περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

διαλέγεται μὲν ὁ διδούς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.

38

δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.

δοάσσατο τοῦ δοιάσσατο διαφέρει. τὸ μὲν γὰρ δοάσσατο σημαίνει τὸ ἔδοξεν, τὸ δὲ δοιάσσατο τὸ ἐδίστασε.

[*](45 Va.)

δοῦλοι καὶ οἰκέται διαφέρουσι. δοῦλοι μὲν γάρ εἰσι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βασιλέα, οἰκέται δὲ δεσποτῶν.

δόξα καὶ κλέος διαφέρει. δόξα μέν ἐστιν ὁ παρὰ τῶν πολλῶν ἔπαινος, κλέος δὲ ὁ παρὰ τῶν σπουδαίων.

δύναμις καὶ ἰσχὺς διαφέρει, ὥς φησι Πλάτων ἐν Πρωταγόρα (351 a 1). οὐ γὰρ ταὐτόν ἐστι δύναμίν τε καὶ ἰσχύν. ἡ μὲν γὰρ δύναμις καὶ ἀπὸ ἐπιστήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σωμάτων.

δυσπειθὴς καὶ ἀπειθὴς διαφέρει. δυσπειθὴς μὲν γάρ ἐστιν ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον, ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πείθεσθαι.

δῶμα καὶ δωμάτιον διαφέρει. δώματα μὲν γὰρ κοινῶς [*](46 Va.) φαμεν τὰ οἰκο| δομήματα, δωμάτιον δὲ τὸν θάλαμον.

δωροδοκία· ἥ τε δόαις τῶν δώρων καὶ ἡ λῆψις.