περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

κωφὸς καὶ ἐνεὸς ὁ αὐτὸς παρὰ τοῖς παλαιοῖς ἐλέγετο, ὁ μὴ φθεγγόμενος. Ὅμηρος (Ξ 16)

  • ‘κύματι κωφῷ’,
  • τῷ μὴ ἀποτελοῦντι ἦχον. καὶ ἡ Πυθία (Parke- Wormell, The Delphic Oracle, II no. 52)
  • ‘καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω’
  • παραλλήλως ἔταξε. νῦν δὲ κωφὸς ὁ τὴν ἀκοὴν βεβλαμμένος.

    κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὑποκριτής, κωμῳδοποιὸς δὲ καὶ τραγῳδοποιὸς οἱ ποιηταί. ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν.

    76

    λαχεῖν καὶ κληρώσασθαι διαφέρει. λαγχάνει μὲν εἷς, οὗ ἂν ὁ κλῆρος ἔλθῃ· Ὅμηρος (Η 171) [*](87 Va.)

  • ‘κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς ὥς κε λάχῃσι’.
  • κληροῦνται δὲ ⌞πάντες⌟ οἱ καθιέντες εἰς τὸν κλῆρον. καὶ λαχεῖν μέν ἐστι τὸ ἐκ τῶν κληρουμένων τοῦ προκειμένου τυχεῖν, κληρώσασθαι δὲ τὸ κλήρῳ χρήσασθαι.

    λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λαλεῖν μὲν γάρ ἐστι τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα, λέγειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον, διαλέγεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι πρὸς τὸν διαλεγόμενον· Πλάτων ἐν Σοφιστῇ. οἱ δʼ ἄλλοι φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκφέροντας ὁνπεροῦν λόγον, διαλέγεσθαι δὲ καὶ λέγειν τοὺς μετ᾿ ἐπιμελείας λέγοντας· διαφορὰν δὲ τῶν δύο τούτων λέγουσι, καὶ τὸ μὲν διεξιέναι λόγον συναίροντες λέγειν φασί, διαλέγεσθαι δὲ τὸ ἀμειβόμενον τοὺς λόγους κατ᾿ ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖσθαι.

    77

    λαβεῖν καὶ δέξασθαι διαφέρει. λαβεῖν μὲν γάρ ἐστι τὸ κείμενόν τι ἀνελέσθαι, δέξασθαι δὲ τὸ ἐκ χειρὸς διδόμενον.

    λέπας καὶ λεπὰς διαφέρει. λέπας μὲν γάρ ἐστι βαρυτόνως ὄρους ἀπόσπασμα, λεπὰς δὲ ὀξυτόνως ἐν ταῖς πέτραις γινόμενόν τι μικρὸν ὄστρεον.

    λέμβος καὶ λέμφος διαφέρει. λέμβος μὲν γάρ ἐστι πλοιαρίου | τινὸς εἶδος, λέμφοι δὲ παρὰ Ἀττικοῖς οἱ κορυζώδεις [*](88 Va.) ἐλέγοντο καὶ μυξώδεις. Μένανδρος (fr. 427 Koerte2) Ὑποβολιμαίοις ‘γέρων ἀμέμικτ’ ἄθλιος λέμφος’.

    λέχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη, εὐνὴ δὲ ἡ ἐπὶ ταύτης στρωμνή. φησὶ γοῦν Πηνελόπη (ψ 179 sq.)

  • ‘ἔνθα οἱ ἐκθεῖσαι πυκνὸν λέχος ἐμβάλετ’ εὐνήν,
  • δέμνια καὶ χλαίνας’.
  • 78

    λείαν καὶ λίαν διαφέρει. λεία μὲν γὰρ διὰ διφθόγγου σημαίνει τὴν ἀπελασί⌞α⌟ν τῶν τετραπόδων·

  • ‘ληΐδα δʼ ἐκ πεδίου συνελάσαμεν’ (Λ 677).
  • διὰ δὲ τοῦ ῑ γραφόμενον ἐπίρρημα δηλοῖ ἐπιτάσεως, ἐάν τε ἐκτείνηται ἐάν τε συστέλληται· ⌞ὡς παρὰ Ἀνακρέοντι (P.M.G. Page = fr. 83 D.2)
  • ‘λίην δὲ δὴ λιάζεις’⌟.
  • [*](89 Va.)

    λῆμα καὶ λῆμμα διαφέρει. λῆμα μὲν γάρ ἐστι διʼ ἑνὸς μ τὸ παράστημα τῆς ⌞ψ⌟υχῆς, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον.

    λῃτουργεῖν διὰ τοῦ η καὶ λιτουργεῖν διὰ τοῦ ῑ διαφέρει, φησὶ Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέρας

    79
    Ἰλιάδος. τὸ μὲν γὰρ λῃτουργεῖν τὸ τῷ δήμῳ ὑπηρετεῖν, λῇτον γάρ φασι τὸ δημόσιον·
  • ‘λήϊτον ἀμφεπένοντο’ (fr. ad.).
  • τὸ δὲ λιτουργεῖν κακὰ λέγειν.

    λίβανος καὶ λιβανωτὸς διαφέρει. λίβανος μὲν γὰρ κοινῶς καὶ τὸ δένδρον καὶ τὸ θυμιώμενον, λιβανωτὸς δὲ μόνον τὸ θυμιώμενον.

    λογογράφος καὶ λογοποιὸς διαφέρει. λογογράφος [*](90 Va.) μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς.

    λόγος ποιήσεως διαφέρει. λόγος μὲν γάρ ἐστιν ἡ δίχα μέτρου σύνταξις, ποίησις δὲ ἡ σύνθεσις ἡ μέτρῳ κοσμουμένη.

    λυχνοῦχον καὶ λαμπτῆρά φασι τὸν ⌞νῦν φανόν⌟, φανὸν δὲ τὴν λαμπάδα, καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π, πανός. λυχνεῖον δὲ ἐκάλουν τὴν λυχνείαν.

    80

    λυχνίον λυχνούχου διαφέρει. λυχνίον μὲν γάρ ἐστιν ἡ λυχνία ὡς Ἀντιφάνης φησὶν (III p. 29 M. = fr. 55, 2 K.) ἐν Ἀφροδίτης γοναῖς, λυχν⌞οῦχ⌟ος δὲ ὁ φανός. Μένανδρος (fr. 291 Koerte2) ἐν Νομοθέταις

  • ‘ἑτέρου λυχνοῦχος, ἑτέρου λήκυθος’.
  • μάχαιρα καὶ μαχαιρὶς διαφέρει. μάχαιραν μὲν γὰρ ὁμοίως ἡμῖν λέγουσιν Ἀττικοί, μαχαιρίδας δὲ τὰς τῶν κουρέων.

    [*](91 Va.)