Fragmenta

Crateuas

Crateuas. De materia medica, Volume 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914.

1 Cod. Const. fol. 18r Κρατεύας ῥιζοτομικός.

Ἀριστολόχιος μακρὰ ποιεῖ πρὸς ἑρπετὰ καὶ θανάσιμα ὁλκὴ πινομένη μετ᾿  οἴνου καὶ καταπλασσομένη, τὰ δὲ ἐν μήτρᾳ συνιστάμενα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὸ αὐτὸ δρᾷ. Diosc. III 4 (II 7, 18 sq.). Plin. N. H. 25, 97.

2 Cod. Const. fol. 19v Κρατεύας ῥιζοτομικός.

ἀριστολόχιος στρογγύλη πινομένη μετ᾿  οἴνου μέλανος ποιεῖ πρὸς ἑρπετῶν δήγματα· χωρεῖ δὲ καὶ εἰς ἀντιδότους τὰς θηριακάς, χωρεῖ καὶ εἰς τὰς ποδαγρικὰς συνθέσεις, ἔτι δὲ ἐμπλάστρους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει· βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασιν, σπάσμασιν. ποθεῖσα δὲ μεθ᾿  ὕδατος ἀνάγει σκόλοπας, ἀκίδας, λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησιν καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ καθαίρει ἕλκη· σμήχει δὲ καὶ ὀδόντας καὶ οὖλα. Diosc. III 4 (8, 3 sq.). Plin. l. s.

3 Cod. Const. fol. 25r Κρατεύας ῥιζοτομος.

Ἀχίλλειος· ταύτης τῆς βοτάνης ἡ κόμη λεία ἐναίμων ἐστὶν κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοικαῖς, πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει, ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακαθαρτική. Diosc. IV 36 (196, 6).

4 Cod. Const. fol. 26r Κρατεύας.

ἀνεμώνη ἡ φοινικῆ· ἀνεμώνη δύναμιν ἔχει δριμεῖαν, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῆς γίνεται ἔγχυτος πρὸς κεφαλῆς κάθαρσιν. μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα· ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει, ὁμοίως καὶ [*](9 ερπετας C θανασα (ιμ ins.)C 12 ζμυρνης C 15 ἀριστολόχιον C στρογγύλη addidi πιννομένη C μετ᾿ ] δὲ C 20 σκώλοπας C 28 ῥικοῖς C πίννεται C ὅλη C, fort. χλωρὰ 33 ἀνεμόνη C 34 αὖτου C, corr.)

145
τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. Diosc. II 176 (244, 11 sq.). Plin. n. h. 21, 164.

5 Cod. Const. fol. 27r Κρατεύας ῥιζοτομικός.

ἀσφόδελος· τούτου αἱ ῥίζαι δύναμιν ἔχουσιν διουρητικὴν καὶ ἐμμήνων κατασπαστικήν· θεραπεύει καὶ ποδάγρας ἀλγήματα καὶ σπάσματα καὶ βῆχας καὶ ῥήγματα ⋖μία τὸ πλῇθος τῆς ῥίζης ἐν οἴνῳ πινομένη. ποιεῖ καὶ αὐεμεστέρους ὄσον ἀστράγαλος βρωθεῖσα καὶ ἐρπετοδήκτοις δίδοται ὠφελίμως πλῆθος τριῶν· καταπλάσσειν δὲ δεῖ τὰ δήγματα ὅλῃ τῇ βοτάνῃ σὺν οἴνῳ. θεραπεύει καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη, ποιεῖ καὶ πρὸς μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας συγκαθεψομένη τρυγὶ οἴνου ἡ ῥίζα, πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ᾿  ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ τι γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ ταὐτὸ ἔγχριστον γίγνεται ὀφθαλμῶν καὶ πρὸς ὦτα πυορροοῦντα σὺν λιβάνῳ καὶ μέλιτι. Diosc. II 169 (235, 4).

6 Cod. Const. fol. 30r Κρατεύας ῥιζοτομικός. ἀρνόγλωσσον δύναμιν ἔχει τηκτικὴν καὶ ἀφλέγμαντον· κοπεῖσα γὰρ μετὰ στέατος καὶ ἐπιτιθεμένη τοῖς τὰ χειρώνια ἔχουσιν εὐθετεῖ, πρὸς δὲ τὰ λοιπὰ ποιεῖ σχε --- Diosc. II 126 (199, 5).

7 Cod. Const. fol. 31r Κρατεύας ῥιζοτομικός.

ἄσαρον· δύναμιν ἔχει θερμαντικὴν καὶ διουρητικήν, ἁρμόζουσαν ὑδρωπικοῖς, ἰσχιαδικοῖς χρονίοις. ἄγουσιν αἱ ῥίζαι καὶ ἔμμηνα, μετὰ μελικράτου δὲ ποθεῖσαι πλῆθος ἓξ ὡς ἐλλέβορος λευκὸς καθαίρουσι· μείγνυται δὲ καὶ μύροις ναὶ ἀντιδότοις. Diosc. I 10 (15, 6).

8 Cod. Const. fol. 40r Κρότεύας ῥιζοτομικός.

ἀναγαλλίδες ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων τε ἐπισπαστικαὶ καὶ νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς αὐτῶν [*](3 καταπλασθισα C 7 κατασπατικην C 8 βῆκας C ⋖ addidi 9 εὐεμεστέρους — καὶ addidi e D. 10 δίδοται ὠφελίμως] ΑΙΜωϹ (sic) C 12 καὶ addidi 13 μασθων C δοθιονας C 14 τρυγος C 15 χυλὸς] καυλὸς corr. in χυλὸς m. rec. C 16 σμύρνης] πέρνης corr. m. rec. in σμύρνης C συνεψηθέντα C, correxi 17 ταὐτὸ] το C (ch. laesa) 18 ποιωρο . . . τα C 22 καὶ] κ C ἐπιτιθημένη C 23 σχε (ch. laesa) C 26 ἁρμόζουσα C 27 εἰσχιαδικοῖς χρονία (οις superscr. m. rec.) C αἱ ῥίζαι addidi 29 καθερι C μείγνυται] μηγεψεται C 38 καὶ addidi)

146
ῥινέγχυτος ὀδόντων πόνον παύσει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τοῦ ἀλγοῦντος ἐγχέῃς· καθαίρει καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ, φασὶν δὲ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυάνεον ἄνθος πρόπτωσιν δακτυλίου στέλλειν, τὴν δὲ φοινικοῦν ἐξερεθίζειν καταπλασθεῖσαν. χρῶνται δὲ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις. Diosc. II 178 (247, 6).

9 Cod. Const. fol. 29r Κρατεύας ῥιζοτομικός.

ἀργεμώνη· αὕτη ἡ βοτάνη κοπεῖσα μετὰ ἀξουγγίας χοιράδας διαλύει· ποιεῖ καὶ πρὸς ἀλφοὺς μέλανας μετὰ νίτρου καὶ θείου ἀπύρου ξηρὰ κοπεῖσα καὶ σησθεῖσα, ἐν βαλανείῳ τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντας· ποιεῖ καὶ πρὸς ψώραν 1).

10 Cod. Const. fol. 33r Κρατεύας ῥιζοτομικός.

ἀστέριον· αὕτη χλωρὰ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς ποιεῖ πρὸς λυσσοδήκτους, βρογχοκηλικούς, ὑποθυμιωμένη δὲ φυγαδεύει θηρία.