De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 ὁ κεγχρίνηϲ ὄφιϲ κατὰ μὲγεθόϲ ἐϲτι πηχῶν β, ϲχήματι δὲ ἀπὸ πάχουϲ ἐπὶ λεπτὸν ἠγμένοϲ, κατὰ δὲ χρόαν χλωρὸϲ καὶ μάλιϲτα κατὰ τὴν κοιλίαν, ὡϲ κέγχρῳ κατὰ τὸ χρῶμα ὁμοιοῦϲθαι, διὸ 〈καὶ〉 κεγχρίαν αὐτόν τινεϲ ὠνόμαϲαν. ἄλλοι δἐ φαϲιν μὴ κατὰ τοῦτο αὐτὸν κεγχρίαν λέγεϲθαι, ἀλλ’ ὅτι μάλιϲτα ἑαυτοῦ ἀλκιμώτεροϲ γίνεται, ὅταν ἡ κέγχροι. θάλλῃ. ἐν δὲ τῷ ἀμύνεϲθαι ἀκοντίζων ἑαυτὸν προϲέρχεται καὶ οὕτω πλήττει, ἔνθεν καὶ ὠνόμαϲται ἀκοντίαϲ.

2 παρέπεται δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, καὶ ἔτι χαλεπώτερα, ὥϲτε καὶ ϲηπεδόναϲ καὶ ἀπόρρευϲιν ϲαρκῶν ἐπακολουθεῖν, καὶ δεινότερον αὐτοῖϲ τὸν θάνατον ἐπιγίνεϲθαι. τὰ δὲ βοηθήματα ὅμοια τοῖϲ τῶν ἐχεοδήκτων καὶ τῶν | ἄλλων τῶν ὁμογενῶν τῶν τὰ ὅμοια νοϲήματα παρεχόντων.

1 ταῦτα τὰ ζῷα ὅμοιά ἐϲτιν ἀλλήλοιϲ· οὐ γὰρ ἐκ πάχουϲ ἐπὶ μείουρον ήκται, ἀλλ’ ἰϲοπαχῆ ἐϲτιν, ὡϲ μὴ νοεῖϲθαι ὑπὸ τῶν ὁρώντων, κατὰ ποῖον μέροϲ ἐϲτὶν ἡ κεφαλὴ καὶ κατὰ ποῖον ἡ οὐρά. μόνον δὲ διαφέρει τῆϲ ϲκυτάληϲ ἡ ἀμφίϲβαινα τῷ κατὰ ἀμφότερα τὰ μέρη βαίνειν, παρὸ καὶ ἀμφίϲβαινα κέκληται.