περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων

ἀκταὶ καὶ θῖνες διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.

ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656).

ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή.

8
[*](10Va.)

ἀκαρὴς σὺν τῷ σ καὶ ἀκαρῆ ἄνευ τοῦ σ διαφέρει. ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ σ σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. = fr. ad. 580 K.) ‘οὐδʼ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαιʼ. ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 660 M.=  fr. ad. 581 K.)

  • ‘κατέπεσον ἀκαρὴς τῷ δέειʼ.
  • ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον.

    ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἀλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149)

  • ‘ἡ μητέρʼ ἠλοίησεν ἡ πατρὸς ἀγαθόνʼ,
  • [*](11Va.) ἀφʼ οὗ καὶ μητραλοίαν φαμὲν καὶ πατραλοίαν.

    ἀλλσίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ.

    9

    ἁλίπαστον καὶ ἁλί⌞σ⌟ παρτον διαφέρει. τὸ μὲν γὰρ ἁλὶ πεπασμένον κρέας ἢ ἰγθὺν ἔλεγον ἁλίπαστον, ἁλί⌞σ⌟παρτον δὲ τὴν ἁλὶ ἐσπταρμένην χώραν ὥς τινων φθονερῶν τοῦτο ποιούντων. ὅθεν καὶ ὁ βίος τοὺς ᾐκισμένους καὶ δυσθεραπεύτως ἔχοντας τὰ σώματα ἁλι⌞σ⌟ πάρτους καλεῖ.

    ἄλλος καὶ ἕτερος διαφέρει. ἕτερος μὲν γὰρ ἐπὶ δυοῖν, ἄλλος δὲ ἐπὶ πλειόνων.

    ἄλλο καὶ ἀλλοῖον διαφέρει. τὸ μὲν γὰρ ἄλλο ἐπὶ προσώπου, τὸ δὲ ἀλλοῖον ἐπὶ φύσεως.

    ἁματροχιὰ καὶ ἁρμαροχιὰ διαφέρει. ἁματροχιὰ μὲν | γάρ ἔστιν ἡ ταυτοσυνδρομὴ τῶν ἁρμάτων· [*](12Va.)

  • ‘τῇ δʼ εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνωνʼ (Ψ 422).
  • ἁρματροχιὰ δὲ ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς·
  • ‘οὐδέ τι πολλή
  • γίνεται ἐπισσώτρων ἁρματροχιὴ κάτωʼ (Ψ 504sq.).
  • 10

    ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρουσιν. ἀμυγδαλῆ μὲν γὰρ περισπωμένως τὸ δένδρον δηλοῖ ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν, καθὰ καὶ Εὔπολις (II p. 525 M.= fr. 253 K.) ἐν Ταξιάρχοις φησί·

  • ‘δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλαςʼ.
  • [*](13Va.)

    ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρρημα, ὁμοῦ δὲ τοπικόν. Σόλων μὲν γὰρ ἅμα ἐγένετο Ἀναχάρσιδι τῷ Σκύθῃ, εἴπερ κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν, ὁμοῦ μέντοι οὐκέτι· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐγεννήθησαν, ἀλλʼ ὁ μὲν Ἀθήνησιν, ὁ δὲ ἐν Σκυθίᾳ. καὶ Ὅμηρος διαστέλλει (Δ 450sq. Θ 64 sq.)

  • ‘ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
  • ὀλλύντων καὶ ὀλλυμένωνʼ,
  • κατὰ τὸν αὐτὸν χρόνον. καὶ (Γ 1)
  • ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοιʼ,
  • (Ψ 362)
  • ‘οἱ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἀσισον.
  • 11
    ἐπιτροπικῶς δὲ τὸ (ο 365)
  • ‘τῇ ὁμοῦ ἐτρεφόμηνʼ,
  • καὶ πάλιν (μ 67)
  • ‘ἄλλοθ’ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνʼ,
  • ἀντὶ τοῦ ἐν αὐτῷ τῷ τόπῳ. καὶ (Λ 120 sq.)
  • ‘τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
  • ἐν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔσχον ὠκέας ἵππουςʼ.
  • ἔσθʼ ὅτε δʼ ὁ ποιητὴς τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ τάσσει ἐπιρρήματος, ὥς φησιν Ἀσκληπιάδης·
  • ‘εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμιὸς Ἀχαιούςʼ (Α 61),
  • εἰ μὴ ἄρα τις εἴποι καὶ νῦν τὸ ὁμοῦ ἐν τῷ αὐτῷ τόπῳ, οἷον ‘ἐν Τροίᾳ ὅ τε λοιμὸς καὶ ὁ πόλεμος δαμάζει τοὺς Ἀχαμιούς.’

    ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν ‘ἀμ |φότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεςʼ. ἑκάτεροι δέ, [*](15 Va.) ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ‘ἑκάτερος αὐτῶν δοκὸν φέρωνʼ, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ ἰδίαν.

    ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν.

    12

    ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων.

    ἄμιητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν καρπόν ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν.

    ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος.

    ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος.