De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

πρὸ δὲ τοῦ γενέϲθαι τὸ οἴδημα, πινέτωϲαν πηγάνου ἀγρίου ϲπέρμα μετὰ γλυκέοϲ κεκραμένου, καὶ ταρίχων χρηϲτῶν πλεῖον ἐϲθίοντεϲ μετὰ ἄρτου καὶ οἶνον πλείονα προϲεπιρροφοῦντεϲ ἄκρατον ἀπεράτωϲαν, καὶ μετὰ τὴν ἀπέραϲιν ἀριϲτολοχίαν πινέτωϲαν ἐν γλυκεῖ κεκραμένῳ· καὶ ἄγχουϲαν δὲ τὴν λεπτόφυλλον ἔνιοι περιάπτουϲιν καὶ βοηθεῖν ὑπιϲχνοῦνται.

πινέτωϲαν δὲ καὶ λαγωοῦ τῆϲ πιτύαϲ ὅϲον τριώβολον ἐν οἴνῳ, καὶ πράϲου χυλίϲματοϲ ὅϲον ἡμικοτύλιον ἐν ἀκράτῳ, καὶ μελιϲϲοφύλλου τῶν φύλλων τὸν χυλὁν ϲὺν οἴνῳ, ϲκόροδά τε ἐϲθιόμενα καὶ κρόμμυα καὶ πράϲα καὶ τάριχοϲ δριμύτατοϲ ὠφελεῖ· πότιζε δὲ αὐτοὺϲ καὶ καρκίνον ποτάμιον μετ’ ἀκράτου.

8 καλῶϲ δὲ ποιεῖ ἐπ’ αὐτῶν τοῦτο· κ καρκίνουϲ μετὰ ἱκανοῦ αἰρίνου ἀλεύρου κόψαϲ ἐν ὅλμῳ ἐπιμελῶϲ καὶ προϲμίξαϲ καλαμίνθηϲ καὶ ἁλὸϲ ὀλίγον τροχίϲκουϲ πλάϲον καὶ ξήρανον χρῶ δὲ καταπλάϲματι μετὰ γάλακτοϲ, καὶ ἕνα τροχίϲκον ϲὺν μελικράτῳ πότιζε· ἢ φλοιὸν ῥεφάνου μετὰ μέλιτοϲ ἐϲθίειν δίδου, ἡ κόϲτου ⋖ β λεάναϲ δίδου μετ’ οἴνου πιεῖν.

9 Πολυείδηϲ δὲ ὁ θηριακόϲ φηϲιν· ἀλκιβιάδιον βοτάνην διαμαϲάϲθω ὁ δηχθεὶϲ καὶ τὸν χυλὸν καταπινέτω, τὸ δὲ μαϲηθὲν ἐπιτιθέτω τῇ πληγῇ· κὰν ἐκπνέῃ τιϲ καὶ χρῆται οὔτωϲ, διαϲωθήϲεται.

10 ἐκ δὲ τῶν Ἀπολλωνίου Εὐπορίϲτων· ἄϲβεϲτον πρόϲφατον τρίψαϲ καὶ οἴνῳ δεῦ ϲαϲ καὶ ποιήϲαϲ μαλακὴν κατάπλαϲϲε, καὶ τοῦτο καὶ ἐπὶ παντὸϲ οίδήματοϲ χρηϲιμώτατον. ἢ αἰγὸϲ ϲπυράθουϲ χλωρὸϲ προηψημένουϲ μετ’ οἴνου ἱκανῶϲ τρίψαϲ κατάπλαϲϲε. τοῦτο πάντων τῶν καταπλαϲμάτων ἐϲτὶν ἰϲχυρότατον· ποιεῖ δὲ καὶ πρὸϲ ἐρυϲίπελαϲ.

11 ἐὰν δέ τιϲ μελανθίου ⋖ α φάγῃ, οὐκ ἀποθνᾐϲκει. φάρμακον εὐδοκιμοῦν πρὸϲ ἐχεοδήκτουϲ· ἔϲτιν δὲ ϲμύρνηϲ, καϲτορίου, πεπέρεωϲ, ἀνδράχνηϲ καὶ ἄνθουϲ καὶ ϲπέρματοϲ ὀξυβάφου τὸ ἥμιϲυ. ταῦτα πάντα λέαινε ἐν γλυκεῖ Κρητικῷ ἢ ἑτέρῳ τινὶ τῶν ϲπουδαίων.