περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην· ἦν δέ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. | πρυτανεία δέ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς [*](120 Va.) Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τούς μισθούς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν.

πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μέν ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δέ ὁ ἐν νεότητι.

108

πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρεσβεύονται μέν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πρεσβεύουσι δέ οἱ χειροτονούμενοι καὶ πεμπόμεπέμποντες, νοι ἐπὶ τὴν πρεσβείαν.

πρέσβεις οἱ πρεσβευταί. πρέσβις δέ οὐδέποτε λέγεται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται.

πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος (E 632)· [*](121 Va.)

  • ‘τὸν καὶ Πληπόλεμος πρότερος’.
  • τὸ δέ πρῶτος ἐπὶ πολλῶν (H 162)·
  • ‘ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων’.
  • πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτότοκος μέν γὰρ προπαροξυτόνως ὁ πρῶτον τεχθείς, πρωτοτόκος δέ παροξυτόνως ἡ πρῶτον τεκοῦσα.

    προσπταίειν μὲν λέγεται τοῖς κάτω μέρεσι, ποδὶ κνήμῃ· προσκρούειν κρούειν δέ τοῖς ἀνωτέρω καὶ κεφαλῇ.

    πείθεσθαι μέν τὸ ἑκουσίως συγκατατίθεσθαι, πειθαρχεῖν δέ τὸ κελεύοντι πεισθῆναι.

    109

    Πυθὼν θηλυκῶς καὶ ὀξυτόνως ὁ τόπος· βαρυτόνως δέ καὶ ἀρσενικῶς ὁ δράκων.

    πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι. τὸ μέν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ τὸ δέ πεῖ τὴν ἐν τόπῳ τὸ δέ πῶ τὴν | ἐκ τόπου, ὁμοίως δέ [*](122 Va.) καὶ τοῦτο. ὥσθ᾿ οἱ Δωρίζοντες καὶ λέγοντες ‘πεῖ πορεύῃ ἁμαρτάνουσι· δέον γὰρ ‘πῦς πορεύῃ τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί (fr. 5 Kaibel ═ pap. PSI 1214 a 8) ‘πεῖ γὰρ ἁ ἄσφαλτος;’. (fr. 5 Kaibel)· ‘ποῖος εἰλισκοπεῖται·’, ἀντὶ τοῦ ποῦ. ὅταν δʼ εἰς τόπον θέλῃ εἰπεῖν, φησί (fr. 75 Kaibel) ‘πῦς ἐς μυχὸν καταδύῃ;’ τουτέστιν ἀντὶ τοῦ ‘εἰς τίνα μυχόν’.