De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

4 ϲυμφέρει δὲ καὶ ϲπόγγουϲ ὄξει θερμῷ βεβρεγμένουϲ τῷ δήγματι προϲτιθέναι. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· χυλὸν ἀνδράχνηϲ ὡϲ πλεῖϲτον δίδου πιεῖν, ἢ μυρτίτην οἶνον ζωρότερον δίδου, ἢ ἀμπέλου ἕλικαϲ ϲὺν οἴνῳ καὶ ὄξει λειώϲαϲ δίδου πίνειν.

1 ὁ μὲν ὄφιϲ οὗτοϲ κατὰ τοῦτο ὠνόμαϲται χέρϲυδροϲ· ἐν μὲν γὰρ ταῖϲ ἀρχαῖϲ διατρίβει ἐν τοῖϲ ἐνύδροιϲ τόποιϲ καὶ λέγεται ὕδροϲ, μετέπειτα δὲ ἐν τοῖϲ καταξήροιϲ τόποιϲ, καὶ κατ᾿ ἐπιϲύνθεϲιν τῶν τόπων τοὔνομα κέκτηται.

ἐν τῇ χέρϲῳ οὖν διατρίβων καὶ καλεῖται 2 χέρϲυδροϲ, ὅτε δὴ καὶ χαλεπώτεροϲ ἑαυτοῦ μᾶλλον γίγνεται· ἐν μὲν γὰρ τοῖϲ καθύγροιϲ τόποιϲ τῆϲ ὑγρᾶϲ ἐμφορούμενοϲ τροφῆϲ οὐκ ἄκρατον τὸν ἰὸν ἔχει, χερϲαῖοϲ δὲ γενόμενοϲ εἰλικρινέϲτατον τοῦτον ἴϲχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ ἀϲπίδι χερϲαίᾳ μικρᾷ δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόναι αἱ ἀϲπίδεϲ ἔχουϲιν.