De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

5 ἕνεκα δὲ τοῦ καὶ διὰ τῶν ἄλλων ἠϲφαλίϲθαι πρὸϲ ἄφευκτον εἶναι δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλῦόν ἐϲτι καὶ τοῖϲ λοιποῖϲ χρήϲαϲθαι βοηθήμαϲιν· αἱρετώτερον γὰρ διακενῆϲ, ἂν οὕτω τύχῃ, | τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεϲεῖν.

6 οὐχ οὕτωϲ δὲ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυϲϲοδήκτων, ὡϲ τὰ μικρὰ καὶ ταῖϲ ἀμυχαῖϲ ἐμφερῆ· διὰ μὲν γὰρ τῶν μειζόνων ἁθροῦν καὶ πολὺ τὸ αἴμα προχεόμενον δύναιτ’ ἄν τιϲ καὶ τοῦ ἰοῦ ϲυναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶϲ· ὅθεν ἐπὶ μὲν τῶν μειζόνων τὰϲ ἀφιϲταμέναϲ ϲάρκαϲ αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον, ἐπὶ δὲ τῶν μικροτέρων μείζονα τόπον διὰ τῆϲ ἀκμῆϲ περιγραπτέον· ἀναϲταθείϲηϲ δὲ δηλονότι τῆϲ ϲαρκὸϲ ἀγκίϲτρῳ ἢ μυδίῳ τὴν ἐκτομὴν ἐπιτελεϲτέον.

7 ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραιϲ ἀμυχαῖϲ καταϲχαϲτέον, ὅπωϲ ἡ τοῦ αἵματοϲ φορὰ πλουϲιωτέρα γεναμένη ἐναντιωθῇ τῆ εἴϲω τοῦ ἰοῦ διαδύϲει. πολὺ δ’ ἂν καὶ ἡ ϲικύα κολληθεῖϲα μετὰ πολλῆϲ φλογὸϲ παράϲχοι ὄφελοϲ, ὥϲτε ταῖϲ ὕλαιϲ ὁμοῦ καὶ τὴν φθοροποιὸν ἑλκύϲαι δύναμιν.

ἡ δὲ καῦϲιϲ τὸ ἀνυϲιμώτατον ἐπὶ πάντων τῶν ἰοβόλων ἐϲτὶ βοήθημα· τὸ γὰρ πῦρ, πάϲηϲ τῆϲ ἄλληϲ δυνάμεωϲ εὐτονώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φἑρεϲθαι τὸν ἰὸν ἐϲωτέρω, ὁμοῦ δὲ ἀναλίϲκει τὸ κρατηθὲν αὐτοῦ μέροϲ, τῇ δ’ ἑξῆϲ θεραπείᾳ προκαταβολὴν οὐ τὴν τυχοῦϲαν ἐργάζεται, παραμενούϲηϲ τῆϲ ἑλκώϲεωϲ ἐπὶ πλέον μετὰ τὴν ἔκπτωϲιν τῆϲ ἐϲχάραϲ· ἐν τοῖϲ μάλιϲτα δὲ καὶ τούτου φροντιϲτέον,