναι τὸ πάντα τὸν μουσικὸν Μίκκαλον ἐνδέχεσθαι αὔριον φθαρῆναι. τοῦτο δ’ ἂν εἴη λέγων ψεῦδος εἶναι ἤτοι διὰ τὸ εἰληφέναι ὑπόθεσιν ταύτην τοὺς τὸ σόφισμα ἐρωτῶντας λαμβάνουσι γὰρ ὑποθέσεις οὐκ ἀδυνάτους τό τε μὴ φθείρεσθαι αὔριον τὸν μουσικὸν Μίκκαλον καὶ τὸ ἀποβάλλειν αὐτὸν αὔριον τὴν μουσικήν· ὡς γὰρ δυνατοῖς οὖσι τοῖς ἐν ἀμφοτέραις ταῖς προτάσεσι λαμβανομένοις ᾤοντο δεικνύναι ἀδύνατον τὸ ἑπόμενον), ἢ λέγοι ἄν ψεῦδος εἶναι πάντα τὸν μουσικὸν Μίκκαλον ἐνδέχεσθαι φθαρῆναι αὔριον, ὅτι ἐνδέχεταί τινα καὶ μηδέπω εἶναι μουσικὸν Μίκκαλον, ἔσεσθαι δέ· ὃν τίθησι μὲν ὁ λέγων πάντα τὸν μουσικὸν Μίκκαλον ἐνδέχεσθαι αὔριον φθαρῆναι μὴ προστιθεὶς δὲ τὸ ‘ὄντα’ ὡς ἐνδεχόμενον καὶ αὐτὸν φθαρῆναι· οὐ μὴν δυνατὸν οὐδ’ ἐνδεχόμενον τὸν μηδέπω ὄντα φθαρῆναι. ἢ ὡς ὑπόθεσιν ἔλαβε τὸ τινὰ μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι· τούτου γὰρ ὑποτεθέντος ἀληθοῦς εἶναι οὐ πάντως ἕπεται τὸ καὶ τοῦτον τὸν Μίκκαλον αὔριον φθείρεσθαι. ζητήσαι δ’ ἄν τις, διὰ τί οὐκ ἔσται ἀληθὲς τὸ συμπέρασμα ὡς ἐνδεχόμενον τοῦ τὸν Μίκκαλον αὔριον ἐνδέχεσθαι φθαρῆναι· καὶ γὰρ ἡ μείζων πρότασις ἐνδεχομένη ἐλήφθη, ἧς οὔσης ἐνδεχομένης ἐνδεχόμενον ἔσται καὶ τὸ συμπέρασμα. 35 ἢ τὸ Α τοῦ Γ ψεῦδος εἶπεν ὡς ἴσον τῷ ‘τὸ δὲ λέγειν ἐπὶ τούτοις συλλογιστικῶς τὸ Α τοῦ Γ κατηγορεῖσθαι ψεῦδος’· καὶ γὰρ εἰ ἄλλως ἀληθές, ἀλλ’ ὡς ἐν συλλογισμῷ ψεῦδος. οὐ γὰρ περὶ τοῦ συμπεράσματος ἀκριβολογεῖται νῦν, ἀλλὰ μόνον ἡμῖν ἐνδείκνυται τὴν τῆς ἀδιορίστου καὶ τῆς καθόλου προτάσεως διαφορὰν διὰ τοῦ λαβεῖν τῆς λεγούσης μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι ἀληθοῦς οὔσης μὴ πάντως ἀληθῆ γίνεσθαι τὴν λέγουσαν 25 πάντα μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι· τὸ γὰρ καθόλου Μίκκαλος μουσικὸς τὴν ‘πᾶς Μίκκαλος μουσικός’ σημαίνει.

Ἕστι δὲ τὸ λεγόμενον δεῖξαι καὶ διὰ φανερωτέρων παραδειγμάτων. ἔστω ἐπὶ μὲν τοὐ Α ἀγαθόν, ἐπὶ δὲ τοῦ Β οἰκεῖον, ἐπὶ δὲ τοῦ Γ ἡδονή· τὸ δὴ Α κατὰ τοῦ Β κατηγορείσθω, τὸ ἀγαθὸν κατὰ τοῦ οἰκείου· ἀλλὰ καὶ τὸ Β κατὰ τοῦ Γ, τὸ οἰκεῖον κατὰ τῆς ἡδονῆς. ἀληθῶν δὴ τῶν προτάσεων οὐσῶν οὐ πάντως τὸ ἀγαθὸν κατὰ τῆς ἡδονῆς, ὅτι μὴ ἐλήφθη τὸ ἀγαθὸν κατὰ | παντὸς τοῦ οἰκείου, ἀλλ’ ἀδιορίστως. ἀλλὰ κἄν λάβῃ τις, [*](119v) ὅτι ἡ ποιότης ποιεῖ, τὸ ποιοῦν σῶμα, οὐ συλλογιεῖται ἰὴ ποιότης ἄρα σῶμα’. οὐ γὰρ ἔλαβε ‘πᾶν τὸ ποιοῦν σῶμ’· ψεῦδος γάρ· ἀδιορίστως γὰρ ληφθὲν ἀληθὲς μέν, ἀσυλλόγιστον δέ. ὁμοίως κἂν τὸν μὲν ἄνθρωπον λάβῃ ζῷον εἶναι, τὸ δὲ ζῷον γένος· οὐ γὰρ καὶ ὁ ἄνθρωπος γένος. γίνεται δὲ ἐν τοῖς [*](2 μηκέτι a εἶναι om. a 7. 8 λαμβανομένοις ex λαμβανομέναις, ut videtur, corr. Β1: λαμβάνειν a 8 τὸ om. a 10 ὃν scripsi: ὃν aB 11 αὔριον φθαρῆναι om. in lac. a 12 δὲ superscr. B3 δυνατὸν οὐδ’ om. a 13 τὸν μηδέπω om. in lac. a 14 αὔριον om. in lac. a 15 τὸ om. a τοῦτον τὸν Β: τοῦ sequente lac. a 16 ἔστιν a 17 τὸν scripsi: τὸ B: om. a 19 ἢ ex ἡ corr. Β2 20 ψευδές a 22 μόνον ἡ evanida restituit Β2 τῆς (ante ἀδιορίστου) Β: τοῦ a 34 οὐδὲ a 35 post ὁμοίως add. δὲ a)

353
τοιούτοις ἡ ἀπάτη διὰ τὸ τῷ καθόλου ἐφαρμόζειν τὸ ἀδιόριστον· ὡς γὰρ [*](119v) τοὐ ἀδιορίστου ἴσον τῷ καθόλου δυναμένου συγχωροῦσι καὶ δέχονται. πλεῖστον δὲ διαφέρει· τὸ μὲν γὰρ καθόλου καὶ ἀδιορίστως εἰπεῖν ἀληθές, τὸ δὲ ἀδιορίστως ἀληθὲς οὐκέτι καὶ καθόλου ἐξ ἀνάγκης. ταύτην μὲν οὖν καὶ τὴν τοιαύτην ἀπάτην γίνεσθαί φησι διὰ τὸ παρὰ μικρόν· ὡς γὰρ οὐδὲν διαφέρον καθόλου πρότασιν λαβεῖν ἢ ἀδιόριστον συγχωρήσαντες τὴν ἀδιόριστον ὡς καθόλου ἀπατῶνται.

[*](p. 47b 40)

Πολλάκις δὲ διαψεύδεσθαι <συμπεσεῖται> παρὰ τὸ καλῶς ἐκτίθεσθαι τοὺς κατὰ πρότασιν ὅρους.

Εἰ γὰρ λόγον ἀναλύοντες τὸν ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι, τὸ νοσεῖν παντὶ ἀνθρώπῳ’ ἐκτιθέμενοι τοὺς ὅρους μὴ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν λαμβάνοιμεν ἀλλὰ νόσον καὶ ὑμείαν, ἔσται τοῦτο ἡμῖν ἀπάτης αἴτιον· αἰτίαν γὰρ ἀπάτης φησὶ γίνεσθαι καὶ τὴν ἔκθεσιν τῶν ὅρων, ὅταν μὴ δεόντως γένηται. ὅταν γὰρ ἀντὶ τῶν κατὰ τὰς ἕξεις αὐτὰς τὰς ἕξεις ἐν τοῖς ὅροις λάβωμεν ὡς μηδὲν διαφέρον οὕτως ἢ ἐκείνως λαβεῖν, ἀσυλλογίστους παρὰ τοῦτο ποιήσομεν τοὺς λόγους. ἐπεὶ γὰρ οὐκ ἔστιν ἀληθὲς οὐδὲ δυνατὸν <τὸ> ‘ἄνθρωπος ὑγεία ἐστίν’ ἢ ‘ἄνθρωπος νόσος ἐστίν’, δύναται μέντοι εἶναι τὸ ‘ἄνθρωπος νοσεῖ’ ἢ τὸ ὑπάρχειν νόσον ἡ τὸ νοσεῖν ἀνθρώπῳ, ἢ πάλιν τὸ ‘ἄνθρωπος ὑγιαίνει’ ἢ ‘ὑπάρχει αὐτῷ ὑγεία ἢ τὸ ὑγιαίνειν’ ἡ μὲν γὰρ ὑγεία καὶ ἡ νόσος αἱ ἕξεις ἦσαν, τὸ δὲ ‘ὑγιαίνει’ καὶ τὸ ‘νοσεῖ’ διαθέσεις κατὰ τὰς ἕξεις), ὅταν οὗν τοὺς ὅρους τούτους ἐκτιθώμεθα ὡς κατηγορήσοντες τοῦ ἀνθρώπου, οὐ τὰς ἕξεις αὐτὰς χρὴ λαμβάνειν ἀλλὰ τὰς κατὰ τὰς ἕξεις διαθέσεις· ἡ γὰρ ψευδῆ πρότασιν ληψόμεθα, ἢ ἀσυλλόγιστος ὁ λόγος ἔσται. εἰ γὰρ λάβοιμεν ἐπὶ τοῦ Α ὑγείαν, ἐπὶ δὲ τοῦ Β νόσον, ἐπὶ δὲ τοῦ Γ ἄνθρωπον, ἔπειτα τὸ Α ἐξ ἀνάγκης μηδενὶ τῷ Β λάβοιμεν ἀληθὲς ὄν ἐξ ἀνάγκης γὰρ οὐδεμία νόσος ὑγεία ἐστίν), τὸ δὲ Β τῷ Γ ὑπάρχειν παντὶ θῶμεν, τοῦτ’ ἔστι νόσον παντὶ ἀνθρώπῳ οὐ γὰρ ἀδύνατον δόξει, ἐπειδὴ πᾶς ἄνθρωπος δοκεῖ δεκτικὸς εἶναι νόσου), δεήσει μὲν συνάγεσθαι τὸ ἐξ ἀνάγκης τὴν ὑγείαν μηδενὶ ἀνθρώπῳ, ἐπειδὴ εἴληπται ἐν τῷ πρώτῳ σχήματι ἀναγκαία μὲν ἡ μείζων ὑπάρχουσα δὲ ἡ ἐλάττων, ἐδόκει δὲ αὐτῶ ἐν ταῖς τοιαύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ὅπερ ψεῦδός ἐστιν ἐπὶ τοῦ προκειμένου· τὸ γὰρ ὑγείαν ἐξ ἀνάγκης μηδενὶ ἀνθρώπῳ ψεῦδος. τοῦτο δὴ τὸ ἄτοπόν φησιν ἠκολουθηκέναι παρὰ τὸ τοὺς ὅρους μὴ καλῶς ληφθῆναι· οὐ γὰρ τὰς ἕξεις ἐν τοῖς ὅροις δεῖ τιθέναι τοῖς Α, Β, τὴν ὑγείαν καὶ τὴν νόσον, ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, ἅ ἐστι κτὰ τὰς [*](1 ὡς Β: καὶ a 4 καὶ om. a 7 καθόλου ὡς ἀδιόριστον a 8 συμπεσεῖται a et Ar.: om. Β 9 κατὰ τὴν πρότασιν ora. om. 15. 16 παρὰ τοῦτο om. a 17 τὸ addidi 19 ὑγίεια a 20 γὰρ om. a 21 ὡς Β: καὶ a 21. 22 κατηγορήσοντες scripsi: κατηγορήσαντες aB 24 post λόγος expunxit ἕξει Β2 27 τοῦτ’ ἐστι νόσον ex τουτέστιν ὅσον, ut videtur, corr. Β2 29 ante ἐξ add. (??) a 30 ἐδόκει] c. 9 p. 30 a 15 sqq. 32 ὑγεία a)

354
ἕξεις· οὕτως γὰρ ληφθέντων οὐκέτι γίνεται ἀληθὲς τὸ ὑγιαίνειν ἐξ ἀνάγκης [*](119v) μηδενὶ νοσοῦντι. οὕτως δὲ δεῖ λαμβάνειν, ὅτι τὸ μὲν πάντα ἄνθρωπον νοσεῖν δύναται ὡς ὑπάρχον ἀληθὲς ληφθῆναι καθ’ ὑπόθεσιν, τὸ δὲ πάντα ἄνθρωπον νόσον εἶναι ἀδύνατον. ὃ οὖν τοῦ ἀνθρώπου κατηγορεῖται, τοῦτο δεῖ μέσον ὅρον τιθέναι· ἔστι δὲ τὸ νοσεῖν· οὕτως γὰρ ἀληθὲς τὸ νόσον ὑπάρχειν παντὶ ἀνθρώπῳ, ὅτι νοσεῖν οἷόν τε αὐτόν, οὐχ ὅτι νόσον εἶναι. οὐ γὰρ ὁμοίως τοῦ ἀνθρώπου τὸ ζῷον καὶ ἡ νόσος κατηγορεῖται· τὸ μὲν γὰρ τὸν ἄνθρωπον ζῷον εἶναι ἀληθές, τὸ δὲ νόσον οὐκ ἀληθές, ὅτι μὴ ἐν τῷ τί ἐστιν αὐτοῦ τῶν τοιούτων τι κατηγορεῖται. οὐδεμία δὲ νόσος ὑγεία ἐξ ἀνάγκης, καθ’ ὅσον οὐχ οἷόν τε τὴν νόσον ὑγείαν εἶναι. καὶ ἄλλως τὸ ἀληθὲς ἐπὶ τῆς πρώτης προτάσεως, ἄλλως ἐπὶ | τῆς δευτέρας· ἐπὶ μὲν [*](120r) γὰρ τῆς πρώτης τῷ τὴν νόσον εἰλῆφθαι, ἐπὶ δὲ τῆς δευτέρας τῷ τὸ νοσοῦν. τοῦ δὴ νοσοῦντος εἰ μὲν τὸ ὑγιαίνειν κατηγοροῖτο , ἐνδεχομένη ἀποφατικὴ ἔσται ἀλλ’ οὐκ ἀναγκαία, καὶ τὸ συμπέρασμα τοιοῦτον τὸ γὰρ ὑγιαίνειν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ), εἰ δὲ ἡ ὑγεία, ἔσται καὶ τὸ συμπέρασμα ἀναγκαῖον ἀποφατικόν · ἐξ ἀνάγκης γὰρ οὐδεὶς ἄνθρωπος ὑγεία ἐστίν. οὐ μὴν ἀληθὴς ἔτι ἡ τὴν νόσον παντὸς ἀνθρώπου κατηγοροῦσα οὕτως ὥστε λέγειν τὸν ἄνθρωπον νόσον εἶναι. εἰ δὲ τὸ ὑπάρχειν προσθείη τις, οὐ τὸν αὐτὸν λήψεται μέσον. μεταληφθέντων δὲ τῶν ὅρων ἀπὸ τῶν ἕξεων εἰς τὰ κατὰ τὰς ἔξεις, οὐκ ἔσεσθαί φησι συλλογισμὸν τοῦτον, ὃν ἔλεγεν ἐξ ἀναγκαίας ἀποφατικῆς τῆς τῆς μείζονος καθόλου καὶ καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι· οὐκέτι γὰρ γίνεται ἡ καθόλου ἀποφατικὴ ἀναγκαία <ἀλλ’> ἐνδεχομένη. διὸ τοῦ μὲν ἀναγκαίου συλλογισμὸς οὐκ ἔσται, τοῦ δὲ ἐνδεχομένου ἔσται· γίνεται γὰρ ἐνδεχομένη μὲν ἀποφατικὴ ἡ μείζων καθόλου ἡ ‘τὸ ὑγιαίνειν οὐδενὶ νοσοῦντι’, ὑπάρχουσα δὲ ἡ ἐλάττων καθόλου καταφατικὴ ἢ ἐνδεχομένη καὶ αὐτὴ ἡ ‘τὸ νοσεῖν παντὶ ἀνθρώπῳ’. ὅπως δ’ ἄν ἔχῃ , συλλογιστικὴ μὲν ἡ συζυγία ἐν πρώτῳ σχήματι, οὐ μὴν ἐξ ἀνάγκης ἀλλὰ τοῦ ἐνδέχεσθαι τὸ συμπέρασμα, ὡς καὶ αὐτὸς εἶπεν· ἐνδέχεται γάρ, φησί, μηδενὶ ἀνθρώπῳ ὑπάρχειν ὑγείαν, ὃ ἴσον ἐστὶ τῷ ‘ἐνδέχεται μηδένα ἄνθρωπον ὑγιαίνειν’· τὸ γὰρ ὑπάρχειν ὑγείαν ἢ νόσον τὸ · ὑγιαίνειν ἡ νοσεῖν σημαίνει.

[*](p. 48a 15)

Πάλιν ἐπὶ τοῦ μέσου σχήματος ὁμοίως ἔσται τὸ ψεῦδος.

Δείκνυσι καὶ ἐπὶ τοῦ δευτέρου σχήματος παρὰ τὴν τῶν ὅρων ὁμοίαν ἔκθεσιν τὸ δοκοῦν συμπέρασμα ψεῦδος γινόμενον ἐπὶ ταῖς προτάσεσι ταῖς λαμβανομέναις ἀληθέσιν. ἄν γὰρ λάβωμεν ὑγείαν νόσῳ μὲν μηδεμιᾷ ἐξ [*](1 οὕτω a 3 δύναται Β: ἀδύνατον a δὲ om. a 5 οὕτω a 6 ὑπάρχειν om. a post ἀνθρώπῳ add. εἶναι a 8 post νόσον add. εἶναι a 13 ὑγιαίνειν scripsi (cf. p. 355, 8): ὑγιαῖνον aB ἐνδεχόμενον ἀποφατικὸν a 19 δὲ Β: γὰρ a 22 ἀλλ’ a: om. Β 23 διὸ B: ὅτι a 24 ἡ μὲν μείζων ἐνδεχομένη ἀποφατικὴ a 26 αὑτὴ a: αὕτη Β 27 συλλογιστικὴν Β pr. 29 φησί superscr. Β 29. 30 ἐνδέχεσθαι a 35 ἀληθεύειν a)

355
ἀνάγκης, ἀνθρώπῳ δὲ παντὶ ὑπάρχειν, συνάγεσθαι μὲν δόξει τὸ νόσον ἐξ [*](120r) ἀνάγκης μηδενὶ ἀνθρώπῳ· ψεῦδος δὲ τοῦτο, ἐπειδὴ ἐπιδεκτικὸς ὁ ἄνθρωπος νόσου ὡσπεροῦν καὶ ὑγείας. ἀλλ’ οὐχ ὁμοίως ἀληθὴς ἥ τε λέγουσα ὑγείαν μηδεμιᾷ νόσῳ καὶ ἡ λέγουσα ὑγείαν παντὶ ἀνθρώπῳ· ἡ μὲν γὰρ ὑγεία οὐδεμιᾷ νόσῳ’ οὕτως ἀληθὴς ὡς λέγουσα ‘οὐδεμία νόδος ὑγεία ἐστίν’ τοῦτο γὰρ σημαίνει), ἡ δὲ ὑγείαν παντὶ ἀνθρώπῳ οὐκέτι ὡς λέγουσα ‘ πᾶς ἄνθρωπος ὑγεία ἐστίν’, ἀλλ’ ὡς λέγουσα ‘πᾶς ἄνθρωπος ὑγιαίνει’. ἄν οὖν μεταλαμβάνωμεν ἀντὶ ἰῆς ὑγείας καὶ τῆς νόσου τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν, οὐκ ἔσται ἀναγκαία καθόλου ἀποφατικὴ ἀληθὴς ἡ λέγουσα τὸ ὑγιαίνειν ἐξ ἀνάγκης οὐδενὶ νοσοῦντι. ἔνεστι δὲ καὶ ἐπὶ ταύτης τῆς συζυγίας τὰ αὐτὰ εἰπεῖν, ὅτι οὐδὲ ἡ πρότασις ἀληθὴς ἀπλῶς ἡ λέγουσα ‘ὑγεία κατὰ παντὸς ἀνθρώπου’, ὅτι μηδὲ ἀληθὲς εἶναι δύναται τὸ ἶπάς ἄνθρωπος ὑγεία ἐστίν’. ὥστε καὶ διὰ τοῦτο οὐ καλῶς οἱ ὅροι εἰσὶ κείμενοι, ἀλλὰ χρὴ μεταλαμβάνειν τὰς ἕξεις εἰς τὰ κατὰ τὰς ἕξεις. ὁ γὰρ λέγων παντὶ ἀνθρώπῳ ὑγείαν ὑπάρχειν ἴσον λέγει τῷ ‘πᾶς ἄνθρωπος ὑγιαίνει’· ὅρον οὖν τὸ ὑγιαίνειν θετέον, οὐ τὴν ὑγείαν. εἰ δέ τις ἐκείνην παραδέξαιτο ὡς ἀληθῆ, ἔσται καὶ τὸ συμπέρασμα ἀληθὲς τὸ νόσον μηδενὶ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἀναγκαῖον ἀλλὰ ὑπάρχον, ὅ τι ἦν ἀντιλεγόμενον αὖ τῷ ἐπὶ τῆς προκειμένης μίξεως ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα.

[*](p. 48a 18)

’Ev δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι. Δείξας ἐπὶ τοῦ πρώτου καὶ δευτέρου σχήματος ἀναγκαίας τῆς μείζονος λαμβανομένης ὑπαρχούσης δὲ τῆς ἐλάττονος μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα παρὰ τὸ μὴ γίνεσθαι τὴν ἔκθεσιν τὴν τῶν ὅρων οἰκείως, ἐπὶ τοῦ τρίτου σχήματος οὐκέτι κατὰ τὸ ἐξ ἀνάγκης μέν τινα λαμβάνεσθαι τῶν προτάσεων ὀμολογούμενον δὲ τῇ τοιαύτῃ προτάσει γενέσθαι τὸ συμπέρασμα τὸ ἄτοπον γίνεσθαι λέγει, ἀλλ’ ὅτι ἐνδεχομένων ἀμφοτέρων λαμβανομένων τῶν προτάσεων οὐκ ἀκολουθεῖ τὸ συμπέρασμα. ἔμπαλιν γὰρ ἐπὶ τούτου τοῦ σχήματος τὸ συμβαῖνον· ἀναγκαῖον γὰρ ἀπο|φατικὸν συναγόμενον εὐρίσκεται [*](120v) τὸ συμπέρασμα ἐξ ἐνδεχομένων καταφατικῶν, εἰ οὕτως οἱ ὅροι λαμβάνοιντο. ἐνδεχομένων γὰρ οὐσῶν καθόλου καταφατικῶν ἐν αὐτῷ τῶν δύο προτάσεων τὸ συμπέρασμα οὔτ’ ἐπὶ μέρους καταφατικὸν ἐνδεχόμενον γίνεται, ὃ συνάγεται ἐκ τῆς τοιαύτης συζυγίας, οὔτ’ ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικόν , ἀλλ’ οὐδὲ καθόλου καταφατικὸν ἐνδεχόμενον οὔτε ἀποφατικὸν ἀλλ’ ἀναγκαῖον ἀποφατικὸν καθόλου. διὸ καὶ οὕτως εἶπεν· ἐν δὲ τῷ τρίτῳ σχήματι συμβαίνει τὸ ψεῦδος κατὰ τὸ ἐνδέχεσθαι. ἐν μὲν γὰρ τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι κατὰ τὸ ἀναγκαῖον, ὥσπερ εἶπον· ἀναγκαίας [*](4 καὶ ἡ . . . νόσῳ (5) om. a 6 δὲ B : τε a 7. 8 μεταλάβωμεν a 8 ὑγιαίνειν . . νοσεῖν scripsi: ὑγιαῖνον . . νοσοῦν aB (cf. p. 354,13) 11 ἀληθὴς om. a 12 καὶ om. a 15 τὸ B: τοῦ a 16 παραδέξεται a 18 αὖ τῷ scripsi: αὐτῷ aB μίξεως Β: λέξεως a 23 τὴν 'alterum om. a 25 ὁμολογούμενον Β: ἀνόμοιον a γίνεσθαι a 27 οὐκ om. (??) 31 ἐνδεχόμενον καταφατικὸν a 31. 32 γίνεται om. a 35 κατὰ τὸ ἐνδέχεσθαι συμβαίνει τὸ ψεῦδος a et Ar. (ef. vs. 20))

356
γὰρ δοκούσης εἶναι τῆς μείζονος οὐκ ἐγίνετο τὸ συμπέρασμα τοιοῦτον. ἐν [*](120v) δὲ τῷ τρίτῳ ἔμπαλιν αἱ μὲν προτάσεις ἐνδεχόμεναι τὸ δὲ συμπέρασμα ἀναγκαῖον· οὕτω γὰρ κειμένων τῶν ἄκρων ἐξ ἀνάγκης οὐδενὶ ὁ ἕτερος τῷ ἑτέρῳ. εἰ δὲ τοῦτο, ἀσυλλόγιστος ἂν γίνοιτο ἡ τοιαύτη συζυγία, ἣν φθάσας ἔδειξεν οὖσαν συλλογιστικήν. ὑγείαν γὰρ ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ νόσον ἐνδέχεται παντὶ ἀνθρώπῳ, καὶ ὑγεία ἐξ ἀνάγκης οὐδεμιᾷ νόσῳ. αἴτιον δὲ τούτου πάλιν τὸ μὴ καλῶς εἰλῆφθαι τοὺς ὅρους τοὺς ἄκρους τοὺς κατηγορουμένους τοῦ ἀνθρώπου· οὐ γὰρ τὴν ὑγείαν χρὴ λαμβάνειν καὶ τὴν νόσον ἀλλὰ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν. οὕτως γὰρ λαμβανομένων αὐτῶν ἀληθεῖς αἱ προτάσεις ἐνδεχόμεναι καθόλου καταφατικαί, ἐκείνως δ’ οὔ. ὁ γὰρ λέγων τὴν ὑγείαν ἐνδέχεσθαι παντὶ ἀνθρώπῳ ἴσον λέγει τῷ ‘πάντα ἄνθρωπον ἐνδέχεται ὑγιαίνειν’· τὴν ὑγείαν γὰρ ἀντὶ τοῦ ὑγιαίνειν λαμβάνει· οὕτως γὰρ ἀληθὴς ἑκατέρα τῶν προτάσεων, ἀλλ’ οὐχ ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἢ ὑγείαν ἢ νόσον εἶναι. ὥστε ἐν τῇ τῶν ὅρων ἐκθέσει χρὴ τιθέναι τὸ ὑγιαίνειν· ὁμοίως δὲ καὶ ἐπὶ τῆς νόσου. ληφθέντων δὲ ἀντὶ τῶν ἕξεων τῶν κατὰ τὰς ἕξεις ὁμοίως αἵ τε προτάσεις ἀληθεῖς καὶ τὸ ἐπ’ αὐταῖς συμπέρασμα. τό τε γὰρ ὑγιαίνειν ἐνδέχεται παντὶ ἀνθρώπῳ· ὁμοίως δὲ καὶ τὸ νοσεῖν· καὶ τὸ ὑγιαίνειν ἐνδέχεται τινὶ νοσοῦντι, ὅπερ ἐστὶ τῆς προκειμένης συζυγίας συμπέρασμα. ὁ δ’ αὐτὸς λόγος, κἀν ἄλλαι τινὲς ἕξεις ἐναντίαι ληφθῶσι. καὶ ἔοικέ γε φανερώτερον διαβεβλῆσθαι ἡ τοιαύτη τῶν ὅρων λῆψις ἐπὶ τοῦ τρίτου σχήματος ἢ ἐπὶ τῶν πρὸ αὐτοῦ. ἐπ’ ἐκείνων μὲν γὰρ διεβάλλετο, ἐπεὶ κειμένῳ τῷ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα[, ὃ] οὐκ ἦν συγχωρούμενον· ἐπὶ δὲ τοῦ τρίτου ὁμολογούμενον ὂν ἀναιρεῖται τῷ ἐξ ἐνδεχομένων γίνεσθαι τὸ συμπέρασμα ἐνδεχόμενον. ἀξιοῖ δὲ καθόλου ἡμᾶς ἐν ταῖς τῶν τοιούτων συλλογισμῶν ἀναλύσεσι τοὺς ὅρους ἐκτιθεμένους μὴ τὰς ἕξεις αὐτὰς ἐκτίθεσθαι ἀλλὰ τὰ κατὰ τὰς ἕξεις.

Σημειωτέον δέ, ὅτι γίνεταί ποτε ἀπάτη καὶ παρὰ τὸ τὸν μέσον μὴ τὸν αὐτὸν ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν ἢ τῇ λέξει μόνον, οἷον ἄν ληφθῇ τὸ χρῶμα κατὰ παντὸς λευκοῦ, τὸ λευκὸν κατὰ παντὸς κύκνου· οὐκέτι γὰρ τὸ χρῶμα κατὰ παντὸς κύκνου· οὐ γὰρ ὁ κύκνος χρῶμα. αἴτιον δ’, ὅτι τὸ λευκὸν οὐ ταὐτὸν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἐλήφθη, ἀλλ’ ἐν μὲν τῇ πρώτῃ ἡ ποιότης ὡς γὰρ λευκότης, ὅπερ ἐστὶν ἡ ἕξις αὐτή), ἐν δὲ τῇ δευτέρᾳ τὸ τὴν ποιότητα ἔχον ὡσανεὶ τὸ κατὰ τὴν ἕξιν· οὐ γὰρ τὸ λευκὸν τὸ ὡς λευκότης ἀληθὲς κατὰ κύκνου ἧν γὰρ ἄν πᾶς κύκνος λευκότης), ἀλλ’ ὡς τὸ λευκότητα ἔχον. ἢ καὶ τοῦτο τὸ εἶδος ὑπάγεται τῷ τὴν μείζονα ἀδιόριστον, μὴ καθόλου λαμβάνεσθαι· οὐ γὰρ ἀληθὴς ἡ λέγουσα τὸ χρῶμα κατὰ παντὸς λευκοῦ· ψεῦδος γὰρ τὸ πᾶν λευκὸν χρῶμα. [*](2 δὲ alterum om. a 4 γένοιτο a 5 ἔδειξεν] c. 20 p. 39 a 4 sqq. 8 λαβεῖν a 9 ὑγιαίνειν . . νοσεῖν (ut p. 355,8) scripsi: ὑγιαῖνον . . νοσοῦν aB 10 καταφατικαὶ καθόλου a 12 λαμβάνειν a 14 ἡ νόσον ἡ ὑγείαν a 14. 15 τὸ ὑγιαίνειν χρὴ τιθέναι a 18 δὲ om. a 22 μὲν om. a προεβάλλετο a ἐπεὶ κειμένῳ Β: ἐπικειμένῳ a 23 ὃ delevi 24 ὃν a: ὃ Β τῷ Β: τὸ a 33 γὰρ om. a 34 τὸ prius om. a 35 ἀληθὴς a)

357
οὕτω παραλογίζεται καὶ Παρμενίδης ἑαυτὸν λέγων “τὸ παρὰ τὸ ὂν οὐκ ἔστιν [*](120v) ὄν, τὸ μὴ ὂν οὐδέν ἐστιν’’. τὸ μὲν γὰρ πρῶτον οὕτως ἀληθὲς ἐλάμβανεν, ὅτι ἀντὶ τῆς οὐσίας τῷ ὄντι ἐχρήσατο· τὸ γὰρ παρὰ τὴν οὐσίαν οὐκ ἔστιν οὐσία· διὰ γὰρ τὸ οὕτως λαμβάνειν τὸ ὂν πειρᾶται ἐπιφέρειν τὸ “ἒν ἄρα τὸ ὄν’’. τὸ δὲ δεύτερον οὐκ ἐπὶ | τῆς οὐσίας φυλάσσει τὸ ὄν· οὐ γὰρ [*](121r) ἀληθὲς τὸ παρὰ τὴν οὐσίαν μηδὲν εἶναι· ἀλλ’ ὡς λαβὼν τὸ πρῶιον τὸ παρὰ πᾶν τὸ ὂν πᾶν οὐκ ὂν εἶναι οὕτως τὸ δεύτερον προστίθησι τὸ τὸ οὐκ ὂν οὐδέν. οἷς οὕτως εἰλημμένοις ἕπεται συμπέρασμα τὸ παρὰ πᾶν τὸ ὂν πᾶν μηδὲν εἶναι, δι’ οὗ συμπεράσματος ὁμολογεῖται πολλὰ εἶναι τὰ ὄντα· τὸ γὰρ πᾶν τοῦ ‘πολλά’ δηλωτικόν. τοιοῦτός ἐστιν ὁ λέγων ‘τὸ πεπερασμένον ἀρχὴν ἔχει, τὸ ἀρχὴν ἔχον ἐγένετο, τὸ πεπερασμένον ἄρα γέγονεν, ὥστε, εἰ καὶ ὁ κόσμος πεπερασμένος, γέγονεν’· τὸ γὰρ ἀρχὴν ἔχειν ὅπου μὲν εἴληπται τὴν κατὰ μέγεθος οὔτως γὰρ ἐπὶ τοῦ πεπερασμένου καὶ τοῦ κόσμου), ἐν δέ γε τῷ γεγονότι τὴν κατὰ χρόνον· τὸ γὰρ τὴν κατὰ χρόνον ἀρχὴν ἔχον γέγονεν, οὐ τὸ τὴν κατὰ μέγεθος. διὰ τοῦτο πανταχοῦ λέγει δεῖν φυλάττεσθαι τὰς ὁμωνυμίας. οὐδ’ ἐνταῦθα δὲ ἡ μείζων πρότασις καθόλου· οὐ γὰρ ἀληθὲς τὸ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι.

[*](p. 48a 29)

Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι, οἷς οὐκ ἔσται ὀνομασία.

Πολλῶν φησι συλλογισμῶν τοὺς ὅρους ἢ τινὰς ἢ πάντας λόγῳ δηλοῦσθαι καὶ λόγους εἶναι, οὐκ ὀνόματα, ἐφ’ ὧν οὐ δεῖ, φησί, τοὺς ἀναλύειν βουλομένους ζητεῖν πάντως τοὺς ὅρους δι’ ὀνομάτων ἐκτίθεσθαι, ἀλλὰ τοὺς λόγους αὐτοὺς τοὺς κειμένους ἐκθετέον ἐν τῇ τῶν ὅρων λήψει. παρὰ γὰρ τοῦτο πολλάκις χαλεπὴ καὶ δύσκολος ἡ ἀναγωγὴ γίνεται τῷ μὴ εὑρίσκεσθαι τῶν ὅρων ὀνόματα· οἷον εἴ τις συλλογίσαιτο τὸν ἀνδρεῖον τιμῆς ἄξιον εἶναι διὰ μέσου τοῦ καταφρονεῖν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος λέγων ‘ὁ ἀνδρεῖος καταφρονεῖ τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πᾶς ὁ καταφρονῶν τῆς ἑαυτοῦ σωτηρίας ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιμῆς ἄξιος, ὁ ἄρα ἀνδρεῖος τιμῆς ἅξιος’. τὸν γὰρ βουλόμενον ἐκλαμβάνειν τοὺς ὅρους τούτου τοὐ συλλογισμοῦ οὐ δεῖ τὸν μέσον ὅρον ὄνομα ζητεῖν· λόγος γάρ ἐστιν, οὗ φυλαχθέντος ἥ τε διαίρεσις ἡ εἰς τοὺς ὅρους φανερὰ καὶ ἡ τοῦ συλλογισμοῦ ἡ εἰς τὸ πρῶτον σχῆμα ἀνάλυσις. πάλιν εἴ τις λάβοι, ὅτι ἡ τοὐ ὄντος ἐπιστήμη ᾗ ὂν ἐπιστήμη ἐστὶ τοῦ πρώτου αἰτίου κινοῦντος, ἡ δέ γε ἐπιστήμη ἡ τοῦ πρώτου αἰτίου κινοῦντος ἡ πρώτη ἐστὶ φιλοσοφία, καὶ συνάγοι, ἐκ τούτων, ὅτι ἡ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη ἡ [*](1 post οὕτω add. γὰρ a καὶ Παρμενίδης παραλογίζεται a 3 post οὐσίαν spat. (ras.?) 3 lit. in B 7 πᾶν prius om. a 8 πᾶν om. a ὥστε Β: οὕτως a 12 ἔχον a 14 γε om. a 19 οὐκ ἔσται aB: οὑ κεῖται Ar. ὄνομα a et Ar. 23 παρὰ Β: περὶ a 24 τῷ Β: τὸ a 25 συλλογίσαιτο a: λογίσαιτο Β 27 λέγων . . . συμφέροντος (28) om. a 33 et 35 ᾗ ex ἡ corr. B1 33 et 34 αἰτίου Β: αὐτὸ a)

358
μάτα ἀλλὰ λόγους εἴληφε πάντας, οὓς εἰ μὴ ὁ βουλόμενος ἀναλύειν τὸν λόγον λάβοι, ὀνόματα δὲ ζητοίη ἀντ’ αὐτῶν, οὐκ ἄν εὕροι τὴν ἀνάλυσιν τοῦ συλλογισμοῦ εἰς τὸ οἰκεῖον σχῆμα ὂν τὸ πρῶτον.

[*](p. 48a 31)

Ἐνίοτε δὲ καὶ ἀπατᾶσθαι συμβήσεται διὰ τὴν ζήτησιν.

Ἐνίοτε παρὰ τὴν τοιαύτην ζήτησιν τῶν ὅρων φησὶ γίνεσθαι τὴν ἀπάτην. πολλοὺς γὰρ τῶν συλλογιστικῶν, ἐπεὶ οὐκ ἔστι μέσον ὅρον δι’ ὀνόματος λαβόντας δεῖξαι τῶν ἄκρων συμπέρασμα, ἡγεῖσθαι τὰ τοιαῦτα ἄμεσά τε εἶναι καὶ ἀναπόδεικτα, ὄντα ἢ] ἀποδεικτὰ μὲν ἀλλ’ οὐχ ὑπ’ ὀνόματος δηλωθῆναι δυναμένου τοῦ μέσου ὅρου, <δι’> οὗ ὁ συλλογισμός· ὑπολαβόντας εἶναι τὰ τοιαῦτα ἀναπόδεικτα τοῖς βουλομένοις αὐτὰ διὰ τοῦ οἰκείου μέσου δεικνύειν ὄντος λόγου ἐπικαλεῖν ὄντα ἀναπόδεικτα καὶ ἄμεσα τοῖς βουλομένοις] ἀποδεικνύειν τε καὶ συλλογίζεσθαι. τοῦτο δέ ἐστι τὸ λεγόμενον διὰ τοῦ οἷον ὅτι τῶν ἀμέσων ὁ συλλογισμός. τὸ δὲ παράδειγμα, ᾦ κέχρηται, τοιοῦτον· ἔλαβε τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνον εἶναι μόνον καὶ πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας· ἐξ ὧν συνάγεται τὸ ἰσοσκελὲς δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας. τίθησι δὲ ἐπὶ μὲν τοῦ Γ τὸ ἰσοσκελές, δῆλον ὅτι τρίγωνον, ἐπὶ δὲ τοῦ Β τὸ τρίγωνον, ἐπὶ δὲ τοῦ Α τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας. τὸ μὲν οὖν συμπέρασμα τὸ κείμενον διὰ μέσου ὀνόματος ὄντος δείκνυται. εἰ δέ τις ἐπὶ τοῦ Α Β, ὄτι [*](121v) μηκέτ’ ἔστι μέσον ὅρον δι’ ὀνόματος λαβεῖν, ἡγοῖτο τὸ παντὸς τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι ἄμεσόν τε πρότασιν εἶναι καὶ ἀναπόδεικτον καὶ αἰτιῷτο τοὺς οὕτως δεικνύειν αὐτὸ πειρωμένους ἀπατᾶται τὸ ἀποδεικτὸν ἀναπόδεικτον ἡγούμενος. ἔστι γὰρ καὶ τούτου ἀπόδειξις· ἀλλ’ ὁ μέσος ὅρος λόγος ἐστίν, οὐκ ὄνομα. * * * ε λόγος ’ τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ταῖς ἐφεξῆς ἀλλήλαις ἴσαι’. εἰ δὲ ταῖς ἐφεξῆς ἴσαι ἀλλήλαις, καὶ δυσὶν ὀρθαῖς ἴσαι· τοῦτο δ’, ἐπεὶ πᾶσα εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἤτοι δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιεῖ. αἱ τοῦ τριγώνου ἄρα γωνίαι τρεῖς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ὅτι μὲν οὖν ἀποδεικτόν, δῆλον. ὁ δὲ μὴ οἰόμενος αὐτὸ ἀποδεικτόν, ὅτι μὴ ὁ μέσος ὅρος ὄνομα εὑρίσκετο, ἀπατᾶται ἀγνοίᾳ τοῦ μὴ πάντας τοὺς ἐν τοῖς συλλογισμοῖς ὅρους ὀνόματι ὀφείλειν δηλοῦσθαι. αὐτὸς μέντοι εἰπὼν ἀποδεικτὸν εἶναι τὸ Α Β , τοῦτ’ ἔστι τὸ τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, οὐκέτι [*](1 οὕτω a 7 περὶ a 8 συλλογιστικῶν scripsi: συλλογισμῶν aB τῶν συλλογισμῶν ἐπεὶ οὐκ in lac. 10 lit. add. Β2 10 ἢ delevi 11 δι’ addidi προλαβόντας a 12 ante τοῖς fort, addendum καὶ ἄμεσα (cf. vs. 13) 13 καλεῖν a τοῖς βουλομένοις delevi 14 τοῦ scripsi: τούτων aB 15 post ἀμέσων add. ἐστὶ Ar. 17 ἔχειν a: ἔχει Β ἐξ ὧν . . . γωνίας (18) om. a 22 ἡγεῖτο a 24 ἀπατᾶσθαι a 25 ἀποδεικτὸν a: ἀποδεικτικὸς Β ἡγούμενοι a 26 ἑ λόγος post lac. 10 lit. Β: λόγου post lac. ca. 18 lit. a; requiritur velut ἔστι δὲ 27 εἰ δὲ ταῖς scripsi: ις post lac. ca.8 lit. B: unius paene versus lac. in a 29 ante αἱ add. καὶ τότε a 30 ἀποδεικτόν] όν in ras. Β; item vs. sq. 31 εὑρίσκεται a .33 ἀποδεικτὸν scripsi (cf. Waitzii comment, ad p. 48 a 37): ἀποδεικτικὸν aB)

359
παρέθετο τοῦ μέσου ὅρου λόγου ὄντος τὸ παράδειγμα, δι’ οὗ δείκνυται τὸ [*](121v) ἄμεσον εἶναι δοκοῦν. ἡ δὲ δεῖξις· τρίγωνον λαμβάνεται τὰ Α Β Γ καὶ ἐκβάλλεται ἡ Β Γ Α ἐπὶ τὸ E καὶ δείκνυται ἡ ἐκτὸς γωνία τοῦ τριγώνου ἡ Γ ταῖς ἐντὸς τοῦ τριγώνου καὶ ἀπεναντίον αὐτῇ οὔσαις δυσὶ γωνίαις ἴση. ἀχθείσης γὰρ διὰ τοῦ Γ σημείου παραλλήλου τῇ Β Α τῆς Γ Δ , ἐπεὶ παράλληλοι ἡ Α Β, Γ Δ καὶ εἰς αὐτὰς εὐθεῖα ἐμπέπτωκεν ἡ Α Γ, αἱ ἐναλλὰξ γωνίαι ἴσαι αἱ Α ΓΔ, ΓΑΒ. πάλιν ἐπεὶ παράλληλοι αἱ Α Β, ΓΔ καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἡ BE, ἡ ἐκτὸς γωνία ἡ κατὰ τὸ Γ τῇ ἐντὸς καὶ ἀπεναντίον ἴση τῇ Β γωνίᾳ. ὅλη ἄρα ἡ Γ ἡ ἐκτὸς τοῦ τριγώνου ἴση ἐστὶ ταῖς Α, Β γωνίαις τοὐ τριγώνου ταῖς ἀπεναντίον αὐτῆς γωνίαις. * δὲ ὅτι τῇ τε ἐκτὸς τοῦ τριγώνου καὶ ταῖς ἀπεναντίον αὐτῆς κοινῆς προσληφθεί- εφεςη σης τῆς ἐφεξῆς τῇ ἐκτὸς τοῦ τριγώνου τῇ Γ γίνονται ταῖς δύο ταῖς αἱ τοῦ τριγώνου τρεῖς ἴσαι· αἱ δὲ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι· ὥστε καὶ αἱ τρεῖς τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσαι.

[*](p. 48a 40)

To τε ὑπάρχειν τὸν πρῶτον τῷ μέσῳ καὶ τοῦτον τῷ ἄκρῳ οὐ δεῖ λαμβάνειν ὡς αἰεὶ κατηγορηθησομένων ἀλλήλων ἢ ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου.

Διδάσκει ἡμᾶς διὰ τούτων, ὅτι μὴ δεῖ τοὺς ὅρους, ὥς εἰσιν ἐκκείμενοι, οὕτως αὐτοὺς καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν ταῖς πρὸς ἀλλήλους συμπλοκαῖς σχηματίζειν κατὰ τὰς πτώσεις. τοὺς μὲν γὰρ ὅρους ἐν ταῖς ἐκλογαῖς ἐκθετέον ἀεὶ κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ συμπλοκὰς αὐτῶν, καθ’ ἣν ἂν ἐνδέχηται γίνεσθαι πτῶσιν, κατὰ ταύτην ποιητέον, ἐπειδὴ κατὰ πάσας τὰς πτώσεις αἱ κατηγορίαι τῶν ὅρων γίνονται. οὐ γὰρ πάντα τὰ κατηγορούμενα ὡς καθ’ ὑποκειμένου κατηγορεῖται· ἐπεὶ πάσας ἂν ἔδει τὰς προτάσεις τοὺς ὅρους ἔχειν κατ’ εὐθεῖαν πτῶσιν συντεταγμένους, ὡς ἐπὶ τῶν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, ἡ γραμματικὴ ἐπιστήμη ἐστίν, τὸ χρῶμα ποιότης ἐπεὶ δ’ οὐ μόνα τὰ καθ’ ὑποκειμένου λεγόμενα κατηγορεῖται ἀλλὰ καὶ τὰ συμβεβηκότα καὶ ἐν ὑποκειμένῳ ὄντα, ὧν οὐκ ἀεὶ κατ’ ὀρθὴν πτῶσιν αἱ κατηγορίαι, ἀλλὰ ποτὲ μὲν κατ’ ὀρθήν, ὡς ὅταν λέγωμεν ‘τὸ σῶμα λευκόν ἐστιν, ἡ ὑγεία ἀγαθόν᾿, ποτὲ δὲ κατὰ γενικήν, ὡς ὅταν λέγωμεν ‘ὁ ἀδελφὸς ἀδελφὸς ἀδελφοῦ ἐστί᾿, ποτὲ δὲ κατὰ δοτικήν, ὡς ‘τὸ ὅμοιον ὁμοίῳ ὅμοιον᾿, ποτὲ δὲ πρὸς αἰτιατικήν, ὡς ὅταν λέγωμεν ‘τὸ μέγα πρὸς μικρὸν λέγεται᾿ καὶ ‘Πλάτων ἐπαινεῖ Σωκράτην᾿, ἐπεὶ τοίνυν αἰ κατηγορίαι τῶν κατηγορουμένων κτὰ πάσας γίνονται τὰς πτώσεις, αἱ δὲ προτάσεις ἐν ταῖς κατηγορίαις, δεῖν [*](2 τὰ ex τὸ corr. B1 3 (??) B: (??) 3. Bpr. 4 ταῖς ἐντὸς scripsi: τῶν ἐντὸς a et in lac. 9 lit. B3 6 ἐναλλὰξ B: ἔναλλα ante lac. ca. 8 lit. a 7 fap superscr. B3 αἱ (ante (??) Β: ἡ a 9 γωνία. ὅλη a in lac. 10 lit. B3 τοῦ superscr. Β3 10 ante δὲ lac. ca. 8 lit. Β: lac. ca. 12 lit. a: excidit velut φανερὸν 11 καὶ ταῖς . . . τριγώνου (12) oin. a 14 auto δυσὶν expuuxit τρι Β 15 τε aB: δὲ Ar. τὸ πρῶτον . . . τοῦτο Ar. 16 ἡ ova. a 17 ἐσχάτου B ἐ corr. B1) et Ar.: ἄκρου a 18 δεῖται a 21. 22 ἐνδέχεται a 29 ὡς ὅταν λέγωμεν om. a 30 ἀδελφὸς altenirn ex ἀδελφοῦ corr. Β1: τοῦ ἀδελφοῦ a 31 ἀδελφός a)

360
φησι τοὺς μὲν ὅρους ἐκτίθεσθαι τοὺς τῶν προτάσεων καὶ συλλογισμῶν, ὅταν [*](122r) ἐκλέγωμεν αὐτούς, κατ’ εὐθεῖαν πτῶσιν, τὰς δὲ κατηγορίας αὐτῶν καὶ τὰς προτάσεις ἐν τῇ πρὸς ἀλλήλας συντάξει οὕτως ποιεῖσθαι, ὡς ἐγχωρεῖ. κατηγορούμενα δὲ ἀλλήλων τὰ κατ’ εὐθεῖαν πτῶσιν λέγει, ὅτι αὐτὸ τὸ ὑποκείμενον πρᾶγμα ὑπὸ τῆς. εὐθείας δηλοῦται. ὅταν οὖν τὸ κατηγορούμενον κατ’ εὐθεῖαν κατηγορῆται, τότε κυρίως κατὰ τοῦ ὑποκειμένου κατηγορεῖται· καἰ γὰρ τὸ ὑποκείμενον τότε κατ’ εὐθεῖαν λαμβάνεται. ἄν δὲ κατὰ πτῶσιν, οὐκέτι κατ’ αὐτοῦ τῷ τὴν πτῶσιν μὴ τὸ ὑποκείμενον αὐτὸ σημαίνειν, τοῦ δὲ σημαινομένου ὑπὸ τῆς πτώσεως κατηγορεῖται. ἀλλ’ οὐδ’ ὁμοίως ὡς τὸ πρῶτον τοῦ δευτέρου κατηγορούμενον εἴληπται καὶ καθ’ ἣν πτῶσιν, κατὰ τὴν αὐτὴν καὶ τὸ δεύτερον τοὐ τρίτου ληπτέον πάντως κατηγορεῖσθαι. οὔτε γὰρ εἰ τὸ πρῶτον τοῦ δευτέρου κατ’ εὐθεῖαν, δεῖ καὶ τοῦτο τοῦ ἐσχάτου ἄκρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖν· τὴν γὰρ κατ’ εὐθεῖαν βουλόμενος δηλῶσαι κατηγορίαν εἶπεν ὡς ἀεὶ κατηγορηθησομένων ἀλλήλων. ἄκρον δὲ εἶπεν τὸν ἔσχατον ὅρον πρὸς ἀντιδιαστολὴν τοῦ μέσου· ἄκροι γὰρ οἱ παρὰ τὸν μέσον. εἰπὼν δὲ ἐπὶ τῆς εὐθείας πτώσεως μὴ ὁμοίας ἐν ἀμφοτέραις ταῖς προτάσεσι τὰς κατηγορίας ἔσεσθαι κατὰ τὴν πτῶσιν ἐπήνεγκε καθολικώτερον τὸ μηδὲ ὁμοίως τό τε πρῶτον τοῦ μέσου μηδὲ καθ’ οἵαν τοῦτο πτῶσιν, κατ’ ἐκείνην πάντως καὶ τὸ μέσον καὶ τοῦτο τοῦ ἐσχάτου. τὸ δ’ αὐτὸ οὐ μόνον, φησίν, ἐπὶ τῶν καταφατικῶν, τοῦτ’ ἔστι καταφατικῶς κατηγορουμένων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀποφατικῶν ποιητέον.

[*](p. 48b 2)

Ἀλλ᾿ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο.

Τοῦτ᾿ ἔστι· καθ’ ὅσους τρόπους καὶ καθ’ ὅσας πτώσεις ἄλλο ἄλλῳ συντάσσοντες τῷ εἶναι καὶ τῷ ‘ἐστί᾿ χρώμεθα ἐπ’ αὐτῶν, καὶ ὁσαχῶς συντεταγμένων ἀλλήλοις τῶν ὅρων ἔστιν ἀληθῆ εἰπεῖν εἶναι τὴν πρότασιν, τοσαυταχῶς χρὴ τοὺς ὅρους ἐν ταῖς προτάσεσι πειρᾶσθαι συμπλέκειν ἀλλήλοις καὶ λέγειν ὑπάρχειν τὸν ἕτερον τῷ ἑτέρῳ. δείκνυσι δέ, δι’ ὧν ἐπιφέρει, πῶς μὲν χρὴ τὴν ἔκθεσιν τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσι κατ’ εὐθεῖαν ποιεῖσθαι, πῶς δ’ αὐτοὺς ἐν τῇ γενέσει τῶν προτάσεων συμπλέκειν ἀλλήλοις. λαβόντες γὰρ πρότασιν τὴν λέγουσαν τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην ἐκτιθέμενοι μὲν τοὺς ὅρους ‘μία ἐπιστήμη ἐστί᾿ καὶ τὰ ἐναντία ἀλλήλοις ἐκθησόμεθα· λαβόντες δὲ τοὺς ὅρους ἐν τῇ προτάσει οὐ ᾿τὰ 30 ἐναντία μία ἐπιστήμη ἐστίν᾿ ἐροῦμεν, ἀλλ’ ἀντὶ τοῦ ‘τὰ ἐναντία ἐστί᾿ μετασχηματίσαντες ποιήσομεν τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη· οὕτως γὰρ ἀληθὴς ἡ πρότασις. ὡς γὰρ εἴρηται, ὁσαχῶς ἄλλο ἄλλου κατηγρούμενον ἀληθεύεσθαι δύναται κατὰ τὸν τῆς λέξεως σχηματισμὸν καταφατικῶς [*](3 οὕτω ποιῆσαι a 3. 4 κατηγορουμένους . . . τοὺς a G κατηγορεῖται (ante τότε) a 7 τότε B: τὸ a 11 οὔτε] cf. μηδὲ vs. 18 16 ὁμοίως a μηδὲ] ἡ Ar. (cf. p. 359,16) 23 αὐτὸ ante τοῦτο add. Ar. (cf. p. 361,5) 25 συντάττοντες a 31 μίαν Β: μὴ a 32 ἐστὶν ἐπιστήμη a 33 δὲ om. a 33.34 τἀναντία a)

361
τε καὶ ἀποφατικῶς, τοσαυταχῶς καὶ τὰς προτάσεις καὶ τὰς τῶν ὅρων [*](122r) κατηγορίας ποιεῖσθαι χρή, ὡς ἄν ὑπακούωσιν οἱ κείμενοι ὅροι ἐν τῇ πρὸς ἀλλήλους συμπλοκῇ πρός τε τὸ κατὰ φύσιν γίνεσθαι τὴν κατηγορίαν καὶ πρὸς τὸ ἀληθές· τοῦτο γὰρ σημαίνει ἡ λέξις ἀλλ’ ὁσαχῶς τὸ εἶναι λέγεται ἢ τὸ ἀληθὲς εἰπεῖν τοῦτο. τὸ μὲν οὖν ζῷον κατὰ ἀνθρώπου καὶ ἄνθρωπος <κατὰ> γραμματικοῦ καὶ τὸ ζῷον κατὰ γραμματικοῦ πάντα κατηγορεῖται· κατὰ γὰρ εὐθεῖαν πτῶσιν ὅ τε γραμματικὸς ἄνθρωπός ἐστιν καὶ ὁ ἄνθρωπος ζῷον, καὶ διὰ τοῦτο ὁ γραμματικὸς ζῷον. οὐ μὴν ἐπὶ πάντων τῶν συλλογισμῶν οἷόν τε οὕτως κατηγορεῖσθαι κατηγορούμενα, οἷον ἐν τῇ προτάσει, ἣν αὐτὸς ἐξέθετο, τῇ λεγούσῃ τῶν ἐναντίων ἀλλήλοις μίαν εἶναι ἐπιστήμην κατηγορούμενον μέν ἐστι τὸ ‘μία ἐπιστήμη ἐστί᾿, διὸ καὶ ἐπὶ τοῦ Α ἔθηκεν αὐτό, ὑποκείμενον δὲ τὸ ‘τῶν ἐναντίων ἀλλήλοις᾿, ὃ τίθησιν ἐπὶ τοῦ Β. οὐ δὴ οὕτως ὑπάρχει τὸ Α τῷ Β ἐνταῦθα ὡς δύνασθαι λέγειν ‘τόδε τόδε ἐστίν᾿, ὡς λέγομεν ‘ὁ γραμματικὸς ἄνθρωπός ἐστιν᾿. οὐ γάρ ἐστιν ἡ πρότασις λέγουσα ‘τὰ ἐναντία μία ἐστὶν ἐπιστήμη᾿ ἀδιανόητον γὰρ καὶ σόλοικον λέγειν ‘τὰ ἐναντία ἀλλήλοις μία ἐπιστήμη [*](122v) ἐστίν᾿), ἀλλ’ ὅτι τῶν ἐναντίων, ὅπερ ἐστὶ γενικὴ πτῶσις, μία ἐστὶν ἐπιστήμη· οὕτως γὰρ συντεταγμένων αὐτῶν ἀληθές ἐστιν εἰπεῖν τὸ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ἐν μὲν οὖν τῇ ἐκθέσει τῶν ὅρων ἦν κείμενα τὰ ἐναντία καὶ μία ἐπιστήμη, ἐν δὲ τῇ προτάσει οὐ ‘τὰ ἐναντία᾿ ἔτι ἥρμοσε λαβεῖν ἀλλὰ ‘τῶν ἐναντίων᾿.

[*](p. 48b 10)

Συμβαίνει Συμβαίνει δ’ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶτον λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τρίτου μὴ λέγεσθαι.

Δείξας, πῶς ἐν ταῖς προτάσεσιν οὐκ ἀεὶ κατ’ εὐθεῖαν αἱ τῶν ὅρων κατηγορίαι γίνονται, ἐπὶ παραδείγματος τοῦ “τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη”, νῦν καθόλου ἐπὶ τῶν ἐν τοῖς συλλογισμοῖς προτάσεων δείκνυσιν, ὅτι μὴ αἰεὶ αἱ κατηγορίαι τῶν ὅρων ὅμοιαι καὶ κατὰ τὴν αὐτὴν πτῶσιν, ἀλλὰ ἐν τισὶ· μὲν ὁ πρῶτος ὅρος κατὰ τοῦ μέσου λέγεται, τοῦτ’ ἔστι κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται, οὐκέτι δὲ ὁ μέσος τοῦ τρίτου, ὡς ἐφ’ οὗ παρέθετο αὐτὸς ἔχει παραδείγματος ἰὴ τοῦ ἀγαθοῦ γνῶσις σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστίν, ἡ τοῦ ἀγαθοῦ ἄρα γνῶσις ἐπιστήμη ἐστίν᾿. ἡ μὲν γὰρ μείζων πρότασις ἡ ’ λέγουσα ‘ἡ σοφία ἐπιστήμη ἐστίν᾿ κατ’ εὐθεῖαν πτῶσιν ἔχει τοὺς ὅρους, οὐκέτι δὲ ἡ ἐλάττων ἡ λέγουσα τοῦ ἀγαθοῦ τὴν σοφίαν εἷναι· γενικὴ γὰρ πτῶσις ἡ ‘τοῦ ἀγαθοῦ᾿. ἐν δὲ τῇ ἐκθέσει τῶν προτάσεων συνέπλεξε τῇ ἐλάττονι προτάσει καὶ τὸν μείζονα <καὶ> [*](4 post λέξις add. ἡ δὲ a 5 ἢ aH: καὶ Ar. (cf. p. 360, 22) 6 ante ἄνθρωπος add. ὁ a κατὰ prius addidi γραμματικὸς (ante καὶ) a κατὰ altermii om. a 7 πάντως a So γραμματικὸς Β: γραμματικὸν a 10 post ἐν add. δέα 13 οὐ om. a post ou eras. 3 — 4 lit. Β 15 μία a: ἅμα B 16 ἀσόλοικον a 17 post γενικὴ ’idd. ἡ a 19 κείμενον a 20 ἔτι add. ’: om. a 34 ante πτῶσις add. ἡ a 35 συνέλεξε a καὶ τὸν Β: αὐτὸν a καὶ alteram add. a: om. B)

362
μενον συνθεὶς αὐτὸν τῷ μέσῳ εἰπὼν <τοῦ> δὲ ἀγαθοῦ ἐστιν ἡ ἐπιστήμη· ἦν γὰρ ἡ πρότασις ἰὴ τοῦ ἀγαθοῦ γνῶσίς ἐστι σοφία᾿. ἡ γὰρ ἐπιστήμη οὐ τῇ σοφίᾳ συνῆπται οὐδέ ἐστι τοῦ μέσου ὅρου μέρος, ἀλλ’ ἔστιν ὁ κατηγορούμενος καὶ μείζων ὅρος· ἡ γὰρ σοφία ἐπιστήμη. παρ’ ὃ καὶ ἀσαφεστέρα ἡ λέξις γέγονεν. ὅτι γὰρ ὁ κατηγορούμενος ὅρος ἐστὶν ἡ ἐπιστήμη, ἐδήλωσε δι’ οὗ ἐπήνεγκε συμπεράσματος· γίνεσθαι γὰρ εἶπε συμπέρασμα τὸ τοῦ ἀγαθοῦ ἐπιστήμην εἷναι, ὃ οὐκ ἂν ἦν συμπέρασμα, εἰ ἡ ἐπιστήμη συνῆπτο τῇ σοφία ὡς ἕνα καὶ μέσον ὅρον τὸ ὅλον εἶναι. δύναται τὸ ἡ] ἐπιστήμη προστεθεικέναι ὑπὲρ τοῦ δεῖξαι, ὅτι κατὰ γενικὴν πτῶσιν λαμβανομένου τοῦ ἀγαθοῦ ἡ σοφία κατηγορεῖται· ὅτι γὰρ ἐπιστήμη ἐστὶν αὐτοῦ ἡ σοφία. δύναται καὶ ἀντὶ τοῦ ‘γνῶσις᾿ <τὸ> ἐπιστήμη ἦν γὰρ ἡ τοῦ ἀγαθοῦ γνῶσις σοφία, ᾧ ὡς ἴσον εἶπε τοῦ ἀγαθοῦ ἡ σοφία ἐστιν ἐπιστήμη ἀντὶ τοῦ ‘τοῦ δ᾿ ἀγαθοῦ ἡ γνῶσίς ἐστι σοφία᾿, ὡς μετειλῆφθαι τὴν γνῶσιν εἰς ἐπιστήμην. ἢ ἀμφότερα ἔλαβεν ἅμα, καὶ τὸν μέσον ὅρον, τὴν σοφίαν, καὶ τὸν μείζονα ἄκρον, τὴν ἐπιστήμην, ὑπὲρ τοῦ δεῖξαι, ὅτι καὶ ἡ πρότασις ἡ ἐλάττων καὶ τὸ συμπέρασμα τὴν αὐτὴν πτῶσιν κειμένην ἔχει· ὥσπερ δὲ ἡ ἐλάττων πρότασις οὐκ εἶχε κατ’ εὐθεῖαν την κατηγορίαν, οὕτως οὐδὲ τὸ συμπέρασμα.

[*](p. 48b 13)

Τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη.

Διὰ τούτου δείκνυσιν, ὅτι μηδὲ ἐν τῷ συμπεράσματι κατ’ εὐθεῖαν ἡ κατηγορία, ἀλλ’ ὥσπερ εἶχεν ἐν τῇ ἐλάττονι προτάσει. ἄλλοτε δ’ αὖ πάλιν φησὶ τὴν μὲν ἐλάττονα πρότασιν κατ’ εὐθεῖαν ἔχειν τὴν κατηγορίαν τοῦ μέσου κατὰ τοῦ ἐσχάτου ὅρου, τὴν δὲ μείζονα μηκέτι κατ’ εὐθεῖαν τῷ τὸν μείζονα ὅρον μηκέτι τοῦ μέσου οὕτως κατηγορεῖσθαι. ὃ καὶ αὐτὸ διὰ παραδείγματος δείκνυσιν ἐκθέμενος συλλογισμὸν τοιοῦτον· τοῦ ἐναντίου παντὸς ἐπιστήμη ἐστί, τὸ ἀγαθὸν ἐναντίον· συμπέρασμα μὲν τὸ ‘τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν᾿. ἐν δὲ ταῖς προτάσεσι τοῦ μὲν ἐλάττονος καὶ ὑποκειμένου ὅρου ὁ μέσος ὅρος κατ’ εὐθεῖαν κατηγορεῖται πτῶσιν· οὕτως γὰρ ἔχει ἡ πρότασις ἡ λέγουσα τὸ ἀγαθὸν ἐναντίον᾿. οὐκέτι δὲ τοῦ μέσου ὁ μείζων ἄκρος οὕτως· ἐν γὰρ τῇ προτάσει τῇ μείζονι τῇ λεγούσῃ τοῦ ἐναντίου ἐπιστήμην εἶναι οὐ ‘τὸ ἐναντίον᾿ ὑπόκειται, ὅπερ ἦν εὐθεῖα πτῶσις, ἀλλὰ ‘τοῦ ἐναντίου᾿, ὅ ἐστι γενική. λαμβάνει δὲ μέσον ποτὲ μὲν ἐναντίον ποτὲ δὲ ποιόν. ὁπότερον δ’ ἄν ληφθῇ, αἱ προτάσεις ὅμοιαι· ἔσται γὰρ ποτὲ μὲν ‘τὸ ἀγαθὸν ποιόν, τοῦ ποιοῦ ἐπιστήμη ἐστί᾿, ποτὲ δὲ ‘τὸ ἀγαθὸν ἐναντίον, τοῦ ἐναντίου ἐπιστή μη ἐστίν᾿. ἀλλ’ οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν [*](123r) [*](1 συνθεὶς] συν in ras. Β1 τοῦ a: om. B δ᾿ a 8 τὸν a ἡ B: om. a (cf. vs. 11) 11 ἐστὶν αὐτοῦ Β: αὐτῆς a καὶ ἀντὶ τοῦ γνῶσις post ἐπιστήμη transponit a τὸ a: om. Β 14 ἢ a: ἡ Β ἀμφοτέραν a 17 ἔχει κειμένην a 20 ἐν τῷ συμπεράσματι Β: αὐτῷ συμπέρασμα a 28 πτῶσιν κατηγορεῖται a 30. 31 τοῦ ἐναντίου ἐπιστήμην Β: ἐναντίον a 32 ὅ om. a ante γενική add. ἡ a μὲν om. a 33. 34 τὸ ἀγαθόν ποτε μὲν a)

363
γίνεται πτῶσιν· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη εἶναι συνάγεται, ἀλλ’ οὐ τὸ ἀγθόν, [*](123r) ὥσπερ οὐδὲ τὸ ποιὸν ἐλέγετο ἢ τὸ ἐναντίον ἐπιστήμη εἶναι, ἃ ἦσαν οἱ μέσοι ὅροι, ἀλλὰ τούτων ἐπιστήμη. τὸ μὲν οὖν ἀγαθὸν ἔκειτο ἢ ἐναντίον εἶναι ἢ ποιὸν κατ’ εὐθεῖαν πτῶσιν· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἀλλὰ τὸ ἀγαθὸν ταῦτα, ὧν ἐμνημόνευσεν· τὸ γὰρ ἀγαθὸν ἐναντίον ἢ ποιόν, ἄμφω κατ’ εὐθεῖαν.

Ἔστι δέ, φησίν, ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τοῦτο κατὰ τοῦ τρίτου κατ’ εὐθεῖαν πτῶσιν κατηγορεῖται· τὴν γὰρ κατ’ εὐθεῖαν καὶ οὕτως οὕτως] κατηγορίαν καὶ ἁπλῶς κατηγορίαν, ὡς εἶπον, λέγει, ὅταν ᾖ εἰπεῖν τόδε τόδε εἶναι, τὸ ὑποκείμενον, ὅπερ κατηγορούμενον. τὸ δὲ πρῶτον τοῦ τρίτου οὕτως ἐχο·υσῶν τῶν προτάσεων ὁτὲ μὲν κατ’ εὐθεῖαν ὁτὲ δὲ οὐ κατ’ εὐθεῖαν κατηγορεῖται. παράδειγμα δὲ πάλιν παρέθετο τοῦ μέν, ἐν ᾧ συλλογισμῷ μήτε τῶν προτάσεών τις κατ’ εὐθεῖαν εἴληπται μήτε τὸ συμπέρασμα, τὸν λέγοντα οὗ ἐστιν ἐπιστήμη, ἔστι τούτου γένος, τοῦ δὲ ἀγαθοῦ ἐστιν ἐπιστήμη, τοῦ ἄρα ἀγαθοῦ ἐστι γένος. οὔτε γὰρ ἐν ταῖς προτάσεσιν εἴληπται ὅρος τις ὅρου κατ’ εὐθεῖαν πτῶσιν κατηγορούμενος καὶ γὰρ ἐν τῇ μείζονι εἴληπται οὗ ἐστιν ἐπιστήμη, τούτου γένος εἶναι, οὐχ ὅ ἐστιν ἐπιστήμη, τοῦτο γένος, καὶ ἐν τῇ ἐλάττονι τοῦ ἀγαθοῦ εἶναι ἐπιστήμην, οὐ τὸ ἀγαθόν), καὶ ἐν τῷ συμπεράσματι πάλιν τοῦ ἀγαθοῦ γένος εἶναι, οὐ τὸ ἀγαθόν· οὐ γὰρ ταὐτόν ἐστιν εἰπεῖν τὸ ἀγαθὸν γένος ἢ τοῦ ἀγαθοῦ γένος εἶναι. τοῦ δέ, ἐν ᾧ ἐν μὲν ταῖς προ- τάσεσιν ἐν οὐδετέρᾳ αὐτῶν κατ’ εὐθεῖαν ἡ κατηγορία ἐν μέντοι τῷ συμαπεράσματι κατ’ εὐθεῖαν, τοῦ δὴ τοιούτου συλλογισμοῦ παράδειγμα ἐξέθετο τοιοῦτον συλλογισμόν· οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη· συμπέρασμα ‘τὸ ἀγαθὸν ἄρα γένος᾿, αὐτὸ μὲν κατ’ εὐθεῖαν πτῶσιν ὄν, τῶν δὲ προτάσεων μηδετέρας τοῦτ’ ἐχούσης. ἄκρον δὲ πάλιν εἶπε τὸν ἔσχατον ὅρον τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι· ἔστι δὲ τὸ ἀγαθόν· κατὰ μὲν γὰρ τούτου τὸ γένος αὐτὸ εἶναι κατηγορεῖται. ἐν δὲ ταῖς προτάσεσιν οὔτε τούτου ἡ ἐπιστήμη οὔτε τῆς ἐπιστήμης τὸ γένος· τοῦτο γὰρ δηλοῖ τὸ κατ’ ἀλλήλων δὲ οὐ λέγεται.

[*](p. 48b 27)

τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον.

Δείξας ἐπὶ τῶν καταφατικῶν προτάσεων οὐκ αἰεὶ τὴν κατηγορίαν ὁμοίως κατὰ τὰς πτώσεις γινομένην, φησίν; ὅτι ὁμοίως δεῖ καὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεων τε καὶ συμπερασμάτων κατὰ τὴν ἁρμόζουσαν καὶ ἀληθῆ πτῶσιν τοῦ ἀποφατικοῦ τὴν κατηγορίαν ποιεῖσθαι, ὃ καὶ αὐτὸ [*](1 ἐπιστήμην a 2 ἐπιστήμην a 3 μὲν οὑν B: μέντοι a 5 ὧν ταῦτα B pr. 7 τοῦ πρώτου a 9 καὶ prius om. a οὕτως alterum add. Β: om. a εἶπον] p. 360,4 14 τὸ λέγον a εἰ οὗ ἐπιστήμη ἐστίν Ar. 15 τοῦ ἄρα] συμπέρασμα ὅτι τοῦ Ar. 16 τις om. a 17 τῇ B: τῷ a μέντοι τῷ B: μὲν τοιούτῳ a 23 δὲ a παρέθετο a 24 εἰ δ’ οὗ Ar. 25 ὅτι τἀγαθόν ἐστι Ar. 28. ἔστι scripsi: εἰ aB 32 δὴ Ar. 33 αἰεὶ Β: ἂν a 34 δεῖ scripsi: δὲ aB)

364
προσέθηκέ πως. οὐ γὰρ ἀεὶ ὁ λέγων τόδε τῷδε μὴ ὑπάρχειν λέγει, ὅτι [*](123r) τόδε τόδε οὐκ ἔστιν, ὥσπερ ἐπὶ τοῦ ‘ὁ ἄνθρωπος ἵππος οὐκ ἔστιν᾿, ἀλλ’ ἐνίοτε, ὅτι μή ἐστι τόδε τοῦδε, ὡς ὅταν τις εἴπῃ τὴν ἐπιστήμην μὴ ὑπάρχειν τῷ μὴ ὄντι ὁ γὰρ τοῦτο λέγων οὐ τοῦτο λέγει, ὅτι τὸ μὴ ὂν οὐκ ἔστιν ἐπιστήμη, ἀλλ’ ὅτι τοῦ μὴ ὄντος οὐκ ἔστιν ἐπιστήμη), ἐνίοτε δέ, ὅτι τόδε τῷδε οὐχ ὑπάρχει· ὁ γὰρ τὸ. νοσεῖν ἀποφήσας ἀνθρώπου οὐ τοῦτο λέγει, ὅτι ἄνθρωπος οὐκ ἔστι νόσος, ἀλλ’ ὅτι τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει τὸ νοσεῖν ἢ τὸ κινεῖσθαι καὶ τὰ τοιαῦτα. δείκνυσι δὲ καὶ αὐτὸς τὸ εἰρημένον ὑπ’ αὐτοῦ πρῶτον ἐπὶ συλλογισμῶν ἀποφατικῶν δύο ἐν δευτέρῳ σχήματι ἠρωτημένων· ἐν γὰρ ἀμφοτέροις τὸ καθόλου ἀποφατικὸν δείκνυται ἐν δευτέρῳ σχήματι. ἔστι δὲ τὸ μὲν πρῶτον παράδειγμα τοιοῦτον· οὐκ ἔστι κινήσεως κίνησις ἢ οὐκ ἔστι γενέσεως γένεσις· ἡδονῆς δέ ἐστι γένεσις ἢ ἡδονῆς ἐστι κίνησις· οὐκ ἄρα ἡ ἡδονὴ γένεσις ἢ κίνησις. τῶν μὲν γὰρ προτάσεων οὐδεμία κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα· τὸ γὰρ ‘οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις᾿ τοιοῦτον. τὸ δὲ δεύτερον παράδειγμα τοιοῦτον· γέλωτός ἐστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον, ὥστε οὐ σημεῖον ὁ γέλως· καὶ γὰρ ἐπὶ τούτων τῶν μὲν προτάσεων οὐδετέρα, οὔτε ἡ καταφατικὴ οὔτε ἡ ἀποφατική, κατ’ εὐθεῖαν πτῶσιν συντέτακται, τὸ μέντοι συμπέρασμα.

[*](p. 48b 33)

Ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, ἑνοῖς ἀναιρεῖται τὸ 123v πρόβλημα τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος.

Δείξας ἐπὶ δύο συλλογισμῶν ἠρωτημένων ἐν δευτέρῳ σχήματι μήτε τὴν ἀποφατικὴν πρότασιν κατ’ εὐθεῖαν λαμβανομένην μήτε τὴν καταφατικὴν ἀλλὰ κατὰ γενικὴν καὶ τὸ συμπέρασμα ἀποφατικὸν γινόμενον κατ’ εὐθεῖαν πτῶσιν, ὁμοίως φησὶν ἕξειν καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς ἀποφατικόν τι συνάγεται (τοῦτο γάρ ἐστι τὸ ἀναιρεῖται τὸ πρόβλημα) κατὰ τὴν ποιὰν σχέσιν τοῦ κατηγορουμένου πρὸς τοὺς ὑποκειμένους ἢ τῷ κατὰ σχέσιν πως καὶ κατὰ πτῶσιν ἐν τῇ ἀποφατικῇ προτάσει συντάσσεσθαι τὸν ὑποκείμενον τῷ κατηγορουμένῳ τε καὶ τῷ μέσῳ, ὃ γίνεται ἐν τῷ μέσῳ σχήματι. οὕτως καὶ τὸ συμπέρασμα ἀποφατικὸν γενήσεται· ἐν γὰρ τῷ δευτέρῳ σχήματι ὁ μέσος ἐστὶν ὁ κατηγορούμενος ἀμφοτέρων· τῷ γὰρ λέγεσθαί πως πρὸς τὸ ὑποκείμενον τὸ κατηγορούμενον ἀποφατικῶς. καθ’ ἣν δήποτε πτῶσιν ἁρμόζει, τὸ συμπέρασμα ἀποφατικὸν ἔσται. ἡ δὲ λέξις ἀσαφής, ὅτι ἀντὶ τοῦ ‘κατηγορούμενον᾿ λαβεῖν καὶ ‘μέσον᾿ γένος εἶπεν, ὃ οὔτε ἐπὶ πάντων τῶν καταφατικῶς κατηγορουμένων ἀληθὲς οὔτε ἔτι· μᾶλλον ἐπὶ τῶν ἀποφατικῶς. ἐχρήσατο δ’ αὐτῷ, ὅτι καὶ τὸ γένος ἀεὶ κατηγορεῖται, ὧν ἐστι γένος, καὶ [*](1 τῷδε B: τόδε a λέγει, ὅτι B: λέγων a ὅτι B: ὅτε a 5 ἀλλ᾿ ὅτι . . . ἐπιστήμη om. a 6 post γὰρ expunxit λέγων Β1 7 aute ἄνθρωπος add. ὁ a 9 et 11 δευτέρῳ Β: πρώτῳ a If) γὰρ om. a Ki post γέλωτος add. μὲν Ar. 18 ἀποφατικὴ . . . καταφατικὴ a 20 καὶ ἐν B: ἐν a: κἀν Ar. ὅσοις Ar. 22 πρώτῳ a 23 ἀναλαμβανομένου a 27 τῷ om. a 28 συντάττεσθαι a 29 οὕτως B; οὔτε a οὕτως . . . γενήσεται (30) fort, trausponenda post ἀμφοτέρων (31) 35 κατηγορούμενον a 36 αὐτῷ ex αὐτὸ corr. Β1)

365
τοῦτο ταὐτὸν πέπονθε τῷ γένει· γένους γὰρ χώραν ὁ μέσος ἐν τῷ δευτέρῳ σχήματι ἔχει, καθ’ ὅσον πάντων κατηγορεῖται. ὅτι γὰρ ἐπὶ τοῦ δευτέρου σχήματος τὸν μέσον καὶ κατηγορούμενον γένος εἶπεν, ὃς ὅπως ἄν καὶ καθ’ ὁποίαν πτῶσιν συνταχθῇ τῷ ἑτέρῳ τῶν ἄκρων ἀποφατικῶς, ἀναιρεῖ τὸ πρόβλημα, δῆλον ἐξ ὧν ἐπιφέρει· μετὰ γὰρ τὸ τοῦτο εἰπεῖν πάλιν ἀποφατικοῦ συλλογισμοῦ παράδειγμα ἐν τρίτῳ σχήματι ἐκτίθεται, ὡς οὐκέτι ἐπὶ τούτου τοῦ παραδείγματος τοῦ μέσου ὅρου γένους τάξιν ἐπέχοντος, ὅτι μηδὲ κατηγορεῖται. ἢ οὐκ ἐπὶ τῆς ἀποφατικῆς προτάσεως εἶπε μόνης τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος, ἀλλ’ ἐπὶ τοῦ προβλήματος ὅλου· ὁ γὰρ μέσος ἐν τῷ δευτέρῳ σχήματι ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορούμενος αἴτιος τοὐ ἀποφατικοῦ συμπέρασματος. ἐν πᾶσι δέ, ἐν οἷς ἀποφατικόν τι συνάγεται τῷ κατὰ σχέσιν τινὰ καὶ κατὰ πτῶσιν συντάσσεσθαι τῷ ἀναιρουμένῳ ἐν τῷ προβλήματι τὸν μέσον ἢ καταφατικῶς ἢ ἀποφατικῶς, φατικῶς, οὐκ ἔσονται οἱ ὅροι πάντως κατ’ εὐθεῖαν πτῶσιν ἀλλήλοις συντιθέμενοι ἀλλὰ οὕτως ὡς ἐπὶ τῶν προειρημένων παραδειγμάτων. δύναταί <τι> καὶ τῶν ἀπ’ ἀρχῆς παρεωρᾶσθαι καὶ εἶναι ἁμάρτημα ἐν τῇ λέξει ἀντὶ τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ μέσον τοῦ τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος. ἔστι δὲ καὶ τὸ ἐν τῷ τρίτῳ σχήματι παράδειγμα καὶ αὐτὸ τοιοῦτο, τὸ μὲν συμπέρασμα ἔχον ἀποφατικὸν ἐπὶ μέρους κατ’ εὐθεῖαν πτῶσιν τῶν μέντοι προτάσεων οὔτε τὴν καταφατικὴν οὔτε τὴν ἀποφατικὴν κατ’ εὐθεῖαν· θεῷ γὰρ καιρός ἐστι, θεῷ χρόνος δέων οὐκ ἔστιν, ἐξ ὧν συνάγεται, ὅτι τις καιρὸς χρόνος δέων οὐκ ἔστιν. ἐξηγούμενος δὲ τὴν δύναμιν τῆς ἀποφατικῆς προτάσεως καὶ δεικνὺς ἅμα, ὅτι ἐστὶν ἀληθής, προσέθηκε, δι.ὰ τὸ μηδὲν εἶναι τῷ θεῷ ὠφέλιμον ὡς τῆς προτάσεως τῆς λεγούσης ‘θεῷ χρόνος δέων οὐκ ἔστι᾿ σημαινούσης, ὅτι θεῷ χρόνος ὠφέλιμος οὐκ ἔστι· τοῦτο δὲ ὡς ὁριζομένων τινῶν τὸν καιρὸν χρόνον ὠφέλιμον.

Τοὺς μὲν οὖν ὅρους ἐκλέγοντας φησὶ δεῖν αὐτὰ τὰ ὀνόματα ἐκτίθεσθαι· ὀνόματα δέ ἐστι τὰ κατ’ εὐθεῖαν λεγόμενα, καιρός, χρόνος δέων, θεός. τὴν μέντοι πρότασιν <λέγει> (λέγοι δ’ ἄν περὶ τῆς ἀποφατικῆς) ἀντὶ τοῦ ἐπὶ γὰρ ἀμφοτέρων τῶν προτάσεων ἐπὶ τούτου τοῦ παραδείγματος ὁμοίως λαμβάνεται κατὰ δοτικὴν πτῶσιν· θεῷ γὰρ οὐ θεός. οὐ κατὰ τὸ ὄνομα οὖν, τοῦτ’ ἔστιν οὐ κατὰ τὴν εὐθεῖαν πτῶσιν, ληπτέον λέγοντας ‘θεὸς χρόνος δέων οὐκ ἔστιν᾿, ἀλλὰ κατὰ τὴν πτῶσιν τοῦ ὀνόματος· τὴν γὰρ δο τικήν· [*](124r) ‘θεῷ᾿ γὰρ ληπτέον ἐν ταῖς προτάσεσιν. ὃ καὶ καθόλου παραινεῖ δεῖν ποιεῖν, [*](2. 3 τῷ σχήματι τῷ δευτέρῳ a 4 τὸν scripsi: τὸ aB καὶ pi ins superscr. Β ὃς Β: ὡς a καθ’ addidi: spat. 5 lit. in Β: 0111. a 6 ἐξ Β: δι’ a 8 γένος a ἔχοντος a 9 τὸ a 13. 14 συντάττεσθαι a 16. 17 δύναταί <τι> scripsi: δείκνυται aB 17 τῶν om. in lac. a 18 τῷ (post μέσον) a: τούτων Β πως om. a 19 σχήματι om. a 22 δὲ ὢν B pr. 25 τῷ om. a et Ar. ol λέγει addidi περὶ τῆς ἀπο- φατικῆς Β: τὴν ἀποφατικὴν a ante ἀντὶ add. ἢ πρότασιν a 34 οὖν Β: εἶναι a)

366
ἔστι κατὰ τὰ ὀνόματα τὰς γὰρ πτώσεις οὐκ εἶναι ὀνόματα εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας), συμπλέκειν δὲ αὐτοὺς ἐν ταῖς προτάσεσι κατὰ τὰς ἁρμοζούσας πτώσεις. τὰς δὲ διαφορὰς τῶν πτώσεων διὰ τῆς τῶν πρός τι παραθέσεως θέσεως ἐδήλωσε· τὰ μὲν γὰρ αὐτῶν πρὸς δοτικὴν πτῶσιν λέγεται, ὡς τὸ ἴσον καὶ ὅμοιον ἴσῳ γὰρ τὸ ἴσον ἴσον, καὶ ὁμοίῳ τὸ ὅμοιον ὅμοιον), τὰ δὲ πρὸς γενικήν, ὡς τὸ διπλάσιον ἡμίσεως γάρ), τὰ δὲ ὡς πρὸς αἱτιατικήν, ὡς τὸ τύπτον· τὸ γὰρ τύπτον τυπτόμενον τύπτει. τὸ δὲ τυπτόμενον κοινόν ἐστιν εὐθείας τε καὶ αἰτιατικῆς πτώσεως. οὐ πάντως δὲ παραινεῖ πρὸς πτῶσιν καὶ κατὰ πτῶσιν τὰς προτάσεις συντάσσειν, ἀλλ’ ὅταν οὕτως ἁρμόζῃ· ὅταν δὲ κατ’ εὐθεῖαν, τῇ εὐθείᾳ χρηστέον, ὃ ἐδήλωσε παραθέμενος καὶ τούτου παράδειγμα τὸ ἢ ὅτι οὗτος, οἷον ὁ ἄνθρωπος τὸ] ζῷον.

[*](p. 49a 6)

Τὸ δ’ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον, ὁσαχῶς αἱ κατηγορίαι διῄ- ρηνται.

Εἰπὼν ἐν τοῖς προειρημένοις “ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ καὶ τὸ ὑπάρχειν” οὐ γὰρ τοῖς ὀνόμασιν ἢ τῇ τῶν ὀνομάτων πτώσει προσέχοντας χρὴ τὰς κατηγορίας ἐν ταῖς προτάσεσι ποιεῖσθαι, ὡς εἰ μὲν κατ’ εὐθεῖαν λέγοιτο, καὶ δὴ γίγνεσθαι κατηγορίαν, ἄν δὲ κατὰ πτῶσιν, μηκέτι, ἀλλὰ πρὸς τὰ πράγματα ἀποβλέποντας χρὴ καὶ τὰς ὑπάρξεις αὐτῶν, ὡς ἐνδέχεται ταύτας σημαίνεσθαι καὶ δι’ ἧς ἄν πτώσεως, οὕτως καὶ τὰς προτάσεις σχηματίζειν), νῦν λέγει, ποσαχῶς ἀληθές ἐστιν εἰπεῖν ἄλλο ἄλλῳ ὑπάρχειν· ὁσαχῶς γὰρ αἱ κατηγορίαι καὶ τὰ τῶν ὄντων γένη διῄρηται. ἢ γὰρ ὡς οὐσίαν τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ ἐν τῷ τί ἐστιν ὂν αὐτοῦ ληπτέον ἐν ταῖς προτάσεσιν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿, ἢ ὡς ποσότητα αὐτοῦ δηλοῦν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος τρίπηχύ ἐστιν᾿, ἡ ὡς ποιότητα, ἄν λευκὸς εἶναι ῥηθῇ, ἢ ὡς σχέσιν, ἐὰν δεξιὸς ἢ πατήρ, ἢ ὡς ἐνέργειαν, ἂν διαλέγηται ἢ γράφῃ, ἢ ὡς πάθος, ἂν τύπτηται ἢ ἀλγῇ, ἢ ὡς τόπον, ἄν ἐν Λυκείῳ εἶναι ῥηθῇ, ἢ ὡς χρόνον, ἄν λέγηται, ὅτι χθὲς ἦν ἢ πέρυσιν, ἢ ὡς κεῖσθαι, ὅταν κατῆσθαι λέγηται, ἢ ὡς ἔχοντός τι, ἄν ὑποδεδέσθαι ἢ ὡπλίσθαι λέγηται. τοσαῦται γὰρ αἱ κατηγορίαι, καὶ τοσαυταχῶς οἷόν τε ἄλλο ἄλλῳ ὑπάρχειν τε καὶ ἀληθεύεσθαι κατ’ αὐτοῦ. καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς καὶ καθόλου ληπτέον τὰ κατηγορούμενα κατηγορεῖσθαι πῇ· τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ [*](1 κλήσεις a et Ar.: κλίσεις B (ABu) 3 Περὶ ἐρμ.] c. 2 p. 16a32 6 καὶ alterum om. a 7 ὡς τὸ διπλάσιον· ἡμίσεος γὰρ in vestigiis manus primae evanidae B2 12 τὸ alterum add. Β: om. a 16 ὁσαχῶς κτλ.] c. 36 p. 48b2 17 post χρὴ add. σημαίνειν Ar. 18 τῇ om. a 20.21 ἀποβλέπειν a 21 ὡς ἐνδέχεται Β: ἐνδέχεσθαι a 22 οὕτω a 23 εἰπεῖν om. a 24 διῄρηνται a 27 τριπήχης a 30 λέγηται a: γένηται Β 31 λέγηται (post καθῆσθαι) scripsi: λέγοιτο aB ὀπλίζεσθαι λέγοιτο a 33 τε om. a)

367
τὸ δὲ συμβεβηκὸς ποτὲ μὲν ἁπλῶς, ὡς ἐπὶ τῆς χιόνος τὸ λευκόν,. ποτὲ δὲ πῇ, ὡς τοῦ ὀφθαλμοῦ τὸ λευκόν. ἔτι δὲ ἢ ἀπλῶς τε καὶ ἄνευ συνθέσεως κατηγορητέον, τοῦτ’ ἔστιν ἕν τι καὶ μιᾶς πατηγορίας, ἢ συμπεπλεγμένα τε καὶ συγκείμενα· ἡ μὲν γὰρ ᾿Σωκράτης ἄνθρωπός ἐστιν᾿ ἁπλοῦν ἔχει τὸ κατηγορούμενον, ἡ δὲ λέγουσα ᾿Σωκράτης ἄνθρωπος λευκός ἐστιν᾿ ἢ ᾿Σωκράτης καθήμενος διαλέγεται᾿ σύνθετόν τε καὶ συγκείενον. ἐπισκεπτέον δέ, φησί. ταῦτα καὶ διοριστέον βέλτιον, ἐπεὶ τῶν συγκειμένων ἐν ταῖς κατηγορίαις τὰ μὲν μίαν πρότασιν ποιεῖ, τὰ δ’ οὐ μίαν. ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι, τὰ δὲ συνθέντας οὐκ ἔστιν ἀληθῶς κατηγορῆσαι. περὶ τούτων ἀξιοῖ ἄμεινον δεῖν ἐπεσκέφθαι· ἀλλὰ καὶ περὶ τῶν ἄλλων, ὧν τὰ κεφάλαια ἐκτίθεται. καὶ αὐτὸς μὲν ἐν τῷ Περὶ ἑρμηνείας, ἐπὶ πλέον δὲ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως περὶ τούτων λέγει.

[*](p. 49a 11)

Τὸ δ’ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ 124v πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς μέσῳ.

Τὸ ἐπαναδιπλούμενον, ὅ ἐστι τὸ δὶς λαμβανόμενον, οὐχ ἁπλῶς τὸ προστιθέμενον καὶ προσκατηγορούμενον· τοῦτο γὰρ καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ τὸ τῆς ἐπαναδιπλώσεως· ἔστι δὲ ὁ ἐπαναδιπλούμενος ἐν ταῖς προτάσεσιν ὁ μέσος ὅρος· οὗτος γὰρ γίνεται προσκατηγορούμενος ἐπαναδιπλωθείς· οὐ φησι δὲ δεῖν ἐν ταῖς ἀναλύσεσι τῶν τοιούτων συλλογισμῶν τῷ μέσῳ ὅρῳ τὸ δεύτερον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον συντάσσεσθαι, ὡς δὶς εἶναι τὸν μέσον λεγόμενον, ἀλλὰ τῷ πρώτῳ, τοῦτ’ ἔστι τῷ μείζονι καὶ κατηγορουμένῳ. ὃ δὲ λέγει, διὰ τοῦ παραδείγματος σαφὲς πεποίηκεν· εἰ γὰρ γίνοιτο συμπέρασμα διὰ συλλογισμοῦ, ὅτι τῆς δικαιοσύνης ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν, τὸ μὲν ἐπαναδιπλούμενόν ἐστι τὸ ἀγαθόν, ὃ πρόσκειται τῇ ἐπι- στήμῃ, ἐπαναδιπλούμενον δέ, ὅτι καὶ ὁ μέσος ὅρος τὸ ἀγαθόν ἐστιν. ὁ γὰρ συλλογισμὸς οὗτος· ἡ δικαιοσύνη ἀγαθόν, τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν. οὕτως γὰρ κειμένων τῶν ὅρων καὶ ὄντος μείζονος μὲν ἄκρου ἐπιστήμης, ὅτι ἀγαθόν, μέσου δὲ ἀγαθοῦ, ἐλάττονος δὲ ἄκρου δικαιοσύνης ἔσται τὸ εἰρημένον συμπέρασμα τὸ τῆς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, καὶ ἡ ἀνάλυσις εἰς τοὺς εἰρημένους ὅρους ἔσται τοῦ συλλογισμοῦ. ἐὰν δὲ τὸ ἐπαναδιπλούμενον τοῦτο δέ ἐστι τὸ ἀγαθόν) μὴ τῷ μείζονι ἄκρῳ συναφθῇ ἀλλὰ τῷ μέσῳ καὶ γένηται ὁ μέσος ἀγαθόν, ὅτι ἀγαθόν, οὔτε ἔτι συμπέρασμα ἔστι τὸ τὴν δικαιοσύνην ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, τῷ μὴ εἶναι τῷ κατηγο- [*](1 τε om. a 3 συνθέσεως a: συνέσεως Β 4 ἐν τι καὶ om. in lac. a 5. 6 τὸ κατηγορούμενον om. a 8 φησί om. a 10 et 11 κατηγορεῖν a 12 ἐπεσκέφθαι ex ἕπεσθαι coir. B1 13 post piv add. γὰρ a Περὶ ἑρμ.] c. 11 ante Θεόφρ. add. ὁ a 17 ante ἐπαναδ. add. δ’ (ut vs. 15) a: eras. Β 25 συλλογισμοῦ Β: συλλαβῶν a 31 ante ἔσται add. δὲ a 35 γενήσεται a)

368
ρουμένῳ προσκείμενον τὸ ὅτι ἀγαθόν, ὅπερ ἦν τὸ ἀναδιπλούμενον· ἀλλ᾿ [*](124v) οὐδ’ ἡ ἐλάττων πρότασις συνετὴ ἔτι· ἔσται γὰρ ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν. ἢ γὰρ περιττῶς ἔσται προσκείμενον τῷ ἀγαθῷ τὸ ὅτι ἀγαθὸν μηδὲν σημαῖνον, καὶ ἀσύνετος ἡ πρότασις ἔσται ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν᾿, ἢ εἰ σημαντικὸν τοῦ διὰ τοῦτο τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, ὅτι μόνη ἀγαθόν ἐστι καὶ ταὐτὸν τῷ ἀγαθῷ, ψεῦδος ἂν εἴη τὸ λεγόμενον. σημειωτέον δέ, ὅτι ψεῦδος καὶ τὸ μὴ συνετὸν λέγει. οὐ δὴ τῷ μέσῳ ὅρῳ χρὴ προσκεῖσθαι τὸ ἐπαναδιπλούμενον, ὡς τὸν μέσον ὅρον εἶναι δὶς τὸν αὐτὸν λαμβανόμενον, ἀλλὰ τῷ κατηγορουμένῳ. τὸ δὲ ἡ γὰρ δικαιοσύνη, ὅπερ ἀγαθόν, δεικτικὸν ἅμ ἐστὶ τοῦ πῶς ἀληθής ἐστιν ἡ πρότασις· τὸ γὰρ ὅπερ τοῦ γένους αὐτῷ δηλωτικόν ἐστι. διὰ τοῦτο οὖν ἀληθὴς ἡ ἐλάττων πρότασις ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀαθόν᾿, ὅτι, ὅπερ ἀγαθόν, ἐστί, τοῦτ’ ἔστιν, ὅτι ὡς ἐν γένει τῷ ἀγαθῷ ἐστιν· τοῦτο δέ, ἐπεὶ περιέχεται ὑπ’ αὐτοῦ. ἅμα δὲ σημεῖον τὸ ὅπερ προσκείμενον τοῦ κατ’ εὐθεῖαν κατηγορεῖσθαι τὸ ἀγαθὸν τῆς δικαιοσύνης, οὐχ οὕτως, <ὡς> ἦν τὸ ὑποκείμενον ἐπιστήμῃ· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη, ἀλλ’ οὐ τὸ ἀγαθὸν ἐπιστήμη. οὕτως μὲν οὖν τῆς δικαιοσύνης κατηγορεῖν τὸ ἀγαθὸν ἁπλῶς ὑγιές τε καὶ ἀληθές· τὸ γὰρ γένος τοῦ εἴδους καὶ τὸ περιέχον ὅλως τοῦ περιεχομένου κατηγορεῖται, διὸ καὶ ἁπλῶς. οὐκέτι μέντοι ἀληθὲς τὸ ‘ἡ δικαιοσύνη ταὐτὸν τῷ ἀγαθῷ ἐστιν᾿, δ δηλοῖ ὁ λέγων ‘ἡ δικαιοσύνη ἀγαθόν ἐστιν, ὅτι ἀγαθόν᾿· κοινότερον δὲ νῦν τὸ ἀγαθὸν ὡς ἐν τῷ ὅπερ καὶ ὡς γένος ἔλαβε κατηγορεῖσθαι τῆς δικαιοσύνης· ἀντὶ γὰρ τοῦ περιέχειν τῷ ὅπερ ἐχρήσατο.

Ὁμοίως δὲ πάλιν, κἀν ᾖ συμπέρασμα, ὅτι τὸ ὑγιεινὸν ἐπιστητόν ἐστιν, ᾗ ἀγαθόν, τὸ μὲν ἀναδιπλούμενόν ἐστι τὸ ἀγαθόν· ἡ δ’ ἀνάλυσις ἔσται καὶ τούτου τοῦ συλλογισμοῦ εἴς τε τοὺς ὅρους καὶ τὰς προτάσεις, ἄν ᾖ τῷ ὢ μείζονί τε καὶ κατηγορουμένῳ ὅρῳ προσκείμενον τὸ ᾗ ἀγαθόν, ἵνα ᾖ μείζων μὲν ἄκρος ἐπιστητόν, ᾗ ἀγαθόν, μέσος δὲ ἀγαθόν, ἔσχατος δὲ τὸ ὑγιεινόν. ἔσονται γὰρ αἱ μὲν προτάσεις ‘τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν᾿, συμπέρασμα δὲ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν᾿. ἄν δὲ μὴ τῷ κατηγορουμένῳ τὸ ἐπαναδιπλούμενον ἐν τῇ ἀναλύσει προστεθῇ ἀλλὰ τῷ μέσῳ, οὔτε τὸ συμπέρασμα ἔτι δειχθήσεται τὸ προκείμενον <τὸ> ‘τὸ ἐπιστητόν, ᾗ ἀγαθόν᾿, οὔ τε ἡ πρότασις πρότασις ἀληθής ἐστιν ἢ συνετὴ 125r ἡ λέγουσα ‘τὸ ὑγιεινὸν ἀγαθόν, ᾗ ἀγαθόν᾿. ὅμοιον τούτοις ἐστὶ καὶ τὸ ὁ τραγέλαφος δοξαστόν], ᾗ μὴ ὄν. σφόδρα δὲ συντόμως εἰρημένον ἀσάφειαν ἔχει· μόνον γὰρ ἔλαβε τὸ ἐπαναδιπλούμενον τοῦ ὑποκειμένου κατη- [*](1 ὅτι om. a συνετὴ corr. B1: συστῆ a 2. 3 ὅτι ἀγαθόν a 3 γὰρ om. a 4 συμβαῖνον a 5 εἴ om. a σημαντικὴ a τοῦ scripsi: τὸ B: om. a 6 τὸ λεγόμενον εἴη a 7 οὐδὲ a 8 ἐπαναμετρούμενον a 10 post τοῦ adil. κατ’ εὐθεῖαν a 12 ὅτι om. a 15 <ὡς> ἦν τὸ scripsi: ἢ τὸ B: δὲ τοῦτο a 19 ἡ ex εἰ corr. 21 ὡς ἐν τῷ . . . ᾗ (ex ἡ corr. B2) ἀγαθόν (24) om. a 25 τε Β: τὴν a 26 ᾖ ex ἡ corr. Β1 27 ᾖ ex ἢ corr. Β2 29 συμπέρασμα . . . ἀγαθόν om. a 30 ante τῷ add. ἐν a 31 τὸ alteram add. a: om. Β 32 πρότασις alterum om. a ἢ ex ἡ corr. Β 33 ὁ om. Ar. (cf. p. 369, 2— 5) 34 δοξαστόν, quod exceptis Bd A list. cod. nou habent, ut ex p. 369,2 —4 translatum delevi (cf. Waitzii comment.) ᾖ ex ἢ corr. Β)

369
γορούμενον παραλιπὼν τῷ κατηγορουμένῳ προσκεῖσθαι αὐτὸ δεῖν. ἔστι [*](125r) γὰρ τὸ συμπέρασμα ·τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν· ὁ δὲ συλλογισμὸς ‘τραγέλαφος μὴ ὅν, τὸ μὴ ὂν δοξαστόν, ᾗ μὴ ὄν᾿, ἐφ’ αἷς προτάσεσι συμπέρασμα τὸ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν. τινὲς δὲ ἤκουσαν οὕτως· 5 ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν μὴ ὄν, ᾗ μὴ ὄν, τραγέλαφος ἄρα μὴ ὄν, ᾗ μὴ ὄν.

Ὅμοιον παράδειγμα τοῖς προειρημένοις καὶ τὸ ἄνθρωπος φθαρτόν, ᾗ αἰσθητόν· ἔστι γὰρ συμπέρασμα ἔχον ἐπαναδεδιπλωμένον τὸ αἰσθητὸν δῆλον ὡς διὰ μέσου ὅρου τοῦ αἰσθητοῦ γεγονότος καὶ δεδειγμένον. ὁ γὰρ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτόν, ᾗ αἰσθητόν· ἐφ’ οἷς τὸ κείμενον συμπέρασμα τοῦ αἰσθητοῦ ἐπαναδεδιπλωμένου καὶ δεύτερον εἰλημμένου τῷ κατηγορουμένῳ ἄκρῳ συντεταγμένου τῷ φθαρτῷ ἀλλ’ οὐ τῷ μέσῳ. τὸ δ’ ἐπαναδιπλούμενον ἐπικατηγορούμενον εἶπεν, ἐπεὶ τῷ κατηγορουμένῳ συντάσσεται καὶ ἔστιν ἐν τοῖς συμπεράσμασι προσκατηγορούμενον τε καὶ ἐπικατηγορούμενον. δύναται δὲ καὶ καθολικώτερον εἰρηκέναι νῦν, ὅτι ἐν πᾶσι τοῖς συλλογισμοῖς, ἐν οἷς ἐστι προσκείμενόν τι τῷ κατηγορουμένῳ καὶ ἐπικατηγορούμενον ἐν τῷ συμπεράσματι, ἄν τε δὶς ἡ ταὐτὸν εἰλημμένον καὶ ἐπαναδεδιπλωμένον, ὡς ἐφ’ ὧν εἰρήκαμεν εἶχεν ἦν γὰρ τῷ μέσῳ ταὐτόν· ἐδύνατο δὲ καὶ τῷ κατηγορουμένῳ ταὐτόν, ὡς ἐπὶ τοῦ τραγελάφου, εἰ ἐν τῷ συμπεράσματι λαμβάνοι τις ‘ὁ τραγέλαφος μὴ ὄν, ᾗ μὴ ὄν᾿), ἄν τε καὶ ἄλλως ᾖ προσειλημμένον, δεῖ τὰς ἀναλύσεις ποιουμένους ἐν ταῖς τῶν ὅρων ἐκθέσεσι τὸ τοιοῦτον συντάσσειν τῷ μείζονι ἄκρῳ, ὃς κατηγορεῖται ἐν τῷ συμπεράσματι· οὕτως γὰρ ἐπικατηγορούμενόν τε καὶ προσκατηγορούμενον ἔσται ἐν τῷ συμπεράσματι. ἔοικε μέντοι ταὐτὸν λέγειν ἐπικατηγορούμενόν τε καὶ ἐπαναδιπλούμενον· ἐπήνεγκε γὰρ τὸ πρὸς τῷ ἄκρῳ τὴν ἐπαναδίπλωσιν θετέον.

[*](p. 49a 27)

Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων, ὅταν συλλογισθῇ, καὶ ὅταν τι τόδε ἢ πῇ ἢ πῶς.

Οὔ φησι δεῖν ἐν ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι τὴν αὐτὴν καὶ ὁμοίαν θέσιν καὶ ζήτησιν τῶν ὅρων ποιεῖσθαι, ὅταν τε ἁπλῶς τι ἐν τῷ συμπεράσματι ᾖ κατηγορούμενον εἰλημμένον, καὶ ὅταν μετὰ προσθήκης τινὸς ἐπικατηγορουμένου τῷ κατηγορουμένῳ συντεταγμένου, ὡς ἔδειξεν ἐν τοῖς τὸ ἐπαναδιπλούμενον προσκατηγορούμενον ἔχουσι συμπεράσμασιν, ὃ ἐδήλωσε διὰ τοῦ τὶ τόδε ἢ πῇ ἢ πῶς. τῶν γὰρ προσκατηγορουμένων τὰ μέν, τί ἐστι τὸ ὑποκείμενον, δηλοῖ, ὡς ἐπὶ τοῦ συμπεράσματος τοῦ τὸ ἰσοσκελὲς δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ᾗ τρίγωνον τὸ γὰρ προσκατηγορούμενον, ἔστι δὲ [*](1 αὐτῷ a 2 post συμπέρασμα add. τὸ a ἢ Β pr. 3 post ᾗ μὴ ὃν expunxit ὅμοιον . . . φθαρτόν (ex vs. 7 trauslata) Β 3. 4 auto συμπέρασμα add. τὸ a 5 μὴ ὃν ᾗ μὴ ὄν lecepit Ar. cod. n 7. 8 ἄνθρωπος φθαρτόν, ᾖ Β2 (B1 evan.) 8 ἐπαναδιπλωμένον a 9 δεδειγμένον scripsi : δεδειγμένου aB 1 1 ἐπαναδιπλωμένου a 14 συνέπεται a 19 ἡδύνατο a 20 τις Β: τίσι a 23 γὰρ om. a 27 τι oiu. a)

370
τὸ ῾ᾗ τρίγωνον᾿, τί ἐστι τὸ ἰσοσκελές, δηλοῖ, ὅ ἐστιν ὑποκείμενον ἐν τῷ [*](125r) συμπεράσματι), τὸ δὲ πῇ, ὡς ἐπὶ τοῶ ῾τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν᾿· τῇ γὰρ τὸ ὑγιεινὸν ἐπιστητόν· καθ᾿ ὃ γὰρ ἀγαθόν, ἐπιστητόν. ὅταν δὲ ῾τραγέλαφος δοξαστόν, ᾖ μὴ ὄν᾿, τὸ πῶς· οὅτως γὰρ δοξαστὸν ὡς μὴ ὄν. τοισῦτα μὲν τὰ συμπεράσματα, ἐν οἶς προσκατηγορεῖταί τι, καὶ τοιούτων τινῶν δηλωτικά. τὰ δὲ ἁπλᾶ, ὅταν τὸ κατηγορο;;υμενον ἁπλῶς ἄνευ προσθήκης τυὸς τοῦ ὑποκειμένου ἐν τῷ συμπεράσματι κατηγορηθῇ, οἰον ἂν ᾖ συμπέρασμα τὸ ῾ἡ δικαιοσύνη ἐπιστητόν᾿ ἢ ῾τὸ ἀγαθὸν ἐπιστητόν᾿· τὸ γὰρ ἐπιστητὸν ἔνθα μὲν τοῦ ἀγαθοῦ ἔνθα δὲ τῆς δικαιοσύνης ἁπλῶς κατηγορεῖται. οὔσης τοίνον τοιαύτης διαφοπᾶς ἐν τοῖς συλλογισμοῖς τε καὶ συμπεράσμασιν οὔ φησι δεῖν τοῦς ὅρους ὁμοίως ζητεῖν ἔν τε τοῖς ἁπλῶς κατηγορονμένοις καὶ ἐν τοῖς μετὰ προσθήκης, ἀλλ᾿οταν μὲν [οὖν] ἁπλοῦν ᾖ τὸ συμπέρασμα, οἰον ὅτι ἡ δθαιοσύνη ἢ τὸ ἀγαθόν, ὣς αὐτὸς λέγει, ἐπιστητόν, τὸν μέσον ὅρον ζητητέον | καὶ θετέον καινότερόν τινα, ὃς ἁπλῶς ὑπάρχει [*](125v) τῷ ὑποκειμένῳ ὅρῳ, τῇ δικαιοσύνῃ ἢ τῷ ἀγαθῷ, κκθ᾿ οὖ δῆλον ὅτι καὶ ὁκατηγορούμενος ἀληθῶς κατηγορηθήσεται οἶον τὸ ὄν· γίνεται γὰρ συλλογισμὸς ῾ἡ δικαιοσύνη ἢ τὸ ἀγαθδν ὄν, τὸ ὂν ἐπιστητόν, ἡ δικαιοσύνη ἄρα ἐπιστητὸν ᾒ τὸ ἀγαθόν᾿. ὅταν δὲ ᾖ τὸ συμπέρασμα μὴ ἅπλοῦν ἀλλ᾿ ἔχον προσκείμενόν τι καὶ προσκκτηγορούμενον, δεὶ καὶ τὸν μέσον ὅρον μηκέθ᾿ ἁπλῶς καὶ καθῶς ζητεῖν ὑπάρχοντα τῷ ὑποκειμένῳ ἀλλὶ προσεχέστερον καὶ κατὰ τὸν τρόπον τοῶτον ὑπάρχοντα, καθ᾿ ὅν ληφθέντος αὐτοῶ ἀληθὴς ὁμέίζων ἄκρος ἔσται κατ᾿ αὐτοῦ μετὰ τοῦ προσκειμένοω κατηγορούμενος. τὸ μὲν γὰρ ἐπιστητὸν ἁπλῶς κατὰ τοῦ ὄντος ἀληθὲς ἦν κατηγορὴσαι, οὐκέτι δὲ τὸ ῾ἐπιστητόν, ᾖ ἀγαθόν᾿ ἀληθὲς κατὰ τοῦ ὄντος, ἐπεὶ κοιυότερον τὸ ὺν καὶ ἐπὶ πλέον τοῦ κατηγορουμένου. οὐ γὰρ ἀληθὴς ἡ πρότωσις ἡ λέγουσα ῾τὸ ὂν ἐπιστητόν, ᾖ ἀγαθάν᾿· οὔτε γὰρ τὸ ὂν πᾶν ἀγαθόν, οὥτε μόωα τῶν ὄντων ταγαθὰ ἐπιστητά, εἴ γε ἡ αὐτὴ ἐπιστήωη τῶν ἀντεκειμένων. οὐκέτ᾿ οὗν ῥ μέσος ὅρος ἔσται τὸ ὂν ἅπλῶς ἀλλὰ τὶ ὄν, τοῶτ᾿ ἔστιν οἰκειότερὄν τι τῷ ὑποκειμένῳ καὶ προσεχέστερον καὶ οὐχ ὅμοίως κοωδν ἀλλὰ οὕτως ὄν, ὥς κατηγορεῖσθαι αὐτοῶ ὅ μείζων ἄκρος δοωήσεται. ἔστι δὲ ὅ μείζων ἄκρος ῾ἐ πιστητόν, ᾗ ἀγαθόν᾿. τὶ δὲ τοῦ ὄντος ἂν λάβαμεν, ὃ οἰκειώτερόν ἐστι τῇ δικαιοσύνη ἢ τῷ ἀγαθῷ, κατηγορηθάσεται κατ᾿ αὐτοῶ τὸ ῾ἐπιστητόν, ᾗ ἀγαθόν᾿, οἶον ἀν τὸ ἀγαθδν λάβωμεν ῂ τὸ αἱρετὸν ῂ τὴν ἀρετήν· τὸ γὰρ ἀγαθὸν ᾐ τὸ αἱρετὸν ᾒ ἡ ἀρετὴ ἐπιστητὄν, ᾖ ἀγαθόν. ἀλλὰ καὶ κατὰ τῆς δικαιοσύοης ὴ τοῦ ἀγαθοῦ ἀληθές ἐστι τὸ μέσον κατηγορῆσαι· ἀληθὲς γὰρ τὸ ῾ἡ δικαιοσύνη ἀγαθόν᾿ ὴ ῾τὸ ἀγαθὰν αύρετόν᾿. καὶ οἰκειύτερόν γε καὶ προσεχέστερον τὸ τῆς δικαιοςύνης τὸ ὀγαθδν ὴ τὴν ἀρετὴν κατηγορῆσαι ἤπερ τὸ ὄν· τὸ γὰρ ὰν κοωότερον· καὶ τνῶ ἀγαθνῶ πάλιον ὴ [*](2 τὸ δἐ] immo t]a d] (cf. p. 369,34) ἡ ex ὴ com. B1 3 ἄγαθίν om. a 4 τὰ (SC. ἂηλοῖ) semipsi: ταῦ aB 6 τινὰ a 9 ἔνθεν (anie μὲν) a 10 σωλλαγιακῆς a 12 οὔν B: om. a 14 post θετέον add. καὶ a 19 τι Β: οὗ a 17 ᾑ (post σινλλ.) B: ὴ a 18 ἐπιστητὸν ὴ τὸ ἀγαθόν om. a 19 τι Β: τε a μιηκέτ” a 22 prokeimqenou a 23 κατηγορεῖν a 32 ὴ om. a 33 post ᾗ expenixit τὸ B αἶαν...ᾖ ἀγαθόν (34) om.a)
272
ἔθηκε γὰρ αὐτὸς τοῦτο ἐν τοῖς προειρημένοις παραδείγμασιν, ὅτι, εἰ ἦν τὸ [*](126r) ὂν κατηγορούμενον κατὰ τῆς δικαιοσύνης ἢ κατὰ τοῦ ἀγαθοῦ, ἐγίνετο συμπέρασμα ἰὴ δικαιοσύνη ἐπιστητόν, ὅτι ὄν᾿ τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀλλ’ ὅτι ὄν) , οὐκέτι δὲ ‘ἐπιστητόν, ὅτι ἀγθόν᾿, τῷ μὴ εἶναι ἀληθῆ πρότασιν τὴν λέγουσαν ‘τὸ ὂν ἐπιστητόν, ᾗ ἀγαθόν᾿· εἰ γὰρ ὅλως δεῖ προσκεῖσθαί τι, προστεθήσεται τοῦτο, ὃ ἦν μέσος ὅρος, τὸ ὄν, καὶ ἔσται συμπέρασμα ἰὴ δικαιοσύνη ἢ τὸ ὂν] ἀγαθὸν ἐπιστητόν, ᾗ ὄν᾿, ἀλλ’ οὐχὶ ᾗ ἀγαθόν᾿.

[*](p. 49b 1)

Φανερὸν οὖν, ὅτι ἐν μέρει συλλογισμοῖς οὕτω ληπτέον τοὺς ὅρους.

’Ev μέρει συλλογισμοὺς εἶπε τοὺς οὐχ ἁπλῶς ἔχοντας τὸ κατηγορούμενον ἀλλὰ μετὰ τῆς προσθήκης τῆς δηλούσης “τὶ τόδε ἢ τῇ ἢ πῶς”· ταῦτα γὰρ καὶ τὰ τούτων δηλωτικὰ προσκείμενα τῷ κατηγορουμένῳ μερικώτερον αὐτὸ ποιεῖ. οὐ γὰρ ὁμοίως καθόλου ‘τό τε ἀγαθὸν ἐπιστητόν᾿ καὶ τὸ ‘τὸ ἀγαθὸν ἐπιστητόν <, ᾖ> ὄν᾿ ἢ ‘τὸ τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ‘ἡ ἢ ἰὴ δικαιοσύνη ἐπιστητόν, ᾗ ἀγαθόν᾿· ἐν τοῖς τοιούτοις οὖν συλλογισμοῖς καὶ οὕτως ἐν μέρει φανερόν φησιν εἶναι, ὅτι οὕτως δεῖ λαμβάνειν τοὺς ὅρους. τὸν γὰρ μέσον οὐ κοινὸν ληπτέον ὄντος μερικωτέρου τοῦ συμπεράσματος διὰ τὸ προσκατηγορούμενον ἀλλὰ προσεχῆ καὶ τῆς ἰδίου οὐσίας δηλωτικὸν ἢ καὶ τὸν αὐτὸν τῷ προσκειμένῳ· οὕτως γὰρ αὐτῷ ὑπάρξει ὁ μείζων ἄκρος. προειπὼν δὲ περὶ 20 τοῦ ἐπαναδιπλουμένου, ὅτι δεῖ αὐτὸν προσκεῖσθαι τῷ κατηγορουμένῳ, μετὰ ταῦτα εἶπε, τίνα μέσον ὅρον χρὴ λαμβάνειν, ἐν οἷς ἐπικατηγορούμενόν τι 25 πρόσκειται τῷ κατηγορουμένῳ, καὶ ἐδίδαξεν, ὅτι ἢ τὸ προσκείμενον ἢ οἰκεῖόν γέ τινα ἢ καὶ προσεχῆ τῷ ὑποκειμένῳ.

[*](p. 49b 3)

Δεῖ δὲ καὶ <ἃ> τὸ αὐτὸ δύναται, ἀντ’ ὀνομάτων.

Δεῖ, φησίν, ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὑπὲρ τοῦ εὐκολώτερον ἀναλύειν μεταλαμβάνειν τὰ ἐν τοῖς ὅροις κείμενα εἰς τὰ τὸ αὐτὸ δυνάμενα· τὸ αὐτὸ δὲ δύναται καὶ ὀνόματα ὀνόμασι καὶ λόγοι λόγοις καὶ ὀνόματα λόγοις. ἐπεὶ οὖν οὐκ ἐν ταῖς λέξεσιν ὁ συλλογισμὸς τὸ εἶναι ἔχει ἀλλ’ ἐν τοῖς σημαινομένοις, σημαίνει δὲ λόγοις ὀνόματα ταὐτόν, ὅταν ὦσιν οἱ ὅροι διὰ λόγων εἰλημμένοι, ἀναλύοντας χρὴ εἰς τὰ ἴσον τοῖς λόγοις ὀνόματα δυνάμενα καὶ σημαίνοντα ταὐτὸν προηγουμένως μεταλαμβάνειν τοὺς ὅρους. [*](2 ἐγένετο a 3 ὅτι, quod ante ἡ habent aB, transposui 4 ὅτι (ante ὄν) B: οὔ τι a 7 ante ἡ add. 75 a ov B: om. a οὕτως a 11 τῆς prius om. a 13 καὶ τὸ . . . ὄν (14) om. a 14 ᾖ prius addidi ἐπιστητόν, ᾖ (ex ἡ corr. Β) ἀγαθόν om. a 15 ᾖ ex ἢ corr. Β 18 ἰδίας a 19 post αὐτῷ repetit γὰρ a post δὲ add. ἐπὶ τοῦ κατηγορουμένου a 23 ἢ om. a 24 ἁ τὸ αὐτὸ a et Ar.: ταῦτα Β (cf. vs. 27) 24. 25 ὀνόματα ἀντ’ ὀνομάτων om. a 30 τοῖς σημαινομένοις scripsi (cf. p. 373,29): ταῖς σημαινομέναις aB 31 ἴσα a 32 προηγοῦμαι a)

373
σχήματος, καθ’ ὃ ἠρώτηται, γίνεται ὀνομάτων ὄντων τῶν ὅρων καὶ μὴ λόγων· οἱ γὰρ λόγοι διὰ τὸ μῆκος ἀσάφειαν παρέχουσιν ἐν ταῖς τῶν προτάσεων εἰς τοὺς ὅρους διαιρέσεσί τε καὶ συμπλοκαῖς. οἷον ἄν ᾖ κείμενον κατὰ Σωκράτους ζῷον πεζὸν δίπουν, κατὰ ζῴου πεζοῦ δίποδος οὐσία ἔμψυχος αἰσθητική· μεταληψόμεθα γὰρ τῶν λόγων τὸν μὲν εἰς τὸν ἄνθρωπον τὸν δὲ εἰς τὸ ζῷον. πάλιν ἄν ᾖ κείμενον τῇ αὑτοῦ φύσει ἀγαθόν, εἰς τὸ δι’ αὑτὸ ἀγαθὸν μεταληψόμεθα. καὶ ὄνομα δὲ ἀντ’ ὀνόματος, οἷον ἀντὶ χαρᾶς ἡδονήν· συνηθέστερον γάρ. ὁποίαν δὲ χρὴ τὴν μετάληψιν τῶν ὅρων ποιεῖσθαι καὶ πῶς, αὐτὸς διὰ τοῦ παραδείγματος ἐδήλωσεν· εἰ γὰρ ταὐτὸν σημαίνει τῷ λόγῳ τῷ λέγοντι τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ὁ λέγων τὸ δοξαστὸν μὴ εἶναι, ὅπερ ὑποληπτόν, ἐπεὶ τὸ ὅπερ τοῦ γένους ἐστὶν δηλωτικόν, εἰς τοῦτο χρὴ τὴν μετάληψιν ποιεῖσθαι καὶ ἀντὶ τοῦ τιθέναι ὅρον τὸ δοξαστὸν καὶ τὸν λόγον τὸν λέγοντα μὴ εἶναι τοῦ δοξαστοῦ γένος τὸ ὑποληπτὸν ληπτέον τὸ δοξαστὸν ὅρον καὶ τὸ ὅπερ ὑποληπτόν· ὁ γὰρ αὐτὸς ἔσται συλλογισμός. διὰ γὰρ τὰ σημαινόμενα ὑπὸ τῶν λέξεων, [*](126v) ὡς ἔφαμεν, ὁ συλλογισμὸς γίνεται, οὐ διὰ τὰς λέξεις· ὅταν γοῦν μηδὲν σημαίνωσιν ἢ ἀμφίβολοι ὦσιν, οὐ γίνεται συλλογισμὸς ἐξ αὐτῶν. ὥσθ’ ὅταν ταὐτὰ σημαίνηται ὑπὸ διαφόρων λέξεων προηγουμένως καὶ ὁμοίως λαμβάνηται, ὁ αὐτὸς ἔσται συλλογισμός. ταὐτὸν δὲ σημαίνει τῇ λέξει τῇ λεγούσῃ ‘τὸ ζῷον ἐν γένει ἐστὶν τῇ οὐσίᾳ᾿ ἡ λέγουσα λέξις ‘τὸ ζῷον, ὅπερ οὐσία, ἐστίν᾿. γέγονε δὲ οὕτως λόγου εἰς λόγον μετάληψις· ὥστε καὶ ἡ μετάληψις αὐτῶν ἡ εἰς ἄλληλα κατ’ οὐδὲν ἀλλοιοτέρους ποιήσει τοὺς συλλογισμούς. οὐκ ἔστι δὲ τὸ νῦν εἰρημένον μαχόμενον τῷ εἰρῆσθαι δοκοῦντι πρὸ ὀλίγου τῷ “οὐ δεῖ δὲ τοὺς ὅρους ζητεῖν ὀνόματι ἐκτίθε σθαι”. ἐκεῖ τε γὰρ εἶπεν ‘οὐκ ἀεὶ δεῖ ζητεῖν᾿, διότι ἐπ’ ἐνίων οὐχ οἷόν τέ ἐστιν εὑρεῖν, ἐνταῦθά τε ἀξιοῖ τοῦτο ποιεῖν, ἐφ’ ὧν οἷόν τε εὑρεῖν τὰ ἴσον δυνάμενα λόγοις ὀνόματα.

Ἀριστοτέλης μὲν οὖν οὕτως περὶ τῶν κατὰ τὰς λέξεις μεταλήψεων φέρεται· οἱ δὲ νεώτεροι ταῖς λέξεσιν ἐπακολουθοῦντες οὐκέτι δὲ τοῖς σημαινομένοις 30 οὐ ταὐτόν φασι γίνεσθαι ἐν ταῖς εἰς τὰς ἰσοδυναμούσας λέξεις μεταλήψεσι τῶν ὅρων. ταὐτὸν γὰρ σημαίνοντος τοῦ ‘εἰ τὸ Α, τὸ Β’ ἐν] τῷ ἀκολουθεῖν τῷ Α τὸ Β, συλλογιστικὸν μὲν λόγον φασὶν εἶναι τοιαύτης ληφθείσης τῆς λέξεως ἱεῖ τὸ Α τὸ Β, τὸ δὲ A, τὸ ἄρα Β’, οὐκέτι δὲ συλλογιστικὸν ἀλλὰ περαντικὸν τὸ ‘ἀκολουθεῖ τῷ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα ᾿.

Τῶν συλλογισμῶν a εἰς B: καὶ a ὃ a: ὃν B τῶν om. a om. a αἰσθητή a τὸν ἄνθρωπον Β: τὸ δίπουν a 7 αὑτοῦ scripsi: αὐτοῦ aB 8 αὐτὸ B pr.

[*](7. 8 μεταληψόμεθα εἰς τὸ δι’ αὑτὸ αὐτὸ Β pr.) ἀγαθόν a 12 ἐπεὶ . . . γένος τὸ ὑποληπτὸν (15) om. a 16 λέξεων Β: λεγόντων a 18 ἐξ αὐτῶν, ὥσθ’ Β: οὔτ’ a 22 λόγον Β: λόγου a μετάληψις (post λόγον) scripsi: μετάληψιν aB καὶ oin. a 24 ἐστι Β: ἔτι a πρὸς ὀλίγον a 25 οὐ δεῖ κτλ.] c. 35 p. 48 a 29 post ὅρους add. ἀεὶ Ar. et lem. p. 357, 18 τε Β: τὸ a 27 ἴσα a 28. 29 φαίνεται a 31 τοῦ a: τῷ B ἐν B: om. a 33 τῷ (??) a οὐκέτι δὲ B: οὐκ ἔστι a 34 παρεπτικὸν a ἀκολουθεῖν a)
374
[*](p. 49b 10)

ἐπεὶ δ’ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν [*](126v) καὶ τὸ εἶναι τὴν ἡδονὴν τἀγαθόν.

Ὅτι, ἐν οἷς μὴ ταὐτὸν ἡ λέξις σημαίνει, κἄν παρ’ ὀλίγον ἡ τῆς λέξεως μετάληψις ᾖ, ἀκριβολογεῖται πρὸς τὸ σημαινόμενον, ἡγούμενος δεῖν βλέπειν οὐκ εἰς τὴν λέξιν ἀλλ’ εἰς τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως καὶ τοῦτον σκοπὸν τίθεσθαι, δῆλον δὲ] διὰ τοῦ νῦν λεγομένου. ἀξιοῖ γάρ, ἐπεὶ μὴ ταὐτὸν σημαίνει τὸ λέγειν τὴν ἡδονὴν ἀγαθὸν εἶναι καὶ τὴν ἡδονὴν τἀγαθὸν εἶναι ὁ μὲν γὰρ ἀγαθὸν τὴν ἡδονὴν λέγων ἁπλῶς αὐτῆς κατηγορεῖ τὸ ἀγαθόν, ὁ δὲ τἀγαθὸν λέγων αὐτὴν τὴν ἐν τοῖς ἀγαθοῖς αὐτῆς ὑπεροχὴν κατηγορεῖ), ἐν δὴ ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι, φησί, δεῖ παραφυλάττειν, κἄν μὲν ᾖ τἀγαθὸν ἡ ἡδονὴ κείμενον, ὅρους τὴν ἡδονὴν καὶ τἀγαθὸν ληπτέον, ἄν δὲ ᾖ ἁπλῶς ἡ ἡδονὴ καὶ] ἀγαθόν, ἡδονὴν καὶ ἀγαθόν. ὁμοίως τούτοις οὐ ταὐτόν ἐστι λαβεῖν τὸν ἄνθρωπον ζῷον εἶναι ἢ τὸ ζῷον· τὸ μὲν γὰρ εἰπεῖν τὸν ἄνθρωπον ζῷον εἶναι ἀληθές, τὸ δὲ τὸν ἄνθρωπον τὸ ζῷον οὐκ ἀληθές. παρὰ τοῦτο γὰρ καὶ ὁ παραλογισμὸς ἐν τῷ λόγῳ τῷ ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον γένος᾿· οὐκέτι γὰρ ὁ ἄνθρωπος γένος, ὅτι μηδὲ τὴν ἀρχὴν ἐλήφθη ὁ ἄνθρωπος τὸ ζῷον εἶναι, ἀλλ’ ἁπλῶς ζῷον, οὐχ ἀπλῶς δὲ ζῷον γένος, ἀλλὰ τὸ ζῷον· οὐ γὰρ πᾶν ζῷον γένος. διὸ καὶ τοῦτο ὁ λόγος ἁμάρτημα ἔχει μὴ ληφθείσης καθόλου τῆς μείζονος προτάσεως. ὁμοίως καὶ τὸ μὲν εἰπεῖν, ὅτι ἡ χιὼν λευκόν ἐστιν, ἀληθές, τὸ δὲ ἰὴ χιὼν τὸ λευκόν᾿ οὐκ ἀληθές. φησὶν οὖν δεῖν ἐν ταῖς τοιαύταις προσθήκαις ἀκριβολογεῖσθαι καὶ πρὸς τὸ σημαινόμενον βλέποντας τοὺς ὅρους ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ἐκλαμβάνειν, καθ’ ἃ ἐτέθησαν. οὕτως καὶ ἐν τῷ εἰς διαβολὴν τοῦ διὰ τριῶν φερομένῳ λόγῳ τῷ εἰ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν, εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστιν, εἰ μηδὲν ἄρα ἐστίν, ἡμέρα ἐστίν᾿ χρὴ ποιεῖν. ἐπεὶ γὰρ ἕπεται τῷ μηδὲν εἶναι οὐχ ἀπλῶς τὸ μὴ εἶναι νύκτα ἀλλὰ μηδὲ νύκτα, τοῦτον χρὴ τῆς δευτέρας συνεχείας ὅρον ἡγούμενον λαμβάνειν τὸν ἱεῖ μηδὲ νύξ ἐστιν᾿· ᾧ οὕτως ληφθέντι οὐκέτι ἀκολουθήσει τὸ ἡμέραν εἶναι. ἔτι καθ’ αὑτὸ μὲν λαμβανόμενον τὸ ἱεῖ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν᾿ ἀληθές, ἂν δὲ ἐπὶ προκειμένῳ συνημμένῳ τῷ ἱεῖ μηδέν ἐστιν, οὐδὲ νύξ ἐστιν᾿, οὐκέτι ἀληθὲς τῷ τὸ μέσον τὸ ἑπόμενον μὲν ἐν τῷ πρώτῳ συνημμένῳ ἡγούμενον δὲ ἐν τῷ δευτέρῳ μὴ ὁμοίως ἐν ἀμφοτέροις λαμ βάνεσθαι· ἐλήφθη γὰρ ἐν τῷ πρώτῳ συνημμένῳ τὸ ‘οὐδὲ νύξ’ ὡς [*](127r) ἴσον τῷ πρὸς τοῖς ἄλλοις μηδὲ νύκτα ἔσεσθαι, ᾧ οὐκέτι ἕπεται τὸ ἡμέραν εἶναι.

[*](1 δ’ postea add. Β ταῦτά a 2 τἀγαθὸν ex ἀγαθὸν coir. Β1 3 μὴ B: μὲν a 5 τοῦτο a 6 δὲ delevi μὴ Β: μὲν γὰρ a 7 λέγειν ex λεγόμενον corr. Β 8 γὰρ om. a 9 ὑπεροχὴν αὐτῆς a 10 δὴ Β: δὲ a 12 ἐὰν a καὶ prius add. B: om. a 16 μηδὲ scripsi: μὴ δὴ B: μὲν δὴ a 19 μὴ Β: μὲν a 24 τοῦ Β: τῷ a φερομένῳ λόγῳ a: φερομένου λόγου Β 25 εἰ μὴ νύξ ἐστιν om. a 29 μὴ Β: μὲν a 32 μὴ Β: μὲν ante lac. a post ὁμοίως add. εἰ a)
375