De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἀλλ᾽ ἀπορῆσαι ἄξιον, διὰ τί καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ; δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δ’ ἡ θερμασία γένος· ὁ μὲν οὖν περὶ τοῦ τῶν ὁμωνύμων λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρόκειται λέγειν, ἵνα σαφὴς γένηται, ὡς περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διοριζόμεθα λέγοντες.

Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι λέγεται, ἡ δὲ συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν

φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφστέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός.

Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία

Καλῶς δὲ τῷ ὅρῳ πρόσκειται καὶ τί, προϊοῦσα δ᾽ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἁφῇ τὰ πλησιέστερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα, κἀκεῖνα ἕτερα.

Ἐπεὶ δὲ πᾶν τὸ ἐκ τῆς καρδίας θερμὸν εἰς ὅλον τὸ σῶμα παραπεμπόμενον διὰ μέσων ἴεται τοῦ πνεύματος καὶ τοῦ αἵματος, ἂ παντὶ πρόσεστι μορίῳ τοῦ σώματος, ἐκ τῆς αὐτῆς ἰόντα καρδίας, εἰκότως τὴν παρὰ φύσιν θέρμην, ἐκ τῆς καρδίας ἀρχομένην, δι᾽ ἀρτηριῶν καὶ φλεβῶν εἰς ἅπαν ἰέναι τὸ σῶμά φαμεν. Τοῖς γὰρ αὐτοῖς, οἷς τὸ φυσικὸν θερμὸν παντὶ μορίῳ τοῦ σώματος μεταδίδωσιν ἡ καρδία, καὶ τὸ παρὰ φύσιν θερμὸν παραπέμψει, καὶ μάλισθ᾽ ὅτε καὶ ὁ πυρετὸς δοκεῖ τὸ φυσικὸν θερμὸν εἶναι εἰς τὸ πυρῶδες

Τό γε μήν, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ ὁμοίων· ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνεργείας αἰσθητῇ τινι βλάβῃ, ἐφ᾽ ᾗ πυρετὸς γένοιτο.

Βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἰναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλ᾽ ἐκείνην μόνην, ἤ ἐστι νόσος· νόσος γὰρ ἡ παρὰ φύσιν διάθεσις τὰς ἐνεργείας