περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

τροχοὶ ὀξυτόνως καὶ τρόχοι βαρυτόνως διαφέρουσι παρὰ τοῖς Ἀττικοῖς, φησὶ Τρύφων (fr. 11 Vels.) ἐν δευτέρα Περὶ Ἀττικῆς προσῳδίας. τοὺς μὲν γὰρ περιφερεῖς τροχοὺς ὁμοίως ἡμῖν προφέρονται ὀξυτονοῦντες· τρόχους δέ βαρυτόνως λέγουσι τοὺς δρόμους. ἀναγινώσκομεν γάρ, ὥς φησίν, ἐν μέν Ἀλόπῃ Εὐριπίδου (fr. 105 N.2)·

  • ‘ὁρῶ μέν ἀνδρ??ῶ??ν τόνδε γυμνάδα στόλον
  • στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον’,
  • ἐν δὲ Μηδείᾳ (46)
  • ‘ἀλλ᾿ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι’.
  • 125
    ἀναλογικώτερον δέ τὸ βαρύνειν. τὰ γὰρ εἰς χος δισύλλαβα — παρατελεύτου ὄντος τοῦ ο — βαρυτονεῖται· οἷον λέχος ὄχος βρόχος κόγχος κόλχος μόσχος, οὕτω τρόχος. καὶ ἔτι τὰ παρὰ ῥήματα εἰς ω βαρύτονα καὶ αὐτὰ βαρυτονεῖται ἰσοσυλλαβοῦντα· οἷον πλέκω πλόκος, σπείρω σπόρος, λέγω λόγος, φέρω φόρος, οὕτω καὶ τρέχω τρόχος.

    τραγῳδοὶ καὶ κωμῳδοὶ καὶ τραγῳδοποιοὶ καὶ [*](138 Va.) κωμῳδοποιοὶ διαφέρουσι. τραγῳδοὶ μέν γὰρ καὶ κωμῳδοί εἰσιν οἱ ὑποκριταὶ τῆς κωμῳδίας καὶ τραγῳδίας, τραγῳδοποιοὶ δέ καὶ κωμῳδοποιοὶ οἱ ποιηταὶ τῶν δραμάτων.