Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(56) ἰκτεριῶντας δὲ ποτίζειν ἀδιάντου ἀπόζεμα ἐν οἴνῳ,

ἀγχούσης ῥίζης 〈· α′ μετ’ οἴνου, ἀνδραφάξεως, ὑπερικοῦ Γο γ′ σὺν μέλιτι καὶ οἴνῳ, πράσιον μετ’ οἴνου, πέπλιον· ποιεῖ 〈καὶ〉 σφονδυλίου ῥίζα καὶ τὸ σπέρμα μετ’ οἴνου, ἐρυθροδάνου ῥίζης 〈· α′ μετ’ οἴνου, ἀλόης 〈· α′ σὺν ὕδατι, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη μετ’ οἴνου, σπύραθοι αἰγῶν καὶ μάλιστα ἀγρίων μετ’ οἴνου καθ’ ἑαυτὰς καὶ σὺν ἀρώμασιν, ἱερᾶς βοτάνης τῶν φύλλων 〈· α′ μετὰ λιβανωτοῦ 〈· ς′ καὶ οἴνου παλαιοῦ 〈θερμοῦ〉 κο′ α′ νήστει ἐπὶ ἡμέρας δ′ ἢ ϙ′·

μάραθον μετ’ οἴνου, ἀσπαράγου ῥίζης ἀφέψημα καὶ τὸ σπέρμα πινόμενον ὁμοίως, ἀψίνθιον ὠμοτριβὲς σὺν Ἰνδικῇ νάρδῳ ἢ Κελτικῇ, σελίνου ἢ ἀδιάντου ἢ βουφθάλμου τὰ φύλλα σὺν οἴνῳ πινόμενα μετὰ βαλανεῖον εὔχροιαν πρὸς καιρὸν περιποιεῖ· βουνιάδος σπέρματος 〈· δ′ σὺν οἴνῳ, γλυκυσίδης 〈· α′ σὺν οἴνῳ, κέρατος ἐλαφείου κεκαυμένου 〈· α′ σὺν μέλιτι, ἐρέβινθοι μέλανες ἐσθιόμενοι, καὶ οἱ λευκοὶ δὲ καὶ τὸ ἀπόζεμα πινόμενον·

ἐρύσιμον σὺν μελικράτῳ, θείου ἀπύρου κοχλιάριον ἐπιπασσόμενον ὕδατι ἢ 〈μετ’ ᾠοῦ〉 ῥοφούμενον, ἱππομαράθου ῥίζα ἢ καρπὸς πινόμενος, καλαμίνθης ἀπόζεμα, κέστρου 〈· α′ μετ’ οἴνου, κονύζης φύλλων 〈· α′ μετ’ οἴνου, κυκλαμίνου 〈· γ′ μεθ’ ὕδατος — κατάκλινε δὲ ἐν θερμῷ οἴκῳ καὶ πλείοσιν ἱματίοις χρῷ· χολώδη γὰρ ἱδρῶτα ἐκκρινεῖ —, λιβανωτίδος ἀπόζεμα μετὰ περίπατον σὺν ἐρεβίνθοις, καὶ ἡ ῥίζα δὲ σὺν οἴνῳ·

λειχὴν ὁ ἐπὶ τῶν πετρῶν διαχριομένου τοῦ στόματος καὶ τῆς γλώττης, ὀξυμυρσίνης ῥίζης ἀπόζεμα σὺν οἴνῳ, μυρίκης ἀπόζεμα σὺν οἴνῳ, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις ἓξ σὺν οἴνῳ, ὀξαλλίδος ῥίζαι ἑψηθεῖσαι σὺν οἴνῳ, ὀπόφυλλον σὺν ταρίχει καὶ οἰνομέλιτι ἐσθιόμενον, σεύτλου ῥίζαι ἑφθαὶ ἢ ὀπταὶ ἐσθιόμεναι, πενταφύλλου τῶν φύλλων χυλὸς πινόμενος ταχέως ὑγιάζει,

πόλιον ἐν οἴνῳ λευκῷ, σκίλλης ἑφθῆς ⟨· α′ σὺν ὀξυμέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου·

στρουθίου ῥίζα σὺν μέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου, στρύχνου τοῦ χαμαιζήλου 〈τοῦ〉 λεγομένου ἁλικακκάβου χυλὸς πινόμενος μετ’ οἴνου, ὑακίνθου καρπὸς σὺν ἁβροτόνῳ πινόμενος, χαμαιπίτυος ἀφέψημα σὺν ὕδατι, χαμαικίσσου 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας ϙ′ ἢ ζ′, αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον — τοῦτο δὲ καὶ ὑδρωπικοὺς ὠφελεῖ —·

βρύον τὸ ἐπὶ τῶν ἐνύδρων λίθων καρύου βασιλικοῦ μέγεθος μετ’ οἰνομέλιτος πινόμενον πλῆθος κυ′ ϙ′ ἐπὶ ἡμέρας γ′. ἄλλο καὶ τοῦτο καλῶς ποιοῦν· ἀφρονίτρου 〈· β′ βρέξας οἴνῳ Ἀμινναίῳ κυ′ β′ καὶ πρὸ ἡμέρας ἐξαιθριάσας δίδου νήστει ἐπὶ ἡμέρας β′ ἢ γ′.

θεραπεύει δὲ καὶ ἄρκου χολῆς κυάμου Ἑλληνικοῦ τὸ μέγεθος καταπινόμενον, μελίας καρποῦ 〈· α′ σὺν οἴνῳ — συλλέγεται δὲ φθινοπώρου καὶ ἀποτίθεται —, δαφνίδων ἢ σμύρνης 〈· α′ σὺν οἴνῳ, κρόκου 〈· α′ μετὰ μέλιτος ἐκλειχομένη, ἑλξίνης ἀπόζεμα ἢ χυλὸς σὺν οἴνῳ, χελιδονίου χυλὸς ἢ ἀφέψημα σὺν οἴνῳ, λιβανωτίδος τῆς ῥωσμαρίνου Ῥωμαιστὶ καλουμένης ἀφέψημα μεθ’ ὕδατος.