De venenatis animalibus eorumque remediis
Philumenus
Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908
6 ὁ δὲ καθηγητὴϲ ἐνεργέϲτερον ποιῶν καὶ ϲκόροδα ϲυνελέαινεν. πρὸϲ οὐν κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ἅλαϲ λεῖον ϲὺν μέλιτι κατάπλαϲϲε, ἄχριϲ οὗ πλήρη ῇ. τινὲϲ δὲ καὶ κρόμμυον προϲμίϲγουϲιν καὶ ὄξουϲ καὶ οὕτωϲ χρῶνται. αὐτοῖϲ δὲ τούτοιϲ τοῖϲ βοηθήμαϲιν χρηϲτεον καὶ ἐπὶ τῶν ἀνθρωποδήκτων· ταῦτα γὰρ ἁρμόζει πρὸϲ τὰϲ ἑκατέρων διαθέϲειϲ.
7 | ἐκ δὲ τῶν Θεοδώρου· ὑὸϲ κόπρον κατακαύϲαϲ καὶ ἀναλύϲαϲ ἐλαίῳ ἐπιτίθει· ἐμοὶ δὲ δοκεῖ καὶ πράϲον τούτῳ μίϲγειν.
8 ἄλλο· ἄνηθον ξηρὸν κατακαύϲαϲ πλήρωϲον τὸ δῆγμα, καὶ πεμπταῖον λύϲαϲ εὑρήϲειϲ καθαρόν. ἄλλο· φύλλα κράμβηϲ, ἰὸν χαλκοῦ, πήγανον καὶ ἅλαϲ ἐπιτίθει.
1 ἐκ τῶν Ἀλρχιγένουϲ· ὁπλαὶ αἰγῶν καὶ τρίχεϲ θυμιώμεναι πόρρωθεν· ἀναϲτέλλεται γὰρ τὰ ἑρπετὰ τῇ τούτων ὀϲμῇ. ϲύνθετον θυμίαμα Φιλίνου τοῦ θηριακοῦ· χαλβάνηϲ, κάχρυοϲ τῆϲ ῥίζηϲ, κέρατοϲ ἐλαφείου, μελανθίου ἀνὰ ?? α λεάναϲ πάντα ἀναλάμβανε ὄξει, ποιῶν τροχίϲκουϲ.