περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἁρπαγὴ καὶ ἁρπάγη διαφέρει παρὰ τοῖς παλαιοῖς Ἀττικοῖς, ὥς φησι Τρύφων ἐν τῷ τρίτῳ Περὶ Ἀττικῆς προσῳδίας (fr. 12 Vels.). ἐὰν μὲν γὰρ ὀξυτόνως προενεγκώμεθα καθάπερ ἐν τῇ συνηθείᾳ, τὴν αἰφνίδιον καὶ μετὰ βίας ἀφαίρεσιν δηλώσει ἐὰν δὲ βαρυτόνως ἁρπάγην ὡς Ἀνάφην, ἐν ᾗ ἐκ τῶν φρεάτων τοὺς κάδους ἐξαίρουσιν. καὶ παρὰ Μενάνδρῳ (fr. 657 Koerte2) ἀναγινώσκομεν· [*](23Va.)
ἆρα καὶ ἄρα διαφέρει. ὁ μὲν γὰρ κατὰ περισπασμὸν
ἄρτι καὶ ἀρτίως διαφέρει. ἄρτι μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, τὸ δʼ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου τελείως. ὥστε ἁμαρτάνει Σαπφὼ λέγουσα (fr. 123 L. -P. cf. fr. 103, 13)
ἀράχνη καὶ ἀράχνιον διαφέρει. ἀράχνη μὲν γὰρ θηλυκῶς τὸ ὕφασμα — καὶ οὐδετέρως, τὸ ἀράχνιον --, ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον.
ἄρνες καὶ ἀρνειοὶ διαφέρουσιν. ἄρνες μὲν γὰρ λέγονται οἱ νεογνοί·
ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν (p. 232sq.Nauck).
ἀρρωστεῖν τοῦ νοσεῖν διαφέρει. ἀρρωστεῖ μὲν γὰρ ὁ καχεκτῶν τῷ σώματι, νοσεῖ δὲ ὁ κλινήρης.
[*](25Va.)ἀρρωδεῖν καὶ ὀρρωδεῖν διαφέρει. τὸ μὲν γὰρ διὰ τοῦ o σημαίνει τὸ εὐλαβεῖσθαι οὕτως γὰρ ἐξηγοῦνται τὴν λέξιν· ὄρρος δὲ λέγεται ὁ περὶ τοὺς γλουτοὺς τόπος ὅν τινες ταῦρον λέγουσιν· ὅθεν καὶ τῶν ὀρνέων ὁ τόπος οὗτος ὀρροπύγ??ι??ον καλεῖται, οὐχ, ὥς τινες ἀγνοοῦντες, ὀρθοπύγιον. ἐτύμως δʼ εἴρηται, ὅρος ὢν τῆς πυγῆς καὶ οἱονεὶ ὁροπύγιον. οἱ δʼ εὐλαβούμενοι περί τινος ἀνασπᾶν εἰώθασι τὸ αἰδοῖον, πολλάκις δὲ καὶ τὰ ἄλογα τῶν ζώων ὑποστέλλειν εἰώθασι τὴν οὐρὰν
ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυτόνως [*](26 Va.) μὲν γὰρ τὸ φυτόν· ὀξυτόνως δʼ ὁ τόπος