περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλε{μί}ων, τειχία δέ τὰ τῶν οἰκιῶν.

122

τήθη καὶ τ??η??θὶς διαφέρει. τήθη μέν γάρ ἐστιν ἡ τοῦ παιδὸς τροφός — ταύτας δʼ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι —, τιθὶς δʼ ἐστὶν ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν.

τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν [*](136 Va.) γάρ ἐστιν ἡ μαστὸν παρέχουσα, τροφὸς δέ καὶ τιθηνὸς ἡ | τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν.

τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι μέν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις.

τίθησι καὶ τίθενται διαφέρει. τίθησι μὲν γὰρ τὸν

123
νόμον ὁ νομοθέτης, τίθενται δὲ τὸν νόμον οἱ δικάζοντες καὶ αἰρούμενοι.

τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μέν γὰρ τοὔνεκά ἐστι τούτου ἕνεκα, τὸ δέ οὕνεκα ἀντὶ τοῦ ὅτι. ἁμαρτάνει οὖν ὁ Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 232 Pf.) κατὰ δύο τρόπους, λέγων

  • ‘τοὔνεκεν Αἰγέος ἔσκεν’,
  • ὅτι τε — δέον εἰπεῖν οὕνεκα — τοὔνεκεν εἶπεν, καὶ ὅτι ἀντὶ τοῦ κα κεν εἶπεν ἄνελίστως.

    τιμωρεῖν καὶ τιμωρεῖσθαι διαφέρει. τιμωρεῖν μὲν γάρ ἐστι τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι, τιμωρεῖσθαι δέ τὸ κολάζειν. καὶ συντάσσουσι τὸ μέν ἐνεργητικὸν δοτικῇ οἷον ‘τιμωρῶ τῷ φίλῳ’, ἤγουν βοηθῶ τὸ δέ παθητικὸν αἰτιατικῇ οἷον ‘τιμωροῦμαι τὸν ἐχθρόν’, ἀντὶ τοῦ κολάζω.