Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(92)ἱστορεῖται δὲ ἀρρενοτοκεῖν ποιεῖν μεθ’ ὕδατος κυάθων γ′ πρὸ τῆς συνόδου καὶ πρὸ τοῦ δείπνου ἐπὶ ἡμέρας μ′ ὄρχεως τῆς βοτάνης τῆς μείζονος 〈ῥίζης〉 τὸ ἀπόζεμα πινόμενον, ἢ αὐτὴ ἐσθιομένη ὑπὸ τῶν ἀνδρῶν — ἡ δὲ ἐλάττων θηλυγονίαν ποιεῖ ὑπὸ τῶν γυναικῶν ἐσθιομένη —, ὄρχεις ἀλεκτρυόνος λευκοῦ μετὰ τὴν σύλλημψιν πρὶν ἑτέρου τινος γεύσα σθαι καταποθέντες.

προστεθὲν δὲ λέγεται ἀρρενοτόκιον ποιεῖν λινοζώστεως τῆς ἄρρενος τὸ σπέρμα μετὰ τὴν σύλλημψιν εὐθέως, θηλυτοκεῖν δὲ τῆς θηλείας ὁμοίως. (93) φυλάσσειν δὲ ἱστορεῖται τὸ συλλημφθὲν πηγνύμενον προστεθεὶς λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος λεῖος.