De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

8 καλῶϲ δὲ ποιεῖ ἐπ’ αὐτῶν τοῦτο· κ καρκίνουϲ μετὰ ἱκανοῦ αἰρίνου ἀλεύρου κόψαϲ ἐν ὅλμῳ ἐπιμελῶϲ καὶ προϲμίξαϲ καλαμίνθηϲ καὶ ἁλὸϲ ὀλίγον τροχίϲκουϲ πλάϲον καὶ ξήρανον χρῶ δὲ καταπλάϲματι μετὰ γάλακτοϲ, καὶ ἕνα τροχίϲκον ϲὺν μελικράτῳ πότιζε· ἢ φλοιὸν ῥεφάνου μετὰ μέλιτοϲ ἐϲθίειν δίδου, ἡ κόϲτου ⋖ β λεάναϲ δίδου μετ’ οἴνου πιεῖν.

9 Πολυείδηϲ δὲ ὁ θηριακόϲ φηϲιν· ἀλκιβιάδιον βοτάνην διαμαϲάϲθω ὁ δηχθεὶϲ καὶ τὸν χυλὸν καταπινέτω, τὸ δὲ μαϲηθὲν ἐπιτιθέτω τῇ πληγῇ· κὰν ἐκπνέῃ τιϲ καὶ χρῆται οὔτωϲ, διαϲωθήϲεται.

10 ἐκ δὲ τῶν Ἀπολλωνίου Εὐπορίϲτων· ἄϲβεϲτον πρόϲφατον τρίψαϲ καὶ οἴνῳ δεῦ ϲαϲ καὶ ποιήϲαϲ μαλακὴν κατάπλαϲϲε, καὶ τοῦτο καὶ ἐπὶ παντὸϲ οίδήματοϲ χρηϲιμώτατον. ἢ αἰγὸϲ ϲπυράθουϲ χλωρὸϲ προηψημένουϲ μετ’ οἴνου ἱκανῶϲ τρίψαϲ κατάπλαϲϲε. τοῦτο πάντων τῶν καταπλαϲμάτων ἐϲτὶν ἰϲχυρότατον· ποιεῖ δὲ καὶ πρὸϲ ἐρυϲίπελαϲ.

11 ἐὰν δέ τιϲ μελανθίου ⋖ α φάγῃ, οὐκ ἀποθνᾐϲκει. φάρμακον εὐδοκιμοῦν πρὸϲ ἐχεοδήκτουϲ· ἔϲτιν δὲ ϲμύρνηϲ, καϲτορίου, πεπέρεωϲ, ἀνδράχνηϲ καὶ ἄνθουϲ καὶ ϲπέρματοϲ ὀξυβάφου τὸ ἥμιϲυ. ταῦτα πάντα λέαινε ἐν γλυκεῖ Κρητικῷ ἢ ἑτέρῳ τινὶ τῶν ϲπουδαίων.

12 Ἐξραϲίϲτρατοϲ δὲ ἔγραψεν μὲν πολλὰ πρὸϲ ἐχεοδήκτουϲ, τὰ δὲ δοκιμώτατά φηϲι τάδε· τοὺϲ τῶν ὀρνίθων [*](5 EXC. Ps. D. 27 (86).) [*](11 SIM. Paud. Aeg. V 13.) [*](25 SIM . P Paud. Aeg. V 13.) [*](25 EXC. Ps. D. 27 (82).) [*](4 ἀπειρατωϲαν P; correxi 6 λεπτόφύλ(in ras.ιλον P βοηθεῖν ἀφηγοῦνται D πινέτωϲ P: correxi 8 χυλίϲμα (τ superscr .) P: χύλιϲμα I 9 τε D ; δ P 10 καὶ addidi 11 quae sequtιttr ex Aichigeue sumpta esse docet A addidi ex A 12 αἰρίμου P: πυρίνου A: correxi 13 ὀλί- γον A : ὀλiγου P ἀρτίϲκουϲ A 17 ὸ addidi διαμαϲϲάϲθω P (ut semper 18 fort. τὸν μὲν 22 προϲεψημένουϲ P: correxi 25 φάρμακον] ἐκ τῶν Λὐ- κου φάρμακον A 26 ϲανδαράχηϲ ἀνὰ ⋖α, ἀνήθου ϲπέρματοϲ ὀξύβαφον A. at cf. I ἀνδράχνηϲ ἄνθουϲ καὶ ϲπέρματοϲ (ϲπέρμα F ) ὀξυβάφου τὸ ἥμιϲυ (sic libri) 27 ἐν addidi e D ἢ addidi 3 D 28 tit libri Erasistrate add. D 29 δοκιμώτατα D: δόκιμα P)

25
ἐγκεφάλουϲ | ἐν οἴνῳ πινομένουϲ ἀρήγειν, καὶ τοῦ πάνακοϲ [*](17 12) τὴν ῥίζαν ϲυγκαθεψομένην ἀκράτῳ, καὶ κράμβηϲ ἡμέρου τοῦ ϲπέρματοϲ ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτοντα εἰϲ πίϲϲαν ὑγράν, εἶτα ἀποκλύζοντα εἰϲ οἶνον πίνειν.