Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(67)τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ’ ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει 〈ἢ〉 ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ 〈καὶ〉 τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη·

καὶ ἀσκαρίδας δὲ ἐκτινάσσει κράμβης ὠμῆς χυλὸς καταρροφούμενος σὺν ὕδατι ὀμβρίῳ, πήγανον 〈ἐν〉 ἐλαίῳ ζεσθὲν καὶ ποθέν, [ἢ] ἡδυόσμου χυλὸς ῥοφούμενος, ἀειζώου χυλός, ἁβροτόνου ἀπόζεμα, κύμινον ἀντὶ ἀλφίτου ἐπιπασσόμενον ὀξυκράτῳ, ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος· σερίφου ἀπόζεμα, ὃ ἔνιοι ἀψίνθιον θαλάσσιον καλοῦσι, σὺν ἁλσὶ καὶ ἐλαίῳ καὶ πυροῖς ἢ σύκοις ἢ

μύξαις συγκαθηψημένον, ἢ ἀλεύρῳ ἢ ῥοφήματι [ἢ] ξηρὸν ἐπιπασσόμενον·

ἢ σίνηπι μετ’ ὀλίγου ἐλαίου πινόμενον, ἢ ἐλαφείου κέρατος ῥίνημα ἡδυόσμου ἀποζέματι ἐπιπασσόμενον ὡς ἄλφιτον καὶ πινόμενον, ἢ Σαντονικὸν κοπὲν σὺν σταφίσιν ἢ φοίνιξιν ἢ μετὰ σύκων βρωθέν, 〈ἢ〉 μελίας φλοιὸς ὡς ἄλφιτον ποθέν. καταπλασσόμενα δὲ ὠφελεῖ κατὰ τοῦ ἐπιγαστρίου ἐπιτιθέμενα· θέρμινον ἄλευρον σὺν μελικράτῳ, ἢ μελάνθιον, ἢ αἴρινον ἄλευρον ὁμοίως, ἢ ἰσάτις.