περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφʼ ἑαυτοῦ ὡς ὁ Θουκυδίδης.

ἱατοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν [*](77 Va.) γάρ ἐστιν ἐφʼ | ἧς ὁ ἱατὸς κατακλίνεται. Ὅμηρος (A 434)

  • ‘ἱστὸν δʼ ἱατοδόκῃ πέλασαν’.
  • ἱστοπέδη δὲ ὁ ἐν μέσῳ τῆς νεῶς κοῖλος τόπος, ὅν τινες λ⌞η⌟νίδα
    67
    καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται
  • ‘ἀλλά με δεσμῷ
  • δῆσαν τ᾿ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μείνω,
  • ὀρθὸν ἐν ἱατοπέδῃ’ (μ 160 —162).
  • Ἰταλαὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δʼ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν.

    κατοίκισις καὶ κατοίκησις διαφέρει, ὥς φησιν Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ τρίτῳ Περὶ κατεψευσμέ|νων [*](78 Va.) ἱστοριῶν. κατοίκισις μὲν γάρ ἐστιν ἡ ὑφʼ ἑτέρων γινομένη ἵδρυσις· κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον πόλιν τινὰ καταλαβόντες. οἷον Ἀθηναῖοι κατῴκησαν μὲν παρὰ τὴν ἀκρόπολιν, κατῴκισαν δʼ Ἴωνας. καὶ ἔστι παρὰ μὲν τὸ κατοικεῖν ἡ κατοίκησις, παρὰ δὲ τὸ κατοικίζειν ἡ κατοίκισις.

    καταβολὴ καὶ εἰσβολὴ διαφέρει. καταβολὴ μὲν γάρ ἐστιν ἡ ἔκτισις καὶ κατάθεσις τοῦ εἰσφερομένου ἀργύρου, εἰσβολὴ δὲ περίοδος τοῦ πυρετοῦ.

    68

    κάταμμα καὶ κάταγμα διαφέρει. κάτα⌞γ⌟μα μὲν {τὸ} ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον, κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρ⌞ί⌟ου ἕλκυσμα.

    καταχύματα καὶ καταχύσματα διαφέρει. καταχύματα μὲν γὰρ χωρὶς τοῦ σ τὰ καταχεόμενα ὕδατα ἐπὶ λουτρῶνος καὶ τῶν ὁμοίων. καταχύσματα δὲ σὺν τῷ σ αἱ ἰσχάδες καὶ [*](79 Va.) τὰ ἄλλα τραγήματα τῶν νεω|νήτων δούλων ἃ κατέχευον. Ἀριστοφάνης (Plut. 794)·

  • ‘εἶτ᾿ οὐχὶ δέξῃ δὴ τὰ καταχύσματα;’,
  • καὶ Δημοσθένης (or. 45, 74) ‘ἀλλʼ αὐτὸς μὲν οὐκ ὤκνησε τὴν δέσποιναν γῆμαι ἣ τὰ καταχύσματα αὐτοῦ κατέχε{υ}ε τότε, ἡνίκα ἐωνήθη’.

    κάδος καὶ καδίσκος διαφέρει. κάδος μὲν γὰρ λέγεται ᾧ ἐκ τοῦ φρέατος ἀνιμῶσι τὸ ὕδωρ, καδίσκος δὲ ἀγγεῖόν τι εἰς ὃ τὰς ψήφους ἐμβάλλουσιν ⌞οἱ δικασταί⌟.

    καθάρσια καὶ καθάρματα διαφέρει. καθάρσια μὲν γὰρ λέγεται τὰ ἱερὰ καὶ τὰ ἄλλα οἷς καθαίρονται, καθάρματα δὲ τὰ μετὰ τὸ καθαρθῆναι ἀπορριπτούμενα.

    69

    κανθαρίζειν καὶ τονθορίζειν διαφέρει. κανθαρίζειν μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθορίζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν.

    καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μὲν γάρ ἐστι μέρος χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα, χρόνος δὲ | καιρῶν πολλῶν περιοχὴ καὶ σύλληψις. ἄλλο ὁ μὲν καιρὸς [*](80 Va.) δηλοῖ ποιότητα χρόνου, οἷον ὅτε πόλεμος ἦν, χρόνος δὲ ποσότητα, οἷον πρὸ δέκα χρόνων μετὰ δέκα ἔτη.

    κάλλαια καὶ κάλλη διαφέρει. κάλλαια μὲν γάρ εἰσιν οἱ τῶν ἀλεκτρυόνων πώγωνες, κάλλη δὲ τὰ ἄνθη τῶν βαμμάτων.

    κάθησο τοῦ κάθισον διαφέρει. κάθησο μὲν γὰρ ἐροῦμεν αὐτῷ τινι περὶ ἑαυτοῦ κελεύοντες, κάθισον δὲ περὶ ἑτέρου· ‘κάθισον αὐτόν’.

    κακὸς πονηροῦ διαφέρει ὥσπερ ὁ ἄκακος τοῦ ἀγαθοῦ. κακὸς μὲν γὰρ ὁ πανοῦργος, πονηρὸς δὲ ὁ δραστικὸς κακοῦ.