Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(61)τήκουσι δὲ συντόμως σπλῆνας· ἄσπληνος, ἣν καὶ ἡμιόνιον καλοῦσιν, ἡ πόα μετ’ ὄξους, λογχῖτις ὁμοίως μετ’ οἴνου· περικλυμένου καρποῦ 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας λ′ ποτιζομένη τήκει, χαμαίκισσος μετ’ οἴνου, πευκέδανον μετ’ ὀξυμέλιτος τήκει, 〈ἀκόνης〉 Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους, ἁλκυονίου Μιλησίου % μετὰ ὕδατος, βρυωνίας ῥίζης 〈· α′ μετ’ ὄξους ἐπὶ ἡμέρας λ′ τήκει σπλῆνα·

Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ μετ’ ὀξυκράτου — αἷμα

δὲ ἄγει δι’ οὔρων —, ἀριστολοχείας 〈· α′ μετ’ ὀξυκράτου, ἀσπλήνου τοῦ σκολοπενδρίου καλουμένου τὸ ἀπόζεμα μετ’ ὄξους ἐπὶ ἡμέρας λ′· τήκει βαλάνου μυρεψικῆς 〈· α′ μετ’ ὀξυκράτου — ἔστιν 〈δὲ〉 κακοστόμαχος καὶ ἐμετικὴ —, ξυλοβαλσάμου ἀπόζεμα μετ’ οἴνου, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθεῖσα σὺν ὀξυμέλιτι, ἐρυθροδάνου καρπὸς καὶ ἡ ῥίζα σὺν οἴνῳ, ἴρεως 〈· α′ σὺν ὀξυκράτῳ, σὰρξ ἐχίνου χερσαίου ἐσκελετευμένη μετ’ οἴνου, σμυρνίου σπέρμα μετ’ οἴνου, θέρμων ἀπόζεμα καθ’ ἑαυτό·

καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς ἐπὶ ἡμέρας λ′ μετ’ οἴνου καὶ ἡ ῥίζα ὁμοίως — ἄγει δὲ ὁμοίως αἷμα καὶ διὰ κοιλίας καὶ οὔρων —, κέστρου 〈· α′ μετ’ ὄξους, κηκὶς ὀμφακίνη σὺν ὀξυκράτῳ, ὀριγάνου ἀπόζεμα, κουραλλίου 〈· α′ σὺν ὕδατι, κράμβη ὠμὴ μετ’ ὄξους ἐσθιομένη, κροκοδιλείου ῥίζα πινομένη — αἷμα δὲ ἄγει διὰ ῥινῶν —, κυκλαμίνου τῆς κισσανθέμου καρποῦ λεανθέντος πεπείρου καὶ εἰς τροχίσκους ἀναλημφθέντος ξηροῦ 〈·α′ μετ’ οἴνου ἐπὶ ἡμέρας μ′ τήκει κούφως ἐξαιρουμένου καὶ κατὰ κοιλίαν ἐκδιδομένου·

λεπίδος σιδήρου 〈· α′ μετ’ ὄξους, λογχίτιδος σὺν ὄξει ἀποζεσθείσης τὸ ἀπόζεμα, μίλτου Λημνίας 〈· α′ σὺν ὀξυκράτῳ, μυρίκης ἀπόζεμα ἢ τὸ σπέρμα σὺν οἴνῳ ποθέν, καὶ ποτηρίῳ 〈τῷ〉 ἀπὸ τοῦ μυρικίνου ξύλου ὠφελίμως χρήσαιτο ἄν τις ἐν αὐτῷ πίνων καὶ κανῷ τῷ ἐκ ῥάβδων μυρικίνων πεπλεγμένῳ εἰς τὴν τῶν ἄρτων ἐπίθεσιν·

ποιεῖ καὶ νάρδος Κελτικὴ σὺν ἀψινθίῳ, νυμφαίας σπέρμα ἢ ῥίζα σὺν ὄξει τήκει· σέρεως καρποῦ 〈· α′ σὺν ὄξει, πόλιον σὺν ὄξει, σαγαπηνοῦ 〈· α′ σὺν ὀξυκράτῳ, στρουθίου 〈· α′ σὺν ὀξυμέλιτι, πολεμωνίου ῥίζα σὺν οἴνῳ, πορφύρας πῶμα σὺν οἴνῳ, σελίνου σπέρμα πινόμενον, καὶ ἡ πόα 〈δὲ〉 ἑψηθεῖσα 〈ἐν〉 οἴνῳ σὺν ὀξυκράτῳ· ὕδωρ τὸ ἀπὸ τῶν χαλκείων, ὅπου τὸν πεπυρωμένον σίδηρον ἀποβάπτουσι·

σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, Τευκρίου

ἐνηψημένου ἐν ὀξυκράτῳ τὸ ἀπόζεμα, ῥο〈ὸς χυλο〉ῦ 〈· δ′· σκίλλαν 〈πηλῷ〉 περιπλάσας ὄπτησον καὶ καθάρας τρῖψον καὶ ἀναπλάσας ἐξ αὐτῆς καταπότια δίδου ἓν τῆς ἡμέρας σὺν μελικράτῳ· χαμαίδρυος ἀφέψημα σὺν μελικράτῳ, 〈καὶ〉 γίνεται δὲ ἐκ τῶν φύλλων αὐτῆς καταπότια καὶ δίδοται· τραγοριγάνου ἀπόζεμα μετὰ ἅλατος καὶ ὄξους, ἑρπύλλου ὁμοίως.