De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Τοσαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ αἴτια, προκαταρκτικά τε ὄντα καὶ προηγούμενα καὶ συνεζευγμένα, καθάπερ εἴπομεν. Σὺ δέ μοι νόει, καὶ ὅτι τούτων πάλιν τὰ μὲν καθ᾽ αὑτό, τὰ δὲ κατὰ συμβεβηκός ἐστιν αἴτια τῶν ὧν ἐστιν αἴτια· καθ᾽ αὑτὸ μέν, ὅσα τὴν ποιητικὴν ἐν ἑαυτοῖς ἔχοντα δύναμιν, ἢ δυνάμει, ἢ ἐνεργείᾳ, κατ᾽ ἐκείνην ἀεὶ καθ᾽ αὑτὸ τὴν αὐτὴν ἀποτελεῖ διάθεσιν ἐν τῷ σώματι· οἷον, εἰ βούλει, τὸ πέπερι καὶ τὸ ὄπιον, τὸ μὲν ἀεὶ θερμαῖνον καθ᾽ ἣν ἔχει δυνάμει θερμότητα, τὸ δὲ ψυχραῖνον τῇ ἣν καὶ δυνάμει καὶ ἐνεργείᾳ κέκτηται ψύξει· κατὰ συμβεβηκὸς δέ, ὅσα μὴ καθ᾽ ἣν ἔχει δύναμιν, ὅπως ἂν ἔχοι, ἀλλὰ κατ᾽ ἄλλο τι τῶν ἐπισυμβαινόντων ταῖς ἐνεργείαις, τὰς διαθέσεις ἐργάζονται ὥσπερ τὸ ψυχρὸν ὕδωρ θερμαίνει μὲν τὸ σῶμα, ἀλλ᾽ οὐ καθ᾽ αὑτό· οὐδὲ γὰρ ψυχρότητος καθ᾽ αὑτὸ τὸ θερμαίνειν, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς καταπκνῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου ψυχρῷ, δι᾽ ὧν διαπνεῖται τὸ σῶμα, καὶ διαφορεῖται τὸ ἐν ἡμῖν ἐμφωλεῦον θερμόν, ἐκώλυσε τὴν τοῦ θερμοῦ πρὸς τὰ ἔξω πτῆσίν τε καὶ φοράν, κἀντεῦθεν τὸ σῶμα θερμότερον ἀπετέλεσεν ἑαυτοῦ.

Ὁμοίως δὲ καὶ τὸ θερμὸν ὕδωρ ψύχει μέν, ἀλλ᾽ οὐ καθ᾽ αὑτό· ἐπεὶ καὶ οὐ θερμότητος καθ᾽ αὑτὸ τὸ ψυχραίνειν, ἀλλὰ κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς ἀραιῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου θερμῷ, δι᾽ ὧν τὸ ἐν ἡμῖν

ἔμφυτον διαφορεῖται καὶ διαπνεῖται θερμόν, ῥᾳδίαν τὴν ἐκείνου πρὸς τὰ ἔξω φορὰν εἰργάσατο, κἀντεῦθεν τὸ σῶμα τῇ τοῦ θερμοῦ διαφορήσει ψυχρότερον ἑαυτοῦ