περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθʼ ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.
ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς.
ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν.
ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ διʼ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος [*](65 Va.) | δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δʼ οὔ.
ζῆλος μέν ἐστι λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι.
ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθʼ ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθʼ ὃν ζηλωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος δὲ ὁ φθόνῳ ὅμοιος.
ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ.
ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός.
ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον, ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης.
ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δʼ ἐπίστα|σις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν.
[*](66Va.)ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον.
ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα μόνον ἀσώματον, ἣν Ἡσίοδος (theog. 124) Νυκτὸς γενεαλογεῖ
ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχη|μένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸν μέλλοντα. Ὅμηρος (Χ 233) [*](67va.)
ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιείκειαν, ὁπότε φαμὲν ‘ἐν πολλῇ διήγομεν ἡσυχίᾳ’.