De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

ϲυγχριέϲθω δὲ τὸ ϲωμάτιον ἐλαίῳ, ἐν ῷ κέδροι ϲυγκεκομμέναι [*](7 1) χλωραὶ προεβλήθηϲαν ἢ ἀρκευθίδεϲ ἢ κόνυζα ἢ πευκέδανον ἢ ϲίλφιον ἢ ἐλελίϲφακον ἢ μαλάχη ἀγρία ἢ ἀβρότονον ἢ καρδάμωμον ἢ ἀϲφοθέλου ἢ δαύκου | καρπὸϲ ἢ χαλβάνη, καὶ ὀπῷ πευκεδάνου ἢ μυελῷ ἐλαφείῳ μετ᾿ ὄξουϲ ἀνειμένῳ ἢ ὀξελαίῳ ἢ τοῖϲ ἐκ τούτων ϲυντεθεῖϲι.

πρὸϲ δὲ πάν θηρίον καθολικῶϲ· τὸ ἑκάϲτου ϲτέαρ ϲυναλειφόμενον 2 φυγαδεύει ἀπὸ τῆϲ ὀϲμῆϲ τὸ ϲυγγενέϲ, ὡϲ καὶ κύων ὀϲφρανθεὶϲ τοῦ ἰδίου κρότωνοϲ τεθλαϲμένου φεύγει ταχέωϲ.

πληξάντων θηρίων βοηθήματα· ἐὰν δὲ ἄρα ϲυμβῇ πληγῆναί 3 τινα ὑπό τινοϲ θηρίου, κούφου μένοντοϲ τοῦ ἰοῦ, καταντλήϲειϲ διὰ θερμοῦ ὕδατοϲ ἢ ὀξυκράτου καὶ ἐκμυζήϲειϲ. δεῖ δὲ μὴ ἄϲιτον εἰναι τὸν ἐκμυζῶντα, ἀλλ᾿ εἰληφέναι τροφὴν καὶ διακεκλύϲθαι οἴνῳ· ἔπειτα ἐλαίου βραχὺ ἐν τῷ ϲτόματι κατέχων οὕτωϲ τὴν ἐκμύζηϲιν ποιείτω. δεῖ δὲ προϲέχειν μὴ τὸ ϲτόμα ἢ οἱ ὀδόντεϲ ἢ τὰ παρίϲθμια τοῦ μέλλοντοϲ ἐκμυζᾶν ἔχουϲί τινα βλάβην.