περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἄβαξ καὶ ἀβακιον διαφέρει. ἄβαξ μὲν γάρ, ἐφʼ οὗ τὰ πράγματα παρατιθέασιν ἀβάκιον δέ, ἐφʼ οὗ ψηφίζουσιν

ἀβέβηλα καὶ βέβηλα διαφέρουσιν, ἄμφω ἐπʼ ἀγαθῷ λαμβανόμενα. ἀβέβηλα μὲν γὰρ τὰ ἱερὰ καὶ ἄψαυστα καὶ μὴ βάσιμα· βέβηλα δὲ τὰ ὅσια μέν, οὐχ ἱερὰ δέ, οἷον βάσιμα ὄντα. καὶ τοῦτο μέν, ὡς ἐρρήθη, εἰ ἐπʼ ἀγαθῷ ἄμφω λαμβάνοιντο· ἡ γὰρ κοινὴ χρῆσις | τοῦ βεβήλου τὴν ἐναντιωτάτην [*](2Va.) ἔχει καὶ τῷ ἀβεβήλῳ διαφοράν.

ἄγγελος καὶ ἐξάγγελος καὶ αὐτάγγελος διαφέρουσιν. ἄγγελος μὲν γὰρ πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ τὰ ἔνδσθεν τοῖς ἔξω διαγγέλλων, ὃν Θουκυδίδης (7, 73, 3) διάγγελον εἴρηκεν· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοιʼ. αὐτάγγελος δὲ ὁ τὰ ἀφʼ ἑαυτοῦ διαγγέλλων καὶ μὴ ὑφʼ ἑτέρου.

2