Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Τράχηλος ὁ μὲν πάνυ μακρὸς καὶ λεπτὸς δειλῶν καὶ κακοήθων, ὁ δὲ παχὺς ἅμα μήκει θυμικῶν καὶ [*](Adam. 5. καὶ om. y κοντοὺς] καμπτοὺς Ba et Vulcan. 10. ante Τράχηλος titulus περὶ τραχήλου in x )

367
μεγαλαύχων αὐθαδῶν τε, ὁ δὲ μετρίως μήκους ἔχων καὶ πάχους εὐπαγής τε καὶ ῥωμαλέος ἀλκίμων, εὐμαθῶν, εὐφυῶν πρὸς ἀρετήν, λαγαρὸς δὲ καὶ ἀσθενὴς παν- ούργων, κακομηχάνων. ὁπόσοις ὁ τράχηλος νεύροις κατατείνεται, σκαιοὶ οὗτοι· εἰ δὲ καὶ ἄλλα σημεῖα συμ- βαίνει, [καὶ] μωραίνουσι καὶ μανίᾳ ἐπιλαμβάνονται. καὶ οἱ μεγάλα 〈δὲ〉 ἀγγεῖα περὶ τῷ τραχήλῳ πεπλεγ- μένα ἔχοντες ἐμφανῆ σκαιοί· οἱ δὲ ὑπερφυῶς παχυ- τράχηλοι δυσόργητοι, σκαιοί, ἀμαθεῖς, ὑώδεις· οἱ δὲ [*](Adam. 4. ὁπόσοις] ὁπόσοι M 6.[καὶ] nncisinclusi μανίᾳ scripsi coll. p. 345, 3 μανίας x μανίαις Sylb. 7. 〈δὲ〉 inserui e Po et pbys. lat. § 53 sed et περὶ scripsi e x ἐπὶ Pa )
368
κολοβοτράχηλοι θρασύδειλοι. ὅσοις δὲ τῶν ἐπαυχενίων σπονδύλων τραχέων ὄντων ἐξέχει πολὺ τῶν ἄλλων ὁ κατὰ τὴν συμβολὴν τῶν ὠμοπλατῶν, ὅθεν ἐκφύεται τράχηλος, οὗτοι ὑβρισταί· οἱ δὲ σκληροτράχηλοι ἀμα- θεῖς, 〈οῖ δὲ ὑγροτράχηλοι εὐμαθεῖς〉. τραχὺς αὐχὴν ὥσπερ λοφιὰ ἀμαθοῦς σὺν ὓβρει. τράχηλον πεπηγότα ἀκλινῆ σκαιὸν καὶ αὐθάδη 〈λέγε〉 καὶ ἀμαθίαν δὲ ἀνα- τίθει. τισὶ δὲ διὰ μωρίαν γίνονται ἀκλινεῖς τράχηλοι, οἷς καὶ τὰ ἄλλα σημεῖα συμβαίνει ἄλλοι δὲ ἀκλινεῖς [*](Adam. 1. post θρασύδειλοι M praebet σκαιοὶ, quod Sylb. recepit, ego removi ἐπαυχενίων Porta p. 213 et Schneider ὑπαυχενίων x, quod defendit Struvius coll. Heliod. Aeth. IlI, 4 κόμη ὑπαυχένιος 5. 〈οἱ δὲ ὑγροτράχηλοι εὐμαθεῖςU+00AE inserui 7. σκαιὸν — ἀμαθίαν] σκαιῷ καὶ αὐθάδει καὶ ἀμαθεῖ Sylb. 〈λέγε〉 inserui )
369
τραχήλους ἔχοντες οἰακίζουσιν ἑαυτοὺς καὶ τείνουσι τέχναις καὶ πόνοις μεγάλοις μάλα κεκλασμένους ὄντας. οὗτοι δὲ ἀνδρόγυνοι ὄντες εἶτα ὀρθοῦντες αὐτοὺς οἴονται τὴν μαχλοσύνην ἐπικρύπτειν, κατηγοροῦσι δὲ αὐτῶν χειλῶν σπασμὸς καὶ ὀφθαλμῶν παρατροπὴ καὶ ποδῶν παραφορὰ καὶ ὀσφύος κίνησις καὶ χειρῶν ἄλυς καὶ φωνῆς κραυγή. καὶ γὰρ οἱ τράχηλοι αὐτῶν οὐ διαρκῶς πεπηγέναι δύνανται, ἀλλʼ ὑποτρέμουσιν ἅτε τῆς τάσεως βιαζομένης. ἡ δὲ τραχήλου κλάσις ὡς ἐπὶ τὸ πλεῖστον ἀνδρογύνου, εἰ καὶ τὰ ἄλλα σημεῖα συν- [*](Adam. 3. αὐτοὺς] αὐτούς V 5. χειλῶν] χείλους V παρα- τροπὴ Schneider τροπὴ x 9. τάσεως scripsi στάσεως x ἐπὶ τὸ πλεῖστον| ἐπιτοπλεῖστον V )
370
τρέχει, τὸ δὲ αὔταρκες τῆς τάσεως καὶ τῆς εὐπηξίας ἄριστον. ἄνω ἐστραμμένος τράχηλος ὑβριστοῦ καὶ ἀνοήτου καὶ ὑποχαύνου, εἰ μὴ ἄρα διὰ μανίαν αὐτὸ ποιεῖ· ὁ δὲ ἐπικεκυφὼς τράχηλος δύναται μὲν μωρόν, δύναται δὲ ἔπθʼ ὅτε καὶ φροντιστὴν καὶ φειδωλὸν καὶ κακοήθη καὶ ἔξω ἁπλότητος καὶ εὐθυμίας καὶ πραότη- τος σημαίνειν. τράχηλος εἰς τὰ δεξιὰ βλέπων κοσμίου καὶ φροντιστοῦ καὶ σώφρονος, εἰς δὲ τὰ λαιὰ μάχλου καὶ ἀνοήτου. εἰς ὁπότερον δὲ ἂν ᾖ μέρος ἄλλο κεκλι- μένος, οὐκ ἀγαθός· βεβλάφθαι γὰρ τὰς φρένας δηλοῖ.

[*](Adam. 1. τάσεως scripsi στάσεως 3. μανίαν scripsi μαλακίαν x 4. μωρόν scripsi μωρίαν x 6. ἁπλότητος] ἀπότητος Pa πραότητος scripsi coll. phys. lat. § 55 remis- sum ἁβρότητος xx 7. σημαίνειν] σημαίνει M τράχηλος] τράχηλος δὲ Sylb. e S εἰς] εἰς μὲν Pa 9. ὁπότερον] ὁτι- ποτοῦν vel ὁποῖον? δὲ scripsi δʼ x )
371

Φάρυγξ τραχεῖα κουφονόου ἀνδρός, φλυάρου, λαβραγόρου· εἰ δὲ εἷς τῶν τοῦ βρόγχου σπονδύλων ἐξέχει, κουφονόου μέν, οὐ μὴν θρασέος εἰς γλῶσσαν . . . . . . . . . . μετέωρα δὲ φρονοῦσι νοήματα, οἰνωθέντες μέντοι ὀδύρται, καχύποπτοι, δυσόργητοι, ἀνιαροὶ συμ- πόται ἐγνώσθησαν.

Μακρογένυες οὐ πάνυ κακοί, λαλίστεροι δὲ πέρα τοῦ δέοντος καὶ ὑποχαυνότεροι· οἱ δὲ μικρογένυες [*](Adam. 1. κουφονόου scripsi e V κουφόνου y 2. εἷς om. Pa τὰ Ba βρόγχου Pa βρόχου x 3. κουφονόου scripsi e VS κουφόνου M post γλῶσσαν lacunam indicavi; num καὶ μετέωρα δὲ φρονοῦσιν οἱ τοιοῦτοι ? 4. φρονοῦσι] φοροῦσι Sylb. 7. ante Μακρογένυες titulus περὶ γενύων (γενύων M V) καὶ χειλῶν (χειλέων V) in x Μακρογένυες] μακρογέννυες M V 8. μικρογένυες] μικρογέννυες V )

372
κακοὶ τὰ πάντα, μάλιστα δὲ ὠμοὶ καὶ ἐπίβουλοι· καὶ γὰρ οἱ ὄφεις τοιοῦτοι. γένυι τῇ κάτω εἰ πάνυ στρογ- γύλον σχῆμα περιγράφει, ἄνανδρόν ἐστι καὶ γυναικεῖον, τὸ δὲ ὑποτετράγωνον ἀνδρεῖον. γένυος τῆς κάτω τὸ ἄκρον ἐσχισμένον ὥστε δικόρυφον γίνεσθαι, εἰ μὲν ἐπὶ πολὺ τὸ σχίσμα εἴη, δολεροὺς σημαίνει· εἰ δὲ αὐταρ- κως ἡ διαίρεσις ἔχοι, εἰς ἀφροδίτην καὶ χάριτας ἔχει τὸ σημεῖον.

Χείλη δὲ λεπτὰ ἐπὶ στόμασι μείζοσιν ἐπὶ [*](Adam 2. γένυι τῇ κάτω γένυς ἡ κάτω ? γένυι] γέννυι V 3. περιγράφει] περιγράφῃ Ρa περιτρέχει Sylb. si γένυι τῇ κάτω sanum est, fortasse περιγραφή scribendum erit 4. γένυος] γέννυος V 5. ἐπὶ πολὺ scripsi e V ἐπίπολυ γ 7. ἔχει] φέρει? 9. στόμασι μείζοσιν scripsi, e V στόματι μεί- ζονι y )

373
τῇ συγχειλίᾳ χαλαρά, ὡς ἐπιβεβλῆσθαι τοῖς κάτω τὰ ἄνω, μεγαλόνοιαν καὶ ἀνδρίαν δηλοῖ, λεόντων γὰρ ταῦτα, χείλη δὲ ἐπὶ μικροῖς στόμασι λεπτὰ δειλὸν δηλοῖ καὶ ἄνανδρον καὶ δολερόν. στόμα μήτε ἐπίπεδον πάνυ μήτε προπετὲς ἐπαίνει· τὸ μὲν γὰρ προπετὲς ἀνοίας καὶ ματαιολογίας καὶ θρασύτητος, τὸ δὲ χθαμαλὸν δει- λίας καὶ παλιμβουλίας σημεῖον. μικρὸν στόμα γυναι- κείοις ἤθεσι καὶ εἴδεσιν ἔοικε, τὸ δὲ μεῖζον ἀνδρεῖον. ἡ δὲ ἐπὶ πολὺ ἀνατομὴ στόματος πάνυ βορόν, ὠμό- [*](Adam. 1. τῇ συγχειλίᾳ χαλαρά] τῇ ἀχειλίᾳ χώρᾳ Pa ταῖς συγχειλίαις ἄκραις ex Pseudaristot. phys. p. 64, 7 Gesner de animal. I, 224 τὰ om. Pa 2. ἀνδρίαν scripsi e V ἀν- δρείαν y δηλοῖ ] δηλοῦσι V ταῦτα scripsi e VS τὰ τοι- αῦτα M at fortasse scrib. λεόντων γὰρ τοιαῦτα τὰ χείλη, 〈 τὰ〉 δὲ 3. λεπτὰ δειλὸν δηλοῖ καὶ scripsi λεπτόχειλα δεινῶς x λεπτότερα δεινῶς Pa 5. ἐπαίνει· τὸ μὲν γὰρ προπετὲς om. V 8. ἀν- δρεῖον] ἀνδρείοις? cf. phys.lat. § 48 uirilibus animis et vultibus conuenit 9. δὲ scripsi e V δʼ y ἐπὶ πολὺ] ἐπιπολὺ V )
374
φρονα, ἀνόητον, ἀνόσιον· τοιαῦτα γὰρ τὰ τῶν κητῶν στόματα. ὅσοις κατὰ τοὺς κυνόδοντας κορυφοῦται τὰ χείλη, κακόθυμοι, ὑβρισταί, κράκται, ἐπεσβόλοι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν στόματα. ὅσοις δὲ τὸ πᾶν στόμα πρόκειται ἐπὶ πολὺ τά τε χείλη ἐστὶ παχέα καὶ στρογ- γύλα καὶ ἀνεστραμμένα εἰς τὸ ἔξω, ὑώδεις οὗτοι τὰ ἤθη καὶ τὰ ἔργα. τὸ ἄνω χεῖλος τῷ κάτω ἐπιβεβλῆ- σθαι ἐμφρονέστερον· εἰ δὲ τὸ κάτω χεῖλος προέχοι, ἄκακα μὲν τὰ ἤθη, ματαιόφρονα δὲ ὡς ἐπιπολὺ καὶ ἠλιθιώτερα. στόμα μικρὸν προέχον ἔξω κακοήθους καὶ [*](Adam. 1 κητῶν Rose de Arist. libr ord. p. 225 et Anecd. I, 133 κυνῶν x 2. κυνόδοντας] κυνώδοντας M V 3. ἐπεσβόλοι] ἐπεκβολη M 5. ἐπὶ πολὺ] ἐπιπολὺ SV 9. ἐπι- πολὺ] ἐπιτοπολὺ M )
375
ἐπιβούλου. στόμα κοῖλον ὡς ἐμβοθρευόμενον φθονε- ρῶν καὶ κακοηθῶν, μάλιστα δὲ ἀκολάστων.

Ρινὸς τὸ ἄκρον λεπτὸν ἐπιζέειν τὴν ὀργὴν μηνύει, παχὺ δὲ πάνυ καὶ χθαμαλὸν μιαρίαν ἤθους κατηγορεῖ. ῥινὸς τὸ ἄκρον ἁδρὸν καὶ ἀμβλὺ καὶ στρογγύλον καὶ κρατερὸν εἰ θεάσαιο, τοῖς ἔχουσιν ἀν- δρίαν καὶ μεγαλοψυχίαν μαρτύρει εἰς λέοντα ὁρῶν καὶ κυνῶν τοὺς γενναίους. ῥὶς μακρὰ καὶ λεπτὴ πάνυ ὀρνιθῶδες. τοιαῦτα οὖν καὶ τὰ ἤθη προσδόκα. τῆς ῥινὸς τὸ πρὸς τὸ μέτωπον διηρθρῶσθαι καλόν, ἀν- [*](Adam. 2. κακοηθῶν Pa κακοηθῶν V καήθων M 3. ante Ῥινὸς titulus περὶ ῥινὸς in x ἐπιζέειν Schneider ἐπ- αύξειν x ,,ἐπιζεῖν vel ὑποζεῖν“ Sylb. 6. ἀνδρίαν scripsi e V ἀνδρείαν y 7. μεγαλοψυχίαν scripsi μεγαλαυχίαν x μαρτύρει] μαρτυρεῖ M εἰς] ἐς SV 8. πάνυ] πάλιν S 10. μέτωπον reposui e Ba πρόσωπον Χ )

376
δρεῖον καὶ συνετόν· τὸ δὲ ἐναντίον τούτου θῆλυ καὶ ἀμαθέστερον. ἰθύτης ῥινὸς γλώσσης ἀκράτειαν κατη- γορεῖ. ῥὶς ἡ μείζων ἀμείνων, ἡ δὲ πάνυ μικρὰ κλεπτο σύνης καὶ παλιμβουλίας κατήγορος. γρυποῖς μεγαλόνοια πρέπει, σιμοῖς δὲ λαγνεία. μυκτῆρας ἀναπεπταμένους θυμοῦ καὶ ἀλκῆς μάρτυρας τίθεσο, στενοὺς δὲ ὄντας καὶ στρογγύλους καὶ πεφραγμένους μωρίας. σκολιαῖς δὲ πάνυ ῥισὶ σκολιὰ καὶ τὰ νοήματα ὡς ἐπὶ τὸ πολὺ ἕπεται.

[*](Adam. 8. σκολιὰ] πάνυ σκολιὰ Pa ἐπὶ τὸ πολὺ scripsi e M ἐπιτοπολὺ SV )
377

Μέτωπον στενὸν οὐκ ἐλάχιστον σημεῖον ἀμα- θίας, καὶ τὸ λίαν δὲ μέγα νωθείας ὡς τὸ πολύ. μέ- τωπον μακρὸν εὐαισθησίαν καὶ εὐμάθειαν δείκνυσι. μήτε πάνυ χθαμαλὸν ἐπαίνει μέτωπον, ἄνανδρον γάρ, μήτε κυρτὸν καὶ ὑψηλὸν καὶ περιφερές, ἀναισχυντίαν γὰρ καὶ ἀναισθησίαν σημαίνει. μηδὲ μὴν τραχεῖ με- τώπῳ χαῖρε μηδὲ ὥσπερ λόφους καὶ ὀρύγματα ἔχοντι ἐν ἑαυτῷ· πανουργίας γὰρ καὶ ἀπιστίας κατήγορα πάντα τὰ τοιαῦτα, ἔσθʼ ὅτε δὲ καὶ μωρίας καὶ μανίας συν- [*](Adam. 1. ante Μέτωπον titulus περὶ μετώπου in x 2. λίαν δὲ μέγα scripsi λεῖον δὲ μετὰ x ὡς τὸ πολύ] ὡςτο- πολύ S 3. εὐμάθειαν scripsi e M V εὐμαθίαν SPe 5. ἀναισχυντίαν γὰρ καὶ ἀναισθησίαν scripsi e V coll. Arab. p. 230, 10. ἀναισθησίαν γὰρ καὶ ἀναισχυντίαν y 6. μηδὲ μὴν scripsi μὴ δὲ μὴν x μηδαμὴ Pa μηδαμῇ Sylp. 8. ἑαυτῷ scripsi e M V αὐτῷ Pa αὐτῷ Sylb. )

378
τρεχόντων καὶ τῶν ἄλλων σημείων. μέτωπον τετρά- γωνον μεγέθους εὖ ἔχον καὶ κατὰ λόγον τοῦ ἄλλου εἴδους ἄριστον εἴς τε ἀνδρίαν καὶ σύνεσιν καὶ μεγα- λόνοιαν κέκριται. οἱ κατηρεφῆ μέτωπα ἔχοντες αὐθά. δεις, οἱ δὲ πάνυ τεταμένα ἀμέριμνοι, οἱ δὲ ῥυσσὰ φροντισταί.

Παρειαῖς σαρκώδεσι ῥᾳθυμίαν καὶ οἰνοφλυγίαν παρεῖναι λέγε, ταῖς δὲ ἄγαν λεπταῖς κακοήθειαν καὶ πανουργίαν. βάσκανοι δὲ καὶ ὅσοις παχεῖαι οὖσαι αἱ [*](Adam. 3. ἀνδρίαν scripsi e VS ἀνδρείαν M 4. κατη- ρεφῆ] κατηρρεφῆ M ,,forte συννεφῆ“ Gesner de anim. I, 185 5. τεταμένα x (et Ba et Vulcan.) τετραμμένα Pa τετριμμένα Schneider 7. ante Παρειαῖς titulus περὶ παρειῶν καὶ προσ- ώπου in x 9. post καὶ fortasse excidit φλύαροι cf. Arab. p. 232, 6 eis invidiam protervitatem tribue )

379
γνάθοι διεστήκασι τῶν ὀφθαλμῶν. στρογγύλαι παρειαὶ δολίων, αἱ δὲ λίαν μακραὶ φλυάρων καὶ ματαιολόγων.

Πρόσωπον τὸ πᾶν ἀνθρώπου σαρκῶδες μὲν ὂν εὐπαθοῦς καὶ ἡβῶντος ἀνδρός, ἄσαρκον δὲ φροντιστοῦ καὶ ἐπιβούλου. μικρὰ δὲ πρόσωπα μικρὰ καὶ ἤθη λέγει. τὰ δὲ λίαν μεγάλα νωθείαν καὶ ἀμαθίαν κατη- γορεῖ. προσώπῳ δὲ μάλιστα ἐπιφαίνεται μεγαλοπρέπεια καὶ ἀνελευθερία καὶ 〈εὐήθεια καὶ〉 κακοήθεια. ἔστι γὰρ καὶ ἀνιαρὸν πρόσωπον καὶ σπουδῆς πλῆρες καὶ [*](Adam. 6. νωθείαν scripsi (ut p. 377, 2) coll. Pseudarist. phys. p. 70, 10, Arab. p. 232, 14 difficilem mobilitatem phys. lat. § 50 ignaniam μωρίαν x 8. 〈εὐήθεια καὶ〉 inserui e Po 9. γὰρ] δὲ καὶ ἱλαρὸν? )

380
παιδιᾶς καὶ εὐμειδές τε καὶ ἀμειδὲς καὶ ὀδυρτικὸν καὶ ὑπνηλὸν καὶ ἐγρήγορον, καὶ τὰ ἄλλα ὡς ἔχει φύσεως εὖ μάλα φαίνεται. ὁποίῳ οὖν πάθει ἔοικε, κατὰ τοῦτο χρὴ φυσιογνωμονεῖν. σπασμοὶ προσώπου καὶ παρειῶν, εἰ μὲν ἐπὶ στυγναῖς προσόψεσιν εἶεν, μανίαν ἢ μωρίαν, εἰ δὲ ἐπὶ φαιδραῖς, μαχλοσύνην δηλοῦσιν.

Ὦτα μεγάλα φοροῦσιν ἀναίσθητοι, μικρὰ δὲ κακοήθεις καὶ πανοῦργοι· ὦτα δὲ λίαν μικρὰ καὶ ὥσπερ περιτετμημένα μωροί, τετράγωνα δὲ ὦτα μεγέθους [*](Adam. 1. παιδιᾶς Sylb. παιδείας x εὐμειδές τε καὶ ἀμειδὲς] ἀμειδές τε καὶ εὐμειδές S καὶ ἀμειδὲς deleverim cum Struvio 2. ὑπνηλὸν] ὑπνηλόν τε Struv. ὡς] ὡς ἕκαστα? 3. φαίνεται] ἐπιφαίνεται? 4. σπασμοὶ] σπασμοῖς M 6. δὲ] δʼ S V 7. ante Ὦτα titulus περὶ ὤτων in x φοροῦσιν] num οἳ φοροῦσιν? ἀναίσθητοι] οἱ ἀναίσθητοι S 8. ὦτα scripsi ἑστῶτα x )

381
αὐτάρκως ἔχοντα εὐαίσθητοι καὶ ἀνδρεῖοι. καὶ τὰ δια- γεγλυμμένα δὲ οἱ ἔχοντες εὐμαθεῖς καὶ συνετοί, τὰ δὲ ἀδιάγλυφα 〈καὶ στρογγύλα λίαν〉 ἀμαθεῖς. . . . . . .

Κεφαλὴ μικρὰ πάνυ ἀναίσθητον καὶ ἀσύνετον σημαίνει, ἡ δὲ μείζων τῆς συμμέτρου εὐαίσθητον καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπῆ, ἡ δὲ σύμμετρος εὐαίσθητον μέν, ἄνανδρον δὲ καὶ ἀνελεύθερον πάνυ, ἡ δὲ μεγάλη πάνυ δυσαίσθητον καὶ ἀμαθῆ. λοξοὶ δὲ τὰς κεφαλὰς ἄνδρες ἀναιδεῖς, οἱ δὲ πάνυ ὑψηλοὶ αὐθάδεις· οἱ τὰ [*](Adam. 2. δὲ] μὲν Pa 3. 〈καὶ στρυγγύλα λίαν〉 inserui e Po post ἀμαθεῖς exciderunt verba qualia sunt apud Po: τὰ δὲ στενὰ καὶ ὑπόμακρα βάσκανοι καὶ κακοήθεις 4. ante Κεφαλὴ titulus περὶ κεφαλῆς in x 6. δὲ] δʼ y σύμμετρος scripsi ἀσύμμετρος x cf. Arab. p. 234, 16 pulcra praeditum proportione et phys. lat. § 16 7. πάνυ deleverim 8. λοξοὶ] φοξοὶ Sylb. at cf. ὀρθότητος p. 382, 4 )

382
ὄπισθεν τῶν κεφαλῶν χθαμαλὰ ἔχοντες ἄψυχοι. ὅσοι δὲ τὰ παρʼ ἑκάτερα τῆς κεφαλῆς κοῖλα ἔχουσι, δολεροὶ καὶ παλίγκοτοι. κεφαλὴ μέση χθαμαλὴ ἠρέμα εὖ μεγέ- θους τε καὶ ὀρθότητος ἔχουσα ἀρίστη πασῶν εἴς τε εὐαισθησίαν καὶ μεγαλόνοιαν κέκριται.

Οὐκ αὐτοτελῆ εἰς τὸ φυσιογνωμονῆσαι τὰ ἀπὸ τῶν χροιῶν καὶ τριχῶν σημεῖα, ὅθεν οὐδὲ κατὰ ἔθνη ῥᾴδιον ἀποφήνασθαι, ὅστις ἀπὸ τοῦδε τοῦ ἔθνους, ἄλλως τε καὶ διὰ τὸ ἐπιμεμῖχθαι ἀλλήλοις τοὺς ἀπὸ [*](Adam. 1. ἄψυχοι scripsi cum Henrvch. e S coll. Arab. p. 236, 1 εὔψυχοι M V 2. παρʼ ἑκάτερα] παρεκάτερα V 5. κέκριται inserui e V om. y, sed fortasse κριτέα praeferendum 6. ante Oὐκ titulus περὶ χροιῶν καὶ τριχῶν in x 7. χροιῶν καὶ τριχῶν scripsi secundum H τριχῶν καὶ χροιῶν x 8. τοῦδε] τοῦ δὲ M )

383
τῶν ἐθνῶν καὶ Σύρους μὲν ἐν Ἰταλίᾳ, Λίβυας δὲ ἐν Θρᾴκῃ καὶ ἄλλους ἀλλαχοῦ διεσπάρθαι. ὡς δὲ 〈ἐπὶ τὸ〉 πολὺ οἱ μὲν ὑπὸ τῇ ἄρκτῳ οἰκοῦντες εὐμήκεις εἰσί, ξανθοί, λευκοὶ τὰς κόμας, ἁπαλότριχες, γλαυκοί, σιμοί, παχυσκελεῖς, περιπληθεῖς σαρκὶ λαγαρᾷ, προ- γάστορες, ἁπλοῖ, θυμοειδεῖς, ὀλιγόβουλοι, θερμόβουλοι, δυσμαθεῖς, οἱ δὲ ὑπὸ τῇ μεσημβρίᾳ μελανότριχες, οὐλό- ριχες, μελανόφθαλμοι, λεπτοσκελεῖς, εὐμαθεῖς, πολυ- γνώμονες, κουφόνοοι, ψεῦσται, κερδαλέοι, ἐπίκλοπα νοή- ματα ἔχοντες. ἧσσον δὲ καὶ μᾶλλον ἑκάτεροι αὐτῶν [*](Adam. 1. Ἰταλίᾳ] τῇ Ἰταλίᾳ Pa τῇ uncis inclusit Sylb. 2. δὲ] ἐπὶ u 〈ἐπὶ τὸ〉 inserui e Po 3. ὑπὸ] ἐπὶ M 5. σαρκὶ λαγαρᾷ Pa σάρκες λαγαραὶ x 8. εὐμαθεῖς] ἀμαθεῖς Pa 9. κουφόνοοι scripsi e V κουφόνοι y )
384
ἕκαστα τούτων ἔχουσιν, ὅσῳ προσεχεῖς μᾶλλόν εἰσιν ἢ πάλιν διαστήματι πλείονι κεχωρισμένοι τῆς μεσημ- βρίας ἢ τῆς ἄρκτου. τὰ δὲ μέσα τῆς οἰκήσεως μέσην ἔχει τὴν ἰδέαν καὶ συμμιγῆ 〈τά τε〉 σημεῖα καὶ τὰς γνώμας. οἱ δὲ ἑῷοι καὶ ἑσπέριοι, καθὸ μεσημβρινώ- τεροι καὶ ἀρκτικώτεροί εἰσιν, αὐτοὶ ἑαυτῶν διαφέρουσιν. ἔχουσι γὰρ διαφορὰν Λιβύων οἱ τὰ ἄκρα τῆς Λιβύης τὰ ἑσπέρια νεμόμενοι καὶ Ἰβήρων οἱ εἰς τὴν ἔξω θά- λασσαν καθήκοντες, καίτοι ἀμφότεροι ἑσπέριοί εἰσιν· ἀλλὰ οἱ μὲν Λίβυες Αἰθίοψιν ὅμοιοι, οἱ δὲ Ἴβηρες [*](Adam. 1. μᾶλλόν scripsi ἀλλήλων x 4. 〈τά τε〉 in- serui 7. Λιβύων scripsi τινῶν x τινα Sylb. et Vulcan. )
385
Κελτοῖς. ὡς γὰρ ἐν βραχεῖ δηλῶσαι, ἡ μὲν μεσημ- βρία ξηρότητι καὶ θερμότητι ὡς ἐπὶ τὸ πλεῖστον κέ- κραται, ἡ δὲ ἄρκτος ὑγρότητι καὶ ψυχρότητι· τὰ δὲ ἄλλα χωρία, καθόσον τούτων ἑκατέρᾳ πλησιάζει, καὶ τῆς κράσεως 〈μεταλαμβάνει καὶ φύει τά τε ἄλλα καὶ ἀνθρώπους κατὰ λόγον τῆς οἰκείας κράσεως〉 τά τε εἴδη καὶ τὰ ἤθη παρεχομένους, πλὴν αἴτιον τοῦ ποικίλους εἶναι γεγένηται τὸ πολλοὺς ἀπὸ ἄλλων ἐθνῶν εἰς ἕτερα μετελθόντας κατῳκηκέναι.

Εἰ δέ τισι τὸ Ἑλληνικὸν καὶ Ἰωνικὸν γένος ἐφυλάχθη καθαρῶς, οὗτοί εἰσιν αὐτάρκως μεγάλοι ἄν- δρες, εὐρύτεροι, ὄρθιοι, εὐπαγεῖς, λευκότεροι τὴν χρόαν, [*](Adam. 2. ἐπὶ τὸ πλεῖστον| ἐπιτοπλεῖστον VS 4. ἑκατέρᾳ Sylb. ἑκάτερα x 5. 〈μεταλαμβάνει — 6 κράσεως〉 e Po in- serui auctore Schneidero 7. παρεχομένους scripsi e x παρ- εχουμένους Pa παρεχομένης Ro παρέχουσι Ba τοῦ ποικίλους εἶναι scripsi e Po πολλοῖς x 8. ἀπὸ scripsi e VM ἀπ’ Pa 10. ante Εἰ titulus περὶ εἴδους Ἑλληνικοῦ in x )

386
ξανθοί, σαρκὸς κρᾶσιν ἔχοντες μετρίαν εὐπαγεστέραν, σκέλη ὀρθά, ἄκρα εὐφυῆ, κεφαλὴν μέσην τὸ μέγεθος, περιαγῆ, τράχηλον εὔρωστον, τρίχωμα ὑπόξανθον ἁπα- λώτερον οὖλον πράως, πρόσωπον τετράγωνον, χείλη λεπτά, ῥῖνα ὀρθήν, ὀφθαλμοὺς ὑγροὺς χαροποὺς γορ- γοὺς φῶς πολὺ ἔχοντας ἐν ἑαυτοῖς· εὐοφθαλμότατον γὰρ πάντων 〈τῶν〉 ἐθνῶν τὸ Ἑλληνικόν.

Δῆλον δὲ ἀπὸ τῶν προλελεγμένων, ὡς ἡ μὲν μέλαινα χροιὰ δειλίαν καὶ πολυμηχανίαν μηνύει, ἡ δὲ λευκὴ καὶ ὑπόξανθος ἀλκὴν καὶ θυμὸν λέγει, τὸ δὲ πάνυ λευκὸν ἄκρατον εἰς ἀνανδρίαν φέρει, πυρρὸν δὲ [*](Adam. 2. ἄκρα] μακρὰ? Vulcan. 6 ἑαυτοῖς scripsi e VS αὑτοῖς M 7. 〈τῶν〉 inserui 8. ante Δῆλον titulus περὶ χροιᾶς in x ὡς ἡ μὲν scripsi ὅσοις μὲν x ὅτι Pa 10. λέγει] μηνύει M 11. ἀνανδρίαν Schneider ἀνδρίαν V ἀν- δρείαν y )

387
τὸ σῶμα πᾶν δολεροῦ καὶ πολυτρόπου ἀνδρός ἐστι δεῖγμα. χροιὰ δὲ ἀνατετραμμένη ὑπόχλωρος δειλίας ἅμα καὶ κακομηχανίας σημεῖον, εἰ μὴ ὑπὸ νόσου γε- γένηται. τὸ δὲ μελάγχλωρον καλούμενον χρῶμα δειλόν, γαστρίμαργον, λάλον, ὀργίλον, γλώσσαλγον, τὸ δὲ φλο- γοειδὲς χρῶμα ἐμμανές, τὸ δὲ πράως ἐρυθρὸν εὐφυές, [*](Adam. 2. ἀνατετραμμένη] ἀνατεταραγμένη (cf. Pseudarist. phys. p. 76, 18 sq. οἱ ὠχρόμματοι ἐντεταραγμένους ἔχοντες τοὺς ὀφθαλμοὺς) vel ἀνακεκραμένη? 4. μελάγχλωρον Rose Anecd. I, 151, 13 cf. phys. lat. § 79 μελίχλωρον VS μέλι χλωρὸν M )
388
εὐμαθές, ὀξυκίνητον.

ταῦτα μὲν περὶ παντὸς 〈τοῦ〉 σώματος· κατὰ μέρος δέ, τὰ στέρνα ὑπέρυθρα ὄντα ζέειν ἔνδον τὴν ὀργὴν ἀπαγγέλλει, ὥσπερ εἴ τις καὶ τὰς περὶ τὸν αὐχένα φλέβας καὶ τὰς ἐν τοῖς κροτάφοις οἰδούσας ἔχει, ὡς ἐμφανεῖς εἶναι καὶ αἱματώδη ἔχειν τὴν χρόαν.

[*](Adam. 1. 〈τοῦ〉 inserui 3. εἴ τις καὶ] καὶ εἴ τις? 5. καὶ] καὶ εἰ Vulcan. ἔχειν scripsi cum C et e Po et phys. lat. § 79 coloris ἔχει x 6. χρόαν x χροιὰν Pa )
389

Πρόσωπα αὐτὰ καθʼ ἑαυτὰ ἐρυθρὰ αἰσχυντη- λοὺς δηλοῖ· εἰ δὲ μόναι αἱ παρειαὶ τοιαται εἶεν, οἰνόφλυγας σφᾶς λέγε.

Περὶ δὲ τῶν ἐν ὀφθαλμοῖς χροιῶν εἴρηται μὲν ἤδη, καὶ ἐνταῦθα δὲ ὅσα ἡ χρεία ἀπαιτεῖ λεχθήσεται. ὅσοι ὀφθαλμοὶ ὑποφοινίσσουσιν, εἰ μὲν ἅμα ξηρότητι [*](Adam. 1. αἰσχυντηλοὺς Pa αἰσχυντηροὺς x 4. Περὶ δὲ τῶν ἐν ὀφθαλμοῖς χροιῶν m. rubr. S χροιῶν] χρειῶν M 5. δὲ] δ᾿ V )

390
διακαεῖς εἶεν, ὀργίλους εἶναι λέγων οὐκ ἂν ἁμάρτοις· εἰ δὲ ἅμα ὑγρότητι, οἰνόφλυγες. γλαυκότης ἐν ὀφθαλ- μοῖς ἀγριώτερον, μελανότης ἡμερώτερον· γλαυκὰ γὰρ τῶν ἀγρίων ζώων τὰ πλείω, τὰ δὲ ἥμερα μελανόμματά πως εὑρήσεις. τῶν δὲ γλαυκῶν τὸ μὲν λίαν λευκὸν δειλόν, τὸ δὲ χολῶδες ἄγριον, τὸ δὲ ταῖς ἐλαίαις κατὰ τὴν χροιὰν ὅμοιον ἄλκιμον· τοῦ γε μὴν μέλανος τὸ [*](Adam. 2. οἰνόφλυγες] οἰνόφλυγας? γλαυκότης — 3 ἡμε- ρώτερον] μελανότης ἐν ὀφθαλμοῖς ἡμερώτερον, γλαυκότης ἀγρι- ώτερον V 3. ἡμερώτερον] ἡμερώτερον δηλοῖ? 4. πλείω voce desinit V δὲ om. M 5. λευκὸν scripsi e Ma Po et Arab. p. 246, 15 et phys. lat. § 24 glauci et albidi timidum et fugacem vehementer hominem nuntiant γλαυκὸν y )
391
μὲν πάνυ μέλαν δειλόν τε καὶ δολερόν, τὸ δὲ ὑπό- ξανθον καρτερόν τε καὶ μεγαλόψυχον. τὰ γὰρ μαρμα- ρύσσοντα ὄμματα μαργοσύνην κατηγορεῖ, τοιοῦτον γὰρ καὶ ἡ αἲξ βλέπει, τὰ δὲ πυρώδη ἀναισχυντίαν, κυνὸς γὰρ τοῦτο τοῖς ὀφθαλμοῖς τεκμαίρου. ὠχρὰ δὲ ὄμματα καὶ ἀλλοχροίας ἔχοντα πτῶκα ἄνδρα καὶ ὑποπτευτὴν σημαίνει. στίλβοντες ὀφθαλμοὶ ἀφροδίσιοι, οἵους ἔχου- σιν οἱ ὄρνιθες.

[*](Adam. 4. πυρώδη] πυρρώδη Pa 6. ὑποπτευτὴν] ὑπό- πτην? )
392

Ἄνδρα οὐλότριχα 〈πάνυ〉 δειλὸν καὶ κερδα- λέον λέγε, τὸν δὲ ἰθύτριχα ἀγριώτερον καὶ ἀνοητότερον. ἀρίστη δὲ κόμη ἡ τὸ μέσον τούτων ἔχουσα, ὥσπερ καὶ πυκνότης τριχῶν ἄκρα θηριώδης καὶ ψεδνότης δὲ κακο- ηθείας καὶ δόλου σημεῖον, τὸ δὲ τούτων μέσον ἐπαινε- [*](Adam. 1. ante Ἄνδρα titulus περὶ τριχῶν in MS 〈πάνυ〉 inserui 2. ἰθύτριχα] εὐθύτριχα, ut p. 411, 3? 3. ὥσπερ scripsi ἐπεὶ MS καὶ om. M )

393
τόν. μαλακαῖς δὲ πάνυ θριξὶ τετριχῶσθαι γυναικεῖον. οὐ μὴν αἱ πάνυ σκληραὶ τρίχες ἀγαθαί, ἀγριότητος γὰρ τὸ σημεῖον· τὸ δὲ μέσον καὶ ἐν τούτοις ἄριστον. μέλαινα κόμη δειλίαν καὶ πολυκέρδειαν ἀγγέλλει, ἡ δὲ ἄγαν ξανθὴ καὶ ὑπόλευκος, ὁποία Σκυθῶν καὶ Κελτῶν, ἀμαθίαν καὶ σκαιότητα καὶ ἀγριότητα, τὸ δὲ πράως ὑπόξανθον εἰς εὐμαθίαν καὶ ἡμερότητα καὶ εὐτεχνίαν [*](Adam. 3. τὸ (pr.) om. Pa, at cf. p. 365, 3 4. πολυκέρδειαν scripsi e S cum Struvio πολυκερδίαν M ἀγγέλλει scripsi ex y ἀπαγγέλλει Pa )
394
συντείνει. πυρρότης δὲ ἄκρατος κατὰ τὸ τῆς ῥοιᾶς ἄνθος οὐκ ἀγαθόν, ὡς ἐπὶ πλεῖστον γάρ ἐστιν αὐτῶν τὰ ἤθη θηριώδη καὶ ἀναίσχυντα καὶ φιλοκερδῆ. σκέλη τετριχωμένα πάνυ θριξὶ πυκναῖς καὶ μεγάλαις δυσμα- θίαν καὶ ἀγριότητα σημαίνει. ὅσοις δὲ ὀσφύες καὶ μηροὶ χωρὶς τῶν ἄλλων μερῶν πολύτριχές εἰσι, λαγνείας εὐτυχοῦσι. γαστέρα καὶ στήθη ἐπὶ πολὺ κομῶντας κου- [*](Adam. 1. συντείνει] τείνει S πυρρότης Pa πυρότης MS κατὰ Ba καὶ y 6. μερῶν] μελῶν? λαγνείας εὐτυχοῦσι] λαγνείᾳ ἐντυχοῦσι Pa cf. p. 400, 3 ἀνδρίας εὖ ἥκει )
395
φόνους καὶ ἀλλοπροσάλλους καὶ ἀσελγεῖς λέγε. στέρνα δὲ αὐτὰ καθʼ ἑαυτὰ τετριχωμένους θριξὶν ἀμφιλαφέσι θερμοβούλους καὶ εὐψύχους λέγε. ὤμους δὲ καὶ μετά- φρενα τετριχῶσθαι ὀρνίθιον ἄντικρυς· μετάρσια γὰρ νοήματα καὶ οὐ στερεὰ δείκνυται. τὸ δὲ πᾶν σῶμα δεδασύνθαι τριχὶ στερεᾷ καὶ ἀμφιλαφεῖ βοῶδες. τοῦ [*](Adam. 1. ἀσελγεῖς] ἀσεβεῖς secundum Albertum Magnum Schneider στέρνα — 3 εὐψύχους λέγε ante 3 ὤμους — 5 στερεὰ δείκνυται posui 2. τετριχωμένους Sylb. τετριχωμένα y 3. εὐψύχους Schneider διψύχους y 6. στερεᾷ] στεραιᾶ M )
396
δὲ αὐχένος τὸ πρὸς τῇ κεφαλῇ δεδασύνθαι πρὸς ἀλκῆς τε καὶ εὐψυχίας νόμιζε. καὶ τοῦ μετώπου δὲ εἰ εἰς τὸ μέσον ἐπικαταβαίνοι ἡ χαίτη, εἰς δὲ τὰ ἑκατέρωθεν ὑποχωροίη, μεγαλοψυχίας καὶ ἀλκῆς πλήρης ὁ τοιοῦτος. τρίχες δὲ ὀρθαὶ ἑστῶσαι δειλίας καὶ κακομηχανίας μάρτυρες. ὅσοις τῶν ὀφρύων τὰ 〈μὲν〉 πρὸς τὴν ῥῖνα [*](Adam. 1. δεδασύνθαι scripsi δασύνεσθαι y 3. ἐπι- καταβαίνοι Sylb. (e S?) ἐπικαταβαίνῃ Pa ἐπικαταβαίνει M 6. 〈μὲν〉 inserui τὴν ῥῖνα scripsi cum Henrych. τῇ ῥινὶ y )
397
κάτω νεύει, τὰ δὲ ἐφʼ ἑκάτερα εἰς τοὺς κροτάφους χωρεῖ, τούτους ὑσὶν εἴκαζε. οἱ δὲ σφόδρα συνόφρυες ἀνιαροί· πρέπει γὰρ αὐτοῖς ἀνία.

Περὶ δὲ κινήσεως τάδε ἴσθι, ὡς τὸ μὲν αὐτὸ- φυὲς αὐτῆς καὶ ἀπρονόητον χρὴ διαγινώσκειν κατὰ τὸ πρέπον. ὅσοι δὲ σχηματίζουσιν ἑαυτοὺς καὶ κινοῦνται ἐπιτετηδευμένως, φυσιογνωμόνει καὶ τούτους. τριπλοῦν δὲ τὸ γένος τούτων. οἱ μὲν γὰρ σεμνότητα περινοοῦσιν ἀρχὰς καὶ δυνάμεις ἐν πόλει μνώμενοι καὶ γάμους ἐν- δόξους, ἐνίοτε δὲ εἰς εὐτέλειαν καὶ φειδωλίαν καὶ εἰς περιχαρίαν καὶ εἰς στυγνότητα ἑαυτοὺς μετατυποῦσι, διʼ οὗπερ ἂν ἀρέσειν τρόπου τούτοις νομίσωσιν οὓς θεραπεύουσιν. ἕτεροι δὲ ἁβρύνονται αὐτῶν, οἱ μὲν γὰρ παιδικοῖς ἀρέσαι βουλόμενοι, οἱ δὲ ἄνδρας ἐφʼ [*](Adam. 2 συνόφρυες scripsi auctore Schneidero coll. Pseudarist. p. 80, 1 δασόφρυες δασυόφρυες Struv. 4. ante Περὶ titulus περὶ κινήσεως in γ 7. ἐπιτετηδευμένως scripsi collato τὸ ἐπιτηδευόμενον αὐτοῖς p. 398, 7 ἐπιτετευγμέ- νους M ἐπιτεταγμένους S ἐπιτεταγμένως Wakefield (in Stephani Thesauro s. v. et Struv. ἐπιτεταμένως C. B. Hase in Thes. 1. 1. 10. εἰς (alt.) inserui auctore Sylb. 11. εἰς delendum 14. γὰρ delendum, nisi verbum finitum excidit )

398
ἑαυτοὺς ὥσπερ γυναῖκες προκαλούμενοι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν ἀνδρογύνων μὲν ὄντων φύσει, πλατ- τόντων δὲ ἑαυτοὺς εἰς τὸ ἀνδρεῖον· οἳ φωρῶνται ῥᾳ- δίως. καὶ γὰρ βάδισμα καὶ φθέγμα καὶ βλέμμα μι- μεῖσθαι σπουδάσαντες ἀνδρός, εἴπερ ἐξαίφνης φοβηθεῖεν ἢ καὶ ἀνιαθεῖεν, ταχὺ παλινδρομοῦσιν εἰς τὴν ἑαυτῶν φύσιν. καὶ χωρὶς δὲ τούτου τὸ ἐπιτηδευόμενον αὐτοῖς οὐ χαλεπῶς ἄν τις καταμάθοι.

, Οἱ μακρὰ βαίνοντες τελεστικοὶ παντὸς πράγμα- τος, μεγαλόνοι· οἱ μικρὰ βαίνοντες ἄπρακτοι, πικροί, ἔνιοι δὲ καὶ φειδωλοὶ καὶ ἐπίκλοποι τὰ ἤθη καὶ λα- θραῖα βουλευόμενοι. ταχυτὴς δὲ ἐν κινήσει ἅμα μὲν ὀρθότητι καὶ λαμπρότητι εἴδους θερμόβουλον, ἐγχειρη- τήν, 〈οὐ〉 δράστην ἔφηνεν. εἰ δὲ ταχὺ βαίνων ὑφορῷτο [*](Adam. 3. ἑαυτοὺς scripsi αὐτοὺς SPa αὐτοὺς M οἳ φωρῶνται scripsi διὸ ὑφορῶνται y 7. αὐτοῖς Ba αὐ- τῷ y 8. οὐ χαλεπῶς Ba οὐχ ἀπλῶς γ 9. τελεστικοὶ] τελικοὶ S 10. μεγαλόνοι] μεγαλόνοοι S 12. βουλευόμενοι] ,,βουλόμενοι et βουλευόμενοι" S 13. εἴδους scripsi εἶδος γ ἐγχειρητήν scripsi ἐγχειριστὴν γ 14. οὐ inserui coll. Pseudarist. phys. p. 82, 7 ἐπιθετικὸς οὐ τελεστικὸς μᾶλλον ἢ δρ. Schneider coll. phys. lat. § 75 aggrediatur res agemdas magis guam perficiendas cf. p. 310, 10 μελλητὴν μᾶλλον ἢ δραστήριον δράστην Sylb. δραστὴν γ ὑφορῷτο] ὑφορῶ τε? )

399
καὶ πτώσσοι καὶ τὸ πᾶν εἶδος καθέλκοι καὶ συνάγοι ἑαυτόν, φειδωλίας καὶ δειλίας καὶ κακομηχανίας καὶ ἀνελευθερίας πιστὰ παρέχει τεκμήρια. ἅμα δὲ κινήσει ταχείᾳ τάραχος ἐν ὀφθαλμοῖς καὶ κεφαλῆς ἀστασία καὶ ἄσθυατα ταῦτʼ εἴδη κακορέκτου καὶ μεγαλορέκτου καὶ φευκτέου ἀνδρός. ὁ δὲ ταχὺ μέν, μικρὰ δὲ βαίνων φιλοκερδής, κακοῦργος δειλίας τε εἰς ἄκρον ἥκων. σχο- λαία βάδισις αὐτοφυὴς μὲν νωθεστέρα, βαθυγνώμων δὲ καὶ πραεῖα, εἰ μὴ ἀντιλέγοι τὰ μείζω σημεῖα. εἰ δὲ ἑκὼν βραδύνοι καὶ ἐφιστάμενός γε ἐν ταῖς ὁδοῖς περιβλέποι ὑψαυχενῶν, ἴσθι ὑβριστὴν ὄντα καὶ ὑπερ- ήφανον καὶ μοιχικόν.

χεῖρας δὲ καὶ πόδας καλόν [*](Adam. 1. εἶδος] σῶμα Scineider 2. καὶ δειλίας om. S 5. ἄσθματα] ἆσθμα? ταῦτʼ] ταῦτα Pa κακορέκτου καὶ μεγαλορέκτου] κακορέκτου καὶ μεγαλορρέκτου Struv. 7. δει- λίας Pa δειλία M δειλίᾳ S 8. βαθυγνώμων| βραδυγνώ- μων Schneider 9. ἀντιλέγοι Pa ἀντιλέγει S ἀντιλέγ ι era sa vocali M 11. ὑβριστὴν] καὶ ὑβριστὴν Pa )

400
ἐστι φορᾶς τε ἔχειν κατὰ ταὐτὸν τῷ παντὶ 〈σώματι〉 καὶ κινήσεως. ὁ δὲ ἐν τοῖς ὤμοις ὑποκινούμενος καὶ ἅμα πράως κεκυφὼς μεγαλονοίας καὶ ἀνδρίας εὖ ἥκει· οὕτω γὰρ καὶ λέων βαίνει. ὁ δὲ ἐν τοῖς ὤμοις ὑπο- κινούμενος, ὀρθὸς δὲ ὢν καὶ ὑψαυχενῶν αὐθάδης τε καὶ 〈ἀπειθὴς καὶ〉 ὑβριστής· οὕτω γὰρ βαίνει ἵππος. καὶ τὰ λοιπὰ δὲ ἀπὸ τούτων συμβαλεῖν ἂν δύναιο. οἱ δὲ παντὶ τῷ σώματι κινούμενοι ὁμοῦ τε καὶ καθʼ ἕκαστον τῶν μελῶν ἀνδρόγυνοί εἰσι, τοῦτο γὰρ ἄντικρυς γυναι- κεῖον. ἀνδρόγυνοι δὲ καὶ οἱ κλίνοντες αὐτοὺς εἰς τὰ δεξιὰ 〈ἐν〉 τῇ κινήσει· οἱ δὲ εἰς τὰ ἀριστερὰ ἀπο- [*](Adam. 1. ἐστι φορᾶς τε scripsi ἐστι φωρᾶσθαι y ἐπι- φορᾶσθαι Pa ἐπιφωρᾶσθαι Ro ἔχειν] ἔχει Ro 〈σώματι〉 inserui coll. phys. lat. 76 cum totius corporis consentiunt motibus 2. καὶ (pr.) scripsi ἐπὶ γ 3. ἀνδρίας scripsi e M ἀνδρείας S 5. ὀρθὸς] ὀρθῶς M 6. 〈ἀπειθὴς〉 καὶ〉 inserui ἵππος] ὁ ἵππος Pa 8. ὁμοῦ scripsi ὤμοις y 9. γυναικεῖον Pa γυναικείου V 11. 〈ἐν〉 inserui ἀποκλί- νοντες] ἀποκλίναντες M )
401
κλίνοντες ἀνοητότεροι. ὅσοι δὲ κατακλῶσι σφᾶς αὐτοὺς καὶ ἐγκλίνουσι, κόλακές εἰσι· τοῦτο γὰρ ποιεῖ ὁ κύων, ὅταν σαίνῃ καὶ θωπεύῃ.