Aethiopica
Heliodorus of Emesa
Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855
ἔτι τούτων ἐπαινουμένων καὶ δόγματι τοῦ δήμου κυρουμένων, ἐπικεχειροτονήσθω, ἔφη ὁ στρατηγός, εἰ δοκεῖ, κἀκεῖνο, μηκέτι τὴν ζάκορον ἀναφαίνειν τοῖς τὸ ἐνόπλιον τρέχουσιν: ὡς γὰρ ἔχω συμβαλεῖν, ἐκεῖθεν ἡ ἀρχὴ Θεαγένει τῆς ἀσεβείας ἐξήφθη, καὶ τὴν ἁρπαγήν, ὡς ἔοικεν, ἐκ τῆς πρώτης θέας ἐνεθυμήθη. καλὸν οὖν περιγράψαι τὸν ἑξῆς χρόνον τὴν ὁμοίαν τινῶν ἐπιχείρησιν. ὡς δὲ καὶ ταῦτα μιᾷ ψήφῳ καὶ χειρὶ τῇ πάντων ἐκράτησεν, ὁ μὲν Ἡγησίας ἐδίδου τῆς ἐξόδου τὸ σύνθημα, καὶ πολεμικὸν ἡ σάλπιγξ ὑπεσήμαινεν, τὸ δὲ θέατρον εἰς τὸν πόλεμον διελύετο, καὶ δρόμος ἀκάθεκτος ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὴν μάχην ἠνύετο, οὐ τῆς ἐνόπλου μόνον καὶ ἰσχυούσης ἡλικίας, ἀλλὰ πολλοὶ μὲν παῖδες καὶ ἀμφιβόλως ἔφηβοι, τὴν προθυμίαν εἰς ἀκμῆς προσθήκην ποιησάμενοι, τῆς ἐξόδου μετασχεῖν ἐκείνης ἐθρασύνοντο, πολλαὶ δὲ γυναῖκες ἀνδρειότερον τῆς φύσεως ἐφρόνησαν, καὶ τὸ προστυχὸν εἰς ὅπλον ἁρπασάμεναι μετέθεον ἀνήνυτα, καὶ τὸ θῆλυ καὶ οἰκεῖον ἀσθενὲς ὑστερίζουσαι τῶν ἔργων ἐγνώριζον. εἶδες ἂν καὶ πρεσβύτου πρὸς τὸ γῆρας μάχην, καὶ ὥσπερ ἕλκουσαν τὸ σῶμα τὴν διάνοιαν, καὶ ὀνειδιζομένην τὴν ἀσθένειαν ὑπὸ τῆς προθυμίας. οὕτως ἄρα πᾶσα ἡ πόλις ὑπερήλγησε τὴν τῆς Χαρικλείας ἀφαίρεσιν, καὶ ὥσπερ ἑνὶ πάθει κεκινημένη πρὸς τὴν δίωξιν αὐτοβοεί, καὶ οὐδὲ ἡμέραν ἀναμείνασα, πάνδημον ἑαυτὴν ἐπαφῆκεν.