Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ λέγειν τι φανερώτερον μελλούσης ʽτολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον περιορᾶν τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατηνάγκαζεν̓ οὐκέτι κατασχὼν ὁ Ὑδάσπης, ὦ θεοί, ἔφη, ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ̓ ἐλπίδος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον, ἀλλὰ παράφρονά πως ἀναδείξαντες. πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προϊεμένης; ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα: τὸν ὄντα, ὅστις ἐστὶν ὁ ξένος ἐρωτωμένη, ἀγνοεῖν ἔλεγεν. αὖθις ἐζήτει περισώζεσθαι ὡς φίλον τὸν ἀγνοούμενον: ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν, αὐτὴ καταθύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε. καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει, τὸν τίνα οὐ προστιθεῖσα. πῶς γὰρ τόν γε μήτε ὄντα μήτε γεγενῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παῤ Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον, καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται, καὶ

p.295
παρθενεύειν νόθως χαρίζεται, μόνῃ δὲ ἔξεστι φίλους καὶ πολεμίους τοὺς αὐτοὺς ἐν ἀκαρεῖ καταλέγειν, ἀδελφοὺς δὲ καὶ ἄνδρας τοὺς μὴ ὄντας ἀναπλάττειν. ὥστε ὦ γύναι σὺ μὲν εἰς τὴν σκηνὴν εἴσιθι, καὶ ταύτην κατάστελλε πρὸς τὸ νηφάλιον, εἴτε ὑπό του θεῶν τοῖς ἱερείοις ἐπιφοιτήσαντος ἐκβακχευομένην, εἴτε καὶ δἰ ὑπερβολὴν χαρᾶς τῶν ἀνελπίστως εὐτυχηθέντων τὸν νοῦν παραφερομένην. ἐγὼ δὲ τὴν ὀφείλουσαν τοῖς θεοῖς ἀντὶ τῆσδε σφαγιασθῆναι καὶ ζητεῖν καὶ ἀνευρεῖν τινὶ προστάξας, ἕως ἂν τοῦτο γίνηται, εἰς τὸ χρηματίσαι ταῖς ἐκ τῶν ἐθνῶν ἡκούσαις πρεσβείαις καὶ δῶρα τὰ ἐπὶ τοῖς ἐπινικίοις προσκομιζόμενα παῤ αὐτῶν ὑποδέξασθαι τρέψομαι.

καὶ ταῦτα εἰπών, τῆς τε σκηνῆς πλησίον ἐφ̓ ὑψηλοῦ προκαθίσας, ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα, προσάγειν ἐκέλευεν. ὁ δὴ οὖν εἰσαγγελεὺς Ἁρμονίας, εἰ πάντας ἅμα ἢ ἐν μέρει καὶ ἔθνους ἑκάστου κεκριμένως, καὶ δὴ εἰ καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.

τοῦ δὲ ἐν τάξει καὶ διῃρημένως εἰπόντος, ὡς ἂν καὶ τῆς πρὸς ἀξίαν ἕκαστος μεταλαμβάνοι τιμῆς, πάλιν ὁ εἰσαγγελεύς, οὐκοῦν, ἔφη, ὦ βασιλεῦ, πρῶτος ἀδελφοῦ τοῦ σοῦ παῖς ἥξει Μερόηβος, ἀρτίως μὲν ἥκων, ἀπαγγελθῆναι δὲ ἑαυτὸν πρὸ τῆς παρεμβολῆς ἀναμένων. εἶτα, ὦ νωθέστατε καὶ ἠλίθιε, πρὸς αὐτὸν ὁ Ὑδάσπης, οὐ παραχρῆμα ἐμήνυες, οὐ πρεσβευτὴν ἀλλὰ βασιλέα τὸν ἀφιγμένον ἐπιστάμενος, καὶ τοῦτον ἀδελφοῦ παῖδα τοῦ ἐμοῦ, τελευτήσαντος μὲν οὐ πρὸ πολλοῦ, πρὸς ἐμοῦ δὲ εἰς τὸν ἐκείνου θρόνον ἐνιδρυθέντα καὶ ἀντὶ παιδὸς ἐμοὶ γινόμενον; ἐγίνωσκον ταῦτα, εἶπεν, ὦ δέσποτα, ὁ Ἁρμονίας: ἀλλὰ καιροῦ στοχάζεσθαι πρὸ πάντων ἐγίνωσκον, πράγματος τοῖς εἰσαγγελεῦσιν, εἴπερ τινὸς ἄλλου, δεομένου προνοίας.

p.296
σύγγνωθι οὖν εἰ πρὸς τὰς βασιλίδας σε κοινολογούμενον ἀπασχολῆσαι τῶν ἡδίστων ἐφυλαξάμην. ἀλλὰ νῦν γοῦν ἡκέτω τοῦ βασιλέως εἰπόντος, ἀπέτρεχέ τε ὁ προσταχθεὶς καὶ αὐτίκα ἐπανῄει μετὰ τοῦ προστάγματος.

καὶ ὤφθη ὁ Μερόηβος, ἀξιοπρεπές τι νεανίου χρῆμα, τὴν μὲν ἡλικίαν ἄρτι τὸν μείρακα παραλλάττων, δεκάδα ἐτῶν πρὸς ἑβδομάδι πληρῶν, μεγέθει δὲ τοὺς παρόντας σχεδὸν ἅπαντας ὑπερκύπτων, λαμπροῦ μὲν δορυφορήματος ὑπασπιστῶν προπομπεύοντος, τοῦ δὲ περιεστῶτος Αἰθιοπικοῦ στρατοῦ θαυμασμῷ τε ἅμα καὶ σεβασμῷ πρὸς τὸ ἀκώλυτον τὴν πάροδον διαστέλλοντος.

οὐ μὴν οὐδὲ ὁ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ̓ ὑπήντα τε, καὶ μετὰ πατρικῆς τῆς φιλοφροσύνης περιπτυξάμενος πλησίον τε ἑαυτῷ καθίδρυσε, καὶ τὴν δεξιὰν ἐμβαλών, εἰς καιρὸν ἥκεις, ἔλεγεν, ὦ παῖ, τά τε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων: οἱ γὰρ πατρῷοι καὶ γενάρχαι θεοί τε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν. ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας, ἀνάγγελλε. ὁ δὲ Μερόηβ̔??ʼς πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ αἰδοῦς οὐδὲ ἐν μελαίνῃ τῇ χροιᾷ διέλαθε φοινιχθείς, οἱονεὶ πρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος. καὶ μικρὸν ἐφησυχάσας, οἱ μὲν ἄλλοι, ἔφη, ὦ πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν: ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαν τε καὶ ἀριστέα διαφανέντα προσφόρως τε καὶ ἀπὸ τῶν ὁμοίων δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον, πάλην δὲ καὶ πυγμὴν τὴν ἐν κόνει καὶ σταδίοις

p.297
ἀνυπόστατον. καὶ ἅμα νεύσας ἥκειν ἐπεδείκνυ τὸν ἄνδρα.

καὶ ὃς προσελθὼν εἰς μέσους προσεκύνει τὸν Ὑδάσπην, τοσοῦτός τις τὸ μέγεθος καὶ οὕτως ὠγύγιος ἄνθρωπος ὥστε τὸ γόνυ τοῦ βασιλέως φιλῶν μικροῦ φανῆναι τοῖς ἐφ̓ ὑψηλοῦ προκαθημένοις ἐξισούμενος. καὶ μηδὲ τὸ κελευσθῆναι ἀναμείνας, τὴν ἐσθῆτα ἀποδὺς γυμνὸς εἱστήκει, πάντα τὸν βουλόμενον ὅπλων τε καὶ χειρῶν εἰς ἅμιλλαν προκαλούμενος. ὡς δὲ οὐδεὶς παρῄει, πολλάκις διὰ κήρυκος τοῦ βασιλέως προτρεψαμένου, δοθήσεταί σοι, ἔφη, καὶ παῤ ἡμῶν, ὁ Ὑδάσπης, ἰσοστάσιον τὸ ἔπαθλον. καὶ εἰπὼν ἐλέφαντα πολυετῆ καὶ παμμεγέθη προσκομισθῆναι αὐτῷ προσέταττεν. ὡς δὲ ἤχθη τὸ ζῶον, ὃ μὲν ὑπεδέχετο ἄσμενος, ὁ δῆμος δὲ ἀθρόον ἐξεκάγχασε, τῷ ἀστεϊσμῷ τοῦ βασιλέως ἡσθέντες, καὶ τὴν δόξασαν αὐτοῖς ὑποκατάκλισιν τῷ ἐπιτωθασμῷ τῆς κατ̓ ἐκεῖνον μεγαλαυχίας παρηγορηθέντες.

μετὰ τοῦτον καὶ οἱ Σηρῶν προσήγοντο πρεσβευταί, τῶν παῤ αὐτοῖς ἀραχνίων νήματα καὶ ὑφάσματα, τὴν μὲν φοινικοβαφῆ τὴν δὲ λευκοτάτην ἐσθῆτα, προσκομίζοντες.

καὶ τούτων τῶν δώρων ὑποδεχθέντων, καὶ ἀφεθῆναι αὐτοῖς τῶν πάλαι τινὰς ἐν δεσμωτηρίῳ κατακρίτων ἀξιωσάντων, ἐπινεύσαντος τοῦ βασιλέως οἱ Ἀράβων τῶν εὐδαιμόνων προσῄεσαν, φύλλου τε τοῦ θυώδους καὶ κασσίας καὶ κινναμώμου καὶ τῶν ἄλλων οἷς ἡ Ἀραβία γῆ μυρίζεται, ἐκ πολλῶν ταλάντων ἑκάστου τὸν τόπον εὐωδίας ἐμπλήσαντες. παρῆσαν μετὰ τούτους οἱ ἐκ τῆς Τρωγλοδυτικῆς, χρυσόν τε τὸν μυρμηκίαν καὶ γρυπῶν ξυνωρίδα χρυσαῖς ἁλύσεσιν ἡνιοχουμένην προσκομίζοντες. ἐπὶ τούτοις ἡ Βλεμμύων παρῄει πρεσβεία, τόξα τε καὶ βελῶν ἀκίδας ἐκ δρακοντείων ὀστῶν εἰς στέφανον διαπλέξασα. καὶ ταῦτά σοι, ἔλεγον, ὦ βασιλεῦ, τὰ παῤ ἡμῶν δῶρα, πλούτου μὲν

p.298
τοῦ παρὰ τῶν ἄλλων λειπόμενα, παρὰ δὲ τὸν ποταμὸν ὑπὸ σοὶ μάρτυρι κατὰ Περσῶν εὐδοκιμήσαντα. πολυτελέστερα μὲν οὖν, ἔφη ὁ Ὑδάσπης, τῶν πολυταλάντων ξενίων: ἅ γε καὶ τὰ ἄλλα νυνί μοι προσκομίζεσθαι γέγονεν αἴτια. καὶ ἅμα εἴ τι βούλοιντο ἐπαγγέλλειν ἐπέτρεπε, καὶ μειωθῆναι αὐτοῖς ἐκ τῶν φόρων αἰτησάντων, τὸ σύμπαν εἰς δεκάδα ἐτῶν ἀνῆκε.

καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων, καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμοτέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευταῖοι παρῆσαν οἱ Ἀξιομιτῶν πρεσβευταί, φόρου μὲν οὐκ ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι, δῶρα καὶ οὗτοι προσῆγον, ἄλλα τε καὶ δὴ ζώου τινὸς εἶδος ἀλλοκότου τε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον, χροιὰν δὲ καὶ δορὰν παρδάλεως φολίσιν ἀνθηραῖς ἐστιγμένον. ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλά τε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀναλόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα. λεπτὸς ὁ αὐχήν, καὶ ἐκ μεγάλου τοῦ λοιποῦ σώματος. εἰς κύκνειον φάρυγγα μηκυνόμενος. ἡ κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα, τὸ δὲ μέγεθος στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγον ὑπερφέρουσα, καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα. παρήλλακτο καὶ τὸ βάδισμα χερσαίου τε ζώου καὶ ἐνύδρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ̓ ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ, χωρὶς δὲ καὶ ζυγηδὸν τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετατιθεμένων. ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τιθασὸν τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου, τῇ κορυφῇ

p.299
περιελιχθείσης, ἄγεσθαι πρὸς τοῦ θηροκόμου, καθάπερ ἀφύκτῳ δεσμῷ τῷ ἐκείνου βουλήματι ὁδηγούμενον. τοῦτο φανὲν τὸ ζῶον τὸ μὲν πλῆθος ἅπαν ἐξέπληξε, καὶ ὄνομα τὸ εἶδος ἐλάμβανεν, ἐκ τῶν ἐπικρατεστέρων τοῦ σώματος αὐτοσχεδίως πρὸς τοῦ δήμου καμηλοπάρδαλις κατηγορηθέν, ταράχου γε μὴν τὴν πανήγυριν ἐνέπλησε.

γίνεται γάρ τι τοιοῦτον. τῷ βωμῷ τῆς μὲν Σεληναίας παρειστήκει ταύρων ξυνωρίς, τῷ δὲ τοῦ Ἡλίου τέτρωρον ἵππων λευκῶν εἰς τὴν ἱερουργίαν ηὐτρεπισμένων. ξένου δὴ καὶ ἀήθους τότε πρῶτον καὶ ἀλλοκότου ζώου φανέντος οἱονεὶ πρὸς φάσμα διαταραχθέντες, πτοίας τε ἐνεπίμπλαντο, καὶ τῶν κατεχόντων τὰ δεσμὰ σπαράξαντες τῶν τε ταύρων ἅτερος, ὁ μόνος, ὡς ἐῴκει, τὸ θηρίον κατωπτευκώς, καὶ δύο τῶν ἵππων εἰς φυγὴν ἀκατάσχετον ὥρμησαν, διεκπεσεῖν μὲν τὸν περίβολον τοῦ στρατοῦ μὴ δυνάμενοι, πυκνῷ τῷ συνασπισμῷ τῶν ὁπλιτῶν εἰς κύκλον τετειχισμένον, φερόμενοι δὲ ἀτάκτως καὶ τὸ μεσεῦον ἅπαν δρόμοις σεσοβημένοις ἐξελίττοντες, τό τε προστυχὸν ἅπαν εἴτε σκεῦος εἴτε ζῶον ἀνατρέποντες, ὥστε καὶ βοὴν αἴρεσθαι συμμιγῆ πρὸς τὸ γινόμενον, τὴν μὲν ὑπὸ δέους οἷς προσελάσειαν, τὴν δὲ ὑφ̓ ἡδονῆς οἷς καθ̓ ἑτέρους ἐναλλόμενοι τέρψιν τε καὶ γέλωτα τὴν τῶν ὑποπιπτόντων συντριβὴν παρεῖχον. ἐφ̓ οἷς οὐδὲ ἡ Περσῖνα καὶ ἡ Χαρίκλεια μένειν ἐφ̓ ἡσυχίας κατὰ τὴν σκηνὴν ἐκαρτέρησαν, ἀλλὰ τὸ καταπέτασμα μικρὸν παραστείλασαι θεωροὶ τῶν δρωμένων ἐγίνοντο. ἐνταῦθα ὁ Θεαγένης, εἴτ̓ οὖν οἴκοθεν ἀνδρείῳ τῷ λήματι κινούμενος τἴτε καὶ ἔκ του θεῶν ὁρμῇ χρησάμενος, τούς τε παρεστῶτας αὐτῷ φύλακας πρὸς τῆς καταλαβούσης ταραχῆς διεσκεδασμένους θεασάμενος, ὠρθώθη τε ἀθρόον, εἰς γόνυ πρὸς τοῖς βωμοῖς

p.300
πρότερον ὀκλάζων καὶ τὴν ὅσον οὐδέπω σφαγὴν ἀναμένων, καὶ σχίζαν τῶν ἐπικειμένων τοῖς βωμοῖς ἀναρπάζει. καὶ τῶν οὐ διαδράντων ἵππων ἑνὸς λαβόμενος τοῖς τε νώτοις ἐφίπταται, καὶ τῶν αὐχενίων τριχῶν ἐπιδραξάμενος, καὶ ὡς χαλινῷ τῇ χαίτῃ χρώμενος, μυωπίζει τε τῇ πτέρνῃ τὸν ἵππον, καὶ ἀντὶ μάστιγος τῇ σχίζῃ συνεχῶς ἐπισπέρχων ἐπὶ τὸν διαδράντα ταῦρον ἤλαυνε. τὰ μὲν δὴ πρῶτα φυγὴν εἶναι τοῦ Θεαγένους τὸ γινόμενον οἱ παρόντες ὑπελάμβανον, καὶ σὺν βοῇ μὴ ξυγχωρεῖν διεξελάσαι τὸ ὁπλιτικὸν ἕρκος τῷ πλησίον ἕκαστος διεκελεύετο: προϊόντος δὲ τοῦ ἐγχειρήματος, ὅτι μὴ ἀποδειλίασις ἦν μηδὲ ἀπόδρασις τοῦ σφαγιασθῆναι μετεδιδάσκοντο. καταλαβὼν γὰρ ὡς ὅτι τάχιστα τὸν ταῦρον, ἐπ̓ ὀλίγον μὲν κατ̓ οὐρὰν ἤλαυνεν, ὑπονύττων τε ἅμα καὶ εἰς ὀξύτερον δρόμον τὸν βοῦν ἐρεθίζων, καὶ ὅποι δὴ καὶ ὁρμήσειε τρεπομένῳ συνεφείπετο, τὰς ἐπιστροφάς τε καὶ ἐμβολὰς πεφυλαγμένως ἐκκλίνων.