περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

φιλεῖν καὶ κυνεῖν διαφέρει, ὅτι τὸ μέν κυνεῖν τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι, φιλεῖν δὲ τὸ ἀγαπᾶν καὶ ξενίζειν.

φίλος καὶ ἑταῖρος διαφέρει. φίλοι μέν γὰρ κοινῶς ἅπαντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτούς ἔχοντες· ἑταῖροι δέ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες, οἱ καὶ ἐν τῇ συνηθεία καὶ ἐν τῇ συνεργείᾳ πολὺν χρόνον γεγονότες.

φόρος καὶ φορὸς διαφέρει. φόρος μέν γὰρ λέγεται ὁ  φέρων. | οὕτως καὶ φόνος ἡ ἀναίρεσις, φονὸς δέ ὁ τόπος [*](144 Va.) τῆς ἀναιρέσεως. καὶ φορὸς ὁ φερόμενος.

130