Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(65)καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος — οὗτοι δὲ ἱκανῶς στέλλουσιν —, ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου 〈τὸ〉 τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου καὶ νίτρου 〈ἴσον〉·

ἰξὸς θερμανθεὶς σὺν Ἀσσίῳ λίθῳ ἢ ἀσβέστῳ· ἐλλέβορος μέλας μετ’ οἴνου καὶ κριθίνου ἀλεύρου· φακὸς ὁ ἐπὶ τῶν τελμάτων ἐπὶ κεραμίδος θερμῆς ἀναξηρανθεὶς καὶ οἴνῳ φυραθεὶς λεῖος· [καὶ] κοχλίαι ιε′σὺν ταῖς σαρξὶν ὠμοὶ λεῖοι· οὐ πρότερον δὲ ἀφίστανται, ἐὰν μή πως ἐξικμασθῇ τὸ ὑγρόν· νίτρον μετὰ σύκου ἢ ἀψινθίου ἢ ὑσσώπου, στυπτηρία πᾶσα σὺν στέατι, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ, σῦκα ξηρὰ ἑφθὰ ἐν οἴνῳ μετὰ κριθίνου ἀλεύρου καὶ ἀψινθίου· σῦκον, νίτρον, καστόριον, πράσιον λεῖα.