De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Αἴτιον τοίνυν παρ᾽ ἰατροῖς τὸ πρῶτον ὄν, ἀφ᾽ οὗ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις ἢ διάμονὴ διαθέσεως.

Πρῶτον μὲν οὖν ὂν εἴρηται διὰ τὸ ἀρχοειδέστερον εἶναι τὸ αἴτιον τοῦ ἰδίου αἰτιατοῦ, καὶ χρόνῳ μὲν ἔστιν ὅτε, φύσει δὲ ἀεὶ πρότερον ὑπάρχον ἐκείνου· ἀφ᾽ οὗ δὲ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις, πρόσκειται πρὸς δὲ καὶ τὸ ἢ διαμονὴ διαθέσεως, τὸ μὲν ποιητικόν, τὸ δὲ φυλακτικὸν σημαῖνον ἢ νόσου, ἢ τῆς οὐδετέρας διαθέσεως αἴτιον.

Δύο γὰρ τὰ αἴτια παρ᾽ ἰατροῖς, τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν· οὐχ ἑνὸς δηλαδὴ σώματος, ἀλλὰ πλειόνων, ὑγιεινῶν, νοσερῶν τε καὶ οὐδετέρων, καὶ τούτων πάλιν, τῶν ἁπλῶς τε καὶ ἐν τῷ νῦν, ὥσπερ καὶ τῶν ἁπλῶς, τῶν ἀεί τε καὶ ἐπὶ τὸ πολύ· τὸ γὰρ αἴτιον ἐν τῷ πρός