De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔϲτι δὲ ἀριϲτολοχίαϲ ϲτρογγύληϲ. γεντιανῆϲ, δαφνίδων, ϲμύρνηϲ ἀνὰ ⋖ η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖ δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ.

3 ἄλλη ἀντίδοτοϲ θηριακή, ποιοῦϲα κατ’ ἐξοχήν. ἔϲτι δὲ καϲτορίου, ὸποῦ ἰυρηναικοῦ, πεπέρεωϲ ἀνὰ ⋖ δ, κόϲτου, νάρδου Ἰνδικῆϲ, κρόκου, κενταυρίου χυλοῦ ἀνὰ ⋖ β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ.

4 ἡ δόϲιϲ καρύου Ποντικοῦ τοῦ ἐντὸϲ τὸ μέγεθοϲ· δίδου ϲκορπιοπλήκτοιϲ μετ’ οἴνου κεκραμένου, ἀϲπιδοδήκτοιϲ μετ’ ὄξουϲ κεκραμένου, ἡπατικοῖϲ μεθ’ ὑδρομέλιτοϲ, πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ ὁμοίωϲ, πρὸϲ δὲ τὸ κατᾶξαι ἔμμηνα ἀπὸ βαλανείου δίδου μετ’ οἰνομέλιτοϲ θερμοῦ. καὶ καταϲπαϲικὴν δὲ δύναμιν ἔχει ὡϲ τούϲ ἀναδοθένταϲ ἥλουϲ καταφέρειν· οὕτωϲ οὑν καὶ πρὸϲ ὑϲτερικὰϲ πνίγαϲ καὶ τὴν τῶν ἐμμήνων κάθαρϲιν ποιεῖ.

5 ἄλλη ἀντίδοτοϲ ϲκορπιοπλήκτοιϲ· ἀριϲτολοχίαϲ μακρᾶϲ λείαϲ δίδου κοχλιάριον ἐν μετ’ οἴνου ἀκράτου κυάθων τεϲϲάρων· ἐνεργεῖ ϲφόδρα.