περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

πρεσ βεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μέν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύεινμ δέ τὸ πέμπρεσβευτὴν πειν οἱ Ἀττικοὶ λέγουσιν.

πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει. πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ (e. g. 2, 29, 1). ξένος δʼ ὁ εἰς ἑνός· ὁ δʼ αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν Εὐριπίδης (fr. 721 N.2) ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν ἰδιόξενον· [*](119 Va.)

  • ‘κακός τίς ἐστι προξένῳ σοι χρώμενος’.
  • δορύξενος δέ ὁ κατὰ πόλεμον γενόμενος φίλος ἁλοὺς γὰρ καὶ ξενίων τυχών ἀφείθη πρὸς τοῦ πολεμίου λύτρα λαβόντος, μνᾶ δ᾿ ἦνμ ἡ τεταγμένη. κομίσας δέ καὶ φυλάξας τὴν πίστιν ἐγένετο φίλος καὶ δορύξενος ἐκαλεῖτο.

    107

    προτέρα καὶ προτεραία διαφέρει. προτέρα μέν γὰρ ἐπὶ τάξεως, προτεραία δέ ἐπὶ μόνης ἡμέρας.

    πρῶτος καὶ πρότερος διαφέρει. πρῶτος μέν γὰρ ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο. καὶ τῷ μέν πρώτῳ ἀκόλουθός ἐστιν ὁ ὕστατος, τῷ δέ προτέρῳ ὁ ὕστερος. καὶ πρότερος ἐπὶ τάξεως, πρώτ??ω??ς δέ ἐπὶ ποιότητος, ὡς ὅταν ἐπὶ ἀγάλματος λέγωμεν πρώτως ἔχειν τῇ τέχνῃ, οἷον ἐξόχως· Πλάτων γοῦν (cf. rep. 544c) διαιρούμενος τὰς πολιτείας τὴν μέν πρώτως ἔχειν φησί, τὴν δὲ ??δευ??τέρως· δηλονότι ἡ μέν πρωτεύει, ἡ δέ ἕπεται. εἰ δέ τις εἴποι ‘πρώτως ἦλθον εἰς Ἀθήνας’, ἁμαρτάνει· ‘πρῶτον’ γὰρ χρή.

    πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων τὴν δίκην· ἦν δέ τὰ ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης. | πρυτανεία δέ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς [*](120 Va.) Ἀθηναίοις ὁ ἐνιαυτὸς εἰς δέκα πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν, καὶ ἐπρυτάνευον ἐν ἑκάστῃ φυλῇ κατ’ ἐνιαυτὸν ἅπαξ· ὅθεν καὶ τούς μισθούς καὶ τὰ ἐνοίκια κατὰ τὰς πρυτανείας, οὐ κατὰ μῆνα, ἐτέλουν.

    πρὸ μοίρας καὶ πρὸ ὥρας διαφέρει. πρὸ μοίρας μέν ὁ βιαίως ἀποθανών, πρὸ ὥρας δέ ὁ ἐν νεότητι.

    108

    πρεσβεύονται καὶ πρεσβεύουσι διαφέρει. πρεσβεύονται μέν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ πρεσβεύουσι δέ οἱ χειροτονούμενοι καὶ πεμπόμεπέμποντες, νοι ἐπὶ τὴν πρεσβείαν.

    πρέσβεις οἱ πρεσβευταί. πρέσβις δέ οὐδέποτε λέγεται· τὸ γὰρ ἑνικὸν πρεσβευτὴς ἀνέγνωσται.

    πρότερος καὶ πρῶτος διαφέρει. πρότερος μὲν ἐπὶ δυοῖν τάσσεται, ὡς Ὅμηρος ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος (E 632)· [*](121 Va.)

  • ‘τὸν καὶ Πληπόλεμος πρότερος’.
  • τὸ δέ πρῶτος ἐπὶ πολλῶν (H 162)·
  • ‘ὦρτο πολὺ πρῶτος ἄναξ ἀνδρῶν Ἀγαμέμνων’.