περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ὕμνος ἐγκωμίου διαφέρει. ὁ μὲν γὰρ ὕμνος ἐστὶ θεῶν, τὸ δὲ ἐγκώμιον ἀνθρώπων.

ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μέν γάρ ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία.

ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μέν γὰρ ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δέ τὸ περιτυχεῖν δίκῃ, οἷον ‘ἀπήντησε κατὰ τὴν δίκην’, ἀντὶ τοῦ περιέτυχεν.

ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων ἐπαγγέλλεται δέ ὁ δίχα παρακλήσεως παρέχειν βουλόμενος.

ὑποψία ὑφοράσεως διαφέρει. ὑποψία μέν γάρ ἐστι κακοῦ τις ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον.

[*](140 Va.)

ὑπάρξαι τό τε γενέσθαι καὶ τὸ κατάρξασθαι.

ὑπάγειν καὶ πορεύεσθαι διαφέρει, ὅτι τὸ πορεύεσθαι μέν ἐστι τὸ βαδίζειν, ὑπάγειν δέ τὸ ὑπὸ ζυγὸν ἄγειν

127
βοῦς ἢ ἵππους ἤ τι τοιοῦτον. ὡς καὶ Ὅμηρος (Π 148)
  • ‘ὔπαγε ζυγὸν ὠκέας ἵππουςʼ.
  • οἱ δὲ βοηθοῦντες τῇ λέξει φασίν, ὅτι ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν ὥσπερ ὑφηγητὴν ἀντὶ τοῦ προηγητὴν καὶ ὑπογραμμὸν ἀντὶ τοῦ προγραμμόν ὥς φησι καὶ Ἀριστοφάνης (II p. 1188 M. ═ fr. 652 K.)·
  • ‘ἐγὼ δέ ὑπαίρω τὸν ὅρκον’
  • ἀντὶ τοῦ προαίρω. οὕτως οὖν καὶ ὑπάγειν λέγομεν ἀντὶ τοῦ προάγειν, τοῦτ᾿ ἔστιν εἰς τοὔμπροσθεν πορεύεσθαι. κέχρηται τῇ λέξει Εὔπολις ἐν Βάπταις (II p. 447 M. ═ fr. 79 K.)·
  • ‘σὺ δʼ ὕπαγε εἰς τοὔμπροσθενʼ.