Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

καὶ τὸ μὲν ὄναρ τοῦτον ἔφραζε τὸν τρόπον, οὕτως αὐτῷ τῆς ἐπιθυμίας ἐξηγουμένης, ἅμα δὲ τῇ ἕῳ τούς

p.25
τε πρώτους τῶν ὑφ̓ αὑτὸν ἥκειν ἐκέλευε, καὶ λάφυρα τὰ σῦλα σεμνότερον ὀνομἅ??ʼν φέρειν εἰς μέσους ἐπέταττε. καὶ τὸν Κνήμωνα ὡς αὑτὸν μετεπέμπετο, ἄγειν καὶ τοὺς φρουρουμένους ἐντειλάμενος. ἐπεὶ δὲ ἤγοντο, τίς ἄρα τύχη διαδέξεται ἡμᾶς, ἐβόων, καὶ πολλὰ τὸν Κνήμωνα ἱκέτευον, εἴ τι δύναιτο συμπράττειν. ὃ δὲ ἐπηγγέλλετο καὶ θυμὸν ἔχειν ἀγαθὸν προύτρεπεν, οὐ παντάπασι βάρβαρον εἶναι τὰ ἤθη τὸν λῄσταρχον ἐγγυώμενος, ἀλλ̓ ἔχειν τι καὶ ἥμερον, γένος τε ὄντα τῶν ἐπὶ δόξης καὶ πρὸς ἀνάγκης τὸν παρόντα βίον ἑλόμενον. ἐπεὶ δὲ ἤχθησαν, ἤθροιστο δὲ καὶ ὁ λοιπὸς ὅμιλος, ἐπί τινος ὑψηλοῦ προκαθίσας ἑαυτὸν ὁ Θύαμις, καὶ τὴν νῆσον ἐκκλησίαν ἀποφήνας, καὶ τὰ λεχθησόμενα φράζειν τὸν Κνήμωνα καὶ τοῖς αἰχμαλώτοις προστάξας ʽσυνίη γὰρ ἤδη τῶν Αἰγυπτίων, ὁ δὲ Θύαμις οὐκ ἠκρίβου τὰ Ἑλλήνων̓, ἄνδρες, ἔλεγε, συστρατιῶται, τὴν ἐμὴν ἐπίστασθε γνώμην, οἵαν ἀεὶ κέχρημαι πρὸς ὑμᾶς. ἐγὼ γάρ, ὡς ἴστε, παῖς μὲν προφήτου τοῦ ἐν Μέμφει γεγονώς, ἀποτυχὼν δὲ τῆς ἱερωσύνης μετὰ τὴν τοῦ πατρὸς ὑπαναχώρησιν, ἀδελφοῦ νεωτέρου ταύτην παρανομήσαντος παρελέσθαι, ἐφ̓ ὑμᾶς τε καταφυγὼν ἐφ̓ ᾧ τε τιμωρίαν μὲν λαβεῖν τὴν τιμὴν δὲ ἀπολαβεῖν, καὶ τοῦ ἄρχειν ὑμῶν παῤ ὑμῶν ἀξιωθείς, εἰς τὴν δεῦρο διήγαγον οὐδὲν τῶν πολλῶν ἐμαυτῷ πλέον ἀπονέμων, ἀλλ̓ εἴτε χρημάτων νέμησις, ἰσομοιρίαν ἠγάπησα, εἴτε αἰχμαλώτων διάπρασις, εἰς τὸ κοινὸν κατέθηκα, προσήκειν ἡγούμενος τὸν οὕτω δὴ καλῶς ἐξηγούμενον τῶν μὲν ἔργων πλεῖστον μετέχειν τῶν δὲ ποριζομένων τὸ ἴσον, τῶν δὲ ἁλισκομένων τοὺς μὲν ἄνδρας ἡμῖν αὐτοῖς ἐγκαταλέγων, ὅσοι τι ῥώμῃ σώματος ὠφελήσειν ἔμελλον, τοὺς δὲ ἀσθενεστέρους ἀπεμπολῶν, γυναικῶν δὲ ὕβρεως ἀπείρατος, τὰς μὲν εὖ
p.26
γεγονυίας ἢ χρημάτων ἀφιεὶς ἢ τῆς τύχης μόνης οἰκτείρων, τὰς δὲ ἐλάττους, καὶ ἃς δουλεύειν οὐχ ἡ αἰχμαλωσία μᾶλλον ἀλλ̓ ἡ συνήθεια κατηνάγκαζε, θεραπαίνας ἑκάστοις διανέμων. τὸ δὲ νῦν παρὸν ἕν τι τῶν λαφύρων αἰτῶ παῤ ὑμῶν, τὴν κόρην ταυτηνὶ τὴν ξένην, ἣν δυνατὸν ἐμαυτῷ με δοῦναι, βέλτιον παρὰ τοῦ κοινοῦ λαβεῖν ἡγοῦμαι: καὶ γὰρ εὔηθες τὴν αἰχμάλωτον βιασάμενον, ἀκόντων τι τῶν φίλων φαίνεσθαι διαπραττόμενον. ἀλλὰ καὶ ταύτην αἰτῶ παῤ ὑμῶν οὐ προῖκα τὴν χάριν, ἀλλ̓ ἀντιδοὺς τὸ μηδὲν αὐτὸς τῶν ἄλλων τῆς λείας μεταλαβεῖν. ἐπειδὴ γὰρ τὴν πάνδημον Ἀφροδίτην τὸ προφητικὸν ἀτιμάζει γένος, οὐ τῆς καθ̓ ἡδονὴν χρείας ἀλλὰ τῆς εἰς διαδοχὴν σπορᾶς τήνδε ἐμαυτῷ γενέσθαι διεσκεψάμην.

ἐγὼ δὲ καὶ τὰς αἰτίας ὑμῖν ἀπολογίσασθαι βούλομαι. πρῶτον μὲν εὐγενὴς εἶναί μοι δοκεῖ. τεκμαίρομαι δὲ τῷ τε ἀμφ̓ αὐτὴν εὑρεθέντι πλούτῳ, καὶ ὅτι πρὸς τὰς παρούσας οὐ πέπτωκε συμφοράς, ἀλλὰ τὸ φρόνημα πρὸς τὴν ἐξ ἀρχῆς ἀν̔??ʼέρει τύχην. ἔπειτα τὴν ψυχὴν ἀγαθήν τε καὶ σώφρονα στοχάζομαι: εἰ γὰρ εὐμορφίᾳ νικῶσα τὰς πάσας, αἰδοῖ τοῦ βλέμματος καὶ τοὺς ὁρῶντας καταστέλλει πρὸς τὸ σεμνότερον, πῶς οὐ τὴν βελτίονα περὶ αὑτῆς εἰκότως παρίστησι φαντασίαν; ὃ δὲ μέγιστόν ἐστι τῶν εἰρημένων, ἱέρεια θεῶν τινὸς εἶναί μοι φαίνεται: τὴν γοῦν ἱερὰν στολὴν καὶ τὰ στέμματα μεθεῖναι καὶ δυστυχοῦσα δεινὸν καὶ οὐ θεμιτὸν ἡγεῖται.

τίς οὖν γένοιτ̓ ἄν, ὦ παρόντες, γάμος ἁρμοδιώτερος τοῦ προφητικοῦ τὴν ἱερωμένην λαμβάνοντος;

ἐπευφήμησαν ἅπαντες, καὶ γαμεῖν ἐπ̓ αἰσίοις ἐκέλευον. ὃ δὲ ἀναλαβὼν τὸν λόγον, ὑμῖν μὲν ἔχω τὴν χάριν, ἔφη: εἰκότα δ̓ ἂν ποιοῖμεν, εἰ καὶ τὴν γνώμην ὅπως ἔχει πρὸς τοῦτο τῆς κόρης μάθοιμεν. εἰ μὲν γὰρ

p.27
ἔδει τῷ τῆς ἀρχῆς ἀποχρήσασθαι νόμῳ, πάντως ἐξήρκει μοι τὸ βούλεσθαι βιάζεσθαι γὰρ οἷς ἐξόν, τὸ πυνθάνεσθαι περιττόν. εἰ δὲ γ̔??ʼος τὸ γινόμενον, τὸ παῤ ἀμφοτέρων βούλημα συννεύειν ἀναγκαῖον. καὶ ἀποστρέψας τὸν λόγον, πῶς οὖν ἔχεις ὦ κόρη πρὸς τὸ συνοικεῖν ἡμῖν; διηρώτα. καὶ ἅμα τίνες εἶεν ἢ ἐκ τίνων, φράζειν ἐκέλευεν.

ἣ δὲ πολύν τινα χρόνον τὸ βλέμμα τῇ γῇ προσερείσασα, καὶ πυκνὰ τὴν κεφαλὴν ἐπισείουσα, λόγον τινὰ καὶ ἐννοίας ἀθροίζειν ἐῴκει: καὶ δή ποτε πρὸς τὸν Θύαμιν ἀντωπήσασα, καὶ πλέον ἤ πρότερον αὐτὸν τῷ κάλλει καταστράψασα ʽκαὶ γὰρ πεφοίνικτο τὴν παρειὰν ὑπὸ τῶν ἐνθυμημάτων πλέον ἢ σύνηθες, καὶ τὸ βλέμμα κεκίνητο πρὸς τὸ γοργότερον̓, ἑρμηνεύοντος τοῦ Κνήμωνος, μᾶλλον, ἔφη, ὁ μὲν λόγος ἥρμοζεν ἀδελφῷ τῷ ἐμῷ Θεαγένει τούτῳ: πρέπειν γὰρ οἶμαι γυναικὶ μὲν σιγὴν ἀνδρὶ δὲ ἀπόκρισιν ἐν ἀνδράσιν:

ἐπειδὴ δὲ κἀμοὶ λόγου μεταδεδώκατε, καὶ τοῦτο πρῶτον ἔνδειγμα φιλανθρωπίας παρέχεσθε, τὸ πειθοῖ μᾶλλον ἢ βίᾳ τῶν δικαίων πειρᾶσθαι τυγχάνειν, ἄλλως τε διότι καὶ τὸ πᾶν εἰς ἐμὲ τείνει τῶν εἰρημένων, ἐκβαίνειν ἀναγκάζομαι τοὺς ἐμαυτῆς τε καὶ παρθένων νόμ̔??ʼυς, καὶ πρὸς τὴν πεῦσιν τοῦ κρατοῦντος ἀποκρίνασθαι, περὶ γάμου καὶ ταῦτα καὶ ἐν ὁμίλῳ τοσούτων ἀνδρῶν. ἔστι δὲ τὰ περὶ ἡμῶν τοιάδε. γένος μέν ἐσμεν Ἴωνες, Ἐφεσίων δὲ τὰ πρῶτα γεγονότες καὶ ἀμφιθαλεῖς ὄντες, νόμου τοὺς τοιούτους καλοῦντος ἱερατεύειν, ἐγὼ μὲν Ἀρτέμιδος, Ἀπόλλωνος δὲ ὁ ἐμὸς ἀδελφὸς οὗτος ἐλαγχάνομεν. ἐπετείου δὲ τῆς τιμῆς οὔσης καὶ τοῦ χρόνου πληρουμένου θεωρίαν εἰς Δῆλον ἤγομεν, ἔνθα μουσικούς τε καὶ γυμνικοὺς ἀγῶνας διαθήσεσθαι καὶ τὴν ἱερωσύνην ἀποθήσεσθαι κατά τι-πάτριον ἐμέλλομεν.

p.28
ὁλκὰς οὖν ἐπληροῦτο χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῶν ἄλλων ὅσα πρός τε τοὺς ἀγῶνας καὶ τὴν πάνδημον εὐωχίαν ἐπαρκέσειν ἔμελλε, καὶ ἀνηγόμεθα, τῶν μὲν πατέρων γήραι τε προηκόντων καὶ δέει τοῦ πλοῦ καὶ τῆς θαλάττης οἴκαδε καταμεινάντων, ἄλλων δὲ πολιτῶν εἰς πλῆθος τῶν μὲν κατὰ τὴν αὐτὴν ὁλκάδα συνεισβάντων, τῶν δὲ σκάφεσιν ἰδίοις χρωμένων. ἐπεὶ δὲ τὸ πολὺ τοῦ πλοῦ διήνυστο, κλυδώνιον ἀθρόως ἐμπεσὸν καὶ ἄνεμος ἐξ̔??ʼστης καὶ λαίλαπες συμμιγεῖς καὶ πρηστῆρες τὴν θάλατταν καταιγίζουσαι, τὴν ναῦν τοῦ εὐθέος παραφέρουσι, τοῦ κυβερνήτου πρὸς τὸ ὑπερβάλλον κακὸν ἐνδόντος καὶ τῷ βιαίῳ τῆς ὁλκάδος ἐκστάντος καὶ τῇ τύχῃ κυβερνᾶν ἐπιτρέψαντος. ἠγόμεθα οὖν ὑπ̔??ʼ τοῦ ἀεὶ πνέοντος ἡμέρας μὲν ἑπτὰ νύκτας δὲ ἴσας, καὶ τέλος εἰς τὴν ἀκτὴν ἐξωκείλαμεν ἔνθα πρὸς ὑμῶν ἑάλωμεν: οὗ καὶ τὸν πολὺν ἑωράκατε φόνον, τῶν ναυτῶν ἡμῖν παρὰ τὴν εὐωχίαν, ἣν ἐπὶ σωτηρίοις ἤγομεν, ἐπιθεμένων, ἀνελεῖν τε διὰ τὰ χρήματα βουλευσαμένων, ἕως σὺν πολλῷ τῷ κακῷ καὶ ὀλέθρῳ τῶν οἰκείων ὁμοῦ πάντων, αὐτῶν δὲ ἐκείνων ὀλλύντων καὶ ὀλλυμένων, ἐπεκρατήσαμεν ἐξ ἁπάντων, ὡς μή ποτε ὄφελον, οἰκτρὸν περισωθέντες λείψανον, ἓν μόνον ἐν δυστυχήμασιν εὐπραγοῦντες, ὅτι θεῶν τις εἰς χεῖρας τὰς ὑμετέρας ἤγαγε καὶ οἱ περὶ θανάτου δεδιότες περὶ γάμου σκοπεῖν ἐπετράπημεν, ὃν οὐ βούλομαι κατ̓ οὐδένα τρόπον ἀρνήσασθαι: τό τε γὰρ αἰχμάλωτον οὖσαν τῆς τοῦ κρατοῦντος εὐνῆς ἀξιοῦσθαι πᾶσαν εὐδαίμονα τύχην ὑπερβέβληκε, τό τε θεοῖς ἀνακειμένην προφήτου παιδὶ μετ̓ ὀλίγον θεοῦ νεύοντος καὶ προφήτῃ συνοικεῖν οὐ παντάπασιν ἔοικεν εἶναι τῆς ἐκ τοῦ θείου κηδεμονίας ἄμοιρον. ἕν μόνον αἰτῶ, καὶ δὸς ὦ Θύαμι. συγχώρησον εἰς ἄστυ με πρότερον ἐλθοῦσαν,
p.29
ἢ ἔνθα βωμὸς ἢ ναὸς Ἀπόλλωνι νενόμισται, τὴν ἱερωσύνην καὶ τὰ ταύτης ἀποθέσθαι σύμβολα. βέλτιον μὲν γὰρ εἰς Μέμφιν, ὅταν καὶ τὴν τιμὴν ἀνακτήσῃ τῆς προφητείας: οὕτω καὶ ὁ γάμος εὐθυμότερος ἂν ἄγοιτο, νίκῃ συναπτόμενος καὶ ἐπὶ κατορθουμένοις τελούμενος: εἰ δὲ καὶ πρότερον, ἐν σοὶ καταλείψω τὴν σκέψιν. μόνον τελεσθείη μοι τὰ πάτρια πρότερον. καὶ οἶδα ὡς ἐπινεύσεις, ἱεροῖς τε ἐκ παίδων, ὡς φῄς, ἀνακείμενος, καὶ τὸ περὶ τοὺς θεοὺς ὅσιον ἀποσεμνύνων.

καὶ ἣ μὲν ἐνταῦθα τῶν λόγων ἐπαύσατο, δακρύων δὲ ἤρξατο: τῶν δὲ παρόντων οἱ μὲν ἄλλοι πάντες ἐπῄνουν, καὶ πράττειν οὕτως ἐκέλευόν τε καὶ ἑτοίμως ἔχειν ἐβόων, ἐπῄνει δὲ καὶ ὁ Θύαμις, ἑκών τε τὸ μέρος καὶ ἄκων, ὑπὸ μὲν τῆς περὶ τὴν Χαρίκλειαν ἐπιθυμίας καὶ τὴν παροῦσαν ὥραν ἀπέραντον χρόνου μῆκος εἰς ὑπέρθεσιν ἡγούμενος, ὑπὸ δὲ τῶν λόγων ὥσπερ τινὸς σειρῆνος κεκηλημένος καὶ πρὸς τὸ πείθεσθαι κατηναγκασμένος, ἅμα δέ τι καὶ πρὸς τὸ ἐνύπνιον ἀναφέρων, καὶ τὸν γάμον κατὰ τὴν Μέμφιν ἔσεσθαι καταπιστεύων. καὶ διαλύει μὲν τὸν σύλλογον, τὴν λείαν πρότερον διανείμας, πολλὰ τῶν ἐξαιρέτων αὐτὸς ἑκοντὶ παραχωρούντων κομισάμενος:

ἐπιστέλλει δὲ εἰς δεκάτην ηὐτρεπισμένους εἶναι, τὴν ὁρμὴν ὡς ἐπὶ τὴν Μέμφιν ποιησομένους. τοῖς δὲ Ἕλλησι τὴν προτέραν ἀπεκλήρου σκηνήν. συνεσκήνου δὲ αὐτοῖς καὶ ὁ Κνήμων αὖθις ἐκ προστάγματος, οὐ φρουρὸς ἔτι τὸ ἐντεῦθεν ἀλλὰ συνόμιλος ἀποδεδειγμένος. καὶ δίαιτάν τε ἁβροτέραν τῆς οὔσης παρεῖχεν ὁ Θύαμις, καὶ δὴ καὶ τὸν Θεαγένην εἰς αἰδῶ τῆς ἀδελφῆς ὁμοδίαιτον ἐποιεῖτο. αὐτὴν δὲ τὴν Χαρίκλειαν οὐδὲ ὁρᾶν τὰ πολλὰ διεγνώκει, τοῦ μὴ τὴν θέαν ὑπέκκαυμα

p.30
γίνεσθαι τοῦ ἐγκειμένου πόθου, καὶ πρᾶξαί τι παρὰ τὰ δόξαντα καὶ προδηλωθέντα καταναγκασθείη.

καὶ ὁ μὲν Θύαμις ἐκ τούτων παρῃτεῖτο τὴν ὄψιν τῆς κόρης, οὐ δυνατὸν βλέπειν ἅμα καὶ σωφρονεῖν ἡγούμενος: ὁ δὲ Κνήμων, ἐπειδὴ τάχιστα πάντες ἐκποδὼν ἦσαν ἄλλος κατ̓ ἄλλο τῆς λίμνης καταδύντες, ἣν τῷ Θεαγένει βοτάνην ὑπέσχετο τῇ προτεραίᾳ, μαστεύων ὀλίγον τῆς λίμνης ἄπωθεν ἐπορεύετο.

κἀν τούτῳ σχολῆς ἐπιλαβόμενος ὁ Θεαγένης ἐδάκρυέ τε καὶ ἀνῴμωζε, πρὸς μὲν τὴν Χαρίκλειαν οὐδ̓ ὁτιοῦν διαλεγόμενος, θεοὺς δὲ συνεχῶς ἐπικαλούμενος μάρτυρας. τῆς δέ, εἰ τὰ συνήθη καὶ κοινὰ ταῦτα θρηνεῖ πυνθανομένης, ἢ μή τι πεπόνθοι καινότερον, καὶ τί γένοιτ̓ ἄν, ἔφη ὁ Θεαγένης, καινότερον ἢ τί ἀθεμιστότερον ὅρκων μὲν καὶ σπονδῶν παραβαινομένων, Χαρικλείας δὲ λήθην ἐμοῦ λαβούσης καὶ πρὸς ἄλλων γάμους ἐπινευούσης; εὐφήμησον, ἔφη ἡ κόρη, μηδέ μοι γίνου τῶν συμφορῶν βαρύτερος, μηδὲ τοσαύτην ἔχων ἐκ τῶν παρελθόντων τὴν κατ̓ ἐμοῦ διὰ τῶν ἔργων δοκιμασίαν, ἐκ λόγων ἐπικαίρων καὶ πρός τι χρειῶδες εἰρημένων ἄγε δἰ ὑποψίας. εἰ δὲ μή, γίνεται τοὐναντίον, καὶ μᾶλλον αὐτὸς μεταβάλλεσθαι δόξεις ἢ μεταβαλλομένην εὑρήσεις. ἐγὼ γὰρ δυστυχεῖν μὲν οὐκ ἀρνοῦμαι, μὴ σωφρονεῖν δὲ οὐδὲν οὕτω βίαιον ὥστε με μεταπεισθῆναι. ἓν μόνον οἶδα μὴ σωφρονοῦσα, τὸν ἐξ ἀρχῆς ἐπὶ σοὶ πόθον, ἀλλὰ καὶ τοῦτον ἔννομον. οὐ γὰρ ὡς ἐραστῇ πειθομένη ἀλλ̓ ὡς ἀνδρὶ συνθεμένη τό τε πρῶτον ἐμαυτὴν ἐπέδωκα, καὶ εἰς δεῦρο διετέλεσα καθαρὰν ἐμαυτὴν καὶ ἀπὸ τῆς σῆς ὁμιλίας φυλάττουσα, πολλάκις μὲν ἐπιχειροῦντα διωσαμένη, τὸν δὲ ἐξ ἀρχῆς ἡμῖν συγκείμενόν τε καὶ ἐνώμοτον ἐπὶ παισὶ γάμον ἔνθεσμον εἴ πῃ γένοιτο περισκοποῦσα. πῶς οὖν οὐκ ἂν εἴης

p.31
ἄτοπος, εἰ τὸν βάρβαρόν με τοῦ Ἕλληνος, τὸν λῃστὴν τοῦ ἐρωμένου πιστεύοις ἐπίπροσθεν ἄγειν; τί οὖν ἐβούλετό σοι τὰ τῆς καλῆς δημηγορίας ἐκείνης; ἔφη ὁ Θεαγένης. τὸ μὲν γὰρ ἀδελφόν με σαυτῆς ἀναπλάττειν σοφὸν εἰς ὑπερβολήν, καὶ πόρρω τὸν Θύαμιν τῆς ἐφ̓ ἡμῖν ζηλοτυπίας ἀπάγον, καὶ συνεῖναι ἡμᾶς ἀλλήλοις ἀδεῶς παρασκευάζον. συνίην καὶ τῆς Ἰωνίας καὶ τῆς κατὰ τὴν Δῆλον πλάνης, ὅτι τῶν ὄντων ἦν καὶ ἀληθῶν ἐπικαλύμματα, καὶ πλάνην τῷ ὄντι τοῖς ἀκούουσιν ἐπάγοντα.

τὸ δὲ ἑτοίμως οὕτως ἐπινεύειν τὸν γάμον καὶ συντίθεσθαι διαρρήδην καὶ καιρὸν ὁρίζειν, ταῦτα συμβάλλειν οὔτε ἐδυνάμην οὔτε ἐβουλόμην. εὐχόμην δὲ καταδῦναι μᾶλλον ἢ τοιαύτην ἐπιδεῖν τῶν ἐπὶ σοὶ πόνων τε καὶ ἐλπίδων τὴν τελευτήν. καὶ ἡ Χαρίκλεια περιβαλοῦσα τὸν Θεαγένην καὶ μυρία φιλήσασα καὶ διάβροχον ποιήσασα τοῖς δάκρυσιν, ὡς ἥδιστα, ἔφη, δέχομαί σου τοὺς ἐπ̓ ἐμοὶ τούτους φόβους: εὔδηλος γὰρ εἶ κἀκ τούτων μὴ ὀκλάσας τὸν ἐπ̓ ἐμοὶ πόθον ὑπὸ τῶν πολλῶν συμφορῶν. ἀλλ̓ εὖ ἴσθι, Θεάγενες, οὐδ̓ ἂν τὸ παρὸν τοῦτο ἀλλήλοις διελεγόμεθα, μὴ τούτων οὕτως ἐπηγγελμένων. ὁρμὴν γάρ, ὡς οἶσθα, κρατούσης ἐπιθυμίας μάχη μὲν ἀντίτυπος ἐπιτείνει, λόγος δὲ εἴκων καὶ πρὸς τὸ βούλημα συντρέχων τὴν πρώτην καὶ ζέουσαν φορὰν ἀνέστειλε καὶ τὸ κάτοξυ τῆς ὀρέξεως τῷ ἡδεῖ τῆς ἐπαγγελίας κατεύνασε. πρώτην γάρ, ὡς οἶμαι, πεῖραν οἱ ἀγροικότερον ἐρῶντες τὴν ὑπόσχεσιν νομίζουσι, καὶ κρατεῖν, ἐπὸ τῆς ἐπαγγελίας ἡγούμενοι πραότερον διάγουσιν, ἐπὶ τῶν ἐλπίδων σαλεύοντες. ἃ δὴ καὶ αὐτὴ προμηθουμένη τοῖς λόγοις ἐμαυτὴν ἐξεδόμην, θεοῖς τὰ ἑξῆς ἐπιτρέψασα καὶ δαίμονι τῷ τὴν ἀρχὴν λαχόντι τὸν ἡμέτερον ἐπιτροπεύειν ἔρωτα. πολλὰ μία ἡμέρα καὶ

p.32
δύο πολλάκις ἔδοσαν τῶν εἰς σωτηρίαν, καὶ τύχαι παρέσχον ἃ βουλαῖς ἄνθρωποι μυρίαις οὐκ ἐξεῦρον. τοῦτό τοι καὶ αὐτὴ τὸ παρὸν ἐπινοίαις ὑπερεθέμην, τὰ πρόδηλα τοῖς ἀδήλοις διακρουσαμένη. φυλακτέον οὖν, ὦ γλυκύτατε, καθάπερ πάλαισμα τὸ πλάσμα, καὶ σιγητέον οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν Κνήμωνα. φιλάνθρωπος μὲν γάρ ἐστι περὶ ἡμᾶς καὶ Ἕλλην, ἀλλ̓ αἰχμάλωτος καὶ τῷ κρατοῦντι πλέον, ἂν οὕτω τύχῃ, χαριούμενος. οὔτε γὰρ φιλίας χρόνος οὔτε ἀγχιστείας θεσμὸς ἐνέχυρον ἡμῖν ἀκριβὲς τῆς πίστεως αὐτοῦ τῆς περὶ ἡμᾶς δίδωσι. διὸ κἂν ἔκ τινος ὑπονοίας ἐπιψαύσῃ ποτὲ τῶν ἡμετέρων, ἀρνητέον τὴν πρώτην. καλὸν γάρ ποτε καὶ τὸ ψεῦδος, ὅταν ὠφελοῦν τοὺς λέγοντας μηδὲν καταβλάπτῃ τοὺς ἀκούοντας.

ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ βέλτιστον ὑποτιθεμένης, ὁ Κνήμων εἰστρέχει λίαν ἐσπουδασμένως καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος. καὶ ὦ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων, ἔλεγε, καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος: χρὴ δὲ πρὸς ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους. τοῦ δὲ σαφέστερον ὅ τι ποτὲ λέγοι δηλοῦν ἱκετεύοντος, οὐ καιρός, ἔφη, τὸ παρὸν ἀκούειν: δέος γὰρ προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων. ἀλλ̓ ἕπου τὴν ταχίστην. συνεπέσθω δὲ καὶ ἡ Χαρίκλεια. καὶ παραλαβὼν ἄμφω παρὰ τὸν Θύαμιν ἦγε. καὶ κράνος τι διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβών, εἰς καιρόν, ἔφη, πρὸς ὅπλοις τυγχάνεις. ἀλλ̓ αὐτός τε ἔνδυναι καὶ τοὺς ἄλλους κέλευε: πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω περὶ ἡμᾶς, καὶ τοσοῦτον ἀπολειπόμενον ὅσον τοῦ λόφου τοῦ πλησίον ὑπερκύπτοντας προϊδὼν ἥκω δρομαῖος τὴν ἔφοδον προμηνύσων, οὐδὲν τάχους ἀνείς,

p.33
ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο παρασκευάζεσθαι διαγγείλας.