De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

Ἀπολλώνιοϲ δὲ 5 ἐν τοῖϲ Εὐπορίϲτοιϲ παραινεῖ· ϲκόροδα τρίψαϲ ϲὺν τοῖϲ λεπίϲμαϲιν καὶ κυμίνου τὸ ἴϲον διεὶϲ ἐλαίῳ κατάπλαϲϲε τὰ δήγματα καὶ ϲυνάλειφε τοὺϲ κύκλῳ τόπουϲ. ἐὰν δ᾿ ἐκραγῇ καὶ ἑλκωθῇ, ἠ ὀξάλμῃ κατάντλει καὶ κριθὰϲ καύϲαϲ ἐπίπαϲϲε ἐπὶ τὰ ἕλκη· οὐκ ἐκραγήϲεται δέ, φηϲίν, ἐὰν μὴ κύουϲα τυγχάνῃ ἡ δακοῦϲα μυγαλῆ. ἐπὰν δὲ ἑλκωθῇ, ϲίδια ἑφθὰ ῥόαϲ γλυκείαϲ κατάπλαϲϲε, καὶ μυρϲίνηϲ ἀποζέματι κατ αντλητέον, καὶ πᾶϲιν τοῖϲ πρὸϲ νομὰϲ χρηϲτέον.

ὠφελεῖ δὲ καὶ χαλβάνηϲ 6 ϲπληνίον ἐπιτεθὲν κατὰ τοῦ δήγματοϲ, καὶ κρίθινον ἄλευρον μετ᾿ ὀξυμέλιτοϲ καταπλαϲθέν, καὶ αὐτὴ δὲ ἡ δακοῦϲα μυγαλῆ ἀναπτυγεῖϲα καὶ ἐπιτιθεμένη τῆϲ ἰδίαϲ πληγῆϲ ἀντιφάρμακόν ἐϲτι, καὶ πύρεθρον δὲ ἐπιπαϲϲόμενον τῷ τραύματι.

Ἀλρχιγένηϲ δὲ ἐν τοῖϲ 7 Κατὰ γένοϲ αὐτοῦ τῶν φαρμάκων βιβλίοιϲ φηϲί· τοῖϲ δὲ ὑπὸ τῆϲ μυγαλῆϲ δηχθεῖϲιν παρέπεται πόνοϲ ϲφυγματώδηϲ, ἐρύθημα καθ᾿ ἕκαϲτον ὀδόντοϲ κέντημα, ἔτι μὴν καὶ φλύκταιναι πλήρειϲ ἰχώρων, ἐκκρίϲειϲ τε ίχωρώδειϲ, ἀποδαρείϲηϲ δὲ τέλεον τῆϲ φλυκτίδοϲ λευκὴ ἡ ὑποκειμένη ϲὰρξ φαίνεται κατ᾿ αὐτὸ τὸ ἕλκοϲ· τοῦτο δὲ ἀναξαινόμενον εἰϲ ὑμέναϲ νευρώδειϲ ἀναλύεται, πρὸϲ δὲ τούτοιϲ ἐνίοτε ϲηπόμενά τινα ἐκπίπτει.

βοηθοῦνται δὲ οἱ δηχθέντιϲ εὐθέωϲ αὐτὴν τὴν μυγαλῆν ἐν 8 οἴνῳ τετριμμένην πίνοντεϲ ἢ πράϲιον ἢ εὔζωμον ἢ κνῆκον ἥμερον ἢ ϲιϲύμβριον ἢ ἀβρότονον, ἢ τοῖϲ ἄλλοιϲ τοῖϲ ἐπὶ τῶν ὁμοίων είρημένοιϲ.