περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἐτίκουροι καὶ σύμμαχοι διαφέρουσιν. ἐπίκουροι μὲν γάρ εἰσιν οἱ τοῖς πολεμουμένοις βοηθοῦντες καὶ συλλαμβανόμενοι, σύμμαχοι δὲ οἱ τῶν πολεμούντων. Ὅμηρος διʼ ὅλης ἐφύλαξε τῆς ποιήσεως τὴν διαφοράν· οὐκ ἔστιν οὖν παῤ αὐτῷ ἐπικούρους Ἑλλήνων λεγομένους ⌞εὑρεῖν⌟, ἀλλὰ Τρώων.
ἐπτιατεῖλαι καὶ ἐπισκῆψαι διαφέρει. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων, ἐπισκῆψαι δὲ διὰ λόγων.
[*](56 Va.)ἐπαγγέλλει καὶ ἐπαγγέλλεται διαφέρει. ἐπαγγέλλει μὲν τὸ προστάσσει, ἐπαγγέλλεται δὲ τὸ ὑπισχνεῖται. ὑπισχνεῖται δὲ ὁ τῷ αἰτήσαντι δώσειν ὁμολογήσας, ἐπαγγέλλεται δὲ ὁ ἀφʼ ἑαυτοῦ δώσειν ὁμολογήσας.
ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει. ἐπιτίμιον μὲν γὰρ ἡ ζημία, ἐπίτιμον δὲ τὸ τῆς τιμῆς μετέχον. ὥστε οὐ δεῖ λέγειν ‘ἐξέτισε τὸ ἐπίτιμον’, ἀλλʼ ‘ἐξέτισε τὸ ἐπιτίμιον’.
ἐπικηρύξαι καὶ ἐπικηρυκεύαασθαι διαφέρει. ἐπικηρύξαι μὲν γὰρ ἔλεγον τὸ ὑποσχέσθαι χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀν αγ άγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων· οἱ Ἀθηναῖοι ἐπεκήρυξαν, εἰ μέν τις ζῶντα ἀνάγοιτο Διαγόραν τὸν Μήλιον, δώσειν τάλαντον, εἰ δʼ ἀνέλοι, τὸ ἥμισυ. ἐπικηρυκεύσασθαι δὲ ἔλεγον τὸ περὶ συμβιβάσεως καὶ σπονδῶν τὰς πόλεις κήρυκας πρὸς ἀλλήλας διαπέμπεσθαι.
ἐπίτιμος καὶ ἐπιτίμιος διαφέρει. ἐπίτιμος μὲν γὰρ ὁ ἔντιμος, ἐπιτίμιος δὲ ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος· ἀφʼ οὗ τὴν ἐπίπληξιν ἐπιτίμησίν φαμεν καὶ ‘ἐπιτίμησον αὐτῷ’ ἀντὶ τοῦ ἐπίπληξον.
ἐπιχαίρειν καὶ συγχαίρειν διαφέρει. ἐπιχαίρειν μὲν [*](57 Va.) γάρ ἔστι τὸ συνεπιγελᾶν τοῖς ἀλλοτρίοις κακοῖς, συγχαίρειν δὲ τὸ συνήδεσθαί τινος ἀγαθοῖς.
ἐπιδοτικὸς μέν ἐστιν ὁ δεομένοις ἐπιδιδούς, μεταδοτικὸς δὲ ὁ φίλοις.
ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατ᾿ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδʼ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ
ἔρως καὶ πόθος διαφέρει. ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων.
ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος (Ξ 328)·
ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν ἢ ναὶ ἢ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον ‘πῶς ἐπολεμήσατε;’.
ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δʼ ἀπόντος, ἵμερος δʼ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας.
[*](60 Va.)ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ‘νέος πρεσβύτης ἔσται, τῷ δʼ ἀτέκνῳ παῖδες γενήσονται’. ἄλλως ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον ‘ὁ παῖς ἔσται ἀνήρ’, γενήσεται δὲ τὸ ἀόριστον.