περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μέν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων — [*](114 Va.) ἔνος γὰρ ὁ ἐνιαυτός ὄλβιος δʼ ὁ τε | λείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος εὐτυχὴς δʼ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μέν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δέ αἱ τῶν τροχῶν σύριγγες.

πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μέν γάρ ἐστι σύστημά τινων, ὄχλος δέ κυρίως ἡ ὄχλησις.

πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μέν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλ᾿  ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί

103
ποτε χρημάτων ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινές δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δέ τὴν μεγάλην εὐπορίαν.

πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μέν γάρ ἐστιν ὁ ἐμπείρως πολεμῶν, αἰχμητὴς δέ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.

πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· | ἐν δὲ [*](115 Va.) συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν.

πομπή καὶ πομπεία διαφέρουσιν. πομπὴ μέν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης (or. 18, 11) ‘ τῆς δέ πομπείας ταύτης ὕστερον’.

παρρης καὶ παρουσία διαφέρει. παρρησία μέν γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευσις.

πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μέν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δέ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ

104
  • ‘τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠέ νέεσθαι
  • --- φίλην ἐς πατρίδα γαῖαν᾿ (B 453 sq.).
  • οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ᾿ ἐκ μιᾶς χώρας.

    πόλις καὶ ἄστυ διαφέρει. πόλις μέν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον [*](116 Va.) ὁ τόπος. | (P 144)·

  • ‘ φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς’.