De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Διαφορὰ τοίνυν πυρετῶν ἡ μὲν οὐσιώδης, ἡ δ᾽ ἐπουσιώδης· καὶ οὐσιώδης μὲν ἡ ἐκ τῆς οὐσίας αὐτῆς τῶν πυρετῶν γινομένη, ἐπουσιώδης δὲ ἡ ἐκ τῶν ἐπισυμβαινόντων τῇ οὐσίᾳ τῶν αὐτῶν, προσεχῶς τε καὶ πόρρω αμβανομένη.

Οὐσία μὲν γὰρ πυρετῶν ἡ παρὰ φύσιν θερμότης, καθάπερ εἴρηται· ἡ γὰρ οὐσία τούτων τὸ μᾶλλον ἐπιδέχεται καὶ τὸ ἧττον· ἔστι δὲ καὶ ἐν ὑποκειμένῳ συμβεβηκός τι οὖσα, καὶ μὴ δυναμένη καθ᾽ αὑτὴν εἶναι ἢ καὶ ἐν τῷ ποιητικῷ ταύτης· αἰτίῳ.

Πρὸς δὲ καὶ τρόπον ἔχει κινήσεως τῇ τοῦ, ἐν ᾧ ἐστι, φύσει τε καὶ ποιότητι, εἴθ᾽ ὑποκείμενον, εἴτε αἴτιον εἴη. Ἔι δὲ καὶ συμπτώματά τινα ἀπεργάζεται.

Εἰκότως αἱ μὲν τῶν διαφορῶν οὐσιώδεις εἰσί τε καὶ λέγονται, οὐ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβανόμεναι, καθ᾽ ἃς μικρούς τε καὶ μεγάλους ὀνομάζομεν πυρετούς, οὐ κυρίως μὲν ἐπὶ πολλοῦ πράγματος ὄνομα ποιότητος ἐπιφέροντες, ὅμως δ᾽ οὖν εἰθισμένοι τοῦτο ποιεῖν οὐκ ἐπὶ πυρετῶν μόνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων μορίων, ἐν ποιότητι μὲν ἐχόντων τὴν ὕπαρξιν, ὀνομαζομένων δὲ μεγάλων καὶ μικρῶν· αἱ δὲ ἐπουσιώδεις αἱ λοιπαὶ πᾶσαι διαφοραί, αἵ τε παρὰ

τὴν ὕλην καὶ τὸ ὑποκείμενον, ἐν ᾧ ἡ παρὰ φύσιν θερμότης καὶ αἱ παρὰ τὸν τῆς κινήσεως τρόπον, ἔτι δὲ καὶ παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος· ταῦτα γάρ, ἥ τε ὕλη, ὅ,τε τῆς κινήσεως τρόπος, καὶ τὰ ξυμπτώματα ἐπισυμβέβηκε τῇ παρὰ φύσιν θερμότητι, καὶ οὐ κατ᾽ οὐσίαν ὑπάρχει ταύτῃ.

Διὰ τοῦτο καὶ τὰς ἐκ τούτων λαμβανομένας τῶν πυρετῶν διαφορὰς ἐπουσιώδεις εἶναί φαμεν καὶ οὐ κατ᾽οὐσίαν, κατ᾽οὐσίαν ὄυσης τῆς πρώτης διαφορᾶς ἢ διὰ τὸ μᾶλλὸν τε καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος λαμβάνεταί τε καὶ λέγεται, καθ’ ἣν μεγάλους καὶ μικρούς φαμεν πυρετούς, ὥσπερ εἴρηται· πάσας δὲ ταύτας τῶν πυρετῶν τὰς διαφορὰς τῶν πρὸ ἡμῶν τις ἀκριβῶς τε ἅμα καὶ σαφῶς ἐδήλωσε λέγων.