De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

9 διδόϲθω δὲ ἡ διὰ τῆϲ κολοκυνθίδοϲ ἱερά, καὶ τὸ γάλα δὲ τὸ ϲχιϲτόν, ὁμοῦ μὲν κάθαρϲιν καὶ ἐπίκραϲιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόϲιϲ παραλαμβανέϲθωϲαν καθ᾿ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸϲ τούτοιϲ ἱδρωτοποιία καὶ πρὸ τροφῆϲ καὶ μετὰ τροφήν, δρωπακιϲμοί τε καὶ ϲιναπιϲμοὶ κατὰ μέροϲ ἐφ᾿ ὅλου τοῦ ϲώματοϲ.

10 πάντων δὲ ἀνυϲιμώτατοϲ ἐπ᾿ αὐτῶν ὁ ἐλλέβορόϲ μοι ἐγνώϲθη, καὶ χρηϲτέον τεθαρρηκότωϲ τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶϲ ἀλλὰ καὶ πλεονάκιϲ πρὸ τῆϲ τεϲϲαρακοϲτῆϲ ἡμέραϲ καὶ μετὰ ταύτην.

11 τοϲαύτην δὲ ἰϲχὺν προϲφέρεται τὸ βοήθημα τοῦτο, ὥϲτε καὶ τῶν ἤδη ϲυνῃϲθημένων τοῦ ὑδροφόβα περιϲωθῆναί τιναϲ, λαβόνταϲ τὸν ἐλλέβορον εὐθὺϲ ἐν τῷ πρώτῳ τῶ καταπειραϲμῷ τοῦ ϲυμπτώματοϲ· τοὺϲ γὰρ ἤδη κατεϲχημένουϲ οὔτε οὗτοϲ οὔτε ἄλλο τι περιποιῆϲαι δύναται.

12 πρὸϲ ὑδροφόβαϲ τὸ διὰ πυτίαϲ. πυτίαϲ λαγωοῦ, Λημνίαϲ ϲφραγῖδοϲ, ἀρκευθίδων, γεντιανῆϲ ἀνὰ ⩹ δ, δαφνίδων, ϲμύρνηϲ ἂνὰ ⩹ η ἀναλάμβανε μέλιτι.