Aethiopica
Heliodorus of Emesa
Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855
διαταραχθεὶς δὲ πρὸς ταῦτα ὁ Ὑδάσπης, ἀλλ̓ οὐ συνίημι μέν, ἔφη, τὴν πρὸς ἐναντία σου τῆς γνώμης μεταβολήν, ἀρτίως μὲν ὑπερασπίζειν τοῦ ξένου πειρωμένης, νυνὶ δὲ ὡς πολεμίου τινὸς αὐτόχειρα γενέσθαι παρακαλούσης. ἀλλ̓ οὐδὲ σεμνόν τι καὶ ἐπίδοξον, ὅσα γε πρὸς σὲ καὶ τὴν σὴν ἡλικίαν, ἐνορῶ τῇ πράξει. καὶ τούτου δὲ ὄντος, τὸ δυνατὸν οὐκ ἔστι: μόνοις γὰρ τοῖς
καὶ λέγειν τι φανερώτερον μελλούσης ʽτολμᾶν γὰρ τὸ κατεπεῖγον καὶ τὴν αἰδῶ τὴν παρθένιον περιορᾶν τὸ ἐν ὀφθαλμοῖς ὁρώμενον τοῦ κινδύνου τῷ Θεαγένει κατηνάγκαζεν̓ οὐκέτι κατασχὼν ὁ Ὑδάσπης, ὦ θεοί, ἔφη, ὡς κακὰ τοῖς καλοῖς ἐοίκατε μιγνύναι καὶ τὴν ἀπ̓ ἐλπίδος μοι δωρηθεῖσαν πρὸς ὑμῶν εὐδαιμονίαν τὸ μέρος κωλύειν, θυγατέρα μὲν ἀπροσδόκητον, ἀλλὰ παράφρονά πως ἀναδείξαντες. πῶς γὰρ οὐ παραπλῆγος τὸ νόημα τῆς ἀλλόκοτα ῥήματα προϊεμένης; ἀδελφὸν ὠνόμαζε τὸν μὴ ὄντα: τὸν ὄντα, ὅστις ἐστὶν ὁ ξένος ἐρωτωμένη, ἀγνοεῖν ἔλεγεν. αὖθις ἐζήτει περισώζεσθαι ὡς φίλον τὸν ἀγνοούμενον: ἀδύνατον εἶναι μαθοῦσα τὴν αἴτησιν, αὐτὴ καταθύειν ὡσανεὶ πολεμιώτατον ἱκέτευε. καὶ τοῦτο ὡς οὐ θεμιτὸν λεγόντων, μιᾷ μόνῃ καὶ ταύτῃ ὑπάνδρῳ τῆς τοιᾶσδε θυσίας καθωσιωμένης, ἄνδρα ἔχειν ἐμφαίνει, τὸν τίνα οὐ προστιθεῖσα. πῶς γὰρ τόν γε μήτε ὄντα μήτε γεγενῆσθαι αὐτῇ διὰ τῆς ἐσχάρας ἀποδειχθέντα; εἰ μὴ ἄρα παρὰ ταύτῃ μόνῃ ψεύδεται μὲν τὸ παῤ Αἰθίοψιν ἀψευδὲς τῶν καθαρευόντων πειρατήριον, καὶ ἐπιβᾶσαν ἄφλεκτον ἀποπέμπεται, καὶ
καὶ ταῦτα εἰπών, τῆς τε σκηνῆς πλησίον ἐφ̓ ὑψηλοῦ προκαθίσας, ἥκειν τοὺς πρεσβευτάς, καὶ εἴ τινα ἐπικομίζοιντο δῶρα, προσάγειν ἐκέλευεν. ὁ δὴ οὖν εἰσαγγελεὺς Ἁρμονίας, εἰ πάντας ἅμα ἢ ἐν μέρει καὶ ἔθνους ἑκάστου κεκριμένως, καὶ δὴ εἰ καὶ ἰδίᾳ προσάγειν κελεύοι διηρώτα.
τοῦ δὲ ἐν τάξει καὶ διῃρημένως εἰπόντος, ὡς ἂν καὶ τῆς πρὸς ἀξίαν ἕκαστος μεταλαμβάνοι τιμῆς, πάλιν ὁ εἰσαγγελεύς, οὐκοῦν, ἔφη, ὦ βασιλεῦ, πρῶτος ἀδελφοῦ τοῦ σοῦ παῖς ἥξει Μερόηβος, ἀρτίως μὲν ἥκων, ἀπαγγελθῆναι δὲ ἑαυτὸν πρὸ τῆς παρεμβολῆς ἀναμένων. εἶτα, ὦ νωθέστατε καὶ ἠλίθιε, πρὸς αὐτὸν ὁ Ὑδάσπης, οὐ παραχρῆμα ἐμήνυες, οὐ πρεσβευτὴν ἀλλὰ βασιλέα τὸν ἀφιγμένον ἐπιστάμενος, καὶ τοῦτον ἀδελφοῦ παῖδα τοῦ ἐμοῦ, τελευτήσαντος μὲν οὐ πρὸ πολλοῦ, πρὸς ἐμοῦ δὲ εἰς τὸν ἐκείνου θρόνον ἐνιδρυθέντα καὶ ἀντὶ παιδὸς ἐμοὶ γινόμενον; ἐγίνωσκον ταῦτα, εἶπεν, ὦ δέσποτα, ὁ Ἁρμονίας: ἀλλὰ καιροῦ στοχάζεσθαι πρὸ πάντων ἐγίνωσκον, πράγματος τοῖς εἰσαγγελεῦσιν, εἴπερ τινὸς ἄλλου, δεομένου προνοίας.
καὶ ὤφθη ὁ Μερόηβος, ἀξιοπρεπές τι νεανίου χρῆμα, τὴν μὲν ἡλικίαν ἄρτι τὸν μείρακα παραλλάττων, δεκάδα ἐτῶν πρὸς ἑβδομάδι πληρῶν, μεγέθει δὲ τοὺς παρόντας σχεδὸν ἅπαντας ὑπερκύπτων, λαμπροῦ μὲν δορυφορήματος ὑπασπιστῶν προπομπεύοντος, τοῦ δὲ περιεστῶτος Αἰθιοπικοῦ στρατοῦ θαυμασμῷ τε ἅμα καὶ σεβασμῷ πρὸς τὸ ἀκώλυτον τὴν πάροδον διαστέλλοντος.
οὐ μὴν οὐδὲ ὁ Ὑδάσπης ἐπὶ τῆς καθέδρας ἐκαρτέρησεν, ἀλλ̓ ὑπήντα τε, καὶ μετὰ πατρικῆς τῆς φιλοφροσύνης περιπτυξάμενος πλησίον τε ἑαυτῷ καθίδρυσε, καὶ τὴν δεξιὰν ἐμβαλών, εἰς καιρὸν ἥκεις, ἔλεγεν, ὦ παῖ, τά τε ἐπινίκια συνεορτάσων καὶ τὰ γαμήλια θύσων: οἱ γὰρ πατρῷοι καὶ γενάρχαι θεοί τε καὶ ἥρωες ἡμῖν μὲν θυγατέρα σοὶ δὲ νύμφην, ὡς ἔοικεν, ἐξευρήκασιν. ἀλλὰ τῶν τελειοτέρων αὖθις ἀκουσόμενος, εἴ τί με βούλει χρηματίσαι τῷ ἔθνει τῆς ὑπὸ σοὶ βασιλείας, ἀνάγγελλε. ὁ δὲ Μερόηβ̔??ʼς πρὸς τὴν ἀκοὴν τῆς νύμφης ὑφ̓ ἡδονῆς τε ἅμα καὶ αἰδοῦς οὐδὲ ἐν μελαίνῃ τῇ χροιᾷ διέλαθε φοινιχθείς, οἱονεὶ πρὸς αἰθάλην τοῦ ἐρυθήματος ἐπιδραμόντος. καὶ μικρὸν ἐφησυχάσας, οἱ μὲν ἄλλοι, ἔφη, ὦ πάτερ, τῶν ἡκόντων πρέσβεων τοῖς ἐκ τῆς ἑαυτῶν ἐξαιρέτοις ἕκαστος τὴν σὴν περίβλεπτον νίκην στέφοντες ξενιοῦσιν: ἐγὼ δὲ σὲ τὸν ἐν πολέμοις γεννάδαν τε καὶ ἀριστέα διαφανέντα προσφόρως τε καὶ ἀπὸ τῶν ὁμοίων δωρήσασθαι δικαιώσας, ἄνδρα σοι προσκομίζω πολέμων μὲν καὶ αἱμάτων ἀθλητὴν ἀνανταγώνιστον, πάλην δὲ καὶ πυγμὴν τὴν ἐν κόνει καὶ σταδίοις
καὶ ὃς προσελθὼν εἰς μέσους προσεκύνει τὸν Ὑδάσπην, τοσοῦτός τις τὸ μέγεθος καὶ οὕτως ὠγύγιος ἄνθρωπος ὥστε τὸ γόνυ τοῦ βασιλέως φιλῶν μικροῦ φανῆναι τοῖς ἐφ̓ ὑψηλοῦ προκαθημένοις ἐξισούμενος. καὶ μηδὲ τὸ κελευσθῆναι ἀναμείνας, τὴν ἐσθῆτα ἀποδὺς γυμνὸς εἱστήκει, πάντα τὸν βουλόμενον ὅπλων τε καὶ χειρῶν εἰς ἅμιλλαν προκαλούμενος. ὡς δὲ οὐδεὶς παρῄει, πολλάκις διὰ κήρυκος τοῦ βασιλέως προτρεψαμένου, δοθήσεταί σοι, ἔφη, καὶ παῤ ἡμῶν, ὁ Ὑδάσπης, ἰσοστάσιον τὸ ἔπαθλον. καὶ εἰπὼν ἐλέφαντα πολυετῆ καὶ παμμεγέθη προσκομισθῆναι αὐτῷ προσέταττεν. ὡς δὲ ἤχθη τὸ ζῶον, ὃ μὲν ὑπεδέχετο ἄσμενος, ὁ δῆμος δὲ ἀθρόον ἐξεκάγχασε, τῷ ἀστεϊσμῷ τοῦ βασιλέως ἡσθέντες, καὶ τὴν δόξασαν αὐτοῖς ὑποκατάκλισιν τῷ ἐπιτωθασμῷ τῆς κατ̓ ἐκεῖνον μεγαλαυχίας παρηγορηθέντες.
μετὰ τοῦτον καὶ οἱ Σηρῶν προσήγοντο πρεσβευταί, τῶν παῤ αὐτοῖς ἀραχνίων νήματα καὶ ὑφάσματα, τὴν μὲν φοινικοβαφῆ τὴν δὲ λευκοτάτην ἐσθῆτα, προσκομίζοντες.
καὶ τούτων τῶν δώρων ὑποδεχθέντων, καὶ ἀφεθῆναι αὐτοῖς τῶν πάλαι τινὰς ἐν δεσμωτηρίῳ κατακρίτων ἀξιωσάντων, ἐπινεύσαντος τοῦ βασιλέως οἱ Ἀράβων τῶν εὐδαιμόνων προσῄεσαν, φύλλου τε τοῦ θυώδους καὶ κασσίας καὶ κινναμώμου καὶ τῶν ἄλλων οἷς ἡ Ἀραβία γῆ μυρίζεται, ἐκ πολλῶν ταλάντων ἑκάστου τὸν τόπον εὐωδίας ἐμπλήσαντες. παρῆσαν μετὰ τούτους οἱ ἐκ τῆς Τρωγλοδυτικῆς, χρυσόν τε τὸν μυρμηκίαν καὶ γρυπῶν ξυνωρίδα χρυσαῖς ἁλύσεσιν ἡνιοχουμένην προσκομίζοντες. ἐπὶ τούτοις ἡ Βλεμμύων παρῄει πρεσβεία, τόξα τε καὶ βελῶν ἀκίδας ἐκ δρακοντείων ὀστῶν εἰς στέφανον διαπλέξασα. καὶ ταῦτά σοι, ἔλεγον, ὦ βασιλεῦ, τὰ παῤ ἡμῶν δῶρα, πλούτου μὲν
καὶ πάντων σχεδὸν τῶν κατὰ πρεσβείαν ἀφιγμένων ὀφθέντων, καὶ τοῖς ἴσοις ἑκάστους καὶ φιλοτιμοτέροις τοὺς πλείστους ἀμειψαμένου τοῦ βασιλέως, τελευταῖοι παρῆσαν οἱ Ἀξιομιτῶν πρεσβευταί, φόρου μὲν οὐκ ὄντες ὑποτελεῖς, φίλιοι δὲ ἄλλως καὶ ὑπόσπονδοι, καὶ τὸ ἐπὶ τοῖς κατωρθωμένοις εὐμενὲς ἐνδεικνύμενοι, δῶρα καὶ οὗτοι προσῆγον, ἄλλα τε καὶ δὴ ζώου τινὸς εἶδος ἀλλοκότου τε ἅμα καὶ θαυμασίου τὴν φύσιν, μέγεθος μὲν εἰς καμήλου μέτρον ὑψούμενον, χροιὰν δὲ καὶ δορὰν παρδάλεως φολίσιν ἀνθηραῖς ἐστιγμένον. ἦν δὲ αὐτῷ τὰ μὲν ὀπίσθια καὶ μετὰ κενεῶνας χαμαίζηλά τε καὶ λεοντώδη, τὰ δὲ ὠμιαῖα καὶ πόδες πρόσθιοι καὶ στέρνα πέρα τοῦ ἀναλόγου τῶν ἄλλων μελῶν ἐξανιστάμενα. λεπτὸς ὁ αὐχήν, καὶ ἐκ μεγάλου τοῦ λοιποῦ σώματος. εἰς κύκνειον φάρυγγα μηκυνόμενος. ἡ κεφαλὴ τὸ μὲν εἶδος καμηλίζουσα, τὸ δὲ μέγεθος στρουθοῦ Λιβύσσης εἰς διπλάσιον ὀλίγον ὑπερφέρουσα, καὶ ὀφθαλμοὺς ὑπογεγραμμένους βλοσυρῶς σοβοῦσα. παρήλλακτο καὶ τὸ βάδισμα χερσαίου τε ζώου καὶ ἐνύδρου παντὸς ὑπεναντίως σαλευόμενον, τῶν σκελῶν οὐκ ἐναλλὰξ ἑκατέρου καὶ παρὰ μέρος ἐπιβαίνοντος, ἀλλ̓ ἰδίᾳ μὲν τοῖν δυοῖν καὶ ἅμα τῶν ἐν δεξιᾷ, χωρὶς δὲ καὶ ζυγηδὸν τῶν εὐωνύμων σὺν ἑκατέρᾳ τῇ ἐπαιωρουμένῃ πλευρᾷ μετατιθεμένων. ὁλκὸν δὲ οὕτω τὴν κίνησιν καὶ τιθασὸν τὴν ἕξιν ὥστε ὑπὸ λεπτῆς μηρίνθου, τῇ κορυφῇ
γίνεται γάρ τι τοιοῦτον. τῷ βωμῷ τῆς μὲν Σεληναίας παρειστήκει ταύρων ξυνωρίς, τῷ δὲ τοῦ Ἡλίου τέτρωρον ἵππων λευκῶν εἰς τὴν ἱερουργίαν ηὐτρεπισμένων. ξένου δὴ καὶ ἀήθους τότε πρῶτον καὶ ἀλλοκότου ζώου φανέντος οἱονεὶ πρὸς φάσμα διαταραχθέντες, πτοίας τε ἐνεπίμπλαντο, καὶ τῶν κατεχόντων τὰ δεσμὰ σπαράξαντες τῶν τε ταύρων ἅτερος, ὁ μόνος, ὡς ἐῴκει, τὸ θηρίον κατωπτευκώς, καὶ δύο τῶν ἵππων εἰς φυγὴν ἀκατάσχετον ὥρμησαν, διεκπεσεῖν μὲν τὸν περίβολον τοῦ στρατοῦ μὴ δυνάμενοι, πυκνῷ τῷ συνασπισμῷ τῶν ὁπλιτῶν εἰς κύκλον τετειχισμένον, φερόμενοι δὲ ἀτάκτως καὶ τὸ μεσεῦον ἅπαν δρόμοις σεσοβημένοις ἐξελίττοντες, τό τε προστυχὸν ἅπαν εἴτε σκεῦος εἴτε ζῶον ἀνατρέποντες, ὥστε καὶ βοὴν αἴρεσθαι συμμιγῆ πρὸς τὸ γινόμενον, τὴν μὲν ὑπὸ δέους οἷς προσελάσειαν, τὴν δὲ ὑφ̓ ἡδονῆς οἷς καθ̓ ἑτέρους ἐναλλόμενοι τέρψιν τε καὶ γέλωτα τὴν τῶν ὑποπιπτόντων συντριβὴν παρεῖχον. ἐφ̓ οἷς οὐδὲ ἡ Περσῖνα καὶ ἡ Χαρίκλεια μένειν ἐφ̓ ἡσυχίας κατὰ τὴν σκηνὴν ἐκαρτέρησαν, ἀλλὰ τὸ καταπέτασμα μικρὸν παραστείλασαι θεωροὶ τῶν δρωμένων ἐγίνοντο. ἐνταῦθα ὁ Θεαγένης, εἴτ̓ οὖν οἴκοθεν ἀνδρείῳ τῷ λήματι κινούμενος τἴτε καὶ ἔκ του θεῶν ὁρμῇ χρησάμενος, τούς τε παρεστῶτας αὐτῷ φύλακας πρὸς τῆς καταλαβούσης ταραχῆς διεσκεδασμένους θεασάμενος, ὠρθώθη τε ἀθρόον, εἰς γόνυ πρὸς τοῖς βωμοῖς
ὡς δὲ εἰς συνήθειαν τῆς τε ὄψεως τῆς ἑαυτοῦ καὶ πράξεως ἐνεβίβασεν, ἀντίπλευρος ἤδη παρίππευε, χρωτί τε χρωτὸς ἐπιψαύων καὶ ἱππείῳ ταύρειον ἆσθμα καὶ ἱδρῶτα κεραννύων, καὶ τὸν δρόμον οὕτως ὁμόταχον ῥυθμίζων ὡς καὶ συμφυεῖς εἶναι τὰς κορυφὰς τῶν ζώων τοὺς πορρωτέρω φαντάζεσθαι καὶ τὸν Θεαγένην χαμπρῶς ἐκθειάζειν, ξένην τινὰ ταύτην ἱπποταύρου ξυνωρίδα ζευξάμενον.
τὸ μὲν δὴ πλῆθος ἐν τούτοις ἦν: ἡ Χαρίκλεια δὲ ὁρῶσα τρόμῳ καὶ παλμῷ συνείχετο, τό τε ἐγχείρημα ὅ τι καὶ βούλοιτο διαποροῦσα, καὶ εἴ τι σφάλμα συμβαίη, τὴν ἐκείνου τρῶσιν ὡς ἰδίαν σφαγὴν ὑπεραγωνιῶσα: ὥστε μηδὲ τὴν Περσῖναν λαθεῖν, ἀλλ̓ ὦ τέκνον εἰπεῖν, τί μοι πέπονθας; προκινδυνεύειν ἔοικας τοῦ ξένου. πάσχω μέν τι καὶ αὐτή, καὶ οἰκτείρω τῆς νεότητος: διαδρᾶναί
ταῦτ̓ εἶπε, καὶ βουλομένη τὰ ὄντα ἀνακαλύπτειν, αὖθις ἐξεκρούσθη βοῆς πολυηχεστάτης πρὸς τοῦ πλήθους ἀρθείσης. ὁ γὰρ δὴ Θεαγένης εἰς ὅσον εἶχε τάχους ἐφεὶς τῷ ἵππῳ χρήσασθαι καὶ προφθάσαντα μικρὸν τὰ στέρνα τῇ κεφαλῇ τοῦ ταύρου παρισῶσαι, τὸν μὲν ἄνετον φέρεσθαι μεθίησι μεθαλάμενος, ἐπιρρίπτει δὲ ἑαυτὸν τῷ αὐχένι τοῦ ταύρου, καὶ τοῖς κέρασι τὸ ἑαυτοῦ πρόσωπον κατὰ τὸ μεταίχμιον ἐνιδρύσας, τοὺς πήχεις δὲ οἱονεὶ στεφάνην περιθείς, καὶ εἰς ἅμμα κατὰ τοῦ ταυρείου μετώπου τοὺς δακτύλους ἐπιπλέξας, τό τε ὑπόλοιπον ἑαυτοῦ σῶμα παῤ ὦμον τοῦ βοὸς τὸν δεξιὸν μετέωρον καθείς, ἐκκρεμὴς ἐφέρετο, πρὸς βραχὺ μὲν τοῖς ταυρείοις ἅλμασιν ἀναπαλλόμενος. ὡς δὲ ἀγχόμενον ἤδη πρὸς τοῦ ὄγκου καὶ χαλῶντα τοῦ ἄγαν τόνου
κἀπειδὴ τοῦ συνεδρίου πλησίον ἐγεγόνει, πρὸς τὸν Θεαγένην βλέψας ὁ Ὑδάσπης καὶ ἑλληνίζων, ὦ ξένε, ἔφη, τούτῳ σε χρὴ διαγωνίσασθαι: ὁ δῆμος κελεύουσι. γινέσθω τὸ δοκοῦν, ὁ Θεαγένης ἀπεκρίνατο: ἀλλὰ τίς ὁ τρόπος τῆς ἀγωνίας; πάλη, εἶπεν ὁ Ὑδάσπης. καὶ ὅς, τί δὲ οὐχὶ καὶ ξιφήρης καὶ ἔνοπλος, ἵνα τι ῥέξας ἢ παθὼν ἐμπλήσω Χαρίκλειαν, τὴν σιωπᾶν εἰς δεῦρο τὰ καθ̓ ἡμᾶς καρτεροῦσαν, ἢ καὶ εἰς τέλος, ὡς ἔοικεν, ἡμῶν ἀπεγνωκυῖαν. καὶ ὁ Ὑδάσπης, τί μὲν βούλεταί σοι, εἶπε, τὸ παραπλέκειν ὄνομα Χαρικλείας, αὐτὸς ἂν γινώσκοις, παλαίειν δ̓ οὖν σε καὶ οὐ ξιφήρη πυκτεύειν χρεών: αἷμα γὰρ ἐκχεόμενον ὀφθῆναι πρὸ τοῦ καιροῦ τῆς θυσίας οὐ θεμιτόν. συνεὶς οὖν ὁ Θεαγένης ὅτι δέδοικεν ὁ Ὑδάσπης μὴ προαναιρεθῇ τῆς θυσίας, εὖ ποιεῖς, ἔφη, τοῖς θεοῖς με φυλάττων, οἷς καὶ μελήσει περὶ ἡμῶν.
καὶ ἅμα κόνιν ἀνελόμενος καὶ ὤμοις τε καὶ πήχεσιν ἔτι πρὸς τῆς βοηλασίας ἱδρῶτι νενοτισμένοις ἐπιχεάμενος, τήν τε μὴ προσιζήσασαν ἀποσεισάμενος, προβάλλει τε ἐκτάδην τὼ χεῖρε, καὶ τοῖν ποδοῖν τὴν βάσιν εἰς τὸ ἑδραῖον διερεισάμενος, τήν τε ἰγνύαν σιμώσας, καὶ ὤμους καὶ μετάφρενα γυρώσας, καὶ τὸν αὐχένα μικρὸν ἐπικλίνας, τό τε ὅλον σῶμα σφηκώσας, εἱστήκει τὰς λαβὰς τῶν παλαισμάτων ὠδίνων. ὁ δὲ Αἰθίοψ ἐνορῶν ἐμειδία τε σεσηρός, καὶ εἰρωνικοῖς τοῖς νεύμασιν ἐκφαυλίζειν ἐῴκει τὸν ἀντίπαλον. ἀθρόον τε ἐπιδραμὼν
ὡς δὲ καταγνοὺς καὶ ἀποθαρσήσας ὁ Αἰθίοψ ἀφυλάκτως ἤδη τὸ τρίτον ἐπεφέρετο, καὶ τὸν πῆχυν αὖθις ἀνατείνας κατασείειν ἔμελλεν, ὑπεισῆλθέ τε ἀθρόον ὁ Θεαγένης κεκυφώς, τὴν καταφορὰν ἐκκλίνας, πήχει τε τῷ δεξιῷ τὸν ἐκείνου λαιὸν βραχίονα προσαναστείλας ἐρρίπισέ τε τὸν ἀντίπαλον, ἅμα τι καὶ τῇ καταφορᾷ τῆς ἰδίας αὐτοῦ χειρὸς εἰς κενὸν ἐνεχθείσης πρὸς τὸ ἔδαφος ἐπισπασθέντα, καὶ ὑπὸ τὴν μασχάλην ἀναδὺς τοῖς τε νώτοις περιεχεῖτο, καὶ παχεῖαν τὴν γαστέρα χαλεπῶς ταῖς χερσὶ διαζώσας, τὴν βάσιν κατὰ τὰ σφυρὰ καὶ ἀστραγάλους τῇ πτέρνῃ σφοδρῶς τε καὶ ἐπαλλήλως ἐκμοχλεύσας, εἰς γόνυ τε ὀκλάσαι βιασάμενος, ἀμφιβαίνει τοῖς ποσί, καὶ τοῖς κατὰ τοὺς βουβῶνας τὰ σκέλη καταπείρας, τούς τε καρποὺς οἷς ἐπερειδόμενος ὁ Αἰθίοψ ἀνεῖχε τὰ στέρνα ἐκκρουσάμενος, καὶ τοῖς κροτάφοις εἰς ἅμμα τοὺς πήχεις περιαγαγών, ἐπί τε μετάφρενα καὶ ὤμους ἀνέλκων, ἐφαπλῶσαι τῇ γῇ τὴν γαστέρα κατηνάγκασε.
μιᾶς δὴ οὖν βοῆς ἐπὶ τούτοις καὶ γεγωνοτέρας ἢ τὸ
δηχθεὶς δὴ πρὸς τὸ εἰρημένον ὁ Ὑδάσπης, καὶ πρὸς τὸ ὅμοιον τῆς Χαρικλείου προκλήσεως τὸν νοῦν ἀναπέμπων, οὐ δοκιμάζων δὲ ἐν συνέχοντι τῷ καιρῷ τὸ ἀκριβὲς ἀνιχνεύειν, τὰ δυνατά, εἶπεν, ὦ ξένε, καὶ αἰτεῖν ἐπέτρεψα καὶ δώσειν ἐπένευσα. γεγαμῆσθαι οὖν χρῆναι τὴν σφαγιάζουσαν, οὐ παρθενεύειν, ὁ νόμος διαγορεύει. ἀλλ̓ ἔχει ἄνδρα καὶ αὐτή, πρὸς αὐτὸν ὁ Θεαγένης. φληναφοῦντος, εἶπεν ὁ Ὑδάσπης, καὶ τῷ ὄντι θανατῶντος οἱ λόγοι. γάμου καὶ ἀνδρὸς ὁμιλίας ἀπείρατον τὴν κόρην ἡ ἐσχάρα διέδειξε: πλὴν εἰ Μερόηβον τουτονὶ λέγεις, οὐκ οἶδ̓ ὅθεν ἐγνωκώς, οὔπω μὲν ἄνδρα, νυμφίον δὲ πρὸς ἐμοῦ μόνον ὠνομασμένον. ἀλλ̓ οὐδὲ ἐσόμενον πρόσθες, εἶπεν ὁ Θεαγένης, εἴ τι ἐγὼ τοῦ Χαρικλείου φρονήματος ἐπῄσθημαι. καί μοι ὡς θύματι μαντευομένῳ πιστεύειν ἔσται δίκαιον. πρὸς ταῦτα ὁ Μερόηβος, ἀλλ̓ οὐ ζῶντα, εἶπεν, ὦ βέλτιστε,
καὶ ὁ μὲν Θεαγένης ἤγετο οἷ προστέτακτο: ἡ Χαρίκλεια δὲ ἐπὶ τῇ νίκῃ μικρὸν ἀναπνεύσασα καὶ τὰ βελτίονα ἐλπίσασα, πάλιν ἀγομένου πρὸς θρήνοις ἦν. καὶ τῆς Περσίνης πολλὰ παρηγορούσης, καὶ εἰκὸς σωθῆναι τὸν νέον, εἴ μοι καὶ τὰ λειπόμενα καὶ σαφέστερα τῶν κατὰ σαυτὴν ἐξαγορεύειν βούλοιο λεγούσης, ἡ μὲν Χαρίκλεια βιασθεῖσα, καὶ τὸν καιρὸν οὐκ ἐνδιδόντα ὑπέρθεσιν ὁρῶσα, πρὸς τὰ καιριώτερα τῶν διηγημάτων ὥρμησεν.
ὁ δὲ Ὑδάσπης, εἴ τινες ὑπολείπονται τῶν πρεσβευσάντων, τοῦ εἰσαγγελέως ἐπυνθάνετο. ὁ δὲ Ἁρμονίας, οἱ ἐκ Συήνης, ἔφη, μόνοι, βασιλεῦ, γράμματα μὲν Ὀροονδάτου καὶ ξένια κομίζοντες, ἄρτι δὲ καὶ πρὸ βραχέος ἐπελθόντες.
ἡκόντων οὖν καὶ οὗτοι τοῦ Ὑδάσπου φήσαντος παρῆσαν καὶ τὸ γράμμα ἐνεχείριζον. καὶ ἀνειλήσας ἐπελέγετο, καὶ ἦν τοιόνδε.
βασιλεῖ φιλανθρώπῳ καὶ εὐδαίμονι τῷ Αἰθιόπων Ὑδάσπῃ Ὀροονδάτης ὁ μεγάλου βασιλέως σατράπης. εἰ νικῶν κατὰ τὴν μάχην πλέον γνώμῃ ἐνίκησας καί μοι σατραπείαν ὅλην ἑκὼν παρεχώρησας, οὐκ ἂν θαυμάσαιμι τὸ παρὸν εἰ βραχεῖαν αἴτησιν ἐπινεύσειας. κόρη τις ἀγομένη πρός με ἀπὸ τῆς Μέμφεως τοῦ πολέμου γέγονε πάρεργον: καὶ ὅτι αἰχμάλωτος ἐκ σοῦ προστάγματος εἰς Αἰθιοπίαν ἐπέμφθη, πρὸς τῶν σὺν αὐτῇ γεγονότων καὶ διαδράντων τὸν τότε κίνδυνον ἐπυθόμην. ταύτην αἰτῶ λυθῆναί μοι δῶρον, ἐφιέμενος μὲν καὶ αὐτὸς τῆς παιδός, πλέον δὲ περιποιῆσαι τῷ πατρὶ βουλόμενος, πολλὴν ἀληθέντι γῆν κατὰ ζήτησιν τῆς θυγατρὸς καὶ ἐν Ἐλεφαντίνῃ τῷ φρουρίῳ κατὰ τὸν πόλεμον καταληφθέντι, καὶ ἐπισκοποῦντί μοι μετὰ ταῦτα τοὺς περισωζομένους
ταῦτα ὡς ἀνέγνω, τίς οὖν τῶν παρόντων ὁ τὴν θυγατέρα ἐπιζητῶν; ἠρώτησεν. ὑποδειξάντων δέ τινα πρεσβύτην, ὦ ξένε, πρὸς αὐτὸν ἔφη, πάντα αἰτοῦντος Ὀροονδάτου ποιεῖν ἕτοιμος. ἀλλὰ δέκα μὲν ἀχθῆναι μόνας αἰχμαλώτους ἐκέλευσα νεανίδας: μιᾶς δὲ τέως, ὅτι μὴ ἔστι σὴ θυγάτηρ, ἐπεγνωσμένης, τὰς ἄλλας ἐπισκόπησον, καὶ γνωρίζων εἰ εὕροις, λάμβανε. προσκύψας ἐφίλει τοὺς πόδας ὁ πρεσβύτης. καὶ ἀχθείσας τὰς κόρας ὡς ἐπισκοπῶν τὴν ἐπιζητουμένην οὐχ εὕρισκεν, αὖθις κατηφήσας, ᾦ βασιλεῦ, οὐδεμία τούτων ἐστίν, ἔλεγε. τὴν γνώμην, ἔφη ὁ Ὑδάσπης, τὴν ἐμὴν ἔχεις: μέμφου δὲ τὴν τύχην, εἰ τὴν ἐπιζητουμένην οὐχ εὑρίσκεις. ὅτι γὰρ ἄλλη μήτε ἤχθη παρὰ ταύτας μήτε ἔστι κατὰ τὸ στρατόπεδον, ἔξεστι σοι περισκοποῦντι πεισθῆναι.
ῥαπίσας τὸ μέτωπον ὁ πρεσβύτης καὶ ἐπιδακρύσας, ἀνανεύσας τε καὶ περιαθρῶν ἐν κύκλῳ τὸ πλῆθος, ἀθρόον ὥσπερ τις ἐμμανὴς ἐξέδραμε. καὶ τοῖς βωμοῖς προσελθών, τοῦ τε τριβωνίου ʽτοῦτο γὰρ ἔτυχεν ἀμπεχόμενοσ̓ τὸ κράσπεδον εἰς βρόχον περιειλήσας ἐπιβάλλει τε τῷ αὐχένι τοῦ Θεαγένους, καὶ εἷλκεν ἐξάκουστον βοῶν, ἔχω σε ὦ πολέμιε λέγων, ἔχω σε ὦ παλαμναῖε καὶ ἀλιτήριε. καὶ τῶν φρουρούντων ἀντέχειν καὶ ἀποσπᾶν βιαζομένων, ἀπρὶξ ἐχόμενος καὶ οἱονεὶ συμπεφυκὼς ἀγαγεῖν εἰς τὸ πρόσωπον τοῦ τε Ὑδάσπου καὶ τῶν συνέδρων ἐξενίκησε, καὶ ὦ βασιλεῦ ἔλεγεν, οὗτός ἐστιν ὁ τὴν ἐμὴν θυγατέρα συλαγωγήσας: οὗτός ἐστιν ὁ τὴν
τὰ ὁρώμενα δὲ οἱ λοιποὶ θαυμάζοντες. καὶ τοῦ Ὑδάσπου σαφέστερον ὅ τι βούλοιτο λέγειν κελεύοντος, ὁ πρεσβύτης ʽἦν δὲ ἄρα Χαρικλῆσ̓ τὰ μὲν ἀληθέστερα τοῦ γένους τῆς Χαρικλείας ἀπέκρυπτε, μή πῃ ἄρα κατὰ τὴν φυγὴν ἐκείνῃ τῆς αἰδοῦς προαφανισθείσης πόλεμον καθ̓ ἑαυτοῦ πρὸς τῶν ἀληθῶς γεννησάντων ἐπισπάσηται διευλαβούμενος, ἐξετίθετο δὲ ἐπιτέμνων ἃ μηδὲν ἔβλαπτε, καὶ ἔλεγεν: ἦν μοι θυγάτηρ, ὦ βασιλεῦ, τίς μὲν τὴν φρόνησιν καὶ οἵα τὸ εἶδος, θεασάμενοι μόνον ἐπαξίως ἄν με λέγειν ἐπιστεύσατε: ἦν δ̓ οὖν παρθενευομένη καὶ ζάκορος τῆς ἐν Δελφοῖς Ἀρτέμιδος. ταύτην ὁ θαυμάσιος οὗτος, Θετταλὸς ὢν τὸ γένος καὶ εἰς Δελφοὺς τὴν ἐμὴν πόλιν ὥς τι πάτριον ἐπιτελέσων ἀρχιθεωρὸς ἀφιγμένος, ἔλαθεν ἐκ τῶν ἀδύτων αὐτῶν τὴν κόρην ἀποσυλήσας, καὶ ἀδύτων τοῦ Ἀπόλλωνος. διὸ καὶ εἰς ὑμᾶς ἀσεβεῖν δικαίως ἂν νομισθείη, τὸν πάτριον ὑμῶν θεὸν Ἀπόλλωνα, τὸν αὐτὸν ὄντα καὶ Ἥλιον, καὶ τὸ ἐκείνου τέμενος βεβηλώσας. συνεργοῦ δὲ αὐτῷ πρὸς τὴν ἐναγῆ ταύτην πρᾶξιν ψευδοπροφήτου τινὸς Μεμφίτου γεγονότος, ἐπειδὴ κατὰ τὴν Θετταλίαν μεταθέων καὶ παρὰ Οἰταίων ὄντων αὐτοῦ πολιτῶν ἐξαιτῶν οὐδαμῶς ηὕρισκον, ἔκδοτον ἐκείνων τουτονὶ καὶ εἰς σφαγήν, ὅπου ποτὲ ἂν εὑρίσκηται, ὡς ἀλάστορα παραχωρησάντων, ὁρμητήριον εἶναι τῆς φυγῆς τὴν Καλασίριδος Μέμφιν εἰκάσας, εἴς τε ταύτην ἀφικόμενος, καὶ τὸν μὲν Καλάσιριν, ὡς ἐχρῆν, τεθνηκότα καταλαβών, παρὰ Θυάμιδος δὲ τοῦ ἐκείνου παιδὸς ἅπαντα τὰ περὶ τὴν θυγατέρα ἐκδιδαχθείς, τά τε ἄλλα καὶ ὅτι πρὸς Ὀροονδάτην
καὶ ὃ μὲν ἐσιώπησεν, ἐπιθρηνῶν γοῶδες τοῖς εἰρημένοις: ὁ δὲ Ὑδάσπης πρὸς τὸν Θεαγένην, τί, ἔφη, πρὸς ταῦτα ἐρεῖς; ὃ δέ, ἀληθῆ, ἔφη, πάντα τὰ κατηγορηθέντα. λῃστὴς ἐγὼ καὶ ἄδικος καὶ βίαιος περὶ τοῦτον, ἀλλ̓ ὑμέτερος εὐεργέτης. ἀπόδος οὖν, ἔφη, τὴν ἀλλοτρίαν, ὁ Ὑδάσπης, διὰ τὸ προκαθωσιῶσθαι τοῖς θεοῖς τὴν ἐκ τῆς θυσίας ἐπίδοξον, οὐ τὴν ἐκ τῆς τιμωρίας ὑφέξων σφαγὴν ἔνδικον. ἀλλ̓ οὐχ ὁ ἀδικήσας, εἶπεν ὁ Θεαγένης, ἀλλ̓ ὁ τὸ ἀδίκημα ἔχων ἀποδιδόναι δίκαιος. ἔχεις δὲ αὐτός. ἀπόδος, εἰ μὴ σὴν θυγατέρα εἶναι Χαρίκλειαν καὶ οὗτος ὁμολογήσειεν.
οὐκέτι καρτερεῖν οὐδεὶς ἠνέσχετο, ἀλλ̓ ἅμα πάντων σύγχυσις ἐγίνετο. Σισιμίθρης δὲ ἐπὶ πολὺ διαρκέσας, καὶ πάλαι τὰ λεγόμενα καὶ πραττόμενα γνωρίζων, ἐς τὸ ἀκριβὲς δὲ περιελθεῖν τὰ φανερούμενα πρὸς τοῦ κρείττονος ἀναμένων, προσέδραμέ τε καὶ τὸν Χαρικλέα περιεπτύσσετο: καὶ σώζεταί σοι ἡ νομισθεῖσα καὶ παῤ ἡμῶν ἐγχειρισθεῖσά ποτε θυγάτηρ, ἔλεγε, θυγάτηρ ἀληθῶς οὖσα καὶ εὑρεθεῖσα ὧν γινώσκεις.
καὶ ἡ Χαρίκλεια τῆς σκηνῆς ἐξέδραμε, καὶ πᾶσαν τὴν ἐκ φύσεώς τε καὶ ἡλικίας αἰδῶ παραγκωνισαμένη βάκχιόν τι καὶ ἐμμανὲς ἐφέρετο, καὶ τοῖς γόνασι τοῦ Χαρικλέους προσπεσοῦσα ὦ πάτερ ἔλεγεν, ὦ τῶν φύντων οὐδὲν ἔλαττον ἐμοὶ σεβάσμιε, τιμώρησαι, ὡς βούλει, τὴν ἀθέμιτον ἐμὲ καὶ πατραλοίαν, κἂν εἰς βούλημά τις ἀναφέρῃ θεῶν,
ὁ Σισιμίθρης οὐχ ἑλληνίζων, ἀλλ̓ ὥστε καὶ πάντας ἐπαΐειν αἰθιοπίζων, ὦ βασιλεῦ εἶπεν, ἐπισκιάζονται, ὡς ἔοικεν, ὑπὸ τῆς ἄγαν χαρᾶς καὶ οἱ συνετώτατοι τῶν ἀνδρῶν. σὲ γοῦν καὶ πάλαι συμβάλλειν ἐχρῆν ὅτι μὴ προσίενται οἱ θεοὶ τὴν εὐτρεπιζομένην θυσίαν, νῦν μὲν τὴν πανόλβιον Χαρίκλειαν ἐξ αὐτῶν σοὶ τῶν βωμῶν θυγατέρα ἀναδείξαντες, καὶ τὸν ταύτης τροφέα, καθάπερ ἐκ μηχανῆς, ἐκ μέσης τῆς Ἑλλάδος ἐνταῦθα ἀναπέμψαντες, αὖθις τὴν πτοίαν καὶ τὸν τάραχον τοῖς προσβωμίοις ἵπποις καὶ
ταῦτα τοῦ Σισιμίθρου λαμπρῶς τε καὶ εἰς ἐπήκοον ἁπάντων ἐκβοήσαντος, ὁ Ὑδάσπης τὴν ἐγχώριον γλῶτταν καὶ αὐτὸς ἱείς, τῆς τε Χαρικλείας καὶ τοῦ Θεαγένους ἐπιδεδραγμένος, οὐκοῦν ὦ παρόντες, ἔλεγε, θεῶν νεύματι τούτων οὕτω διαπεπραγμένων τὸ ἀντιβαίνειν ἀθέμιτον, ὥστε ὑπὸ μάρτυσιν αὐτοῖς τε τοῖς ταῦτα ἐπικλώσασι, καὶ ὑμῖν ἀκόλουθα ἐκείνοις φρονεῖν ἐνδεικνυμένοις, ξυνωρίδα ταύτην γαμηλίοις νόμοις ἀναδείκνυμι, καὶ συνεῖναι θεσμῷ παιδογονίας ἐφίημι. καὶ εἰ δοκεῖ, βεβαιούτω τὰ δόξαντα ἡ θυσία, καὶ πρὸς τὰ ἱερὰ τραπώμεθα.