Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

τοῦτον μὲν οὖν ἀχθέντα πρὸς τοῦ ἑλόντος ὁ Ὑδάσπης ψυχορραγοῦντα θεασάμενος καὶ πολλῷ αἵματι ῥεόμενον, τοῦτο μὲν ἐπαοιδῇ διὰ τῶν τοῦτο ἔργον πεποιημένων ἐπέσχε, κρίνας δέ, εἰ δύναιτο, περισώζειν, ἐπιρρωννύς τε τοῖς λόγοις, ὦ βέλτιστε, ἔφη, τὸ μὲν σώζεσθαί σοι κατ̓ ἐμὴν ὑπάρξει γνώμην ʽνικᾶν γὰρ καλὸν τοὺς ἐχθροὺς ἑστῶτας μὲν ταῖς μάχαις, πεπτωκότας δὲ ταῖς εὐποιίαισ̓: τί δ̓ οὖν βουλόμενος οὕτως ἄπιστος ἀπεδείχθης; ὃ δέ, πρὸς δέ, ἔφη: πιστὸς δὲ πρὸς τὸν ἐμὸν δεσπότην. καὶ ὁ Ὑδάσπης, ὑποπεσὼν τοίνυν τίνα

p.266
σαυτῷ τιμωρίαν ὁρίζεις, πάλιν ἠρώτα. καὶ ὅς, ἣν ἄν, ἔφη, βασιλεὺς ὁ ἐμὸς τῶν σῶν τινὰ στρατηγῶν φυλάττοντά σοι πίστιν λαβὼν ἀπῄτησεν. οὐκοῦν, ἔφη ὁ Ὑδάσπης, ἐπῄνεσεν ἂν καὶ δωρησάμενος ἀπέπεμψεν, εἰ βασιλεὺς ἀληθής ἐστιν ἀλλὰ μὴ τύραννος, ἐν ἀλλοτρίοις ἐπαίνοις ζῆλον τοῖς ἰδίοις τῶν ὁμοίων κατασκευαζόμενος. ἀλλ̓ ὦ θαυμάσιε, πιστὸς μὲν εἶναι λέγεις, ἀσύνετος δὲ κἂν εἰ αὐτὸς μὴ ὁμολογήσειας, πρὸς τοσαύτας μυριάδας οὕτω παρατόλμως ἀντιταξάμενος. οὐκ ἦν ἀσύνετον ἴσως, ἀπεκρίνατο, τῆς γνώμης ἐστοχάσθαι τοῦ βασιλεύοντος, μεθ̓ ἧς ἐκεῖνος πλέον τιμωρεῖται τοὺς ὁπωσοῦν ἐν πολέμῳ δειλοὺς ἢ τιμᾷ τοὺς ἀνδρείους. ἔγνων οὖν ὁμόσε χωρῆσαι πρὸς τὸν κίνδυνον, καὶ ἤτοι μέγα τι κατορθῶσαι καὶ παρὰ δόξαν, οἷα πολλὰ πολέμου καιροὶ θαυματουργοῦσιν, ἢ διασωθείς, εἰ τοῦτο συμβαίνοι, χώραν ἀπολογίας ὑπολείπεσθαι ὡς πάντων τῶν ἐπ̓ ἐμοὶ πεπραγμένων.

τοιαῦτα εἰπὼν καὶ ἀκούσας ὁ Ὑδάσπης ἐπῄνει τε καὶ εἰς τὴν Συήνην εἰσέπεμπεν, ἐπιμεληθῆναι αὐτοῦ παντοίως τοῖς ἰατρεύουσιν ἐπιστείλας. εἰσῄει δὲ καὶ αὐτὸς ἅμα τοῖς ἐπιλέκτοις τοῦ στρατοῦ, πάσης μὲν τῆς πόλεως καὶ διὰ πάσης ἡλικίας προϋπαντώσης, στεφάνοις δὲ καὶ ἄνθεσι Νειλῴοις τὴν στρατιὰν βαλλούσης, καὶ ταῖς ἐπινικίοις εὐφημίαις τὸν Ὑδάσπην ἀνυμνούσης. ἐπεὶ δὲ τειχῶν ἐντὸς εἰσήλασεν ὥσπερ ἐφ̓ ἅρματος τοῦ ἐλέφαντος, ὃ μὲν αὐτίκα πρὸς ἱεροῖς ἦν καὶ θεραπείαις τῶν κρειττόνων χαριστηρίοις, τῶν τε Νειλῴων ἥτις γένεσις παρὰ τῶν ἱερέων ἐκπυνθανόμενος, καὶ εἴ τι θαύματος ἢ θεάματος ἄξιον κατὰ τὴν πόλιν ἐπιδεικνύναι ἔχουσιν. οἳ δὲ τήν τε φρεατίαν τὸ νειλομέτριον ἐδείκνυσαν, τῷ κατὰ τὴν Μέμφιν παραπλήσιον, συννόμῳ μὲν καὶ ξεστῷ λίθῳ κατεσκευασμένον, γραμμαῖς δὲ ἐκ πηχυαίου

p.267
διαστήματος κεχαραγμένον, εἰς ἃς τὸ ποτάμιον ὕδωρ ὑπὸ γῆς διηθούμενον καὶ ταῖς γραμμαῖς ἐμπῖπτον τάς τε αὐξήσεις τοῦ Νείλου καὶ ὑπονοστήσεις τοῖς ἐγχωρίοις διασημαίνει, τῷ ἀριθμῷ τῶν σκεπομένων καὶ γυμνουμένων χαραγμάτων τὸ πόσον τῆς πλημύρας ἢ τῆς λειψυδρίας μετρουμένοις. ἐδείκνυσαν δὲ καὶ τοὺς τῶν ὡρονομίων γνώμονας ἀσκίους κατὰ μεσημβρίαν ὄντας, τῆς ἡλιακῆς ἀκτῖνος κατὰ τροπὰς θερινὰς ἐν τοῖς περὶ Συήνην εἰς ἀκρίβειαν κατὰ κορυφὴν ἱσταμένης καὶ τῷ πανταχόθεν περιφωτισμῷ τὴν παρέμπτωσιν τῆς σκιᾶς ἀπελαυνούσης, ὡς καὶ τῶν φρεάτων τὸ κατὰ βάθος ὕδωρ καταυγάζεσθαι διὰ τὴν ὁμοίαν αἰτίαν. καὶ ταῦτα μὲν ὁ Ὑδάσπης οὐ σφόδρα ὡς ξένα ἐθαύμαζε ʽσυμβαίνει γὰρ τὰ ἴσα καὶ κατὰ Μερόην τὴν Αἰθιόπων̓: ὡς δὲ τὴν ἑορτὴν ἐξεθείαζον, ἐπὶ μέγα Νεῖλον αἴροντες, Ὦρόν τε καὶ ζείδωρον ἀποκαλοῦντες, Αἰγύπτου τε ὅλης τῆς μὲν ἄνω σωτῆρα τῆς κάτω δὲ καὶ πατέρα καὶ δημιουργόν, νέαν ἰλὺν δἰ ἔτους ἐπάγοντα καὶ Νεῖλον ἐντεῦθεν ὀνομαζόμενον, τάς τε ἐτησίους ὥρας φράζοντα, θερινὴν μὲν ταῖς αὐξήσεσι μετοπωρινὴν δὲ ταῖς ὑπονοστήσεσι, καὶ τὴν ἐαρινὴν τοῖς τε κατ̓ αὐτὸν φυομένοις ἄνθεσι καὶ ταῖς τῶν κροκοδείλων ὠοτοκίαις, καὶ οὐδὲν ἄλλ̓ ἢ τὸν ἐνιαυτὸν ἄντικρυς εἶναι τὸν Νεῖλον, τοῦτο καὶ τῆς προσηγορίας ἐκβεβαιουμένης: τῶν γοῦν κατὰ τοὔνομα στοιχείων εἰς ψήφους μεταλαμβανομένων, πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι μονάδες, ὅσαι καὶ τοῦ ἔτους ἡμέραι, συναχθήσονται. φυτῶν δὲ καὶ ἀνθέων καὶ ζώων ἰδιότητας καὶ ἕτερα πλείονα τούτοις προστιθέντων, ἀλλ̓ οὐκ Αἰγύπτια ταῦτα, εἶπεν ὁ Ὑδάσπης, ἀλλ̓ Αἰθιοπικὰ τὰ σεμνολογήματα. τὸν γοῦν ποταμὸν τοῦτον, εἴτε καὶ καθ̓ ὑμᾶς θεόν, καὶ κύτος ἅπαν τὸ ποτάμιον ἡ Αἰθιόπων δεῦρο παραπέμπουσα δικαίως ἂν παῤ
p.268
ὑμῶν τυγχάνοι σεβάσματος, μήτηρ ὑμῖν γινομένη θεῶν. καὶ τοιγαροῦν καὶ σέβομεν, ἔφασαν οἱ ἱερεῖς, τῶν τε ἄλλων ἕνεκεν, καὶ ὅτι σὲ σωτῆρα ἡμῖν καὶ θεὸν ἀνέδειξεν.

εὐφήμους εἶναι προσήκειν τοὺς ἐπαίνους ὁ Ὑδάσπης εἰπών, αὐτός τε εἰς τὴν σκηνὴν εἰσελθών, τὸ λειπόμενον τῆς ἡμέρας ἑαυτὸν ἀνελάμβανε, τούς τε ἐπὶ δόξης Αἰθιόπων καὶ τοὺς κατὰ Συήνην ἱερέας εὐωχῶν καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ἐφῆκε, πολλὰς μὲν ἀγέλας βοῶν πολλὰς δὲ ποίμνας προβάτων, πλεῖστα δὲ αἰγῶν αἰπόλια καὶ συῶν συβόσια καὶ οἴνου πλῆθος τῶν Συηναίων τῇ στρατιᾷ, τὰ μὲν δῶρον τὰ δὲ πρὸς ἀγορασίαν, παρεχόντων.

εἰς δὲ τὴν ὑστεραίαν ἐφ̓ ὑψηλοῦ προκαθήμενος ὁ Ὑδάσπης τά τε ὑποζύγια καὶ ἵππους καὶ ὕλην ἄλλην τὴν ἐν λαφύροις, τῶν τε κατὰ τὴν πόλιν καὶ τῶν κατὰ τὴν μάχην ληφθέντων, τῇ στρατιᾷ διένεμε, τὸ πρὸς ἀξίαν τῶν ἑκάστῳ πεπραγμένων ἀνακρίνων. ὡς δὲ καὶ ὁ ζωγρήσας τὸν Ὀροονδάτην παρῆν, αἴτησον ὃ βούλει, πρὸς αὐτὸν ἔφη ὁ Ὑδάσπης. καὶ ὅς, οὐδὲν αἰτεῖν δέομαι βασιλεῦ, εἶπεν, ἀλλ̓ εἰ καὶ σὺ τοῦτο ἐπικρίνειας, ἔχω τὸ αὐταρκές, Ὀροονδάτου μὲν ἀφελόμενος, αὐτὸν δὲ προστάγματι τῷ σῷ διασωσάμενος. καὶ ἅμα ἐδείκνυε τὸν ξιφιστῆρα τοῦ σατράπου λιθοκόλλητόν τε καὶ πολύτιμον καὶ ἐκ πολλῶν ταλάντων κατεσκευασμένον, ὥστε πολλοὺς τῶν περιεστώτων ἐκβοᾶν ὑπὲρ ἰδιώτην εἶναι καὶ πλέον βασιλικὸν τὸ κειμήλιον. ἐπιμειδιάσας οὖν ὁ Ὑδάσπης, καὶ τί ἄν, ἔφη, γένοιτο βασιλικώτερον τοῦ μὴ λειφθῆναι τὴν ἐμὴν μεγαλοψυχίαν τῆς τούτου φιλοπλουσίας; εἶτα καὶ σώματος ἁλόντος τῷ κρατήσαντι σκυλεύειν ὁ πολέμου δίδωσι νόμος. ὥστε ἀπίτω λαβὼν

p.269
καὶ παῤ ἡμῶν, ὃ καὶ ἀκόντων ἔσχεν ἂν ῥᾳδίως ἀποκρύπτων.

μετὰ τοῦτον παρῄεσαν οἱ τὸν Θεαγένην καὶ τὴν Χαρίκλειαν ἑλόντες, καὶ ὦ βασιλεῦ ἔφασαν, ἡμῶν δὲ οὐ χρυσὸς οὐδὲ λίθοι τὰ λάφυρα, πρᾶγμα κατ̓ Αἰθιοπίαν εὔωνον καὶ σωρηδὸν τοῖς βασιλείοις ἐναποκείμενον: ἀλλά σοι κόρην καὶ νεανίαν προσαγηοχότες, ἀδελφοὺς μὲν καὶ Ἕλληνας, μεγέθει δὲ καὶ κάλλει μετά γε σὲ πάντας ἀνθρώπους ὑπερφέροντας, ἀξιοῦμεν μὴ ἀμοιρῆσαι τῆς παρὰ σοῦ μεγαλοδωρίας. εὖ γε, εἶπεν ὁ Ὑδάσπης, ὑπεμνήσατε: καὶ γὰρ ἐν παρέργῳ τότε καὶ κατὰ θόρυβον προσαχθέντας ἐθεασάμην. ὥστε ἀγέτω τις: ἡκόντων δὲ καὶ οἱ λοιποὶ τῶν αἰχμαλώτων. ἤγοντο οὖν αὐτίκα, δρομαίου τινὸς ἔξω τειχῶν καὶ εἰς τοὺς σκευοφόρους ἀφιγμένου, καὶ τοῖς φυλάττουσιν ἄγειν ὡς βασιλέα τὴν ταχίστην εἰπόντος. οἳ δὲ μιξέλληνά τινα τῶν φυλάκων, ὅποι τὸ παρὸν ἄγοιεν, ἠρώτων. ἐκείνου δὲ εἰπόντος ὡς βασιλεὺς Ὑδάσπης ἐπισκοπεῖ τοὺς αἰχμαλώτους, θεοὶ σωτῆρες, ἀνεβόησαν ἅμα οἱ νέοι, τὸ ὄνομα τοῦ Ὑδάσπου γνωρίσαντες, εἰς τὴν τότε ὥραν μὴ καὶ ἕτερός ἐστιν ὁ βασιλεύων ἀμφιβάλλοντες. ὁ οὖν Θεαγένης ἠρέμα πρὸς τὴν Χαρίκλειαν, ἐρεῖς, ἔφη, δηλονότι, φιλτάτη, πρὸς βασιλέα τὰ καθ̓ ἡμᾶς: ἰδοὺ γὰρ καὶ Ὑδάσπης, ὃν πατέρα σοι γεγενῆσθαι πρός με πολλάκις ἔφραζες. καὶ ἡ Χαρίκλεια ὦ γλυκύτατε ἔφη, τὰ μεγάλα τῶν πραγμάτων μεγάλων δεῖται κατασκευῶν: ὧν γὰρ πολυπλόκους τὰς ἀρχὰς ὁ δαίμων καταβέβληται, τούτων ἀνάγκη καὶ τὰ τέλη διὰ μακροτέρων συμπεραίνεσθαι. ἄλλως τε καὶ ἃ πολὺς χρόνος συνέχεε, ταῦτα εἰς ὀξὺν καιρὸν ἀνακαλύπτειν οὐ λυσιτελές, τοῦ κεφαλαίου καὶ ταῦτα τῆς ὅλης καθ̓ ἡμᾶς ὑποθέσεως, καὶ ἐξ ἧς ἡ σύμπασα συμπλοκή τε καὶ ἀνεύρεσις ἤρτηται, Περσίνης

p.270
λέγω μητρὸς τῆς ἐμῆς ἀπολειπομένης. σώζεσθαι δὲ καὶ ταύτην θεῶν βουλήσει πεπύσμεθα. ἂν οὖν προθύσηταί τις ἡμᾶς, ὑπολαβὼν ὁ Θεαγένης, ἢ καὶ ὡς αἰχμαλώτους δῶρον παρασχὼν τὴν εἰς Αἰθιοπίαν ἡμῖν ἄφιξιν ὑποτέμηται; μὴ πᾶν τοὐναντίον, ἔφη ἡ Χαρίκλεια. νυνὶ μὲν γὰρ πρὸς τῶν φυλάκων ἀκηκόαμεν πολλάκις ὡς ἱερεῖα τρεφόμεθα τοῖς κατὰ Μερόην θεοῖς ἐναγισθησόμενοι, καὶ δέος οὐδὲν δωρηθῆναι ἡμᾶς ἢ προαναιρεθῆναι καθωσιωμένους ἐξ ὑποσχέσεως τοῖς θεοῖς, ἣν παραβαθῆναι ὑπ̓ ἀνδρῶν εὐσέβειαν τετιμηκότων οὐ θέμις. εἰ δὲ περιχαρείᾳ τὸ ὅλον ἐνδόντες προχείρως τὰ καθ̓ ἡμᾶς ἐξαγορεύοιμεν, τῶν καὶ γνωρίζειν ταῦτα καὶ βεβαιοῦν δυναμένων οὐ παρόντων, μὴ καὶ λάθωμεν τὸν ἀκούοντα παροξύναντες, καὶ πρὸς ὀργήν τι δικαίως ὑφιστάμενοι, χλεύην, ἂν οὕτω τύχῃ, καὶ ὕβριν τὸ πρᾶγμα ἡγησομένους, εἴ τινες αἰχμάλωτοι καὶ δουλεύειν ἀποκεκληρωμένοι, πεπλασμένοι καὶ ἀπίθανοι, καθάπερ ἐκ μηχανῆς τῷ βασιλεύοντι παῖδας ἑαυτοὺς εἰσποιοῦσιν. ἀλλὰ τὰ γνωρίσματα, ἔφη ὁ Θεαγένης, ἃ φέρειν σε οἶδα καὶ διασώζειν, ὅτι μὴ πλάσμα ἐσμὲν μηδὲ ἀπάτη, συλλήψεται. καὶ ἡ Χαρίκλεια, τὰ γνωρίσματα, ἔφη, τοῖς γινώσκουσιν αὐτὰ καὶ συνεκθεμένοις ἐστὶ γνωρίσματα, τοῖς δὲ ἀγνοοῦσιν ἢ μὴ πάντα γνωρίζειν ἔχουσι κειμήλια τὴν ἄλλως καὶ ὅρμος, κλοπῆς, ἂν οὕτω τύχῃ, καὶ λῃστείας τοῖς φέρουσιν ὑπόνοιαν προσάπτοντες. εἰ δὲ δή τι καὶ γνωρίσειεν ὁ Ὑδάσπης, τίς ὅτι καὶ Περσῖνα ἡ δεδωκυῖα, τίς δ̓ ὅτι καὶ ὡς θυγατρὶ μήτηρ ὁ πείσων ἔνεστιν; ἀναντίρρητον γνώρισμα ὦ Θεάγενες ἡ μητρῴα φύσις, ὑφ̓ ἧς τὸ γεννῶν περὶ τὸ γεννώμενον ἐκ πρώτης ἐντεύξεως φιλόστοργον ἀναδέχεται πάθος, ἀπορρήτῳ συμπαθείᾳ κινούμενον. τοῦτο οὖν μὴ προώμεθα δἰ ὅ τι καὶ τὰ ἄλλα γνωρίσματα ἂν πιστὰ φανείη.

p.271

τοιαῦτα διαλεγόμενοι πλησίον ἤδη τοῦ βασιλέως ἦσαν. συμπαρῆν δὲ καὶ ὁ Βαγώας ἀγόμενος. κἀπειδὴ παραστάντας εἶδεν ὁ Ὑδάσπης, ἀνήλατο πρὸς βραχὺ τοῦ θρόνου, καὶ ἱλήκοιτε θεοί φήσας αὖθις ἐπὶ συννοίας ἑαυτὸν ἥδραζε. τῶν δὲ ἐν τέλει παρεστώτων ὅ τι πεπόνθοι πυνθανομένων, τοιαύτην, ἔφη, τετέχθαι μοι θυγατέρα τήμερον καὶ εἰς ἀκμὴν τοσαύτην ἥκειν ἀθρόον ᾤμην: καὶ τὸ ὄναρ ἐν οὐδεμιᾷ φροντίδι τιθέμενος, νυνὶ πρὸς τὴν ὁμοίαν τῆς ὁρωμένης ὄψιν ἀνήνεγκα. τῶν δὴ περὶ αὐτὸν εἰπόντων ὡς φαντασία τις εἴη ψυχῆς τὰ μέλλοντα πολλάκις εἴδωλα προτυπουμένης, ἐν παρέργῳ τότε τὸ ὀφθὲν ποιησάμενος, τίνες καὶ πόθεν εἶεν ἠρώτα. σιωπώσης δὲ τῆς Χαρικλείας, καὶ τοῦ Θεαγένους εἰπόντος ὡς ἀδελφοὶ καὶ Ἕλληνες, εὖ γε ἡ Ἑλλάς, ἔφη, τά τε ἄλλα καλοὺς κἀγαθοὺς φέρουσα, καὶ γνήσια ἡμῖν καὶ εὐσύμβολα εἰς τὰς ἐπινικίους θυσίας τὰ ἱερεῖα παρασχοῦσα. ἀλλὰ πῶς οὐχὶ καὶ παῖς ἐτέχθη μοι κατὰ τὴν ὄψιν, γελάσας πρὸς τοὺς παρόντας εἶπεν, εἴπερ τὸν νεανίαν τοῦτον ἀδελφὸν ὄντα τῆς κόρης καὶ ὁρᾶσθαί μοι μέλλοντα προειδωλοποιηθῆναι, ὡς φατέ, διὰ τῶν ὀνειράτων ἐχρῆν; καὶ ἀποστρέψας τὸν λόγον εἰς τὴν Χαρίκλειαν, καὶ τὴν φωνὴν ἑλληνίζων ʽσπουδάζεται γὰρ ἥδε ἡ γλῶσσα καὶ παρὰ τοῖς Γυμνοσοφισταῖς καὶ βασιλεῦσιν Αἰθιόπων̓ σὺ δέ, ἔφη, ὦ κόρη, τί σιγᾷς, οὐδὲν ἀποκρινομένη πρὸς τὴν πεῦσιν; καὶ ἡ Χαρίκλεια, πρὸς τοῖς βωμοῖς, ἔφη, τῶν θεῶν οἷς ἱερεῖα φυλαττόμενοι συνίεμεν, ἐμέ τε καὶ τοὺς ἐμὲ φύντας γνώσεσθε. καὶ ποῦ γῆς εἰσὶν οὗτοι; πρὸς αὐτὴν ὁ Ὑδάσπης. ἣ δέ, καὶ πάρεισιν, ἔφη, καὶ πάντως ἱερουργουμένοις παρέσονται. μειδιάσας οὖν αὖθις ὁ Ὑδάσπης, ὀνειρώττει τῷ ὄντι, φησίν, ἡ ὀνειρογενὴς αὕτη μου θυγάτηρ, ἀπὸ τῆς Ἑλλάδος κατὰ μέσην Μερόην τοὺς φύντας

p.272
ἀναπεμφθήσεσθαι φανταζομένη. οὗτοι μὲν οὖν ἀγέσθωσαν σὺν ἐπιμελείᾳ καὶ ἀφθονίᾳ τῇ συνήθει, τὴν θυσίαν κοσμήσοντες: ἀλλὰ τίς οὗτος ὁ πλησίον εὐνούχῳ προσεοικώς; τῶν δή τις ὑπηρετουμένων, εὐνοῦχος ἀληθῶς, εἶπεν, ὄνομα Βαγώας, τῶν Ὀροονδάτου κτῆμα τὸ τιμιώτατον. ἑπέσθω, ἔφη, καὶ οὗτος, οὐχ ἱερεῖον, τῶν δὲ ἱερείων θατέρου τῆς κόρης ταύτης φύλαξ, πολλῆς διὰ τὴν ὥραν προνοίας δεομένης, ὥστε ἁγνὴν ἡμῖν ἄχρι καιροῦ τῆς θυσίας φυλαχθῆναι. ἔχει τι ζηλότυπον ἔμφυτον τὸ εὐνούχων γένος: ὧν γὰρ ἀπεστέρηται, τούτων εἰς κώλυμα τοῖς ἄλλοις προβέβληται.

ταῦτα εἰπὼν τοὺς ἄλλους αἰχμαλώτους παριόντας ἐν τάξει ἐπεσκόπει τε καὶ ἀνέκρινε, τοὺς μὲν δωρούμενος, οὓς δούλους ἐξ ἀρχῆς ἐγνώριζεν ἡ τύχη, τοὺς δὲ εὖ γεγονότας ἐλευθέρους ἀφιείς. δέκα δὲ νέους κόρας τε ἰσαρίθμους τῶν ἐν ἀκμῇ καὶ ὥρᾳ διαπρεπόντων ἐπιλεξάμενος, ἅμα τοῖς περὶ τὸν Θεαγένην ἐφ̓ ὁμοίαν τὴν χρείαν ἀνάγεσθαι προσέταττε. τοῖς τε ἄλλοις ἅπασιν ὧν ἕκαστος ἐδεῖτο χρηματίσας, τέλος πρὸς τὸν Ὀροονδάτην μετάκλητον καὶ φοράδην ἀχθέντα, ἐγώ, ἔφη, τὰς αἰτίας τοῦ πολέμου συνῃρηκὼς καὶ τὰς ἐξ ἀρχῆς προφάσεις τῆς ἔχθρας, τάς τε Φίλας καὶ τὰ σμαράγδεια μέταλλα, ὑπ̓ ἐμαυτῷ πεποιημένος, οὐ πάσχω τὸ τῶν πολλῶν πάθος, οὐδὲ ἐπεξάγω τὴν τύχην πρὸς πλεονεξίαν, οὐδὲ εἰς ἄπειρον ἐκτείνω τὴν ἀρχὴν διὰ τὴν νίκην, ἀλλ̓ ὅροις ἀρκοῦμαι οἷς ἔθετο ἐξ ἀρχῆς ἡ φύσις, τὴν Αἴγυπτον ἀπὸ τῆς Αἰθιοπίας τοῖς Καταρράκταις ἀποκρίνασα. ὥστε ἔχων δἰ ἃ κατῆλθον, ἄνειμι σέβων τὸ δίκαιον. σὺ δὲ εἰ περιγένοιο, τῶν ἐξ ἀρχῆς σατράπευε, καὶ ἐπίστελλε πρὸς βασιλέα τῶν Περσῶν ὡς ἀδελφὸς ὁ σὸς Ὑδάσπης τῇ μὲν χειρὶ κεκράτηκε, τῇ δὲ γνώμῃ πάντα σοι τὰ σὰ μεθῆκε, φιλίαν τε πρὸς σὲ βουλόμενον

p.273
ἀσπαζόμενος, χρῆμα τῶν ἐν ἀνθρώποις τὸ κάλλιστον, καὶ μάχην, εἰ αὖθις ἄρχοιο, μὴ παραιτούμενος. Συηναίοις δὲ τοῖσδε τοὺς τεταγμένους φόρους εἰς δεκάδα ἐτῶν αὐτός τε ἀφίημι καὶ σοὶ ποιεῖν οὕτως ἐντέλλομαι.

τούτων εἰρημένων, ὑπὸ μὲν τῶν παρόντων ἀστῶν τε ὁμοίως καὶ στρατιωτῶν εὐφημία τε ἤρθη καὶ κρότος ἐπὶ πλεῖστον ἐξάκουστος: ὁ δὲ Ὀροονδάτης τὼ χεῖρε προτείνας καὶ τὴν δεξιὰν ἐπὶ θατέραν παραλλάξας, κύψας προσεκύνησε, πρᾶγμα οὐ νενομισμένον παρὰ Πέρσαις, βασιλέα ἕτερον τούτῳ τῷ τρόπῳ θεραπεύειν. καὶ ὦ παρόντες, οὐ δοκῶ μοι, ἔφη, παραβαίνειν τὸ πάτριον, εἰ βασιλέα γνωρίζω τὸν σατραπείαν μοι δωρούμενον, οὐδὲ παρανομεῖν τὸν ἐννομώτατον ἀνθρώπων προσκυνῶν, ἀναιρεῖν μὲν δυνάμενον, τὸ εἶναι δὲ φιλανθρωπευόμενον, καὶ δεσπόζειν μὲν κεκληρωμένον, σατραπεύειν δέ μοι παρεχόμενον. ἐφ̓ οἷς, εἰ μὲν περισωθείην, Αἰθίοψί τε καὶ Πέρσαις εἰρήνην ἐγγυῶμαι βαθεῖαν καὶ φιλίαν ἀίδιον, καὶ Συηναίοις τὰ προστεταγμένα ἐμπεδώσειν: εἰ δέ τι πάθοιμι, θεοὶ τῶν εἰς ἐμὲ καλῶν Ὑδάσπην τε καὶ οἶκον τὸν Ὑδάσπου καὶ γένος ἀμείβοιντο.