περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

γελοῖον καὶ εὐτράπελον διαφέρει. γελοῖον μὲν γάρ ἐστι τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως, εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον· εἴρηται δὲ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον.

γέλοιος καὶ γελοῖος διαφέρει. γέλοιος μὲν ὁ καταγέλαστος, γελοῖος δὲ ὁ γελωτοποιός.

31

γῆμαι τοῦ γήμιασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.)

  • ‘γημαμένη ᾧ υἱῷ· ὁ δʼ ὃν πατέῤ ἐξεναρίξας
  • γῆμε’,
  • [*](37 Va.) καὶ Ἀνακρέων (P. M. G. 424 Page = fr. 87 D.²) διασύρων τινὰ ἐπὶ θηλύτητι
  • ‘καὶ θαλάμοις ‘ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλʼ ἐγήματοʼ,
  • καὶ Αἰσχύλος (fr. 131 Mette = fr. 13 N.²) ἐν Ἀμυμώνῃ
  • ‘σοὶ μὲν {γὰρ} γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ μή’.
  • γῆρας μέν ἐστιν ἡ τελευταία ἡλικία, γήρασις δὲ ἡ ἐπʼ αὐτὴν πόρευσις. μήποτε οὖν ταύτῃ καὶ γηρᾶν τοῦ γηράσκειν διαφέρει.

    γράμμα στοιχείου διαφέρει. στοιχεῖον μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐκφώνησις καὶ ὁ φθόγγος, οὗ τὸ γράμμα σημεῖον τύπος ἢ σχῆμα· ὡς ἐν τῷ ‘τρίγωνον μέν ἐστι τὸ Δ, στρογγύλον

    32
    δὲ τὸ Οʼ, τύπος μόνον λέγεται. τὸ δὲ στοιχεῖον τὸ ὁλόκληρον οἷον α β καὶ τὰ λοιπὰ στοιχεῖα. λέγεται μέντοι [*](38Va.) | καταχρηστικῶς καὶ τὰ στοιχεῖα γράμματα· ἤδη μέντοι καὶ τὰ συγγράμματα ἐκάλουν οἱ παλαιοὶ γράμματα· Καλλίμαχός πού (fr. 468 Pf.) φησιν
  • ‘γράμματα δʼ οὐκ εἴλισσον ἀπόκρυφα’,
  • τουτέστι τὰ συγγράμματα, καὶ πάλιν (ep. 23, 3—4)
  • ‘ἀλλὰ Πλάτωνος
  • ἐν τῷ περὶ ψυχῆς γράμμ᾿ ἀναλεξάμενος’.
  • καὶ ἐν τῇ συνηθεία πολλά φαμεν εἰδέναι γράμματα τόνδε· οὐ γὰρ τὰ εἴκοσι τέσσαρα, ἀλλὰ τὸν πολλῶν ἔμπειρον συγγραμμάτων.

    γυμνασθῆναι καὶ γυμν άσ ασθαι διαφέρει. γυμνασθῆναι μὲν γάρ ἐστι τὸ ὑφʼ ἑτέρου, γυμν⌞άσ⌟ ασθαι δὲ τὸ ὑφʼ ἑαυτοῦ.

    γυμνασία μὲν λέγεται ἡ τῶν γεγυμνασμένων ἄσκησις, ἄσκησις δὲ ἡ τῶν λεγόντων καὶ σκηνικῶν.

    [*](39Va.)

    δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς ἐπʼ ἀμφότερα.

    33

    δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225)

  • ‘τίς δαὶ ὅμιλος’
  • καὶ (Κ 408)
  • ‘πῶς δαὶ τῶν ἄλλων Τρώων’.
  • ὁ δὲ συμπλεκτικὸς δέ συνεσταλμένος.