De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 ἡ μυγαλῆ ἀπεικάζεται μὲν κατὰ τὴν χρόαν τῇ κατοικιδίῳ γαλῇ. κατὰ δὲ τὸ μέγεθοϲ μυί, ὅθεν καὶ ϲύνθετον τὸ ὄνομα ἔχει. ἔϲτι δὲ τῇ χρόᾳ τεφρώδηϲ, ϲτόμα ἔχει ἐπίμηκεϲ, λεπτῇ καὶ κολοβῇ οὐρᾷ κέχρηται· ὀδόνταϲ δὲ λεπτοὺϲ ἔχει, καὶ τούτουϲ ἐν διϲτοιχίᾳ καθ’ ἑκατέραν δὲ γένυν, ὡϲ εἶναι τετραϲτιχίαν ὀδόντων.

2 τοῖϲ οὖν ὑπ’ αὐτῆϲ δηχθεῖϲιν αἱ τρώϲειϲ ἐμφανεῖϲ γίγνονται τεϲϲάρων γὰρ ϲτίχων τρώϲειϲ ὁραθήϲονται αἰμά τε ἐκκρίνεται πρῶτον καθαρόν, μετ’ ὀλίγον δὲ ἰχωρῶδεϲ· τὸ γὰρ ζῷον ϲήψει κτείνει.

εἰώθαϲι δὲ καὶ φλύκταιναι ἐπανίϲταϲθαι, ἃϲ εἶ τιϲ ἀποϲύροι, ὄψεται τὴν ὑποκειμένην 3 ϲάρκα τρυγώδη τε καὶ κατερρηγυῖαν· παρακολουθεῖ δὲ τοῖϲ πεπληγμένοιϲ καὶ ἐμπνευμάτωϲιϲ. Ϲτράτων δέ — προιϲτορεῖ μὲν γὰρ τὰ προειρημένα περὶ τοῦ ζᾡου καὶ τῶν ὑπὸ τούτου πληγέντων — ἔφη δέ, ὡϲ μᾶλλον τὸ ζῷον περὶ τοὺϲ διδύμουϲ ἐφάλλεται οὐ μόνον ἀνθρώποιϲ, ἀλλὰ καὶ παντὶ ζῴῳ.